Περὶ τῆς Παυλίνου φιλονεικίας, καὶ τῆς Ἀπολιναρίου τοῦ Λαοδικέως καινοτομίας, καὶ περὶ τῆς Μελετίου φιλοσοφίας καὶ φιλοθεΐας.
Διχῆ μὲν, ὡς καὶ πρόσθεν εἰρήκαμεν, οἱ τῶν ἀποστολικῶν ὑπεραγωνιζόμενοι δογμάτων διῄρηντο: καὶ οἱ μὲν εὐθὺς μετὰ τὴν κατ̓ Εὐσταθίου τοῦ μεγάλου τυρευθεῖσαν ἐπιβουλὴν, τὴν Ἀρειανικὴν βδελυξάμενοι βδελυρίαν, καὶ κατὰ σφᾶς αὐτοὺς ἀθροιζόμενοι, Παυλῖνον εἶχον ἡγούμενον: οἱ δὲ μετὰ τὴν Εὐζὡ??ʼου χειροτονίαν σὺν Μελετίῳ τῷ πάνυ τῶν δυσσεβούντων ἀποκριθέντες, καὶ τοὺς κινδύνους ἐκείνους οὓς διεξήλθομεν
1200-b
ὑπομείναντες, ὑπὸ τῆς Μελετίου σοφωτάτης διδασκαλίας ἰθύνοντο. Πρὸς δὲ τούτοις Ἀπολινάριος ὁ Λαοδικεὺς ἑτέρας συμμορίας ἑαυτὸν ἀπέφηνεν ἀρχηγόν: ὃς τὸ τῆς εὐσεβείας περιθέμενος προσωπεῖον, καὶ τῶν ἀποστολικῶν δογμάτων δόξας ὑπερασπίζειν μικρὸν ὕστερον προφανὴς ὤφθη πολέμιος.
Καὶ γὰρ περὶ τῆς θείας φύσεως κιβδήλοις ἐχρήσατο λόγοις, βαθμούς τινας ἀξιωμάτων γεννήσας: καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἀτελὲς ἀποφῆναι τετόλμηκε, καὶ τὴν λογικὴν ψυχὴν. τὴν ἰθύνειν τὸ σῶμα πεπιστευμένην, ἐστερῆσθαι τῆς γεγενημένης ἔφησε σωτηρίας. Οὐκ εἰληφὼς γὰρ ταύτην κατὰ τὸν ἐκείνου λόγον ὁ Θεὸς Λόγος, οὔτε ἰατρείας ἠξίωσεν, οὔτε τιμῆς μετέδωκεν: ἀλλὰ τὸ μὲν σῶμα τὸ γήϊνον ὑπὸ τῶν ἀοράτων προσκυνεῖται δυνάμεων: ἡ δὲ ψυχὴ ἡ κατ̓ εἰκόνα θείαν γεγενημένη κάτω μεμένηκε,
1200-c
τὴν τῆς ἁμαρτίας ἀτιμίαν περικειμένη.
1200-c
Πολλὰ δὲ πρὸς τούτοις καὶ ἕτερα εἷπεν ἐσφαλμένῃ καὶ τυφλωττούσῃ διανοίᾳ. Ποτὲ μὲν γὰρ συνωμολόγει καὶ αὐτὸς ἐκ τῆς ἁγίας Παρθένου προσειλῆφθαι τὴν σάρκα, ποτὲ δὲ οὐρανόθεν ταύτην τῷ Θεῷ Αόγῳ συγκατεληλυθέναι φησίν: ἄλλοτε δὲ αὐτὸν γεγενῆσθαι σάρκα, οὐδὲν ἐξ ἡμῶν εἰληφότα. Καὶ ἑτέρους δὲ μύθους καὶ λήρους ταῖς θείαις ἐπαγγελίαις συνέζευξεν, οὓς καὶ λέγειν περιττὸν ἐπὶ τοῦ παρόντος νενόμικα. Ἐκεῖνος μὲν οὖν τοιαῦτα λέγων, οὐ μόνον τοὺς οἰκείους τῆς βλάβης
201
ἐνέπλησεν, ἀλλὰ καί τισι τῶν ἡμετέρων ταύτησ̓ μετέδωκε. Χρόνῳ γὰρ ὕστερον, τήν τε σφετέραν ὁρῶντες εὐτέλειαν, καὶ τὴν τῆς Ἐκκλησίας θεώμενοι περιφάνειαν, συνήφθησαν μὲν πλὴν ὀλίγων ἅπαντες, καὶ τῆς ἐκκλησιαστικῆς κοινωνίας μετέλαχον: τὴν δὲ προτέραν οὐκ ἀπέθεντο
1200-d
νόσον, ἀλλὰ καὶ πολλοὺς τῶν πάλαι ἐῤῥωμένων ταύτης ἐνέπλησαν. Ἐκ τῆσδε τῆς ῥίζης ἐν ταῖς Ἐκκλησίαις ἐβλάστησεν ἡ μία τῆς σαρκὸς καὶ τῆς θεότητος φύσις, καὶ τὸ τῇ θεότητι τοῦ Μονογενοῦς προσάπτειν τὸ πάθος, καὶ τἄλλα, ὅσα τοῖς λαοῖς καὶ τοῖς ἱερεῦσι τὴν
1201-a
διαμάχην γεγέννηκεν. Ἀλλὰ ταῦτα μὲν ὕστερον γεγένηται.
Τότε δὲ, ἀφικομένου Σάπωρος τοῦ στρατηγοῦ, καὶ τὸν βασιλικὸν ὑποδείξαντος νόμον, ἰσχυρίζετο μὲν ὁ Παυλῖνος αὐτὸς εἷναι τῆς Δαμάσου μερίδος: ἰσχυρίζετο δὲ καὶ Ἀπολινάριος κατακρύπτων τὴν νόσον. Ὁ δὲ θεῖος Μελέτιος ἡσυχῇ καθῆστο, τῆς ἐκείνων ἀνεχόμενος ἔριδος. Φλαβιανὸς δὲ ὁ σοφώτατος, τῷ τῶν πρεσβυτέρων ἐγκατειλεγμένος ἔτι χορῷ, πρῶτον μὲν πρὸς τὸν Παυλῖνον ἔφη, τοῦ στρατηγοῦ ἐπαΐοντος:
Εἰ τὴν Δαμάσου, ὧ φιλότης, κοινωνίαν ἀσπάζῃ. ἐπίδειξον ἡμῖν σαφῶς τὴν τῶν δογμάτων συγγένειαν. Ἐκεῖνος γὰρ μίαν τῆς Τριάδος οὐσίαν ὁμολογῶν, τὰς τρεῖς ὑποστάσεις διαῤῥήδην κηρύττει: σὺ δὲ ἄντικρυς τῶν ὑποστάσεων ἀναιρεῖς τὴν τριάδα. Δεῖξον δὴ οὖν τῶν δογμάτων τὴν συμφωνίαν, καὶ λάβε τὰς
1201-b
ἐκκλησίας κατὰ τὸν νόμον. Οὕτως ἐκεῖνον τοῖς ἐλέγχοις ἐπιστομίσας, πρὸς τὸν Ἀπολινάριον ἔφη:
Θαυμάζω σε, ὦ φίλος, οὕτως ἀνέδην κατὰ τῆς ἀληθείας μαχόμενον, καὶ ταῦτα σαφῶς ἐπιστάμενον ὡς ὁ θαυμάσιος Δάμασος τελείαν ὑπὸ τοῦ Θεοῦ Λόγου τὴν ἡμετέραν φύσιν ἀνειλῆφθαί φησιν: σὺ δὲ τοὐναντίον λέγων διατελεῖς. Τὸν γὰρ νοῦν τὸν ἡμέτερον τῆς σωτηρίας ἀποστερεῖς. Εἰ δὲ ψευδῆ φαμεν ταῦτά σου κατηγοροῦντες, νῦν γοῦν τὴν ὑπὸ σοῦ τεχθεῖσαν ἀρνήθητι καινοτομίαν, καὶ τὴν Δαμάσου στέρξον διδασκαλίαν, καὶ τοὺς θείους λάβε σηκούς. Ὁ μὲν οὖν σοφώτατος Φλαβιανὸς τοῖς ἀληθέσι λόγοις τὴν ἐκείνων κατέπαυσε παῤῥησίαν. Μελέτιος δὲ, ὁ πάντων ἀνθρώπων πραότατος, φιλοφρόνως ἅμα καὶ ἠπίως ἔφη πρὸς τὸν Παυλῖνον:
Ἐπειδὴ καὶ ἐμοὶ τῶνδε τῶνδε τῶν προβάτων τὴν ἐπιμέλειαν ὁ τῶν προβάτων
1201-c
ἐνεχείρισε Κύριος, καὶ σὺ τῶν
202
ἄλλων ἀναδέξαι τὴν φροντίδα, κοινωνεῖ δὲ ἀλλήλοις τῆς εὐσεβείας τὰ θρέμματα, συνάψωμεν, ὦ φιλότης, τὰ ποίμνια, καὶ τὴν περὶ τῆς ἡγεμονίας καταλύσωμεν διαμάχην: κοινῇ δὲ τὰ πρόβατα νέμοντες, κοινὴν αὐτοῖς προσενέγκωμεν θεραπείαν. Εἰ δὲ ὁ μέσος θῶκος τὴν ἔριν γεννᾷ, ἐγὼ καὶ ταύτην ἐξελάσαι πειράσομαι. Ἐν γὰρ τούτῳ τὸ θεῖον προτεθεικὼς Εὐαγγέλιον, ἑκατέρωθεν ἡμᾶς καθῆσθαι παρεγγυῶ: καὶ εἰ μὲν πρῶτος ἐγὼ δεξαίμην τοῦ βίου τὸ πέρας, μόνος σχῇς, ὧ φίλος, τὴν τῆς ποίμνης ἡγεμονίαν.
Εἰ δὲ σὺ πρότερος τοῦτο πάθοις, ἐγὼ πάλιν εἰς δύναμιν τῶν προβάτων ἐπιμελήσομαι. Ταῦτα ἠπίως μὲν ἄμα καὶ φιλοφρόνως ὁ θεῖς εἷπε Μελέτιος: ὁ δὲ Παυλῖνος οὐκ ἔστερξεν. Ὁ δὲ στρατηγὸς, κριτὴς τῶν εἰρημένων γενόμενος, τῷ μεγάλῳ Μελετίῳ τὰς
1201-d
ἐξ ἀρχῆς ἀποκριθέντων προβάτων ἡγούμενος.
1201-d
Περὶ Εὐσεβίου τοῦ ἐπισκόπου Σαμοσάτων.
Ἀπολινάριος δὲ τῆς τῶν Ἐκκλησιῶν ἡγεμονίας διαμαρτὼν, διαῤῥήδην λοιπὸν τὴν καινοτομηθεῖσαν διδασκαλίαν ἐκήρυττε, καὶ τῆς αἱρέσεως ἑαυτὸν ἀπέφηνεν ἀρχηγόν. Καὶ αὐτὸς μὲν ὲν Λαοδικείᾳ τὰ
1204-a
πλεῖστα διέτριβεν: ἐν Ἀντιοχείᾳ δὲ ἤδη πρότερον ἐκεχειροτονήκει Βιτάλιον, βίῳ μὲν ἀρίστῳ κοσμούμενον, καὶ τοῖς ἀποστολικοῖς δόγμασιν ἐντεθραμμένον, ὕστερον δὲ τὴν νόσον δεξάμενον. Ὁ δὲ θεῖος Μελέτιος, Διόδωρον ἐκεῖνον, οὗ καὶ πρόσθεν ἐμνήσθην, τὸν ἐν τῷ παγχαλέπῳ κλύδωνι ἀβάπτιστον τὸ τῆς Ἐκκλησίας διασώσαντα σκάφος, Ταρσέων κατέστησε ποιμένα, καὶ τὸ Κιλίκων αὐτῷ ἐνεχείρισεν ἔθνος. Ἀπαμείας δὲ τὴν ἀρχιερατικὴν ἐπιμέλειαν Ἰωάννῃ πεπίστευκεν, ὅς εἶχε μὲν καὶ τοῦ γένους τὴν περιφάνειαν, κατορθώμασι δὲ μᾶλλον οἰκείοις ἥ προγονικοῖς ἐλαμπρύνετο. Κατὰ ταὐτὸν γὰρ αὐτὸν καὶ λόγος ἐκόσμει καὶ βίος. Οὗτος ἐν τῷ τῆς ζάλης καιρῷ τὸν τῶν ὁμοπίστων ἐκυβέρνησε σύλλογον, συνεργὸν
1204-b
δὲ εἶχε τὸν ἀξιέπαινον Στέφανον, ἀλλὰ καὶ τοῦτον ὁ θεῖος Μελέτιος εἰς ἑτέρους ἀγῶνας μετέστησε. Μαθὼν γὰρ ὑπὸ τῆς Εὐδοξίου λώβης διεφθάρθαι τὴν Γερμανίκειαν
203
, τοῦτον ἀπέστειλε ἰατρὸν ἀλεξίκακον: καὶ διὰ πάσης γὰρ ἦκτο παιδείας Ἑλληνικῆς, καὶ τοῖς θείοις ἐνετέθραπτο δόγμασι. Καὶ τῆς ἐλπίδος οὐκ ἐψεύσθη. Τῇ γὰρ πνευματικῇ χρώμενος διδασκαλίᾳ μετέλαβε τοὺς λύκους εἰς πρόβατα. Ὁ δὲ μέγας Εὐσέβιος, ἐκ τῆς ὑπερορίας ἐπανελθὼν, Ἀκάκιον μὲν, οὗ πολὺ τὸ κλέος, ἐν Βεροίᾳ κεχειροτόνηκεν: ἐν Ἱεραπόλει δὲ Θεόδοτον, οὗ τὴν ἀσκητικὴν πολιτείαν μέχρι καὶ τήμερον ᾅδουσιν ἅπαντες.
Εὐσέβιον δὲ Χαλκίδος, Κύρου δὲ τῆς ἡμετέρας Ἰσίδωρον: ἀξιαγάστω δὲ ἤστην ἄμφω, καὶ ζήλῳ θείῳ κεκοσμημένω. Φασὶ δὲ αὐτὸν καὶ Εὐλόγιον ἐκεῖνον, τὸν ὑπὲρ τῶν ἀποστολικῶν ἠγωνισμένον δογμάτων,
1204-c
καὶ εἰς τὴν Ἀντινὼ μετὰ Πρωτογένους ἀπεσταλμένον, τῆς Ἐδέσης κεχειροτονηκέναι ποιμένα: Βάρσης γὰρ ὁ θεσπέσιος ἤδη τοῦ βίου τὸ τέλος ἐδέδεκτο.
Εὐλόγιος δὲ Πρωτογένην, τῶν ἀγώνων τὸν κοινωνὸν, ταῖς Κάραις ἐπέστησεν, ἰατρὸν ἀλεξίκακον οὐκ εὖ διακειμένῃ δωρησάμενος πόλει. Ὁ δὲ θεῖος Εὐσέβιος ἔσχατον ἐπίσκοπον Μάριν τῇ Δολιχῇ κεχειροτόνηκε: πολίχνη δὲ αὕτη σμικρὰ, καὶ τῆς Ἀρειανικῆς νόσου κατ̓ ἐκεῖνο τοῦ καιροῦ μετειλήφει. Τοῦτον τὸν Μάριν, ἀξιέπαινον ὄντα, καὶ πολλοῖς εἴδεσιν ἀρετῶν ἠγλαϊσμένον, ἐνιδρύσαι τοῖς ἱερατικοῖς ἐθελέσας θώκοις ὁ μέγας Εὐσέβιος, τὴν Δολιχὴν κατέλαβεν.
Εἰσιόντι δὲ αὐτῷ γυνή τις, τῆς Ἀρειανικῆς νόσου ἐμπεπλησμένη, κέραμον ἄνωθεν ἐπαφῆκεν ἀπὸ τοῦ στέγους, ὅς τήν τε κεφαλὴν συνέτριψε, καὶ μετ̓ ὀλίγον εἰς τὸν ἀμείνω βίον παρέπεμψεν. Ὁ δὲ τελευτῶν παρηγγύησεν ὅρκοις τοὺς παρόντας πεδήσας,
1204-d
μηδὲ μίαν τὴν τοῦτο δράσασαν εἰσπρᾶξαι ποινήν.
1204-d
Καὶ τὸν οἰκεῖον γὰρ ἐζήλου Δεσπότην, ὅς περὶ τῶν ἐσταυρωκότων ἔφη:
Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσι: καὶ τὸν ὁμόδουλον Στέφανον, μετὰ τὰς πολλὰς τῶν λίθων νιφάδας βοήσαντα:
1205-a
Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Τοιοῦτο μετὰ τοὺς παντοδαποὺς ἀγῶνας ὁ μέγας Εὐσέβιος ἐδέξατο τέλος, καὶ τοὺς ἐν τῇ Θρᾴκῃ βαρβάρους διαφυγὼν, τὰς τῶν δυσσεβῶν αἱρετικῶν οὐ διέφυγε χεῖρας, ἀλλὰ δἰ ἐκείνων τὸν τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο. Ταῦτα μὲν οὗν μετὰ τὴν ἐπάνοδον τῶν ἐπισκόπων ἐγένετο. Γρατιανὸς δὲ, τὴν Θρᾴκην δῃουμένην μαθὼν ὑπὸ τῶν τὸν Βάλεντα κεκαυκότων βαρβάρων, καταλιπὼν τὴν Ἰταλίαν, εἰς τὴν Πανονίαν ἀφίκετο.
204
Περὶ τῆς Θεοδοσίου στρατηγίας.
Κατ̓ ἐκεῖνον δὲ τὸν καιρὸν Θεοδόσιος, διά τε τὴν τῶν προγόνων περιφάνειαν, καὶ διὰ τὴν οἰκείαν ἀνδρείαν, ὀνομαστότατος ἦν, καὶ τούτου χάριν ὑπὸ τοῦ φθόνου τῶν ὁμοτίμων καὶ ὁμοφύλων βαλλόμενος, ἐν ταῖς Σπανίαις διέτριβεν: ἐν ἐκείναις
1205-b
γὰρ ἔφυ τε καὶ ἐτράφη. Ἀπορῶν δὴ οὖν ὁ βασιλεὺς ὅ τι χρὴ δράσαι, φυσηθέντες γὰρ ἐκ τῆς νίκης οἱ βάρβαροι, δύσμαχοι ἦσάν τε καὶ ἐδόκουν, τὴν Θεοδοσίου στρατηγίαν λύσιν ὑπέλαβε τῶν κακῶν. Αὐτίκα δὴ οὖν, ἐκ τῶν Σπανιῶν τὸν ἅνδρα μεταπεμψάμενος, καὶ στρατηγὸν χειροτονήσας, μετὰ τῆς συνειλεγμένης ἐξέπεμψε στρατιᾶς. Ὁ δὲ τῇ πίστει φραξάμενος θαρσαλέως ἐξώρμησε, καὶ τῆς Θρᾴκης ἐπιβὰς, καὶ τοὺς βαρβάρους θεασάμενος ὁμόσε χωροῦντας, ἔταξε τὴν στρατιὰν ὡς εἰς μάχην.
Ἁψιμαχίας δὲ γενομένης, οὐκ ἐνεγκόντες ἐκεῖνοι τὴν ἐμβολὴν, τὴν τάξιν κατέλιπον: τῆς δὲ τροπῆς γενομένης, οἱ μὲν ἔφευγον, οἱ δὲ κατακράτος ἐδίωκον.
Πολὺς δὲ φόνος τῶν βαρβάρων ἐγένετο. Οὐ μόνον γὰρ ὑπὸ Ῥωμαίων, ἀλλὰ καὶ ὑπ̓ ἀλλήλων ἐκτείνοντο. Οὕτω δὲ τῶν πλείστων ἀναιρεθέντων, ὀλίγων δὲ τῶν λαθεῖν δυνηθέντων διαβάντων τὸν
1205-c
Ἴστρον, εὐθὺς ὁ ἄριστος στρατηγὸς, ἣν εἶχε στρατιὰν ἐν ταῖς πελαζούσαις πόλεσι διελὼν, αὐτὸς πρὸς τὸν βασιλέα Γρατιανὸν κατὰ τάχος ἐλαύνων ἀφίκετο, τῶν οἰκείων τροπαίων γενόμενος ἄγγελος. Καὶ πιστὰ μὲν λέγειν οὐδὲ αὐτῷ ἐδόκει τῷ βασιλεῖ, ὑπερεκπληττομένῳ τὸ γεγονός: οἱ δὲ ταῖς ἀκίσι τοῦ φθόνου βαλλόμενοι, καὶ πεφευγέναι αὐτὸν ἔλεγον, καὶ διεφθαρκέναι τὴν στρατιάν. Ὁ δὲ τοὺς ἀντιτεταγμένους ἐξῄτησεν ἀποστεῖλαι, καὶ γνῶναι τῶν ἀνῃρημένων βαρβάρων τὸ πλῆθος. Ῥᾴδιον δὲ, ἔφη, καὶ ἀπὸ τῶν σκύλων ἐπιγνῶναι τὸν ἀριθμόν. Τούτοις εἴξας τοῖς λόγοις ὁ βασιλεὺς, ἀπέστειλε τοὺς ὀψομένους τὰ πεπραγμένα, καὶ ταῦτα μηνύσοντας.
205
Περὶ τῆς τούτου βασιλείας, καὶ ὧν προεῖδεν ὀνείρων.
1205-d
Ὁ δὲ ἄριστος στρατηγὸς αὐτοῦ μείνας, ὄψιν εἶδε θεσπεσίαν τινὰ, καὶ παῤ αὐτοῦ σαφῶς αὐτῷ δειχθεῖσαν τοῦ τῶν ὅλων Θεοῦ. Ἐδόκει γὰρ ὁρᾷν τὸν θεῖον Μελέτιον, τῆς Ἀντιοχέων Ἐκκλησίας τὸν πρόεδρον, χλανίδα τε αὐτῷ βασιλικὴν περιθέντα,
1208-a
καὶ παραπλησίῳ στεφάνῳ κοσμοῦντα τὴν κεφαλήν.
Ταῦτα νύκτωρ ἰδὼν, ἐμήνυσεν ἕωθεν τῶν συνήθων τινί: ὁ δὲ σαφὲς εἷναι τὸ ἐνύπνιον ἔφη, καὶ μηδὲν αἰνιγματῶδες, μηδὲ ἀμφίβολον ἔχειν. Ὀλίγων δὲ ἄγαν διελθουσῶν ἡμερῶν, ἐπανῆλθον μὲν τῶν πεπραγμένων οἱ ἔφοροι, καὶ κατηκοντίσθαι τὰς πολλὰς τῶν βαρβάρων ἔφησαν μυριάδας. Πεισθεὶς δὲ ὁ βασιλεὺς, ὡς ἄριστα ψηφισάμενος αὐτὸν στρατηγὸν, βασιλέα κεχειροτόνηκε, καὶ τῆς Βάλεντος μοίρας τὰ σκῆπτρα παρέδωκε. Καὶ αὐτὸς μὲν ἐπὶ τὴν Ἰταλίαν ἐξώρμησεν, ἐκεῖνον δὲ εἰς τὴν δοθεῖσαν ἡγεμονίαν παρέπεμψεν. Εὐθὺς δὴ οὖν τὴν βασιλείαν παραλαβὼν, τῆς τῶν Ἐκκλησιῶν πρὸ τῶν ἄλλων συμφωνίας ἐπεμελήθη, καὶ τοὺς τῆς οἰκείας ἡγεμονίας ἐπισκόπους εἰς τὴν Κωνσταντινούπολιν δραμεῖν
1208-b
παρηγγύησε. Αὕτη γὰρ μόνη τῆς Ἀρειανικῆς ἐνεπέπληστο λώβης: ἡ γὰρ Ἑσπέρα τῆς νόσου ταύτης ἐλευθέρα διέμεινε. Κωνσταντῖνος μὲν γὰρ, ὁ τῶν Κωνσταντίνου παίδων πρεσβύτατος, καὶ Κώνστας ὁ νεώτατος, τὴν πατρῴαν πίστιν ἀκήρατον διετήρησαν, καὶ αὖ πάλιν Βαλεντινιανὸς ὁ βασιλεὺς τῆς Ἑσπέρας ἀκραιφνῆ διεφύλαξε τὴν εὐσέβειαν.
Τίνες ἐπίσημοι προστάται τῆς Ἀρείου συμμορίας ἐγένοντο.
Τὸ δὲ τμῆμα τῶν Ἑῴων πολλαχόθεν τὴν λώβην ταύτην ἐδέξατο. Ἄρειός τε γὰρ Ἀλεξανδρείας τῆς Αἰγυπτίας πρεσβύτερος ὥν, ἐκεῖ τὴν βλασφημίαν ἐγέννησε: καὶ Εὐσέβιος, καὶ Πατρόφιλος, καὶ Ἀέτιος, οἱ Παλ ιστῖνοι, καὶ Παυλῖνος καὶ Γρηγόριος, οἱ Φοίνικες, καὶ Λαοδικείας Θεόδοτος, καὶ ὁ μετὰ
1208-c
τοῦτον Γεώργιος, καὶ μετὰ τοῦτον Ἀθανάσιός τε καὶ Νάρκισσος, οἱ Κίλικες, τὰ κακῶς καταβληθέντα ἐξέθρεψαν
206
σπέρματα: Εὐσέβιός τε καὶ Θεόγνιος, οἱ Βιθυνοὶ, καὶ Μηνόφαντος ὁ Ἐφέσιος, καὶ Θεόδωρος ὁ Περίνθιος, καὶ Μάρις ὁ Χαλκηδόνιος, καὶ ἕτεροί τινες ἀπὸ τῆς Θρᾴκης, ἀπὸ κακίας μόνης ἐπίσημοι, μέχρι πολλοῦ διετέλεσαν τὴν τῶν ζιζανίων σπορὰν ἄρδοντές τε καὶ θάλποντες. Τοῖς δὲ κακοῖς συνέπραξε γεωργοῖς, Κωνσταντίου τε ἡ εὐκολία, καὶ ἡ Βάλεντος μοχθηρία. Τούτου δὴ ἕνεκα, μόνης τῆς οἰκείας βασιλείας τοὺς ἐπισκόπους εἰς τὴν Κωνσταντινούπολιν συναθροισθῆναι προσέταξεν. Ἐπειδὴ δὲ ἀφίκοντο, πεντήκοντα δὲ ἦσαν καὶ ἑκατὸν, παρηγγύησε μηδένα αὐτῷ μηνύσαι ὅστις ὁ μέγας εἴη Μελέτιος: ἐβούλετο γὰρ ἐκ τῆς τοῦ ἐνυπνίου μνήμης
1208-d
μηνυθῆναι τὸν ἄνδρα. Καὶ ἐπειδὴ εἰς τὸν βασίλειον εἰσελήλυθεν οἶκον ἅπας ἐκεῖνος τῶν ἐπισκόπων ὁ ὅμιλος, τοὺς ἄλλους καταλιπὼν ἅπαντας, τῷ μεγάλῳ Μελετίῳ προσέδραμεν, καὶ οἷόν τις παῖς φιλοπάτωρ, διὰ χρόνου μακροῦ θέας πατρικῆς ἀπολαύσας, περιεπτύσσετό τε καὶ κατεφίλει, καὶ ὀφθαλμοὺς, καὶ χείλη, καὶ στέρνα καὶ κεφαλὴν, καὶ τὴν στεφανώσασαν δεξιάν. Ἐδήλωσε δὲ καὶ τὴν ὄψιν ἥν εἶδε. Φιλοφρονησάμενος δὲ καὶ τοὺς ἄλλους ἅπαντας, βουλεύσασθαι περὶ τῶν προκειμένων ὡς πατέρας ἠξίωσε.
1209-a
Περὶ τῆς ἐν Κωνσταντινουπόλει συναθροισθείσης συνόδου.
Κατ̓ ἐκεῖνον δὲ τὸν χρόνον ὁ τὴν Ναζιανζὸν τὰ τελευταῖα ποιμάνας ἐν Κωνσταντινουπόλει διέτριβε, ταῖς Ἀρειανικαῖς ἀντιταττόμενος βλασφημίαις: καὶ τόν τε θεῖον λαὸν ταῖς εὐαγγελικαῖς ἄρδων διδασκαλίαις, τούς τε τῆς ποίμνης ἔξω πλανωμένους ἀγρεύων, καὶ τῆς ὀλεθρίου πόας ἐλευθερῶν, οὕτω τὴν ποίμνην ἐκείνην ἐξ ὀλίγου μεγάλην ἀπέφηνεν.
Τοῦτον ἰδὼν ὁ θεῖος Μελέτιος, καὶ τῶν τὸν κανόνα γεγραφότων τὸν σκοπὸν ἐπιστάμενος, τὰς γὰρ τῆς φιλαρχίας ἀφορμὰς περικόπτοντες, ἐκώλυσαν τὴν μετάθεσιν, ἐβεβαίωσε τῷ Γρηγορίῳ τὴν τῆς Κωνσταντινουπόλεως προεδρίαν: ὀλίγου δὲ διελθόντος
1209-b
χρόνου, ὁ μὲν θεῖος Μελέτιος εἰς τὴν ἄλυπον μετέστη ζωὴν, ὑπὸ πάντων τῶν τοῦ λόγου μετειληχότων ταῖς ἐπιταφίοις τελειωθεὶς εὐφημίαις.
Τιμόθεος δὲ ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος, ὅς Πέτρον διεδέξατο τὸν τῆς Ἀθανασίου προεδρίας κληρονόμον γενόμενον, ἀντὶ τοῦ θαυμασίου Γρηγορίου, Μάξιμόν τινα κεχειροτόνηκε κυνικὸν, εὐθὺς αὐτοῦ τὰς κυνικὰς ἀποκείρας
207
τρίχας: καὶ τῆς Ἀπολιναρίου δὲ τερθρείας ἀνάπλεως οὗτος ἦν.
Ἀλλ̓ οὐκ ἤνεγκαν τοῦ γεγενημένου τὴν ἀτοπίαν οἱ τηνικαῦτα συνειλεγμένοι: ἦσαν δὲ ἄνδρες ἀξιάγαστοι, καὶ ζήλου θείου καὶ σοφίας ἀνάπλεοι, Ἑλλάδιος μὲν ὁ τῆς τοῦ μεγάλου Βασιλείου προεδρείας διάδοχος, Γρηγόριος δὲ καὶ Πέτρος, οἱ τοὺς αὐτοὺς Βασιλείῳ πατέρας αὐχήσαντες: Ἀμφιλόχιος δὲ Λυκαόνων ἠγεῖτο, καὶ Πισίδων Ὄπτιμος, καὶ Κιλίκων Διόδωρος. Παρῆν δὲ καὶ Πελάγιος ὁ
1209-c
Λαοδικείας, καὶ Εὐλόγιος ὁ Ἐδέσης, καὶ Ἀκάκιος, καὶ Ἰσίδωρος ὁ ἡμέτερος, καὶ Κύριλλος ὁ Ἱεροσολύμων, καὶ Γελάσιος ὁ Καισαρείας τῆς Παλαιστίνης, λόγῳ καὶ βίῳ κοσμούμενος, καὶ ἕτεροι πλεῖστοι τῆς ἀρετῆς ἀθληταί. Τότε δὴ οὗν οὗτοι πάντες, τῶν Αἰγυπτίων σφᾶς αὐτοὺς ἀποκρίναντες, σὺν τῷ μεγάλῳ Γρηγορίῳ τὰς πανηγύρεις ἐπετέλουν τὰς θείας.
Ὁ δὲ θεῖος παρεκάλει Γρηγόριος, περὶ συμφωνίας συνηθροισμένους τὴν πρὸς ἀλλήλους ὁμόνοιαν προτιμῆσαι τῆς ἑνὸς ἀνδρὸς ἀδικίας.
Ἐγώ τε γὰρ, ἔφη, τῶν πλειόνων φροντίδων ἀπαλλαγεὶς, τὴν ἐμοὶ φίλην ἀπολήψομαι ἡσυχίαν, καὶ ὑμεῖς τὴν τριπόθητον εἰρήνην μετὰ τὸν μακρὸν ἐκεῖνον καὶ χαλεπὸν ἀπολήψεσθε πόλεμον. Τῶν γὰρ λίαν ἀτοπωτάτων, ἄρτι τῶν πολεμικῶν ἀπαλλαγέντας βελῶν ἀλλήλους βάλλειν, καὶ τὴν οἰκείαν ἀναλίσκειν ἰσχύν. Ἐπίχαρτοι
1209-d
γὰρ οὕτω τοῖς δυσμενέσιν ἐσόμεθα. Ἄνδρα δὴ οὖν ἐπιζητήσαντες ἀξιέπαινον, καὶ νοῦν ἔχοντα, τῶν φροντίδων τὸ πλῆθος καὶ δέξασθαι καὶ εὖ διαθεῖναι δυνάμενον, ἀρχιερέα προβάλλεσθε. Ταύταις οἱ ἄριστοι ποιμένες ταῖς ὑποθήκαις πεισθέντες,
1212-a
Νεκτάριον εὐπατρίδην ἄνδρα, καὶ περιφανείᾳ γένους κοσμούμενον, καὶ τοῖς τῆς ἀρετῆς εἴδεσι λαμπρυνόμενον, ἐπίσκοπον τῆς μεγίστης ἐκείνης ἐχειροτόνησαν πόλεως, τὸν δὲ Μάξιμον, ὡς τῆς Ἀπολιναρίου φρενοβλαβείας μετειληχότα, τῆς ἀρχιερατικῆς ἀξίας γυμνώσαντες, ἀπεκήρυξαν. Καὶ κανόνας δὲ περὶ τῆς ἐκκλησιαστικῆς γράψαντες εὐκοσμίας, καὶ τὴν ἐκτεθεῖσαν πίστιν ἐν Νικαίᾳ βεβαίαν μένειν διαγορεύσαντες, εἰς τὰς οἰκείας ἐπανῆλθον πατρίδας.
Τοῦ δὲ ἐπιγενομένου θέρους, εἰς ἐκείνην αὖθις τὴν πόλιν οἱ πλεῖστοι τούτων παραγενόμενοι, ἐκκλησιαστικαὶ γὰρ αὐτοὺς πάλιν συνεκάλεσαν χρεῖαι, συνοδικὴν ἐπιστολὴν τῶν τῆς Ἑσπέρας ἐπισκόπων ἐδέξαντο, εἰς τὴν Ῥώμην αὐτοὺς ἀφικέσθαι προτρέπουσαν,
208
ὡς συνόδου μεγίστης αὐτόθι συγκροτουμένης.
Ἀλλὰ τὴν μὲν ἀποδημίαν παρῃτήσαντο, ὡς οὐδὲν ἔχουσαν κέρδος: ἐπέστειλαν δὲ, τόν τε κλύδωνα τὸν κατὰ τῶν Ἐκκλησιῶν ἐπαναστάντα σημαίνοντες, καὶ τὴν γεγενημένην αὐτῶν
1212-b
ἀμέλειαν αἰνιττόμενοι. Ἐν κεφαλαίῳ δὲ καὶ τὸ ἀποστολικὸν τοῖς γράμμασιν ἐνέθηκαν φρόνημα.
1212-b
Σαφέστερον δὲ τὴν τῶν γεγραφότων ἀνδρείαν τε καὶ σοφίαν αὐτὰ δηλώσει τὰ γράμματα.
1212-b
Συνοδικὸν παρὰ τῆς ἐν Κωνσταντινουπόλει συνόδου.
Κυρίοις τιμιωτάτοις, καὶ εὐλαβεστάτοις ἀδελφοῖς καὶ συλλειτουργοῖς, Δαμάσῳ, Ἀμβροσίῳ, Βρίττωνι, Οὐαλεριανῷ, Ἀσχολίῳ, Ἀνεμίῳ, Βασιλείῳ, καὶ τοῖς λοιποῖς ἁγίοις ἐπισκόποις, τοῖς συνεληλυθόσιν ἐν τῇ μεγάλῃ πόλει Ῥώμῃ, ἡ ἁγία σύνοδος τῶν ὀρθοδόξων ἐπισκόπων, τῶν συνεληλυθότων ἐν τῇ μεγάλῃ πόλει Κωνσταντινουπόλει, ἐν Κυρίῳ χαίρειν.
Τὸ μὲν ὡς ἀγνοοῦσαν τὴν ὑμετέραν εὐλάβειαν διδάσκειν, καὶ διηγεῖσθαι τῶν παθημάτων τὸ πλῆθος, τῶν ἐπαχθέντων ἡμῖν παρὰ τῆς τῶν Ἀρειανῶν δυναστείας, περιττὸν ἴσως. Οὕτε γὰρ οὕτω πάρεργον τὰ καθ̓ ἡμᾶς κρίνειν τὴν ὑμετέραν ἡγούμεθα
1212-c
θεοσέβειαν, ὡς δεῖσθαι τοῦ μαθεῖν ταῦτα, οἷς ἐχρῆν συναλγεῖν: οὔτε τοιοῦτοί τινες περισχόντες ἡμᾶς χειμῶνες, ὡς λανθάνειν ἀπὸ σμικρότητος.
Ὅ τε χρόνος τῶν διωγμῶν νεαρὸς, ἔναυλον ἔτι φυλάττων τὴν μνήμην, οὐ τοῖς πεπονθόσι μόνον, ἀλλὰ καὶ τοῖς δἰ ἀγάπην τὰ τῶν πεπονθότων οἰκειουμένοις.
Χθὲς γὰρ ὡς εἰπεῖν ἔτι καὶ πρώην οἱ μὲν τῶν τῆς ἐξορίας λυθέντες δεσμῶν εἰς τὰς ἑαυτῶν Ἐκκλησίας διὰ μυρίων ἐπανήκασι θλίψεων: τῶν δὲ καὶ τελειωθέντων ἐν ταῖς ἐξορίαις ἐπανεκομίσθη τὰ λείψανα: τινὲς δὲ καὶ μετὰ τὴν τῆς ἐξορίας ἐπάνοδον, ἔτι βράσσοντι τῷ τῶν αἱρετικῶν περιπεσόντες θυμῷ, πικρότερα τῶν ἐπὶ τῆς ἀλλοτρίας ἐπὶ τῆς οἰκείας ὑπέμειναν, λίθοις παῤ αὐτῶν τελειωθέντες κατὰ τὸν μακάριον Στέφανον. Ἅλλοι διαφόροις καταξανθέντες αἰκίαις, ἔτι τὰ στίγματα τοῦ Χριστοῦ, καὶ τοὺς μώλωπας ἐν τῷ σώματι
1212-d
περιφέρουσι. Χρημάτων δὲ ζημίας καὶ προτιμήσεις
1212-d
1213-a
πόλεων, καὶ τὰς τῶν καθ̓ ἕνα δημεύσεις,
209
καὶ συσκευὰς, καὶ ὕβρεις, καὶ δεσμωτήρια, τίς ἂν ἐξαριθμήσασθαι δύναται; Πᾶσαι γὰρ ὄντως ἐφ̓ ἡμᾶς αἰ θλίψεις ἐπληθύνθησαν ὑπὲρ ἀριθμὸν, ἴσως μὲν ἐπεὶ δίκας ἁμαρτημάτων ἐτίνομεν, ἴσως δὲ καὶ τοῦ φιλανθρώπου Θεοῦ διὰ τοῦ πλήθους τῶν παθημάτων ἡμᾶς γυμνάζοντος. Τούτων μὲν οὗν τῷ Θεῷ χάρις, ὃς καὶ διὰ τοσούτων θλίψεων τοὺς ἑαυτοῦ δούλους ἐπαίδευσε, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν αὐτοῦ πάλιν ἐξήγαγεν ἡμᾶς εἰς ἀναψυχήν. Ἡμῖν δὲ μακρᾶς μὲν ἔδει σχολῆς, καὶ πολλοῦ χρόνου καὶ πόνου, πρὸς τὴν τῶν Ἐκκλησιῶν ἐπανόρθωσιν, ἴν̓ ὥσπερ ἐκ μακρᾶς ἀῤῥωστίας, ταῖς κατὰ μικρὸν ἐπιμελείαις τὸ σῶμα τῆς Ἐκκλησίας ἐκνοσηλεύοντες, πρὸς τὴν ἀρχαίαν τῆς εὐσεβείας
1213-b
ὑγίειαν ἐπαναγάγωμεν. Καὶ γὰρ εἰ τὰ μάλιστα δοκοῦμεν τῆς τῶν διωγμῶν ἀπηλλάχθαι σφοδρότητος, καὶ τὰς ἐκκλησίας χρονίως παρὰ τῶν αἱρετικῶν κατασχεθείσας ἀρτίως ἀνακομίζεσθαι, πλὴν ἀλλὰ βαρεῖς ἡμῖν λύκοι, καὶ μετὰ τὸ τῆς μάνδρας ἐξωσθῆναι, κατὰ τὰς νάπας τὰ ποίμνια διαρπάζοντες, ἀντισυνάξεις τολμῶντες, δήμων κινοῦντες ἐπαναστάσεις, ὀκνοῦντες οὐδὲν εἰς τὴν τῶν Ἐκκλησιῶν βλάβην.
Ἦν μὲν οὖν ὅπερ εἰρήκαμεν ἀναγκαῖον, πλείονα ἡμᾶς προσασχοληθῆναι χρόνον. Ἐπειδὴ μέντοι τὴν ἀδελφικὴν περὶ ἡμᾶς ἀγάπην ἐπιδεικνύμενοι, σύνοδον ἐπὶ τῆς Ῥώμης Θεοῦ βουλήσει συγκροτοῦντες, καὶ ἡμᾶς ὡς οἰκεῖα μέλη προσεκαλέσασθε διὰ τῶν τοῦ θεοφιλεστάτου βασιλέως γραμμάτων, ἵν̓ ἐπειδὴ τότε τὰς θλίψεις μόνοι κατεδικάσθημεν, νῦν ἐν τῇ τῶν αὐτοκρατόρων περὶ τὴν εὐσέβειαν συμφωνίᾳ μὴ χωρὶς
1213-c
ἡμῶν βασιλεύσητε, ἀλλὰ καὶ ἡμεῖς ὑμῖν κατὰ τὴν ἀποστολικὴν φωνὴν συμβασιλεύσωμεν: εὐχὴ μὲν ἦν ἡμῖν, εἰ δυνατὸν, ἅπασιν ἀθρόως καταλιποῦσι τὰς Ἐκκλησίας, τῷ πόθῳ ἢ τῇ χρείᾳ χαρίσασθαι. Τίς γὰρ ἡμῖν δώσει πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθησόμεθα, καὶ πρὸς ὑμᾶς καταπαύσομεν; ἐπεὶ δὲ τοῦτο παντελῶς ἐγύμνου τὰς Ἐκκλησίας, ἄρτι τῆς ἀνανεώσεως ἀρχομένας, καὶ τὸ πρᾶγμα παντάπασιν ἧν τοῖς πολλοῖς ἀδύνατον: συνεδεδραμήκειμεν γὰρ εἰς τὴν Κωνσταντινούπολιν, ἐκ τῶν πέρυσι γραμμάτων τῶν παρὰ τῆς ὑμετέρας τιμιότητος μετὰ τὴν ἐν Ἀκυληΐᾳ σύνοδον πρὸς τὸν θεοφιλέστατον βασιλέα Θεοδόσιον ἐπισταλθέντων: πρὸς μόνην ταύτην τὴν ἀποδημίαν τὴν μέχρι Κωνσταντινουπόλεως παρεσκευασμένοι, καὶ περὶ ταύτης μόνης τῆς συνόδου
1213-d
τῶν ἐν ταῖς ἐπαρχίαις μεινάντων ἐπισκόπων συγκατάθεσιν ἐπαγόμενοι,
210
μείζονος δὲ ἀποδημίας μήτε προσδοκήσαντες χρείαν, μήτε προακούσαντες ὅλως, πρὶν ἐν Κωνσταντινουπόλει συνελθεῖν:
1216-a
πρὸς δὲ τούτοις, καὶ τῆς προθεσμίας διὰ στενότητα, μήτε πρὸς παρασκευὴν μακροτέρας ἀποδημίας ἐνδιδούσης καιρὸν, μήτε πάντας τοὺς ἐν ταῖς ἐπαρχίαις κοινωνικοὺς ἐπισκόπους ὑπομνησθῆναι, καὶ τὰς παῤ αὐτῶν συγκαταθέσεις λαβεῖν: ἐπειδὴ ταῦτα, καὶ πολλὰ πρὸς τούτοις ἕτερα, τὴν τῶν πλειόνων ἄφιξιν διεκώλυσεν, ὃ δεύτερον ἦν, εἴς τε τῶν πραγμάτων ἐπανόρθωσιν, καὶ τὴν τῆς ὑμετέρας περὶ ἡμᾶς ἀγάπης ἀπόδειξιν, τοῦτο πεποιήκαμεν, τοὺς αἰδεσιμωτάτους καὶ τιμιωτάτους συλλειτουργοὺς καὶ ἀδελφοὺς ἡμῶν ἐπισκόπους, Κυριακὸν, Εὐσέβιον καὶ Πρισκιανὸν, προθύμως καμεῖν ἄχρις ὑμῶν δυσωπήσαντες: δἰ ὧν καὶ τὴν ἡμετέραν προαίρεσιν εἰρηνικὴν οὖσαν, καὶ σκοπὸν ʽ??ʼνωσεως ἔχουσαν, καὶ τὸν
1216-b
ζῆλον ἡμῶν τὸν ὑπὲρ τῆς ὑγιοῦς πίστεως φανερὸν ποιοῦμεν. Ἡμεῖς γὰρ, εἴτε διωγμοὺς, εἴτε θλίψεις, εἴτε βασιλικὰς ἀπειλὰς, εἴτε τὰς τῶν ἀρχόντων ὠμότητας, εἴτε τινὰ πειρασμὸν ἕτερον παρὰ τῶν αἱρετικῶν ὑπεμείναμεν, ὑπὲρ τῆς εὐαγγελικῆς πίστεως, τῆς ἐν Νικαίᾳ τῆς Βιθυνίας παρὰ τῶν τριακοσίων ὀκτωκαίδεκα Πατέρων κυρωθείσης, ὑπέστημεν.
Ταύτην γὰρ καὶ ὑμῖν, καὶ ἡμῖν, καὶ πᾶσι τοῖς μὴ διαστρέφουσι τὸν λόγον τῆς ἀληθοῦς πίστεως συναρέσκειν δεῖ, πρεσβυτάτην οὖσαν, καὶ ἀκόλουθον τῷ βαπτίσματι, καὶ διδάσκουσαν ἡμᾶς πιστεύειν εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Δηλαδὴ θεότητος καὶ δυνάμεως, καὶ οὐσίας μιᾶς τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος πιστευομένης, ὁμοτίμου τε τῆς ἀξίας, καὶ συναϊδίου τῆς βασιλείας, ἐν τρισὶ τελείαις
1216-c
ὑποστάσεσιν, ἤγουν τρισὶ τελείοις προσώποις: ὡς μήτε τὴν Σαβελλίου νόσον χώραν λαβεῖν συγχεομένων τῶν ὑποστάσεων, εἰτοῦν τῶν ἰδιοτήτων ἀναιρουμένων: μήτε μὴν τῶν Εὐνομιανῶν, καὶ Ἀρειανῶν, καὶ Πνευματομάχων τὴν βλασφημίαν ἰσχύειν, τῆς οὐσίας, ἢ τῆς φύσεως, ἢ τῆς θεότητος τεμνομένης, καὶ τῇ ἀκτίστῳ καὶ ὁμοουσίῳ καὶ συναϊδίῳ Τριάδι μεταγενεστέρας τινὸς, ἤ κτιστῆς, ἢ ἑτεροουσίου φύσεως ἐπαγομένης. Καὶ τὸν τῆς ἐνανθρωπήσεως δὲ τοῦ Κυρίου λόγον ἀδιάστροφον σώζομεν, οὔτε ἄψυχον, οὔτε ἄνουν, ἢ ἀτελῆ τὴν τῆς σαρκὸς οἰκονομίαν παραδεχόμενοι: ὅλον δὲ εἰδότες τέλειον μὲν ὄντα πρὸ αἰώνων Θεοῦ Λόγον, τέλειον δὲ ἄνθρωπον ἐπ̓ ἐσχάτων τῶν ἡμερῶν διὰ τὴν ἡμετέραν
211
σωτηρίαν γενόμενον. Τὰ μὲν οὖν κατὰ τὴν πίστιν, τὴν παῤ ἡμῶν ἀνυποστόλως κηρυττομένην,
1216-d
ὡς ἐν κεφαλαίῳ τοιαῦτα: περὶ ὦν καὶ ἐπὶ πλεῖον ψυχαγωγηθῆναι δυνήσεσθε, τῷ τε ἐν Ἀντιοχείᾳ τόμῳ παρὰ τῆς ἐκεῖ συνελθούσης συνόδου γεγενημένῳ
1217-a
καταξιώσαντες ἐντυχεῖν, καὶ τῷ πέρυσιν ἐν Κωνσταντινουπόλει παρὰ τῆς οἰκουμενικῆς ἐκτεθέντι συνόδου, ἐν οἷς πλατύτερον τὴν πίστιν ὡμολογήσαμεν, καὶ τῶν ἔναγχος καινοτομηθεισῶν αἱρέσεων ἀναθεματισμὸν ἔγγραφον πεποιήκαμεν. Περὶ δὲ τῶν οἰκονομιῶν τῶν κατὰ μέρος ἐν ταῖς Ἐκκλησίαις, παλαιός τε, ὡς ἴστε, θεσμὸς κεκράτηκε, καὶ τῶν ἁγίων ἐν Νικαίᾳ Πατέρων ὅρος καθ̓ ἑκάστην ἐπαρχίαν τοὺς τῆς ἐπαρχίας, καὶ εἴπερ ἐκεῖνοι βούλοιντο σὺν αὐτοῖς τοὺς ὁμόρους, πρὸς τὸ συμφέρον ποιεῖσθαι τὰς χειροτονίας. Οἷς ἀκολούθως, τάς τε λοιπὰς Ἐκκλησίας παῤ ἡμῖν οἰκονομεῖσθαι γινώσκετε, καὶ τῶν ἐπισημοτάτων Ἐκκλησιῶν ἀναδεδεῖχθαι τοὺς ἱερεῖς. Ὅθεν τῆς μὲν ἐν Κωνσταντινουπόλει νεοπαγοῦς,
1217-b
ὡς ἂν εἴποι τις, Ἐκκλησίας, ἣν ὥσπερ ἐκ στόματος λέοντος τῆς τῶν αἱρετικῶν βλασφημίας ὑπόγυον ἐξηρπάσαμεν διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, τὸν αἰδεσιμώτατον καὶ θεοφιλέστατον Νεκτάριον ἐπίσκοπον κεχειροτονήκαμεν, ἐπὶ τῆς οἰκουμενικῆς συνόδου μετὰ κοινῆς ὁμονοίας, ὑπ̓ ὄψεσι καὶ τοῦ θεοφιλεστάτου βασιλέως Θεοδοσίου, παντός τε τοῦ κλήρου, καὶ πάσης ἐπιψηφιζομένης τῆς πόλεως. Τῆς δὲ πρεσβυτάτης καὶ ὄντως ἀποστολικῆς Ἐκκλησίας τῆς ἐν Ἀντιοχείᾳ τῆς Συρίας, ἐν ᾗ πρώτῃ τὸ τίμιον τῶν Χριστιανῶν ἐχρημάτισεν ὄνομα, τὸν αἰδεσιμώτατον καὶ θεοφιλέστατον ἐπίσκοπον Φλαβιανὸν οἵ τε τῆς ἐπαρχίας καὶ τῆς ἀνατολικῆς διοικήσεως συνδραμόντες κανονικῶς ἐχειροτόνησαν, πάσης συμψήφου τῆς Ἐκκλησίας ὥσπερ διὰ μιᾶς φωνῆς τὸν ἄνδρα τιμησάσης
1217-c
ἤνπερ ἔνθεσμον χειροτονίαν ἐδέξατο καὶ τὸ τῆς συνόδου κοινόν. Τῆς δέ γε μητρὸς ἁπασῶν τῶν Ἐκκλησιῶν τῆς ἐν Ἱεροσολύμοις, τὸν αἰδεσιμώτατον καὶ θεοφιλέστατον Κύριλλον ἐπίσκοπον εἶναι γνωρίζομεν, κανονικῶς τε παρὰ τῶν τῆς ἐπαρχίας χειροτονηθέντα πάλαι, καὶ πλεῖστα πρὸς τοὺς Ἀρειανοὺς ἐν διαφόροις τόποις ἀθλήσαντα. Οἷς ὡς ἐνθέσμως καὶ κανονικῶς παῤ ἡμῖν κεκρατηκόσι, καὶ τὴν ὑμετέραν συγχαίρειν παρακαλοῦμεν εὐλάβειαν, τῆς πνευματικῆς μεσιτευούσης ἀγάπης, καὶ τοῦ κυριακοῦ φόβου, πᾶσαν μὲν καταστέλλοντος ἀνθρωπίνην
212
προσπάθειαν, τὴν δὲ τῶν Ἐκκλησιῶν οἰκοδομὴν προτιμοτέραν ποιοῦντος τῆς πρὸς τὸν καθ̓ ἕνα συνηθείας ἢ χάριτος. Οὕτω γὰρ τοῦ τε τῆς πίστεως συμφωνηθέντος λόγου, καὶ τῆς Χριστιανικῆς κυρωθείσης ἐν ἡμῖν ἀγάπης, παυσόμεθα
1217-d
λέγοντες τὸ παρὰ τῶν ἀποστόλων κατεγνωσμένον:
Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλὼ, ἐγὼ δὲ Κηφᾶ: πάντες δὲ Χριστοῦ φανέντες, ὃς ἐν ἡμῖν οὐ μεμέρισται, Θεοῦ καταξιοῦντος, ἄσχιστον τὸ σῶμα τῆς Ἐκκλησίας τηρήσομεν, καὶ τῷ βήματι τοῦ Κυρίου μετὰ παῤῥησίας παραστησόμεθα. Ταῦτα κατά τε τῆς Ἀρείου, καὶ Ἀετίου, καὶ Εὐνομίου μανίας, καὶ μέντοι καὶ κατὰ Σαβελλίου, καὶ Φωτεινοῦ, καὶ Μαρκέλλου, Παύλου τε τοῦ Σαμοσατέως καὶ Μακεδονίου γεγράφασιν. Ὡσαύτως δὲ καὶ τὴν Ἀπολιναρίου καινοτομίαν προφανῶς ἀπεκήρυξαν, εἰρηκότες, Καὶ τὸν τῆς ἐνανθρωπήσεως δὲ τοῦ Κυρίου λόγον ἀδιάστροφον σώζομεν οὔτε ἄψυχον, οὔτε ἄνουν, ἢ ἀτελῆ τὴν τῆς σαρκὸς οἰκονομίαν παραδεχόμενοι.
1220-a
Συνοδικὸν Δαμάσου ἐπισκόπου Ῥώμης κατὰ Ἀπολιναρίου καὶ Τιμοθέου γραφέν.
Καὶ Δάμασος δὲ ὁ πανεύφημος, ταύτην μαθὼν ἀναφυεῖσαν τὴν αἵρεσιν, οὐκ Ἀπολινάριον μόνον, ἀλλὰ καὶ Τιμόθεον τὸν ἐκείνου γε φοιτητὴν καθελὼν ἀπεκήρυξε: καὶ τοῦτο τοῖς τὴν Ἑῴαν ἰθύνουσιν ἐπισκόποις διὰ γραμμάτων ἐδήλωσεν, ἅπερ ἐνθεῖναι τῇ συγγραφῇ νενόμικα χρήσιμον.
Ἐπιστολὴ Δαμάσου ἐπισκόπου Ῥώμης.
Ὄτι τῇ ἀποστολικῇ καθέδρᾳ τὴν ὀφειλομένην αἰδῶ ἡ ἀγάπη ὑμῶν ἀπονέμει, ἑαυτοῖς τὸ πλεῖστον παρέχετε, υἱοὶ τιμιώτατοι. Καὶ γὰρ εἰ τὰ μάλιστα ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ, ἐν ᾗ ὁ ἅγιος Ἀπόστολος καθεζόμενος ἐδίδαξε πῶς προσήκει ἡμᾶς τοὺς οἴακας ἰθύνειν οὓς ἀνεδεξάμεθα, ὅμως ὁμολογοῦμεν ἑαυτοὺς
1220-b
ἐλάττονας εἷναι τῆς τιμῆς: ἀλλὰ διὰ τοῦτο οἱῳδή ποτε τρόπῳ σπουδάζομεν, εἴ πως δυνηθείημεν πρὸς τὴν δόξαν τῆς μακαριότητος αὐτοῦ παραγενέσθαι. Γινώσκετε τοίνυν, ὅτι τὸν πάλαι Τιμόθεον, τὸν βέβηλον, τὸν μαθητὴν Ἀπολιναρίου τοῦ αἱρετικοῦ, μετὰ τοῦ ἀσεβοῦς αὐτοῦ δόγματος καθείλομεν, καὶ οὐδαμῶς πιστεύομεν αὐτοῦ τὰ λείψανα λόγῳ τινὶ τοῦ λοιποῦ ἰσχύειν. Εἰ δ̓ ἔτι ὁ ὄφις ἐκεῖνος ὁ παλαιὸς, ἅπαξ καὶ δεύτερον καταδηχθεὶς, πρὸς ἰδίαν τιμωρίαν ἀναζῇ, ὅστις ἐκτὸς τῆς Ἐκκλησίας ὑπάρχει, ὃς σφῆλαι τοῖς
213
ἑαυτοῦ θανατηφόροις φαρμάκοις τινὰς ἀπίστους διαπειράζων οὐ παύεται, ταύτην ὥσπερ φθοράν τινα ἐκκλίνατε, ὅμως ὑμεῖς μεμνημένοι τῆς ἀποστολικῆς πίστεως, ταύτης μάλιστα, ἥτις ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ἐγγράφως ἐξετέθη,
1220-c
βεβαίῳ βαθμῷ ἰσχυρῶς τῇ πίστει ἀμετακίνητοι διαμείνατε, καὶ μὴ ματαιολογίας καὶ ἠφανισμένας ζητήσεις μετὰ τοῦτο ὑπομείνητε ἀκούειν τοὺς κληρικοὺς ἢ τοὺς λαϊκοὺς ὑμῶν. Ἤδη γὰρ ἅπαξ τύπον ἐδώκαμεν, ἵνα ὁ γινώσκων ἑαυτὸν Χριστιανὸν ἐκεῖνο φυλάττοι, ὅπερ παρὰ τῶν ἀποστόλων παρεδόθη, λέγοντος τοῦ ἁγίου Παύλου:
Εἴ τις ὑμᾶς εὐαγγελίζεται παῤ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Ὁ γὰρ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Κύριος ἡμῶν, τῷ γένει τῶν ἀνθρώπων διὰ τοῦ ἰδίου πάθους πληρεστάτην ἀπέδωκε τὴν σωτηρίαν, ἵνα ὅλον τὸν ἄνθρωπον ταῖς ἀμαρτίαις ἐνεχόμενον πάσης ἁμαρτίας ἐλευθερώσῃ. Τοῦτον εἴ τις ἀνθρωπότητος ἢ θεότητος ἔλαττον ἐσχηκέναι εἴποι, πνεύματος διαβόλου πεπληρωμένος, τῆς γεέννης υἱὸν ἑαυτὸν ἀποδείκνυσι.
1221-a
Τί τοίνυν πάλιν παῤ ἐμοῦ ζητεῖτε τὴν καθαίρεσιν Τιμοθέου; Καὶ ἐνταῦθα κρίσει τῆς ἀποστολικῆς καθέδρας, παρόντος καὶ Πέτρου τοῦ ἐπισκόπου τῆς Ἀλεξανδρέων πόλεως, καθῃρέθη ἅμα τῷ διδασκάλῳ αὐτοῦ Ἀπολιναρίῳ, ὅς καὶ ἐν ἡμέρᾳ τῆς κρίσεως τὰς ὀφειλομένας τιμωρίας καὶ βασάνους ὑπομενεῖ.
Εἰ δέ τινας κουφοτέρους πείθει ἐκεῖνος, ὥς τινα ἐλπίδα ἔχων, ὅστις τὴν ἀληθῆ ἐλπίδα τὴν εἰς Χριστὸν τῇ ὁμολογίᾳ μετέβαλε, μετὰ τούτου ὁμοίως ἀπολεῖται, ὅστις δή ποτε βούλεται, τῷ κανόνι τῆς Ἐκκλησίας ἀντιπαλαίσας. Ὁ Θεὸς ὑμᾶς ὑγιαίνοντας διαφυλάττοι, υἱοὶ τιμιώτατοι. Καὶ ἄλλα δέ τινα συναθροισθέντες ἐν τῇ μεγάλῃ Ῥώμῃ γεγράφασι κατὰ διαφόρων αἱρέσεων, ἅπερ ἀναγκαῖον ᾠήθην ἐνθεῖναι τῇ συγγραφῇ.
Ὁμολογία τῆς καθολικῆς πίστεως, ἣν ὁ πάπας Δάμασος ἀπέστειλε πρὸς ἐπίσκοπον Παυλῖνον
1221-b
ἐν τῆ Μακεδονίᾳ, ὃς ἐγένετο ἐν Θεσσαλονίκῃ.
Ἐπειδὴ μετὰ τὴν ἐν Νικαίᾳ σύνοδον αὕτη ἡ πλάνη ἀνέκυψεν, ὥστε τολμᾷν τινας βεβήλῳ στόματι εἰπεῖν, τὸ Πνεῦμα τὸ ἅγιον γεγενῆσθαι διὰ τοῦ Υἱοῦ, ἀναθεματίζομεν τοὺς μὴ μετὰ πάσης ἐλευθερίας κηρύττοντας σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ τῆς μιᾶς καὶ τῆς αὐτῆς οὐσίας τε καὶ ἐξουσίας ὑπάρχειν τὸ ἅγιον Πνεῦμα. Ὁμοίως δὲ ἀναθεματίζομεν καὶ τοὺς τῇ
214
Σαβελλίου ἀκολουθοῦντας πλάνῃ, τὸν αὐτὸν λέγοντας καὶ Πατέρα εἷναι καὶ Υἱόν. Ἀναθεματίζομεν Ἄρειον καὶ Εὐνόμιον, οἴ τῇ ἴσῃ δυσσεβείᾳ, εἰ καὶ τοῖς ῥήμασι διαφέρονται, τὸν Υἱὸν καὶ τὸ ἄγιον Πνεῦμα κτίσμα εἷναι διισχυρίζονται. Ἀναθεματίζομεν τοὺς Μακεδονιανοὺς, οἵτινες ἐκ τῆς Ἀρείου ῥίζης καταγόμενοι, οὐχὶ τὴν ἀσέβειαν, ἀλλὰ τὴν προσηγορίαν
1221-c
ἐνήλλαξαν. Ἀναθεματίζομεν Φωτεινὸν, ὅς τὴν τοῦ Ἐβίωνος αἵρεσιν ἀνακαινίζων, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μόνον ἐκ τῆς Μαρίας ὡμολόγει.
Ἀναθεματίζομεν καὶ τοὺς δύο εἶναι υἱοὺς διισχυριζομένους, ἕνα πρὸ τῶν αἰώνων, καὶ ἄλλον μετὰ τὴν τῆς σαρκὸς ἐκ τῆς Μαρίας ἀνάληψιν. Ἀναθεματίζομεν κἀκείνους, οἵτινες ἀντὶ λογικῆς ψυχῆς διισχυρίζονται ὅτι ὁ τοῦ Θεοῦ Λόγος ἐστράφη ἐν τῇ ἀνθρωπίνῃ σαρκί. Αὐτος γὰρ οὗτος ὁ τοῦ Θεοῦ Λόγος, οὐχὶ ἀντὶ τῆς λογικῆς καὶ νοερᾶς ψυχῆς ἐν τῷ ἑαυτοῦ σώματι γέγονεν, ἀλλὰ τὴν ἡμετέραν, τοῦτ̓ ἔστι λογικὴν καὶ νοερὰν, ἅνευ τῆς ἁμαρτίας ψυχὴν ἀνέλαβε καὶ ἔσωσεν. Ἀναθεματίζομεν καὶ τοὺς λέγοντας τὸν Λόγον τοῦ Θεοῦ τῇ ἐκτάσει καὶ τῇ συστολῇ ἀπὸ τοῦ Πατρὸς κεχωρίσθαι, καὶ ἀνυπόστατον αὐτὸν εἷναι, ἤ μέλλειν τελευτᾷν βλασφημοῦντας. Τοὺς δὲ ἀπὸ
1221-d
Ἐκκλησιῶν εἰς ἑτέρας Ἐκκλησίας μετελθόντας ἄχρι τοσούτου ἀπὸ τῆς ἡμετέρας κοινωνίας ἀλλοτρίους ἔχομεν, ἄχρις οὗ πρὸς αὐτὰς ἐπανέλθωσι τὰς πόλεις, ἐν αἷς πρῶτον ἐχειροτονήθησαν. Ἐὰν δέ τις, ἅλλου ἀπὸ τόπου εἰς τόπον μετελθόντος, ἐν τόπῳ τοῦ ζῶντος ἐχειροτονήθη, ἄχρι τοσούτου σχολάσῃ ἀπὸ τοῦ ἀρχιερατικοῦ
1224-a
ἀξιώματος ὁ τὴν ἰδίαν πόλιν καταλείψας, ἄχρις οὗ ὁ διαδεξάμενος αὐτὸν ἀναπαύσηται ἐν Κυρίῳ.
Εἴ τις μὴ εἴπῃ ἀεὶ τὸν Πατέρα, καὶ ἀεὶ τὸν Υἱὸν, καὶ ἀεὶ τὸ ἅγιον Πνεῦμα εἶναι, ἀνάθεμα ἔστω. Εἵ τις μὴ εἴπῃ τὸν Υἱὸν γεννηθέντα ἐκ Πατρὸς, τουτέστιν, ἐκ τῆς οὐσίας τῆς θείας αὐτοῦ, ἀνάθεμα ἔστω. Εἵ τις μὴ εἴπῃ, ἀληθινὸν Θεὸν τὸν Υἱὸν τοῦ Θεοῦ, ὡς ἀληθινὸν Θεὸν τὸν Πατέρα αὐτοῦ, καὶ πάντα δύνασθαι, καὶ πάντα εἰδέναι, καὶ τῷ Πατρὶ ἴσον, ἀνάθεμα ἔστω. Εἴ τις εἴπῃ, ὅτι ἐν σαρκὶ διάγων ὁ Υἱὸς τοῦ Θεοῦ, ὅτε ἦν ἐν τῇ γῇ, ἐν τοῖς οὐρανοῖς καὶ σὺν τῷ Πατρὶ οὐκ ἦν, ἀνάθεμα ἔστω. Εἵ τις εἴπῃ, ὅτι ἐν τῷ πάθει τοῦ σταυροῦ τὴν ὀδύνην ὑπέμεινεν ὁ Υἱὸς τοῦ Θεοῦ θεότητι, καὶ οὐχὶ σαρκὶ καὶ ψυχῇ λογικῇ, ἤνπερ ἀνέλαβεν ἐν τῇ τοῦ δούλου μορφῇ, ὡς εἴρηκεν ἡ
1224-b
ἁγία Γραφὴ, ἀνάθεμα ἔστω. Εἵ τις μὴ εἴπῃ, τὸν τοῦ
215
Θεοῦ Λόγον παθόντα σαρκὶ, καὶ θανάτου γευσάμενον σαρκὶ, γεγονότα τε πρωτότοκον ἐκ τῶν νεκρῶν, καθὸ ζωή ἐστι καὶ ζωοποιὸς ὁ Υἱὸς, ἀνάθεμα ἔστω. Εἵ τις μὴ εἴπῃ, ὅτι ἐν σαρκὶ ἥνπερ ἀνέλαβε καθέζεται ἐν δεξιᾷ τοῦ Πατρὸς, ἐν ᾗ καὶ ἐλεύσεται κρῖναι ζῶντας καὶ νεκροὺς, ἀνάθεμα ἔστω.
Εἵ τις μὴ εἴπῃ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς εἶναι ἀληθῶς καὶ κυρίως, ὡς καὶ τὸν Υἱὸν ἐκ τῆς θείας οὐσίας, καὶ Θεὸν Θεοῦ Λόγον, ἀνάθεμα ἔστω.
Εἵ τις μὴ εἴπῃ πάντα δύνασθαι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ πάντα εἰδέναι, καὶ πανταχοῦ παρεῖναι, ὡς καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα, ἀνάθεμα ἔστω. Εἵ τις εἴπῃ τὸ Πνεῦμα τὸ ἅγιον ποίημα, ἣ διὰ τοῦ Υἱοῦ γεγενῆσθαι, ἀνάθεμα ἔστω. Εἵ τις μὴ εἴπῃ, πάντα διὰ τοῦ Υἱοῦ τοῦ σαρκωθέντος, καὶ τοῦ ἁγίου Πνεύματος, τὸν Πατέρα πεποιηκέναι, τοῦτ̓ ἔστιν τὰ
1224-c
ὁρατὰ καὶ τὰ ἀόρατα, ἀνάθεμα ἔστω. Εἵ τις μή εἴπῃ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος μίαν θεότητα, ἐξουσίαν, δυναστείαν μίαν, δόξαν, κυριότητα μίαν, βασιλείαν μίαν, θέλησιν καὶ ἀλήθειαν, ἀνάθεμα ἔστω. Εἵ τις τρία πρόσωπα μὴ εἴπῃ ἀληθινὰ, τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, εἰς ἀεὶ ζῶντα, τὰ πάντα κατέχοντα, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, πάντα δυνάμενα, πάντα κρίνοντα, πάντα ζωοποιοῦντα, πάντα δημιουργοῦντα, πάντα σώζοντα, ἀνάθεμα ἔστω. Εἵ τις μὴ ἑ??ʼπῃ προσκυνητὸν τὸ Πνεῦμα τὸ ἅγιον παρὰ πάσης τῆς κτίσεως, ὡς καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα, ἀνάθεμα
1225-a
ἑ̓́??ʼτω. Εἵ τις περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καλῶς φρονήσει, περὶ δὲ τοῦ ἁγίου Πνεύματος οὐ καλῶς ἔχει, ἀνάθεμα, ὅτι αἱρετικός ἐστιν: ὅτι πάντες οἱ αἱρετικοὶ περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ περὶ τοῦ ἁγίου Πνεύματος κακῶς φρονοῦντες, ἐν τῇ τῶν Ἰουδαίων καὶ τῶν ἐθνικῶν ἀπιστίᾳ τυγχάνειν ἐλέγχονται.
Εἵ τις δὲ μερίσει θεότητα, Θεὸν τὸν Πατέρα λέγων ἀνὰ μέρος, καὶ Θεὸν τὸν Υἱὸν, καὶ Θεὸν τὸ ἅγιον Πνεῦμα, καὶ διισχυρίσαιτο Θεοὺς λέγεσθαι, καὶ οὐ Θεὸν, διὰ τὴν μίαν θεότητα καὶ δυναστείαν, ἥνπερ εἷναι πιστεύομεν καὶ οἴδαμεν, τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, Θεὸν ἕνα ὲν τρισὶν ὑποστάσεσιν: ἢ πάλιν ὑπεξελόμενος τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, ὡς μόνον ὑπονοῆσαι τὸν Πατέρα Θεὸν λέγεσθαι, ἢ πιστεύεσθαι ἕνα Θεὸν, ἀνάθεμα
1225-b
ἔστω. Τὸ γὰρ ὄνομα τῶν θεῶν καὶ τοῖς ἀγγέλοις καὶ πᾶσιν ἀγίοις παρὰ Θεοῦ ἐχαρίσθη: περὶ δὲ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διὰ τὴν μίαν καὶ ἴσην θεότητα, οὐχὶ τῶν θεῶν ὀνόματα, ἀλλὰ τοῦ Θεοῦ ἡμῶν ἐνδείκνυται
216
καὶ σημαίνεται, ἵνα πιστεύωμεν ὅτι εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα βαπτιζόμεθα, καὶ οὐχὶ εἰς τὰ τῶν ἀρχαγγέλων ἥ ἀγγέλων ὀνόματα, ὡς οἱ αἱρετικοὶ, ἢ ὡς Ἰουδαῖοι, ἢ ἐθνικοὶ παραφρονοῦντες. Αὕτη τοίνυν ἡ τῶν Χριστιανῶν σωτηρία ἐστὶν, πιστεύοντες τῇ Τριάδι, τοῦτ̓ ἔστι τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, καὶ βαπτιζόμενοι εἰς τὴν αὐτὴν μίαν θεότητα, καὶ δυναστείαν, καὶ θε ιότητα, καὶ οὐσίαν, εἰς αὐτὸν πιστεύωμεν.
Ταῦτα μὲν οὗν Γρατιανοῦ περιόντος ἐγένετο.
Περὶ Ἰουστίνης τῆς Βαλεντινιανοῦ γαμετῆς, καὶ τῆς κατὰ Ἀμβροσίου ἐπιβουλῆς.
Κατ̓ ἐκεῖνον τὸν χρόνον Ἰουστῖνα, ἡ Βαλεντινιανοῦ τοῦ μεγάλου γαμετὴ, τοῦ δὲ νέου μήτηρ, ἅ πάλαι τῆς Ἀρειανικῆς διδασκαλίας ἐδέξατο σπέρματα, δῆλα πεποίηκε τῷ παιδί. Τοῦ μὲν γὰρ ὁμοζύγου τὸ θερμὸν ἐπισταμένη τῆς πίστεως, λαθεῖν ʽ??ʼπαντα τὸν χρόνον ἐσπούδασε. Τοῦ δὲ παιδὸς τὸ τῶν φρενῶν ἁπαλὸν καὶ εὔεικτον θεωμένη, προσενεγκεῖν τὴν ἐξαπάτην ἐθάῤῥησεν. Ὁ δὲ τῆς μητρὸς τὰς ὑποθήκας ὀνησιφόρους ὑπολαβ̔??ʼν: εἰς γὰρ τὸ τῆς φύσεως
1228-a
δέλεαρ ἀποβλέπων, τὸ θανατηφόρον ἄγκιστρον οὐχ ἑώρα: Ἀμβροσίῳ πρώτῳ τοὺς περὶ τούτων προσενήνοχε λόγους, ἡγ̔??ʼύμενος εἰ τοῦτον μεταπείσοι, τῶν ἅλλων ῥᾳδίως ἃν περιέσεσθαι. Ὁ δὲ τῆς τοῦ πατρὸς ἀνεμίμνησκεν εὐσεβείας, καὶ τὸν κλῆρον παρεκάλει φυλάττειν ὅν παρέλαβεν ἄσυλον. Ἐδίδασκε δὲ καὶ τὴν τῶν δογμάτων διαφορὰν, καὶ ὅπως τὰ μὲν τῇ τοῦ Κυρίου διδασκαλίᾳ καὶ τοῖς τῶν ἀποστόλων συμβαίνει κηρύγμασι, τὰ δὲ ἄντικρυς ἐναντία, καὶ τῇ πνευματικῇ νομοθεσίᾳ μαχόμενα. Ὁ δὲ νέος, οἷα δὴ νέος, καὶ παρὰ μητρὸς
217
ἠπατημένης θηγόμενος, οὐ μόνον οὐ προσίετο τὰ λεγόμενα, ἀλλὰ καὶ θυμοῦ πλήρης ἐγίνετο, καὶ λόχοις ὁπλιτῶν τε καὶ πελταστῶν τοὺς ἐκκλησιαστικοὺς περιβόλους ἐκύκλου.
Ἐπειδὴ δὲ τὸν μέγιστον ἐκεῖνον ἀριστέα οὐδὲν ἐδεδίξατο
1228-b
τῶν ὑπ̓αὐτοῦ γενομένων: μορμολύκεια γὰρ ὑπέλαβε ταῦτα, μειρακυλλίοις ὑπό τινων προσφερόμενα: τότε δὴ χαλεπήνας, προφανῶς αὐτὸν ἐκέλευσε τῶν ἱερῶν ἕξω βῆναι προθύρων. Ὁ δέ:
Ἑκὼν μὲν, ἔφη, τοῦτο οὐ δράσω, οὐδὲ προδώσω τοῖς λύκοις τὸν τῶν προβάτων σηκὸν, οὐδὲ τοῖς βλασφημοῦσι τὸν θεῖον παραδώσω νεών. Ἀλλ̓ εἴ σοι κτεῖναι δοκεῖ, ἔνδον ἐπένεγκέ μοι τὸ ξίφος, ἥ τὴν αἰχμήν. Ἀσπασίως γὰρ δέξομαι τὴν τοιαύτην σφαγήν.
Περὶ Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου.
Μετὰ δὲ τῆν ἐκεὶθεν ἐπάνοδον, ἀφίκετο μὲν ὁ θαυμάσιος Ἀμφιλόχιος, οὗ πολλάκις ἐμνήσθην, ἀντιβολῶν
1229-b
τοὺς τῶν Ἀρειανῶν ἐκ τῶν πόλεων ἐξελαθῆναι συλλόγους. Ὁ δὲ βασιλεὺς ἀπηνεστέραν ὑπολαβὼν τὴν αἴτησιν, οὐκ ἐδέξατο. Ὁ δὲ σοφώτατος Ἀμφιλόχιος παραυτίκα σιγήσας, μνήμης ἀξίαν ἐξεῦρε μηχανήν. Εἴσω γὰρ αὗθις τῶν βασιλείων γενόμενος, καὶ παρεστῶτα τῷ βασιλεῖ τὸν υἱὸν Ἀρκάδιον θεασάμενος, νεωστὶ δὲ οὗτος κεχειροτόνητο βασιλεὺς, αὐτὸν μὲν ἠσπάσατο συνήθως τὸν βασιλέα, ἀγέραστον δὲ κατέλιπε τὸν ʽ??ʼίόν. Ὁ δὲ βασιλεὺς, ἐπιλησθῆναι νομίσας τὸν Ἀμφιλόχιον, προσελθεῖν καὶ φιλῆσαι προσέταξε τὸν υἱόν. Ὁ δὲ ἀποχρῆναι ἔφη τὴν αὐτῷ παῤ αὐτοῦ προσενεχθεῖσαν τιμήν. Ὁ δὲ δυσχεράνας, οἰκείαν̔??ʼ ἐκάλει παροινίαν τὴν τοῦ παιδὸς ἀτιμίαν.
Τηνικαῦτα λοιπὸν ὁ σοφώτατος Ἀμφιλόχιος ἐκκαλύπτει τὸν τοῦ γεγενημένου σκοπὸν, καὶ βοῶν ἔφη:
Ὁρᾷς, ὦ βασιλεῦ, ὅπως οὐ φέρεις τὴν τοῦ παιδὸς ἀτιμίαν, ἀλλὰ τοῖς εἰς τοῦτον παροινοῦσι χαλεπαίνεις
1229-c
πικρῶς. Πίστευσον δή οὗν, καὶ τὸν τῶν ὅλων Θεὸν τοὺς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ βλασφημοῦντας βδελύττεσθαι, καὶ ὡς ἀχαρίστους περὶ τὸν Σωτῆρα καὶ εὐεργέτην γεγενημένους μισεῖν: Οὕτω συνεὶς ὁ βασιλεὺς, καὶ τά τε πεπραγμένα τά τε εἰρημένα θαυμάσας, νόμον εὐθὺς ἔγραψε τοὺς τῶν αἰρετικῶν συλλόγους κωλύοντα. Ἀλλὰ γὰρ οὐ ῥᾴδιον πάσας διαφυγεῖν τοῦ κοινοῦ
219
τῶν ἀνθρώπων πολεμίου τὰς ἄρκυς. Πολλάκις γάρ τις διαδρὰς τῆς ἀσελγείας τὸ πάθος, τῇ τῆς πλεονεξίας περιπείρεται πάγῃ: εἰ δὲ καὶ ταύτης κρείττων φανείη, ἑτέρωθεν ἀναφύεται τοῦ φθόνου τὸ βάραθρον. Κἂν τοῦτο δὲ πάλιν ὑπερπηδήσῃ, τοῦ θυμοῦ τὸ δίκτυον εὑρήσει προκείμενον. Καὶ ἄλλας δὲ μυρίας τοῖς ἁνθρώποις τίθησι ποδοστράβας, ἀγρεύων εἰς ὄλεθρον. Καὶ τὰ
1229-d
μὲν πάθη τοῦ σώματος ὑπουργοῦντα ἔχει ταῖς κατὰ τῆς ψυχῆς τεκταινομέναις ὑπ̓ αὐτοῦ μηχαναῖς: μόνος δὲ ὁ νοῦς ἐγρηγορὼς περιγίνεται, τῇ περὶ τὰ θεῖα ῥοπῇ τῶν μηχανημάτων διαλύων τὴν ῥύμην. Τῆς ἀνθρωπείας δὴ οὖν φύσεως καὶ ὁ θαυμάσιος οὗτος μετασχὼν βασιλεὺς, καὶ τῶν παθημάτων μετέλαχε, καὶ τῷ δικαίῳ θ̔??ʼμῷ ἀμετρία προσγενομένη ὠμόν τε καὶ παράνομον εἰργάσατο πάθος. Ἐρῶ δὲ καὶ
1232-a
τοῦτο τῆς τῶν ἐντευξομένων ὠφελείας ἕνεκα. Οὐ γὰρ μόνον κατηγορίαν ἔχει τοῦ θαυμαστοῦ βασιλέως, ἀλλὰ καὶ εὐφημίαν μνήμης ἀξιωτάτην.
Περὶ τῶν ἐν Θεσσαλονίκῃ σφαγῶν, καὶ περὶ τῆς τοῦ ἐπισκόπου Ἀμβροσίου παῤῥησίας, καὶ τῆς τοῦ βασιλέως εὐσεβείας.
Θεσσαλονίκη πόλις ἐστὶ μεγίστη καὶ πολυάνθρωπος, εἰς μὲν τὸ Μακεδόνων ἔθνος τελοῦσα, ἡγουμένη δὲ καὶ Θετταλίας καὶ Ἀχαΐας, καὶ μέντοι καὶ ἄλλων παμπόλλων ἐθνῶν, ὅσα τῶν Ἰλλυριῶν τὸν ὕπαρχον ἡγούμενον ἔχει. Ἐν ταύτῃ στάσεως γενομένης τινὸς, κατελεύσθησάν τε καὶ κατεσύρησαν τῶν ἀρχόντων τινές. Ὁ δὲ βασιλεὺς ἐξαφθεὶς ὑπὸ ἀγγελθέντων, οὐκ ἤνεγκε τοῦ θυμοῦ τὴν ὁρμὴν, οὐδὲ τῷ χαλινῷ
1232-b
τοῦ λογισμοῦ τὴν τούτου ῥύμην ἐκώλυσεν: ἀλλὰ τούτῳ τὴν ψῆφον ἐξενεγκεῖν τῆς τιμωρίας ἐπέτρεψε.
Ταύτην δὲ τὴν ἐξουσίαν ἐκεῖνος λαβὼν, οἷα δὴ αὐτόνομός τε καὶ τύραννος, τὸν δεσμὸν ἀποῤῥήξας καὶ τοῦ λογισμοῦ διαφυγὼν τὸν ζυγὸν, ἄδικα ξίφη κατὰ πάντων ἐγύμνωσε, καὶ τοὺς ἀθώους μετὰ τῶν ὑπευθύνων κατέκτεινεν.
Ἑπτὰ γὰρ, ὥς φασιν. ἀνῃρέθησαν χιλιάδες, οὐ κρίσεως ἡγησαμένης, καὶ τῶν τὰ δεινὰ ἐκεῖνα τετολμηκότων κατακριθέντων, ἀλλ̓ ὡς ἐν ἀμήτῳ πάντων ὁμοῦ δίκην ἀσταχύων κατατμηθέντων.
220
Ταύτην μαθὼν τὴν ὀδυρμῶν γέμουσαν συμφορὰν Ἀμβρόσιος ἐκεῖνος, οὖ πολλάκις ἐμνήσθην, ἀφικόμενον εἰς Μεδιόλανον τὸν βασιλέα, καὶ συνήθως εἰς τὸν θεῖον εἰσελθεῖν βουληθέντα νεὼν, ὑπαντήσας ἔξω τῶν προθύρων, ἐπιβῆναι τῶν ἱερῶν προπυλαίων τοιάδε λέγων ἐκώλυσεν:
Οὐκ οἶσθα, ὡς ἔοικε, ὦ βασιλεῦ, τῆς εἰργασμένης μιαιφονίας τὸ μέγεθος, οὐδὲ μετὰ τὴν τοῦ θυμοῦ παῦλαν ὁ λογισμὸς ἐπέγνω
1232-c
τὸ τολμηθέν. Οὐκ ἐᾷ γὰρ ἴσως τῆς βασιλείας ἡ δύναμις ἐπιγνῶναι τὴν ἁμαρτίαν, ἀλλ̓ ἐπιπροσθεῖ ἡ ἐξουσία τῷ λογισμῷ. Χρὴ μέντοι εἰδέναι τὴν φύσιν, καὶ τὸ ταύτης θνητόν τε καὶ διαῤῥέον. καὶ τὸν πρόγονον χοῦν ἐξ οὖ γεγόναμεν, καὶ εἰς ὅν ἀποῤῥέομεν, καὶ μὴ τῷ ἄνθει τῆς ἁλουργῖδος ἀποβουκολούμενον, ἀγνοεῖν τοῦ καλυπτομένου σώματος τὴν ἀσθένειαν. Ὁμοφυῶν ἄρχεις, ὧ βασιλεῦ, καὶ μὲν δὴ καὶ ὁμοδούλων: εἶς γὰρ ἁπάντων Δεσπότης καὶ ὁ Βασιλεὺς, ὁ τῶν ὅλων Δημιουργός. Ποίοις τοίνυν ὀφθαλμοῖς ὄφει τὸν τοῦ κοινοῦ Δεσπότου νεών; ποίοις δὲ ποσὶ τὸ δάπεδον ἐκεῖνο πατήσεις τὸ ἅγιον; πῶς δὲ τὰς χεῖρας ἐκτενεῖς ἀποσταζούσας ἔτι τοῦ ἀδίκου φόνου τὸ αἷμα; πῶς δὲ τοιαύταις ὑποδέξῃ χερσὶ τοῦ Δεσπότου τὸ πανάγιον σῶμα; πῶς δὲ τῷ στόματι
1232-d
προσοίσεις τὸ αἷμα τὸ τίμιον, τοσοῦτον διὰ τὸν τοῦ θυμοῦ λόγον ἐκχέας παρανόμως αἷμα; Ἄπιθι τοίνυν, καὶ μὴ πειρῶ τοῖς δευτέροις τὴν προτέραν αὔξειν παρανομίαν, καὶ δέχου τὸν δεσμὸν ᾦ ὁ Θεὸς ὁ τῶν ὅλων Δεσπότης ἄνωθεν γίνεται σύμψηφος. Ἰατρικὸς
1233-a
δὲ οὗτος, καὶ πρόξενος ὑγιείας. Τούτοις εἴξας ὁ βασιλεὺς τοῖς λόγοις, τοῖς γὰρ θείοις λογίοις ἐντεθραμμένος ᾔδει σαφῶς τίνα μὲν τῶν ἱερέων, τίνα δὲ τῶν βασιλέων ἴδια, στένων καὶ δακρύων ἐπανῆλθεν εἰς τὰ βασίλεια. Χρόνου δὲ συχνοῦ διελθόντος, ὀκτὼ γὰρ ἀναλώθησαν μῆνες, κατέλαβεν ἡ τοῦ Σωτῆρος ἡμῶν γενέθλιος ἑορτή: ὁ δὲ βασιλεὺς ἐν τοῖς βασιλείοις καθῆστο, τὴν τῶν δακρύων ἀναλίσκων λιβάδα.
Τοῦτο θεασάμενος ʽΡουφῖνος, μάγιστρος δὲ τηνικαῦτα ἦν, καὶ πολλῆς μετεῖχε παῤῥησίας, ἅτε δὴ συνηθέστερος ὢν, προσελθὼν ἤρετο τῶν δακρύων τὸ αἴτιον.
Ὁ δὲ πικρῶς
221
ἀνοιμώξας, καὶ σφοδρότερον προχέας τὸ δάκρυον
Σὺ μὲν, ἔφη, ʽΡουφῖνε, παίζεις. τῶν γὰρ ἐμῶν οὐκ ἐπαισθάνῃ κακῶν: ἐγὼ δὲ στένω καὶ ὀλοφύρομαι τὴν ἐμαυτοῦ συμφορὰν λογιζόμενος, ὡς τοῖς μὲν οἰκέταις καὶ τοῖς προσαίταις
1233-b
ἄνετος ὁ θεῖος νεὼς, καὶ εἰσίασιν ἀδεῶς, καὶ τὸν οἰκεῖον ἀντιβολοῦσιν Δεσπότην, ἐμοὶ δὲ καὶ οὗτος ἄβατος, καὶ πρὸς τούτῳ μοι ὁ οὐρανὸς ἀποκέκλεισται.
Μέμνημαι γὰρ τῆς Δεσποτικῆς φωνῆς, ἤ διαῤῥήδην φησίν:
Ὅ ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς. Ὁ δέ:
Δραμοῦμαι, ἔφη, εἵ σοι δοκεῖ, καὶ τὸν ἀρχιερέα πείσω λιπαρήσας λῦσαί σου τὰ δεσμά.
Οὐ πείσεται, ἔφη ὁ βασιλεύς. οἴδα γὰρ ἐγὼ τῆς Ἀμβροσίου ψήφου τὸ δίκαιον, οὐδὲ αἰδεσθεὶς τῆς βασιλείας τὴν ἐξουσίαν τὸν θεῖον παραβήσεται νόμον. Ἐπειδὴ δὲ πλείοσι χρησάμενος ὁ ʽΡουφῖνος λόγοις πείθειν ὑπέσχετο τὸν Ἀμβρόσιον, ἀπελθεῖν αὐτὸν ὁ βασιλεὺς κατὰ τάχος ἐκέλευσε: καὶ αὐτὸς δὲ, ὑπὸ τῆς ἐλπίδος βουκοληθεὶς, ἠκολούθησε μετὰ βραχὺ, ταῖς ὑποσχέσεσι τοῦ ʽΡουφίνου πεισθείς . Αὐτίκα δὲ τὸν ʽΡουφῖνον ἱ̓??ʼὼν ὁ θεῖος
1233-c
Ἀμβρόσιος
Τὴν τῶν κυνῶν ὰναίδειαν, ἔφη, ʽΡουφῖνε, ζηλοῖς. Τοσαύτης γὰρ μιαιφονίας γενόμενος σύμβουλος, τὴν αἰδὼ τῶν μετώπων ἀπέξυσας, καὶ οὔτε ἐρυθριᾷς, οὔτε δέδιας, τοσοῦτον κατὰ τῆς θείας λυττήσας εἰκόνος. Ἐπειδὴ δὲ ὁ ʽΡουφῖνος ἠντιβόλει, καὶ τὸν βασιλέα ἔλεγεν ἥξειν, ὑπὸ τοῦ θείου ζήλου πυρποληθεὶς Ἀμβρόσιος ὁ θεσπέσιος:
Ἐγὼ, ἔφη, ὦ ʽΡουφῖνε, προλέγω ὡς κωλύσω τῶν ἱερῶν αὐτὸν ἐπιβῆναι προθύρων. Εἰ δὲ εἰς τυραννίδα τὴν βασιλείαν μεθίστησι. δέξομαι κἀγὼ μεθ̓ ἡδονῆς τὴν σφαγήν. Τούτων ὁ ʽΡουφῖνος ἀκούσας, ἐμήνυσε διά τινος τῷ βασιλεῖ τὸν τοῦ ἀρχιεπισκόπου σκοπὸν, καὶ μένειν εἴσω τῶν βασιλείων παρῄνεσεν. Ὁ δὲ βασιλεὺς. κατὰ μέσην τὴν ἀγορὰν ταῦτα μαθών:
Ἄπειμι, ἔφη, καὶ τὰς δικαίας δέξομαι παροινίας. Ἐπειδὴ δὲ τοὺς ἱεροὺς περιβόλους κατέλαβεν,
1233-d
εἰς μὲν τὸν θεῖον οὐκ εἰσελήλυθε νεών: πρὸς δὲ τὸν ἀρχιερέα παραγενόμενος, ἐν δὲ τῷ ἀσπαστικῷ
1236-a
οὗτος οἴκῳ καθῆστο, ἐλιπάρει λυθῆναι τῶν δεσμῶν. Ὁ δὲ τυραννικὴν ἐκάλει τὴν παρουσίαν, καὶ κατὰ τοῦ Θεοῦ μεμηνέναι τὸν Θεοδόσιον ἔλεγε, καὶ τοὺς ἐκείνου νόμους πατεῖν. Ὁ δὲ βασιλεὺς:
Οὐ θρασύνομαι, ἔφη, κατὰ τῶν κειμένων νόμων, οὐδὲ παρανόμως ἐπιβῆναι τῶν ἱερῶν προθύρων ἐφίεμαι: ἀλλά σε λῦσαί μοι τὸν δεσμὸν ἀξιῶ, καὶ τὴν τοῦ κοινοῦ Δεσπότου
222
φιλανθρωπίαν λογίσασθαι, καὶ μὴ κλεῖσαί μοι θύραν, ἣν πᾶσι τοῖς μεταμελείᾳ χρωμένοις ὁ Δεσπότης ἀνέῳξεν. Ὁ δὲ ἀρχιερεὺς ἔφη:
Ποίαν οὖν μεταμέλειαν ἔδειξας μετὰ τοσαύτην παρανομίαν; ποίοις δὲ φαρμάκοις τὰ δυσίατα ἐθεράπευσας τραύματα; Ὁ δὲ βασιλεύς:
Σὸν ἔργον, φησὶ, τὸ καὶ δεῖξαι καὶ κεράσαι τὰ φάρμακα: ἐμὸν δὲ τὸ δέξασθαι τὰ προσφερόμενα. Τότε ὁ θεῖος Ἀμβρόσιος:
Ἐπειδὴ τῷ θυμῷ, ἔφη,
1236-b
τὸ δικάζειν ἐπιτρέπεις, καὶ οὐχ ὁ λογισμὸς τὴν γνῶσιν, ἀλλ̓ ὁ θυμὸς ἐκφέρει, γράψον νόμον τοῦ θυμοῦ τὰς ψήφους ἀργὰς ποιοῦντα καὶ περιττὰς. καὶ τριάκοντα ἡμέρας αἱ φονευτικαὶ καὶ δημευτικαὶ μενέτωσαν γνώσεις ἐγγεγραμμέναι, τὴν τοῦ λογισμοῦ προσδεχόμεναι κρίσιν. Διελθουσῶν δὲ τῶν ἡμερῶν. οἱ τὰ ἐγνωσμένα γεγραφότες τὰ προστεταγμένα δεικνύτωσαν: καὶ τηνικαῦτα, τοῦ θυμοῦ πεπαυμένου, καθ̓ ἑαυτὸν δικάζων ὁ λογισμὸς, ἐξετάσει τὰ ἐγνωσμένα, καὶ ὄψεται εἴτε ἄδικα, εἴτε δίκαια εἴη: καὶ εἰ μὲν εὕρῃ ἄδικα, δῆλον ὅτι διαῤῥήξει τὰ γεγραμμένα: εἰ δέ γε δίκαια, βεβαιώσει, καὶ ὁ τῶν ἡμερῶν ἀριθμὸς οὐ λυμανεῖται τοῖς ὀρθῶς ἐγνωσμένοις. Ταύτην ὁ βασιλεὺς δεξάμενος τὴν εἰσήγησιν καὶ ἄριστα ἔχειν ὑπολαβὼν, εὐθὺς γραφῆναί τε τὸν
1236-c
νόμον ἐκέλευσε, καὶ τοῖς τῆς οἰκείας χειρὸς ἐβεβαίωσε γράμμασι. Τούτου δὲ γενομένου, διέλυσε τὸν δεσμὸν ὁ θεῖος Ἀμβρόσιος. Οὕτως ὁ πιστότατος βασιλεὺς εἴσω γενέσθαι θαῤῥήσας τοῦ θείου νεὼ,οὐχ ἑστὼς τὸν Δεσπότην ἱκέτευσεν, οὐδὲ τὰ γόνατα κλίνας, ἀλλὰ πρηνὴς ἐπὶ τοῦ δαπέδου κείμενος τὴν Δαυῖτικὴν ἀφῆκε φωνήν:
Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ζῆσόν με κατὰ τὸν λόγον σου. Καὶ ταῖς χερσὶν ἀποτίλλων τὰς τρίχας, καὶ τὸ μέτωπον τύπτων, καὶ ταῖς τῶν δακρύων σταγόσι τοὗ??ʼαφος καταῤῥαίνων, συγγνώμης ἠντιβόλει τυχεῖν. Ἐπειδὴ δὲ ὁ καιρὸς ἐκάλει τῇ ἱερᾷ τραπέζῃ τὰ δῶρα προσενεγκεῖν, ἀναστὰς μετὰ τῶν ἴσων δακρύων τῶν ἀνακτόρων ἐπέβη: προσενεγκὼν δὲ, ὥσπερ εἰώθει, ἔνδον παρὰ τὰς κιγκλίδας μεμένηκεν. Ἀλλὰ πάλιν ὁ
1236-d
μέγας Ἀμβρόσιος οὐκ ἐσίγησεν, ἀλλ̓ ἐξεπαίδευσε τὴν τῶν τόπων διαφοράν. Καὶ πρῶτον μὲν ἤρετο εἴ τινος δέοιτο: τοῦ δὲ βασιλέως εἰρηκότος, ὡς προσμένει τὴν τῶν θείων μυστηρίων μετάληψιν, ἐδήλωσεν, ὑπουργῷ τῷ τῶν διακόνων ἡγουμένῳ χρησάμενος, ὅτι
Τὰ ἔνδον, ὦ βασιλεῦ, μόνοις ἐστὶν ἱερεῦσι βατά: τοῖς δὲ ἄλλοις ἅπασιν, ἅ??ʼυτά τε καὶ ἄψαυστα: ἔξιθι
1237-a
223
τοίνυν, καὶ τοῖς ἄλλοις κοινώνει τῆς στάσεως: ἁλουργὶς γὰρ βασιλέας, οὐχ ἱερέας ποιεῖ. Καὶ ταύτην δὲ ὁ πιστότατος βασιλεὺς ἀσμένως δεξάμενος τὴν εἰσήγησιν, ἀντεδήλωσεν, ὡς οὐ θρασύτητι χρώμενος ἔνδον τῶν κιγκλίδων μεμένηκεν, ἀλλ̓ ἐν Κωνσταντινουπόλει τοῦτο εἶναι ἔθος μαθών:
Χάριν δὲ ὀφείλω, ἔφη. καὶ τῆσδε τῆς ἰατρείας. Τοσαύτῃ καὶ τηλικαύτῃ καὶ ὁ ἀρχιερεὺς καὶ ὁ βασιλεὺς διέλαμπον ἀρετῇ. Ἀμφοτέρων γὰρ ἔγωγε ἄγαμαι, τοῦ μὲν τὴν παῤῥησίαν, τοῦ δὲ τὴν εὐπείθειαν: καὶ τοῦ μὲν τὴν τοῦ ζήλου θερμότητα, τοῦ δὲ τὴν τῆς πίστεως καθαρότητα. Τοὺς δὲ δὴ τῆς εὐσεβείας ὅρους, οὓς παρὰ τοῦ μεγάλου ἀρχιερέως μεμάθηκε, καὶ εἰς τὴν Κωνσταντινούπολιν ἐπανελθὼν διετήρησεν.
Ἑορτῆς γὰρ αὐτὸν πάλιν θείας εἰς τὸν θεῖον ἀγαγούσης νεὼν, τῇ ἱερᾷ τραπέζῃ τὰ δῶρα προσενεγκὼν
1237-b
εὐθὺς ἐξελήλυθε. Τοῦ δὲ τῆς ἐκκλησίας προέδρου, Νεκτάριος δὲ τηνικαῦτα ἦν, δεδηλωκότος:
1237-b
Τί δή ποτε μὴ μεμένηκας ἔνδον, δυσχεράνας;—
Μόλις, ἔφη, βασιλέως καὶ ἱερέως ἐδιδάχθην διαφορὰν, μόλις εὗρον ἀληθείας διδάσκαλον. Ἀμβρόσιον γὰρ οἶδα μόνον ἐπίσκοπον ἀξίως καλούμενον. Τοσοῦτον ὀνίνησιν ἔλεγχος παρὰ ἀνδρὸς ἀρετῇ λάμποντος προσφερόμενος.
Περὶ Πλακίλλης τῆς βασιλίδος.
Εἶχε δὲ καὶ ἄλλην ἀφορμὴν ὠφελείας ὁ βασιλεύς.
Ἡ γὰρ τοῦ γάμου τὸν ζυγὸν μετ̓ αὐτοῦ δεξαμένη, τῶν θείων αὐτῷ συνεχῶς ἀνεμίμνησκε νόμων, ἑαυτὴν τούτους πρῶτον ἀκριβῶς ἐκπαιδεύσασα. Οὐ γὰρ ἐπῆρεν αὐτὴν τῆς βασιλείας ἡ δυναστεία, ἀλλὰ τὸν θεῖον πλέον ἐπύρσευσε πόθον. Τῆς γὰρ εὐεργεσίας τὸ μέγεθος μεῖζον τὸ περὶ τὸν εὐεργέτην εἰργάζετο φίλτρον. Αὐτίκα γοῦν καὶ τῶν τὸ σῶμα πεπηρωμένων, καὶ ἅπαντα τὰ μέλη λελωβημένων. παντοδαπὴν ἐποιεῖτο φροντίδα, οὐκ οἰκέταις, οὐδὲ δορυφόροις ὑπουργοῖς κεχρημένη, ἀλλ̓ αὐτουργὸς
1237-c
γιγνομένη, καὶ εἰς τὰς τούτων καταγωγὰς ἀφικνουμένη, καὶ ἑκάστῳ τὴν χρείαν πορίζουσα. Οὕτω καὶ τῶν ἐκκλησιῶν τοὺς ξενῶνας περινοστοῦσα, τοὺς κλινοπετεῖς δἰ ἑαυτῆς ἐνοσήλευεν, αὕτη καὶ χύτρας ἁπτομένη, καὶ ζωμοῦ γευομένη, καὶ τρύβλιον προσφέρουσα, καὶ ἄρτον κλῶσα, καὶ ψωμοὺς ὀρέγουσα,
224
καὶ κύλικα κύλικα ἀποκλύζουσα, καὶ τἄλλα πάντα ἐργαζομένη. ὅσα οἰκετῶν καὶ θεραπαινίδων ἔργα νενόμισται. Καὶ τοῖς τὴν αὐτουργίαν ἐπέχειν πειρωμένοις ἐπέλεγεν, ὡς Τὸ μὲν χρυσίον διανέμειν τῇ βασιλείᾳ προσήκει:
ἐγὼ δὲ ὑπὲρ αὐτῆς γε βασιλείας τὴν αὐτουργίαν τῷ δεδωκότι προσφέρω. Καὶ τῷ ὁμοζύγῳ δὲ συνεχῶς εἰώθει λέγειν:
Ἀεί σε, ὦ ἄνερ, προσήκει λογίζεσθαι, τί μὲν ἧσθα πάλαι, τί δὲ γέγονας νῦν: ταῦτα γὰρ διηνεκῶς ἐνθυμούμενος, οὐκ ἔσῃ περὶ τὸν εὐεργέτην ἀχάριστος, ἀλλ̓ ἢν
1237-d
ἐδέξω βασιλείαν κυβερνήσεις ἐννόμως, καὶ ταύτῃ θεραπεύσεις τὸν δεδωκότα. Τοιούτοις ἀεὶ κεχρημένη λόγοις, οἶόν τινα καλλίστην ἀρδείαν καὶ πρόσφορον τοῖς τῆς ἀρετῆς τοῦ ἀνδρὸς προσέφερε σπέρμασι.
1240-a
Προτέρα μέντοι τοῦ ἀνδρὸς ἐτελεύτησε, καὶ συνέβη μετὰ χρόνον τινὰ τῆς τελευτῆς τοιόνδε τι γενέσθαι ὃ τὴν τοῦ βασιλέως περὶ αὐτὴν φιλοστοργίαν ἐγύμνωσε.
Περὶ τῆς ἐν Ἀντιοχείᾳ γεγονυίας στάσεως.
Ὑπὸ τῶν συχνῶν πολέμων ἀναγκαζόμενος ὁ βασιλεὺς εἰσφοράν τινα ξένην ταῖς πόλεσιν ἐπιτέθεικεν.
Ἡ δὲ Ἀντιόχου πόλις τὸ καινὸν τέλος οὐκ ἤνεγκεν.
Ἀλλ̓ ὁρῶν ὁ δῆμος τοὺς εἰσπραττομένους κρεμαννυμένους, ἄλλα τε ἔδρασεν, ποιεῖν φιλεῖ ὄχλος πρόφασιν εἰς ἀταξίαν λαμβάνων, καὶ τὴν χαλκῆν εἰκόνα τῆς πανευφήμου Πλακίλλης, τοῦτο γὰρ ἦν ὄνομα τῇ βασιλίδι, κατήνεγκέ τε καὶ ἐπὶ πολὺ τῆς πόλεως κατέσυρε μέρος. Ταῦτα πυθόμενος ὁ βασιλεὺς, καὶ χαλεπήνας ὥσπερ εἰκὸς ἦν, τά τε τῆς πόλεως ἀφείλετο προνόμια, καὶ τῇ γειτονευούσῃ πόλει
1240-b
τὴν ἡγεμονίαν δέδωκε, ταύτῃ μάλιστα νομίζων ἀνιάσειν: ἐζηλοτύπει γὰρ ἡ Λαοδίκεια τὴν Ἀντιόχειαν ἄνωθεν. Μετὰ δὲ ταῦτα καὶ ἐμπρήσειν ἠπείλει, καὶ καταλύσειν, καὶ εἰς κώμην τὸ ἄστυ μετασκευάσειν, Οἱ δέ γε ἄρχοντες καὶ ἀνεῖλόν τινας, παῤ αὐτὸ συλλαβόντες τὸ τόλμημα, πρὶν γνῶναι τὸν βασιλέα τὴν τραγῳδίαν.
Ταῦτα δὲ πάντα ὁ βασιλεὺς προσέταττε μὲν, οὐκ ἐγένετο δὲ, τοῦ νόμου κωλύοντος ὅν Ἀμβρόσιος ὁ μέγας τεθῆναι παρῄνεσεν. Ἐπειδὴ δὲ ἀφίκοντο οἱ τὰς ἀπειλὰς ἐκείνου κομίζοντες, Ἐλεβῆχός τε στρατηγὸς τηνικαῦτα ὢν, καὶ Καισάριος τῶν βασιλείων ἡγούμενος, μάγιστρον δὲ οἱ ʽΡωμαῖοι καλοῦσι
225
τὸν ταύτην ἔχοντα τὴν ἀρχήν: ἐν δέει μὲν ἦσαν ἄπαντες, τὰς ἀπειλὰς πεφρικότες. Οἱ δὲ τὴν ὑπώρειαν οἰκοῦντες τῆς ἀρετῆς ἀθληταὶ, πολλοὶ δὲ ἦσαν τηνικαῦτα
1240-c
καὶ ἄριστοι, πολλὰς καὶ παραινέσεις καὶ παρακλήσεις τοῖς ἀνδράσιν ἐκείνοις προσήνεγκαν Μακεδόνιος δὲ ὁ θειότατος, οὐδὲν μὲν τῶν κατὰ τὸν βίον ἐπιστάμενος, καὶ τῶν θείων δὲ λογίων πάμπαν ἄπειρος ὢν, ἐν δὲ ταῖς τῶν ὀρῶν κορυφαῖς διαιτώμενος, καὶ νύκτωρ καὶ μεθ̓ ἡμέραν τῷ Σωτῆρι τῶν ὅλων καθαρὰς προσφέρων εὐχὰς, οὐ τοῦ βασιλέως καταπλαγεὶς τὴν ὁρμὴν, οὔτε μὴν τῶν ἀποσταλέντων τὴν ἐξουσίαν εἰς νοῦν λαβὼν, ἐν μέσῳ τῷ ἄστει, τῆς χλανίδος θατέρου λαβόμενος, ἀμφοτέρους ἐκ τῶν ἵππων καταβῆναι κελεύει. Οἱ δὲ μικρὸν γερόντιον, εὐτελῆ ῥάκη περιβεβλημένον ἰδόντες, τὸ πρῶτον μὲν ἐχαλέπηναν: ἐπεὶ δέ τινες τῶν ἡγουμένων τὴν τοῦ ἀνδρὸς ἐδήλωσαν ἀρετὴν, κατεπήδησάν τε ἀπὸ τῶν ἵππων, καὶ τῶν ἐκείνου γονάτων ἐπιλαβόμενοι
1240-d
συγγνώμην ἐζήτουν. Ὁ δὲ τῆς θείας σοφίας ἐμφορηθεὶς, τοιοῖσδε πρὸς αὐτοὺς ἐχρήσατο λόγοις:
Εἴπατε, ὦ φίλοι ἄνδρες, τῷ βασιλεῖ: Οὐ βασιλεὺς εἶ μόνον, ἀλλὰ καὶ ἄνθρωπος. Μὴ τοίνυν μόνην ὄρα
1241-a
τὴν βασιλείαν, ἀλλὰ καὶ τὴν φύσιν λογίζου. Ἄνθρωπος γὰρ ὢν, ὁμοφυῶν βασιλεύεις. Κατ̓ εἰκόνα δὲ θείαν καὶ ὁμοίωσιν ἡ τῶν ἀνθρώπων δεδημιούργηται φύσις. Μὴ τοίνυν ὠμῶς οὕτως καὶ ἀπηνῶς τοῦ Θεοῦ τὴν εἰκόνα κατασφαγῆναι κελεύσῃς. Παροξυνεῖς γὰρ τὸν Δημιουργὸν τὴν ἐκείνου κολάζων εἰκόνα. Σκόπησον γὰρ ὡς καὶ σὺ χαλκῆς ἕνεκα δυσχεραίνων εἰκόνος ταῦτα ποιεῖς. Ὅσον δὲ τῆς ἀψύχου διαφέρει ἡ ἔμψυχός τε καὶ ζῶσα καὶ λογικὴ, δῆλον ἅπασι τοῖς γε νοῦν ἔχουσι. Πρὸς δὲ τούτοις λογισάσθω κἀκεῖνα, ὡς ἡμῖν μὲν ῥᾴδιον ἀντὶ τῆς μιᾶς εἰκόνος πολλὰς δημιουργῆσαι χαλκᾶς: αὐτῷ δὲ πάμπαν ἀδύνατον μίαν γοῦν τῶν ἀναιρεθέντων δημιουργῆσαι τρίχα. Ταῦτα ἀκούσαντες οἱ θαυμαστοὶ ἄνδρες ἐκεῖνοι, διεπόρθμευσαν
1241-b
τὰ εἰρημένα τῷ βασιλεῖ, καὶ τὴν τοῦ θυμοῦ κατέσβεσαν φλόγα, καὶ ἀντὶ τῶν ἀπειλῶν ἐκείνων ἀπολογίαν ἔγραψε, καὶ τῆς ὀργῆς τὴν αἰτίαν ἐδήλωσεν.
Οὐκ ἔδει γὰρ ἔφη, ἐμοῦ πλημμελήσαντος, γυναῖκα πάσης εὐφημίας ἀξιωτάτην τοσαύτην μετὰ τελευτὴν δέξασθαι παροινίαν: κατ̓ ἐμοῦ δὲ ἐχρῆν τὸν θυμὸν τοὺς ἀγανακτοῦντας ὁπλίσαι. Προστέθεικε δὲ ὡς ἀλύει καὶ ἀνιᾶται. τινὰς ὑπὸ τῶν ἀρχόντων ἀνῃρῆσθαι μαθών. Ἐγὼ
226
δὲ ταῦτα διεξῆλθον, καὶ τοῦ πανευφήμου μονάζοντος τὴν παῤῥησίαν οὐχ ἡγησάμενος δίκαιον παραδοῦναι λήθῃ. καὶ τὸν νόμον ἐκεῖνον δεικνὺς ὀνησιφόρον, ὅν ὁ μέγας Ἀμβρόσιος γραφῆναι παρῄνεσεν.
Περὶ τῶν πανταχοῦ γῆς καταλυθέντων ναῶν.
Ὁ δὲ πιστότατος βασιλεὺς κατὰ τῆς Ἑλληνικῆς πλάνης μετέθηκε τὴν σπουδὴν, καὶ νόμους ἔγραψε τὰ τῶν εἰδώλων τεμένη καταλυθῆναι κελεύων.
Κωνσταντῖνος μὲν γὰρ ὁ μέγας, ὁ πάσης ἀξιώτατος
1241-c
εὐφημίας, πρῶτος εὐσεβείᾳ τὴν βασιλείαν κοσμήσας, καὶ τὴν οἰκουμένην ἔτι μεμηνυῖαν ὁρῶν, τὸ μὲν τοῖς δαίμοσι θύειν παντάπασιν ἀπηγόρευε: τοὺς δὲ τούτων ναοὺς οὐ κατέλυσεν, ἀλλ̓ ἀβάτους εἶναι προσέταξε.
Καὶ μέντοι καὶ οἱ τούτου παῖδες τοῖς πατρῴοις ἠκολούθησαν ἴχνεσιν. Ἰουλιανὸς δὲ ἀνενεώσατο τὴν ἀσέβειαν, καὶ τῆς παλαιᾶς ἐξαπάτης ἐξῆψε τὴν φλόγα.
Ἰοβιανὸς δὲ τὴν βασιλείαν παραλαβὼν, πάλιν τὴν τῶν εἰδώλων ἐκώλυσε θεραπείαν: καὶ Βαλεντινιανὸς δὲ ὁ μέγας τοιοῖσδε κεχρημένος νόμοις ἴθυνε τὴν Εὐρώπην. Ὁ δὲ Βάλης πᾶσι μὲν %5τοῖς ἄλλοις ἐπέτρεψε θρησκεύειν ᾗ βούλοιντο, καὶ τὰ θρησκευόμενα θεραπεύειν: μόνοις δὲ πολεμῶν διετέλει τοῖς τῶν ἀποστολικῶν ὑπερμαχοῦσι δογμάτων. Πάντα γοῦν τὸν τῆς ἐκείνου βασιλείας χρόνον, καὶ τὸ ἐπιβώμιον ἥπτετο πῦρ, καὶ σπονδὰς καὶ θυσίας τοῖς εἰδώλοις προσέφερον, καὶ τὰς δημοθοινίας κατὰ τὴν
1241-d
ἀγορὰν ἐπετέλουν, καὶ οἱ τοῦ Διονύσου τὰ ὄργια τετελεσμένοι, μετὰ τῶν αἰγίδων ἔτρεχον, τοὺς κύνας διασπῶντες, καὶ μεμηνότες, καὶ βακχεύοντες, καὶ τ̔??ʼλλα δρῶντες, ἃ τὴν τοῦ διδασκάλου πονηρίαν δηλοῖ. Ταῦτα πάντα Θεοδόσιος εὑρὼν ὁ πιστότατος βασιλεὺς, πρόῤῥιζά τε ἀνέσπασε, καὶ λήθῃ παρέδωκε.
1244-a
Περὶ τοῦ Μαρκέλλου ἐπισκόπου Ἀπαμείας καὶ τῶν καταλυθέντων εἰδωλικῶν ναῶν ὑπ̓ αὐτοῦ.
Πρῶτος μέντοι τῶν ἄλλων ἀρχιερέων Μάρκελλος ὁ πάντα ἄριστος, ὅπλῳ τῷ νόμῳ χρησάμενος, τῆς ἐγκεχειρισμένης πόλεως τὰ τεμένη κατέλυσε, τῇ πρὸς τὸν Θεὸν παῤῥησίᾳ μᾶλλον, ἣ τῇ πολυχειρίᾳ χρησάμενος.
Ἐγὼ δὲ καὶ τοῦτο διηγήσομαι μνήμης ὂν ἀξιώτατον. Ἐτετελευτήκει μὲν Ἰωάννης ὁ τῆς Ἀπαμέων ἐπίσκοπος, οὗ καὶ πρόσθεν ἐμνήσθην: ἐκεχειροτόνητο δὲ ἀντ̓ ἐκείνου Μάρκελλος ὁ θεῖος, ζέων τῷ πνεύματι κατὰ τὴν τοῦ Ἀποστόλου νομοθεσίαν.
Ἀφίκετο
227
δὲ εἰς τὴν Ἀπάμειαν τῆς Ἑῴας ὁ ὕπαρχος, δύο χιλιάρχους σὺν τοῖς ὑπηκόοις λαβών.
Καὶ τὸ μὲν πλῆθος διὰ τὸ τῶν στρατιωτῶν ἡσύχασε δέος: τὸ δὲ τοῦ Διὸς τέμενος μέγιστόν τε ὃν, καὶ
1244-b
πολλῷ κόσμῳ πεποικιλμένον, καταλῦσαι μὲν ἐπειράθη: στεγανὴν δὲ ἄγαν καὶ στερέμνιον τὴν οἰκοδομίαν εὑρὼν, ἀδύνατον ἀνθρώποις ὑπέλαβε διαλῦσαι τῶν λίθων τὴν ἁρμονίαν. Μέγιστοί τε γὰρ ἦσαν, καὶ ἀλλήλοις ἅμα συνηρμοσμένοι, καὶ μέντοι καὶ σιδήρῳ καὶ μολίβδῳ προσδεδεμένοι. Ταύτην τοῦ ὑπάρχου τὴν δειλίαν ὁ θεῖος Μάρκελλος ἰδὼν, ἐκεῖνον μὲν εἰς τὰς ἄλλας προὔπεμψε πόλεις, αὐτὸς δὲ τὸν Θεὸν ἠντιβόλει πόρον δοῦναι τῇ λύσει. Ἧκεν οὗν τις αὐτόματος ἔωθεν, οὔτε οἰκοδόμος, οὔτε λιθοτόμος, οὔτ̓ ἄλλην τινὰ ἐπιστάμενος τέχνην, ἀλλὰ λίθους φέρειν ἐπὶ τῶν ὤμων καὶ ξύλα εἰθισμένος.
Οὗτος προσελθὼν ὑπέσχετο ῥᾷστα τὸν νεὼν καταλύσειν, δυοῖν δὲ τεχνιτῶν ἀπῄτει μισθόν. Ἐπειδὴ δὲ τοῦτον ὑπέσχετο δώσειν ὁ θεῖος ἀρχιερεὺς, τοιόνδε τι ὁ ἀνὴρ ἐκεῖνος ἐμηχανήσατο. Στοὰν ἐκ τῶν τεττάρων
1244-c
πλευρῶν ὁ νεὼς εἶχεν ἐφ̓ ὕψους κείμενος αὐτῷ συνηρμοσμένην. Οἱ δὲ κίονες μέγιστοί τε ἦσαν καὶ ἰσόμετροι τῷ νεῷ: ἑκάστου δὲ ὁ κύκλος ἑκκαίδεκα πήχεων ἦν. Ἡ δὲ τοῦ λίθου φύσις, στεῤῥοτάτη τις ἦν, καὶ οὐ ῥᾳδίως τοῖς τῶν λιθοτόμων ὀργάνοις ὑπείκουσα. Τούτων ἕκαστον ἐν κύκλῳ διορύττων ἐκεῖνος, καὶ ξύλοις ἐλαΐνοις ὑπερείδων τὰ ὑπερκείμενα, ἐφ̓ ἕτερον αὗθις μετέβαινεν. Οὕτω δὲ τρεῖς τῶν κιόνων ὀρύξας, τὴν φλόγα τοῖς ξύλοις προσήνεγκεν.
Ἀλλ̓ οὐκ εἴα κατὰ φύσιν ὑπὸ τοῦ πυρὸς τὰ ξύλα δαπανᾶσθαι δαίμων τις μέλας φαινόμενος, καὶ κωλύων τῆς φλογὸς τὴν ἐνέργειαν. Ἐπεὶ δὲ πολλάκις τοῦτο δράσαντες ἀνόνητον ἑώρων τὴν μηχανὴν, ἐμήνυσαν τοῦτο τῷ ποιμένι μετὰ μεσημβρίαν καθεύδοντι.
Ὁ δὲ παραυτίκα εἰς τὸν θεῖον δραμὼν νεὼν, καὶ εἰς ἄγγος ὕδωρ κομισθῆναι προστάξας, ἔθηκε μὲν τὸ ὕδωρ ὑπὸ τὸ θεῖον θυσιαστήριον: αὐτὸς δὲ
1244-d
εἰς τὸ ἔδαφος τὸ μέτωπον θεὶς, τὸν φιλάνθρωπον ἠντιβόλει Δεσπότην, μὴ ἐπὶ πλεῖστον ἐνδοῦναι τῇ
1245-a
τυραννίδι τοῦ δαίμονος, ἀλλὰ καὶ τὴν ἀσθένειαν τὴν ἐκείνου γυμνῶσαι, καὶ τὴν οἰκείαν δύναμιν ἐπιδεῖξαι, ἵνα μὴ πρόφασις ἐντεῦθεν τοῖς ἀπίστοις μείζονος γένηται βλάβης. Ταῦτα
228
εἰπὼν, καὶ ὅσα τούτοις παρόμοια, καὶ ἐπιθεὶς τοῦ σταυροῦ τὸν τύπον τῷ ὕδατι, Ἐκύτιόν τινα διακονίας ἠξιωμένον, πίστει καὶ ζήλῳ πεφραγμένον, λαβεῖν τε τὸ ὕδωρ ἐκέλευσε, καὶ διὰ τάχους δραμεῖν, καὶ μετὰ πίστεως διαῤῥᾶναι, καὶ τὴν φλόγα προσενεγκεῖν. Οὕτω τούτου γενομένου, ἀπέδραμεν ὁ δαίμων οὐκ ἐνεγκὼν τὴν τοῦ ὕδατος προσβολήν: τὸ δὲ πῦρ ὡς ἐλαίῳ τῷ ἀντιπάλῳ χρησάμενον ὕδατι, ἐπελάβετό τε τῶν ξύλων. καὶ ταῦτα ἐν ἀκαρεῖ κατηνάλωσεν. Οἱ δὲ κίονες φρούδου τοῦ ἐρείδοντος γενομένου αὐτοί τε κατέπεσον, καὶ
1245-b
ἅλλους εἵλκυσαν δυοκαίδεκα. Καὶ τοῦ νεὼ δὲ τὸ τοῖς κίοσι συνημμένον κατηνέχθη πλευρὸν, ὑπὸ τῆς ἐκείνων βίας συνελκυσθέν. Ὁ δὲ κτύπος εἰς ἅπαν τὸ ἄστυ διαδραμὼν, πολὺς γὰρ ἦν, πάντας εἰς θέαν συνήγειρεν.
Ἐπεὶ δὲ καὶ τοῦ ἀντιπάλου δαίμονος ἔμαθον τὴν φυγὴν, εἰς ὑμνῳδίαν τοῦ Θεοῦ τῶν ὅλων τὴν γλῶτταν ἐκίνησαν. Οὕτω καὶ τἄλλα τεμένη κατέλυσεν ὁ θεῖος ἐκεῖνος ἀρχιερεύς. Πολλὰ δὲ καὶ ἅλλα περὶ τοῦδε τοῦ ἀνδρὸς καὶ λίαν ἀξιάγαστα διηγήματα ἔχων, καὶ γὰρ τοῖς νικηφόροις ἐπέστελλε μάρτυσι, καὶ ἀντιγράφων ἐτύγχανε, καὶ τέλος καὶ αὐτὸς τὸν τῶν μαρτύρων ἀνεδέξατο στέφανον, ἀναδύομαι ταῦτα νῦν ἱστορεῖν, ἵνα μὴ λίαν μηκύνων ἀποκνήσω τοὺς ἐντευξομένους τῇ συγγραφῇ. Ἐφ̓ ἑτέραν τοίνυν διήγησιν τρέψομαι.
Περὶ Θεοφίλου ἐπισκόπου Ἀλεξανδρείας, καὶ τῶν ἐν τῇ καθαιρέσει τῶν εἰδώλων αὐτόθι γεγενημένων.
Ἀθανάσιον ἐκεῖνον τὸν πολυθρύλλητον ὁ θαυμάσιος
1245-c
διεδέξατο Πέτρος, τὸν δὲ Πέτρον Τιμόθεος, Τιμόθεον δὲ Θεόφιλος, ἀνὴρ πυκνός τε τὰς φρένας, καὶ ἀνδρεῖος τὸ φρόνημα. Οὗτος τὴν Ἀλεξάνδρου πόλιν, τῆς εἰδωλικῆς ἠλευθέρωσε πλάνης. Οὐ γὰρ μόνον, ἐκ βάθρων ἀνέσπασε τὰ τῶν εἰδώλων τεμένη, ἀλλὰ καὶ τὰ τῶν ἐξαπατώντων ἱερέων τοῖς ἐξηπατημένοις ὑπέδειξε μηχανήματα. Τά τε γὰρ ἐκ χαλκοῦ καὶ τὰ ἐκ ξύλων κενὰ ἔνδοθεν κατασκευάζοντες ξόανα, καὶ τοῖς τοίχοις τὰ τούτων προσαρμόζοντες νῶτα, πόρους τινὰς ἀφανεῖς ἐν τοῖς τοίχοις ἠφίεσαν. Εἶτα διὰ τῶν ἀδύτων ἀνιόντες, καὶ εἴσω τῶν ξοάνων γινόμενοι, ἅπερ ἐβούλοντο διὰ τούτων ἐκέλευον. Φενακιζόμενοι δὲ οἱ ἐπαῒοντες ἔδρων τὸ κελευόμενον. Ταῦτα ὁ σοφώτατος καταλύων
229
ἀρχιερεὺς τοῖς ἐξαπατηθεῖσιν ὑπέδειξε δήμοις. Εἰς δὲ τὸν τοῦ Σαράπιδος νεὼν ἀναβὰς,
1245-d
τῶν δὲ πανταχοῦ γῆς, καθά φασί τινες, μέγιστός τε οὗτος καὶ κάλλιστος, εἶδε τὸ ξόανον παμμέγεθες, καὶ τῷ μεγέθει τοὺς θεατὰς δεδιττόμενον: πρὸς δὲ τῷ μεγέθει καὶ λόγος κατεῖχεν ἀπατηλὸς, ὡς εἴ τις τούτῳ πελάσει, κλονηθήσεται μὲν ἡ γῆ, πανωλεθρία δὲ ἅπαντας καταλήψεται. Ἀλλὰ τούτους μὲν τοὺς λόγους γραϊδίων μεθυόντων νομίσας εἷναι ληρήματα, τοῦ δὲ μεγέθους ὡς ἀψύχου καταφρονήσας, ἐκέλευσέ
1248-a
τινι πέλεκυν ἔχοντι παῖσαι προθύμως τὸν Σάραπιν: Ἐκείνου δὲ παίσαντος, ἐβόησαν μὲν ἄπαντες τὸ θρυλούμενον δείσαντες: ὁ δὲ Σάραπις δεξάμενος τὴν πληγὴν, οὕτε ἤλγησε, ξύλινος γὰρ ἦν, οὔτε φὡ??ʼὴν ἀφῆκεν, ἄψυχος ὤν. Ἐπειδὴ δὲ τὴν κεφαλὴν ἀφῃρέθη, μῦες ἀγεληδὸν ἐξέδραμον ἔνδοθεν: μυῶν γὰρ οἰκητήριον ἦν ὁ ʽ??ʼἰγυπτίων θεός. Εἰς μικρά δὲ αὐτὸν διελόντες, τὰ μὲν παρέδοσαν τῷ πυρὶ, τὴν δὲ κεφαλὴν διὰ παντὸς τοῦ ἄστεος ἔσυρον, τῶν προσκυνούντων ὁρώντων. καὶ τοῦ παῤ αὐτῶν προσκυνηθέντος τὴν ἀσθένειαν κωμῳδούντων. Οὕτω δὴ πανταχοῦ γῆς καὶ θαλάττης τὰ τῶν εἰδώλων κατελύθη τεμένη.
Περὶ Φλαβιανοῦ τοῦ Ἀντιοχείας ἐπισκόπου, καὶ τῆς διὰ Παυλῖνον γεγενημένης τοῖς Δυτικοῖς
1248-b
στάσεως.
Ἐν Ἀντιοχείᾳ δὲ Μελετίου τοῦ μεγάλου τὴν προεδρίαν Φλαβιανὸς διεδέξατο, ὁ σὺν Διοδώρῳ τοὺς πολλοὺς ἐκείνους ὑπὲρ τῆς τῶν προβάτων σωτηρίας ὑπομείνας ἀγῶνας. Ἐβουλήθη μὲν γὰρ ὁ Παυλῖνος τὴν τῆς Ἐκκλησίας ἡγεμονίαν λαβεῖν: ὁ δὲ τῶν ἱερέων ἀντεῖπε χορὸς, οὐ χρῆναι λέγων τὸν Μελετίου τὰς συμβουλὰς μὴ δεξάμενον, μετὰ τὴν ἐκείνου τελευτὴν τὸν ἐκείνου θρόνον λαβεῖν: ἀλλὰ τὸν πολλοῖς λαμπρυνόμενον πόνοις, καὶ ἐπὶ πλεῖστον τῶν προβάτων προκινδυνεύσαντα, προσήκειν γενέσθαι ποιμένα.
Τοῦτο δὲ Ῥωμαίοις καὶ Αἰγυπτίοις δυσμένειαν πρὸς τὴν Ἑῴαν μακροτάτην εἰργάσατο Οὐδὲ γὰρ τῷ Παυλίνου θανάτῳ συγκατελύθη τὸ ἔχθος: ἀλλὰ καὶ μετ̓ ἐκεῖνον, Εὐαγρίου τὸν ἐκείνου παρειληφότος θρόνον,
230
διέμειναν τῷ μεγάλῳ Φλαβιανῷ χαλεπαίνοντες, καὶ ταῦτα τοῦ Εὐαγρίου παρὰ τὸν ἐκκλησιαστικὸν
1248-c
προβεβλημένου θεσμόν. Μόνος γὰρ αὐτὸν ὁ Παυλῖνος προὐβάλετο, πολλοὺς κανόνας κατὰ ταυτὸν παραβάς.
Οὕτε γὰρ ἀνθ̓ ἑαυτοῦ τῷ τελευτῶντι χειροτονεῖν ἐπιτρέπουσι, καὶ πάντας συγκαλεῖσθαι τῆς ἐπαρχίας τοὺς ἐπισκόπους κελεύουσι: καὶ αὗ πάλιν δίχα τριῶν ἐπισκόπων ἐπισκόπῳ χειροτονίαν ἀπαγορεύουσι γίνεσθαι. Ἀλλ̓ ὅμως τούτων οὐδὲν εἰδέναι θελήσαντες, τὴν Εὐαγρίου μὲν κοινωνίαν ἠσπάζοντο, κατὰ Φλαβιανοῦ δὲ τὰς βασιλικὰς ἐκίνησαν ἀκοάς. Ἐνοχληθεὶς γὰρ πολλάκις, ἤγαγέ τε αὐτὸν εἰς τὴν Κωνσταντινούπολιν, καὶ καταλαβεῖν τὴν Ῥώμην ἐκέλευσεν. Ὁ δὲ Φλαβιανὸς, χειμῶνά τε εἶναι φήσας, καὶ ὑποσχόμενος τοῦ ἔαρος ὑπολάμποντος τὸ προστεταγμένον πληρώσειν, ἐπανῆκεν εἰς τὴν πατρίδα. Ἐπεὶ δὲ οἱ τῆς Ῥώμης ἐπίσκοποι, οὐ μόνον ὁ θαυμάσιος Δάμασος, ἀλλὰ καὶ ὁ μετ̓ ἐκεῖνον
1248-d
Σιρίκιος, καὶ Ἀναστάσιος ὁ Σιρικίου διάδοχος, σφοδρότερον τοῦ βασιλέως καθήψαντο, τοὺς μὲν οἰκείους αὐτὸν φήσαντες καταλύειν τυράννους, τοὺς δὲ
1249-a
κατὰ τῶν Χριστοῦ νόμων θρασυνομένους ἐπὶ τῆς τυραννίδος ἐᾷν, πάλιν αὐτὸν μεταπεμψάμενος ἀπαίρειν αὐτὸν εἰς τὴν Ῥώμην ἠνάγκαζε. Τότε Φλαβιανὸς ὁ σοφώτατος, τῇ ἀξιεπαίνῳ παῤῥησίᾳ χρησάμενος, ἔφη:
Εἰ μὲν τῆς πίστεως, ὦ βασιλεῦ, τῆς ἐμῆς ὡς οὐκ ὀρθῆς κατηγοροῦσί τινες, ἢ τὸν βίον φασὶν ἱερωσύνης ἀνάξιον, καὶ αὐτοῖς χρήσομαι τοῖς κατηγόροις κριταῖς, καὶ τὴν παῤ ἐκείνων ἐκφερομένην ὑποίσω ψῆφον. Εἰ δὲ περὶ θρόνου καὶ προεδρίας ζυγομαχοῦσιν, οὔτε δικάσομαι, οὔτε τοῖς λαβεῖν βουλομένοις ἀντιμαχέσομαι, ἀλλ̓ ἐκστήσομαι, καὶ τῆς προεδρίας ἀφέξομαι. Τοιγάρτοι δὸς ᾧ βούλει τὸν Ἀντιοχέων θρόνον, ὦ βασιλεῦ. Ταύτην αὐτοῦ καὶ τὴν ἀνδρείαν καὶ τὴν σοφίαν θαυμάσας ὁ βασιλεὺς,
1249-b
τὴν ἐνεγκοῦσαν καταλαβεῖν, καὶ τὴν ἐγχειρισθεῖσαν ποιμαίνειν Ἐκκλησίαν ἐκέλευσε. Χρόνου δὲ συχνοῦ διελθόντος εἰς τὴν Ῥώμην ἀφικόμενος ὁ βασιλεὺς τὰς αὐτὰς πάλιν ὑπὸ τῶν ἐπισκόπων κατηγορίας ὑπέμενεν, ὡς τὴν Φλαβιανοῦ τυραννίδα μὴ καταλύων. Ὁ δὲ λέγειν αὐτοὺς ἐκέλευσε τῆς τυραννίδος τὸ εἶδος, αὐτὸς εἶναι Φλαβιανὸς λέγων, καὶ ἐκείνου σύνδικος γεγενῆσθαι. Ἐκείνων δὲ λεγόντων ὡς οὐ δύνανται δικάσασθαι βασιλεῖ, παρῄνεσε λοιπὸν ὁμονοίᾳ τὰς Ἐκκλησίας
231
συνάψαι, καὶ διαλῦσαι τὴν ἔριν, καὶ τὴν ἀνόνητον σβέσαι φιλονεικίαν. Παυλῖνός τε γὰρ ἐτελεύτησε πάλαι, καὶ Εὐάγριος οὐκ ἐννόμως προβέβληται: καὶ τῆς Ἑῴας αἱ Ἐκκλησίαι τῆς Φλαβιανοῦ προεδρίας ἀντέχονται, πρὸς δὲ τῇ Ἑῴᾳ, καὶ τὴν Ἀσιανὴν ἅπασαν, καὶ τὴν Ποντικὴν,
1249-c
καὶ μέντοι καὶ τὴν Θρᾳκικὴν κοινωνούσας ἔχει καὶ συνημμένας, καὶ τὸ Ἰλλυρικὸν δὲ ἅπαν ἐκεῖνον οἶδε τῶν κατὰ τὴν Ἀνατολὴν ἐπισκόπων ἡγούμενον. Ταύταις εἴξαντες ταῖς παραινέσεσιν οἱ τῆς Ἑσπέρας ἐπίσκοποι, καταλύσειν ὑπέσχοντο τὴν δυσμένειαν, καὶ τοὺς πεμφθησομένους δέξασθαι πρεσβευτάς.
Τοῦτο μαθὼν ὁ θεῖος Φλαβιανὸς, ἀπέστειλεν εἰς τὴν Ῥώμην, καὶ τῶν ἀξιεπαίνων ἐπισκόπων τινὰς, καὶ τῶν Ἀντιοχείας πρεσβυτέρων καὶ διακόνων: ἡγεῖτο δὲ πάντων Ἀκάκιος, ὁ Βεροίας μὲν τῆς ἐν Συρίᾳ πόλεως ποιμαίνειν λαχὼν, πανταχοῦ δὲ γῆς καὶ θαλάττης ᾀδόμενος. Οὗτος σὺν τοῖς ἄλλοις ἀφικόμενος εἰς τὴν Ῥώμην, τὴν μακρὰν καταλύσας δυσμένειαν, δἰ ἑπτακαίδεκα ἐτῶν ταῖς Ἐκκλησίαις ἐπρυτάνευσε τὴν εἰρήνην. Τοῦτο δὲ γνόντες Αἰγύπτιοι, τὴν ἀπέχθειαν σβέσαντες ἠσπάσαντο τὴν ὁμόνοιαν. Ἡγεῖτο δὲ τηνικαῦτα τῆς μὲν Ῥωμαίων
1249-d
Ἐκκλησίας Ἰνοκέντιος διαδεξάμενος Ἀναστάσιον, ἀνὴρ ἀγχινοίᾳ καὶ συνέσει κοσμούμενος: τῆς δὲ Ἀλεξανδρέων Θεόφιλος, οὗ καὶ πρόσθεν ἐμνήσθην.
Περὶ τῆς Εὐγενίου τυραννίδος, καὶ τῆς Θεοδοσίου τοῦ βασιλέως διὰ πίστεως νίκης.
Τὴν μὲν οὖν τῶν Ἐκκλησιῶν εἰρήνην τοῦτον τὸν τρόπον ὁ πιστότατος ἐπρυτάνευσε βασιλεύς. Πρὸ δέ
1252-a
γε τῆς γεγενημένης εἰρήνης, τήν τε Βαλεντινιανοῦ τελευτὴν καὶ τὴν Εὐγενίου τυραννίδα μαθὼν, εἰς τὴν Εὐρώπην ἐστράτευσε. Κατ̓ ἐκεῖνον δὲ τὸν χρόνον ἦν τις Ἰωάννης ἐν Αἰγύπτῳ, τὴν ἀσκητικὴν ἀσπαζόμενος πολιτείαν. Οὗτος πνευματικῆς μεταλαχὼν χάριτος, πολλὰ τοῖς πυνθανομένοις προὔλεγε τῶν ἐσομένων.
Πρὸς τοῦτον ὁ φιλόχριστος ἀπέστειλε βασιλεὺς, εἰ πολεμητέον τοῖς τυράννοις μαθεῖν ἐφιέμενος.
Καὶ ἐπὶ μὲν τοῦ προτέρου πολέμου τὴν ἀναιμωτὶ προηγόρευσε νίκην: ἐπὶ δὲ τοῦ δευτέρου μετὰ πολὺν φόνον νικήσειν τὸν βασιλέα προείρηκε. Μετὰ τοιαύτης ἐλπίδος
232
στρατεύσας ὁ βασιλεὺς, πολλοὺς μὲν τῶν ἐναντίων παραταττόμενος κατηκόντισε. πολλοὺς δὲ τῶν ἐπικουρούντων αὐτῷ βαρβάρων ἀπέβαλε. Τῶν δὲ στρατηγῶν ὀλίγους εἶναι τοὺς συμπαραταττομένους φησάντων. καὶ ἀνακωχήν τινα
1252-b
δοῦναι τῷ πολέμῳ συμβουλευσάντων, ὥστε τοῦ ἦρος ἀρχομένου στρατιὰν συναγεῖραι, καὶ τῷ πλήθει περιγενέσθαι τῶν δυσμενῶν, οὐκ ἐδέξατο τὴν εἰσήγησιν ὁ πιστότατος βασιλεύς.
Οὐ γὰρ ἔφη χρῆναι τοσαύτην μὲν ἀσθένειαν τοῦ σωτηρίου κατηγορῆσαι σταυροῦ, τοσαύτην δὲ προσμαρτυρῆσαι δύναμιν τῇ τοῦ Ἡρακλέους εἰκόνι: ταύτης μὲν γὰρ ὁ σταυρὸς ἡγεῖται τῆς στρατιᾶς, τῆς δὲ τῶν ἀντιπάλων ἐκείνη. Τούτων οὕτως πιστῶς εἰρημένων, καὶ τῆς ὑπολειφθείσης στρατιᾶς ὀλίγης τε οὔσης, καὶ λίαν ἀθυμούσης, εὑρὼν οἰκίσκον εὐκτήριον ἐν τῇ τοῦ ὅρους ἀκρωνυχίᾳ, ἐν ᾧ τὸ στρατόπεδον ἦν, πάννυχος διετέλεσε τὸν τῶν ὅλων Δεσπότην ἀντιβολῶν. Περὶ δὲ ἀλεκτρυόνων ᾠδὰς, ἐνίκησε μὲν ὁ ὕπνος τὴν γνώμην: ἐπὶ δὲ τοῦ δαπέδου κείμενος, ὁρᾷν ἐδόκει δύο τινὰς
1252-c
λευχειμονοῦντας ἄνδρας ὲφ̓ ἵππων ὀχουμένους λευκῶν, οἳ θαῤῥεῖν τε ἐκέλευον καὶ τὸ δέος ἐξελάσαι. καὶ ὑπὸ τὴν ἕω καθοπλίσαι καὶ τάξαι τὴν στρατιὰν εἰς παράταξιν: ἐπίκουροι γὰρ ἔλεγον ἀπεστάλθαι καὶ πρόμαχοι: καὶ ὁ μὲν Ἰωάννην ἑαυτὸν ἔλεγεν εἶναι τὸν εὐαγγελιστὴν, ὁ δὲ Φίλιππον τὸν ἀπόστολον.
Ταύτην ἰδὼν τὴν ὄψιν ὁ βασιλεὺς, οὐκ ἔληξε τῆς ἱκετείας: ἀλλὰ μετὰ πλείονος ταύτην προθυμίας προσέφερε. Τοῦτο καὶ στρατιώτης τις θεασάμενος δεδήλωκε τῷ λοχαγῷ: ἐκεῖνος δὲ τοῦτον πρὸς τὸν χιλίαρχον ἤγαγεν: ὁ δὲ χιλίαρχος ἀπήγαγε τῷ στρατηγῷ. Ὁ δὲ στρατηγὸς καινόν τι μηνύειν ὑπολαβὼν, ἀπήγγειλε ταῦτα τῷ βασιλεῖ. Ὁ δέ:
Οὐκ ἐμοῦ ἕνεκα, ἔφη, ταῦτα οὗτος τεθέαται: ἐγὼ γὰρ τοῖς τὴν νίκην ὑποσχομένοις πεπίστευκα: ἀλλὰ ἵνα μή τις ὑπολάβῃ με ὡς τῆς παρατάξεως ὀριγνώμενον
1252-d
πλάσαι τὴν ὄψιν, καὶ τούτῳ ταῦτα μεμήνυκεν ὁ τῆς ἐμῆς βασιλείας ἐπίκουρος, ἴνα μάρτυς ἀξιόχρεως γένηται τῆς ἐμῆς διηγήσεως: πρώτῳ γὰρ ἐμοὶ ταύτην ὁ κοινὸς Δεσπότης τὴν ὄψιν ὑπέδειξεν. Ἀποσκευασάμενοι δὴ οὗν τὸ δέος, τοῖς προμάχοις καὶ πολεμάρχοις ἑπώμεθα: καὶ μηδεὶς τῷ πλήθει τῶν πολεμούντων σταθμάσθω τὴν νίκην, ἀλλὰ τῶν ἡγουμένων λογιζέσθω ἕκαστος τὴν δύναμιν. Ταῦτα καὶ
1253-a
ταῖς στρατιώταις εἰπὼν, καὶ ταύτῃ ἅπαντας προθυμίας ἐμπλήσας,
233
ἐκ τῆς τοῦ ὄρους κατήγαγε κορυφῆς. Ὁ δὲ τύραννος, πόῤῥωθεν ἰδὼν τοὺς στρατιώτας πολεμήσοντας, καθώπλισε τὴν στρατιὰν, καὶ εἰς παράταξιν ἔταξεν. Αὐτὸς δὲ ἐπί τινος γεωλόφου μείνας, θανατᾷν τε ἔφη τὸν βασιλέα, καὶ τῆς παρούσης ἀπαλλαξείοντα βιοτῆς παρατάττεσθαι. καὶ τοῖς στρατηγοῖς ἐκέλευσε ζῶντα τοῦτον καὶ πεπεδημένον προσαγαγεῖν. Ἐπειδὴ δὲ αἱ φάλαγγες ἔστησαν, πολλαπλάσιον μὲν ἦν τῶν πολεμίων τὸ πλῆθος, εὐαρίθμητον δὲ κομιδῇ τὸ τῷ βασιλεῖ συντεταγμένον.
Ἀρξαμένων δὲ καὶ τούτων κἀκείνων ἀφιέναι τὰ βέλη ἔδειξαν ἀληθεῖς τὰς ὑποσχέσεις οἱ πρόμαχοι. Πνεῦμα γὰρ βίαιον ἀντιπρόσωπον τῶν πολεμίων φερόμενον, τοὺς μὲν ἐκείνων ὀϊστοῦς ἀπέστρεφε
1253-b
καὶ τὰ πελτὰ, καὶ τὰ δόρατα, καὶ πᾶν βέλος αὐτοῖς ἄχρηστον ἦν. καὶ οὔτε ὁπλίτης, οὔτε τοξότης, οὔτε πελταστὴς πημαίνειν τὴν τοῦ βασιλέως ἠδύνατο στρατιάν. Καὶ μέντοι καὶ κόνις ὅτι μάλιστα πλείστη κατὰ τῶν προσώπων φερομένη, μύειν τὰ βλέφαρα, καὶ ταῖς κόραις ἐπαμύνειν πολεμουμέναις ἠνάγκαζεν. Οἱ δὲ τοῦ βασιλέως στρατιῶται λώβην οὐδὲ μίαν ἐκ τῆς καταιγῖδος ἐκείνης δεξάμενοι, θαῤῥαλέως τοὺς πολεμίους κατέκτεινον. Οἱ δὲ ταῦτα ὁρῶντες, καὶ τὴν θείαν ἐπιγνόντες ἐπικουρίαν, τὰ ὅπλα ῥίψαντες, φειδοῦς παρὰ τοῦ βασιλέως τυχεῖν ἠντιβόλησαν. Ὁ δὲ καὶ εἶξε, καὶ οἴκτου μετέδωκεν, ἀγαγεῖν δὲ αὐτοὺς τὸν τύραννον κατὰ τάχος ἐκέλευσεν.
Οἱ δὲ θέοντες ἀνέβησαν εἰς τὸν λόφον, οὗ καθήμενος ἐκεῖνος ἠγνόει τὰ δρώμενα. Ὁ δὲ πνευστιῶντας ἰδὼν, καὶ τῷ ἄσθματι μηνύοντας τὴν σπουδὴν,
1253-c
νίκης ἀγγέλους ὑπέλαβε, καὶ ἤρετο εἰ καὶ Θεοδόσιον πεπεδημένον, ὡς προσετάχθησαν, ἤγαγον. Οἱ δέ:
Οὐκ ἐκεῖνον, ἔφησαν, σοὶ προσάγομεν, ἀλλὰ σὲ πρὸς ἐκεῖνον ἀπάγομεν. Τοῦτο γὰρ ὁ τοῦ παντὸς προσέταξε Πρύτανις. Ταῦτα λέγοντες, ἐξανέστησάν τε ἐκ τοῦ δίφρου, καὶ τὰ δεσμὰ ἐπιθέντες πεπεδημένον ἀπήγαγον, καὶ προσήγαγον δορυάλωτον τὸν πρὸ βραχέως μεγαλαυχούμενον. Ὁ δὲ βασιλεὺς τῶν τε εἰς Βαλεντινιανὸν πλημμεληθέντων ἀνέμνησε, καὶ τῆς παρανόμου τυραννίδος, καὶ τῶν κατὰ τῆς ἐννόμου βασιλείας πολέμων: ἐκωμῴδησέ τε καὶ τὴν Ἡρακλέους εἰκόνα, καὶ τὸ μάταιον δἰ ἐκείνην γενόμενον θάρσος. Καὶ τότε δικαίαν καὶ ἔννομον ἐξήνεγκε
234
τῆς κατ̓ αὐτοῦ τιμωρίας τὴν ψῆφον. Τοιοῦτος ἦν ἐκεῖνος καὶ ἐν εἰρήνῃ, καὶ ἐν πολέμῳ, ἀεὶ μὲν τὴν θείαν ἐπικουρίαν αἰτῶν, ἀεὶ δὲ ταύτης τυγχάνων.
Περὶ τῆς Γαϊνᾶ αἰτήσεως, καὶ τῆς ἀντιῤῥήσεως Ἰωάννου τοῦ ἐπισκόπου.
Γαϊνᾶς τις, Σκύθης μὲν τὸ γένος, βαρβαρικώτερος δὲ τὴν γνώμην, φρονήματι δὲ τυραννικῷ κεχρημένος, ἐστρατήγει κατ̓ ἐκεῖνον τὸν χρόνον. πολλοὺς μὲν καὶ τῶν ὁμοφύλων ὑπηκόους ἔχων,
1260-b
ἄγων δὲ μετὰ τούτων καὶ τῶν Ῥωμαίων τήν τε ἱππικὴν καὶ πεζικὴν στρατιάν. Ἐπεφρίκεσαν δὲ αὐτὸν οὐ μόνον οἱ ἄλλοι πάντες, ἀλλὰ καὶ αὐτὸς ὁ βασιλεὺς, τὴν μελετωμένη ὑφορώμενος τυραννίδα.
Οὗτος τῆς Ἀρείου λώβης μεταλαχὼν, ἕνα αὐτῷ δοῦναι τῶν θείων σηκῶν ἐπήγγειλε τὸν βασιλέα.
Ὁ δὲ σκοπήσειν ἔφη, καὶ θεραπεύσειν ἐπηγγείλατο, καὶ τὸν θεῖον μεταπεμψάμενος Ἰωάννην, καὶ τὴν αἴτησιν εἶπε, καὶ τῆς δυναστείας ἀνέμνησε, καὶ τὴν μελετωμένην ὑπῃνίξατο τυραννίδα, καὶ παρεκάλει τῇ δόσει τὸν τοῦ βαρβάρου χαλινῶσαι θυμόν. Ὁ δὲ γενναῖος ἐκεῖνος ἀνήρ:
Μὴ τοιαῦτα, ἔφη, ὦ βασιλεῦ, ὑπισχνοῦ, μηδὲ διδόναι παρακελεύου τὰ ἅγια τοῖς κυσίν. Οὐ γὰρ ἀνέξομαι, τοὺς μὲν τὸν Θεὸν Λόγον θεολογοῦντάς τε καὶ ὑμνοῦντας ἐξαγαγεῖν. τοῖς δὲ τοῦτον βλασφημοῦσιν ἐκδοῦναι τὸν θεῖον νεών. Καὶ μήτοι δείσῃς τὸν βάρβαρον ἐκεῖνον, ὦ
1260-c
βασιλεῦ, ἀλλὰ ἄμφω καλέσας. ἐμέ τε κἀκεῖνον, σὺ μὲν ἡσυχῆ τῶν λεγομένων ὑπάκουε, ἐγὼ δὲ ἐκείνου χαλινώσω τὴν γλῶτταν, καὶ πείσω ἥκιστα αἰτῆσαι ὃ μὴ δοῦναι συμφέρει. Τούτων ἀκούσας ὁ βασιλεὺς, ἥσθη τε καὶ τῇ ὑστεραίᾳ ἀμφοτέρους ἐκάλεσε.
Καὶ ὁ μὲν τὴν
238
ἐπαγγελίαν ἐζήτει: ὁ δὲ μέγας Ἰωάννης ἀντέλεγε φάσκων, οὐκ ἐξεῖναι βασιλεῖ τῶν θείων κατατολμᾷν εὐσεβεῖν γε προαιρουμένῳ. Ἐκείνου δὲ λέγοντος ὡς χρὴ καὶ αὐτὸν εὐκτήριον ἔχειν οἶκον:
Ἅπας σοι, ἔφη ὁ μέγας Ἰωάννης, ὁ θεῖος οἶκος ἠνέῳκται, καὶ οὐδεὶς εἵργει προσεύξασθαι προθυμούμενον. — Ἀλλὰ ἐγὼ, ἔφη ὁ Γαϊνᾶς, ἐτέρας ὑπάρχω συμμορίας, καὶ σὺν ἐκείνοις ἔνα θεῖον οἶκον ἔχειν αἰτῶ, καὶ μάλα γε δικαίως αἰτῶ πολλοὺς ὑπὲρ Ῥωμαίων πολεμικοὺς ὑπομένων ἀγῶνας. — Ἀλλ̓ ἔχεις, ἔφη, μείζους τῶν πόνων
1260-d
τὰς ἀντιδόσεις: στρατηγός τε γὰρ εἶ, καὶ τῆς ὑπατικῆς ἠξιώθης στολῆς, καὶ χρή σε σκοπῆσαι, τί μὲν ἦσθα πάλαι, τί δὲ γεγένησαι νῦν: καὶ τίς μὲν ἡ
1261-a
προτέρα πενία, τίς δ̓ ἡ παροῦσα περιουσία: καὶ ὁποίοις μὲν ἐσθήμασιν ἐκέχρησο πρὶν διαβῆναι τὸν Ἴστρον, ποῖα δὲ νῦν περιβέβλησαι. Σκόπησον τοίνυν, ὡς ὀλίγοι οἱ πόνοι, μέγιστα δὲ τὰ γέρα, καὶ μὴ γίνου περὶ τοὺς τετιμηκότας ἀχάριστος.
Τοιοῖσδε χρώμενος λόγοις ὁ τῆς οἰκουμένης διδάσκαλος ἐπεστόμισε τὸν Γαϊνᾶν, καὶ σιγὴν ἔχειν ἠνάγκασε.
Χρόνου δὲ διελθόντος, τὴν πάλαι μελετηθεῖσαν ἐκεῖνος ἐγύμνωσε τ̔??ʼραννίδα, καὶ τὴν στρατιὰν ὲν τῇ Θρᾴκῃ συναγαγὼν, ἐληΐζετό τε καὶ ἐδῄου τὰ πλεῖστα. Ταῦτα μεμαθηκότες κατέπτηξαν ἅπαντες, καὶ ἄρχοντες, καὶ ἀρχόμενοι, καὶ οὔτε παρατάττεσθαί τις πρὸς ἐκεῖνον ἐβούλετο, οὔτε πρεσβεύεσθαι ἀδεῶς ὑπελάμβανε: τὸ γὰρ τῆς γνώμης βάρβαρον ἕκαστος ὑφωρᾶτο.
Περὶ τῶν διὰ τὸν Χρυσόστομον συμβεβηκότων.
1261-c
Ἐγὼ δὲ ἐν τῷδε τῷ μέρει τῆς ἱστορίας γενόμενος, οὐκ οἶδα ὅ τι πάθω. Διηγήσασθαι γὰρ τὴν κατὰ τούτου τολμηθεῖσαν ἀδικίαν βουλόμενος, τὴν ἄλλην ἀρετὴν τῶν ἠδικηκότων αἰσχύνομαι. Οὖ δὴ χάριν αὐτῶν καὶ τὰς προσηγορίας κατακρύψαι πειράσομαι.
Οὗτοι διαφόρους δυσμενείας ἐσχηκότες προφάσεις, τὴν μὲν ἀστράπτουσαν τοῦ ἀνδρὸς ἰδεῖν οὐκ ἠθέλησαν ἀρετήν: δυστήνους δέ τινας κατηγόρους εὑρόντες, καὶ τῆς συκοφαντίας τὸ προφανὲς θεώμενοι, πόῤῥω τοῦ ἄστεος ἐκάθισαν τὸ συνέδριον, καὶ τὴν ψῆφον ἐξήνεγκαν. Ὁ δὲ βασιλεὺς, ὡς ἱερεῦσι πιστεύσας, πόῤῥω αὐτὸν τοῦ ἄστεος γενέσθαι προσέταξεν.
Ὁ δὲ, μήτε τῆς κατηγορίας ἀκούσας, μήτε τὴν ἀπολογίαν προσενεγκὼν, ὡς ἐληλεγμένος ἐφ̓ οἶς ᾐτιάθη, τὴν πόλιν καταλιπεῖν ἠναγκάσθη, καὶ τὸ ὲν τῷ στόματι τοῦ Πόντου κείμενον κατέλαβεν Ἱερόν: οὕτω γὰρ ἐκεῖνο τὸ ἐπίνειον ὀνομάζουσι.
Σεισμοῦ δὲ μεγίστου νύκτωρ γενομένου, καὶ δείματος
1264-a
τὴν βασιλίδα κατεσχηκότος, πρέσβεις ὑπὸ τὴν ἕω πρὸς τὸν ἀπεληλαμένον ἀπεστάλησαν, ἀντιβολοῦντες ὡς τάχιστα τὸ ἄστυ καταλαβεῖν, καὶ στῆσαι τῇ πόλει τὸν κ̔??ʼνδυνον. Καὶ ἕτεροι δὲ μετ̓ κείνους ἐπέμφθησαν, καὶ ἄλλοι μετὰ τούτους, καὶ πλήρης ὁ Βόσπορος τῶν πεμπομένων ἐγένετο. Ἐπεἱ??ʼὴ δὲ τοῦτο ὁ πιστότατος ἔγνω λεὼς, ἐκάλυψαν τοῖς πορθμείοις τῆς Προποντίδος τὸ στόμα. Ἅπαντες γὰρ ὑπήντησαν, τὰς ἐκ κηροῦ λαμπάδας προάπτοντες.
Τότε μέν οὖν τὸ τῶν δυσμενῶν διελύθη στίφος. Ὀλίγων δὲ διελθόντων μηνῶν, συνηθροίσθησαν αὗθις, καὶ δίκας εἰσέπραττον, οὐ τῶν ψευδῶν ἐκείνων γραφῶν, ἀλλὰ τῆς μετὰ τὴν καθαίρεσιν λειτουργίας. Ὁ δὲ ἔλεγε, μήτε δικάσασθαι, μήτε τῶν γραφῶν ἐπακοῦσαι, μήτε ἀπολογίαν ποιήσασθαι,
1264-b
μήτε μὴν κατακριθῆναι παρὼν, ἀλλ̓ ὑπὸ βασιλέως ἐξελαθῆναί τε καὶ αὖ πάλιν ἀνακληθῆναι.
Καὶ συνόδου συγκροτηθείσης
240
ἑτέρας, οὐκ ἐδεήθησαν δίκης οἱ δυσμενεῖς: ἀλλὰ τὸν βασιλέα πείσαντες ἔννομον καὶ δικαίαν εἶναι τὴν ψῆφον, οὐ μόνον τῆς πόλεως ἐκείνης ἐξήλασαν, ἀλλὰ καὶ εἴς τινα πολίχνην σμικράν τε καὶ ἔρημον τῆς Ἀρμενίας ἐξέπεμψαν: Κουκουσὸς δὲ ὄνομα ταύτῃ: κἀκεῖθεν δὲ ἐξαγαγόντες, εἰς Πιτυοῦντα μετῴκισαν: τέρμα δὲ τοῦτο καὶ τοῦ Πόντου καὶ τῆς Ῥωμαίων ἡγεμονίας, τοῖς ὠμοτάτοις γειτονεῦον βαρβάροις. Ἀλλ̓ ὁ φιλάνθρωπος οὐκ εἴασε Δεσπότης εἰς ἐκεῖνο τὸ νησύδριον ἀπαχθῆναι τὸν καλλίνικον ἀθλητήν. Εἰς γὰρ Κόμανα παραγενόμενον εἰς τὸν ἀγήρω καὶ ἄλυπον μετέθηκε βίον. Τὸ δέ γε καλῶς ἀγωνισάμενον σῶμα παρὰ τὴν θήκην ἀπετέθη Βασιλίσκου τοῦ μάρτυρος,
1264-c
τοῦτο δἰ ὀνείρατος προστεταχότος τοῦ μάρτυρος.
1264-c
Ὁπόσοι μὲν οὗν τῶν ἐπισκόπων δἰ ἐκεῖνον τῶν Ἐκκλησιῶν ἐξηλάθησαν, καὶ αὐτὰς ᾤκησαν τἀς τῆς οἰκουμένης ἐσχατιὰς, ὁπόσοι δὲ καὶ τῶν τὴν ἀσκητικὴν φιλοσοφίαν ἠγαπηκότων τοῖς ἴσοις παθήμασι περιέπεσον, περιττὸν οἴμαι διηγεῖσθαι, καὶ μηκύνειν τὴν συγγραφήν. Ἄλλως τε καὶ χρῆναι νομίζω συστέλλειν τὰ σκυθρωπὰ, καὶ τῶν δεδρακότων ὁμοπ̔??ʼστων ὄντων συγκαλύπτειν τὰ πλημμελήματα. Ἔδοσαν μέντοι δίκας τῶν ἠδικηκότων οἱ πλεῖστοι, καὶ τοῖς ἄλλοις δἰ ὧν ἔπαθον τὴν ὠφέλειαν προσήνεγκαν.
Ταύτην ἐβδελύξαντο διαφερόντως τὴν ἀδικίαν οἱ τῆς Εὐρώπης ἐπίσκοποι: τῆς γὰρ τῶν δεδρακότων σφᾶς αὐτοὺς ἀπέκριναν κοινωνίας: καὶ Ἰλλυριοὶ δὲ πάντες τῆς μερίδος ἐκείνης ἐγένοντο. Τῶν δὲ πρὸς ἤλιον ἀνίσχοντα πόλεων οἱ πλεῖστοι, ἔφυγον μὲν τῆς ἀδικίας τὴν κοινωνίαν, τὸ δὲ τῆς Ἐκκλησίας οὐκ ἐμέρισαν
1264-d
σῶμα. Καὶ τελευτήσαντος δὲ τοῦ μεγάλου διδασκάλου τῆς οἰκουμένης, οὐ πρότερον οἱ τῆς Ἑσπέρας ἐπίσκοποι τῶν ἐν Αἰγύπτῳ, καὶ τῇ Ἑῴᾳ, κ̔??ʼὶ τῶν ὲν τῷ Βοσπόρῳ, καὶ τῇ Θρᾴκῃ τὴν κοινωνίαν
1265-a
ἠσπάσαντο, ἕως ἐκείνου τοῦ θεσπεσίου ἀνδρὸς τὁ??ʼνομα τοῖς τεθνεῶσιν ἐπισκόποις συνέταξαν. Καὶ Ἀρσάκιον μὲν, ὃς μετ̓ ἐκεῖνον ἐγένετο, προσρήσεως οὐκ ἠξίωσαν: Ἀττικὸν δὲ, τὸν Ἀρσακίου διάδοχον, πολλάκις. δὲ τῆς εἰρήνης τυχεῖν ἀξιώσαντα. χρόνῳ ὕστερον ἐδέξαντο, τὴν προσηγορίαν ἐγγράψαντα.
241
Περὶ Ἀλεξάνδρου ἐπισκόπου Ἀντιοχείας.
Κατὰ τοῦτον δὲ τὸν χρόνον Ἀλεξανδρείας μὲν Κύριλλος ἐπίσκοπος ἦν, θεοφίλου μὲν ἀδελφιδοῦς, τοῦ δὲ θείου τὴν προεδρίαν λαχών: τῆς δὲ Ἱεροσολύμων Ἐκκλησίας Ἰωάννης εἶχε τὴν προεδρίαν, ἀνὴρ ἀξιάγαστος, Κύριλλον διαδεξάμενος, οὖ καὶ πρόσθεν ἐμνήσθημεν. Τὴν δὲ Ἀντιοχέων Ἀλέξανδρος ἐποίμαινε, συμβαίνουσαν ἔχων τῇ ἀρχιερωσύνῃ τὴν πολιτείαν. Ἐν ἀσκητικῇ γὰρ παλαίστρᾳ τὸν πρὸ τῆς ἐπισκοπῆς διατελέσας χρόνον, καὶ γυμνασάμενος
1265-b
ἐπιπλεῖστον, ὤφθη γενναῖος ἀγωνιστὴς, καὶ λόγῳ παιδεύων, καὶ βεβαιῶν τῷ βίῳ τὸν λόγον. Οὗτος Πορφύριον διεδέξατο. ὃς μετὰ Φλαβιανὸν τοὺς οἴακας ἐκείνους παραλαβὼν, πολλὰ μνημεῖα φιλανθρωπίας κατέλιπεν. Ἐκεῖνος μὲν οὖν τῇ πυκνότητι διέπρεπε τῶν φρενῶν. Ὁ δὲ θεῖος Ἀλέξανδρος ἀσκήσει καὶ φιλοσοφίᾳ, καὶ ἀκτήμονι βίῳ, καὶ τῷ ῥεύματι τῆς γλώττης, καὶ μυρίοις ἑτέροις ἐπλεονέκτει χαρίσμασιν.
Οὗτος καὶ τὴν Εὐσταθίου τοῦ μεγάλου συμμορίαν, ἢν πάλαι συναφθῆναι Παυλῖνος οὐκ εἴασε, καὶ μετ̓ ἐκεῖνον Εὐάγριος, πειθοῖ καὶ παρακλήσει χρώμενος, τῷ λοιπῷ συνήρμοσε σώματι, καὶ ἐσχεδίασεν ἑορτὴν, ᾖ παραπλησίαν οὐδεὶς ἐθεάσατο πώποτε.
Πάντας γὰρ τοὺς ὁμοπίστους παραλαβὼν, καὶ τοὺς ἱερωμένους, καὶ τοὺς πολλοὺς, ἀφίκετο πρὸς τὴν ὁμήγυριν: καὶ παραλαβὼν ψάλλοντας, καὶ μίαν ἁρμονίας ὑμνῳδίαν ὑφήνας, ἀπὸ τῆς πρὸς ἐσπέραν τετραμμένης
1265-c
πυλίδος, μέχρι τοῦ μεγίστου νεὼ, πᾶσαν τὴν ἀγορὰν ἀνθρώπων ἐπλήρωσε, καὶ ποταμὸν ἔδειξε λογικὸν, τὸν παραῤῥέοντα μιμούμενον ποταμόν.
Ταῦτα δὲ ὁρῶντες καὶ Ἰουδαῖοι, καὶ οἱ τὴν Ἀρείου λώβην εἰσδεδεγμένοι, καὶ τὸ βραχύτατον τῶν Ἐλλήνων λείψανον, ἔστενον καὶ ὠλοφύροντο, καὶ τοὺς ἄλλους θεώμενοι ποταμοὺς εἰς τὴν τῆς Ἐκκληείας ἐμβάλλοντας θάλασσαν ἀπωδύροντο. Οὗτος τὴν ειαστικοῖς διπτύχοις ἐνέταξε.
242
Περὶ τῆς τῶν λειψάνων Ἰωάννου ἀνακομιδῆς.
καὶ περὶ τῆς πίστεως Θεοδοσίου τοῦ βασιλέως καὶ τῶν ἀδελφῶν αὐτοῦ.
Χρόνῳ μέντοι ὕστερον καὶ αὐτὰ τοῦ διδασκάλου τὰ λείψανα εἰς τὴν βασιλεύουσαν μετεκόμισαν πόλιν.
Καὶ πάλιν ὁ πιστὸς ὅμιλος, ὡς ἠπείρῳ τῷ πελάγει διὰ τῶν πορθμείων χρησάμενος, τοῦ Βοσπόρου τὸ
1268-a
πρὸς τῇ Προποντίδι στόμα ταῖς λαμπάσι κατέκρυψε.
Τοῦτον δὲ ἐκείνῃ τῇ πόλει τὸν θησαυρὸν ὁ νῦν βασιλεύων προσήνεγκεν, ὁ τοῦ πάππου καὶ τὴν προσηγορίαν λαχὼν, καὶ τὴν εὐσέβειαν φυλάξας ἀκήρατον.
Οὗτος ἐπιθεὶς τῇ λάρνακι καὶ τοὺς ὀφθαλμοὺς, καὶ τὸ μέτωπον, ἱκετείαν ὑπὲρ τῶν γεγεννηκότων προσήνεγκε, συγγνῶναι τοῖς ἐξ ἀγνοίας ἠδικηκόσιν ἀντιβολήσας.
Πάλαι μὲν γὰρ ἐτεθνήκεσαν οἱ τούτου γονεῖς, κομιδῇ νέον ἐν ὀρφανείᾳ καταλιπόντες. Ἀλλὰ πεῖραν αὐτὸν λαβεῖν τῆς ὀρφανείας οὐκ εἴασεν ὁ τῶν πατέρων καὶ τῶν προγόνων Θεός. Τροφῆς τε γὰρ αὐτὸν μεταλαχεῖν εὐσεβοῦς παρεσκεύασε, καὶ τὴν βασιλείαν ἐφύλαξεν ἀστασίαστον, καὶ τὰς τυραννικὰς ἐχαλίνωσε γνώμας. Τῶνδε τῶν εὐεργεσιῶν μεμνημένος ἀεὶ, τὸν εὐεργέτην γεραίρει τοῖς ὕμνοις. Ἔχει δὲ κοινωνοὺς τῆς ὑμνῳδίας τὰς ἀδελφὰς, διὰ βίου τὴν παρθενίαν ἀσκούσας, καὶ τρυφὴν ἡγουμένας μεγίστην
1268-b
τὴν τῶν θείων λογίων μελέτην, καὶ θησαυρὸν ἄσυλον νομιζούσας τῶν δεομένων τὰς χρείας. Αὐτὸν μέντοι τὸν βασιλέα, καὶ πολλὰ ἄλλα ἐκόσμει: οὐχ ἥκιστα δὲ φιλανθρωπία, καὶ πραότης, καὶ γαλήνη ψυχῆς ζάλην οὐ δεχομένη, καὶ πίστις ἀκραιφνής τε καὶ δόκιμος. Καὶ ταύτης σαφὲς ἐπιδείξω τεκμήριον.
Ἀνήρ τις, ἀσκητικὸν μὲν ἀσπαζόμενος βίον, θρασυτέρᾳ δὲ χρώμενος γνώμῃ, προσελήλυθε τῷ βασιλεῖ περί τινος δεόμενος. Ἐπειδὴ δὲ τοῦτο δράσας πολλάκις οὐκ ἔτυχε, τῆς ἐκκλησιαστικῆς αὐτὸν κοινωνίας ἐκώλυσε, καὶ τὸν δεσμὸν ἐπιθεὶς ὑπεχώρησεν.
Ὁ δὲ πιστότατος βασιλεὺς, παραγενόμενος εἰς τὰ βασίλεια, καὶ τοῦ καιροῦ καλοῦντος εἰς εὐωχίαν, καὶ τῶν συσσίτων παρόντων, οὐκ ἔφη πρὶν λυθῆναι τὸν δεσμὸν μετασχεῖν τροφῆς:
243
καὶ τούτου δὴ ἕνεκα πρὸς τὸν ἀρχιερέα τὸν οἰκειότατον ἔπεμψε,
1268-c
παρακαλῶν ἐπιτρέψαι τῷ δεδωκότι τὸν δεσμὸν διαλῦσαι.
1268-c
Τοῦ δὲ ἐπισκόπου φήσαντος μὴ χρῆναι παρὰ παντὸς ὁτουοῦν δέχεσθαι τὸν δεσμὸν, καὶ δεδηλωκότος ὡς λέλυται, οὐκ ἐδέξατο τὴν λύσιν, ἕως ὁ δήσας σὺν πολλῷ τῷ πόνῳ ζητηθεὶς τὴν κοινωνίαν ἀπέδωκεν: οὕτω τοῖς θείοις πεπίστευκε νόμοις. Τούτου δὴ ἕνεκα, καὶ αὐτὰ τῶν εἰδωλικῶν σηκῶν τὰ λειπόμενα ἐκ βάθρων ἀνασπασθῆναι προσέταξεν, ὥστε τοὺς μεθ̓ ἡμᾶς ἐσομένους μηδὲν ἴχνος τῆς προτέρας ἐξαπάτης θεάσασθαι: τήνδε γὰρ τὴν διάνοιαν τῷ περὶ τούτων ἐντέθεικε νόμῳ. Τούτων δὲ τῶν ἀγαθῶν σπερμάτων διηνεκῶς δρέπεται τοὺς καρπούς: τὸν γὰρ τῶν ὅλων Δεσπότην προμηθούμενον ἔχει. Καὶ γὰρ ἡνίκα Ῥωΐλας, Σκυθῶν τῶν Νομάδων ἡγούμενος, τόν τε Ἴστρον διέβη μετὰ στρατιᾶς ὅτι μάλιστα πλείστης, καὶ τὴν Θρᾴκην ἐδῄου καὶ ἐληΐζετο, καὶ τὴν βασιλίδα
1268-d
πόλιν πολιορκήσειν τε καὶ αὐτοβοεὶ αἱρήσειν, καὶ ἀνάστατον ἠπείλει ποιήσειν, σκηπτοῖς ἄνωθεν ὁ Θεὸς
1269-a
καὶ πρηστῆρσι βαλὼν, καὶ αὐτὸν κατέφλεξε, καὶ τὴν στρατιὰν κατανάλωσεν ἅπασαν. Τοιοῦτον δέ τι κὰν τῷ Περσικῷ πολέμῳ πεποίηκεν. Ἐπειδὴ γὰρ ἐκεῖνοι, τὴν Ῥωμαίων ἀσχολίαν μεμαθηκότες, κατὰ τῶν ἀστυγειτόνων ἐστράτευσαν, τὰς παρὰ τῆς εἰρήνης παραβεβηκότες σπονδὰς, ἐπεκούρει δὲ τοῖς ʽ??ʼολεμουμένοις οὐδείς: τῇ γὰρ εἰρήνῃ τεθαῤῥηκὼς ὁ βασιλεὺς, εἰς ἑτέρους πολέμους, καὶ τοὺς στρατηγοὺς, καὶ τοὺς στρατιώτας ἐξέπεμψεν: ὑετῷ λαυροτάτῳ καὶ χαλάζῃ μεγίστῃ βαλὼν, τὴν ἐπὶ τὰ πρόσω πορίαν ἐκώλυσε, καὶ τὸν τῶν ἵππων ἐπέδησε δρόμον: καὶ ἐν εἴκοσι ἡμέραις ἰσαρίθμους ἐξανῦσαι σταδίους οὐκ ἴσχυσαν, ἕως οἱ στρατηγοί τε ἀφίκοντο, καὶ τοὺς στρατιώτας συνήθροισαν. Καὶ ὲν τῷ προτέρῳ δὲ
1269-b
πολέμῳ, τούτους αὐτοὺς τὴν ἐπώνυμον τοῦ βασιλέως πολιορκοῦντας πόλιν καταγελάστους ἀπέφηνε. Πλείους γὰρ τριάκοντα ἠμέρας πασσυδεὶ Βαραράνου τὴν προειρημένην κυκλώσαντος πόλιν, καὶ πολλὰς μὲν ἑλεπόλεις προσενεγκόντος, μηχαναῖς δὲ χρησαμένου μυρίαις, καὶ πύργους ἔξωθεν ὑψηλοὺς ἀντεγείραντος, μόνος ἀντέσχεν ὁ θεῖος ἀρχιερεὺς, Εὐνόμιος δὲ τούτῳ ὄνομα ἦν, καὶ τῶν προσφερομένων μηχανημάτων τὴν ῥύμην διέλυσε: καὶ τῶν στρατηγῶν τῶν ἡμετέρων τὴν: πρὸς τοὺς πολεμίους ἀπειρηκότων μάχην, καὶ τοῖς πολιορκουμένοις ἐπαρκεῖν οὐ τολμώντων, οὗτος ἀντιπαραταττόμενος
244
ἀπόρθητον τὴν πόλιν ἐφύλαξεν. Ἑνὸς δὲ τῶν ὑπὸ τῶν βαρβάρων τελούντων βασιλέων τὴν συνήθη βλασφημίαν τετολμηκότος, καὶ τὰ Ῥαψάκου καὶ Σενναχηρεὶβ φθεγξαμένου, καὶ
1269-c
μανικῶς ἀπειλήσαντος τὸν θεῖον πυρπολήσειν νεὼν, οὐκ ἐνεγκὼν τὴν λύτταν ὁ θεῖος ἐκεῖνος ἀνὴρ, τὸ λιθοβόλον ὄργανον, παρὰ τὴν ἔπαλξιν τεθῆναι κελεύσας, ὃ τοῦ ἀποστόλου Θωμᾶ ἐπώνυμον ἦν, καὶ λίθον μέγαν ἐπιτεθῆναι παρεγγυήσας, ὲν τῷ ὀνόματι τοῦ βλασφημηθέντος ἀφεῖναι προσέταξεν. Ὁ δὲ κατευθὺ τοῦ δυσσεβοῦς βασιλέως ἐκείνου κατενεχθεὶς, καὶ τῷ στόματι πελάσας τῷ μυσαρῷ, τό τε πρόσωπον διέφθειρε, καὶ τὴν κεφαλὴν συνέτριψεν ἅπασαν, καὶ τὸν ἐγκέφαλον διέρανε τῇ γῇ. Τοῦτο θεασάμενος ὁ τὴν στρατιὰν ἀγείρας, καὶ τὴν πόλιν αἱρήσειν ἐλπίσας, ᾤχετο τὴν ἧτταν διὰ τῶν πραγμάτων ὁμολογῶν, καὶ δείσας τὴν εἰρήνην ἐσπείσατο. Οὕτως ὁ τῶν ὅλων παμβασιλεὺς τοῦ πιστοτάτου κήδεται βασιλέως. Καὶ γὰρ δὴ καὶ οὗτος τὴν δουλείαν ὁμολογεῖ, καὶ τὴν ἁρμόττουσαν τῷ Δεσπότῃ θεραπείαν προσφέρει.
Περὶ τοῦ ὲν Περσίδι διωγμοῦ, καὶ τῶν ἐκεῖσε μαρτυρησάντων.
Κατὰ τοῦτον τὸν χρόνον, Ἰσδιγέρδης ὁ τῶν Περσῶν βασιλεὺς τὸν κατὰ τῶν Ἐκκλησιῶν ἐκίνησε πόλεμον, πρόφασιν ἐντεῦθεν λαβών. Αὔδας τις ἐπίσκοπος ἦν, πολλοῖς κοσμούμενος εἴδεσιν ἀρετῆς. Οὗτος οὐκ εἰς δέον τῷ ζήλῳ χρησάμενος πυρεῖον κατέλυσε.
Πυρεῖα δὲ καλοῦσιν ἐκεῖνοι τοῦ πυρὸς τοὺς νεώς.
Θεὸν γὰρ τὸ πῦρ ὑπειλήφασι. Τοῦτο μαθὼν παρὰ
1272-b
τῶν μάγων ὁ βασιλεὺς, μετεστείλατο τὸν Ἁ??ʼδαν, καὶ πρῶτον μὲν ἠπίως τὸ πραχθὲν ᾐτιάσατο, καὶ τὸ πυρεῖον οἰκοδομῆσαι προσέταξεν. Ἐκείνου δὲ ἀντιλέγοντος, καὶ τοῦτο δράσειν ἥκιστα φάσκοντος, πάσας καταλύσειν τὰς ἐκκλησίας ἠπείλησε: καὶ μέντοι καὶ τέλος ἐπέθηκεν οἶς ἠπείλησε. Πρότερον γὰρ τὸν θεῖον ἄνδρα ἐκεῖνον ἀναιρεθῆναι κελεύσας, καταλυθῆναι τὰς ἐκκλησίας προσέταξεν. Ἐγὼ δὲ τὴν μὲν τοῦ πυρείου κατάλυσιν οὐκ εἰς καιρὸν γεγενῆσθαί φημι.
Οὐδὲ γὰρ ὁ θεῖος Ἀπόστολος, εἰς τὰς Ἀθήνας ἀφικὸμενος, καὶ τὴν πόλιν κατείδωλον θεασάμενος, τῶν βωμῶν τινα τῶν ὑπ̓ ἐκείνων τιμωμένων κατέλυσεν: ἀλλὰ λόγῳ καὶ τὴν ἄγνοιαν ἤλεγξε, καὶ τὴν ἀλήθειαν ἔδειξε, Τὸ δὲ τὸν καταλυθέντα μὴ ἀνοικοδομῆσαι νεὼν, ἀλλὰ τὴν σφαγὴν ἑλέσθαι μᾶλλον ἣ τοῦτο δράσαι, κομιδῇ θαυμάζω, καὶ στεφάνων τιμῶμαι.
Ἴσον γάρ μοι δοκεῖ τοῦ προσκυνῆσαι τὸ πῦρ. τὸ
1272-c
τούτῳ τέμενος δείμασθαι. Ἐντεῦθεν ὁ κλύδων ἀρχὴν λαβὼν, παγχάλεπά τε καὶ ἄγρια κατὰ τῶν τῆς εὐσεβείας τροφίμων ἐκίνησε κύματα, καὶ τριάκοντα διεληλυθότων ἐτῶν, ἡ ζάλη μεμένηκεν ὑπὸ τῶν μάγων καθάπερ ὑπό τινων καταιγίδων ῥιπιζομένη, Μάγους δὲ καλοῦσιν οἱ Πέρσαι τοὺς τὰ στοιχεῖα θεοποιοῦντας: τὴν δὲ τούτων μυθολογίαν ἐν ἑτέρῳ συγγράμματι δεδηλώκαμεν, ἐν ᾧ τὴν λύσιν ταῖς τούτὡ??ʼ πεύσεσι προσηνέγκαμεν. Καὶ Βαραράνης δὲ ὁ Ἰσδιγέρδου, μετὰ τὴν τοῦ πατρὸς τελευτὴν, σὺν τῇ βασιλείᾳ καὶ τὸν κατὰ τῆς εὐσεβείας διεδέξατο πόλεμον. καὶ τελευτῶν ἄμφω ταῦτα συνεζευγμένα καταλέλοιπε τῷ παιδί. Τὰς δὲ τῶν τιμωριῶν εἰδέας, καὶ τῶν κολαστηρίων τὰς ἐπινοίας, ἃς τοῖς εὐσεβέσι προσήνεγκαν, οὐ ῤᾴδιον φράσαι. Τῶν μὲν γὰρ τὰς
1272-d
χεῖρας ἀπέδειραν, τῶν δὲ τὰ νῶτα: ἄλλων δὲ τὰς κεφαλὰς
246
ἀπὸ τῶν μετώπων ἀρξάμενοι μέχρι τῶν πωγώνων γυμνὰς τῶν δερμάτων εἰργάσαντο: ἐνίους δὲ καλάμοις ἡμιτόμοις καλύψαντες, καὶ τὰς
1273-a
τομὰς τῷ σώματι προσαρμόσαντες, εἶτα δεσμὰ στεγανὰ ἀπὸ τῆς κεφαλῆς μέχρι τῶν ποδῶν περιθέντες, βίᾳ ἕκαστον τῶν καλαμῶν ἐξεῖλκον, ἵνα τὸ πελάζον τοῦ δέρματος παρασύροντες πικρὰς τὰς ὀδύνας ἐργάζωνται. Καὶ λάκκους δὲ ὀρύξαντες, καὶ τούτους ἀκριβῶς καταχρίσαντες, μυῶν μεγάλων ἀγέλας ἐν τούτοις καθεῖρξαν, καὶ τροφὴν αὐτοῖς τοὺς τῆς εὐσεβείας προσέφερον ἀθλητὰς, καὶ τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας δεσμοῦντες, ὅπως ἀπὸ σφῶν ἀπελαύνειν τὰ θηρία μὴ δύνωνται. Οἱ δὲ μῦες ὑπὸ τοῦ λιμοῦ πιεζόμενοι, καταβραχὺ τὰς τῶν ἁγίων κατανήλισκον σάρκας, μακρὰν αὐτοῖς καὶ ἀλγεινὴν τὴν τιμωρίαν προσφέροντες. Καὶ ἄλλας δὲ τούτων χαλεπωτέρας ἐπενόησαν τιμωρίας, τὸν τῆς φύσεως
1273-b
ἀλάστορα, καὶ τῆς ἀληθείας πολέμιον διδάσκαλον ἔχοντες. Ἀλλ̓ οὐκ ἤλεγξαν τῶν ἀθλητῶν τὴν ἀνδρείαν.
Αὐτόματοι γὰρ ἔτρεχον, τὸν τῆς ἀνωλέθρου ζωῆς πρόξενον λαβεῖν ἱμειρόμενοι θάνατον. Δύο δὲ ἤ τριῶν μνησθήσομαι, ἵνα διὰ τούτων ἐπιδείξω καὶ τὴν τῶν ἄλλων ἀνδρείαν. Ὁρμίσδης τις τῶν ἄγαν περιφανῶν παρὰ Πέρσαις ἐτύγχανεν ὣν, Ἀχεμενίδης ἀνὴρ, πατέρα ὕπαρχον ἐσχηκώς. Τοῦτον Χριστιανὸν εἶναι μεμαθηκὼς ὁ βασιλεὺς ἤγαγέ τε καὶ προσέταξεν ἀρνηθῆναι τὸν σεσωκότα θεόν. Ὁ δὲ ἔφη. μήτε δίκαια, μήτε συμφέροντα προστεταχέναι τὸν βασιλέα:
Ὁ γάρ τοι παιδευόμενος ῥᾳδίως τοῦ Θεοῦ τῶν ὅλων καταφρονεῖν, καὶ τοῦτον ἀρνεῖσθαι, ῥᾷον ἂν καὶ βασιλέως καταφρονήσει: ἄνθρωπος γὰρ δὴ οὗτος, θνητὴν φύσιν κεκληρωμένος. Εἰ δὲ τιμωρίας ἐσχάτης ἄξιος ὁ τὰ σὰ, ὦ βασιλεῦ, ἀρνούμενος σκῆπτρα, πολλαπλασίων
1273-c
κολάσεων ἀξιώτερος ὁ τῶν τοῦ παντὸς ἀρνούμενος Ποιητήν. Ὁ δὲ βασιλεὺς. δέον τὴν τῶν εἰρημένων θαυμάσαι σοφίαν, ἐγύμνωσε μὲν καὶ τοῦ πλούτου καὶ τῶν ἀξιωμάτων τὸν γενναῖον ἀθλητήν: γυμνὸν δὲ ἕλκειν τῆς στρατιᾶς τὰς καμήλους ἐκέλευσε διαζώματι χρώμενον μόνον. Πολλῶν δὲ διελθουσῶν ἡμερῶν, διακύψας ἀπὸ τῆς καμάρας, εἶδε τὸν ἄριστον ἅνδρα ἐκεῖνον ὑπὸ τῆς ἀκτῖνος φλεγόμενον, καὶ κόνεως ἀναπιπλάμενον: καὶ τῆς πατρῴας περιφανείας ἀναμνησθεὶς ἤγαγέ τε καὶ ἐνδύσασθαι χιτωνίσκον ἐκ λίνου πεποιημένον ἐκέλευσεν. Εἶτα νομίσας ὑπό τε τοῦ προτέρου πόνου καὶ τῆς γεγενημένης φιλανθρωπίας μαλακισθῆναι τὸ φρόνημα:
Νῦν γοῦν, ἔφη, τῆς ἔριδος ἐκείνης ἀπαλλαγεὶς ἀρνήθητι τοῦ
247
τέκτονος τὸν υἱόν. Ὁ δὲ ζήλου θείου πλησθεὶς διέῤῥηξέ τε τὸν χιτωνίσκον,
1273-d
καὶ προσέῤῥιψεν ὑπειπών:
Εἰ διὰ τοῦτό με οἴει τῆς εὐσεβείας ἐκστήσεσθαι, ἔχε τὸ δῶρον μετὰ τῆς δυσσεβείας. Ταύτην αὐτοῦ τὴν ἀνδρείαν ὁ βασιλεὺς θεασάμενος, γυμνὸν οὕτω τῆς βασιλείας ἐξήλασε. Καὶ Σουήνην δὲ χιλίων οἰκετῶν δεσπότην, ἀντειπόντα αὐτῷ, καὶ ἀρνηθῆναι τὸν Ποιητὴν οὐκ ἀνασχόμενον, ἐρόμενος ὅστις εἴη τῶν οἰκετῶν ὁ κάκιστος, ἐκείνῳ τῶν ἄλλων τὴν δεσποτείαν παρέδωκε,
1276-a
καὶ τὸν δεσπότην ἐκείνῳ δουλεύειν προσέταξε: συνέζευξε δὲ αὐτῷ καὶ τὴν δέσποιναν τὴν τοῦ δεσπότου ὁμόζυγα, ταύτῃ μεταπείσειν ὑποτοπήσας τῆς ἀληθείας τὸν πρόμαχον: ἀλλ̓ ἐψεύσθη τῆς ἐλπίδος. Ἐπὶ γὰρ τῆς πέτρας ᾠκοδομημένην εἶχε τὴν οἰκίαν. Βενιαμὴν δὲ τινα διάκονον συλλαβὼν καθεῖρξε: δύο δὲ διεληλυθότων ἐτῶν, πρεσβευτὴς Ῥωμαίων ἀφίκετο, περὶ ἑτέρων πρεσβεύων πραγμάτων: εἶτα τοῦτο μαθὼν, ᾔτησε τὸν βασιλέα τοῦ διακόνου τὴν ἄφεσιν. δὲ βασιλεὺς ὑποσχέσθαι προσέταξε τὸν Βενιαμὴν, ὡς οὐδενὶ τῶν μάγων τὴν Χριστιανικὴν διδασκαλίαν προσοίσει. Καὶ ὁ μὲν πρεσβευτὴς φυλάξειν τὰ προσταχθέντα τὸν Βενιαμὴν ἐπηγγείλατο: ὁ δὲ Βενιαμὴν, ἀκούσας τῶν τοῦ πρεσβευτοῦ παραινέσεων:
Ἀδύνατον,
1276-b
ἔφη, μὴ μεταδοῦναί με τοῦ φωτὸς οὖ μετέλαχον.
1276-b
Ὁπόσης γὰρ ἄξιον τιμωρίας κατακρύψαι τὸ τάλαντον, ἡ τῶν ἱερῶν Εὐαγγελίων ἱστορία διδάσκει. Ἀλλὰ τούτων μὲν οὐδὲν τηνικαῦτα γνοὺς ὁ βασιλεὺς, ἐκέλευσεν αὐτὸν τῶν δεσμῶν ἀφεθῆναι.
Ἐκεῖνος δὲ τὰ συνήθη διετέλει, καὶ ζωγρῶν τοὺς τῷ ζόφῳ τῆς ἀγνοίας κατεχομένους, καὶ τῷ νοερῷ προσάγων φωτί. Ἐνιαὐτοῦ δὲ διελθόντος, ἐμηνύθη τῷ βασιλεῖ τὰ παῤ ἐκείνου γιγνόμενα: καὶ ἀγαγὼν αὐτὸν, ἀρνηθῆναι προσέταξε τὸν ὑπ̓ αὐτοῦ προσκυνούμενον.
Ὁ δὲ ἤρετο τὸν βασιλέα, τίνος τιμᾶται τὸν τὴν ἑαυτοῦ μὲν καταλιπόντα βασιλείαν, ἑτέραν δὲ προαιρούμενον: ἐκείνου δὲ εἰπόντος, θανάτου καὶ τιμωρίας ἐσχάτης, εἶπέν ὁ σοφώτατος ἀνήρ:
Τί οὖν οὐκ ἂν πάθοι δικαίως ἄνθρωπος, τὸν μὲν Ποιητὴν καὶ Δημιουργὸν καταλιμπάνων, ἔνα δὲ τῶν ὁμοδούλων θεοποιῶν, καὶ τὸ ὀφειλόμενον ἐκείνῳ σέβας τούτῳ προσφέρων; Χαλεπήνας δὴ οὗν πρὸς τοὺς
1276-c
τοιούτους λόγους ὁ βασιλεὺς, εἴκοσι καλάμους ὀξύνας, τοῖς τῶν χειρῶν καὶ τῶν ποδῶν
248
ἐνέπειρεν ὄνυξιν. Ἐπειδὴ δὲ ʽ??ʼώρα παίγνιον τὴν τιμωρίαν ὑπολαμβάνοντα, ἕτερον αὖ πάλιν κάλαμον ὀξύνας, ἐνέβαλε τῷ παιδογόνῳ μορίῳ, καὶ τοῦτον συνεχῶς ἐξαίρων καὶ ἐνείρων, ἀῤῥήτους τινὰς ἀλγηδόνας εἰργάζετο. Μετὰ τήνδε τὴν τιμωρίαν, ὁ δυσσεβὴς καὶ θηριώδης ῥάβδον παχεῖαν, ὄζους πάντοθεν ἔχουσαν, εἴσω θἑ??ʼναι διὰ τῆς ἔδρας ἐκέλευσεν: οὕτω τὸ πνεῦμα παρέδωκεν ὁ γενναῖος ἀγωνιστής. Καὶ ἅλλα δὲ μυρία δὲ μυρία τοιαῦτα παῤ ἐκείνων ἐτολμήθη τῶν δυσσεβῶν.
Οὐ χρὴ δὲ θαυμάζειν ὅτι τῆς ἐκείνων θηριωδίας καὶ δυσσεβείας ἀνέχεται ὁ τῶν ὅλων Πρύτανις.
Καὶ γὰρ πρὸ τῆς Κωνσταντίνου τοῦ μεγάλου βασιλείας, ὅσοι Ῥωμαῖοι ἐγένοντο βασιλεῖς, κατὰ τῶν θιασωτῶν τῆς ἀληθείας ἐλύττησαν. Διοκλητιανὸς δὲ ἐν τῇ τοῦ σωτηρίου πάθους ἡμέρᾳ τὰς ἐν ἁπάσῃ τῇ Ῥωμαίων ἡγεμονίᾳ κατέλυσεν ἐκκλησίας Ἀλλ̓ ἐννέα διεληλυθότων ἐτῶν, αὐταὶ μὲν ἤνθησαν, καὶ πολλαπλάσιον ἐδέξαντο μέγεθός τε καὶ κάλλος: ἐκεῖνος δὲ μετὰ τῆς δυσσεβείας ἀπεσβέσθη. Καὶ τοὺς πολέμους δὲ τούτους προείρηκεν ὁ Δεσπότης, καὶ τὸ τῆς Ἐκκλησίας ἀήττητον. Καὶ αὐτὰ δὲ ἡμᾶς διδάσκει τὰ πράγματα, ὡς πλείονα ἡμῖν τῆς εἰρήνης
1276-d
ὁ πόλεμος πορίζει τὴν ὠφέλειαν. Ἡ μὲν γὰρ ἁβροὺς ἡμᾶς, καὶ ἀνημέρους, καὶ δειλοὺς ἀπεργάζεται: ὁ δὲ πόλεμος τά τε φρονήματα παραθήγει, καὶ τῶν παρόντων ὡς ῥεόντων παρασκευάζει καταφρονεῖν.
Ἀλλὰ ταῦτα μὲν καὶ ἐν ἑτέραις πραγματείαις πολλάκις εἰρήκαμεν.
1277-a
Περὶ Θεοδώρου ἐπισκόπου Μοψουεστίας.
Κατ̓ ἐκεῖνον δὲ τὸν χρόνον, καθ̓ ὃν ὁ θεῖος Θεόδοτος τὴν Ἀντιοχέων ἴθυνεν Ἐκκλησίαν, Θεόδωρος ὁ Μοψουεστίας ἐπίσκοπος, πάσης μὲν Ἐκκλησίας διδάσκαλος, κατὰ πάσης δὲ φάλαγγος αἱρετικῆς ἀριστεύσας, τοῦ βίου τὸ τέλος ἐδέξατο. Οὗτος τῆς μὲν Διοδώρου τοῦ πάνυ διδασκαλείας ἀπήλαυσεν: Ἰωάννου δὲ τοῦ θειοτάτου γεγένηται κοινωνός τι καὶ συνεργός: κοινῇ γὰρ τῶν πνευματικῶν Διοδώρου ναμάτων ἀπήλαυον. Ἔξ δὲ καὶ τριάκοντα ἐν τῇ προεδρίᾳ διετέλεσεν ἔτη, κατὰ τῆς Ἀρείου καὶ Εὐνομίου παραταττόμενος φάλαγγος, καὶ τὸν λῃστρικὸν Ἀπολιναρίου καταγωνιζόμενος λόχον, καὶ τὴν
1277-b
ἀρίστην πόαν τοῖς θείοις προβάτοις προσφέρων. Καὶ ὁ τούτου δὲ ἀδελφὸς Πολυχρόνιος τὴν Ἀπαμέων
249
Ἐκκλησίαν ἐποίμαινεν ἄριστα, καὶ τῇ τοῦ λόγου χάριτι, καὶ τῇ τοῦ βίου λαμπρότητι χρώμενος. Ἐγὼ δὲ τῆς συγγραφῆς ἐνταῦθα παυσάμενος, τοὺς ἐντευξομένους ἀντιβολῶ προσευχαῖς τὸν πόνον ἀμείψασθαι.
Πέντε μέντοι καὶ ἑκατὸν ἐτῶν ἥδε ἡ ἱστορία περιέχει χρόνον, ἀρξαμένη μὲν ἀπὸ τῆς Ἀρείου λύττης, δεξαμένη δὲ πέρας τῶν ἀξιεπαίνων ἀνδρῶν Θεοδώρου καὶ Θεοδότου τὴν τελευτήν. Καταλέξω δὲ κατὰ τάξιν καὶ τοὺς μετὰ τὸν διωγμὸν τῶν μεγάλων ἡγεμονεύσαντας πόλεων.
ΚΑΤΑΛΟΓΟΣ Τῶν μεγίστων ἡγεμονευσάντων πόλεων ἐπισκόπων.
Ῥωμαίων Μιλτιάδης Σίλυεστρος, Ἰούλιος Αιβέριος, Δάμασος, Σιρίκιος, Ἀναστάσιος, Ἰνοκέντιος, Βονιφάτιος, Ζώσιμος, Κελεστῖνος.
Ἀντιοχέων ἐπίσκοποι: Βιτάλιος, Φιλογόνιος, Εὐστάθιος: οὗτοι ὀρθόδοξοι: εἶτα Ἀρειανοὶ, Εὐλάλιος,
1277-c
Εὐφρόνιος, Φλάκιτος, Στέφανος, Λεόντιος.
1277-c
Εὐδόξιος: ἔπειτα ὀρθόδοξοι, Μελέτιος, Φλαυῖανὸς, Πορφύριος, Ἀλέξανδρος, Θεόδοτος: καὶ συνήφθησαν τούτοις οἱ ἀπὸ Εὐσταθίου Παυλῖνος καὶ Εὐάγριος.
Ἀλεξανδρέων: Πέτρος, Ἀχιλλᾶς, Ἀλέξανδρος, Ἀθανάσιος, Γρηγόριος Ἀρειανός: εἶτα πάλιν Ἀθανάσιος: Γεώργιος αἱρετικός: εἶτα πάλιν Ἀθανάσιος, Πέτρος ὁ Ἀθανασίου μαθητής: εἶτα Λούκιος Ἀρειανός: εἶτα πάλιν Πέτρος, Τιμόθεος, Θεόφιλος, Κύριλλος ὁ Θεοφίλου ἀνεψιός.
Ἱεροσολύμων ἐπίσκοποι: Μακάριος, Μάξιμος, Κύριλλος, Ἰωάννης, Πραΰλιος, Ἰουβενάλιος.
1280-a
Κωνσταντινουπόλεως ἐπίσκοποι: Ἀλέξανδρος, Εὐσέβιος ὁ Νικομηδείας ἐκ μεταθέσεως Ἀρειανὸς, μετὰ τοῦτον Παῦλος ὁ ὀμολογητὴς, Μακεδόνιος ὁ πνευματομάχος. Τοῦτον παρωσάμενος Εὐδόξιος ὁ δυσσεβὴς κατέσχε τὴν Ἐκκλησίαν. Δημόφιλος ὁ Βερόης τῆς Θρᾴκης αἱρετικὸς Γρηγόριος ὁ Ναζιανζοῦ, Νεκτάριος, Ἰωάννης ὁ Χρυσόστομος, Ἀρσάκιος, Ἀττικὸς, Σισίννιος.