γνώμῃ, προσελήλυθε τῷ βασιλεῖ περί τινος δεόμενος. ἐπειδὴ δὲ τοῦτο δράσας πολλάκις οὐκ ἔτυχε, τῆς ἐκκλησιαστικῆς αὐτὸν κοινωνίας ἐκώλυσε καὶ τὸν δεσμὸν ἐπιθεὶς ὑπεχώρησεν. ὁ δὲ πιστότατος βασιλεὺς παραγενόμενος εἰς τὰ βασίλεια, καὶ τοῦ καιροῦ καλοῦντος εἰς εὐωχίαν καὶ τῶν συσσίτων παρόντων, οὐκ ἔφη πρὶν
λυθῆναί οἱ τὸν δεσμὸν μετασχήσειν τροφῆς·
πόνω, ζητηθεὶς τὴν κοινωνίαν ἀπέδωκεν· οὕτω τιῖς θείοις πεπίστευκε νόμοις.
Τούτων δὲ τῶν ἀγαθῶν σπερμάτων διηνεκῶς δρέπεται τοὺς καρπούς· τὸν γὰρ τῶν ὅλων δεσπότην προμηθούμενον ἔχει.
καὶ ἀνάστατον ἠπείλει ποιήσειν, σκηπτοῖς ἄνωθεν ὁ θεὸς καὶ πρηστῆρσι βαιῶν καὶ αὐτὸν κατέφλεξε καὶ τὴν στρατιὰν κατανάλωσεν απασαν.
ἐστράταυσαν, τὰς περὶ τῆς εἰρήνης παραβεβηκότες σπονδάς, ἐπεκούρει δὲ τοῖς πολεμουμένοις οὐδείς (τῇ γὰρ εἰρήνῃ τεθαρρηκὼς ὁ βασιλεὺς εἰς ἑτέρους πολέμους καὶ τοὺς στρατηγοὺς καὶ τοὺς στρατιώτας ἐξέπεμψεν), ὑετῷ λαβροτάτῳ καὶ χαλάζῃ βαλὼν μεγίστῃ τὴν ἐπὶ πρόσω πορείαν ἐκώλυσε καὶ τὸν τῶν ἵππων ἐπέδησε δρόμον·
καὶ ἐν εἴκοσι ἡμέραις ἰσαρίθμους ἐξανύσαι σταδίους οὐκ ἴσχυσαν, ἕως οἱ στρατηγοί τε ἀφίκοντο καὶ τοὺς στρατιώτας συνήθροισαν. Λαὶ ἐν τῷ προτέρῳ δὲ πολέμῳ τούτους αὐτοὺς τὴν ἐπώνυμον τοῦ βσαιλέως πολιορκοῦντας πόλιν καταγελάστους ἀπέφηνε.
καὶ τῶν προσφερομένων μηχανῶν τὴν ῥύμην διέλυσε. καὶ τῶν στρατηγῶν τῶν ἡμετέρων τὴν πρὸς τοὺς πολεμίοις ἀπειρηκότων μάχην καὶ τοῖς πολιορκουμένοις ἐπαρκεῖν οὐ τολμώντων, οὕτος ἀντιπαραταττόμενος ἀπόρθητον τὴν πόλιν ἐφύλαξεν.
τετολμηκότος καὶ τὰ ῾Ραψάκου καὶ Σενναχηρεὶμ φθεγξαμένου καὶ μανικῶς ἀπειλήσαντος τὸν θεῖον πυρπολήσειν νεών, οὐκ ἐνεγκὼν τὴν λύτταν ὁ θεῖος ἐκεῖνος ἀνὴρ τὸ λιθοβόλον ὄργανον παρὰ τὴν ἔπαλξιν τεθῆναι κελεύσας, ὃ τοῦ ἀποστόλου Θωμᾶ ἐπώνυμον ἦν, καὶ λίθοι μέγαν ἐπιτεθῆναι παρεγγυήσας, ἐν τῷ ὀνόματι τοῦ βλσαφημηθέντος
ἀφεῖναι προσέταξεν.
καὶ δείσας τὴν εἰρήνην ἐσπείσατο.
Historia Ecclesiastica. Theodoretus. ed. Léon Parmentier. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.