Πόλλα δὲ καὶ ἄλλα περὶ τοῦδε τοῦ ἀνδρὸς καὶ λίαν ἀξιάγαστα διηγήματα ἔχων (καὶ γὰρ τοῖς νικηφόροις ἐπέστελλε μάρτυσι καὶ ἀντιγράφων ἐτύγχανε καὶ τέλος καὶ αὐτὸς τὸν τῶν μαρτύρων ἀνεδήσατο οτέφανον), ἀναδύομαι ταῦτα νῦν ἱστορεῖν, ἵνα μὴ λίαν μηκύνων ἀποκνήσω τοὺς ἐντευξομένους τῇ συγγραφῇ. ἐφ’ ἑτέραν τοίνυν
διήγησιν τρέψομαι.
Historia Ecclesiastica. Theodoretus. ed. Léon Parmentier. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.