καὶ οἴκων ἐξεωσμένοι, βάρβαρόν τε καὶ ἀλλοδαπὴν οἰκοῦντες χώραν· ἀλλ’ οὐκ ἂν συντριβεῖεν εἰσάπαν, οὔτε μὴν εἰς ὄλεθρον οἰχήσονται παντελῆ. ταύτῃτοί φησιν ὅτι καὶ ἀναστήσει καίτοι πεσοῦσαν τὴν σκηνὴν Δαυεὶδ, ἐγερεῖ δὲ αὐτῆς τὰ κατερριμμένα, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, τουτέστιν,
1 εἰς ἡμέρας μακράς. δεῖγμα δὲ τοῦτο γενήσεσθαί φησι καὶ πληροφορίαν τοῖς ἄλλοις ἔθνεσι τοῖς τε ὁμόροις καὶ ἀπωτάτω, τοῦ χρῆναι λοιπὸν ἐπιστρέφειν πρὸς Θεὸν καὶ αὐτὸν 2 ἑλέσθαι ζητεῖν, τεθαυμακότας πάντως που τῆς τε ἡμερότητος τοῦ Θεοῦ καὶ τῆς ἰσχύος τὸ μέγεθος. οὐκοῦν εἰ λέγοι σκηνὴν τοῦ Δαυεὶδ, τὸ τῶν Ἰουδαίων κατασημαίνει γένος, ἤγουν οἶκον τὸν ἐξ Ἰακώβ. ἰστέον δὲ ὅτι Κύρου
τῆς αἰχμαλωσίας ἀνέντος αὐτοὺς, τότε ὑπενόστησαν εἰς τὴν Ἰουδαίαν, καὶ ἀνεδείμαντο μὲν τὸν νεὼν, πυργώσαντες δὲ τὰς τῶν πόλεων ἠρημωμένας, οἴκους τε ἐν αὐταῖς ἐπισκευασάμενοι, 3 κατῳκήκασιν ἀσφαλῶς, πολέμους μὲν ὑπομείναντες τοὺς παρά τινων, οἷον Ἀντιόχου τε φημὶ καὶ
Ἀδριανοῦ, αἰχμάλωτοι δὲ οὐκ ἔτι γεγόνασιν, οὔτε μὴν ἠρήμωνται, καθὰ καὶ ὑπὸ τῶν Βαβυλωνίων.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.