ἄπορος μὲν ἡ φυγὴ, πανσθενὴς δὲ καὶ δυσδιάφυκτος ἡ πλήττουσα χεὶρ, καὶ τοῖς ἅπαξ ἐνειλημμένοις οὐκ ἂν γένοιτό τις ἐπικουρία καὶ παράκλησις· “Ἐὰν γὰρ κλείση κατὰ ἀνθρώ- 1 “ που, τίς ἀνοίξει;” κατὰ τὸ γεγραμμένον. ἄμεινον δὲ δήπου παρὰ πολὺ τὸ ἀποσκευάζεσθαι τὴν ὀργὴν ταῖς εἰς 2
τὸ αὐτῷ δοκοῦν καὶ φίλον ἀναδρομαῖς. τοῦτο δ’ ἂν γένοιτο, καὶ μάλα ὀρθῶς, εἰ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, καὶ τὸ 3 φαῦλον ἀποσπουδάζοντες, ταῖς εἰς ἀρετὴν ἐπιδόσεσιν ἑαυτοὺς καταλαμπρύνοιμεν. διανηξόμεθα γὰρ τότε τὰ ἐκ θυμοῦ, καὶ ἀγαθὸν ὄντα τῇ φύσει τὸν Δημιουργὸν μεταθήσομεν 4 εὐκόλως εἴς γε τὸ χρῆναί φημι χρηστῆς καὶ ἡμερωτάτης ἡμᾶς ἐποπτείας ἀξιοῦν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.