δείλαιοι καὶ νόμου καὶ προφητῶν ὀλίγα πεφροντικότες οὐ παρεδέξαντο τὸν Χριστὸν, τέλος ὄντα νόμου καὶ προφητῶν, 1 ἁλλὰ, καίτοι σαφῶς εἰδότες ὡς αὐτός ἐστιν ὁ κληρονόμος, 2 3 ἔξω τοῦ ἀμπελῶνος ἐκβεβλήκεσαν, καὶ τελευταῖον ἐσταύρωσαν, δέδονται εἰς ἐρήμωσιν τοῖς Ῥωμαίων στρατηγοῖς, καὶ ἐμπέπρησται μὲν ὁ διαβόητος ἐκεῖνος ναὸς, κατεσπάσθη δὲ καὶ τὸ ἐν αὐτῷ θυσιαστήριον, καὶ κατεδονήθη τὰ πρόπυλα, συνδιολώλασι δὲ τοῖς ἀγελαίοις οἱ προὔχοντες· ἐφείσατο γὰρ
οὐδενὸς τῶν παρ’ αὐτοῖς ὁ πόλεμος.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.