Διχῆ μέν, ὡς καὶ πρόσθεν εἰρήκαμεν, οἱ τῶν ἀποστολικῶν ὐπεραγωνιζόμενοι δογμάτων διῄρηντο. καὶ οἱ μὲν εὐθὺς μετὰ τὴν κατ’ Εὐσταθίου τοῦ μεγάλου τυρευθεῖσαν ἐπιβουλὴν τὴν ’Αρειανικὴν βδελυξάμενοι βδελυρίαν καὶ κατὰ σφὰς αὐτοὺς ἀθροιζόμενοι, Παυλῖνον εἶχον ἡγούμενον· οἱ δὲ μετὰ τὴν Εὐζωΐου χειροτονίαν σὺν Μελετίῳ
τῷ πάνυ τῶν δυσσεβούντων ἀποκριθέντες καὶ τοὺς κινδύνους ἐκείνους οὓς διεξήλθομεν ὑπομείναντες, ὑπὸ τῆς Μελετίου σοφωτάτης διδασκαλίας ἰθύνοντο.
Historia Ecclesiastica. Theodoretus. ed. Léon Parmentier. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.