φησὶν, οὔτε μὴν εἰσάπαν ἐκ ποδῶν τὸ ἐξ Ἰακὼβ οἰχήσεται γένος. ἀλλ’ ὥσπερ λικμῷ διερριμμένοι, φησὶ, κατασκεδα- 1 σθήσονται μὲν εἰς πάντα τὰ ἔθνη. πλὴν οὐ μὴ πέση σύντριμμα ἔπι τὴν γην, τουτεστιν, οὐχ οὕτως πεσεῖται τὸ ἐξ Ιακὼβ γένος, ὡς εἰς ὁλόκληρον καθικέσθαι συντριβὴν, σω-
2 θήσεται δὲ μέρει τῷ ἠλεημένῳ· ἀνεκομίσθησαν μὲν γὰρ ἐκ τῆς αἰχμαλωσίας τοτηνικάδε τινές· σέσωσται δὲ καὶ διὰ Xριστοῦ· πεπιστεύκασι γὰρ ἐξ Ἰουδαίων οὐκ ὀλίγοι τὸν ἀριθμόν· σωθήσεται δὲ καὶ ἐν ἐσχάτοις καιροῖς τὸ κατά-
λεῖμμα, τῆς τῶν ἐθνῶν ἀγέλης προεισκεκλημένης. εἶτα ὥσπερ τινὸς λέγοντος Εἰ σώζεται πάλιν ὁ Ἰακὼβ, κατὰ 3 τίνων αἱ ἀπειλαί ; χρησίμως ἀπολογεῖται, καί φησιν, ὡς οὐκ ἄκριτος ἔσται κατὰ πάντων ἁπλῶς ὁ θυμὸς, οὔτε μὴν ἀδιαφορήσει τὰ ἐξ ὀργῆς, ἐφαλεῖται δὲ μᾶλλον τοῖς ἀφόρητα
πεπλημμεληκόσι. τοῦτό ἐστι τὸ Ἐν ῥομφ‘ιλͅόͅ τελευτήσουσι πaaόιτες ‘ἱμηόιτωλοÌ τοῦ λαοῦ μου οἱ λέγοντες Ου μὴ ἐγγλη, ουο οὐ μὴ ωῃ ἐφ’ ημιις τιι KUKct. ἧκον γὰρ εἰς τοῦτο φρενοβλαβείας τινὲς, ὡς οἴεσθαι καὶ ψευδοεπεῖν τοὺς ἁγίους προφήτας, καὶ δὴ καὶ ἔφασκον, ὡς οὐκ ἂν γένοιτό τι τῶν
προηγγελμένων. μαρτυρήσει δὲ τοῦτο καὶ ὁ σοφὸς ‘Iερε- μίας λέγων πρὸς Θεόν " Ἴδου οὗτοι λέγουσι πρὸς μέ Ηοῦ 4 ἐστιν ο λόγος κυρίου ; ελθέτω.’’ διττὸν οὖν ἄρα τῶν οὕτω διακειμένων τὸ πλημμέλημα· παρώτρυνον μὲν γὰρ κατὰ πολλοὺς τρόπους, ᾤοντο δὲ καὶ ψευδομυθεῖν τὴν
ἀλήθειαν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.