Νέος δέ τις, ἱερέως υἱὸς, ἐν δυσσεβείᾳ τραφεὶς, κατ̓ ἐκεῖνον τὸν καιρὸν εἰς τὸν τῶν εὐσεβῶν μετέστη χορόν. Γυνὴ γάρ τις ἐπίσημος ἐν
156
εὐλαβείᾳ, καὶ τοῦ τῆς διακονίας ἠξιωμένη χαρίσματος, συνήθης ἦν τῆς τούτου μητρός. Αὕτη τοῦτον μετὰ τῆς μητρὸς ἀφικνούμενον, ἔτι γὰρ μειρακύλλιον ἦν,
1101-c
ἠσπάζετό τε καὶ προὔτρεπεν εἰς εὐσέβειαν. Καὶ τῆς μητρὸς τελευτησάσης ἀφικνεῖτο πρὸς ταύτην ὁ νέος, καὶ τῆς συνήθους διδασκαλίας ἀπήλαυε. Παγίως δὲ τὰς συμβουλὰς εἰσδεξάμενος, ἤρετο τὴν διδάσκαλον, τίς ἃν γένοιτο πόρος, δἰ οὗ δυνατὸν καὶ τὴν τοῦ πατρὸς δεισιδαιμονίαν φυγεῖν, καὶ τῆς παῤ αὐτῆς κηρυττομένης ἀληθείας μεταλαχεῖν. Ἡ δὲ ἔλεγε, χρῆναι τὸν πατέρα φυγεῖν, καὶ προτιμῆσαι τὸν αὐτοῦ τε κἀκείνου Δημιουργὸν, καὶ πόλιν ἑτέραν καταλαβεῖν, ἐν ᾗ λαθεῖν δυνατὸν, καὶ διαδρᾶναι τοῦ δυσσεβοῦς βασιλέως τὰς χεῖρας: ὑπισχνεῖτο δὲ τούτου προνοήσειν αὐτή. Ἀτὰρ ἔφη ὁ νέος:
Ἥξω λοιπὸν, καὶ τὴν ἐμαυτοῦ σοι παραδώσω ψυχήν. Ὀλίγων δὲ διελθουσῶν ἡμερῶν, Ἰουλιανὸς μὲν εἰς τὴν Δάφνην δημοθοινίαν ἐπιτελέσων ἀνῆλθε: συνανῆλθε δὲ καὶ ὁ
1101-d
τούτου πατὴρ, ἱερεύς τε ὥν, καὶ εἰωθὼς συνέπεσθαι τῷ βασιλεῖ: τῷ δὲ πατρὶ συνῆν καὶ οὗτος, καὶ ὁ τούτου γε ἀδελφός: νεωκόρω γὰρ ἤστην, τὰ βασιλέως ἐδέσματα περιῤῥαίνοντες. Ἑπτὰ δὲ ἡμέρας ἐν τῇ Δάφνῃ πανηγυρίζειν εἰώθασιν. Τῇ οὗν ἡμέρᾳ τῇ
1104-a
πρώτῃ παραστὰς οὗτος τῇ βασιλέως στιβάδι, καὶ τὰ ὄψα κατὰ τὸ ἔθος διαῤῥάνας καὶ τοῦ μύσους ἐμπλήσας, δρόμῳ χρησάμενος, τὴν Ἀντιόχου κατέλαβε, καὶ πρὸς τὴν θαυμασίαν ἐκείνην ἀφικόμενος ἄνθρωπον:
Ἐγὼ μὲν ἥκω σοι ἔφη, μὴ ψευσάμενος τὴν ὑπόσχεσιν: σὺ δὲ σωτηρίας ἑκατέρας ἐπιμελήθητι, καὶ τὴν ἐπαγγελίαν ἐκπλήρωσον. Παραυτίκα δὴ οὗν ἐκείνη διαναστᾶσα, πρὸς τὸν τοῦ Θεοῦ ἅνθρωπον Μελέτιον τὸν νέον ἀπήγαγεν: ὁ δὲ τέως αὐτὸν ἄνω διάγειν ἐν τῷ καταγωγίῳ προσέταξεν. Ὁ δὲ πατὴρ τὸν παῖδα ἐπιζητῶν, τήν τε Δάφνην περιενόστει, καὶ εἰς τὸ ἄστυ ἀφικόμενος, περιῄει τὰς ἀγυιὰς καὶ τοὺς στενωποὺς, πάντοσε περιάγων τὼ ὀφθαλμὼ, καὶ τοῦτον ἀνιχνεῦσαι ποθῶν. Ἐπειδὴ δὲ κατ̓ ἐκεῖνο τὸ χωρίον ἐγένετο, ἔνθα τὸ καταγώγιον ὁ θεῖος εἶχε Μελέτιος,
1104-b
ἀναβλέψας εἶδεν ἐκεῖνον ἀπὸ τοῦ δρυφάκτου διακύπτοντα: καὶ δραμὼν εἵλκυσέ τε καὶ κατήγαγε, καὶ εἰς τὴν οἰκίαν ἀπαγαγὼν, πρῶτον μὲν αὐτῷ μάστιγας παμπόλλας ἐπήγαγεν, εἶτα ὀβελίσκους πυρακτώσας, καὶ ταῖς χερσὶ, καὶ τοῖς ποσὶ, καὶ τοῖς νώτοις ἐπέθηκεν: ἔπειτα καθείρξας ὲν τῷ θαλάμῳ, καὶ κλεῖθρα ἔξωθεν ἐπιθεὶς, εἰς τὴν Δάφνην
137
ἀνῆλθε. Ταῦτα ἐγὼ τοῦ ἀνδρὸς πρεσβύτου ἤδη γεγονότος διηγουμένου ἀκήκοα. Προστέθεικε δὲ καὶ ταῦτα, ὡς ἔνθους γενόμενος, καὶ θείας χάριτος ἐμπλησθεὶς, συνέτριψε μὲν ἅπαντα τὰ τοῦ πατρὸς εἴδωλα, ἐκωμῴδει δὲ αὐτῶν τὴν ἀσθένειαν. Ὕστερον δὲ εἰς νοῦν λαβὼν ὅπερ ἔδρασεν, ἔδεισέ τε τὴν τοῦ πατρὸς παρουσίαν, καὶ τὸν Δεσπότην Χριστὸν ἠντιβόλησε νεῦσαι. καὶ συντρίψαι τὰ κλεῖθρα, καὶ τὰς θύρας ἀναπετάσαι:
Σοῦ γὰρ δὴ ἕνεκα, ἐφη, ταῦτα πέπονθά τε καὶ δέδρακα.
1104-c
Ταῦτά μου, ἔφη, λέγοντος, ἐξέπεσε μὲν τὰ κλεῖθρα, ἀνεῴχθησαν δὲ αἱ θύραι: ἐγὼ δὲ πάλιν πρὸς τὴν διδάσκαλον ἔδραμον. Ἡ δὲ σχῆμά μοι γυναικὸς περιθεῖσα, καὶ σὺν αὐτῇ γε εἰς τὴν καμάραν καθίσασα, τῷ θείῳ με πάλιν Μελετίῳ προσήγαγεν: ὁ δὲ τῷ τῶν Ἱεροσολύμων με παρέδωκεν ἐπισκόπῳ: Κύριλλος δὲ τηνικαῦτα ἦν: καὶ οὕτω νύκτωρ εἰς τὴν Παλαιστίνην ὡρμήσαμεν. Μετὰ δὲ την Ἰουλιανοῦ τελευτὴν, καὶ τὸν πατέρα οὗτος πρὸς τὴν ἀλήθειαν ἐποδήγησε. Καὶ τοῦτο γὰρ ἡμᾶς μετὰ τῶν ἅλλω. ἐδίδαξε. Τοῦτον μὲν δὴ τὸν τρόπον οὗτοι πρὸς θεογνωσίαν ποδηγηθέντες, τῆς σωτηρίας μετέλαχον.