ΕΙΣ ΤΟΝ ΕΝ ΠΟΛΙΤΕΙΑΙ ΜΥΘΟΝ.
1λόγον καὶ τὴν ἐν βραχυτάτοις κεφαλαίοις τομήν, ἔπειθ᾿ ὅσα προσφέρουσιν αὐτῷ τινες ἐγκλήματα καὶ τὴν ὑπὲρ ἑκάστων ἀπολογίαν, ἣν οἰόμεθα τῷ τε Πλάτωνι καὶ τοῖς πράγμασιν, ὧν προηγουμένην δεῖ ποιεῖσθαι τὴν θεωρίαν, εἶναι συμβαίνουσαν· καὶ μάλισθ᾿ ὅτι πολλοὶ τῆς περὶ αὐτὸν ἐφύψαντο
κατανοήσεως καὶ τῶν Πλατωνικῶν οἱ κορυφαῖοι, Νουμήνιος, Ἀλβῖνος, Γάιος, Μάξιμος ὁ Νικαεύς, Ἁρποκερατίων, μάλιστα τῶν ἐν τῷ μύθῳ κεκρυμμένων γενέσθαι φημὶ τέλεον ἐξηγητήν. τὸ γὰρ ἐφ᾿ ἑκάστου τά τε τῇ Πλατωνικῇ
μούσῃ σύμφωνα καὶ τοῖς ἀνελέγκτοι τῆς ἐπιστήμης λόγοις ἀνευρεῖν μέγας εἶναί μοι φαίνεται καὶ οὐχ ὁ τυχὼν ἀγών· καὶ εἴ τι καὶ τοσούτοις τοῦς ἔμπροσθεν, ἔτι μεἴζονος ἐμοὶ δοκεῖ δεῖσθαι καὶ θεῶν ὄντως ἡγεμόνων δεομένης περιωπῆς.
Ἀρχώμεθα δ᾿ οὖν ἐντεῦθεν, ὅθεν καὶ προσήκειν ἡγούμεθα τὸν περὶ τῶν τοιῶνδε λόγων πραγματευόμενον, καὶ λέγωμεν 2 3 τίς ἡ τοῦδε τοῦ μύθου πρόθεσις, ἣν προστησάμενος ὁ Σωκράτης πάντα συνείρει πρὸς αὐτὴν, καὶ δι᾿ ἣν αἰτίαν μόνον τὸν μῦθον τοῦτον εἰς μερικὴν ἀνέπεμψεν ἱστορίαν 4 καὶ τινα ψυχὴν ἐκ τῆς ὑτπερορίας, ἄγγελον τῶν ἐν Ἅιδου 5 καὶ τῶν ἔξω σώματος παθημάτων ὧν ὑπομέ|νουσιν αἱ ψυχαὶ ποικίλων γενομένην, ψυχὴν τὰ ψυχῶν ἱστορήσασαν, ἔπειτα τοῖς ζῶσιν ἔτι τὸν τῇδε βίον ἀπαγγείλασαν ὑποστησάμενος.
συμπάσης καὶ τῆς δικαιοσύνης διαφερόντως, ὥσπερ δὴ καὶ τὰς ἐναντίας τοῖς καρποῖς τούτοις τιμωρίας, ὅσας ὑπομένειν ἀνάγκη τὸν τὴν ἐναντίαν ἕξιν τὴν σκοπὸν βραχύτατα τῶν ἐν τῷ μύθῳ πάντως ἂν ἐξήρκεσεν, ὅσα κατατείνει
περὶ τῶν ἐν Ἅιδου λήξεων περὶ τε τὸ στόμιον τὸ μυκώμενον καὶ τὰ τραγικὰ περὶ Ἀρδιαῖον δράματα διατρίβων καὶ τὰς ἐπικαρπίας τῶν ὁσίως βεβιωκότων· τί δὲ ἡμῖν αἱ περιφοραὶ τῷ μύθῳ βούλονται τῶν οὐρανίων καὶ ἡ τῆς Ἀνάγκης βασιλεία καὶ αἱ τρεῖς Μοῖραι καὶ οἱ κλῆροι καὶ
οἱ βίοι καὶ αἱ τῶν καθόδων τῶν ψυχικῶν παντοδαπαὶ διαφορότητες ἀλόγων λογικῶν, ἄμικτοι μεμιγμέναι; πάντα γὰρ ταῦτα μίαν ἁρμονίαν ἐκπληροῦν δεῖ τῆς μυθολογίας ἢ μάτην αὐτὰ προσερραψῳδῆσθαι τῷ Σωκράτει, τοῦτο δὴ τὸ 6 πάντων ὡς εἰπεῖν ἀτοπώτατον. Μήποτ᾿ οὖν ἐπειδῆ τῆς δικαιοσύνης ἕνεκα τὸν περὶ τῆς ἀρίστης πολιτείας ἡμῖν ἐν τῇδε τῇ πραγμα|μείᾳ συμπάσῃ λόγον διεπεράνατο, καὶ ἔτι 7 ταύτης ἕνεκα καὶ τὰς παντοίας πολιτείας διηρευνήσατο τῶν ἐν γενέσει ψυχῶν, ἀντίστροφα καὶ περὶ τῶν ἐκτὸς τοῦ σώματος
ἐν τῷδε τῷ μύθῳ διελθεῖν προθέμενος οὐ τοὺς μισθοὺς μόνον τοὺς ἐν ταῖς λήξεσιν ἡμᾶς ἀνεδίδαξεν, ἀλλὰ καὶ τὴν ἐν οὐρανῷ πᾶσαν πολιτείαν παράδειγμα τῆς ἀρίστης οὖσαν, ὡς καὶ τοῦτο προείρηκεν ὁ Σωκράτης [ΙΧ p. 592b] ἐν οὐρανῷ λέγων αὐτὴν εἶναι, κἂν ἐν ἀνθρώποις ἀνυπόστατος
ᾖ, καὶ τὰς ἐν τῷ ὑπὸ σελήνην τόπῳ τῶν ψυχῶν φορὰς καὶ αἱρέσεις καὶ ἀπαλλάξεις τῶν βίων, ἀφ᾿ ὧν καὶ αἱ μετὰ σωμάτων πολιτεῖται ποικίλαι φύονται διῃρημέναι τοῖς ἀλόγοις εἴδεσιν τῆς ζωῆς. ὥστ᾿ εἶναι τὸν πάντα σκοπὸν ἀπὸ τῶν περὶ δικαιοσύνης ὁρμηθέντα λόγων κἀνταῦθα περὶ πάσης
τῆς κοσμικῆς πολιτείας, ἣν ἐν μύθου σχήματι Πλάτων ἐκφαίνει τῶν τε οὐρανίων καὶ τῶν ὑπὸ τὸν οὐρανὸν τὴν τάξιν. Καὶ πανταχοῦ μὲν ὁ τῆς δικαιοσύνης πρὸς τὴν ἀδικίαν λόγος γίνεται καταφανής, μειζόνως δὲ ἀπὸ τῆς ἐν τῷ κόσμῳ πολιτείας· ἐν ᾗ θεοὶ μέν εἰσι φύλακες ὡς ἀληθῶς καὶ ἄρχοντες
τῶν κοσμικῶν νόμων, οὓς ἥ τε Ἀνάγκη καὶ αἱ ταύτης παῖδες εἰς τὸ πᾶν ψυχαις καὶ οἱ προφῆται τῶν μοιραίων κανόνων τὴν ἐπικούρων εἰλήχασι τάξιν, οὃ μὲν πρὸ τῆς γενέσεως ἀφορίζοντες τὰ μέτρα τῶν κλήρων αὐταῖς, οἳ δὲ
τοὺς γενεσιουργοὺς βίους κυβερνῶντες· ψυχαὶ δὲ ἐφήμεροι, φησὶν ὁ προφήτης [p. 617d], εἰς τὸ θητῶν συντελοῦσαι γένος | ἀνάλογον τοῖς θησὶν ὑπηρετοῦσι ταῖς ἐσχάταις τῶν 8 9 κρειττόνων προνοίαις, [ἃς] καὶ οἱ θεοί φασιν τὴν γένεσιν ἐπιστρεφομένας θητεύειν, ἀλλ᾿ ἀδαμάστῳ τῷ αὐχένι θητευούσας ἀνάγεσθαι πάλιν ἐντεῦθεν καταλιπούσας τὴν γένεσιν, παραδείγματα γιγνομένας τῶν ἐκ τοῦ θητικοῦ γένους
εἰς τοὺς ἐπικούρους ἀναπεμπομένων καὶ τοὺς ἄρχοντας, ὅταν ὑπόχρυσοι γένωνται τὴν φύσιν· ὥσπερ ἔμπαλιν ἄνωθεν εἰς τὸν τῶν θητῶν χωροῦσι κλῆρον αἱ τὸν ὅλον κόσμον συνδιοικοῦσαι ψυχαὶ τοῖς θεοῖς, ἡνίκ᾿ ἂν ὦσιν ἐπτερωμέναι, τὴν ἑαυτῶν [ἢ] ἀδρανῆ ποιήσασαι ζωὴν καὶ τὸν τόνον
ἐκλύσασαι τῆς μετεωροπορίας. Ταῦτα δ᾿ οὖν πάντα σαφῶς οἶμαι παρίστησιν ὑπὸ τοῦδε τοῦ μύθου λεγόμενα τὸ παράδειγμα τῆς Σωκρατικῆς πολιτείας ἐν τῷ κόσμῳ, δεικνύντα τοὺς φύλακας, τοὺς ἐπικούρους, τοὺς θῆτας τοὺς θεούς, τοὺς δαίμονας, τὰς ψυχάς· καὶ οὐ μόνον τοὺς τῆς δικαιοσύνης
σύνης καὶ ἀδικίας ἀναδιδάσκει μισθοὺς οἵτινές εἰσιν ἀπελθούσαις ἐνθένδε ταῖς ψυχαῖς, ἀλλὰ καὶ τῆς πολιτείας ὅλης τὸ εἶδος ἐν τῷ παντὶ προϋπάρχον ἀποφαίνει καὶ τοῖς ἐν τῷ παντὶ γένεσιν πρώτοις μέσοις τελευταίοις· ἵνα μὴ μόνον πολιτικῶς ὁμοῦ τῇ δικαιοσύνῃ καὶ ὁ περὶ τῆς ἀρίστης πολιτείας
συνεξετάζηται λόγος καὶ διὰ ταύτης ἐκείνη γίγνηται καταφανής, ἀλλὰ καὶ τὸν θεωρητικώτερον τρόπον καὶ μυθικῶς, μᾶλλον δὲ μυστικῶς, εἰς τὸ πᾶν ἡμῶν ἀνατεινομένων 10 τά αὐτὰ μειζόνως ἀνα|φαίνηται· τῆς μὲν προνοίας κἀνταῦθα τὴν δικαιοσύνην διοριζούσης ἀπὸ τῆς ἀδικίας διὰ
τῆς τῶν ὀφειλομένων καθ᾿ ἑκάτέραν ἀποδόσως καὶ τῶν δικαστῶν μέτρα τὰ προσήκοντα νεμόντων ἀμφοῖν οὐράνια καὶ χθόνια, τὰ μὲν εὐπαθείας τὰ δὲ τληπαθείας, τῆς δὲ ὅλης τοῦ κόσμου πολιτείας σαφεστέραν καὶ τὴν τῶν δικαστῶν ἡμῖν ποιούσης ἐνέργειαν· διὰ γὰρ ἐκείνην καὶ οὗτοι τὸν
ὅρον ἀκλινῆ τῆς προνοίας ἐν ταῖς ἑαυτῶν προΐστανται κρί- 11 σεσιν, ἑπόμενοι τοις τε ούρανίοις ήγεμόΰιν και ταΐς έφεΰτώ- σαις τω ονρανω πάΰαις άρχαΐς, ας άποόραναι τών iv τω κόΰμω πάντων ούδενϊ όννατόν. Και ειπερ όντως έθέλοις ίδεΐν τό πλέγμα τής μιας τον παντός τούδε πολιτείας καϊ τών νόμων τών iv αντή και τών αρχόντων, ιδε πρώτον
12 μέν, ώς Ι'φαμεν, τάς ύπερκοΰμίονς τής τάξεως αιτίας πάΰης τήν τε μονάδα καϊ τήν τριάδα' τάς Μοίρας λέγω καϊ τήν 13 ᾿Ανάγκην, άφ' ων οί νόμοι πάντες οί κοΰμικοί. Αεύτερον δε τάς τήν άρμονίαν ΰυνεχούΰας τον παντός Σειρήνας, ίνα κάνταϋθα διά μονΰικής ή πολιτεία ΰννεΰτώΰα φαίνηται καϊ
ταύτης άεϊ μενούΰης μένη καϊ ή τάξις' ής μή μενούΰης έλύετο τής πολιτείας τό εϊδος, ώς αί Μονΰαι λέγονοιν 14 [VIII ρ. 546d]. Τρίτον δε αυτούς τονς δεονς τονς ούρα- νίονς, φύλακας ώς άληθώς όντας εγκοΰμίονς τών παντοίων 15 iv τω κόΰμω νόμων όλικών τε και μερικών. Τέταρτον δε
τονς έπι ταΐς ψνχαΐς τεταγμένονς άρχοντας είτε άγγέλονς είτε δαίμονας τών βίων ηγεμό νας, τήν άπό τής αύτεξον- 16 οίον φοράς άΰτάθμητον αύτών κίνηΰιν τάττοντας και ούκ έώντας παρεκβαίνειν τονς όρονς τής προνοίας ή τής δίκης, 17 Πέμπτον τονς δικαΰτάς τών εν κακώς βιούντων, τονς
αποφοιτώντας άπό τών νόμοτν έπιΰτρέφοντας ανθις είς τήν όλην τάξιν καϊ τονς εκείνης εξεχομένονς διά τών τιμών 18 άκλινώς αυτής εχεΰθαι παραΰκενάξοντας. "Εκτη 5' iv γε- νεῇ, φηΰιν Όρφεύς, τους δημίους τους κοσμικούς, ο'ί τους τυραννικώς βεβιωκότας άγριοί τίνες όντες καϊ άπαραί-
τητοι κολάζουΰιν διαλαμβάνοντες' οϊς νπέΰτρωται τά τής τίΰεως δεΰμωτήρια καϊ τό έ'ΰχατον καϊ φρικωδέΰτατον τών •ψνχών οίκητήριον καϊ κολαΰτήριον ό Τάρταρος. Ταύτην δε παΰαν τήν ΰύνταξιν νοήΰας όψει πώς ούδεν διαφυγεΐν 19 δυνατὸν τὴν ὅλην πρόνοιαν τῶν θεῶν, καὶ ἰδὼν τὸ παράδειγμα τῆς Σωκρατικῆς πολιτείας οὐράνιον ὑπάρχον εὑρήσεις καὶ τοῦτο εὑρὼν τὸν σκοπὸν τῆς μυθολογίας ταύτης καταδήσει τὸν τελεώτατον. καὶ τῶς γὰρ ἦν δυνατὸν τοὺς
μισθοὺς ἀναδιδάξαι τῶν δικαίων καὶ ἀδίκων, οὓς ἐν τῷ παντὶ κομίζονται, μὴ ἐνδειξάμενον ὅτι τέτακται τὸ πᾶν καὶ ὡς ἄρχοντές εἰσιν προτεταγμένοι τῶν ὅλων καὶ μία πρόνοια διήκει κοσμοῦσα τὰ μέρη; ταύτην οὖν ὁ μῦθος ἡμῖν ἐκφαίνων καὶ τοὺς περὶ τῶν περιφορῶν λόγους καὶ τοὺς περὶ
τῆς τάξεως ὅλης παρεισεκύκλησεν· ἢ οὐκ ἂν οὐδ᾿ οἱ μισθοὶ τῶν δικαίων καὶ τῶν ἀδίκων ἦσαν εὐπαράδεκτοι τοῖς ἀκούουσιν.
οὐκ ἄλλως δειχθῆναι δυναμένων ἢ δυεῖν τούτοιν προαποδειχθέντοιν, ἑνὸς μὲν τοῦ χωριστὰς εἶναι σωμάτων τὰς ψυχάς, ἵνα οὖναι κομίσωνται μισθοὺς ὧν ἐν ώμασιν οὖσαι ἐν σώμασιν ἔπραξαν (μὴ οὔσας γὰρ ἀδύνατον), ἑτέρου δὲ τοῦ πρόνοιαν εἶναι (μὴ γὰρ οὖσαν τὴν ἐξίαν ὁρίζειν τοῖς
βίοις ἀμήχανον· ἀλλ᾿ ὥσπερ εἶναι δεῖ τὸ λαμβάνον τοὺς μισθούς, τὰς ψυχάς, οὕτως εἶναι δεῖ καὶ τὸ διδόν, τὴν πρόνοιαν καὶ τοὺς ἐν τῷ παντὶ νόμους) — τούτοιν δ᾿ οὖν ἀμφοῖν ἀναγκαίοιν ὄντοιν ἐν τοῖς ὑπὲρ τῶν μισθῶν λόγοις, ἐπειδὴ θάτερον αὐτῶν προκαταβέβληται δι᾿ ἀποδείξεων ἀνελέγκτων,
χωριστὰς εἶναι τὰς ψυχὰς σωμάτων μὴ φθειρομένας ὑπὸ τῆς σφῶν αὐτῶν πονηρίας τῆς ἐσχάτης ἔδει τὸ λοιπὸν ὑπομνήσεως ἀξιώσαντα καταδήσασθαι δι᾿ ἀμφοῖν οὓς ἀναδιδάξαι προὔθετο τῶν δικαίων καὶ ἀδίκων μισθούς. Τοῦτο δὴ οὖν καὶ αὐτὸς ἐργαζόμενος, ὡς ἐμοὶ δοκεῖ, καὶ 20 τὸν περὶ τῦν κύκλων λόγον εἰς μέσον παρήγαγεν καὶ τὸν περὶ τῶν μοιρῶν· ἵνα δὴ γνώριμον γένηται, καὶ ὅτι τέτακται τὸ πᾶν καὶ ὅτι προϋπάρχει τὰ τάττοντα τῶν ταττομένων. εἰ γάρ ἐστι τάξις ἐν τῷ κόσμῳ μία καὶ πρόνοια τῆς τάξεώς ἐστι [καὶ] ταύτης καὶ οὐδὲν ταύτης ἔξω γενέσθαι θεμιτὸν
τῶν τελούντων εἰς τὸ πᾶν, ἔστι δήπου καὶ εἰς τὰς ψυχάς τις ἀπὸ ταύτης καθήκουσα διανομὴ τοῦ κατ᾿ ἀξίαν. ἐν παντὶ γὰρ ζῴῳ κατὰ φύσιν διακειμένῳ τὰ μέρη βλέπει πρὸς τὸ ὅλον καὶ ἐκεῖ τάττεται |ἕκαστον, οὗ ταχθὲν οὐ σαλεύσει 21 τὴν τοῦ ὅλου τάξιν. Οἱ μὲν οὖν τῷ αὐτομάτῳ καὶ
τῇ τύχη τὸ πᾶν ἐπιτρέχαντες οὐδὲν γίνεσθαί φασιν κατὰ πρόνοιαν καὶ δίκην, νοῦν δὲ καὶ λόγον ὕστερα ποιοῦσιν τοῦ αὐτομάτου καὶ γεννῶσιν ἀπὸ τῶν χειρόνων τὰ ἀμείνονα καὶ ἐκ τῶν ἀλόγως κινουμένων τὰ κατὰ λόγον ζῶντα· τοῖς δὲ εἰς τὴν τάξιν βλέπουσιν, ἣν ἔχουσιν αἱ τοῦ οὐρανοῦ
περίοδοι, ταύτας μὲν εἰς νοερὰς εἰκότως ἐδόκει καὶ θείας ἀνάγειν αἰτίας, ταύταις δὲ ἑπόμενα πάντα ποιεῖν τὰ ἐντὸς οὐρανοῦ, καὶ ταῖς κυριωτέραις κινήσεσιν ἀκολουθούσας τὸς ἀκυροτέρας (ἐπεὶ καὶ ἐν πᾶσι ζῴοις τοῖς κυριωτέροις ἕπεται μορίοις τὰ ἀκυρότερα), καὶ οὕτω δὴ τὸ πᾶν εὐνομούμενον
δεικνύναι, πάντων ἐκ θεῶν ἀνηρτημένων τῶν οὐρανίων. εἰ ἄρα ἔδει τοὺς μισθοὺς ἀναγκαίους ἀποδεῖξαι τῶν ψυχῶν, ἔδει καὶ τοὺς περὶ τῆς κοσμικῆς τάξεως λόγους αὐτὸν μὴ παρελθεῖν, ἀλλ᾿ ὑπομνῆσαι καὶ περὶ ταύτης, ὡς ἦν τοῖς προκειμένοις συμβαῖνον· καί μοι δοκεῖ διὰ ταῦτα καὶ ὅ
μηδεὶς ἔχει τῶν μύθων παρ᾿ αὐτῷ, καὶ ἐπὶ τῶν καθ᾿ ἕκαστα ποιεῖσθαι τὴν ἀφήγησιν, οὐκ ἀρκούμενος τοῖς κοινοῖς περὶ τῶν ψυχῶν λόγοις. ἐν μὲν γὰρ τοῖς κολαζομένοις ὁ Ἀρδιαῖος παρείληπται, τῶν τις τυραννικῶς βεβιωκότων, ἐν δὲ 22 ταῖς αἱρέσεσι τῶν ψυχῶν οἱ Ὁρφεῖς, οἱ Αἴαντες, οἱ Ὀδυσσεῖς· αὐτὸς δὲ ὁ τῶν πραγμάτων διδάσκαλος ὁ Ἦρ ὁ Πάμφυλος, ἵνα διὰ πάντων γένηται γνώριμον, ὅτι μέχρι τῶν ἀτομωτά- 23 των οἱ μισθοὶ τῆς τε δικαιοσύνης εἰσὶ καὶ | τῆς ἀδικίας,
καὶ οὐ τὰ ὅλα προνοεῖται μόνον, ἀλλὰ καὶ τὰ καθ᾿ ἕκαστα, θεῶν ὄντων καὶ δαιμόνων ὑπουργούντων τοῖς θεοῖς, τῶν ταττομένων μιᾷ τάξει χρωμένων ἄνωθεν ἄχρι τῶν ἐσχάτων ἀνελισσομένῃ. διά τοι ταῦτα καὶ ἐν Γοργίᾳ [p. 525d] τῶν αὐτῶν ἕνεκα, λέγω δὴ τῶν ὑπὲρ δικαιοσύνης καὶ συμπάσης
ἀρετῆς ἀγώνων τὸν κατήγορον αὐτῆς ἀμυνόμενος, εἰ καὶ μὴ τὸν διηγούμενον ἐποίησεν τὸ μυθολόγημα πρόσωπον μερικὸν ἢ τοὺς κολαζομένους τῶν καθ᾿ ἕκαστά τινας, ἀλλ᾿ οὖν οὐ παντελῶς ἀπέσχετο τούτων, εἰς τὴν Ὁμήρου ποίησιν ἀναφέρων τῶν ἀτόμων τὴν μνήμην· ἐκεῖνον γὰρ ποιῆσαί
τινας τῶν τυράννων κολαζομένους ταῖς μεγίσταις κολάσεσιν. πρέπει γάρ, οἶμαι, τοῖς ὑπὲρ δικαιοσύνης λόγοις ἡ μέχρι τῶν καθ᾿ ἕκαστα προϊοῦσα ποίησις τῆς δίκης. ἐκεῖ μὲν οὖν, εἰ καὶ πολὺς ἦν καὶ ὁ ὑπὲρ τῆς δικαιοσύνης λόγος, ὡς ἔφην, ἀλλ᾿ οὐ προηγουμένης ἐτύγχανε τῆς ζητήσεως·
ἐν δὲ τῇ Πολιτείᾳ καὶ τῶν περὶ πολιτείας σκεμμάτων εἰς τὴν δικαιοσύνην ἀναφερομένων ἀναγκαίως δήπου καὶ τὰ μυθικὰ ταῦτα πλάσματα δι᾿ αὐτῶν χωρεῖ τῶν καθ᾿ ἕκαστα, τοὺς τῆς δίκης ὅρους ἐκφαίνοντα καὶ ἀπὸ τούτων ἀνελέγκτως πιεζοῦντα, καὶ ὁ ἀφηγούμενος εἷς τίς ἐστιν ἀνήρ,
μετὰ τὴν ἐν πολέμῳ τριβὴν καὶ τοὺς ἄθλους, οὕς ἀθλοῦσιν αἱ χυχαὶ τὸν ἐν τῇ γενέσει πόλεμον μεταχειριζόμεναι, πρὸς τὴν χωριστὴν ἀνηγμένος καὶ τὴν ἔξω γενέσεως ζωήν, δι᾿ 24 ἧς κα|τεῖδεν ὡς διάφορος ὢν καὶ οὐχ [ὑπὸ τῶν] ἄθλ[ων 25 τῶν] γενεσιουργῶν [δαμείς, οἷοι οἱ πλείους] εἰσίν, οὗτος πᾶσαν τὴν τάξιν τῆς ἐν τῷ παντὶ προνοίας ἀναπόδραστον οὖσαν καὶ μέχρι τῶν ἀτομωτάτων διατείνουσαν καὶ ἐξέφηνεν ταῖς συγγενέσι τῶν τοιῶνδε λόγων ψυχαῖς. τοῦτο μὲν οὖν ἑπόμενόν ἐστιν, ὥσπερ εἴρηταί μοι, τοῖς περὶ τῶν μισθῶν
τῆς τε δικαιοσύνης καὶ τῆς ἀδικίας θεάμασιν.
χωρεῖ τάς τε τῶν λήξεων τυγχανούσας τῶν ὀφειλομένων καὶ τὰς εἰς τὰ σώματα φερομένας. καθ᾿ ἑκάτερον δὲ τῶν ἄκρων τοῖς κεφαλαίοις τὰ μὲν ἄρχοντα παραλαμβάνειν ἔοικεν ὁ λόγος τὰ δὲ ἀρχόμενα, καὶ τῶν ἀρχόντων τὰ μὲν ἐξῃρημένην ἔχοντα τὴν ἐπιτροπείαν τὰ δὲ πρὸς τὰ ἀρχόμενα
συντεταγμένην, καὶ τῶν ἀρχομένων ὡσαύτως τὰ μὲν τῆς καλλίονος ὄντα μερίδος τὰ δὲ τῆς χείρονος καὶ ἀλογωτέρας. καὶ γὰρ ἐπὶ τῶν λήξεων οἱ μὲν δικασταὶ τὴν ὁλικωτέραν προβέβληνται πρόνοιαν τῶν ψυχῶν, οἱ δὲ ὑπηρετοῦντες αὐτοῖς δαίμονες τὴν μερικωτέραν (ὧν εἰσιν καὶ οἱ διάπυροι
καὶ ἐπὶ τῶν ἀσπαλάθων κνάμπτοντες τὸν Ἀρδιαῖον)·καὶ ἐπὶ τῶν καθόδων αἱ μὲν Μοῖραι τῶν κατιουσῶν εἰσιν ἐξῃρημέναι μέναι ψυχῶν, οἱ δὲ εἰληχοτες αὐτὰς δαίμονες σύνταξιν ἔχουσι πρὸς αὐτὰς κατὰ τὰς τῶν βίων διαφοράς. καὶ αὖ 26 πάλιν ἐν μὲν ταῖς λήξεσιν ἀμείνους |.............τὰς 27 εἰς οὐρανὸν........τῶν ἐπὶ γῆς διαβιω ......πέμπεσθαι ............ τὰς ψυχὰς ὧν τὸ μέσον, οἳ....... διειλήφασιν· ἐν δὲ ταῖς καθόδοις τῶν ψυχῶν εἰς τὰς τῶν 28 29 λογικῶν ζῴων γενέσεις καὶ εἰς τὰς τῶν ἀλόγων ὡς εἰς μεγάλα μέρη ποιήσασθαι τὴν διαίρεσιν. τούτων δὲ ἐφ᾿ ἑκάτερα τῶν λόγων τεταγμένων ἡ περὶ τῆς κοσμικῆς τάξεως θεωρία τὴν μέσην ἀπείληφε χώραν, εἰς ἣν ἀπὸ τῶν λήξεων
ἐπάνεισιν ὁ μῦθος καὶ ἀφ᾿ ἧς εἰς τὰς γενέσεις κάτεισιν τῶν ζῴων καὶ τὰς τῶν ψυχῶν διαιρέσεις. αἱ γὰρ Μοῖραι τούτων ἀμφοτέρων εἰσὶν συναγωγοί, καὶ ταῖς λήξεσι τὰ προσήκοντα μέτρα καὶ ταῖς καθόδοις ἀπομερίζουσαι· πᾶσα κάθοδος τῆς μοιραίας δεῖται ποιήσεως καὶ πᾶσα λῆξις
χείρων τε καὶ βελτίων. μέρη γάρ ἀσμεν τοῦ παντὸς καὶ ἡμεῖς· ἀνιόντες οὖν καὶ κατιόντες δεόμεθα τῶν Μοιρῶν, εἰ καὶ ὁτὲ μὲν αὐτῶν μετέχομεν κατὰ τὰς ἀσωμάτους ἡμῶν ζωὰς θειότερον τρόπον ὁτὲ δὲ κατὰ τὰς σωματικὰς δαιμονιώτερον, καὶ ὁτὲ μὲν ὡς θεῶν (ἵνα τὸ δοκοῦν εἴπω σαφῶς)
ὁτὲ δὲ ὡς τὴν εἱμαρμένην εἰληχυιῶν. αὗται δ᾿ οὖν καὶ τῶν ταῖς οὐρανίαις περιόδοις ἑπομένων ψυχῶν τὰς περιόδους καὶ τῶν τὰς χθονίας ἀνελιττουσῶν ἀφορίζουσιν. ἀλλὰ ταῦτα μὲν καὶ εἰς ὕστερον· τῶν δὲ κεφαλαίων ταύτῃ διῃρημένων καὶ τῆς πάσης ἡμῖν ἐκπεφασμένης τοῦδε τοῦ μύθου
προθέσεως κατίδωμεν ἐκεῖνα λοιπόν, ὅσα τινὲς ὀχλεῖν εἰωθότες τὴν τοῦ Πλάτωνος φιλοσοφίαν ὑποκρούειν εἰώθασιν 30 περὶ | τῶν ἐν τῷ μύθῳ † ἐξηγήσεων.
διατρίβει μυθολογῶν ὡς ποιγτής, ἀλλ᾿ οὐκ ἀποδεικνὺς ὡς ἐπιστήμων· καὶ ὅτι πρὸς ἑαυτὸν μαχομένως ἐν μέν γε 31 προοιμίοις τῆσδε τῆς πραγματείας ἐλοιδόρησε τοὺς ποιητὰς ὡς περὶ τῶν ἐν Ἅιδου φρικτὰ [τοῖς ἀκούουσιν] πλάσαντας καὶ θανάτου φόβον ἐντεκόντας τοῖς ἀκούουσιν [p.605 d], ἐπὶ τέλει δὲ καὶ αὐτὸς μεθήρμοσεν τὴν φιλόσοφον μοῦσαν εἰς τραγικὴν τῶν ἐν Ἅιδου πραγμάτων μυθολογίαν· τὸ γὰρ
στόμιον τὸ μυκώμενον ἐκεῖ καὶ οἱ διάπυροι ἄγριοι τοῦ τυράννου δήμιοι καὶ ὁ Τάρταρος καὶ ὅσα τοιαῦτα τίνα, φησίν, τραγῳδιοποιοῖς ἀπολέλοιπεν ὑπερβολήν; καὶ τὸ τρίτον, ὅτι τοὺς τοιούσδε μύθους πολὺ τὸ μάταιον ἔχειν ἀναγκαῖον· τοῖς μὲν γὰρ πολλοῖς οὐδὲ συνεῖναι δυναμένοις αὐτῶν εἰσιν
ἀσύμμετροι, τοῖς δὲ σοφοῖς οὐ δεομένοις ἀμείνοσιν ἐκ τῶν τοιῶνδε γίνεσθαι δειμάτων περιττοί· πρὸς τίνας οὖν γράφονται, παρ᾿ αὑτῶν εἰπεῖν οὐκ ἔχοντες μάταιον ἀποφαίνουσιν τὴν περὶ τὰς μυθολογίας ἑαυτῶν σπουδήν. Ἡμεῖς δὲ πρὸς τοὺς τοιούσδε λόγους οὐχ ὅσα μόνον ὁ φιλοσοφώτατος κατέτεινεν
Πορφύριος ἔχοιμεν ἂν ἀπαντῶντες λέγειν· οἷον ὅτι ταῖς περὶ τῆς ἀθανασίας τῶν ψυχῶν ἀποδείξεσιν καὶ περὶ τῆς ἐν Ἅιδου διατριβῆς αὐτῶν ἕπεται τὸυ φιλόσοφον λέγειν καὶ περὶ τῶν τόπων τῶν διαφόρων καὶ περὶ τῶν ἐν τούτοις 32 λήξεων, | κατὰ τὰ εἴδη τῆς ζωῆς παντοδαπῶν ὄντων τῶν 33 παρεπομένων, ἃ δὴ προσίεσθαι πάντως ἀναγκαῖον τοῖς παραδεξαμένοις δεξαμένοις ἀθανάτους εἶναι τὰς ψυχάς, ὡς μαντικὴν διδόναι τοῖς τὴν πρόνοιαν εἶναι θεμένοις ἀκόλουθον· καὶ ὅτι Πλάτων οὐ πᾶσαν ἐκποδὼν ἐποίησεν μυθολογίαν, ἀλλὰ τὴν διὰ τῶν αἰσχρῶν καὶ ἀθέσμων πλασμάτων χωροῦσαν, οἵαν Ὅμηρός
τε καὶ Ἡσίοδος ἐγραψάτην, καὶ οὐδὲ τὰ δείματα ταῦτα <τὰ> ἐν Ἅιδου γυμνὰ τέθεικεν, τὰς ψυχὰς δεδιττόμενος καὶ πρὸς θάνατον περιφόβους ἀποτελῶν, ἀλλὰ τοῖς ἀδίκοις αὐτὰ 34 προτείνων πρὸς τὴν ἀδικίαν ἀπεργάζεται τοὺς ἀκούοντας εὐλαβεῖς, μονονουχὶ συνημμένον πλέκων Ἑἰ τὸ ἀδικεῖν ὑμῖν αἱρετόν, τὰ φρικωδέστατα τῶν κολαστηρίων ὑμῖν ἐστιν αἱρετά· ταῦτα δὲ φεύγετε παντὶ σθένει· φευκτέον ἄρα ὑμῖν
καὶ τὴν ἀδικίαν᾿· καὶ ὅτι τὸ πλασματῶδες τοῦτο κατὰ φύσιν πώς ἐστιν, διότι καὶ ἡ φύσις κρύπτεσθαι φιλεῖ καθ᾿ Ἡράκλειτον· καὶ ὡς οἱ δαίμονες οἱ προστάται τῆς φύσεως διὰ δή τινων τοιούτων πλασμάτων ἡμῖν ἐκφαίνουσιν τὴν ἑαυτῶν δόσιν ὄναρ τε καὶ ὕπαρ, λοξὰ φθγγόμενοι, δι᾿
ἄλλων ἄλλα σημαίνοντες μεμορφωμένα τῶν ἀμορφώτων ἀφομοιώματα καὶ διὰ τῶν ἀνὰ λόγον ἄλλα σχημάτων, ὧν δὴ καὶ τὰ ἱερὰ πεπληρῶσθαι καὶ τὰ δρώμενα ἐν τοῖς τελεστηρίοις, ἃ καὶ δρᾶν αὐτῷ τῷ καρυφίῳ καὶ ἀγνώστῳ παρὰ τοῖς τελουμένοις. Προσθετέον δὲ τούτοις καὶ ὅτι ταῖς ψυχαῖς
νοεραῖς μὲν οὔσαις κατὰ τὴν ἑαυτῶν ὕπαρξιν καὶ λόγων 35 πλήρεσιν | ἀσωμάτων καὶ νοερῶν, ἐνδυσαμέναις [δὲ] τὸν φανταστικὸν νοῦν καὶ ζῆν ἄνευ τούτου μὴ δυναμέναις ἐν τῷδε τῷ τόπῳ τῆς γενέσεως (ὥστε καὶ τῶν παλαιῶν τινας τοὺς μὲν φαντασίαν ταὐτὸν εἰπεῖν εἶναι καὶ νοῦν, τοὺς δὲ
καὶ διακρίναντας ἀφάνταστον νόησιν μηδεμίαν ἀπολείπειν) — ταύταις δ᾿ οὖν, ὡς εἴπομεν, γενομέναις ἀπαθέσι παθητικαῖς, ἀμορφώτιοις μορφωτικαῖς, πρέπων ἐστὶν τρόπος διδασκαλίας εἰκότως ὁ διὰ τῶν τοιῶνδε μύθων· οἷς πολὺ μέν ἐστιν ἔνδον τὸ νοερὸν τῆς ἀληθείας φέγγος, προβέβληται δὲ τὸ
πλασματῶδες, ἀποκρύπτον ἐκεῖνο κατὰ μίμησιν τῆς ἐν ἡμῖν φαντασίας ἐπιλυγαζούσης τὸν μερικὸν νοῦν. τὸ μὲν γὰρ μυθῶδες πᾶν ὅσον πέπλασται μόνον τοῖς κατὰ μόνην τὴν φαντασίαν ζῶσίν ἐστιν οἰκεῖον καὶ ὧν ἐστιν τὸ ὅλον ὁ παθητικὸς νοῦς, τὸ δὲ ξανὸν τῆς ἐπιστήμης καὶ αὐτοφανὲς 36 τῆς νοερᾶς <γνώσεως> τοῖς ἱδρύσασιν ἑν νοήσεσιν καθαραῖς τὴν ἑαυτῶν ὅλην ἐνέργειαν· τὸ δὲ αὖ κατὰ μὲν τὸ ἔξω πλασματῶδες, κατὰ δὲ τὸ ἔσω νοερὸν ἡμῖν δήπου λείπεται σύζυγον εἶναι τοῖς τὸ συναμφότερον οὖσιν καὶ διττὸν ἔχουσι νοῦν, τὸν μὲν ὅν ἐσμέν, τὸν δὲ ὅν ἐνδυσάμενοι προβεβλήμεθα.
καὶ διὰ τοῦτο δήπου καὶ χαίρομεν ὡς συμφυέσι τοῖς μύθοις· εὐφραίνεται γὰρ ὁ διττὸς ἐν ἡμῖν νοῦς, καὶ ὅ μέν τις ἡμῶν ὑπὸ τῶν ἔνδον τραφεὶς ἐγένετο θεατὴς τῶν ἀληθῶν, ὅ δὲ ὑπὸ τῶν ἔξω καταπλαγεὶς ἐπιτήδειος κατέστη πρὸς τὴν εἰς ἐπιστήμην ὁδόν. ὥσπερ δὲ καὶ εἰ φανταστικῶς
ἐνερ|γοῦμεν, ὅμως δεῖ καθαραῖς χρῆσθαι φαντασίαις 37 ἀλλ᾿ οὐ μεμιασμέναις ὑπό τινων αἰσχρῶν φαντασμάτων, οὕτω δήπου καὶ τοὺς μύθους πρέπουσαν ἔχειν προσήκει καὶ τὴν ἔξωθεν σκευὴν τοῖς ἔνδον νοεροῖς ἀγάλμασιν. διὸ καὶ Πλάτων ἀπεσκευάζετο τὰς τῶν ποιητικῶν μύθων διαθέσεις,
ἀναπιμπλάσας τὰς ἀτελέστους ψυχὰς ὑπονοιῶν φορτικῶν.— Ὅτι δὲ καὶ εἰς τοὺς πολλοὺς δρῶσιν οἱ μῦθοι, δηλοῦσιν αἱ τελεταί. καὶ γὰρ αὗται χρώμεναι τοῖς μύθοις, ἵνα τὴν περὶ θεῶν ἀλήθειαν ἄρρητον κατακλείωσιν, συμπαθείας εἰθσὶν αἴτιαι ταῖς ψυχαῖς περὶ τὰ δρώμενα τρόπον ἄγνωστον ἡμῖν
καὶ θεῖον· ὡς τοὺς μὲν τῶν τελουμένων καταπλήττεσθαι δειμάτων θείων πλήτεις γιγνομένους, τοὺς δὲ συνδιατίθεσθαι θεσθαι τοῖς ἱεροῖς συμβόλοις καὶ ἑαυτῶν ἐκστάντας ὅλους ἐνιδρῶσθαι τοῖς θεοῖς καὶ ἐνθεάζειν· πάντως που καὶ τῶν ἑπομένων αὐτοῖς κρειττόνων ἡμῶν γενῶν διὰ τὴν πρὸς τὰ
τοιαῦτα συνθήματα ξιλίαν ἀνεγειρόντων ἡμᾶς εἰς τὴν πρὸς τοὺς θεοὺς δι᾿ αὐτῶν συμπάθειαν. ἢ πῶς μετ᾿ ἐκείνων μὲν πᾶς ὁ περὶ γῆν τόπος μεστὸς ἦν παντοίων ἀγαθῶν, ὧν θεοὶ προξενοῦσιν ἀνθρώποις, ἄνευ δὲ ἐκείνων ἄπνοα πάντα καὶ ἄμοιρα τῆς τῶν θεῶν ἐστιν ἐπιλάμψεως; Ἀλλὰ
38 τῶν μὲν μύθων τὰς αἰτίας καὶ ἐν τοῖς Περὶ τῶν μυθικῶν κῶν συμβόλων ἐξειργάσμεθα. τούτων δὲ ἡμῖν τέλος ἐχόντων των ἐπ᾿ αὐτὸν ἤδη τὸν Πλατωνικὸν μῦθον χωρεῖν ἀναγκαῖον.
ἐρῶ, ἀλλὰ ἀλκίμου μὲν ἀνδρός, Ἠρὸς τοῦ Ἀρμενίου, τὸ γένος Παμφύλου [p. 614b]
παντός, ἀλλὰ Ζωροάστρην, καὶ ὡς τοῦδε τοῦ ὀνόματος ἐγκειμένου τὴν γραφὴν ἐκδεδώκασιν, ὥσπερ καὶ ὁ Ἐπικούρειος Κωλώτης, οὗ καὶ πρότερον ἐμνήσθημεν. καὶ αὐτὸς ἐνέτυχον Ζωροάστρου βιβλίοις τέτρασι Περὶ φύσεως, ὧν τὸ προοίμιόν ἐστι· Ζωροάστρης ὁ Ἀρμενίου
Πάμφυλος τάδε λέγει, ὅσα τε ἐν πολέμῳ τελευτήσας παρὰ θεῶν ἐδάη καὶ ὅσα ἐκ τῆς ἄλλης ἱστορίας. ἐν δὲ μέσοις αὐτοῖς πρὸς Κῦρον προσφωνῶν δῆλός ἐστι τὸν βασιλέα· τίνα δὲ τὸν Κῦρον, οὐ διασαφεῖ. τῶν δὲ ἐνταῦθα λεγομένων οὐδενὸς ἐπ᾿ ὀνόματος μέμνηται πλὴν τῆς
Ἀνάγκης· ταύτην δὲ εἶναι τὸν ἀέρα φησίν. ἀστρολογικῶν δέ ἐστι θεαμάτων τὰ βιβλία γέμοντα· καί που καὶ ἀντιλέγειν δοκεῖ πρὸς τὴν ἐν Πολιτικῷ [p.269e] ἀνακύκλησιν. ὥστ᾿ ἄδηλον εἰ ἀπὸ τούτων οὗτος ὁ μῦθος ἔσχε τὴν ἀφορμήν, μήν, καὶ εἰ Ζωροάστρης ἀντὶ τοῦ Ἠρὸς ἐγέγραπτο ἐν τοῖς
ἀντιγράφοις· πλὴν ὅτι τὸν ἥλιον ἐκεῖνα μέσον οἶδε τῶν πλανήτων, ὁ δὲ τὸν μῦθον τοῦτον ᾄδων ὑπὲρ σελήνην εὐθύς, δῆλόν ἐστιν τοῖς ἐκεῖνά τε εἰδόσιν καὶ τούτων ἀκροα- 39 40 σαμένοις· ὥστ᾿ οὐκ ἂν ὁ Πλάτων ἀπ᾿ ἀπ᾿ ἐκείνων εἴη τόνδε τὸν μῦθον συνθείς. Οἳ δὲ τὸν Ἦρα μὲν ὁμολογοῦσιν γεγράφθαι καὶ Ζωροάστρου γενέσθαι τοῦτον διδάσκαλον, ὥσπερ Κρόνιος, τὸν Πάμφυλον τὸ γένος τινὰ τρόπον τῷ Ζωροάστρῃ συνείροντες (εἰ μὴ ἄρα οὐ τῷ Πέρσῃ φαῖεν ἄν, ἀλλὰ
τῷ Παμφύλῳ, τούτῳ δὴ ἐκείνῳ οὗ τοῖς περὶ φύ|σεως 41 εἴπομεν βιβλίοις ἐντυχεῖν)· οἳ δὲ Ἠρὸς υἱὸν Εὐμαίωνα τὸν διηγούμενον γράφοντες καὶ πῶς τὸ ἑξῆς ἄνευ ἄρθρου συντάξωσιν τῷδε τῷ ὀνόματι λέγειν οὐκ ἔχοντες, οὐκ εἰωθότων τῶν παλαιῶν ἄνευ τούτου κατὰ γενικὴν πτῶσιν πατέρας
συνάπτειν· οἳ δὲ οὐκ Ἀρμένιον τὸν πατέρα φάσκοντες, ἀλλὰ διὰ θατέρου τῶν βραχέων Ἀρμόνιον, σμικρόν τι περὶ τὸ ὄνομα πλημμελοπυντες (καὶ εὕρομεν καὶ οὕτως ἐν τοῖς ἐκείνου Ζωροάστρου βιβλίοις Ἀρμόνιον τὸν πατέρα γεγραμμένον)· οἶδα δὲ ἔγωγέ τινας καὶ Ἀρμένιον τὸν Ἦρα λέγοντας, οὕς
ἐρωτᾶν δεῖ, πῶς τὸν Ἀρμένιον Πάμφυλον εἶναί φησιν τὸ γένος· εἰ καὶ ἡμῖν ἄνδρες αἰδοῖοι τοῦτο ὑπέλαβον,Θεόδωρον λέγω τὸν Ἀσιναῖον. ἀλλ᾿ ὅπερ ἔφην, φέρονται μὲν ἄλλως ἄλλοι τῶν πρὸ ἡμῶν· τὸ δ᾿ ἀληθὲς Ἦρα μὲν εἶναι τὸν ἄγγελον τοῦ μύθου τοῦδε, πατέρα δὲ αὐτῷ τοὔνομα
λέγειν Ἀρμένιον, γένος δὲ ἐκ Παμφυλίας· ἵνα δὴ καὶ τὰ περὶ τὸν Ἀρδιαῖον εἰδέναι σαφῶς ἔχοι καὶ τὴν τυραννικὴν ἐκείνου ζωὴν καὶ τὰ μιάσματα τῶν ἐν Παμφυλίᾳ τυράννων ἑνὸς γεγονότος. εἴτε δὲ ἔχει τὰ τῆς ἱστορίας οὕτως εἴτε καὶ μή, ζητεῖν ἄτοπον, τοῦ Πλάτωνος τὰ τοιαῦτα
42 43 44 πλάττοντος μὲν οὐδαμῶς, κατὰ δὲ τὴν χρείαν τῶν προκειμένων ἀεὶ παραλαμβάνοντος καὶ χρωμένου πᾶσι μετὰ τῆς πρεπούσης περιβολῆς καὶ οἰκονομίας, ὡς καὶ τῇ Μαντινικῇ ξένῃ καὶ τῷ κατὰ τὸν Γύγου πρόγονον διηγήματι καὶ τῷ
κατὰ τοὺς Ἀτλαντίνους λογῳ καὶ πᾶσι τοῖς ὁμοίοις.
ὡς ἄγευστον λογογραφικῆς καὶ σοφιστικῆς χάριτος καὶ μούσης Ἀττικῆς, ὁμοῦ δὲ ὀνειδίσας αὐτῷ καὶ ὅτι Κωλωτάριον αὐτὸν ὁ διδδάσκαλος ἐκάλει θαμὰ καὶ οὐκ ὀρθῶς ἤκουεν ὑποκοριζομένου τοῦ Ἐπικούρου τὸν Κωλώτην· οὐ μὴν ἀλλὰ κάκεῖνο ῥητέον, ὅτι τοῖς μυθικοῖς πλάσμασι μάλιστα
δεῖ ποιητικῆς χάριτος, ἐπεὶ καὶ καὶ πολλῆς μετέχουσι τῆς τοιαύτης ἰδέας, πρὸς δὲ ποίησιν εὐδοκιμεῖ τὰ τοιαῦτα μάλιστα, καὶ τῶν τοῦ κάλλους σχημάτων ἐστὶν ἐκείνη διακορής. Ὁ μὲν οὖν Ἀλκίνου ἀπόλογος δηλοῖ τὴν ἐν Ἀλκίνου τοῦ Ὀδυσσέως νέκυιαν, οἶ δὴ τὰ ἐν Ἅιδου διηγεῖται θεάματα
καὶ ὅσα εἶδεν καὶ οἶα ἀκήκοεν τοῖς σφαγίοις χρησάμεενος καὶ τῷ αἴματι τῷ ψυχουλκῷ. καὶ γὰρ ἐπὶ πάντων τῶν τοιῶνδε διηγημάτων ἐξενίκησεν ὡς ἐπὶ παροιμίας τὸν Ἀλκίνου ἀπόλογον λέγειν. τοῦ δὲ προκειμένου μύθου καὶ αὐτοῦ τὰ ἐν Ἅιδου † ποιουμένου φράζειν, εἰκότως ἀντιπαρα- 46 47 48 τείνων αύτόν ενδείκνυται τω Ἀλκίνου άπολόγω, τοσοῦτον μόνον νπαλλάξας, ότι έκεῖ μὲν ὁ άχούων Ἀλκίνους ην οὐ πολεμικός ἀνήρ, άλλ᾿ είς είρήνην βλέπων καὶ τρυφήν, ό δε τόν μῦθον τοῦτον διηγησάμενος καὶ αύτός άπαγγείλας ἄλ- κιμός τις ἦν, έν πολέμῳ τε ἀποθανών καὶ †τά κατά πόλεμον
ἰδών, ἅπερ ἀπήγγειλεν, χωρισθείσης αὐτῷ τῆς ψυχῆς ἐκ τοῦ σώματος. ἔχοι δ᾿ ἄν τι πλέον, ὡς καὶ | [άλλοθι 49 ἐπι]έσαμεν, ἡ τῶν διηγημάτων τούτων εἰσβολὴ πρὸς ἔνδειξιν, ὅτι τὴν μὲν ἐκείνου νέκυιαν οὐκ ἀπεδέχετο, σκιαῖς [ἀπ]εικά- ξουσαν τὰς ἐν Ἅιδου ψυχάς, καὶ τὸν ἐν γῇ ὄντα ἀνδρειό-
τατον ποθοῦντα τὴν ἐν[θάδε ζω]ὴν εἰσάγουσαν, καὶ πάντα ὅσα ἐν [ἐκείνοις] ἐπιστάσεως ἠξίωσεν κατατείνουσαν· ταύτην δὲ ὄντως ἀνδρικοῦ φησιν ἀνδρὸς εἶναι, ταῖς ὁσίαις ψυχαῖς τόν ἐκεῖ τόπον μακαριστὸν ἀποδιδοῦσαν καὶ ταῖς ἀνοσίοις κολαστικόν, καὶ οὐ τὸν τόπον αὐτόν ἀλλὰ τήν ξωὴν αἰτιω-
μένην· μόνον ούχὶ σαφῶς τὸν Σωκράτην λέγων οὐχὶ τὸν ποιητικὸν τρόπον, ἀλλὰ τὸν πολιτικὸν διαθήσειν τὴν διή- γησιν ταύτην καὶ οὕτω μυθολογήσειν ὡς προσήκει τοῖς ἀνδριξομένοις καὶ πρός θάνατον ἔχουσιν ἀδεῶς, ἀλλ᾿ οὐ τοῖς φρίττειν είθισμένοις τόν Ἅιδην. καὶ γάρ ὁ τοῦ μύθου
πατὴρ τοιόσδε τις ἦν γεννάδας ὡς ἀληθῶς καὶ ψυχήν ἔχων σώματος ὑπερορώσαν καὶ πρὸς τὸ ἄνω βλέπειν ἐπιτηδείαν καὶ δι᾿ ἧς αλκῆς, κατὰ τὸ λόγιον, χωριξομένην ἀπὸ τῶν ὑλικῶν ὀργάνων καὶ εἰς τὸ ἄναντες εὐθὺ τοῦ οὐρανοῦ χω- ροῦσαν. ἃ δὴ καὶ τὰ ἑξῆς παρίστησιν·
50
[p. 614b].
Πλάτωνος ἐχθρόν, Ἐπικούρειον ὄντα πάνταως ἔ[δ]ει [τὰ τοῦ] καθηγεμόνος τῶν Ἐπικουρ[είων] δ[όγματα] μὴ ἀγνοῆσαι μηδὲ ἀγνοήσαντα ζητεῖν, πῶς τὸν ἀποθανόντα πάλιν ἀναβιῶναι δυνατόν. οὐδὲ γὰρ ὁ θάνατος ἦν ἀπόσβεσις, ὡς ἔοικεν, τῆς συμπάσης ζωῆς τοῦ σώματος, ἀλλ᾿ ὑπὸ μὲν πληγῆς
τινος ἴσως καὶ τραύματος παρεῖτο, τῆς δὲ ψυχῆς οἱ περὶ τὸν μυελὸν ἔμενον ἔτι δεσμοὶ κατερριζωμένοι καὶ ἡμεῖς· καρδία τὸ ἐμπύρευμα τῆς ζωῆς εἶχεν ἐγκείμενον τῷ βάθει· καὶ τούτων μενόντων αὖθις ἀνεκτήσατο τὴν ἀπεσβηκυῖαν ζωὴν ἐπιτήδειος πρὸς τὴν ψύχωσιν γενόμενος. καὶ γὰρ ἐφ᾿
ἡμῶν τινες ἤδη καὶ ἀποθανεῖν ἔδοξαν καὶ μνήμασιν ἐνετέθησαν καὶ ἀνεβίωσαν καὶ ὤφθησαν οἳ μὲν ἐγκαθήμενοι τοῖς μνήμασιν, οἳ δὲ καὶ ἐφεστῶτες· καθάπερ δὴ καὶ ἐπὶ τῶν πάλαι γεγονότων ἱστοροῦνται καὶ Ἀριστέας ὁ Προκοννήσιος καὶ Ἑρμόδωρος ὁ Κλαζομένιος καὶ Ἐπιμενίδης
μενίδης ὁ Κρής, μετὰ θάνατον ἐν τοῖς ζῶσιν γενόμενοι. καὶ τί δεῖ πολλὰ λέγειν; ὅπου γε καὶ ὁ μαθητὴς Ἀριστοτέ- 52 λους Κλέαρχος ἱστορίαν τινά τοιαύτην πρώτος παραδέδωκεν θαυμασίαν.
δόξας τρίτης ἡμέρας οὔσης κατά τὸν νόμον προὐτέθη· περιβάλλουσα δὲ αὐτὸν ἡ μήτηρ καὶ πανύστατον ἀσπαζομένη, τοῦ προσώπου θοἰμάτιον ἀφελοῦσι καὶ καταφιλοῦ|σα τὸν 53 νεκρὸν ᾔσθετο βραχείας ἀναπνοῆς αὐτῷ τίνος ἐγκειμένης. περίχαρῆ δὲ αὐτὴν γενομένην ἐπισχεῖν τὴν ταφήν· τὸν δὲ
Κλεώνυμον ἀναφέροντα κατά μιχρὸν ἐγερθῆναι καὶ εἰπεῖν, ὅσα τε ἐπειδὴ χωρὶς ἦς καὶ οἷς τοῦ σώματος ἴδοι καὶ ἀκούσειεν. τήν μὲν οὖν αὑτοῦ ψυχὴν φάναι παρὰ τὸν θάνατον οἷον ἐκ δεσμῶν δόξαι τινῶν ἀφειμένην τοῦ σώματος παρεθέντος μετέωρον ἀρθῆναι, καὶ ἀρθεῖσαν ὑπὲρ γῆς ἰδεῖν τόπους ἐν αὐτῇ
παντοδαποὺς καὶ τοῖς σχήμασι καὶ τοῖς χρώμασιν καὶ ῥεύματα ποταμῶν ἀπρόσοπτα ἀνθρώποις· καὶ τέλος ἀφικέσθαι εἴς τινα χῶρον ἱερὸν τῆς Ἑστίας, ὅν περιέπειν δαιμονίας δυνάμεις ἐν γυναικῶν μορφαῖς ἀπεριηγήτοις. εἰς δὲ ἐκεῖνον αὐτὸν τόν τόπον καὶ ἄλλον ἀφικέσθαι ἄνθρωπον καὶ ἀμφοῖν
τήν αὐτὴν γενέσθαι φωνήν· μένειν τε ἡσυχῇ καὶ ὁρᾶν τὰ ἐκεῖ πάντα. καὶ δὴ καὶ ὁρᾶν ἄμφω ψυχῶν ἐκεῖ κολάσεις τε καὶ κρίσεις καὶ τὰς ἀεὶ καθαιρομένας καὶ τὰς τούτων ἐπισκόπους Εὐμενίδας· ἔπειτα κελευσθῆναι ἀποχωρεῖν, καὶ ἀποχωρήσαντας ἀλλήλους ἐπανερέσθαι τίνες εἶεν,
καὶ εἰπεῖν ἀλλήλοις τὰ ὀνόματα καὶ τὰς πατρίδας, τὸν μὲν Ἀθήνας καὶ Κλεώνυμον, τὸν δὲ Συρακούσας καὶ Λυσίαν, καὶ ἀλλήλοις παρακελεύσασθαι ζητῆσαι πάντως ἑκάτερον, 54 ἐὰν εἰς τὴν θατέρου πόλιν ἀφίκηται, τὸν ἀπ᾿ ἐκείνης ὡρμημένον. καὶ μετὰ χρόνον οὐ πολὺν ἐλθεῖν μὲν Ἀθήναζε τὸν Λυσίαν, πόρρωθεν δὲ αὐτὸν ἰδόντα τὸν Κλεώνυμον 55 ἀναβοῆσαι τοῦτον εἶναι τὸν Λυσίαν, καὶ τοῦτον ὡσαύτως 56 ἐπι|γνῶναί τε πρὶν προσέλθῃ καὶ τοῖς παροῦσιν εἰπείν τούτον εἶναι τὸν Κλεώνυμον.
Αἰτωλαρχίας τυχόντα καὶ ἀποθανεῖν καὶ ἀναβιῶναι μηνὶ μετὰ τὸν θάνατον ἐνάτῳ, καὶ ἀφικέσθαι εἰς ἐκκλησίαν κοινὴν τῶν Αἰτωλῶν καὶ συμβουλεῦσαι τὰ ἄριστα περὶ ὧν ἐβουλεύοντο· καὶ τούτων εἶναι μάρτυρας Ἱέρωνα τὸν Ἐφέσιον καὶ ἄλλους ἱστορικοὺς Ἀντιγόνῳ τε τῷ βασιλεῖ καὶ
ἄλλοις ἑαυτῶν φίλοις ἀποῦσι τὰ συμβάντα γράψαντας. Καὶ οὐ τοῦτον μόνον, ἀλλὰ καὶ ἐν τῇ Νικοπόλει τῶν οὐ πρὸ πολλοῦ τινα γεγονότων, Εὐρύνουν ὄνομα, ταὐτὸν παθεῖν, καὶ ταφέντα πρὸ τῆς πόλεως ὑπὸ τῶν προσηκόντων ἀναβιῶναι μετὰ πεντεκαιδεκάτην ἡμέραν τῆς ταφῆς καὶ λέγειν,
ὅτι πολλὰ μὲν ἴδοι καὶ ἀκούσειεν ὑπὸ γῆς θαυμαστά, κελευσθῆναι δὲ πάντα ἄρρητα φυλάττειν· καὶ ἐπιβιῶναι χρόνον οὐκ ὀλίγον καὶ ὀφθῆναι δικαιότερον μετὰ τὴν ἀναβίωσιν ἢ πρότερον. Προστίθησιν δὲ καὶ τρίτον ἄλλον χθές, ὥς φησιν, γεγονότα, ῾Ροῦφον τὸν ἐκ Φιλίππων τῶν ἐν Μακεδνίᾳ,
τῆς δὲ ἐν Φεσσαλονίκῃ μεγίστης ἀρχιερωσύνης ἀξιωθέντα· τοῦτον γὰρ ἀποθανόντα τριταῖον ἀναβιῶναι καὶ ἀναβιοῦντα εἰπεῖν, ὅτι ὑπὸ τῶν χθονίων ἀναπεμφθείη θεῶν, ἵνα τὰς θέας ἐπιτελέσοι τῷ δήμῳ, ἅς ὑποσχόμενος ἐτύγχανεν, 57 καὶ μέχρι τής ἐκείνων συμπληρώσεως ἐπιβιοῦντα αὖθις | ἀποθανεῖν. Καὶ τὸν κολοφῶνα τούτων ὑπάρχειν Φιλίν- 58 νιον κατά τοὺς Φιλίππου βασιλεύσαντος χρόνους. εἶναι δὲ αὐτὴν θυγατέρα Δημοστράτου καὶ Χαριτοῦς τῶν Ἀμφιπολιτῶν νεόγαμον τελευτήσασαν· ἐγεγάμητο δὲ Κρατερῷ. ταύτην
δ᾿ οὖν ἕκτῳ μηνὶ μετὰ τὸν θάνατον ἀναβιῶναι καὶ τινι νεανίσκῳ Μαχάτῃ, παρὰ τὸν Δαμόστρατον ἀφικομένῳ ἐκ Πέλλης τῆς πατρίδος, λάθρᾳ συνείναι διὰ τὸν πρὸς αὐτὸν ἔρωτα πολλὰς ἐφεξῆς νύκτας καὶ φωραθεῖσαν αὖθις ἀποθανεῖν, προειποῦσαν κατά βούλησιν τῶν ὑποχθονίων
δαιμόνων αὐτῇ ταῦτα πεπρᾶχθαι, καὶ ὁρᾶσθαι πᾶσι νεκρὰν ἐν τῇ πατρῷᾳ προκειμένην οἰκίᾳ· καὶ τὸν πρότερον αὐτῆς δεξάμενον τό σῶμα τόπον ἀνορυχθέντα κενὸν ὀφθῆναι τοῖς οἰκείοις, ἐπ᾿ αὐτὸν ἐλθοῦσιν δι᾿ ἀπιστίαν τῶν γεγονότων· καὶ ταῦτα, δηλοῦν ἐπιστολὰς τὰς μὲν παρὰ Ἱππάρχου, τὰς
δὲ παρὰ Ἀρριδαίου γραφείσας τοῦ τὰ πράγματα τῆς Ἀμφιπόλεως ἐγκεχειρισμένου πρὸς Φίλιππον. καὶ ταῦτα μὲν τὰ ἐκ τῶν ἱστοριῶν.
μὴ παρούσης, ἔδει καὶ ἡμεῖς ἂν φήσαιμεν ἐπιλογίζεσθαι, πρῶτον ὅτι θαυμαστὸν οὐδὲν καὶ συμπαγῆναι τὸ σῶμα τὴν ἀρχὴν οὕτως, ὥστε ἄτροφον εἰς πλείους ἡμέρας ἀρκεῖν καὶ δυσδιάλυτον ὑπάρχειν· ὅπου γε καὶ βοτάναι θυμιώμεναί τινες παρέχονται διαμένον ἐπὶ πλεῖστον ὅσον χρόνον τὸ σῶμα
τῶν μὴ τρεφομένων, καὶ ὅπερ αὗταί | εἰσιν ἔξωθεν, τοῦτο 59 καὶ πρὸς φυσικὴν σύστασιν προσιέναι τισὶ τῶν σωμάτων αὖθις παραδόξως· καὶ γὰρ ἐπὶ τῶν ἄλλων ἁπάντων οὕτως 60 ἔχειν καὶ ὅσα δή τισιν διά τινων βοτανῶν ἢ λίθων δυνάμεις ὑπάρχει, ταῦτα ἔχει ἐκ τῆς φυσικῆς ἐνόντα κατασκευῆς· καὶ τοῖς ὀφθαλμοῖς τινες χυλὸν ἐνιέντες στρύχνου καὶ ποῶν ἄλλων εἴδωλα ἄττα δαιμόνων ἐν ἀέρ καθορῶσιν· καί τινες ἄνευ
τῆς ἐπιτεχνήσεως ταύτης πάσχουσιν ταὐτόν, καὶ προορατικοὶ γίγνονται τοῦ μέλλοντός τινες ἐκ τῶν καλουμένων ἀπογεύσεων, ἄλλων φύσει τὴν δύναμιν ταύτην ἐχόντων. Πρὸς δὲ αὖ τούτοις κἀκεῖνο ῥητέον, ὅτι δὴ πάντως ὑπελείπετό τι ζώπυρον περὶ τὴν καρδίαν, τοῦ ἄλλου σώματος διὰ τὴν πληγὴν
νεκρωθέντος, ὅπερ ὕστερον παυσαμένων τῶν ἐπὶ τὴν πληγὴν πόνων ἀπ᾿ αὐτῆς ἀρξάμενον καὶ εἰς πᾶν τὸ σῶμα διέδωκεν τοῦ ψυχωθῆναι δύναμιν. καὶ οὐδὲν θαυμαστὸν γίγνεσθαί τι τοιοῦτον, ὅπου γε καὶ τὰς χελιδόνας φασὶν ἐν κοιλότησιν δένδρων ὅλην τὴν τοῦ χειμῶνος ὥραν νεκρωθείσας ζῆν, καὶ
παυσαμένης τῆς τοῦ ἀέρος ψύξεως κινεῖσθαι καὶ ἐκτινάσσειν τὴν νέκρωσιν· καὶ ὄφεις ταὐτὸν πάσχειν ἐν τοῖς ἑαυτῶν φωλεοῖς καὶ διαμένειν ἀκινήτους καὶ αὖθις ἀναβιώσκεσθαι, μενούσης ἔνδον τῆς ζωτικῆς ἀρχῆς καὶ τὰ ἀποψυχθέντα παρελθούσης τῆς ἔξωθεν βίας ἀναζωπυρούσης. Ἐφ᾿ ἅπασιν
δὲ τοῖς εἰρημένοις καὶ τοῦτο προσθετέον, ὅτι τὴν ὅλην ταύτην ἱστορίαν εἰς δαιμονίαν μηκανὴν ὁ Πλάτων ἀνέπεμψεν· 61 δηλοῖ | [δὲ καὶ τὸ κελεῦ]σαι τὸν ἄγγελον τοῦτ[ον τοὺς δικαστὰς τὰ τ]ῶν ἐκεῖ πάντα καθορᾶν καὶ [ἀπαγγ]έλλειν τοῖς ἀνθρώποις· εἰ δὲ τοῦτο ἀλη[θές, τ]ῶν αὐτῶν ἄν εἴη
δήπου δαιμόνων ἔρ[γον κ]αὶ τὸ σῶμα φυλάττειν ἀπαθὲς τοῦ ἀγ[γέλο]υ, καθάπερ καὶ τὴν ψυχὴν ἀνέκπληκτον ὑπὸ τῶν 62 θεαμάτων ἐκείνων· [ἢ] καὶ τὸ τοὺς δαίμονας ἐπὶ τοσοῦτόν γε χρόνον ἀσκεδαστα τὰ σώματα διαφυλάττειν, ὅ <εἰ> καὶ δι᾿ ἄλλων δύναται γίνεσθαι σωμάτων, τοῖς νεκροῖς σώμασιν ἀδύνατον. Ὅλως δὲ δεῖ μηδαμῶς ἀγνοεῖν τήν πρόνοιαν τῶν θεῶν ταῖς ψυχαῖς σύστοιχα καὶ τὰ ὄργανα δημιουργοῦσαν· οὐδὲ
γὰρ ταύτας εἰς τὰ τυχόντα τὰς τυχούσας εἰσδύεσθαι, τὰ δὲ προσήκοντα ἑκάστην κατὰ τὴν ἐκείνων περιβάλλεσθαι βούλησιν. ὅταν οὖν τὰ παρ᾿ αὐτοῖς ἀγαθὰ προϋπάρχοντα βουληθῶσιν εἰς ἀνθρώπους ἐκφῆναι, λέγω δὲ οἷον μαντικὴν τὴν θείαν ἢ ἰατρικῆν τὴν ὡς ἀληθῶς παιώνιον ἢ τὴν ὄντως
οὖσαν ἱερατικὴν ἐπιστήμην, καὶ ψυχὰς προάγουσιν τὰς διαπορθμεύειν ταῦτα δυναμένας εἰς τὴν γένεσιν ἄνωθεν, καὶ ὄργανα προπαρασκευάζουσιν ταῖς τοιαύταις ψυχαῖς ἐπιτήδεια πρὸς τὴν ἐκείνων πολιτείαν, καὶ τὸ τῆς ζωῆς εἶδος ἐφ᾿ ὅ τὴν ἀρχὴν αὐτὰς καταπέμπουσιν. καὶ οὖν καὶ τὰς
ἀγγελικὰς ταύτας ψυχάς, τῆς ἀποκεκρυμμένης παρ᾿ αὐτοῖς ἀληθείας διὰ τῆς χωριστῆς ἑαυτῶν ζωῆς ἐκφαντορικὰς ἐσομένας, κινοῦντες ἐς τόνδε τὸν τόπον σώματα αὐταῖς ὑποστρωννύσυσιν καὶ χωρῆσαι δυνάμενα τὴν ὑπερφυῆ ζωὴν 63 τῶν | ψυχῶν καὶ ὑπηρετοῦντα ταῖς ἐνεργείαις αὐτῶν ταῖς 64 καρτερωτάταις καὶ ἀπαθεστάταις καὶ δύστρεπτα καὶ δυσδιάλυτα, πρὸς τὴν χωριστὴν ἐκείνων ἀπάθειαν ἐπαιρόμενα καὶ μιμούμενα τήν δύναμιν αὐτῶν τῶν χρωμένων αὐτοῖς ψυχῶν. δηλοῖ δὲ καὶ αὐτὸς ὁ Πλάτων τὴν <τῶν> ὀργάνων πρὸς τὰς ἐπιβεβηκυίας ὁμοιότητα ψυχάς, τῇ μὲν ζωῇ τοῦ Ἠρὸς τὴν
ἀλκὴν ἀποδούς, τῷ δὲ σώματι τὸ ἀδιάφθορον, ὡς ἄν κατὰ φύσιν τούτων συζυγέντων ἀλλήοις· τάχα δὲ καὶ ὡς ἀπ᾿ αὐτῆς τῆς ψυχῆς καὶ εἰς τὸ σῶμα διαβαινούσης τινὸς ἀπαθείας καὶ ἀτρέπτου δυνάμεως, τοὺς μὲν ἄλλους διαφθαρῆναι 65 λέγων, τόν δὲ ἄλκιμον ἐκεῖνον ὑγιῆ μὲν ἀναιρεθῆναι, δωδεκαταῖον δὲ ἐπὶ τῇ πυρᾷ κείμενον ἀναβιῶναι. Καὶ δῆλον μὲν ὡς καὶ τὴν ἱστορίαν αὐτὴν οὕτως ἔχειν ὁμολογήσομεν, οὐτὲν ἀδύνατον λέγουσαν, οὔτε τὸν ἀπὸ τοῦ σώματος χωρισμὸν
τῆς ψυχῆς (καὶ γὰρ οἱ ἱερατικοὶ λογοι τοῦτο δρῶσιν, χωρίζοντες ἀπὸ τῶν σωμάτων τὰς ψυχάς, καὶ τοῖς μὲν σώμασιν τοῦ μὴ διαπνεῖσθαι φρουρὰν περιβάλλοντες, ταῖς δὲ ψυχαῖς τὴν ἀπόλυτον τῶν σωμάτων προξενοῦντες ἐνέργειαν καὶ τὴν ἄφεσιν τῶν φυσικῶν δεσμῶν), οὔτε τὴν ἐν πλείοσιν ἡμέραις
διαμονὴν ἀσκεδάστου τοῦ σώματος. καὶ γὰρ ἐξ ἄλλων τοῦτο γέγονεν δῆλον ὁμοίων παρὰ τοῖς. ἔμπροσθεν ἀναγεγραμμένων ἱστοριῶν, κἀξ αὐτῶν τούτων, ὧν νῦν εἴπομεν, καὶ τοῦτο πιθανόν· εἰ γὰρ καὶ τοῖς ἱερατικοῖς τοῦτο δυνατόν, 66 φυλάττειν ἄτρεπτα τὰ σώματα χωριζομένων τῶν | ψυχῶν,
καὶ αὐτὰς χωρισθείσας ἀπὸ τῶν σωμάτων τοῖς αὐτοῖς ἥδε- σθαι † πεπραγμένοις αὐτῶν τῶν ψυχῶν πολλῶν δωδεκάτω † . .20. . πῶς τοῦτο δυνατόν, καὶ † δαιμονίων πολλῶν ἀνέθηκεν τὴν περὶ . .11.† αὐτὸν ἅπασαν ἱστορίαν, οὔτε τὸ θείας ἀληθείας τυχεῖν ἀδύνατον ψυχὴν ἀνθρωπίνην τῶν ἐν
Ἅιδου πραγμάτων καὶ ἀγγεῖλαι τοῖς ἀνθρώποις. Δηλοῖ δὲ καὶ ὁ κατὰ τὸν Ἐμπεδότιμον λόγος, ὅν Ἡρακλείδης ἱστόρησεν ὁ Ποντικός, θηρῶντα μετ᾿ ἄλλων ἐν μεσημβρίᾳ σταθερᾷ κατά τινα χῶρον αὐτὸν ἔρημον ἀπολειφθέντα λέγων τῆς τε τοῦ Πλούτωνος ἐπιφανείας τυχόντα καὶ τῆς Περσεφόνης
καταλαμφθῆναι μὲν ὑπὸ τοῦ φωτὸς τοῦ περιθέοντος κύκλῳ τοὺς θεούς, ἰδεῖν δὲ δι᾿ αὐτοῦ πᾶσαν τὴν περὶ ψυχῶν ἀλήθειαν ἐν αὐτόπτοις θεάμασιν. Πρὸς δὲ τῇ ἱστορίᾳ παντάπασιν αὐτῇ μὴ δυνάμενοι ἀπιστεῖν καὶ εἰς τὴν ζωὴν 67 ἀναπέμποντες ὅσα φησὶν ὁ Πλάτων αὐτὴν τοῦ ἀγγέλου τῆς προκειμένης ἀφηγήσεως τὸ μὲν ἄλκιμον, ὥς που καὶ πρότερον εἴπομεν [p. 112, 23], δηλοῦν ἡμεῖς γε φήσομεν τὴν δι᾿ ἑῆς ἀλκῆς εἰς θεοὺς ἀνάτασιν τῆν τοιαύτης ψυχῆς· τὸ δὲ ὑγιὲς τὴν ἀλώβητον καὶ ἀπαθῆ κατάστασιν· οὐ γὰρ
αἱ τυχοῦσαι τοιούτων ἂν τύχοιεν θεαμάτων· τὸ δὲ ἐν πολέγῳ τελευτῆσαι τὸ στρεφομένην ἔτι περὶ τὴν γένεσιν ἀχράντως διαζῆσαι καὶ μὴ ταὐτὸν παθεῖν ταῖς διαφθειρομέναις ὑπὸ τῶν ἐν αὐτῇ παθῶν, ἀλλ᾿ ἐξαίρετον ἔχειν παρὰ τὰς ἄλλας ψυχὰς τελειότητα.
διακένους ὑπονοίας τῶν ἐξηγητῶν, ἃς καὶ Πορφύριος ἀπεσκευάσατο, πολλὴν καὶ διωλύγιον φλυαρίαν ἐπεισαγαγόντων διὰ τῆς δωδεκάδος, τῶν μὲν εἰς τὸν ζῳδιακόν, τῶν δὲ εἰς τοὺς μῆνας, τῶν δὲ εἰς τοὺς δώδεκα θεοὺς ἀναφερόντων τὸν ἀριθμόν, καὶ πιστουμένων οἰκεῖον οὕτως αὐτὸν
εἶναι ταῖς εἰς γένεσιν ἰούσαις ψυχαῖς, εἰ δεῖ καὶ εἰς τὴν ζωὴν αὐτὸν τῶν ψυχῶν ἀναπέμπειν, ἄλλον τρόπον ἡμεῖς τὴν θεωρίαν μέτιμεν, τὴν τοῦδε τοῦ ἀριθμοῦ συγγένειαν αἰτικώμενοι πρὸς τὴν ὅλην περίοδον τῶν ψυχῶν. συνέστηκεν γὰρ ἐκ τῶν πρωτίστων ἀριθμῶν πολλαπλασιασάντων ἀλλήλους,
τριάδος λέγω καὶ τετράδος· ὧν ἣ μὲν τελεσιουργός ἐστιν καὶ ἐπιστρεπτικὴ πρὸς τὰς ἀρχάς, ἣ δὲ γόνιμος καὶ ἑδραστικὴ τῶν γεννωμένων ἅμα καὶ ἐναρμόνιος. προσήκει τοίνυν ἡ δυωδεκὰς ἐξ ἀμφοῖν οὖσα τῇ τε τῆς ψυχῆς ἐπιστροφῇ πρὸς 69 τὰ ὃλα καὶ τῇ νοερᾷ καὶ [τῇ] χωριστῇ ζωῇ καὶ τῇ τοῦ σώματος σταθερᾷ διαμονῇ καὶ ἀτρέπτῳ καὶ τῇ ἐναρμονίῳ τοῦ τε χρωμένου συστάσει καὶ τοῦ ὀργάνου πρὸς ἄλληλα. 70 δοκεῖ δὲ καὶ τελειότητος ὅρος ἡ δυωδεκὰς εἶναι, πρε- 71 πού|σης ταῖς τὰ πέρατα τοῦ κόσμου συνελισσούσαις αἰτίαις καὶ (τί γὰρ οὐ δεῖ λέγειν;) ταῖς οὐρανίαις τάξεσιν· διὸ καὶ μῆνα τὸν δωδέκατον ἐν Νόμοις [VIII p. 828d] ἀπένειμε ταῖς τῶν χθονίων θεραπείαις καὶ τὴν μεγίστην θεὸν Ἑκάτην τὰ πέρατα τῶν ἐγκοσμίων συγκλείουσαν καὶ διὰ τοῦτο
κλῃδοῦχον ἀποκαλουμένην τὰ δωδέκατά φησιν ὁ θεολόγος τοῦ κόσμου κληρώσασθαι. τάχ᾿ οὖν ἂν καὶ ταύτῃ καὶ ὁ τῆς μυθολογίας τῆς προκειμένης ἄγγελος εἴη δωδεκαταῖος ἀναβιούς, ὡς τῶν ὅλων γενόμενος θεωρός, καὶ τῶν παρὰ τῷ Πλούτωνι ψυχῶν αὐτῶν κατὰ τοῦτον τὸν ἀριθμὸν
τὴν χωριστὴν ἀπὸ τοῦ σώματος ἱδρυσασῶν ζωήν, ὅς ἐστιν ἀφοριστικὸς τοῦ κόσμου παντὸς καὶ τῶν ἐν αὐτῷ περάτων εἰς τὰς οἰκείας συνελισσομένων ἀρχάς. τοῦτο μὲν οὖν τοιόνδε τινὰ τὸν ἀπολογισμὸν ἔχοι ἂν τῆς θεωρίας.
τοιοῦτοί τινες γεγόνασιν ἄγγελοι τῶν ἀφανῶν ἡμῖν, ἀλλ᾿ οὑτοσὶ μόνος ἀνὴρ ὅστις ποτέ ἐστιν (χρῆν γὰρ ἴσως καὶ ἐν ἄλλοις δή τισι τόποις Ἦράς τινας ἱστορεῖσθαι θεατὰς ὧν οὗτος εἶδεν καὶ ἀγγέλους ἀνθρώποις ὧν ἤγγειλεν) — ἔοικεν οὖν, εἴτ᾿ αὐτός ἐστιν ὁ Κωλώτης εἴτ᾿ ἄλλος τοῦ μύθου
τοῦτον τὸν τρόπον κατήγορος, ἀγνοεῖν ὡς ἄρα καὶ εἰσὶν καὶ ἔσονται πολλαχοῦ γῆς τῶν θείων καὶ ταῖς αἰσθήσεσιν ἡμῶν ἀλήπτων ἐξηγηταὶ κατά τινας θείας τε καὶ δαι- 72 μονίας ἐπιπνοίας· οἱ μὲν μετὰ τοῦ σώματος τῶν τοιούτων ἵστορες, ὥσπερ Ἐμπεδότιμον λόγος, οἱ δὲ ἄνευ σώματος, ὥστορες, τὸν Ἀθηναῖον Κλεώνυμον· καὶ πλή|ρεις αἱ παρα- 73 δόσεις τούτων. εἰ δὲ [μὴ πλείο]νές εἰσιν αὐτοπτικαὶ τῶν ὄντων [ἐν] ἡμῖν καταλήψεις, οὐδὲν θαυμαστόν· [σώμα]σι
γὰρ χρώμενοι καὶ τούτοις ἐνύλο[ις ὀλίγοι] καὶ ἐν πολλῷ χρόνῳ τούτων ἀπολαύειν ἄνθρωποι δύνανται, καὶ διὰ τοῦτο καὶ ὁ Ἐμπεδότιμος σπάνιος καὶ ὁ Κλεώνυμος καὶ εἰ δή τις ἄλλλος τῶν τοιούτων θεαμάτων λέγεται τυχεῖν· τὸ γὰρ τὴν ἀνθρωπίνην ζωὴν ὑπὲρ ἄνθρωπον ἐνεργεῖν ὀλίγοις δή τισι
καὶ εὐαριθμήτοις ὑπάρχειν εἰκός.
μένω ἀλλήλοιν καὶ τοῦ οὐρανοῦ].
οὖσαν ἀπὸ τῆς ἰδίας ζωῆς ἐπὶ τὴν κοινὴν καὶ σύνθετον. ὅτι δὲ καὶ ἐξιέναι τὴν ψυχὴν καὶ εἰσιέναι δυνατὸν εἰς τὸ σῶμα, δηλοῖ καὶ ὁ παρὰ τῷ Κλεάρχῳ τῇ ψυχουλκῷ ῥάβδῳ χρησάμενος ἐπὶ τοῦ μειρακίου τοῦ καθεύδοντος καὶ πείσας τὸν δαιμόνιον Ἀριστοτέλη, καθάπερ ὁ Κλέαρχος ἐν
τοῖς περὶ ὕπνου φησίν, περὶ τῆς ψυχῆς, ὡς ἄρα χωρίζεται τοῦ σώματος καὶ ὡς εἴσεισιν εἰς τὸ σῶμα καὶ ὡς χρῆται αὐτῷ οἷον καταγωγίῳ· τῇ γὰρ ῥάβδῳ πλήξας τὸν 74 παῖδα τήν ψυχήν ἐξείλκυσεν καὶ οἷον ἄγων δι᾿ αὐτῆς πόρρω 75 τοῦ σώματος ἀκίνη|τον ἐνέδειξε τὸ σῶμα καὶ ἀβλαβὲς σῳζόμενον ἀναισθητεῖν προσ . . . 15 . . . γραφόντων ὅμοιον ἀψύχῳ· ἐκείνην δὲ μεταξὺ διενεχθεῖσαν πόρρω τοῦ σώματος
ἐγγύθεν αὐτῆς ἀγομένης πάλιν τῆς ῥάβδου μετὰ τὴν εἴσοδον ἀπαγγέλλειν ἕκαστα. τοιγαροῦν ἐκ τούτων πιστεῦσαι τούς τε ἄλλους τῆς τοιαύτης ἱστορίας θεατὰς καὶ τὸν Ἀριστοτέλην χωριστην εἶναι τοῦ σώματος τὴν ψυχήν. Τοῦτο μὲν οὖν ὅπερ λέγω, τὸ τὴν ψυχὴν ἐξιέναι τε δύνασθαι
τοῦ σώματος καὶ αὖθις εἰσιέναι καὶ ἔμπνουν ποιεῖν ὅπερ ἀπελελοίπει, ταῦτά τε δηλοῖ πάλαι τοῖς ἡγεμόσιν τοῦ Περιπάτου γεγραμμένα, καὶ ὅσα τοῖς ἐπὶ Μάρκου θεουργοῖς ἐκδέδοται πίστιν ἐναργῆ πορίζει τοῦ λόγου. καὶ γὰρ ἐκεῖνοι διὰ δή τινος τελετῆς τὸ αὐτὸ δρῶσιν εἰς τὸν τελούμενον·
καὶ ἔστι πᾶν τὸ τοιοῦτον οὐκ ἀνθρώπινον, ἀλλὰ δαιμόνιον τὸ μηχάνημα καὶ θεῖον. ὥστ᾿ οὐδὲν ἂν εἴη θαυμαστόν, εἰ καὶ τῶν προκειμένων θεαμάτων τὸν ἄγαθοειδῆ βούλησιν ἐξελθεῖν τε τοῦ σώματος ἀδιαφθόρου μένοντος καὶ ἐξελθόντα
δύναμιν προσλαβεῖν θεωρὸν τῶν ἀοράτων ταῖς αἰσθήσεσιν ἡμῶν καὶ μνήμην ὧν εἶδεν καὶ ἔκφασιν· οὐ γὰρ τὴν τυχοῦσαν εἶναι ταύτην ψυχήν, ἀλλὰ τοῦτο παρὰ θεῶν γέρας λαβοῦσαν διὰ τὴν πρὸς τὰς ἄλλας ψυχὰς ὑπεροχήν, εἰ μὲν 76 βούλει, καὶ αὐτῆς τῆς οὐσίας· εἰ δὲ τοῦτο δυσπαράδεκτον, διὰ τὸ τῆς ζωῆς θεοπρεπές· κωλύει μὲν γὰρ οὐδὲν καὶ κατ᾿ οὐσίαν αὐτὴν ἐκείνων δια|φέρειν καὶ ὡς ἐγγυτέρω θεῶν 77 οὖσαν [τετυχηκέ]ναι ταύτης <τῆς> αὐτοψίς· ὥσπερ δὴ καὶ [περὶ ἄλ]λων ψυχῶν χρησμοὶ διδάσκαλοι [γεγόνα]σιν,
ἄνωθεν αὐτὰς ἐξ ὑπερτέρων ἡκούσας σειρῶν καὶ τάξεων ἡγεμονικωτέρων ἐκφῆναι τῶν θείων ἀγαθῶν ταῖς ὑφειμέναις πολλὰ καὶ ἀλήπτων ἐκείναις. Εἰ δὲ καὶ τοῦτο λέγοι τις ἄδηλον, ἐκεῖνό γε παντὶ γνώριμον, ὅτι τὴν παροῦσαν ζωὴν ἀνάγκη τὸν ἄγγελον τούτων ὑπερέχουσαν προστησάμενον
μενον τῶν ὁμοταγῶν ἄξιον πεφηνέναι τῆς ἀγγελικῆς ταύτης τάξεως πρὸς ἐκείνας. καὶ γὰρ ὁρᾶν ἔξεστιν, ὅπως ἡ μέθεξις τῆς κατὰ πρόνοιαν δόσεως, ἄνωθεν ἀπ᾿ αὐτῶν ἠργμένη τῶν θεῶν, καὶ ἡ κατὰ νοῦν ἐκφαντορικὴ τῶν θείων δύνα μις κατὰ μικρὸν ὑφιζάνουσα πρόεισι διὰ τῶν μέσων, ἐν
οἷς τὸ προσεχὲς δήπου τοῖς θεοῖς ὁμοιότερον ὂν αὐτοῖς τῶν πορρώτερον οὕτω διαπορθμενύει τὴν παρ᾿ ἐκείνοις ἱδρυμένην ἀλήθειαν· πρῶτος μὲν οὗτος ὁρᾷ τὰ θεῖα· μετὰ δὲ τοῦτον παρέχονται τὴν αὐτοφανῆ γνῶσιν δι᾿ ἀκοῆς, οἷς ἐκεῖνος ἐξήγγειλεν· εἶθ᾿ οἱ μετ᾿ ἐκείνους παραδεξάμενοι καὶ ἀπ᾿
ἐκείνων † περὶ ὧν ἤκουσαν τὴν φήμην. τοῦτο δὲ τεκμήριον ἐναργὲς τοῦ πορρώτερον ἤ ἐγγύτερον ὄντος αὐτῶν τῶν θείων φασμάτων· οἷς ὁ πρώτιστος ὁμιλήσας δήπου τῶν ἄλλων θεοειδέστερος. οὐδὲ γὰρ τὸ τὴν ἀκοὴν εὐτυχῆσαι τούτων ἄνευ τῆς ἐκ θεῶν καθηκούσης ἐγὼ θείην ἂν εὐμοιρίας,
ὥστε πολλῷ μᾶλλον τὴν θείαν εἴς τινα τῆς ζωῆς ὑπερβολὴν εἰς ἄκρον ἀνήκουσαν ὑπάρχειν.
οὔσης (ἀσώματος γάρ), οὔτε ὡς ἐν ὑποκειμένῳ οὔσης, διότι πᾶσα χωριστὴν ἔχει σώματος οὐσίαν· ἀλλὰ εἴσοδος μὲν αὐτῆς ἡ πρὸς αὐτὸ καλεῖται σχέσις, ἔξοδος δὲ ἡ τῆς σχέσεως ἀπόλυσις, οὐ τῆς ζωτικῆς, ἣν προστίθησιν διὰ τὴν νεῦσιν καὶ την πρὸς τὸν δεσμὸν συμπάθειαν, ἀλλὰ τῆς φυσικῆς,
περὶ ἧς ὁ Τίμαιος εἴρηκεν, ὅτι κατερριζοῦντο τῆς ψυχῆς οἱ τοῦ βίου δεσμοὶ περὶ τὸν μυελόν [p. 73d]· ἴδιον δὲ <τοῦ> ταῦτα λέγοντος, ὅτι προσελάμβανεν ἐκ τῶν θεῶν καὶ ζωὴν θεοπρεπεστέραν παρακολουθεῖν πᾶσιν αὐτὸν ποιοῦσαν, τοῖς δικάζουσι τοῖς δικαζομένοις, τοῖς δρῶσιν τοῖς πάσχουσιν,
τοῖς τόποις τοῖς χρόνοις, τοῖς λόγοις τοῖς ἔργοις· τούτων γὰρ ἁπάντων αὐτὸν ἐσόμενον θεατὴν ἔδει τινὰ κρείττονα μοῖραν λαβεῖν παρὰ τῶν κρειττόνων, οἷς ἔμελεν ἄγγελον αὐτὸν καταστῆναι τῶν θεαμάτων ἐκείνων ἀνθρώποις. Ἐτι τοίνυν τὴν πορείαν δεῖ μὴ παρέργως ἀκοῦσαι τοῦ μύθου
προσθέντος, ἀλλὰ συννοήσαντας εἰπεῖν, ὡς ἄλλη μέν ἐστιν αὐτῶν τῶν ψυχῶν ζωτική τις οὖσα μετάβασις ἀπὸ τοῦ ἐν κατατάξει βίου πρὸς τὸν ἄσχετον, ἥν ἀπεικάζων ταῖς κατὰ τόπον κινήσεσιν πορείαν ὁ μῦθος προσείρηκεν (πασῶν γὰρ 80 τῶν σωματοειδῶν κινήσεων ἐν τῇ ψυχῇ τὰ παραδείγματα 81 προϋφέστηκεν)· ἄλλη δὲ | τοπική τις οὖσα μετὰ τοῦ σώματος κίνησις εἰς † κριτήρια πορευομένου ἐν ταῖς ἐξόδοις, τοπική τις ἤδη τῆς ψυχῆς πορεία ἔξω τε καὶ εἰσω γινο- 82 μένου τοῦ σωματικοῦ ανὐῆς καὶ πορευομένου κατά τε ὕψη καὶ βάθη τοῦ κόσμου, συνεπαιρομένου τῇ ψνχῇ καὶ συγκαταφερομένου καὶ μέχρι τῶν τῆς γῆς μυχῶν· περὶ γάρ τοι τῶν τοιούτων ὀχημάτων καὶ ὁ ἐν Φαίδωνι μῦθος [p. 113d sqq.] ἔλεγεν, ὡς ἄρα ἀναβᾶσαι αἱ ψυχαὶ ἐπ᾿ αὐτὰ
εἰς τὸν Ἀχέροντα φέρονται, καὶ ὡς ἐμβριθῆ μέν ἐστι καὶ σκοτεινὰ τὰ τῶν πολλῶν, ἀυ·λότερα δὲ καὶ καθαρώτερα ὀλίγων δή τινων. Ἔστι δὴ οὖν ἡ πορεία καὶ ἀσὠματος καὶ σωματική, ζωτική τε· καὶ τοπική· καὶ ἡ ἑτέρα τῆς ἑτέρας εἰκών, δῆλον δὲ ποτέρα ποτέρας. πᾶσα μὲν δὴ ψυχὴ γλίχεται
τοῦ ἄνω κατὰ ψύσιν, ὡς εἰς οἰκεῖον ὁρμῶσα τόπον μετὰ τὴν ἐκ τοῦ ὀστρεώδους σώματος ὁρμήν· κατασπώμεναι δὲ ὑπὸ τῶν συντρόφων τοῖς σώμασι παθῶν εἰς τὸ κάτω βρίθουσιν· δηλοῖ δὲ καὶ τὸ λόγιον ταῦτα διδάσκον·
ἀνόδου, καὶ εἰ ὁ τὸν θυτικὸν βίον μάλιστα προστησάμενος, ἐπάγει πάλιν ὁ θεός·
84 τινὲς ἐν αὐταῖς ἀλόγων καὶ ἀγρίων θρεμμάτων εἰς τὸν ἐκεῖνοις οἰκεῖον τόπον τὸν χθόνιον· δεῖ γὰρ τὸ ὅμοιον πᾶν φέρεσθαι πρὸς τὸ ὅμοιον, νικᾶν δὲ ἐν ταῖς κινήσεσι τὸ πλεονεκτοῦν. ὥστ᾿ εἰκότως πορεύεσθαι λέγει μετ᾿ ἄλλων εἰς
τὸν δαιμόνιον τόπον ὑπὲρ γῆς ὄντα, κἄν τινες αὐτῶν ἀξίως ὦσιν βεβιωκυῖαι τῶν ὑπὸ γῆς δικαιωτηρίων· ἡ γὰρ τάσις ἐκείνων ὀρεγομένων τοῦ δίκης τυχεῖν πασῶν, ἡ δὲ ἀξία πρὸς τὸν οἰκεῖον ἕλκει κλῆρον ἑκάστην. γίνεσθαι μὲν οὗν καὶ τοῦτο πιθανὸν καὶ ἅμα πλείους ψυχὰς ἄλαπο ἐωνάλλων
τόπων εἰς τὸν δικαστικὸν τόπον (??) (??) οἱ αὐτοὶ δικασταὶ πάσαις δικάζουσιν. (??) δὲ θαυμαστὸν τὸν Ἦρα μετὰ πολλῶν πορεύεσθαι ψυχῶν· ἔτι μᾶλλον ἴσως τῶν ἐν τῷ πολέμῳ τετελευτηκότων, οὓς καὶ διαφθαρῆναί φησιν ὁ μῆθος, διὰ τὴν αὐτὴν περίστασιν ἐκβεβηκυιῶν ἀπὸ τῶν
σωμάτων, καὶ ὁμοπαθῶν ἀλλήλαις οὐσῶν καὶ μετὰ τὴν τελευτὴν συναγελαζομένων ἀλλήλαις καὶ κοινὴν τὴν ὁρμὴν ἐπὶ τὸν τόπον τὸν δικαστικὸν ποιουμένων· καὶ τῆς ἱστορίας 85 τούτοις μαρτυρούσης λέ\γομεν τὴν αὐτὴν πορείαν τῶν ἀποθανόντων εἶναι, ἐν τῷ αὐτῷ χρόνῳ † τε ἐλθουσῶν ἐν
τῇ πρὸς τοὺς δικαστὰς ἀπαντήσει . . 8 . ων εἰς τὸ αὐτὸ πασῶν· καὶ γὰρ ἐν πολέμῳ ἅμα τινῶν ἀπολομένων καὶ ἐν ναυαγίῳ καὶ ἐν πόλεων κατασεισθεισῶν κοιναῖς φθοραῖς ὤφθησαν ἀγέλαι ψυχῶν τισιν τῶν τὰ αὐτὰ παθουσῶν ἀπαυγέλλουσαι τὰς ἑαυτῶν συμφορὰς τοῖς προστυχέσιν αὐταῖς
γενομένοις. Εἰ δὲ, ὡς ἐν Φαίδωνι μεμαθήκαμεν [p. 107d], οὐχὶ τῶν ψυχῶν αἱ ὁρμαὶ μόνον, ἀλλὰ καὶ οἱ λαχόντες αὐτὰς ἄγουσι δαίμονες, κινοῦντες ἑκάστην ἐφ᾿ ὃν δεῖ τόπον 86 ἐλθεῖν, ὥστε καὶ οἷον αὐτομάτως φέρεσθαι καὶ ἀπροαιρέτως, ἔχοι ἂν καὶ ταύτῃ πολλὴν ὁ τοῦ Ἠρὸς λόγος ἀλήθειαν..
καὶ τὸν Ῥαδάμανθυν καὶ τὸν Αἰακὸν τρίτον ἐν τῇ τριόδῳ. καὶ εἰ ὁ αὐτὸς τόπος ὑπ᾿ ἀμφοτέρων λέγεται τῶν μύθων, πῶς ἀλλήλοις οἱ δικασταὶ συμβαίνουσιν, αἱ ἡρωϊκαὶ ψυχαὶ τοῖς (??) ὁ γάρ τοι δαιμόνιος τόπος ἀπὸ τῶν δαιμόνων (??) (??) προσηγορίαν εἰς δαίμονας ἔοικεν ἀναπέμπειν
τοὺς δικαζομένους.
ὥσπερ ὅδε ὁ μῦθος (ἐν Γοργίᾳ μὲν γὰρ εἴρηται τοσοῦτον, ὅτι δικάζουσιν |ἐν τῶ λειμῶνι καθήμενοι πάντες 87 ἐν τῇ τριόδῳ· νυνὶ δὲ τίς οὗτος ὁ τόπος, ὅτι μεταξὺ τῆς καὶ οὐρανοῦ, λέλεκται σαφῶς), ὃ δὲ τὰ ῥεύματα τῆς δίκης καὶ τοὺς ποταμοὺς ἐπεκδιηγεῖται τοὺς ὑπὸ γῆς, ὥσπερ
ὁ ἐν Φαίδωνι [111d]. πάντα δὲ ὁμοῦ τῷ νῷ συλλαβόντες ἕξομεν τοὺς δικαστάς, τὸν τόπον τῶν δικαστῶν, τὰς λήεις τὰς ὑπ᾿ αὐτῶν ἀφπριζομένας. Ἀλλὰ τὰ με]ν εἰσαῦθις ζητήσομεν ἡμεῖς· τὸν δὲ δὴ τόπον, ὃ φάναι, πρὸς
ἡμᾶς αὐτοὺς εἴπωμεν. Νουμήνιος μὲν γὰρ τὸ κέντρον εἶναί φησιν τοῦτον τοῦ τε κόσμου παντὸς καὶ τῆς γῆς. ὡς 88 μεταξὺ μὲν ὂν τοῦ οὐρανοῦ, μεταξὺ καὶ τῆς γῆς· ἐν ᾧ καθῆσθαι τοὺς δικαστὰς καὶ παραπέμπειν τὰς μὲν εἰς οὐρανὸν τῶν ψυχῶν, τὰς δὲ εἰς τὸν ὑπὸ γῆς τόπον καὶ τοὺς ἐκεῖ ποταμού· οὐρανὸν μὲν τὴν ἀπλανῆ λέγων καὶ ἐν ταύτῃ
δύο χάσματα, τὸν αἰγόκερω καὶ τὸν καρκίνον, τοῦτον μὲν καθόδου χάσμα τῆς εἰς γένεσιν, ἀνόδου δὲ ἐκεῖνον, παταμοὺς δὲ ὑπὸ γῆς τὰς παλνωμένας (ἀνάγει γὰρ εἰς ταύτας παταμοὺς ποταμοὺς καὶ αὐτὸν τὸν Τάρταρον)· καὶ ἄλλην πολλὴν
πικῶν ἐπὶ τὰ ἰσημερινὰ καὶ ἀπὸ τούτων εἰς τὰ τροπικὰ καὶ μεταβάσεις, ἃς αὐτὸς πηδῶν ἐπὶ τὰ πράγματα μεταφέρει, καὶ συρράπτων τὰ Πλατωνικὰ ῥήματα τοῖς γενεθλιαλογικοῖς καὶ ταῦτα τοῖς τελεστικοῖς· μαρτυρούμενος τῶν δύο χασμάτων των καὶ τὴν Ὁμήρου ποίηησιν οὐ μόνον λέγουσαν [Οd. v
110—112] τὰς μὲν πρὸς βορέαο καταιβατὰς ἀνθρώ- 89 ποισιν ὁδούς, | ἐπείπερ ὁ καρκίνος εἰς † αἰγόκερον προσελθὼν ἀποτελεῖ· τὰς δὲ πρὸς νότον [εἶναι θειοτέρας], δι᾿ ὧν οὐκ ἔστιν ἀνδράσιν [εἰσελθε]ῖν, ἀθανάτων δὲ μόνον ὁδοὺς αὐτὰς ὑπάρχειν· ὁ γὰρ αἰγοκέρως ἀνάγων τὰς ψυχὰς
λύει μὲν αὐτῶν τὴν ἐν ἀνδράσι ζωήν, μόνην δὲ τὴν ἀθάνατον εἰσδέχεται καὶ θείαν· οὐ ταῦτα δ᾿ οὖν μόνον, ἀλλὰ καὶ ἡλίου πύλας ὑμνοῦσαν καὶ δῆμον ὀνείρων [Od. ω 12], τὰ μὲν δύο τροπικὰ ζῴδια πύλας ἡλίου προσαγορεύσασαν, δῆμον δὲ ὀνείρων, ὥς φησιν ἐκεῖνος, τὸν γαλαξίαν. καὶ γὰρ
τὸν Πυθαγόραν δι᾿ ἀπορρήτων Ἅιδην τὸν γαλαξίαν καὶ πόπον ψυχῶν ἀποκαλεῖν, ὡς ἐκεῖ συνωθουμένων· διὸ παρά τισιν ἔθνεσιν γάλα σπένδεσθαι τοῖς θεοῖς τοῖς τῶν ψυχῶν 90 καθάρταις καὶ τῶν πεσουσῶν εἰς γένεσιν εἶναι γάλα τὴν πρώτην τροφήν. τὸν δὲ δὴ Πλάτωνα διὰ μὲν τῶν χασμάτων, ὡς εἴρηται, δηλοῦν τὰσ δύο πύλας, διὰ δὲ τοῦ φωτός, ὃ δὴ σύνδεσμον εἶναι τοῦ οὐρανοῦ, τὸν γαλαξίαν· εἰς ὃν ἀνιέναι δι᾿ ἡμερῶν δυοκαίδεκα τὰς ψυχὰς ἀπὸ τοῦ τόπου
τῶν δικαστῶν· ἦν δὲ ὁ τόπος τὸ κεντρον. ἐντεῦθεν τοίνυν ἀρχομένην τὴν δυωδεκάδα τελευτᾶν εἰς τὸν οὐρανόν· ἐν ᾗ τὸ κέντρον εἶναι, τὴν γῆς, τὸ ὕδωρ, τὸν ἀέρα, τὰς ἑπτὰ πλανωμενας, αὐτὸν τὸν ἀπλανῆ κύκλον. εἶναι δ᾿ οὖν τὰ προπικὰ ζῴδια, τὰ χάσματα τὰ διπλᾶς, τὰς δύο πύλας ὀνόματι
διαφέοντα μόνον, καὶ πάλιν τὸν γαλαξίαν, τὸ φῶς τὸ τῇ ἴριδι προσφερές, τὸν δῆμον τῶν ὀνείρων ταὐτόν. ὀνείροις γὰρ ἀπεικάζειν τὰς ἄνευ σωμάτων ψυχὰς καὶ ἄλλοθι τὸν ποιη\τήν, ταῖς ψυχαῖς αἷς ἐφέστηκεν ἀνε . .75. . 91 φημί . . 9 . . . [ἀλλὰ πῶς]ἄν τις ἀποδέξαιτο τὴν πρὸς τ[ὰς
αὐτοῦ] τοῦ Πλάτωνος ῥήσεις αὐτοῦ διαφωνί[αν· τού]των γὰρ πέρι καὶ ἡμῖν πρόκειται λέγειν. ὃ μὲν γὰρ τὸν δαιμόνιον τόπον εἶναί φησιν τὸ κέντρον, ὃ δὲ ἐν τῷ μεταξὺ οὐρανοῦ μόνον· καὶ ὃ μὲν γῆν ταύτην τιθέμενος, ἐφ᾿ ἧς
βεβήκαμεν, εἰς τοὺς ὑπ᾿ αὐτὴν ἄγει ποταμούς, ὃ δὲ ἐν οὐρανῷ τίθεται τοὺς ποταμοῦς καὶ κολάσεις ἐκεῖ ψυχῶν, παρ᾿ οἷς ἡ μακαριστὴ ζωὴ τῶ ψυχῶν — δηλοῖ δὲ ὁ Τίμαιος [p. 42b] τὴν εἰς τὸ σύννομον ἄστρον ἀποκαταστᾶσαν εὐδαίμονα βίον λέγων ἕξειν, καὶ ὁ ἐν Φαίδρῳ [p. 249a]
Σωκράτης τὰς μὲν εἰς τὰ ὑπὸ γῆς δικαιωτήρια λέγων χωρεῖν (ὅπου καὶ οἱ ποταμοὶ πάντες καὶ αὐτὸς ὁ Τάρταρος, 92 93 ὡς ἐν Φαίδωνι διδασκόμεθα), τὰς δὲ εἰς τοῦ οὐρανοῦ τινα τόπον ὑπὸ τῆς Δίκης κουφισθείσας διάγειν ἀξίως οὗ ἐν ἀνθρώπου εἴδει ἰβίωσαν βίου· δι᾿ ὧν πολλοῦ δεῖ τοῦς ὑπὸ γῆν ποταμοὺς εἰς τοὺς πλάνητας ἀνα
— ἔτι τοίνυν ὃ μὲν εἰς πάντα τὸν οὐρανὸν ἀνάγει τὰς ἀποκαθισταμένας (καὶ γὰρ περὶ πάντας νενεμῆσθαι τοὺς ἀστέρας ὑπὸ τοῦ πατρὸς διαιρεθείσας ἰσαρίθμους τοῖς ἄστροις), ὃ δὲ μόνον τὸν γαλαξίαν ἐκ τῶν ψυχῶν συμπληροῖ τῶν ἐντεῦθεν εἰς οὐρανὸν ἀναβεβηκυιῶν· καὶ ὃ μὲν
τὰς εὐδαίμονας οὔ φησι χωρεῖν εἰς τὸν ὑποχθόνιον τόπον, ὅ δὲ ἄγειν ἀναγκάζεται πρῶτον εἰς ἐκεῖνον, εἴπερ πᾶσαν 94 ψνχὴν εἰς τὂν δι|καστὴν χωρεῖν πρῶτον δε τὸν οὐράνιον τόπον ἀνελθεῖν, ὅπου γε διάγουσιν αἱ ψυχαὶ εὐδαιμόνων. † καὶ γὰρ ἐπὶ ταὶς δίκαις καὶ δαιμόνων καὶ
τόπων καὶ πραγμάτων δεῖ καὶ τὸν [δαιμόνιον] τόπον ὥσπερ λέγεται μέσον ὑποτίθεσθαι γῆς καὶ οὐρανοῦ, τοῦ μὲν θεῶν ὄντος τόπου, τῆς δὲ τὰ θνητὰ γεννώσης καὶ τρεφούσης. μέσος δὲ οὐρανοῦ καὶ γῆς τόπος ἐστίν, ὅστις πᾶσαν ἔξωθεν περιέχων τὴν γῆν ἄκρα τε αὐτῆς καὶ μέσα καὶ πολλῷ μᾶλλον
τὰ ἔσχατα περικλείων ὑπέζωκεν τὸν οὐρανόν· οὐ γὰρ τινός, ἀλλὰ πάσης, οὐδὲ τινὸς οὐρανοῦ μέσος ἐστίν, ἀλλὰ παντός· ὥστε μετὰ πάντα μὲν τὸν οὐρανὸν ἔσται, πάσης δὲ ὑπερανέχων τῆς γῆς, καὶ οὐ τῶν κοιλωμάτων αὐτῆς μόνων, ἐν οἷς ἡμεῖς οἰκοῦμεν, ἀλλὰ καὶ τῶν ἄκρων, ἐν οἷς τίθησι
ψυχῶν εὐδαιμόνων λήξεις οὔπω τελέως ἀποδυσαμένων τὰ ὑλαῖα σώματα, καθάπερ ἐν Φαίδωνι [p. 114b] μεμαθήκαμεν. εἰ δὲ δεῖ ταῦτα προσίεσθαι, μόνος δὲ ὁ αἰθὴν ὑπὸ τὸν 95 οὐρανὸν ὢν κύκλῳ περιρρεῖ τὴν γῆν ὅλην, οὗτός ἐστιν ὁ δαιμόνιος τόπος, ἐν ᾧ καὶ οἱ δικασταὶ καθήμενοι μεταξὺ γῆς καὶ οὐρανοῦ καὶ ἡ τρίοδος αὕτη τῶν ψυχῶν καὶ ἡ συναφὴ τῶν χασμάτων τῶν τε εἰς γῆς τεινόντων καὶ τῶν εἰς οὐρανόν. ἀλλ᾿ ὅταν μὲν καλῆται τρίοδος, εἰς τὰς
πριπλᾶς ἀνάγεται ζωὰς τῶν ψυχῶν, τὴν εἰς τὰ ἄκρα τῆς γῆς εὐδαιμόνων οὖσαν θεατῶν, τὴν εἰς τὸν ὑπόγειον τόπον κολαζομένων οὖσαν, τὴν εἰς γένεσιν ἀμφοῖν μεσότητα συμπληροῦσαν, ἢ καὶ ἄλλως τὴν οὐρανίαν, τὴν χθονίαν,
τὴν ὑποχθονίαν, ἃς ἡ δικαστικὴ ψῆφος | διατάττει· ἡ 96 μὲν γὰρ τῆς ἀπλαύσεως καὶ εὐδαιμονίας ζωὴ ἐν οὐρανῷ ὡς θεία τίθεται, ἡ δὲ τῆς δίκης εἰς τὴν μέσην φέρεται χώραν, ἡ δὲ τῆς ποινῆς ἀξία διὰ τοῦ ξίφους ὑπὸ γῆς· ὅταν δὲ αὖ τῶν τεττάρων λέγηται χασμάτων κοινὸν σημεῖον, διπλᾶς ἀφανῶν ἔχει λήξεων ὁδούς, οὐρανίαν καὶ χθονίαν,
καὶ διπλᾶς καθόδων εἰς γένεσιν, κατὰ δίκην ἑκατέρων ἀποτελουμένων. καὶ γὰρ αἱ λήξεις ὁρίζονται παρ᾿ αὐτῶν καὶ ἀπ᾿ ἐκείνων εἰς τὴν γένεσιν αὖθις ὁδοὶ γίνονται μετὰ τὰς περιόδους, ἃς ἀφωρίσαντο ἐκεῖνοι.
τόπον ἀπὸ τῶν ἐν τῷδὲ τῷ μύθῳ γεγραμμένων δῆλον, ἀφικνεῖσθαι φάντος αὐτοῦ μετὰ πολλῶν ἔς τινα δαιμόνιον τόπον, δικαστὰς δἒ ἐν αὐτῷ καθῆσθαι. τὸ δὲ μηδὲν τοῦτον διαφέρειν τῆς τριόδου τὸν ἐν Γοργίᾳ μῦθον ἡμᾶς διδάσκειν φήσομεν· ἐν γὰρ τῇ τριόδῳ καθῆσθαί φησιν ἐκεῖνος τοὺς
δικαστάς. εἰ δὲ ἐκεῖνος καὶ τὸν λειμῶνα τῇ τριόδῶ συνῆψεν εἰπὼν ἐν τῷ λειμῶνι δικάζειν αὐτοὺς ἐν τῇ τριόδῳ, παντὶ 97 98 δήπου γνώριμον, ὅτι τὰ τρία τὸν αὐτὸν δηλοῖ τοῦ κόσμου τόπον, ὁ δαιμόνιος, ἡ τρίοδος, ὁ λειμών. μεταξὺ δὲ οὐρανοῦ καὶ γῆς ὁ δαιμόνιος, ὥστε καὶ ἡ τρίοδος καὶ ¨ο λειμών. ὁ δὲ αἰθήρ ἐστι μόνος ἀμφοῖν μέσος, ὡς δέδεικται διὰ τῶν
ἐν Φαίδωνι [p. 109c ss.] γεγραμμένων, οὐ τινὸς γῆς, ἀλλὰ τῆς ὅλης ὑπερηπλωμένος καὶ τοῦ οὐρανοῦ παντὸς *** ὤν· διὸ καὶ αἰτιᾶται τοὺς πολλοὺς εἰς ταὐτὸν ἄγοντας αἰθέρα καὶ οὐρανόν. ἔστιν ἄρα καὶ ὁ δαιμόνιος τόπος καὶ ὁ λειμὼν 99 καὶ ἡ τρίοδος οὐκ ἄλλο ἢ μέσον οὐρανοῦ παντὸς
κατὰ Πλάτωνα· πλὴν τὸ μέσον ἀέρος καὶ γῆς ἀκρότης οὗτός ἐστιν ὁ ὑπὸ σελήνην τόπος. ὥστε καὶ λειμὼν εἰκότως ὀνομάζεται, μάζεται, τὰς ἀρχὰς τῆς γενέσεως περιέχων καὶ τῆς ἐν ὑγρῷ φερομένης φύσεως· μετ᾿ αὐτῆς γὰρ ὁ ἀὴρ καὶ τὸ ὕδωρ καὶ ἡ γῆς, παρ᾿ οἷς αἱ γενέσεις δι᾿ ὑγρότητος ἐπιτελούμεναι καὶ
τῆς ἐπικτήτου θερμότητος. εἰ δὲ καὶ προσεχῶς εἰς τὴν σεληνιακὴν ἀνήρτηται σφαῖραν, ἐν ᾗ τῆς γενέσεως αἰτίαι πάσης καί, ὥς φησίν τις ἱερὸς λόγος, τὸ αὔτοπτον ἄγαλμα τῆς φύσεως προσλάμπει, δῆλον δήπουθεν, ὅτι καὶ ταύτῃ λειμὼν εἰκότως ὀνομάζεται, δεξάμενος ἐκεῖθεν πρῶτος τὰς
προόδους τῶς τὴν γένεσιν συγκροτούτντων πνευμάτων· καὶ δὴ καὶ τρίοδος ψυχῶν τριπλᾶ προστησαμένων εἴδη ζωῆς κατὰ τὸν ὀρθὸν λόγον προσαγορεύεται, ἀνιουσῶν, πιπτουσῶν, καταδεδικασμένων· καὶ τὸ τρίτον δαιμόνιος τόπος, ὡς τὴν, μέσην χώραν τοῦ κόσμου λαχών. πάλαι γὰρ τοὺς δαίμονας
καὶ ἡ Μαντινικὴ ξένη τῶν τε ἀθανάτων μέσουσ ὡρίσατο καὶ τῶν θνητῶν ὑπάρχειν, μέσος δὲ καὶ ὁ αἰθὴρ ἀμφοτέρων τούτων ἰστίν. εἰ δὲ δὴ καὶ τοὺς ἐν τῇ Ἐπινομίδι [p. 984e] λόγους τις προσοῖτο τῷ αἰθέρι τοὺς δαί- 100 μονας ἀποδιδούσῃ καὶ ταῖς τε αἰσθήσεσιν ὀφυτέραις καὶ ταῖς διανοήσεσιν ἀχράντοις μειζόνως λεγούσῃ τὰ ἀνθρώπινα καθορᾶν, πάντως δήπου κα'κ τῶν ἐν ἐκείνῃ γεγραμμένων δαιμόνιον τόπον τὸν αἰθέρα λέγεσθαι παρὰ τοῦ Πλάτωνος οὐκ μόνιον τόπον τὸν αἰθέρα λέγεσθαι παρὰ τοῦ Πλάτωνος οὐκ 101 ἀπιστήσομεν. ἀλλ᾿ ἡ μὲν Ἐπινομὶς νοθείας | ὑπάρχουσα 102 μεστὴ καὶ νοῦ μυστηριώδους τὸν νηπιόφρονα καὶ ωῷ ἀρχαῖον ἀπατᾷ. ὅτι δὲ τοῦτο καὶ ἐξ ἄλλων δέδεικται τὸ τῆς ὁμονοίας τῶν γραμμάτων, παραστήσονται οἱ καθ᾿ ἡμᾶς ταύτην εἶναι ψευδῆ τὴν ὑπόκρισιν τοὺς ἀμφὶ Πατέριον ἐξηγητάς, ἄνδρας ἡμῖς αἰδοίους, διότι καὶ ψυχὰς τὰς εὐδαίμονας
<εἰς> ἐκεῖνον ἀνάγει τὸν αἰθέρα, καὶ τὸν Φαίδωνα μάρτυρα προϊσχομένουος (ἀληθὲς μὲν γάρ ἐστιν ὅ φασιν, ἀλλ᾿ οὐ ταὐτόν), ὡς ἐπὶ δικαστικὸν τόπον ἀνιέναι τὸν αἰθέρα φαίην ἂν ἐγὼ καὶ ὡς ἐπὶ λῆξίν τινα ψυχῶν (τὸ μὲν γὰρ αὐτῶν ποιεῖ τόπον, τὸ δὲ τῶν δικαστῶν). ἐπεὶ καὶ
τῶν οὐρανίων μετέχειν δυνατόν, ἀλλ᾿ οὐχ ὡς οὐρανίους· γενόμενοι γὰρ ἐν οὐρανῷ γινόμεθα πάντως οὐράνιοι, μένοντες δὲ ὑπὸ τὸν οὐρανὸν μετέχειν οὐ κωλυόμεθα τῶν οὐρανίων· ὥστε καὶ εἰς τὸν αἰθέριον κλῆρον ὅταν μὲν ὡς εἰς δικαστικὸν ἀφικνώμεθα τόπον, διὰ τῆς πρὸς τοὺς δικαστὰς ἀνατάσεως
τοῦτο λεγόμεθα πάσχειν, ὅταν δὲ ὡς εἰς λῆξιν ἡμῖν ἀπονεμομένην, ὅλοι τε ἐν αὐτῷ γιγνόμεθα καὶ ὡς ἡμέτερον αὐτὸν καταλαμβάνομεν.
ἐν Γοργίᾳ γεγραμμένοις, ἐν οἷς φησιν τοὺς δικαστὰς τῶν 103 ψυχῶν ἡρωϊκάς τινας εἶναι ψυχάς, ἤ μόνους δαίμονας καθῆσθαι τῶν βεβιωμέενων δικαστάς, θεοὺς δὲ ταύτην μηδαμῶς εἰληχέναι τὴν μοῖραν· ἤ τὰς τῶν μετηλλαχότων | 104 ψυχὰς εἰς δαιμονίας τῷ Πλάτωνι διεξερχομένας ἐν Κρατύλῳ
[p. 397 d], ὡς ἄν αὖται φέρωσι δικαστικὴν ψῆφον τῶν † πεπρακότων ψυχῶν † ἔκαστα τῶν εἰς τῆν τίσιν γενομένων· ἐν οἶς διαστέλλει θεοὺς δαιμάνων καὶ δαίμονας ἡρώων, τῶν ἐν Κρατύλῳ [p. 397 d] διὰ τῶν ὀνομάτων ἐξηυπορημένων περὶ τῶν τριῶν τούτων γενῶν, τῶν ἐν Συμποσίῳ
[p. 202 e] περὶ τῆς τῶν δδαιμόνων οὐδίας τε καὶ τάξενως πεφιλοσοφημένων, ὡς μέσης ὅντως οὔσης ἐν ππασι τοῖς ἐγκοσμίοις. ἀλλ’ οὑτωσὶ δαιμόνιον τόνδε λεγέτω τὸν τόπον, ὡς μέσον τοῦ παντὸς καὶ συμποσευόμενον μὲν τῷ οὐρανῷ, περθρρέοντα δὲ κύκλῳ τὸν θνητὸν ὅλον χῶρον.
προσήκει γὰρ τοῖς δαίμοσιν ἐν πάσαις λήξεσιν ἡ μεσότης, ὡς τοῖς θεοῖς ἡ ἀκρότης, ὡς, εἰ βούλει, ταῖς ψυχαῖς ἡ τελεευτὴ τῆς ἀσωμάτου ζωῆς. ὥστε κἄν ἐν οὐρανῷ πάντες ὦσι, θεοὶ δαίμονες ψυχαί, θείως εἰσίν, ἐπερίπερ ὁ οὐρανὸς ἔχει τὴν ἀκροτάτην τάξινα, αἄν ἐν τῷ αἰθέρι, δαιμονίως διὰ
τὴν μεσότητα τοῦ αἰθέρος, κἄν ἐν γῇ, ψυχικῶς διὰ τὴν ἐσχάτην ὕφεσιν πρὸς τὰ ἄνω τῆς γῆς, καὶ οὖ μὲν οὐρανίως, οὖ δὲ αἰθερίως, οὖ δὲ χθονίως ἠ τριάς. δαιμόνιος οὖν τόπος οὐχ ὠς μόνων δαιμόνων ὀ αἰθὴρ κλῆρος, ἀλλ’ ὡς, κἄν θεοὶ δικαστικὴν ἐν αὐτῷ κληρωσάμενοι τάξιν ὦσιν ἢ
ἄλλην ἰδιότηα προνίας λαχόντες, κἂν δαίμονες ὑπηρετοῦντες ταῖς βουλήσεσι τῶν θεῶ, κἄν ψυχαὶ κατὰ σκέσιν δικαστικὴν προβεβλημέναι ζωήν, πάντων δαιμονίως ὄντων ἐκεῖ καὶ τὸ μέσον αὐτὸ τῆς ὑπάρξεως σύνθημα προτεινόντων· 105 ὡς καὶ τοὺς ἐκεῖ θεοὺς μέσους εἶναι τῶν | οὐρανίων θεῶν 106 καὶ χθονίων, ὅταν ὑποληφθῶσιν ὡς προνομηταί, καὶ τὰς ψυχὰς τῶν κρειττόνων καὶ καταδεδικασμένων ψυχῶν, δι ὧν συνδεῖται τὸ πᾶν· οὐ γάρ ἐστιν οὐσίας ὄνομα τὸ δαιμόνιον, ἀλλὰ μόνης σχέσεως, ἣν ἔχειν δεῖ πρὸς ἄμφω τὰ ἄκρα τὸ μέσον. [πῶς] γὰρ οὐχὶ καὶ θεῶν ἂν εἴη τόπος ἐκεῖνος,
εἴπερ καὶ χθονίους ἐν Νόμοις [VIII 828c] θεοὺς θεραπεύειν ἐδιδάχθημεν; πῶς δ᾿ οὐχὶ καὶ ψυχῶν μοῖραν ἐχουσῶν εὔμοιρον, εἴπερ εἰς ἐκεῖνον τὸν τόπον καὶ τὰ ἄκρα τῆς ἐν τῷ αἰθέρι γῆς δύνανται λήξεως μεταλαγχάνειν θείας, ὡς ἐν Φαίδωνι παρειλήφαμεν; πάντων οὖν εἷς τόπος ἐκεῖνος ὤν,
θεῶν δαιμόνων ψυχῶν, ὡς ἂν μέσος ὤν, δαιμόνιος ἀπὸ τῆς τῶν λαχόντων αὐτὸν μέσης ὠόμασται τάξεως.
λέγωμεν περὶ τῶν χασμάτων ἑπομένως·
107 διεῖλεν καὶ τὰ κέντρα διεστήσατο τοσαῦτα καὶ τὰ ὑπό τὸν οὐ ρανὸν στοιχεῖα διεκόσμησεν· ὥστε καὶ τὸς ψυχικὰς ζωὰς 108 εἰκό|τως εἰς τέσσαρα διεμερίσατο γένη κατὰ τὴν τοῦ παντὸς διακόσμησιν τῆν δημιουργικήν· καὶ γὰρ ἡ ψυκὴ λόγων ἐστὶ
μέτοχος, ἐκ μὲν τῆς δημιουργικῆς μεταδόσεως δεξαμένη τὸ πέρας καὶ τὴν ταντότητα τῆς οὐσίας καὶ τὴν μόνιμον ἵδρυσιν τὴν ἐν ταῖς οἰκείαις ἀρχαῖς, ἐκ δὲ τῆς ζωογόνου δυάδος εἰς ἑαυτῆν εἰσιούσης καὶ ἀφ’ ἑαυτῆς γεννώσης τὰ μεθ’ ἑαυτὴν τὰς ποικίλας ζωὰς καὶ καθ’ἑτερότητα διϊσταμένας ἀλλήλων
καὶ τὰς παντοίας προόδους καὶ τὰς τὰς ἀνελίξεις τῶν ζωτικῶα λόγων. ταῦτα δὲ ἀμαφότερα μάλιστα τὴν ψυχικὴν τετράδα συνίστησιν περὶ τὸ μένον τὴν κίνσηιν τῆς ψυκῆς καὶ περὶ τὸ πέρας τὴν ἀπειρίαν ἀφορίζουσαν. μένουσα γὰρ ἀεὶ ἡ αὐτὴ κατὰ τὴν οὐσαν ἐξαλλάτει τὰς ζωάς, ἀνοιοῦσα
κατιοῦσα δδυομέην κατὰ τῆς γᾶς, ἀνίσχουσα ἐκεῖθεν καὶ διαύλους ἀποτελοῦσα καὶ περιόδδους ἀπεράντους. καὶ μὴν καὶ ἡ διαίρεσις τῆς ζωτικῆς ταύτης τετράδος οὐκ εἰς μονάδα καὶ τριάδα γενομένη (δυνατὸν γὰρ ἦν καὶ οὕτως τὸν τέσσαρα τερεῖν), ἀλλὰ δὶς δύο πάντως που ποιεπι γνώριμον,
ὅτι τὸ ὅλον εἶδος ἀφοφίζει τῆς τετράδος ταύτης οὐχ ἡ μονάς (ὅτερ ἄν ἦν εἰς μονάδα καὶ τριάδα τῆς τομῆς οὔσης), ἀλλ’ ἡ δδυάς. καὶ γὰρ οὐκ ἔστιν οὐσιώδης, ἀλλὰ ζωῆς διαφορότης καὶ τῶν ἐν αὐτῇ κινήσεων· αἱ δὲε κινήσεις πρὸς τῆς ἀπειρίας εἰσὶ καὶ τῆς ἀορίστου δυάδος, ὡς ἄν οἰ Πυθαγόρειοι
φαῖεν, καὶ τῶν θεολόγων πάλαι τῆν δυκαδικῆν αἰτίαν τῶν ψυχῶν κινεῖν εἰς προόδους καὶ μερισμοὺς λεγόντων οὐ τὰς 109 ψυκὰς μόνον (καὶ ταύτας μὲν | γά) . . . . . . . . προτέρας οὔσας τῶν νῦν πολλαχοῦ ζωῶν· ὅπερ ὁ μῦθος ἐννοήσας † ἐπιβούλησιν ἔθετο. τὸ μὲν οὖν τετραδικὸν κοινὸν 110 <ὄν> τῇ τε οὐσίᾳ τῆς ψυχῆς καὶ τῇ ζωῇ τῶν αἰτίων αὐτ[ῆς] ἀμφοτέρων ἀνῆπται τῶν τε πατρικῶν καὶ τῶν μητρικῶν, τὸ δὲ μοναδικὸν καὶ τριαδικὸν τὴν οὐσίαν τὴν ψυχικὴν μίαν τε καὶ τριφυῆ ποιοῦν εἰς τὴν πατρικὴν αὐτὴν ἀνατείνει μονάδα, τὸ δὲ δὶς δύο τὴν ἐν αὐτῇ ζωὴν ποικιλλομένην
παντοίαις κινήσεσιν καὶ ἀόριστον ὡς ἀληθῶς οὖσαν εἰς τὴν μητρικὴν ἀναφέρει δυάδα.
τῷ ὀνόματι καλοῦντα τὴν πασῶν κινήσεων καὶ προόδων πρωτουργὸν ἐν τοῖς νοητοῖς αἰτίαν, ἣν οἱ Πυθαγόρειοι δυάδα νοντὴν καὶ ἀόριστον προσηγόρευον·
καὶ μικρὸς ὕστερον· χάσμα δ᾿ ὑπ᾿ ἠέριον καὶ νήνεμος ἐρράγη αἰθὴρ ὀρνυμένοιο Φάνητος. εἰ γὰρ ταύτην ἔχει τὸ πρώτιστον καὶ νοντὸν χάσμα τὴν δύναμιν, κινεῖν πάντα καὶ διεγείρειν ἐς προόδους καὶ παντοίας
διακρίσεις, εἰκότως δήπου καὶ τὰς μεταβατικὰς τῶν ψυχῶν ἐφ᾿ ἑκάτερα κινήσεις καὶ ἀφ᾿ ἑκατέρων εἰς τὸ μέσον ὁδοὺς χάσματα προσείρηκεν, ὡς ἐσχάτην ἀφομοίωσιν πρὸς τὸ νοητὸν χάος φερούσας. ὅτι δὲ οὐκ ἐνταῦθα μόνον ὁ 111 Πλά|των ἐξέθηκε τὰς ἐν δικαστηρίῳ ὁδοὺς τῶν ψυχῶν, 112 ἀλλὰ καὶ ἐν τῷ Φαίδρῳ, φανερὸν ἐκ τῶν γεγραμμένων κρίσεων τῶν ἐκεῖ· τὰς ψυχὰς τὰς μὲν εἰς τὰ ὑπὸ γῆς δικαιωτήρια ἀφικνουμένας δίκην ἔφατο [τίνειν, τὰς] δὲ εἰς 113 114 τοῦ οὐρανοῦ τινα τόπον ὑπὸ τῆς Δίκης κουφισθείσας σας διάγειν ἀφίως οὗ ἐν ἀνθρώπου εἴδει ἐβίωσαν βίου. καί εἰσιν αὗται αἱ δύο πορεῖαι τῶν ψυχῶν, ἃς καὶ ἐνταῦθα ἀφηγούμενος τὴν μὲν εἰς τὸ ἄνω φησὶν ἄγειν καὶ
τὸ πρόσθεν, τὴν δὲ εἰς τὸ κάτω καὶ τὸ ὄπισθεν. εἶτα τὰς λοιπὰς δύο προστίθησιν λέγων· τῷ δὲ χιλιοστῷ ἀμφότεραι ἀφικνοῦνται ἐπὶ κλήρωσιν καὶ αἵρεσιν δευτέρου βίου. περὶ ὧν καὶ ἐνταῦθα διαλεγόμενός φησιν τὰς μὲν ἐξ οὐρανοῦ κατιέναι, τὰς δὲ ἐκ τοῦ τῆς γῆς ἀνιέναι
χάσματος, καὶ κατασκηνᾶσθαι σφᾶς ἐν τῷ λειμῶνι· δέδεικται δὲ ἡμῖν ἔμπροσθεν, τίς ὁ λειμών. ἔχομεν οὖν καὶ ἐκ τοῦ Φαίδρου τὰ δύο χάσματα <τὰ> τὰς λήξεις ὁρίζοντα καὶ τὰ λοιπὰ δύο τὰ ἀντίστροφα τούτοις, τῇ μὲν εἰς οὐρανὸν ἀγούσῃ τὸ ἐκεῖθεν κατάγον, τῇ δὲ εἰς τὰ ὑπὸ γῆς δικαιωτήρια
παραπεμπούσῃ τὸ ἐκεῖθεν ἀνάγον, τὸ δὲ κοινὸν τῶν τεττάρων τμῆμα καὶ σημεῖον τοῦτον τὸν λεγόμενον δαιμόνιον τόπον καὶ λειμῶνα καὶ τρίοδον· ἐν δὲ τούτῳ καθῆσθαι τοὺς δικαστάς. τοὺς δὲ αὐτοὺς δικαστὰς ἐν μὲν Γοργίᾳ τίνας ἔφατο, καὶ ἐνταῦθα δεδηλώκαμεν καὶ ἐν τοῖς εἰς ἐκεῖνα
γεγραμμένοις ἔναγχος ἡμῖν· νυνὶ δὲ κοινότερον ἀκούειν ἀξιοῦμεν πάντας τοὺς ταύτην εἰληχότας τὴν δύναμιν ἐν θεοῖς, ἐν δαίμοσιν, ἐν ἥρωσιν. τῶν γὰρ ποτὲ δικαστῶν | 115 ἡ τάξις τῶν ἐν σώμασι καὶ τῶν ἀεὶ † ὡς ἐν Γοργίᾳ [p. 523a sqq.] μερική ἐστι, κρινόντων τὰς ψυχὰς ἀσωμάτους.
δείκνυσι δὲ τὴν μερικὴν ἐκείνων τάξιν καὶ τὸ εἰς Πλούτωνος αὐτοὺς παραπέμπειν τὰς ψυχὰς εἴς τε μακάρων νήσους καὶ εἰς Τάρταρον, τούτους δὲ καθολικώτερον εἴε τε οὐρανὸν καὶ τὰ ὑπὸ γῆς πάντα δικαιωτήρια· περιεκτικώτερα δὲ ταῦτα 116 τοῦ Ταρτάρου καὶ ἡ οὐρανία ἄρα λῆξις τῆς ἐν μακάρων νήσιοις· ὥστε καὶ οἱ τῇδε δικασταὶ τῶν ἐν Γοργίᾳ περιληπτικώτεροι, καὶ οὐχ ἡρωϊκαὶ ψυχαὶ μόνον ἔσχαται οὖσαι τῶν δικαστικῶν δυνάμενω, ἀλλὰ καὶ εἴ τινες ἄλλοι πρὸ τούτων, ὡς ὁ οὐρανὸς πρὸ τῶν μακάρων νήσων, ὡς τὰ
δικαιωτήρια τὰ ὑπὸ γῆς πρὸ τοῦ Ταρτάρου· τοῦτον γὰρ δεσμωτήριον τίσεως εἶπεν εἶναι καὶ δίκης, ἀλλ᾿ οὐχ ἁπλῶς δικαιωτήριον. τί γὰρ ἄλλο ἐστὶν τὸ δικαιωτήριον ἢ τὸ δικαιοῦν καὶ κατὰ δίκην ἀπευθῦνον; τί δὲ ἄλλο τὸ τῆς τίσεως δεσμωτήριον ἢ τὸ τίσιν καὶ τιμωρίαν ἐσχάτην ἐπάγον
καὶ ὡς ἣ μὲν ὀνίνησιν, ἣ δὲ τῶν ἀνιάτων ἐστὶ ψυχῶν, αὐτοῦ διδάσκοντος ἐν ἐκείνῳ τῷ μύθῳ μεμαθήκαμεν [p. 525b]. ὅτι δὲ καὶ αἱ μὲν μακάρων νῆσοι Πλουτώνειοι λήξεις εἰσίν, αἱ δὲ οὐράνιαι τῆς τοῦ πρώτου τῶν τριῶν Διὸς ἀρχῆς κατὰ
τὴν εἰς τρία τῶν Κρονιδῶν τομῆν τοῦ κόσμου, πάλιν ἐν τοῖς αὐτοῖς ἀποδεδείχαμεν λόγοις· καὶ ὡς ἡ μὲν εἰς Πλούτωνός ἐστι τρίοδος ἢ εἰς τοὺς καθαρτικοὺς τόπους, 19 117 ἡ δὲ | εἰς Διὸς μοναδικὴ πρὸς οὐρανὸν ἄγουσα, ἡ δὲ εἰς 118 Ποσειδῶνος † σώζει τὰ τῶν χθονίων δικαστῶν. προσῆκεν ἄρα καὶ αὐτοὺς τοὺς δικασὰς τὸ ἀνάλογον ταῖς ὁδοῖς σώζειν, τῶν ἐν Γοργίᾳ λεγομένων ὁλικωτέρους, καὶ ἐκείνους ἥρωας, τούτους δαίμονας καὶ θεοὺς ἡγεῖσθαι περιέχοντας καὶ τὴν ἐκείνων τάξιν.
γῆς τὸ ἀνάγον εἰς οὐρανὸν καὶ τῷ ἀνάγοντι ἀπὸ γῆς τὸ ἐξ οὐρανοῦ πάλιν κατάγον. ἀλλὰ τοῦτο ἄτοπον· εἰς γὰρ ταῦτὸν τούτων ἡ ὁδός, εἰς τὸν κοινὸν τόπον τὸν λειμῶνα. λείπεται οὖν τὸ μὲν κατάγον ἐπὶ γῆς ἀπὸ τοῦ μέσου τόπου κατ᾿ ἀντικρὺ λέγειν τῷ ἐξ οὐρανοῦ κατάγοντι πρὸς τὸ μέσον,
τὸ δὲ ἀνάγον ἀπὸ γῆς εἰς τὸν μέσον τόπον τῷ ἀπὸ τούτου εἰς οὐρανὸν ἀνάγοντι. τὸ δ᾿ αἴτιον, ὅτι τὰ ἐναντία πάθη πεπόνθατον· ὃν γὰρ ἀπολείπει τόπον θάτερον, καταλαμβάνει τὸ λοιπόν· ἴδιον δὲ τοῦτο τῶν ἐναντίων. Εἰ δὲ δεῖ μὴ κινήσεις μόνας διὰ τῶν χασμάτων ὁρᾶν
μηδὲ ὅλως χάσματα τοιαῦτα νοεῖν οἷον χωρητικοὺς τόπους (γῆ μὲν γὰρ στόμια ἄττα ἔχειν καὶ διάστασιν οὐ κωλύεται, δι᾿ ὧν χωρεῖν δυνατόν, οἷα δὴ καὶ ἱστόρηται πολλαχοῦ·) 120 Πλου|τώνειοι γὰρ δικασταὶ ἀπὸ Πλούτωνος, Αἰσκὸς δηλαδὴ Ῥαδάμανθυς καὶ Μίνως· διὸ δὴ δαιμόνιον τὸν τόπον
ἐκεῖνου νόει, ᾄττεσθαι δὲ τὰς ψυχὰς ἐν τούτῳ τῷ τόπον καὶ ἐν ἄλλοις χωρὶς σώματος — ἐπεὶ οὖν σωματικῶς τὰ χάσματα [θεω]ρεῖν ἀμήχανον, ἐφιστάνειν χρή, μήποτε δαιμένας τινὰς διὰ τούτων τάξεις ὁ μῦθος αἰνίσσεται δεχομένας τὰς ψυχὰς ἢ κατιούσας ἢ ἀνιούσας καὶ παραπεμπούσας
εἰς τὸν οἰκεῖον ἕκαστα τόπον, ἃς ἀπείκασεν χάσμασιν ὡς κινήσεων προστάτιδας καὶ συστοίχους οὔσας πρὸς τὴν τοῦ χάους ἐκείνου δύναμιν, καθάπερ εἴπομεν [p. 138, 11] , τοῦ πασῶν αἰτίου προόδων καὶ κινήσεων. ἐπεὶ καὶ αὐτὸς παρέχει τῶν τοιούτων ὁπονοιῶν ἡμῖν ἀφορμὴν εἰπὼν [p. 615e] 121 122 123 τῷ ἀπὸ γῆς ἀνάγοντι χάσματι παρεστῶτας τὸ φυέγμα καταμανθάνειν καὶ μυκωμένου κατέχειν ἔτι τὰς ἀνιέναι πρὸ τοῦ καιροῦ σπευδούσας ἀπὸ τῶν δικαιωτηρίων ἐκείνων ψυχάς, ὡς ἂν κἀκείνου συναίσθησιν ἔχοντος τῆς ἀξίας τῶν ψυχῶν, καὶ τῶν αὐτόθεν ἐφεστώτων ταῖς ἀνιούσαις
ἐκεῖθεν δαιμόνων ὄντων δηλονότι, καὶ ἢ ἀφιέντων ἢ κωλυόντων ἐκείνῳ συνεπομένων καὶ τῷ ἐκείνου φθέγματι συνθήματι τῆς ἀξίας χρωμένων. μήποτε οὖν περὶ πάντων κοινῇ λεκτέον δαιμονίας εἶναι τάξεις τὰ χάσματα τετραχῇ διατεταγμένας (διὸ καὶ ὁ τόπος ὁ μέσος, ὁ κοινὸς τῶν
χασμάτων, καλεῖται δαιμόνιος), ὧν αἳ μέν εἰσιν λήξεων προστάτιδες εὐμοιροτέρων ἢ τληπαθεστέρων (δῆλον δὲ πότεραι ποτέρων), αἳ δὲ εἰς γένεσιν καθόδων ἄνωθεν ἢ κάτωθεν. καὶ γὰρ αἳ μὲν | ἐξ οὐρανοῦ τὴν ἀρχὴν ἄγουσιν, 124 αἳ δὲ ἐκ τοῦ Ταρτάρου, καὶ μόνος ὁ μέσος χῶρός ἐστιν ὁ
πρὸς ἄλλην καὶ ἄλλην δύναμιν τεταγμένος. τεκμαίρομαι δὲ ὅτι πλῆθος τὸ δαιμόνιον καθ᾿ ἕκαστον, διότι [ἐφ᾿] ἑνὸς τοῦ ἐκ τῆς γῆς ἀνάγοντος παρεστῶντας ἔφη τινὰς καὶ καταμανθάνοντας τοῦ χάσματος τὸ φθέγμα δρᾶν, ἃ δὴ καὶ δρᾶν λέγονται περὶ τὰς ψυχάς, ὡς ἂν πολλῶν ὄντων τῶν κατ᾿
ἐκεῖνο τεταγμένων· ὥστε καὶ ἐπὶ πάντων ἔοικεν πλῆθος χρῆναι κατὰ τὸ ἀνάλογον λαμβάνειν, καὶ γὰρ οὐδὲν θαυμαστὸν πολλοὺς εἶναι τοὺς καθ᾿ ἕκαστον ἐφεστῶντας, ἢ κατὰ τὰ εἴδη τῆς τῶν ψυχῶν ζωῆς διῃρημένους, ἢ κατὰ τὰς διαφορὰς τῶν τόπων, ἐφ᾿ οὓς ἄγουσιν ἢ ἀφ᾿ ὧν τὰς ψυχάς,
ἢ κατὰ τὰ μέτρα τῶν περιόδων διατεταγμένους, ἢ κατ᾿ ἄλλην ἐξαλλαγὴν τοιαύτην πεπληθυσμένους, ἑκάστου δὲ πλήθους τὴν κοινὴν ἰδέαν τὴν χωρητικὴν καὶ διαπορθμευτικὴν τῶν ψυχῶν ἀπ᾿ ἄλλων τόπων εἰς ἄλλους ἀμείνους ἢ χείρους 125 χάσμα προσαγορεύεσθαι, μέαν ὑποδοχὴν οὖσαν πασῶν τῶν ἐκ τοῦ αὐτοῦ στελλομένων εἰς τὸ αὐτό. καὶ γὰρ τὰ χάσματα δίοδοί τινες εἶναι φιλοῦσιν ἢ ὑδάτων ἢ πνευμάτων, ὧν δύνανται δέχεσθαι καὶ εἰς ἄλλην παραπέμπειν χώραν, εἰς
τὸ κάτω χωροῦντος ἢ εἰς τὸ ἄνω τοῦ τὸ χάσμα ποιοῦντος, ὥσπερ εἴπομεν, ὕδατος ἢ πνεύματος. εἰ δὲ καὶ τὰ κάτω χάσματα δύ᾿ ὄντα ἔχεται ἀλλήλων καὶ τὰ ἄνω τὸν αὐτὸν τρόπον, δῆλον οἶμαι καὶ ἐκ τούτων, ὅτι τὰ μέν ἐστιν ἀλλήλοις 126 συγγενῆ μᾶλλον ὡς Πλουτώνεια, τὰ δὲ ἀλλήλοις ὡς 127 Δίϊα, καὶ τὸ κοινὸν σημεῖον δηλοῖ τὴν ἀ|διαίρετον αὐτῶν κοινκοινωνίαν καὶ ὁμόνοιαν, ἀφ᾿ ἧς ἕνωσιν λαμβάνει τὸ πλῆθος· δεῖ γὰρ κατὰ πλήθη κοινωνεῖν τὰ χάσματα καὶ ἡνῶσθαι περὶ τὸν αὐτὸν ὥσπερ † δι᾿ ἡνωμένον θεόν.
χωρῶμεν· τάχα γὰρ ἄν τι καὶ ἐν τοῖς ἑπομένοις ἀκούσαιμεν περὶ τούτων σαφές.
ὁ γοῦν παρ᾿ αὐτῷ δημιουργὸς σχίσας τὴν μίαν εὐθεῖαν τῶν ἀριθμῶν τῶν ἁρμονικῶν καὶ δύο ποιήσας συνάψας αὐτὰς κατὰ μέσας οἷον Χῖ ποιεῖν λέγεται, τοῦτον <τὸν> χαρακτῆρα τῇ οὐσίᾳ τῶν ψυχῶν ἐγκάρδιον ἐνθεὶς πάσης ἴδιον ὄντα ψυχῆς. αἴτιον δὲ ὅτι καὶ ἡ ἀρχικὴ τῶν ψυχῶν
μονὰς ἐκ τοιούτων ἦν χιασμάτων, ὡς ὁ χαρακτὴρ αὐτῆς διασημαίνει. καὶ οὐκέτι ταῦτα Πλάτωνος οὐδὲ Τιμαίου λόγοι τινός, ἀλλὰ θεουργῶν καὶ θεῶν ἄγνωστα γραφόντων· καὶ ὅστις ἱστόρησεν τὸ πτέρωμα τῆς ἀρχικῆς ψυχῆς, οἶδεν 128 ὃ λέγω. τῇ δ᾿ οὖν ζωῇ τῇ ψυχικῇ τὸν τοῦ Χῖ χαρακτῆρα καὶ ὁ Τίμαιος ἀνῆκεν· ἀλλ᾿ ἡ μὲν ὅλη ψυχὴ καὶ πᾶσα ἡ κρείττων ἡμῶν ἐνεργεῖ καὶ κατὰ τοῦτον ἀεὶ τὸν χαρακτῆρα ζωογονικὸν ὄντα καὶ κατὰ τοὺς δύο κύκλους νοεροὺς ὄντας· ἡ δὲ ἡμετέρα χωρὶς μὲν κατ᾿ ἐκεῖνον, χωρὶς δὲ κατὰ τοὺς
ἐν αὐτῇ κύκλους. ὅθεν οἶμαι καὶ νῦν τὸ χίασμα παρείληπται μόνο, τὰς ζωτικὰς κινήσεις τῶν ψυχῶν ὑποδεχόμενον ἄνω τε καὶ κάτω καὶ αὖ ἄνω | . . . .30 ας· ἀλλὰ 129 κατ᾿ ἀντικρὺ μὲν εἰπὼν ἐδήλωσε ταὐτὸν εἶναι τῷ ἄνω. καὶ ταῦτα συμβαίνοντα πλέον τῇ τε οὐσίᾳ τῶν ψυχῶν καὶ ταῖς
τῶν ἱερατικῶν φήμαις· ἐπὶ δὲ τὴν τῶν ἑπομένων ἀνάπτυξιν ἡμῖν ἰτέον.
ἐν τῷ πρόσθεν· ἕως τοῦ· πάντων ὧν ἔπραξαν [p. 614c].
ἀθανάτοις, θνηταῖς φύσεσιν, σώμασιν (οὐδὲν γὰρ ἔξω δύναται τῆς ὅλης δίκης πεσεῖν), οὕτω δὴ καὶ αἱ ψυχαὶ διῃρημένως ὑποδέχονται τὴν ἀπ᾿ αὐτῶν κρίσιν, ὥστε τὰς μὲν ἄλλων, τὰς δὲ ἄλλων μέτρων τυγχάνειν, ἐκείνων ἀλλήλοις ὁμογνωμονούντων καὶ καθ᾿ ἕνα νοῦν ἐνεργούντων καὶ ἀποπληρούντων
τὴν περὶ τὰς ψυχὰς βούλησιν τῆς Δίκης ἅπασαν. Δίκη μὲν γὰρ καὶ θεοῖς ἐφέστηκεν φρουροῦσα τὴν ἑκάστων ἀξίαν ἐν τῷ παντὶ καὶ τὸν ὅρον τὸν δημιουργικόν. διὸ καὶ τῷ Διῒ τοῖς Τιτᾶσιν τὰς ἐγκοσμίους διανέμειν 130 παρασκευαζομένῳ λήξεις ἕπεσθαι τὴν Δίκην ὁ Ὀρφεύς φησιν·
παντὸς συνδιακοσμεῖ τὰ πάντα, θεῶν ἄρχει, δαίμοσιν | 131 συνεπιστατεῖ, ψυχὰς διαδικάζει καὶ ἁπαξαπλῶς διὰ πασῶν διέρχεται τῶν ψυχῶν ἡ κρίσις, καὶ δικείων δὲ λέγονται χυχῶν † εἶναι τοὺς θεοὺς διαδικάζοντας διὰ τῶν κρειττόνων λήξεων· καὶ †ἐπὶ ταύταις διαδικάζουσιν ὡς κριτικὰς
τούτων ἔχοντες δυνάμεις καὶ ταύτῃ μιμούμενοι τὴν ὅλην Δίκην, μέτρα δὲ ἄλλαις ἄλλα, καθάπερ εἴπομεν, διανέμοντες. καὶ εἰ τῶν κρινόντων ὁ νοῦς εἷς, ἀλλ᾿ ἡ τῶν κρινομένων διαφορότης πολυειδεῖς ποιεῖ τὰς κρίσεις· ἄλλαι γὰρ ἄλλης ἀξίας καὶ περὶ ἄλλων ἄλλη ψῆφος.
ἐστιν, εἰς ἔργον προάγουσα τὴν νοερὰν τῶν δικαστῶν περὶ ἑκάστων κρίσιν. καὶ δῆλον, ὅτι ἐπειδήπερ οὐ λόγῳ κελεύουσιν, ὥσπερ οἱ ἐνταῦθα δικάζοντες προστάττουσιν, ὅ τι χρὴ παθεῖν τοὺς διαδικασαμένους, ἀλλὰ δι᾿ αὐτῆς τῆς ζωῆς χωρεῖ τῶν τε κριθέντων καὶ τῶν ὑπουργούντων αὐτοῖς δαιμόνων
ἡ τοιάδε κέλευσις, τοῖς μὲν πορεύουσιν τὰς ἀρχὰς ἐνδίδωσι τῆς προσεχοῦς εἰς τὰς χυχὰς ποιήσεως, τοῖς δὲ πορευομένοις τῆς ἐπὶ τοὺς προσήκοντας τόπους κινήσεως ἀνεγείρει τὰς ὁρμάς. φέρεται μὲν γὰρ ἕκαστον κατὰ τὸν ἐν ἑαυτῷ νόμον εἰς τὸ ὅμοιον καὶ ἐπείγεται τὸ μὲν εἰς οὐρα- 132 νὸν οὐράνιον ὄν, τὸ δὲ εἰς γῆς χθόνιον· προστιθεμένη δὲ | τῶν δαιμόνων ἡ ἐπιστασία ταῖς χυχαῖς ἐντίθησιν ἐν ἑκάσητῃ 133 τὴν ἀποπλήρωσιν τῆς κρίσεως. καὶ ποιεῖ διὰ δυνάμεών τινων θαυμασίων καὶ τὰ ἀσώματα εἰς τὰ ἀσώματα· ὡς γὰρ τὰ σώματα εἰς τὰ σώματα δύει, τὰ ἀσώματα δύει εἰς τὰ
ἀσώματα· πλὴν ὅτι διέστηκεν ὁ τῆς ποιήσεως τρόπος, ἢ ἀσώματος ὢν ἢ σωματοειδής. κοινὸν δὲ πάντων, ὅτι δύναμιν ἐνδίδωσιν πᾶν τὸ ποιοῦν εἰς τὸ πάσχον τινὰ καὶ τὸ λαβὸν ἕπεται τῇ τοῦ δεδωκότος δυνάμει. καὶ αἱ χυχαί τοίνυν ὡρμημέναι καὶ ἀφ᾿ ἑαυτῶν εἰς τὰς οἰκήσεις τὰς πρεπούσας
προσλαμβάνουσιν καὶ ἀπὸ τῶν δικαστῶν εἰς τὴν ἐπ᾿ ἐκείνας πορείαν δύναμιν καὶ λαβοῦσαι κινοῦνται καὶ ὁρμῶσιν καὶ ὑπὸ τῶν ἐπιτεταγμένων αὐταῖς δαιμόνων προσεχέστερον τελειοῦσι τὰς ἑαυτῶν ὁρμάς, ἵνα τοῦ προσήκοντος τύχωσιν. καὶ ταύτην τὴν ἄνωθεν ἐφήκουσαν προσθήκην
τῆς δυνάμεως κέλευσιν προσεῖπεν ὁ μῦθος, ἔνδοσιν οὖσαν δυνάμεως [ὡς] τὴν ἀπὸ τῆς ζωῆς ἐπιτηδειότητα πρὸς τήνδε τὴν λῆξιν ἀνεγείρουσαν.
τὸ μὲν γὰρ τῆς δικαιοσύνης εἶδος δηλοῖ τὴν αὐτοπραγίαν τῶν ψυχῶν καὶ τὴν τάξιν τὴν ἐν αὐταῖς, τὸ δὲ τῆς ἀδικίας τὴν ἀλλοτριοπραγίαν καὶ τὴν ἀταξίαν. προσήκει δέ που τάξις μὲν τοῖς οὐρανίοις καὶ αὐτοπραγία (πάντα γὰρ ἐκεῖ τὰ ἑαυτῶν πράττει καὶ διατηρεῖ τὴν ἀσύγχυτον πρὸς ἄλληλα
τάξιν), ἀλλοτριοπραγία δὲ καὶ ἀταξία | προσήκει τοῖς ἐπιγείοις· 134 τὰ γὰρ γήϊνα οὐ πράττει τὰ ἑαυτῶν οὐδὲ τὴν τάξιν 135 καθ᾿ αὑτὴν διασώζει τὴν πρὸς ἑαυτά. δεῖ δὲ τὸ ὅμοιον πανταχοῦ φέρεσθαι πρὸς τὸ ὅμοιον, ὡς τὰ κοῦφα τῶν στοιχείων εἰς τὸ ἄνω φέρεται καὶ εἰς τὸ κάτω τὰ βάρος ἔχοντα, δι᾿ ὧν ἔλαβεν παρὰ τῆς φύσεως δυνάμεων, ἑκάτερα τὸ ὅμοιον
ἐπιδιώκοντα. κατὰ τὰ αὐτὰ δὴ καὶ τὰ μὲν τεταγμένα τῶν τεταγμένων ὀρέγεται κἀκεῖνα σπεύθδει καταλαβεῖν, τὰ δὲ ἄτακτα τῶν ἀτάκτων ἀντέχεται καὶ ἐν ἐκείνοις σπεύδει γενέσθαι. καὶ γάρ ἐστιν ἐν αὐτοῖς ὅπου μὲν λόγος καὶ νοῦς εἰς τὸ φωτεινὸν ἀνάγων, ὅπου δὲ ἀλογία καὶ σώματος βαρύτης
εἰς τὸ σκοτῶδες κατασπῶσα καὶ ἔσχατον, καὶ συνάπτει τὰ μὲν θεοῖς, τὰ δὲ ὑλικοῖς δαίμοσιν, ἵνα καὶ δι᾿ αὐτῶν ὧν ἔχει παθῶν ὑπ᾿ ἐκείνων κολαζόμενα φύγῃ τὰ πάθη. καὶ γὰρ πάσχοντες ὑπ᾿ αὐτῶν μισοῦμεν τὰ πάθη, ἀλλ᾿ οὐκ ἐνεργοῦντες κατ᾿ αὐτά. τριττὰ δὲ τὰ κολάζοντα, τὰ μὲν τὰς
ἐπιθυμίας, ἐν ὅσιος κρατεῖ τὸ ἐπιθυμητικόν, τὰ δὲ τοὺς θυμούς, ἐν ὅσοις τὸ θυμοειδές, τὰ δὲ τὰς διαστρόφους δόξας, ἐν ὅσοις γνῶσις μέν ἐστιν δοξαστική τις, ἀμυδρὰ δὲ αὕτη καὶ ἐπίκτητος ἀεὶ γιγνομένη· καὶ ταῦτα πάντα ἐναλλόμενα ταῖς τὰ ὅμοια πεπονθυίαις χυχαῖς ἐπάγει τὰς κολάσεις,
μόνον οὐχὶ βοώσης τῆς Δίκης, ὅτι τὰς τὰ τοιαῦτα συνούσας δὲ πάσχειν ὑπ᾿ αὐτῶν, ὅσα τοῖς τοιούτοις προσήκει ποιεῖν. ὥσπερ δὴ καὶ τὰς εἰς τὸ ἄναντες φερομένας τὰς 136 μὲν κατὰ λόγον | ὁρθὸν διεληλυθυίας τὸν βίον, τὰς δὲ
τὸν κατὰ λόγον νοῦν ἐχούσας καὶ τὸν ἱερὸν προστησαμένας βίον, ὡς οἱ καλῶς διαφερόντως βιοτεύοντες, τὰς δὲ θεοειδεῖς, ὡς οἱ θεῖοι προσαγορευόμενοι δαίμονες καὶ συνάπτοντες τοῖς θεοῖς. δεῖ γὰρ δὴ νοεῖν πάμπολυ τὸ δαιμόνιον πλάτος 137 138 ἄνωθεν ἀπὸ τῶν θείων ἀρχόμενον δαιμόνων καὶ εἰς τοὺς ὑλικωτάστους τελευτῶν, ἐν μέσῳ δὲ τούτων στρεφομένας τὰς ψυχὰς οὔτε τῶν ἀκροτάτων δυναμένας γενέσθαι ποτὲ κρείττους οὔτε τῶν ἐσχάτων χείρους, πάντων τῶν ἐν αὐταῖς εἰδῶν τῆς ζωῆς κατὰ σχέσιν ἐν ἐκείνοις κατ᾿ οὐσίαν προϋπαρχόντων
καὶ τῶν ἐν ταύταις παρὰ φύσιν ἐν ἐκείνοις κατὰ φύσιν· οὐδὲν γὰρ ἀΐδιον παρὰ φύσιν. ἑκάστην οὖν ἡ ὁμοιότης ἄγει πρὸς τὸ συγγγενές, τὴν μὲν ἐπὶ θεὸν ὁ ἐν αὐτῇ θεός, τὴν δὲ ἐπὶ νοῦν ὁ ἐν αὐτῇ νοῦς, τὴν δὲ ἐπὶ λόγον ὁ ἐν αὐτῇ λόγος, καὶ πάντα ἐπὶ τὸ τεταγμένον ἡ ἐν αὐτοῖς τάξις· 10 καὶ ἐιὶ τούτοις τὴν μὲν ἐπὶ λόγον ἀμυδρὸν ὁ ἐν αὐτῇ λόγος ἀλογωθείς, τὴν δὲ ἐπὶ τὸ θυμοειδέστερον ὁ ἐν αὐτῇ θυμὸς ῥωσθείς, τὴν δὲ ἐπὶ τὸ φιληδονώτερον ἡ ἐν αὐτῇ ἐπιθυμία κρατήσασα, καὶ πάντα ἁπλῶς τὸ ἐν αὐταῖς ἄτακτον ἐπὶ τὸ ὅμοιον καὶ τὴν ἀταξίαν.
δηλαδὴ ψυχὰς εἰς δεξιόν, τὰς δὲ εἰς ἀριστερὸν τὰς 139 χείρους δηλονότι· αἳ μὲν τῆς τοῦ ἄνω, αἳ δὲ τῆς τοῦ κάτω λήξεως· ταῖς μὲν εἰς τὸ ἔμπροσθεν ταῖς ἀμείνοσι, ταῖς δὲ εἰς τὸ ὄπισθεν ταῖς χείροσιν. οὐκοῦν τὰ μὲν τρία σύστοιχα ἀλλήλοις, τὸ δεξιὸν τὸ ἄνω τὸ πρόσθεν, τὰ δὲ λοιπὰ πάλιν
ἀλλήλοις, τὸ ἀριστερὸν τὸ κάτω τὸ ὄπισθεν, πάντα δὲ συγγενῆ κινήσεσιν καὶ δυνάμεσι τῶν μερικῶν ψυχῶν. αἱ μὲν 140 γὰρ ὅλαι ψυχαὶ κατὰ κύκλον περιάγονται καὶ περὶ τὰ ἑαυτῶν καέτρα καινοῦνται καὶ τοὺς πολους· κέντρα δὲ αὐτπῶν αἱ ἐν αὐταῖς ἑνοειδεῖς ὑπάρζεις, καθ’ ἄς μονίμως ἑδράζονται ἐν ἑαυταῖς, πόλοι δὲ οἱ νόες, περὶ οὓς οἱ κύκολι κινοῦνται
πασῶν, ἐξ ὧν ἐδημιουργήθησαν· ταῖς δὲ μερικαῖς αἱ σχέσεις αὗται καὶ αἱ κατ’ αὐτὰς προςήκουσι κινήσεις, ταῖς μὲν κατὰ τὸν ταὐτοῦ κύκλον ἐνεργούσαις ἡ εἰς δεξιὰ κίνησις, ταῖς δὲ κατὰ τὸν θατέρου δῆλον ὡς ἡ εἰς ἀριστερά, καὶ ταῖς μὲν εἰς νοῦν ἐπιστρεφομέναις ἡ ἐπὶ τὸ ἄων πορεία,
ταῖς δὲ εἰς τὰ πάθη κατραρρεπούσαις ἡ εἰς τὸ κάτω πτῶσις, καὶ ταῖς μὲν εἰδυίαις ἑαυτὰς καὶ διὰ γνώσεως κινουμέναις ἡ τοῦ πρόσθεν σχέσις, ταῖς δὲ ἀγνοούσαις καὶ δι’ ἄγνοιαν πιπτούσαις ἡ τοῦ ὄπισθεν. ἔμπροσθεν γάρ ἐστιν, ἐφ’ ὃ αἱ αἰσθήσεις, διὸ γνωστὸν τὸ πρόσω ταῖς αἰσθήσεσιν· ἔμπαλιν
δὲ ὄπισθεν τὸ τῶν αἰσθήσεων ἀπόστροφον, διὸ σύνθημά ἐστιν ἀγνοίας τῆς ἑαυτῶν καὶ τῶν ἐν ἡμῖν παθῶν. καὶ νοῦς μὲν ἡμῶν ὑπερκάθηται, τὰ δὲ πάθη μεθ’ ἡμᾶς· ὥσθ’ ὃ μὲν εἰκότως ἄνω λέγεται καὶ ἡ ἐπ’ αὐτὸν ὁδὸς ἀνωφόρος, 141 τὰ δὲ κάτω καὶ ἡ ἐπ’ αὐτὰ κίνη|σις κατωφόρος. καὶ ἡ
μὲν πρώτη περίδος πρώτη τῆς ψυχῆς κίνησίς ἐστιν, ἥπερ ἐπὶ δεξιὰ καλεῖται· κινήσεως γὰρ ἀρχὴ τὸ δεξιόν, ὥς φασι καὶ οἱ περὶ ζῴων γράφοντες· ἡ δὲ θατέρου ἐπ’ ἀριστερὰ ὡς ὑπ’ ἐκείνῃ τεταγμένη καὶ δευτερουργός, ὡς τὰ ἀριστερὰ τῶν δεξιῶν ἐν τοῖς ζῴοις δεύτερα. διὸ καὶ οἱ μὲν αὐτοπραγήσαντες
τὴν δεξιὰν πορεύονται τὴν αὐτῶν ζωὴν ἐπιτρέψαντες τῇ κρείσσονι ταῖν περιόδοιν, οἱ δὲ ἀλλοτριοπραγήσαντες τὴν ἀριστεράν, ὡς ἐκείνης μὲν ἀποστάντες 142 143 κατά ταύτην δὲ βεβιωχότες. εἰ δὲ καί <ἐπὶ> τὰ ἑαντῶν οἱ δικασταὶ πέμπονοιν δεξιὰ καὶ ἐπὶ τὰ ἄνω τὰ ἑαντῶν καὶ πάλιν ἐπὶ τὰ ἑαντῶν ἀριστερὰ καὶ τὰ κάτω τὰ ἑαντῶν, δῆλον, ὅτι τὰς μὲν ἀναγωγοὺς αὐτῶν δυνάμεις ἄνων καὶ δεξιὰς θήσομεν, τὰς δὲ κολαστικὰς κάτω καὶ ἀριστεράς.
συλλήβδην οὖν τριχῶς ἀκουσόμεθα ταῦτα τὸ ἄνω καὶ κάτω, τὸ δεξιὸν καὶ ἀριστερόν, ψυχικῶς, δικαστικῶς, κοσμικῶς· ἔστι γὰρ καὶ ἐν τῷ κόσμῳ πάντα κατ᾿ ἀναλογίαν. αἱ μὲν οὖν κρείττους καὶ εἰς νοῦν ὁρᾶν ἐθέλουσιν καὶ κατὰ τὴν ἀμείνω ζωὴν ἐνεργεῖν καὶ γιγνώσκουσιν ἑαυτὰς καὶ τὸ οἰκεῖον
τέλος· διὸ κινοῦνται τὴν ἐπὶ δεξιὰ καὶ ἄνω καὶ τὰ δικαστικὰ σημεῖα πρόσω φέρουσιν. αἱ δὲ χείρους καὶ εἰς τὴν τῶν παθῶν ἀταξίαν ὀπισθοβαροῦσι καὶ κατὰ τὸ χεῖρον ἑαυτῶν ζῶσιν καὶ ἀγνοοῦσι τὰς ἑαυτῶν συμφοράς· διὸ καὶ κάτω χωροῦσιν κατὰ τὴν τῶν δικαστῶν κρίσιν καὶ εἰς ἀριστερὰ
φέρονται καὶ ὀπίσω περιάπτεται αὐταῖς τὰ σημεῖα τῆς κρίσεως. οὐ | γὰρ βλέπουσι τὰ κακὰ τὰ ἑαυτῶν οὐδὲ 144 γιγνώσκουσι τὰ οἰκεῖα πάθη, ἀλλὰ † κατέλοιπον ὅπερ ἔχουσι. χρὴ δὲ ταῖς ἀλογωτέραις ἀπονέμενιν δυνάμεσιν τὰ εἰς τὰ ὄπισθεν ταῖς φυσικαῖς·
ὑπὸ τῶν νοήσεων ἀνάγονται καὶ τῶν διανοητικῶν ἐνεργειῶν, εἰκότως δήπουθέν ἐστιν τὰ κριτικὰ σημεῖα τὰ μὲν νοερώτερα 145 συνθήματα ζωῆς ἔμπροσθεν, τὰ δὲ ἀλογώτερα καὶ φυσικώτερα (ἀλογία γὰρ συνδεῖ πρὸς τὴν φύσιν, ὡς πρὸς νοῦν λόγος) ὄπισθεν.
ταῖς ψυχαῖς ἐφ᾿ ἑκάτερα φερομέναις; τὰ μὲν γὰρ ἄλλα δῆλα γέγονεν. ἢ καὶ τοῦτο παντὶ καταφανές, ὅτι σημείων ἐστὶν ἔργον τύτπον μέν τινα καὶ ἴχνος ἐκείνων ἔχειν, ὧν ἐστιν σημεῖα (καὶ τοῦτο διχῶς, ἢ δι᾿ ὁμοιότητος ἢ δι᾿ ἀναλογίας), ἃ δὲ ἐκεῖνα τὰ οἷον σημαινόμενα ὑπ᾿ αὐτῶν, μὴ εἶναι;
λέγω δὲ δι᾿ ὁμοιότητος μέν, οἷον εἴ τις λέγοι σημεῖον εἶναι πυρὸς τὸν ὁρώμενον καπνόν — ἔχει γάρ τι διά τε τὸ ἀνωφόρον καὶ τὸ θερμὸν ὅμοιον πρὸς τὸ πῦρ καὶ εἰ προσθείης αὐτῷ τὸ λαμπρὸν μόνον (τούτῳ γὰρ ἐλλείπει πυρός), ἔσται πῦρ καὶ οὐ καπνός — δι᾿ ἀναλογίας δέ, ὡς ἐπὶ τῶν μαντικῶν
σημείων σχεδὸν πάντων τὰ μὲν τοῖς ἀμείνοσι τῶν πραγμάτων ἀνάλογον τιθέμενοι, τὰ δὲ τοῖς χείροσιν σημεῖα 146 καλοῦσιν, ὅταν |αὐτὰ μὴ ἐξ ἐκείνων ᾖ τῶν γεγονότων ἢ ἐσομένων, οἷον τὸ κάτω σημαίνει τὰς πτώσεις ἢ τὰς θεοφανίας τὸ ἄνω δηλοῖ. οὐ γὰρ ἐξ ἐκείνων ταῦτα γέγονεν
καθάπερ ὁ καπνὸς ἐκ τοῦ πυρός, ἀλλὰ διὰ τὴν ἀναλογίαν μόνην ἡ οἰκειότης. ἐν ἀμφοτέροις οὖν τοῖς σημείοις ἀμυδρῶς ἐστιν τὸ σημαινόμενον. εἰ οὖν τοιόνδε τι δηλοῖ τὸ σημεῖον, οὗπερ ἂν ᾖ σημεῖον, λέγειν χρὴ κἀνταῦθα τὴν πρόδρομον τῶν δικαστῶν εἰς τὰς ψυχὰς δόσιν τῶν ὀφειλομένων
σημεῖον προσαγορεύειν τὸν μῦθον· καὶ γὰρ τῆς εὐπαθείας τῆς ἐν οὐρανῷ καὶ τῆς τίσεως τῆς ὑπὸ γῆς προκατάρχουσιν οἱ δικασταί, καὶ πρὶν ἐν ἐκείναις γένωνται ταῖς 147 λήξεσιν αἱ ψυχαί, καὶ τῶν τιμωριῶν ἄγχονται καὶ τῶν ἐπικαρπιῶν· οὐ γὰρ ἦν ἡ κρίσις λόγος μόνον, ἀλλ'ἔργον· εἰ καὶ τῶν ἄλλων ἦν προηγουμένως μετὰ τὴν κρίσιν τὰς ἀρχὰς τὰς ἐνδεδομένας τελεώσασθαι καὶ τὰς μὲν εἰς τὴν προσήκουσαν ἀνάγειν εὐμοιρίαν, τὰς δὲ εἰς τὴν προκατηργμένην
κόλασιν. εἰ μὲν οὖν ἑκάτερον ὑπὸ τῶν κριτῶν ἐγίγνετο μόνων, οὐκ ἂν ἐρρήθησαν χρῆσθαι σημείοις, καὶ εἰς μηδὲν ἐποίουν ὅλως· ἐπεὶ δὲ δρῶσι μέν, ὑπαρξάμενοι δὲ δρῶσιν ἄλλοις παραδιδόντες τὴν ἀποπλήρωσιν, αἱ δόσεις αὐτῶν καὶ ἀρχοεδεῖς ποιήσεις σημείοις ἀπεικάσθησαν, ὧν οἰκειότης
μέν ἐστι πρὸς τὰ σημαινόμενα καὶ ὑποτύπωσις, ἀμυδροτέρα δὲ ἐκείνων ἡ ὑπόστασις. ταύτας δὴ οὖν τὰς δικαστικὰς ἐνεργείας αἱ μὲν κρείττους ψυχαὶ καὶ γιγνώσκουσιν καὶ σέβουσιν καὶ συναισθάνονται, ποῖ ποτε αὐτὰς ἄγουσιν, αἱ
δὲ χερίους και γενομέ|νας οὐ γιγνώσκουσι καὶ δίκην δώσουσι 148 τὴν ὑπὸ γῆς, ἧστινος οὐκ αἰσθάνονται, κὰι ἔτι μᾶλλον οὐκ αἰσθάνονται ἑαυτῶν. καὶ τοῦτό ἐστι τὸ εἰς τοὔμπροσθεν τὰ σημεῖα περιάπτειν τούτων τοὺς δικαστάς, τῶν ἀδίκων δὲ [τὰ] ἐπὶ νώτοις, διὸ καὶ ὄπισθεν· οὕτως δὲ αὶ ἐν τῷ τῇδε βίῳ τοῖς μὲν ἀγαθοῖς ἡ πρόνοια καὶ τὰ ἀπ᾿ αὐτῆς ἐστιν
ἐν γνώσει πᾶσιν, οἱ δὲ κακοὶ καὶ πάσχοντες ὑπ᾿ αὐτῆς ἀσυναισθήτως ἔχουσι πρὸς αὐτήν. ἔοικεν οὖν οἷον συστατικὰ εἶναι τὰ δικαστικὰ ταῦτα σημεῖα τῶν δεδικασμένων ψυχῶν τὰ μὲν πρὸς τὰ ἐν οὐρανῷ, τὰ δὲ πρὸς τὰ ὑπὸ γῆς, ἵνα συσταθεῖσαι παρὰ τῶν δικαστῶν τοῦ τέλους τύχωσι παρὰ
τῶν ὑποδεχομένων αὐτάς.
τοῦτο καὶ ἄλλῳ παντὶ τῷ τηλικούτων ἀγαθῶν ἐν θεωρίᾳ γενησομένῳ, καὶ λέλυται τὸ ἄπορον, πῶς διέμεινεν εἰς τοσαύτας ἡμέρας τὸ σῶμα τοῦ Ἠρὸς κείμενον ἐπὶ γῆς ἀδιάλυτον. εἰ γὰρ κατὰ τὴν κοσμικὴν ἐγίνετο τάξιν θεωρὸν
γενέσθαι τὴν ψυχὴν χωρισθεῖσαν τῶν μετὰ σώματος ἀοράτων 150 καὶ ἄγγελον ἀνθρώποις, καὶ τὴν τοῦ σώματος | διαμονὴν ἀδιάφθορον φυλάττεσθαι ἀδύνατον· νῦν δὲ ἡ ἐνθάδε θερωία καὶ ἀπαγγελία ἐκ θείας πρόεισι δυνάμεως. ὅτι δὲ τὸ τούτων, ἀλλ᾿ οὐκ ἄλλων γένος ψυχῶν ἡ θεία ἐδικαίωσε ψῆφος, ῥᾴδιον ἡμῖν κατιδεῖν τῷ περὶ πασῶν λέγειν ψυχῶν,
ὡς αἳ μὲν ἄλλων εἰσὶν ἐκφαντορικαὶ ταῖς ἐν γενέσι ψυχαῖς ἀγνώστων αὐταῖς πραγμάτων, αἳ δὲ ἄλλων κατὰ τὰς διαφόρους τοῦ παντὸς περιόδους· οἷον αἳ μὲν τελετῶν καὶ μυστηρίων, ὅσαι τοῖς τελετουργοῖς ἀνεῖνται θεοῖς· αἳ δὲ τῆς θείας μαντικῆς, ὅσαι ταῖς ἐκφαντορικαῖς τάξεσιν ἀνεῖνται
τῆς κρυφίως οὔσης ἐν τοῖς θεοῖς ἀληθείας· αἳ δὲ ἰατρικῆς, ὅσαι ταῖς παιωνίοις δυνάμεσι ταῖς ἀγήρων καὶ ἄνοσον καὶ ἄλυτον συνεχούσαις τὸν ὅλον οὐρανόν. οὕτω δὴ οὖν καὶ τῶν ἀφανῶν περιόδων τῶν ψυχικῶν ἄξιαί τινες γίγνονται διαφερόντως τῆς ἐποψίας, ὅσαι τοῖς τῶν περιόδων τούτων 151 ἡγεμόσιν ᾠκείωνται· καὶ αὗται ποτὲ μὲν αὐτοφανῶς ἰδοῦσαι τὰς ἐν τῷ παντὶ τούτῳ κόσμῳ τάξεις αὐτῶν διαγγέλλουσιν κατὰ τὴν ἐν τῷ παντὶ προϋπάρχουσαν ἱερατικήν, αἱ δὲ ἄλλον τρόπον ἀναμνησθεῖσαι τῶν ἔξω θεαμάτων κατὰ τὴν φιλόσοφον θεωρίαν. ὡς γὰρ οἱ παρ᾿ ἡμῖν ἱερατικοὶ τοῖς
ἐπόπταις δύναμιν ἐντιθέασιν ἰδεῖν ἃ μὴ πρότερον φάσματα καὶ ποιοῦσι θεωρούς, οὕτω καὶ ἡ ἐν τῷ κόσμῳ πρὸ τῆς παρ᾿ ἡμῖν εἰς πολλὰς τοῦτο δρᾷ ψυχὰς τὰς ἀξίας τῆς τοιαύτης μακαριστῆς θέας (πρὸ γὰρ τῶν μερῶν τὸ ὅλον) καὶ
τελεστικαῖς χρῆται δυ|νάμεσι καὶ εἰς ἀγγελικὴν ἀνάγει 152 τάξιν τὰς τελουμένας τῶν ψυχῶν, ἀλήθειαν διαγγελουσῶν τὴν κρυφίαν· διὸ προξενεῖ τὴν τούτων μακαρίαν θέαν. καὶ δὴ <καὶ τὴν> τοῦ Ἠρὸς τούτου ψυχὴν ἐν τοῖς καθήκουσι χρόνοις ἐτέλει μὲν τὸ πᾶν, κατὰ δίκην ὀφειλομένης αὐτῇ τῆς τοιαύτης εὐδαίμονος τελειότητος, ὡς δὲ πρὸς ἐκείνην
τὴν ὑπὸ τοῦ παντὸς τελουμένην εἰς ἀγγελικὴν '[ανήγετο τάξιν. καὶ γὰρ οἱ τῇδε τελεστικοὶ τάξεώς εἰσι τοιαύτης· θέει ἄγγελος ἐν δυνάμει ζῶν, φησὶν τὸ λόγιον, ὅστι ἐστὶν ὡς ἀληθῶς ἱερατικός· γίνεται οὖν ἐπόπτης μὲν τῶν ἀφανῶν, ἄγγελος δὲ τοῖς ἐμφανέσιν ὁ αὐτός· διόπερ αὐτὸν οἱ
δικασταὶ κελεύουσιν ὁρᾶν τὰ ἐν τῷ τόπῳ πάντα καὶ ἀκούειν, τόπον μὲν δήπου τοῦ μύθου λέγοντος τὸν παρὰ τοῖς δικασταῖς· ἐντεῦθεν γὰρ ὡς ἐκ περιωπῆς ὅλον τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ καθορᾶν, τὰ μὲν ἀσώματα τοῖς ἀσωμάτοις ὄμμασιν τῆς ψυχῆς, τὰ δὲ σωματικὰ τοῖς τοῦ αὐγοειδοῦς ὀχήματος.
διὸ καὶ ἀκούειν αὐτόν φησι χρῆναι καὶ ὁρᾶν· τοῦτο γὰρ καὶ ὁρατικὸν ὅλον ἅμα καὶ ἀκουστικόν ἐστιν. καὶ γὰρ 153 154 ἐν αὐτῷ πρώτως ἡ αἴσθησις ἡ μίς καὶ ἀμερής, ἀφ᾿ ἧς αἱ μεμερισμέναι περὶ τοῖς αἰσθητηρίοις. ὡς οὖν ἐκείνη γιγνώσκει τὰ πασῶν, οὕτω καὶ τὸ ὄχημα τὸ αὐτῆς τὰ πάντων τῶν αἰσθητηρίων, καὶ ὡς ἀμερῶς ἐκείνη, οὕτω τὸ ὄχημα ἀπαθῶς.
ταύταις δὲ χρῆται ταῖς αἰσθήσεσιν ἔξω σώματος ὂν καὶ ὕλης, καὶ ὅταν ἀποκαταστῇ, τά τε οὐράνια καὶ τὰ ὑπὲρ τὸν οὐρανόν, ὥς φασιν οἱ θεουργοί, φῶτα θεώμενον καὶ 155 τῇ | ἁρμονίας τῆς ἐν οὐρανῷ ἀκοῦον καὶ στρεφόμενον αὐτόν που τὸν ἄρακτον καὶ τὰς ἄλλας περιφορὰς καὶ τὸν
ἥλιον τὸν λαμπρὸν σφόνδυλον καὶ τὰς Μοίρας ὁρᾶν λέγει που καὶ ὡς τὰ πάντα †δίδωσιν ἡ Λάχεσις. ἀλλὰ ταῦτα καὶ ἐν ἄλλοις. διὰ τί δὲ σημεῖον τούτῳ περιάπτειν οὐκ ἐθέλουσιν οἹ δικασταί, δῆλον. οὐ γὰρ εἶχεν αὐτῷ πέρας Ὁ βίος, ἡ δὲ κρίσις ἦν μετὰ τὸν βίον καὶ ἡ τῶν σημείων
περίθεσις μετὰ τὴν κρίσιν. οὕτω δὲ καὶ ἐν τοῖς ἑπομένοις ἐρεῖ μηδὲ κλῆρον αὐτόν τινα λαγχάνειν· οὐ γὰρ ἦν ἐφ᾿ ἕτερον βίον μετάβασις, ἀλλ᾿ ὁ αὐτὸς ἦν διακοπτόμενος τῇ αὐτοπτικῇ ταύτῃ θεωρίᾳ καὶ τῷ χωρισμῷ τοῦ σώματος.
οὐρανοῦ τε καὶ τῆς γῆς· ἕως τοῦ· καὶ ἁσμένας εἰς τὸν λειμῶνα ἀπιούσας οἷον ἐν πανηγύρει κατασηκνᾶσθαι [p. 614 d e].
τὰς ψυχάς, τίνες δὲ τῶν λοιπωῶν τῶν εἰς γένεσιν φερόντων ἀπὸ τῶν λήξεων ἐκείνων. ἀπίσασι μὲν τοίνυν αἱ ψυχαὶ διὰ τοῖν δυοῖν, ὧν τὸ μὲν εἰς οὐρανὸν τείνει, τὸ δὲ εἰς τὰ ὑπὸ γῆς. εἰ δὲ τὰ χάσματα οὐ χῶραί τινές εἰσιν, 156 ἀλλὰ δαιμόναιαι τάξεις, ὡς ἐδείκνυμεν, διαστέλλουσαι τὰς τῶν ψυχῶν λήξεις οὐρανίας τε καὶ χθονίας, ἑώρα μὲν ἐκεῖνος, εἰ τύχοι, καὶ τὰς ἀσωμάτους διανομὰς τῶν ψυχῶν, ἑώρα δὲ καὶ τὰς σωματικὰς μεταστάσεις, ἃς ἐποιοῦντο διὰ τῶν ὀχημάτων ἄνω τε καὶ κάτω φερομένων, εἰσδεχομένων αὐτὰς
ἀπιούσας ἢ τῶν εἰς οὐρανὸν ἀναγόντων δαιμόνων ἢ τῶν εἰς τὰ | ὑπὸ γῆς καταγόντων [δαιμόνων] ἀπὸ τοῦ μέσου 157 τόπου <ἢ> εἰς κρείττονα λῆξιν τὴν ἐν οὐρανῷ ἢ εἰς χείρονα τὴν ὑπὸ γῆς. καὶ ἐπειδὴ εἰς τὴν γένεσιν στέλλονται αἱ ψυχαί, καθ᾿ ἑκάτερον πάλιν εἰς τὸν μέσον φέρονται τόπον
ἐξ οὐρανοῦ τε κατιοῦσαι καὶ ἐκ γῆς ἀνιοῦσαι, στελλόμεναι δὲ ἄμφω πρὸς τὰς γενέσεις τῶν ζῴων· ὥ[στε] καὶ ἐκ Διὸς καὶ ἐκ Πλούτωνος εἶναι τὰς εἰς Ποσεδῶνος ἐπειγομένας. τὰς μὲν οὖν ἐκ τῆς γῆς ἀνοιούσας κόνεως πεπληρῶσθαι καὶ αὐχμοῦ, τὰς δὲ ἐξ οὐρανοῦ κατιούσας εἶναι
καθαρὰς τούτων. αἱ μὲν γὰρ οὐ παντελῶς ἦσαν ὕλης ἐκτός, αἱ δὲ ταύτης ἐκαθάρευον· τὴν δὲ ὕλην αὐχμηρὰν ὡς ἄγονον καὶ τῶν λογίων λεγόντων ἀκούομεν. ὧν οὖν καὶ τὰ ὀχήματα ἦν ἔνυλα καὶ σκοτεινὰ καὶ ἔτι τῆς παχυτέρας τὰ ὀχήματα ἦν ἔνυλα καὶ σκοτεινὰ καὶ ἔτι τῆς παχυτέρας οὐσίας ἀναπεπλησμένα, ταύτας αὐχμοῦ καὶ κόνεως
εἶπεν μεστάς, ὧν δὲ κουφότερα τὰ περιβλήματα καὶ φωτεινότερα διὰ τὴν ἐν οὐρανῷ διατριβήν, ταύτας καθαρωτέρας. πᾶν γὰρ καθαρὸν τὸ μηδὲν ἀλλότριον εἰσδεξάμενον, ἀλλάτριον δὲ τῷ λεπτῷ τὸ παχὺ καὶ τῷ ἐμπυρίῳ τὸ γεῶδες καὶ τῷ λαμπρῷ τὸ σκοτεινόν. εἰ δὲ καὶ τῶν ἐκ γῆς ἀνιουσῶν
ἔτι τοῖς τόπων ἰδιότης, οἷον τοῦ Πυριφλεγέθοντος ἢ τοῦ Στυγίου ῥεύματος, ταῖς δὲ ἐξ οὐρανοῦ προσῆν ἐφέλκεσθαί 158 159 τι φῶς ἐκεῖθεν ἐγγενόμενον, οἷον δὴ πολλάκις ἐλλάμπει καὶ λίθοις ἀπορροίας ἔχουσιν ἠλίου καὶ σελήνης καὶ ἄστρων, 160 οὐδὲ | θαυμαστόν· κατέχει γὰρ ἐν ἐαυτῇ ἑκάστη τὸ οἰκεῖον, αἱ μὲν ἐκ γῆς ἀνιοῦσαι τὸ ὑλῶδες καὶ σκοτεινόν,
αἰ δὲ ἐξ οὐρανοῦ κατιοῦσαι τὸ φωτεινὸν καὶ <τὴν> ἀπὸ τῶν αὐγῶν τοῦ κοσμικοῦ φωτὸς περίλαμψιν. πάσας δ᾿ οὖν φησιν εἰς τὸν λειμῶνα ἀφικομένας ὥσπερ ἐν πανηγύρει κατασκηνᾶσθαι.
ῥημάτων <ὅτι> τὸν δικαστικόν, ὥσπερ ἐν τῷ Γοργίᾳ, τόπον ἀποκαλεῖ. εἰ γὰρ εἰς τὸν κοινὸν ἀφικνοῦνται τῶν χασμάτων χῶρον, οὗτος δὲ αὖ ὁ δαιμόνιος τόπος ἐστίν, ἐν ᾧ καθῆσθαι προείρηται τοὺς δικαστάς, ἐν ᾧ καὶ ὁ τοῦδε τοῦ λόγου πατὴρ ἐκεκέλευστο παρὰ τῶν δικαστῶν θεᾶσθαι πάντα
τὰ ἐν τῷ τόπῳ καὶ ἀκούειν, δῆλον ὡς αὐτὸς ἔσται δαιμόνιος τόπος καὶ τῶν δικαστῶν χῶρος, ὃν ἀπεδείκνυμεν ἔμπροσθεν ἐναργῶς αὐτὸν εἶναι τὸν αἰθέρα τὸν οὐρανοῦ καὶ γῆς ὅλης μέσον καὶ οὐχὶ τῶν ἐγκοίλων μόνων τῆς γῆς. ἔστι μὲν οὖν ὁ λειμὼν οὗτος ταύτην ἔχων τὴν ἐπωνυμίαν
ὡς ἀρχὴ τῆς τῶν ῥευστῶν φύσεως καὶ τῶν ἐν ὑγρῷ τρεφομένων περιοχὴ πάντων λόγων τε γενεσιουργῶν καὶ ζωῆς ὑλικῆς ἀστάτως κινουμένης τόπος· τοιοῦτοι γὰρ οἱ λειμῶνες ὑδρηλοί τινες καὶ ἀνθέων καὶ ἄλλων τοιούτων γέμοντες. τοῦτον Ἐμπεδοκλῆς [v. 386. 388 Stein] ἰδὼν τὸν λειμῶνα
παντοίων αὐτὸν εἶναι κακῶν πλήρη καὶ εἶπεν καὶ εἰπὼν ἀνῴμωξεν·
καὶ ἐν ταῖς πανηγύρεσιν ἄλλοι τε ἀλλαχόθεν ἀφικνοῦνται καὶ πηξάμενοι σκηνὰς διαιτῶνται χωρὶς ἀπ᾿ ἀλλήλων.
τὰς ἐκ τοῦ παντὸς αὐτῶν φοιτήσεις εἰς τὴν κοινὴν γώραν, τὴν ἐστίαν τῆς γενέσεως, παρίστησιν. καὶ γάρ ἐστιν οὗτος ὁ τόπος, ὡς μὲν διαυγέστατος τῶν στοιχείων, οἰκεῖος ταῖς ἐξ οὐρανοῦ σταλείσαις, ὡς δὲ γένεσιν ἔχων, ἐκ γῆς ὑποδοχή ἐστιν τῶν πανταχόθεν γενεσιονργὸν ζωὴν ἤδη προβαλλομένων
ψνχῶν· διὸ δὴ πανηγύρει τὴν σύνοδον αὐτῶν ἀπείκασεν ὁ μῦθος, καὶ τοῦτο γενέσει πρέπον ὄνομα θέμενος, εἰς γὰρ τὴν γένεσιν παντοδαπαὶ ψυχαὶ φέρονται, καὶ αἳ μὲν θέας ἕνεκα τῶν τῇδε καὶ ἱστορίας ὡς ἐν ταῖς πανηγύρεσιν, αἷς καὶ ἡ κάθοδος ἀνεπαχθής, αἳ δὲ ἐμπορευσόμεναί
τι τῶν γενέσει καθηκόντων καὶ ἀποδωσόμεναί τι τῶν οἰκείων (αἳ δὴ καὶ συντελοῦσιν εἰς τὴν εὐγονίαν τῶν ἐνύλων), αἳ δὲ οἷον ὠνησόμεναί τι τῶν ἀπὸ τῆς γενέσεως καὶ προληψόμεναι πεῖραν τῶν γενεσιονργῶν παθῶν, αἳ δὲ ἄλλο
τι προσεοικὸς ἔχουσαι τοῖς εἰς τὰς πανηγύρεις | ἀφικνουμένοις· 163 αἳ μὲν οἷον εἰς ἄνεσιν διὰ τὸ πεποιῆσθαι πολλὴν πορείαν καὶ κάματον ἥκουσαι, αἳ δὲ διὰ τοῦτο ἀφικνούμεναι, 164 ὡς τοὺς ἐφόρους ἐκμειλίξωνται τῆς γενέσεως, ὥσπερ ἐκεῖ τινες, ἵνα τοὺς τῆς πανηγύρεως θεραπεύσωσιν· πᾶσαι δ᾿ οὖν πανηγυρίζουσιν σὺν εὐθυμίᾳ ποιούμεναι τὴν κάθοδον. σκηνᾶσθαι δὲ ἄρα λέγονται τοῖς φυσικοῖς ἤδη καὶ ἐνύλοις
χρώμεναι λόγοις καὶ τούτους προχειρίζουσαι, καθ᾿ οὓς μέλλουσιν ζῆν ἄλλαι κατ᾿ ἄλλους, ζωῶν τε εἴδη ποικίλα, καὶ τὰ ὀχήματα τὰ ἑαυτῶν ἐνυλώτερα ποιοῦσαι διὰ τῆς προβολῆς καὶ περιαμπισχόμεναι χιτῶνας παχντέρους καὶ γενέσει φίλους, δι᾿ ὧν ἀποκρύπτουσιν ἑαυτὰς καὶ διοικίζουσιν ἀπὸ
τῶν ἄλλων, ὥσπερ οἱ ἐν ταῖς σκηναῖς διατρίβοντες. εἰ δὲ καὶ σκιᾶς ἕνεκα πήγνυνται τὰς σκηνὰς ἐν ταῖς πανηγύρεσιν, ἵνα μὴ ὕπαιθροι διάγωσιν (ὅθεν καὶ τὸ ὄνομα ταῖς σκηναῖς), φανερόν, ὅτι ταῖς ἤδη γενέσεως ἐπορεγομέναις καὶ εἰς τὴν φύσιν ὁρμώσαις τὸ κατασκηνᾶσθαι πρεπόντως εἴρηται,
φευγούσαις μὲν τὴν ὔπαιθρον ζωήν, εἰς δὲ τὰ στερεὰ σώματα κατιούσαις, ἐν οἷς αἱ σκιαὶ καὶ τὰ εἴδωλα τῶν ὄντων· ἐπεὶ καὶ τὰ σκιὰς ποιοῦντα οὐκ ἄλλα ἐστὶν ἢ τὰ χθόνια περιβλήματα τῶν ψυχῶν.
ἀφικνεῖσθαι καὶ τὸ ἐκ πολλῆς τινος αὐτὰς πορείας φαίνεσθαι ἥκειν δηλοῖ τήν [τε] περὶ τὴν γένεσιν ἀμφοτέρων φιλοφροσύνην. εἰ γὰρ ὁ λειμὼν ἀρχὴ τῆς γενέσεώς ἐστιν, 165 αἱ δὲ ἄσμενοι τὸν λειμῶνα καταλαμβάνουσιν, | φανερόν ὅτι ἀμφότεραι τὴν γένεσιν προθυμοῦνται καὶ μετέχειν ἐθέλουσι
τῆς ἐνύλου ταύτης ζωῆς· πολλὴ γάρ ἐστιν ἐν ταύτῃ ἡ ἐνέργεια. ταῖς οὐρανίαις οὖν καὶ ταῖς χθονίαις ἡ μετα- 166 βολὴ τῆς ζωῆς ἀσμένη ἐστί, καμούσαις ἐν ταῖς προτέραις ἐνεργείαις, ταῖς μέν γε εἰκότως, ἐν τληπαθείαις οὔσαις, ταῖς δέ, εἰ καὶ ἐν εὐπαθείαις, ἀλλ’ἀποκαμούσαις καὶ πρὸς ἐκείνην τὴν ζωήν. οὐ γὰρ ὅλαις ἑαυταῖς ἐνήργουν, ἀλλὰ μόνῳ τῷ μένειν ἄνω δυναμένῳ. κάρα οὖν αὐτῶν ὠρέγετο τῆς
ἐν οὐρανῷ ζωῆς, τὸ δὲ λοιπόν, ὅσον εἶχεν ἑκάστη τῆς φιλογενέσεως ζωῆς, ἐκεῖ μὲν ἀνενέργητον μένον, ἐξιέμενον δὲ ἐνεργῆσαι, κάμνειν ἐποίει καὶ ἀσθενεῖν τὴν ὅλην κατά τι ἑαυτῆς ψυχὴν καὶ κάμνουσαν διδόναι καὶ τῷ σφύζοντι χώραν καὶ διδοῦσαν ἀσμενίζειν τὸν λειμῶνα πρὸ ὀμμάτων
αὐτῇ ποιοῦντα τὴν γένεσιν.
ἣν ἄσμενοι τὸν λειμῶνα καταλαμβάνουσιν. οἱ γὰρ πολλὴν πορείαν πεποιημένοι καμάτου τὴν ἀνάπαυλαν ἄσμενοι δέχονται. καὶ αὗται οὖν πολλὰ πορευθεῖσαι ταὐτὸν ἔπασχον· πολλὰ δὲ ἐπορεύθησαν αἳ μὲν κατ’ οὐρανὸν συμπεριπολοῦσαι τοῖς οὐρανίοις θεοῖς, αἳ δὲ ἐν τοῖς ὑπὸ γῆς τόποις ποικίλας
ἔχουσαι μεταβάσεις ἀπ’ ἄλλων εἰς ἄλλους, ὡς ἑκάστην ἦγεν ὁ τῆς τίσεως νόμος. ὅτι μὲν οὖν αἱ ψυχαὶ καὶ ὀχήμασιν χρώμεναι καινουμένοις κατὰ τόπον καὶ αὐταὶ | καθ’ αὑτὰς 167 μόνας τοῖς τε διανοήμασι καὶ θεωρητικαῖς ἐνεργείαις κινοῦνται, φανερόν, ὅτε καὶ κοκοῦσιν ἅπασαι ποιεῖν τῶν νοήσεων
ἤ τῶν φαντασιῶν ἢ τῶν αἰσθήσεων τὸν κύκλον. τὸν δὲ δὴ χρόνον τῆς πορείας ἐνταῦθα οὐκ εἴρηκεν, ἐν δὲ τοῖς ἑπο- 168 169 μένοις ἐρεῖ χιλιέτη <τὴν> ὑπὸ γῆς εἶναι πορείαν· ἔστι δὲ καὶ τῆς οὐρανίας τούτων τῶν ψυχῶν τοσοῦτος. πόθεν τοῦτο γράφω τεκμαιρόμενος; ὅτι καὶ ἐν Φαίδρῳ [249a b] μετὰ τὴν κρίσιν τῶν ἄλλων ψυχῶν παρὰ τὰς φιλοσόφους ἀγαγὼν
τὰς μὲν εἰς οὐρανόν, τὰς δὲ εἰς τὰ ὑπὸ γῆς δικαιωτήρια ἐπήγαγεν· τῷ δὲ χιλιοστῷ ἀμφότεραι ἀφικνοῦνται ἐπὶ κλήρωσιν καὶ αἵρεσιν δεντέρου βίου, λέγων ἀμφοτέρας, καὶ τὰς εἰς οὐρανὸν ἀπὸ γῆς γεγοννίας· κἀνταῦθα δὲ [619c] τὰς ἐξ οὐρανοῦ ψνχὰς ἔθει ἄνευ φιλοσοφίας
βεβιωκυίας ὀρθῶς εἶναι τὰς λήξεως ἐκεῖ τυχούσας, εἶτα εἰς τὸν λειμῶνα ἀφιγμένας. ὥστε ἡ χιλιέτης πορεία κοινὴ πάσαις ἐστὶν ταύταις, καὶ ἔοικεν ἡ χιλιὰς χρόνος εἶναί τις περιοδικὸς ἀπὸ γενέσεως ἐπὶ γένεσιν ἄγων τὰς ψυχάς, οὐχ ἁπλῶς. ἀλλὰ πρὸ τῆς τελέας ἀποκαταστάσεως, εἰ γὰρ ἄνευ
φιλοσοφίας οὐράνιαι γεγόνασιν, οὔπω μὲν ἀνήχθησαν εἰς τὴν νοητὴν φύσιν, ταῖς δὲ ἐγκοσμίοις κινήσεσιν τῶν οὐρανίων σνμπεριεπόλουν, διὰ τὴν ἐξ ἔθους τάξιν αὐταῖς ἐντεθεῖσαν χαίρουσαι τῇ τάξει τῶν περιόδων ἐκείνων, καὶ οὐδὲν θανμαστὸν ψνχὰς <καὶ> ὀχήματα ψνχῶν συγγενῆ τοῖς οὐρανίοις
τοῦτο δρᾶν, ὅπον καὶ τῶν ἐν γῇ κατερριζωμένων ἔστιν ὁρᾶν τὰ μὲν ἡλίῳ συγκινούμενα, τὰ δὲ σελήνῃ συντρέ|χοντα 170 . .80. . . ἐκείνοις δῆλον. ὅτι <γὰρ> διὰ τῆς κατὰ τὴν φύσιν οἰκειότητος [ἐνέσπαρ]ται τὰ μὲν εἰς ἥλιον, τὰ δὲ εἰς σελήνην, ὡς ὁ Τίμαιος [41a ss.] ἐδίδαξεν, ἔστιν
τὰ μὲν ἡλιακὰ ὀχήματα, τὰ δὲ σεληναῖα. καὶ εἰ τοῦτο ἀληθές οὐδὲν θαυμαστὸν τὰ μὲν ἡλίῳ τὰ δὲ σελήνῃ συμπεριπολεῖν, εἰ μὴ ἄτακτα φέροιτο. τῆς δὲ ἀταξίας διὰ τὴν ἐν 171 ἔθεσι τεταγμένοις ζωὴν ἀνῃρημένης ἕπεται τὴν κατὰ φύσιν αὐτὰ ζωὴν ἔχοντα καὶ ὄντα οὐράνια φύσει συμπεριάγεσθαι τοῖς ἡγεμόσιν καὶ ἀποκάμνειν ἤδη ποτὲ διὰ τὴν ἐν αὐτοῖς ζωὴν ἀσθενεστέραν οὖσαν τῆς τῶν ὅλων ζωῆς ἀκμήτως ἐνεργούσης. καὶ μηδεὶς οἰέσθω διὰ τούτους ἡμῶν τοὺς
λόγους ἢ τὰ ὀχήματα χρῆναι μένειν ὑπὸ σελήνην πασῶν τῶν εἰς οὐρανὸν ἀνελθουσῶν, ἢ συνανιόντων καὶ τῶν ὀχημάτων <τὸ οὐράνιον σῶμα> σχίσεις ὑπομένειν τινάς, καθάπερ τὸν ἀέρα κινουμένων ἡμῶν διὰ τοῦ ἀέρος, δεῖ μὲν γὰρ ἕκαστον εἰς τὴν ὁλότητα πάντως ἀποκαθίστασθαι τὴν οἰκείαν
ὁλότης δὲ τῶν σπαρέντων ἐστὶν ὀχημάτων ταῦτα τὰ σώματα, ἐν οἷς ἐσπάρη κατὰ φύσιν. ἐπεὶ καὶ τὸ πῦρ ὁρῶμεν τὴν οἰκείαν ὁλότητα καταλαβεῖν σπεῦδον καὶ τὴν βῶλον καὶ τὸ πνεῦμα· καὶ πάντως ἄτοπον τοῖς μὲν φδαρτοῖς ὑπάρχειν τὴν ὄρεξιν ταύτην ὡς σώμασιν, τοῖς δὲ ἀφθάρτοις
μὴ ὑπάρχειν, ἢ ὑπάρχειν μέν, μηδέποτε δὲ εἰς τέλος άφικνεῖσθαι, εἴπερ οὐδεμίαν ὄρεξιν φυσικὴν μά|[την] . . . 172 .....65.......σθαι καὶ πᾶν ὄχημα . . .10. . . [συγγε]νές τινι τῶν ὅλων ἐστὶ κατὰ φ[ύσιν· ἡ γὰρ σπο]ρὰ τὴν κατὰ φύσιν δηλοῖ διανομήν. οὐ μὴν διὰ τὴν τῶν ὀχημάτων
δίοδον σχίζεταί πως τὸ σώμα τὸ θεῖον ἢ λαμβάνει προσθήκην ἀνιόντων ἢ ἀφαίρεσιν ὑπομένει κατιόντων, ἀλλ᾿ ἀδιαιρέτως δι᾿ αὐτοῦ χωρεῖ ταῦτα καὶ ἐντίθεται ταῖς οἰκείαις περιφοραῖς. πάλαι γὰρ ἡμεῖς καὶ σῶμα διὰ σώματος χωρεῖν ἀπεδείκνυμεν καὶ οὐ πάντα <τὰ> σώματα τοῦτο πάσχειν,
ἀλλὰ τὰ ἄϋλα διὰ τῶν ἐνύλων ἢ τὰ ἄϋλα διιέναι διὰ τῶν ἀΰλων (λέγω δὲ ὕλην τὴν ἐσχάτην καὶ τοῖς ἐσχάτοις σώμασιν ὑποκειμένην), εἶναι δέ τινα καὶ μέσα τῶν ἐνύλων καὶ ἀΰλων, ἃ δὴ καὶ αὐτὰ πρὸς ἄλληλα τὸ τῶν ἐνύλων ὑπομένει πάθος, χωρεῖν οὐ δυνάμενα δι᾿ ἀλλήλων ἀδιαιρέ-
173 τως· διὸ μηδὲ τὸ ἡλιακὸν φῶς σῶμα ὂν διὰ τοῦ σεληναίου σώματος χωρεῖν (τοῦ μὲν γὰρ δηλοῖ τὴν πρὸς τὰ ἔνυλα συγγένειαν ἡ κλάσις, τοῦ δὲ ἡ σκιά· ποιεῖ γὰρ καὶ ἡ σελήνη σκιάν) μηδὲ τὸ ὄχημα τὸ ἡμέτυερον διὰ τῶν ἐνύλων ὄγκων
(μέσον γάρ ἐστιν καὶ τοῦτο τῶν ἐνύλων καὶ ἀΰλων), διὰ δὲ τοῦ οὐρανίου σώματος καὶ τοῦτο καὶ τὸ ἡλιακὸν φῶς ἀδιαιρέτου μένοντος ὑτ᾿ αὐτοῦ φοιτᾶν. πᾶσα γὰρ διαίρεσις πάθος ἐστὶ τῆς τοῦ διαιρουμένου συνεχείας φθαρτικόν.
ἑτέρων τὰ ἐκεῖ, καὶ τὰς ἐκ τοῦ οὐρανοῦ τὰ παρ᾿ ἐκείναις, ἕως τοῦ· καὶ θέας ἀμηχάνους τὸ κάλλος [p. 614e—615a].
καὶ δικαστῶν τόπος· ἀλλ᾿ ὡς μὲν τὸ ἀφ᾿ οὗ αἱ δισσαὶ λήξεις σχίζονται, δικαστικὸς τόπος· ὡς δὲ τὸ εἰς ὃ συννεύουσιν ἄμφω, λειμών· ὅθεν πρὸ μὲν τῶν λήξεων ὡς εἰς δικαστικὸν ᾔεσαν τόπον, πρὸ δὲ τῆς γενέσεως μετὰ τὰς λήξεις ὡς εἰς λειμῶνα τὸν αὐτόν· ὁ γὰρ αἰθὴρ καὶ ἀρχὴ
γενέσεώς ἐστιν καὶ μέσον οὐρανοῦ καὶ γῆς, καὶ τῇ μὲν τόπος δικαστικός, τῇ δὲ λειμὼν ὀνομάζεσθαι πρέπων. Μετὰ δὲ τὴν εἰς ταὐτὸν οἷον σημεῖον τῶν ψυχῶν ἀπὸ τῶν διῃρημένων λήξεων σύνοδον ἕπεται θεωρεῖν, πῶς μὲν γνωρίζουσί τινες ἀλλήλας, πῶς δὲ ἀσπάζονται, πῶς δὲ διαλέγονται, καὶ
πῶς διαλεγομένων ἀκούουσι καὶ διηγουμένων ἄλλαι ἄλλων· 176 καὶ τίνα μὲν αἱ κάτωθεν διηγοῦνται ταῖς ἄνωθεν ἀφιγμέναις, καὶ πῶς ἐκεῖναι δέονται τοῦ μαθεῖν ἅτε οὐκ εἰδυῖαι, καὶ πῶς οὐκ ἴσασιν· τίνα δὲ αἱ ἄνωθεν, καὶ πῶς μέμνηνται τῶν ἐν οὐρανῷ θεαμάτων· καὶ εἰ θαυμάζουσιν ἐκεῖνα, πῶς οὐκ ἀναστρέφουσιν ἐπ᾿ αὐτά· καὶ εἰ πρὸς τὴν πορείαν ἔκαμον,
πῶς ἀναλαμβάνουσιν. | . . . 108. . . [ἀ]λλὰ πρός γε τ . . 177 . .12. . θεωρίαν ἀγαγεῖν. Τὸ μὲν τοίνυν ἀναγνωρισμὸν εἶναι ταῖς ψυχαῖς ἀλλήλων, εἴπερ καὶ γνῶσιν ἀλλήλων ἔξω τῶν ὀστρεΐνων σωμάτων, οὐδὲν οἶμαι θαυμαστὸν εἶναι· καὶ γὰρ ἄτοπον τὰς μὲν αἰσθήσεις γνώσεις οὔσας μετὰ παχέων ὀργάνων
ἀντιλαμβάνεσθαι τῶν συγγενῶν αἰσθημάτων (οἷον ὄψιν φωτοειδῆ κατὰ φύσιν οὖσαν χρωμάτων φωτοειδῶν ὄντων, καὶ ἀκοὴν ἀερώδη τὴν οὐσίαν ἔχουσαν τῶν ψόφων ἀερίων ὄντων), τὰς δὲ ψυχὰς γνωστικὰς οὔσας καὶ οἷον ὄψεις τινὰς μὴ ὁρᾶν τὰς συγγενεῖς αὐταῖς ψυχὰς καὶ χωρὶς
ὀργάνων αὐτᾶς δι᾿ ἑαυτῶν. οὐ γὰρ γνῶσιν τὰ ὄργανα προστίθησιν, ἀλλὰ μᾶλλον ἄγνοιαν· εἴπερ ἡ μὲν γνῶσις ἐνέργεια, κρίσις οὖσα τῶν γνωστῶν, ἡ δὲ κρίσις ἀπαθής, τὰ δὲ ὄργανα πάθη ταῖς γνώσεσιν προστίθησιν. ὁρᾶν δὲ ὄντος δυνατοῦ καὶ ἀσωμάτως καὶ σωματικῶς οὐδὲν ἤδη
θαυμαστὸν καὶ ψυχὴν ὁρᾶν ἄλλην ψυχήν. καίτοι καὶ διὰ τῶν ὀχημάτων δυνατὸν φάναι γίγνεσθαι ταῖς ψυχαῖς τὴν ἀλλήλων γνῶσιν, ὥσπερ ἐνταῦθα διὰ τῶν ὀστρεΐνων σωμάτων, καὶ ἐναργέστερον δι᾿ ἐκείνων ἢ τούτων μᾶλλον γὰρ ἐκεῖνα τὰς ἀπὸ τῶν ψυχῶν ἐμφάσεις ὑποδέχεται τούτων,
ὅπου γε καὶ ἐν τούτοις ἄλλα μόρια μᾶλλον ἄλλων, ὅσα ψυχῆς ἐγγυτέρω, δείκνυσιν τὰς ἔνδον ἐν αὐταῖς ταῖς ψυχαῖς διαθέσεις, οἷον ὄμματα | . . . 46. . . κατὰ τὸν ἀπα . . . 17 . . . 178 αλλ. . [οὕτω] δὴ οὖν μειζό[νως τὰ συμ]φυέστερα ὀχήματα ταῖς ψυχαῖς καὶ τῶν ὑλικῶν τούτων ὀμμάτων ἀποτυποῦται 30 179 τὴν χρωμένην ψυχὴν καὶ δείκνυσιν δι᾿ ἑαυτῶν καὶ ἐκείνην. ἐπεὶ καὶ ἐνταῦθα τῶν καθ᾿ ἡμᾶς τινα τά τε ἄλλα κατανοητικώτατον καὶ περὶ ταῦτα πολὺ σχόντα τὸ διαφέρον ἔγνωμεν παιδίον ἰδόντα ὑπὸ τιτθῇ τρεφόμενον, καὶ ἤδη
γεγονὸς ἐν ἀνδρὸς ηλικίᾳ πάλιν ἰδόντα καὶ ἐπιγνόντα ἔτι τοῦτον ὃν εἶδεν ὅτε παιδίον ἦν, διὰ μακροῦ χρόνου μόνοις τοῖς ὄμμασιν πιστεύσαντα τον ἀναγνωρισμόν. τί δὴ οὖν ἔτι παράδοξον καὶ τὰς ἐκεῖ ψυχὰς ἀναγνωρίξειν ἀπὸ τῶν ὀχημάτων ἀλλήλας; τά τε γὰρ τῶν ἀμεινόνων μᾶλλον διασημαίνει
τὴν ἐπιβεβηκυῖαν ψυχὴν ἥτις ἐστίν, διότι καὶ κατὰ φύσιν συμπέφυκεν αὐταῖς, καὶ τὰ τῶν χειρόνων ἔχει τινὰς τύπους καὶ ἐμφάσεςι ἔτι τοῦ τῆς ζωῆς εἴωδους. καὶ ἔτι διορῶσαι καὶ ἐπιγιγνώσκουσαι διὰ τούτων ἀλλήλας πάμπολυ τῶν ἐνταῦθα τὰς ὄψεις ἀκριβεστέρας ἔχουσι, διὰ ἀυλοτέρων
ἐνεργοῦσαι σωμάτων· κριτικώτερον γὰρ τὸ ἀυλότερον, καὶ τὸ ἀπαθέστερον αἰσθητήριον ἐνεργητικώτερον. καὶ ταῦτα γράφομεν, ὅπως καὶ διὰ τῶν ὀχηματων ἐπιδείξωμεν δυναμένας γιγνώσκειν τὰς ἐκεῖ ψυχὰς ἀλλήλας· ἐκεῖνο προϋπομνήσαντες, 180 ὡς ἄρα καὶ ἀσωμάτως ἀλλήλας γιγνώσκουσιν. εἰ γὰρ καὶ 181 τὰ ὄντα βλέπουσιν ἀσωμάτως, πῶς οὐχὶ | . . . 150 . . . [ὁ]ρᾶν [διὰ] τούτων ἀλλήλας. Εἰ δὲ δη γιγνώσκουσιν ἀλλήλας, καὶ ἀναγνωρίζειν ἀλλήλας οὐκέτι δήπου θαυμαστόν, ἐχουσας ἐν ταῖς φαντασίαις ἀποκείμενον τὸν ἀλλήλων τύπον καὶ ἡσυχάζοντα, [δὲ] διὰ
τῆς νέας ὄψεως ἀνακινούσας τὴν τῆς ὁρωμένης ψυχῆς μνήμην. τοιοῦτος γὰρ ὁ ἀναγνωρισμός, τοῦ μηνμονεῦτοῦ προβολὴ καὶ μνήμης ἀνανέωσις, ἣν εἶχεν μὲν οὐ πρόχειρον δὲ εἶχεν, ὥστε καὶ διανοηθῆναι πρὸς ἑαυτὴν τὴν ἀναγνωρίζουσαν, ὅτι ἄρα αὕτη εκείνη ἡ ψυχὴ ἡ τοιόνδε ἦθος ἔχουσα 182 καὶ ζῶσα χεῖρον ἢ βέτιον. οἷον καὶ Ὀδυσσεὺς ὁ Ὁμήρου τὴν Ἀχιλλέως ψυχὴν ἰδὼν ἐν Ἅιδου καὶ τὴν Αἴαντος ἐγνώρισεν ἃς εἶδεν, τὴν δὲ Μίνωος ἣν ἤκουσεν, τυχὸν δὲ καὶ ἐδιδάχθη παρὰ τῶν ἐν Ἅιδου περί τε τούτου και τῶν ἄλλων, τῆς Ταντάλου, τῆς Τιτυοῦ, τῆς Σισύφου, τίνες εἶεν·
εἰ μὴ ἄρα καὶ τεθρύλητο ταῦτα περὶ [τε] αὐτῶν ὑπὸ δή τινων χρησμῳδηθέντα θεῶν, ὡς ὁ μὲν δικάζει ταῖς ἐν Ἅιδου ψυχαῖς, αἳ δὲ τοιάσδε κολάζονται κολάσεις, καὶ ἰδὼν ἐπέγνω ῥαδίως, ὅτι ταῦτα ἦν ἅπερ αἱ περὶ αὐτῶν φῆμαι παρέδοσαν. — Εἰ δὲ δὴ γνωρίζειν ψυχαὶ δύνανται καὶ ἐκεῖ
ψυχάς, εἴτε δι᾿ ἑαυτῶν εἴτε διὰ τὼν ὀχημάτων ἐπὶ γνῶσιν ἀλλήλων ἰοῦσαι καὶ ἀναγνώρισιν, ἑπόμενόν ἐστι τούτῳ τὸ καὶ ἀσπάζεσθαι τὰς γνωρίμας ἀλλήλας ὡς διὰ χρό|[νου] 183 . . . 80. . . oυσιν συνεῖνα[ι] . . . . . . . . [ἀλ] λήλαις καὶ ὅλης ἁπλῶς τῆ[ς ζω]ῆς πρὸς ὅλην συνάτεσθαι σπευδούσης
καὶ [φι]λογρόνως ἐχοῦσής. — Καὶ μὴν καὶ τὸ διαλέγεσθαι ψυχὰς οὐ γλῶτταν ἐχούσας οὐκ ἀρτηρίαν οὐ χείλη, δι᾿ ὧν ἐν τῷ τῇδε βίῳ διαλέγεσθαι μόνως δυνατόν, ἀπιστεῖν οὐ προσῆκεν· ἔστι γὰρ αὐτῶν τὰ ὀχήματα γλωσσοειδῆ ὅλα καὶ ὄμματα καθ᾿ ὅλα ἑαυτὰ καὶ ὦτα, καὶ ἀκούειν δυνάμενα καὶ
ὁρᾶν καὶ φθέγγεσθαι. καὶ γὰρ ἄτοπον, εἰ ἡ μὲν γλῶσσα τὸν ἀπὸ τοῦ πνεύμονος ἀέρα πλήττουσα δύναται διηρθρωμένην ποιεῖν τὴν φωνήν, τὰ δὲ τῶν ψυχῶν ὀχήματα μὴ δύναται τὸν περὶ ἑαυτὰ κινεῖν ἀέρα καὶ διὰ τοίας ἢ τοίας κινήσεως σχηματίζειν εἰς φθόγγους διαφόρους· πρὸς τῷ καὶ
τὸν τρόπον τῆς διαλέξεως μὴ ἐξ ἀνάγκης εἶναι ποικίλον οὕτως καὶ πολυκίνητον ὡς τὸν τῶν ἐνταῦθα ψυχῶν, ἀλλὰ δια τινων ἁπλουστέρων κινήσεων δύνασθαι σημαίνειν τὰς ἐννοίας αὐτων ἀλλήλαις. ὡς γὰρ αἱ διανοήσεις ἁπλούστεραι καὶ αἱ φαντασίαι, οὕτω καὶ αἱ διαλέξεις ἐπιτελοῦνται διὰ
184 185 κινήσεων ὁμοίως ἐλασσόνων καὶ τῆς ἐνταῦθα ποικιλίας καθαρευουσῶν ὡς τὸ εἰκός. καὶ ἐπειδήπερ ἐν τοῖς ὀχήμασιν αὐτῶν ἐστιν ἡ ὡς ἀληθῶς αἴσθησις (πᾶν γὰρ σῶμα ψυχῆς μετέχον ζῇ, λογικῆς δὲ ὂν ψυχῆς καὶ κατ᾿ αἴσθησιν ζῇ καὶ
ἔτι κατὰ τόπον κινούμενον δ[ειται καὶ αἰσθήσεως· τοιοῦτον 186 δὲ πᾶν ὄχημα ψυχῆς συμφυὲς ὂν λογικῆς | . . . 65. . . [ἀ]κούειν κ[καὶ]. . . 22. . . δὲ . . . . ερ τὸ μὲν ἁπλοῦν [δύναται] κατὰ τὸ αὐτὸ καὶ ἀκούειν καὶ ὁρᾶν καὶ ὅλως αἰσθάνεσθαι· μία γάρ, φησὶν Ἀριστοτέλης, ἡ κυρίως αἴσθησις
καὶ τὸ κύριον αἰσθητήριον ἕν ἐστιν, ὡς ἐν τοῖς περὶ αἰσθήσεως λέγει που καὶ αἰσθητῶν [de somn. 2 p. 455a 20]· εἰ δὲ τοῦτο καὶ τῇ κοινῇ αἰσθήσειν χρῆται, δύναται δήπου καὶ ἤχων ἀπαθῶς ἀντιλαμβάνεσθαι καὶ ἀκούειν καὶ ὧν ἡ τῶνδε τῶν σωμάτων ἀκοὴ μὴ πέφυκεν.
οὐ γὰρ πᾶσα ἀκοὴ πάντων ἐστὶν ἀκουστῶν, ἀλλ᾿ ἣ μὲν ἄλλων ἥ δὲ ἄλλων· διὸ καὶ δαιμόνων φωνὰς οἳ μὲν ἀκούουσιν, οἳ δὲ οὔ, συνόντς τοῖς ἀκούουσιν· καὶ παρέχει τὴν δύναμιν ταύτην τοῖς μὲν ἱερατικὴ δύναμις, τοῖς δὲ κατασκευὴ φύσεως, ὥσπερ ὄμμασι φάσματα ορᾶν διὰ θατέρου
τούτων ὑπαρχει τὰ ἄλλις ὄμμασιν ἀόρατα. τὸ δὲ δὴ πρῶτον ὄχημα τῶν ψυχῶν τὴν κοινὴν αἴσθησιν ἔχον τὰ πάσαις μὴ κἀκουστὰ ταῖς ἀκοαῖς τῶν θνητῶν καὶ ἀόρατα ταῖς ὄψεσιν ὁρᾶν καὶ ἀκούειν πέφυκεν. Τὸ μὲν οὖν διηγεῖσθαι καὶ διηγουμένων ἀκροᾶσιαο τοῦτον
ἐπιτελεῖται τὸν τρόπον· ἡ δὲ χρεία τῶν διηγήσεών ἐστιν, ὅπως αἳ μὲν ἐκ τῶν κδικαιωτηρίων γνῶσιν τὸ ἀγαθὸν οἷον ἄρα ἐστὶ τῆς κρείσσονος ζωῆς καὶ τῆς ἑπ[ομένης ἐκείνῃ λήξεως, αἳ δὲ ἐκ τοῦ οὐρανοῦ τὸ τῶν τιμωριῶν μέγεθος ἡλίκον ἐστὶν τῶν κατὰ δίκην ὀφειλομένων ταῖς ἀποπεσούσαις
τῆς ἀρίστης ζωῆς. ἀμφοτέραις δὲ ὄφελος ἂν εἴη ἡ 187 πρὸς τὴν μετὰ | . . . 75. . . τειν οἶδεν ἐλπὶς κα[ὶ λύπη, f. 15v. ἣ μὲ]ν τιμῆς, ἣ δὲ τιμωρίας· γίγνετι[αι] τοίνυν τᾶις μὲν κάτωθεν ἡκούσαις ἐλπὶς τοῦ τουχεῖν ἀγαθοῦ, τῶν ἄνωθεν ἀφωρισμένων τὰ ἐκεῖ διηγουμέν[ων]· ταῖς δὲ ἄνωθεν ἀφιγμέναις φόβος τῆς τιμωρίας, τῶν κάτωθεν ἡκουσῶν τὰ ἐν
Ἅιδου δείματα ἀπαγγελλουσῶν· ἀμφοτέραις δὲ τὸ σωφρονεῖν ἐν ταῖς τῶν βίων αἱρέσεσιν, ὡς ἑκάσταις δυνατόν. ὥστε καὶ τοῦτο γίνεσθαι πάντως κατα πρόνοιαν, τὸ διηγεῖσθαι ἀλλήλαις ἀμφοτέρας ὧν ἐπειραθησαν, εἰ καὶ μὴ πάσαις ἐξ ἀνάγκης ὑπάρχει τὸ ἐκ τούτων ὄφελος· οὐδὲ γὰρ ἐν τῷ
τῇδε βίῳ πᾶσαι γίγνονται ἀμείνους ἐκ [των τοιούτων λόγων. Αἱ μὲν οὖν ἀπὸ τῶν χθονίων ἥκουσαι τόπων διηγουνται τὰ δειματα τὰ ἐκεῖ, τοὺς ποταμούς, τοὺς ἐφεστῶτας δαίμονας ποιναίους, καὶ ἀκούουσι τούτων αἱ ἐξ οὐρανοῦ (δέονται γὰρ μαθεῖν, οὐκ ἔχουσαι γνῶσιν π άντων· οὐ γαρ ἦβ ἡ ἀποκατάστασις
αὐτῶν ἡ τελεωτάτη δι᾿ ἔθη βέλτιστα τῆς ἐν οὐρανῷ τυχουσῶν λήξεως)· αἱ δὲ ἐξ οὐρανοῦ τὰς εὐπαθείας τὰς ἐκεῖ καὶ τὰς θέας τὰς ἀμηχάνους τῷ κάλλει· τὰ γὰρ οὐράνια ἑώρων αὐτοφανῶς, ἃ ἡμεῖς οὐχ ὁρῶμεν διὰ τὴν ἀπόστασιν, καὶ τὰ τῶν οὐρανίων δαιμόνων ὀχήματα καὶ
πάντα φῶτα θεῖα καὶ ζωῆς μεστὰ καὶ διαπεποικιλμένα περιόδοις ἰδίαις· καὶ τούτων ἔτι μνήμην εἶχον· οὐ γὰρ ἀποστᾶσαι τοῦ ὁρᾶν καὶ τὴν μνήμην εὐθὺς ἀφῆκαν. ἐκράτει δὲ αὐτῶν ἡ εἰς τὴν γενεσιν ὁρμὴ καὶ διὰ τοῦτο προῄεσαν 188 | . . .64. . . [ἑ]ώρα τὰς εἰς τὴν γένεσιν [ὁρμώσας 189 ἔτι ἀμυ]δρὰν τὴν ἐκ τῆς μνήμης φ[αντασίαν ἐχού]σας. — Ἀλλὰ τίς ἡ χιλιέτης πορεία, μεταξ[ὺ] εἴρηται τῶν διηγήσεων, καὶ εἴρηται ὡς ἄρα τῶν χθονίων ψυχῶν· καίτοι ὅτι κοινὴ καὶ τᾶις ἡκούσαις ἐστὶν ἐκ τοῦ οὐρανοῦ κατὰ Πλάτωνα, 190 διὰ τῶν ἔμπροσθεν ἱκανῶς ἡμῖν ἀποδέδεικται. τὸ μὲν οὖν μὴ πάντως ἐπὶ δακτύλων χρῆναι τὸν ἀριθμὸν σκοπεῖν, μικρὸν ὕστερον ἀπὸ τῶν ῥημάτων δείξομεν τῶν Πλάτωνος. εἰ δὲ δεῖ μὴ τοῦτον τὸν τρόπον, ἀλλὰ ζωτικῶς τὸ εἶδος
τοῦ ἀριθμοῦ θεωρεῖν, λεγέσθω καὶ παρ᾿ ἡμῶν ἡ χιλιὰς οἰκεῖός τις ἀριθμὸς εἶναι ταῖς ἀπὸ γενέσεως στελλομέναις εἰς γένεσιν ψυχαῖς, πρὸ τῆς τελείας, ὡς εἴπομεν πρότερον, ἀποκαταστάσεως· διότι δὴ χοόνιός ἐστιν ὁ χίλια, κυβικὸς ὢν ἐκ δεκάδος. ἡ μὲν οὖν δεκὰς σύμβολον κοσμικῆς ἔστω
ζωῆς ἀπὸ τῆς μοναδικῆς ἐνεργείας εἰς ταύτην ἐκπεσούσης· ὁ δὲ ἀπὸ τῆς δεκάδος τετράγωνος πάλιν πέσουσης ἀφ᾿ ἑαυτῆς αὐτοκινήτως εἰς γένεσιν καὶ ἐπιπεδωθείσης διὰ τὴν πτῶσιν· ἡ δὲ χιλιὰς ἀπὸ γενέσεως αὖθις εἰς γένεσιν ἑτέραν ἐλθούσης διὰ τρίτης αὔξης· τῆς μὲν πρώτης εἰς κόσμον
ἀναγούσης, τῆς δὲ δευτέρας εἰς γένεσιν, τῆς δὲ τρίτης εἰς ἄλλην γένεσιν· βαθύνασα γὰρ τὸ ἐπίπεδον οὐκ ἀνέδραμεν εἰς ἑαυτήν, ἀλλ᾿ ἐπιτείνασα τὴν ὁρμὴν προσέθηκεν γενέσει γένεσιν ἑτέραν· εἴτε οὖν πλείων ὁ τῆς περιόδου χρόνος f. 16v. εἴτε ἐλάσσων ἐστίν, ὅρος αὐτῆς | . . . 75. . . νη δεκάς·
πρὸ δὲ τούτων [ἡ μονὰς τῆς δ]ημιουργικῆς αἰτίας τοῦ κό[σμου], δι᾿ ἣν καὶ ὁ κόσμος δεκάς, τὴν ἐν τῇ μονάδι περιοχὴν τῶν εἰδῶν πάντων ἐξαπλ[ώ]σασα καὶ περατώσασα τὸ πλῆθος τὸ κοσμικόν· μουνάδος ἐκ κευθμῶνος ἀκηράτου, 25 φησὶν ὁ εἰς τὸν ἀριθμὸν Ὀρφικὸς ὕμνος, ἔστ᾿ ἂν ἵκηται τετράδ᾿ ἐπὶ ζαθέην. (ἔστιν δὲ τετρὰς ἡ Διονυσιακὴ θεότης, τετραυγέα τετρακέρατον μυριάκις τῆς Ὀρφικῆς θεολογίας τὸν θεὸν
ὑμνούσης)
(ἀΐδιος γὰρ καὶ ἄλυτος ἡ συνέχουσα τὸν κόσμον φύσις)
μονογενής, διὰ δὲ τὴν Διονυσιακὴν τετράδα τετραμερής· ἐπειδὴ δὲ τῆς δεκάδος οὐσία λέγεται καὶ ἔστιν ἡ τετράς, ὁ ζῶσα παρὰ τῷ Διὶ κατὰ τὸν ἑαυτῆς νοῦν, τετραδικῶς δὲ παρὰ τῷ Διονύσῳ, καθ᾿ ὅσον ἤδη καὶ διαιρέσεως ἐφάπτεται
καὶ γίνεται δυάς, μερίζουσα ἑαυτὴν ταῖς <τῶν> ἄνω νοήσεσιν καὶ ταῖς τῶν κάτω προνοίαις, καὶ οὐκέτι ζῶσα κατὰ τὸν ἡνίοχον μόνον, ἀλλὰ καὶ καθ᾿ ἑ|. . . 40. . . ἑ[τ]ε[ρότ]ητα 192 καὶ τ . . . 10. . . αν ὁ Ἐμπεδοκλῆς κ . . . 14. . . [εἰς τὸ] αἰσθητὸν ῥεπούσῃ τὸ ταυτο . . . . . . . . . λοποιὸν ζωήν· ἕως
αὐτὴν ἡ πρόοδος [εἰς] δεκάδα πεσεῖν ἐποίησεν, ἐγκόσμιον γενομένην, εἶθ᾿ ἑκατοντάδα καὶ ἑξῆς χιλιάδα, μετὰ τὸν γραμμικὸν ἀριθμὸν ἐπιπεδώσασαν ἑαυτὴν καὶ τὸ ἐπίπεδον, ὡς εἴρηται, βαθύνασαν· εἰ δὲ δὴ καὶ μὴ μίαν προσθείη γένεσιν, ἀλλὰ τὴν ποικιλίαν ἀνελίζαι τῶν βίων, ἡ τέως οὖσα
χιλιὰς γίνεται μυριάς. καὶ διὰ ταῦτα ἡ παντελὴς διέζοδος ἐτῶν μυρίων μόλις ἀποκαθίστησιν τὴν ψυχήν, καὶ μετὰ ταύτην ἄλλος οὐκ ἔστι βίος· πέρας γὰρ ἡ μυριάς, πάντων 193 194 οὖσα βίων ἀριθμός, πασῶν γενέσεων, πασῶν περιόδων. καὶ ταῦτα Πυθαγορείων ἐστὶ λόγων σπέρματα καταβεβλημένα τῷ Πλάτωνι, πρὸς τὴν τῶν περιοδικῶν ἡμᾶς ἀριθμῶν ἀνεγείροντα παριωπήν, ἐπὶ τῶν δακτύλων οὐκ ἐῶντα μένειν,
ἀλλ᾿ ἐπὶ τὰ παραδείγματα πείθοντα ἀπὸ τῶν εἰκόνων μεταβαίνειν. — Εἰ δὲ ζητοῖμεν ἡμεῖς, τί δήποτε μόναις ἀποδέδωκεν ταῖς ὑπὸ γῆν πορείαις τὴν χιλιετηρίδα, καίτοι καὶ τῶν ἐξ οὐρανοῦ τῷ χιλιοστῷ ἀφικνουμένων ἐπὶ κλήρωσιν καὶ αἵρεσιν, ὡς εἶπεν ὁ ἐν Θαίδρῳ Σωκράτης [p. 249b],
ῥητέον ὅτι ταῖς δυσπαθούσαις μᾶλλον φαίνεται τοῦ χρόνου τὸ μῆκος ἄπλετον ὂν ἢ ταῖς εὐμοίρως ζώσαις, ὥσπερ καὶ τοῖς νοσοῦσι μᾶλλον ἢ τοῖς ὑγιαίνουσιν· τὸ γὰρ παραμετροῦν 195 δι᾿ ἀσθένειαν μεῖζον εἶναι φαν| [τάζεται τὸ χαλεπ]όν. εἰ δὲ [τοῦ]το ἀλη[θές, ὁ Πλάτων εἰκότως] δήπου [τὰς]
κάτ[ωθ]εν ἡκ[ούσας ποιεῖ τ]ἢν π[ορεία]ν ἐκτραγῳδούσας, [ἢ διὰ τὰς ποινὰς ἢ] διὰ τὸν χρόνον, ὄντα πολύν· ἢ γὰρ διὰ τὴν σφοδρότητα τὴν τιμωρίαν αὔξομεν ἢ διὰ τὴν τοῦ χρόνου παράτασιν. ταῖς δὲ ἄνωθεν ἀλθούσαις διὰ τὴν εὐπάθειαν οὐδὲ τοσοῦτος ὢν ὁ χρόνος ἐφαίνετο πολύς, οὐδὲ
εἰ τούτου πολλαπλασίων ἦν, ἀπὸ μείζονος δυνάμεως τὴν κρίσιν τῷ τοῦ χρόνου πλήθει προσφερούσαις.
καὶ γονέας καὶ αὐτόχειρας φόνου μείζους ἔτι τοὺς μισθοὺς διηγεῖσθαι [p. 615a—c].
καὶ τῶν κατορθωμάτων δεκαπλασίαν ἔχειν τὴν ἔκτισιν, ὅπου μὲν διὰ τῶν ἐπικαρπιῶν, ὅπου δὲ διὰ τῶν τιμωριῶν, ὡς καὶ τὸν ἁμαρτόντα δεκάκις ὑπὲρ τοῦ ἁμαρτήματος ἀλγυνθῆναι καλζόμενον, καὶ τὸν ἀγθόν τι πράζαντα δεκάκις 197 ὑπὲρ τοῦ πραζθέν|τος . . ηφ .20. . [τὸν ἀνθρώ]πινον βίον 198 οὐχ ὡς Σόλων ἄρχ . . . . . [ἑβδο]μήκοντα μόνον ἐτῶν, ἀλλ᾿ ἑκατόν. [καὶ διὰ] ταῦτα ἄρα καὶ τὸν χρόνον χιλιέτη [δεκαπλα]σιαζόμενον εἶναι καὶ τῆς εὐπαθείας καὶ τῆς τιμωρίας. εἰ δὲ τοῦτο, δῆλον δήπουθεν, ὅτι πρῶτον μὲν κοινὴ καὶ ταῖς εὐμοιροτέραις ψυχαῖς χιλιάς, καὶ οὐ μόνων ἐστὶν τῶν
ὑπὸ γῆς κολαζομένων· ἡμεῖς γὰρ εἴπομεν, δι᾿ ἣν αἰτίαν ταύταις ἀποδέδωκεν μόναις τὴν τοῦ χρόνου παρακολόυθησιν· ἔπειθ᾿ ὅτι καὶ οὐκ ἐπὶ δακτύλων λογίζεσθαι δεῖ τὸν χρόνον, οὐδὲ πασῶν ἐστιν εἷς χρόνος τῶν ψυχῶν (οὐδὲ γὰρ πἀσαι τὸν ἑκατονταέτη βεβιώκεσαν χρόνον ἐν τοῖς σώμασιν)· ὥστε
χρὴ τὸν ἀριθμὸν ἔς τι ζωῆς εἶδος ἀναπέμπειν· οὐ γὰρ ἂν ἐλέγοντο αἱ ἐξ ανίσων τῶν ἐν τῇ γενέσει βεβιωμένων ἐτῶν ἥκουσαι πἀσαι χιλιέτη πεποιῆσθαι τὴν πορείαν, εἰ μὴ πἀσαι τοσοῦτον ἦσαν ἐκεῖ γενόμεναι χρόνον, οὐκ ὄντα πάσαις ὀφειλόμενον διὰ τὴν ἀνισότητα τῶν ἐν σώμασι βίων. Ἀλλὰ
τοῦτο μὲν δέδεικται καὶ διὰ τούτων· ὅτι δὲ καὶ ὁ ἑκατὸν ἐφαρμόζει συμβολικῶς τῇ μιᾷ γενέσει καὶ τῷ ἑνὶ βίῳ προείπομεν· καὶ εἴη ἂν Δίιος μὲν ἡ δεκάς, Πλουτώνιος δὲ ἡ 199 χιλιάς, Ποσειδῶνι δὲ ἀνειμένη ἡ ἑκατοντάς. ἣ μὲν γάρ ἐστιν ὄντως οὐρανία, τοὺς μοναδικοὺς ἀριθμοὺς συμπεραίνουσα καὶ εἰς τὴν μονάδα τὴν δημιουργικὴν ἐπιστρέφουσα· τῶν
ἁπλότητα τὴν ἑαυτῶν· ἣ δὲ Πλουτώνιος διὰ τὸ κυβικόν· 200 ἔστι γὰρ ἀπὸ | . .40. . ων χθονίων εἰρημένων ὑπὸ τοῦ . . . . . . καὶ διὰ τοῦτο ταῖς ὑποχθονίαις [τα]ξεσι προσηκόντων· ἣ δὲ ἐν μέσῳ τούτων οὖσα τῆς γενεσιουργοῦ ζωῆς ἐστι σύνθημα διά τε τὴν ἐπὶ δύο διάστασιν τῇ γενέσει
πρέπουσαν καὶ διότι τριῳδουμένα μονὰς ἡ ἑκατοντὰς εἰς τὸν τριαινοῦχον ἀναπεμπομένη θεόν. καὶ ὁ μὲν Πλάτων διὰ τοιαύτας αἰτίας ἀποδίδωσι τὴν χιλιάδα ταῖς ὑπὸ τῷ Πλούτωνι ψυχαῖς, ὁ δὲ Ὀρφεὺς διὰ τριακοσίων αὐτὰς ἐτῶν ἀπὸ τῶν τόπων ἄγει τῶν ὑπὸ γῆς καὶ τῶν ἐκεῖ δικαιωτηρίων
αὖθις εἰς γένεσιν, σύνθημα καὶ οὗτος ποιούμενος τὰς τρεῖς ἑκατοντάδας τῆς τελείας περιόδου τῶν ἀνθρωπίνων ψυχῶν καθαιρομένων, ἐφ᾿ οἷς ἐβίωσαν ἐπιστρεφόμεναι τὴν γένεσιν. εἰ δὲ τὴν χιλιέτη πορείαν καὶ εἰς τὰς ἐν οὐρανῷ ψυχὰς ἀναπέμποιμεν, ἄλλως ἂν ἐκῖ θεωροῖμεν
αὐτήν· τῆς ψυχῆς πεσούσης μὲν εἰς γένεσιν διὰ τῆς ἑκατοντάδος, δυαδικὴν αὔξησιν ὑπομεινάσης, ἐπιστρεψάσης δὲ διὰ τῆς τριαδικῆς αὐξήσεως πάλιν εἰς τὴν δεκάδ· προόδων γὰρ ἡ δυὰς αἰτία πᾶσιν, ἐπιστροφῶν δὲ ἡ τριάς, οἷς ἐκείνη προόδων· ἐπεὶ οὖν εἰς οὐν εἰς οὐρανὸν ἡ ἄνοδος, ὅθεν καὶ ἡ κάθοδος,
εἰκότως ἡ χιλιὰς κἀκείνων δηλοῖ τὴν ζωήν, οὐκέτι καθ᾿ ὅσον κύβος, ἀλλὰ καθ᾿ ὅσον τρὶς ηὐξημένος ἐπιστρέφει τὸ τέλος εἰς τὴν ἀρχήν. Ὅτι δὲ ἡ ἑκατοντὰς εἶδός τι ζωῆς ἐστιν, δηλοῖ καὶ ὁ τῶν Μουσῶν λόγος [VIII p. 546a ss.], 201 τὰς διττὰς ἁρμονίας τῆς ἀνθρωπίνης περιόδου γεννῶν διὰ τῆς ἑκατοντάδος· | . . . . . την μὲν γινομ[ένην] . .14. τοῦ 202 [τε] ἐπιτ[ρίτου] π[υθμένος, τὸν μὲν ἐ]ξ ἴσων πλευρῶν ἑκατὸν το[σαυτάκις κατὰ] τὴν ὁμοιότητα τῆς ἀμείνονος [ζωῆς λαμ]βάνων, τὸν δὲ ἐκ τῶν ἀνίσων κατὰ τὸν [κρά]τιστον
χείρονος, διότι πάσης τῆς ἐν γενέσει ζωῆς ἡ ἑκατοντὰς εἰκών, ἣ μὲν κατὰ νοῦν ἐστιν, ἣ δὲ κατὰ νοῦν καὶ πάθος (μόνον γὰρ εἶναι πάθος ἐπὶ ψυχῆς ἀνθρωπίνης ἐνεργοῦν κατὰ πάντα τὸν βίον ἀδύνατον), καὶ ἣ μὲν ἔοικεν τῇ ἀπὸ τῆς
ἑκατοντάδος ἰσάκις ἴσῃ γενομένῃ ζωῇ, ἣ δὲ τῇ ἀπὸ ταύτης καὶ τοῦ ὑπ᾿ αὐτὴν κατὰ τὸν ἐπίτριτον.
οἱ γονεῖς ἀνάλογον ἡμῶν ἄρχουσι θεοῖς, προεστῆτες καὶ αὐτοὶ τῆς γενέσεως καὶ τοὺς γενεσιουργοὺς ἐνεικονιζόμενοι θεούς, οἳ κατιοῦσιν ἡμῖν καὶ ὀχήματα ἐδημιούργησαν καὶ τὰ ἐκτὸς ἀπέδοσαν πρέποντα ταῖς περιόδοις τῶν θεῶν καὶ
τὰ τῶν γονέων, εὐσέβειάν τε καὶ δυσσέβειαν τὴν αὐτὴν ἀμφοτέροις ἀποδέδωκεν· ἐπεὶ καὶ οἱ θεοὶ πατέρες ἡμῶν καὶ οἱ πατέρες θεοὶ πρὸς ἡμᾶς. διὸ καὶ οἱ τῶν πατέρων ἀδελφοὶ θεῖοι προσηγορεύθησαν, ὡς τῶν πατέρων θεῶν πρὸς τοὺς ἀφ᾿ ἑαυτῶν τάζιν εἰληχότων· ἀπὸ γὰρ τῶν θεῶν ἡμᾶς
οἱ πατέρες ὑπεδέξαντο προϊόντας | . . .17. . . πατράσιν f. 121 v. οἱ θεοὶ πα . . .13. . . [ἀ]γάλματα θεῶν εἰσιν οἱ [πατέρες θνητὰ κ]κὶ ὅμοια τὰ εἰς ἀμφοτέρους [ὅσια καὶ] ἀνόσια ἔργα παρ᾿ ἡμῶν)· τὰ δὲ αὖ [μ]έσα τῶν ἀδικημάτων ἢ εὐεργετη- 203 Μάτων, ὅσα περὶ πόλεις ὅλας ἢ στρατόπεδα, τὰ μὲν σωτη- Ρίας αἴτια καὶ εὐπραξίας, τὰ δὲ ἀπωλείας καί, ὡς εἶπεν Αὐτός, [καὶ] κακουχίας, διὰ δή τινας ἢ προδοςίας ἢ ἐπιβουλὰς ἀλλοίας, ἢ ἄλλο τι τῶν κακῶν ἀξεργαζομένας ἢ καὶ
θανάτων αἰτίας γιγνομένας· οἷα δὴ πολλοῖς ἐγένετο, πόλεις ἐξαρπάσασιν τῶν μεγίστων κανδύνων ἢ στρατόπεδα σεσω- κόσιν· ὧν πολλοὺς καὶ ἐν μοίρᾳ δαιμόνων ἀγαθῶν ἡμᾶς οἱ χρησμοὶ τιμᾶν προςέταξαν. Οἷον τὸν ὑπὲρ τῆς πάλεως αὑτὸν ἐπιδεδωκότα τοῖς πολεμίοις Κόδρον, καὶ εἴ τις ἄλλος τοι-
οῦτος γέγονεν. Τὰ δὲ ἔσχατα καὶ οὐ πολλῆς δεόμενα τῆς ἐκ τῶν ὅλων διορθώσεως, ὧν παραδείγματα <τὰ> τῶν εὐδὺς γενομένων καὶ οὐ πολὺν δή τινα χρόνον βιούνταων, ἃ δὴ καὶ ὀλίγης ἄξια μνήμης εἶναί φησιν, ὡς οὐκ ἕχοντα δια- φανῆ καὶ εἰς θαῦμα δυναμένην ἐγείρειν ἢ τὴν τιμὴν ἢ τὴν
τιμωρίαν. Τούτοις δὲ ὅμοια καὶ τὰ τῶν εὐτελῶν δήπου φύ- Σεών ἐστιν· οὐδὲν γὰρ αἱ τοιαῦται φύσεις οὔτε μέγα κακὸν Οὔτε μέγα δύνανται ἀγαθὸν ἐξεργάζεσθαι· διὸ καὶ τὰς ἐπι- Καρπίας καὶ τὰς κολίσεις ἀμαυρὰς εἶναι τῶν τιούτων. Οὕτω μὲν οὖν καὶ ἡ διαίρεσις ἐκφαίνει τὰς τῶν λήξεων
ἡμῖν διαφοράς, κατ᾿ ἄρθρα διαστήσασα τὰς τιμὰς καὶ τὰς Ποινάς· καὶ πρώτας μὲν τάξασα τὰς μέσας, μέσας δὲ τὰς 204 Τῶν |ὀλιγοχρόνιον . . . 14 . . . , ἀσχ[άτας] δὲ τὰς πρώτας, ὅσαι γονέων ἢ δε[ῶν πέρι ἀ]σέβειαί τε καὶ εὐσέβειαι. — Ἐπειδὴ [δὲ ὁ τοῦ μέ]θου πατὴρ εἷς τις ἦν τῶν ἀπὸ τῆς
γ[ῆς ἥκειν] παραδοδέντων, ἐφεξῆς καὶ διὰ τῆς ἱστορί[ας] ἐπίγει τὴν πίστιν τῶν τὰς μεγίστας ὑπομενόντων καλάσεις, ὧν ἡ γνῶσις ἠδύνατο τῷ τὸν μῦθον ἀφηγουμένῳ γνώριμος εἶναι. Λέγει γὰρ οὑτωςί πως· Ἔφη γὰρ δὴ παραγενέσθαι ἐφωτωμένῳ ἑτέρῳ 205 ὑπὸ ἑτέρου, ὅπου εἴη Ἀρδιαῖος ὁ μέγας ἕως τοῦ· καὶ ἀσμενέστατα ἕκαστον σιγήσαντος ἀναβῆναι [p. 615 c—616a].
Μεγίστας ὑπομένουσιν κολάσεις μετὰ τῆς ἀληθείας τοὺς Θρασυμάχους συμπολίζει καὶ τοὺς Καλλικλέας, τοὺς ἐπαινέ- Τας ἅμα καὶ ζηλωτὰς τῆς τυραννικῆς ζωῆς ἢ διὰ φιληδονίαν ἀπέραντον ἢ διὰ φιλοχρηματίαν ἀκάθεκτον. Καὶ εἰ πρὸς τὰ ὄντα δὲ σκοποίης, οὐδένας οὕτως εἰκὸς τὴν ἐσχάτην
ὑπομένειν κόλασιν ὡς τοὺς τυραννικούς· πολέμιοι γάρ εἰσιν τῶν κοσμικῶν νόμων οἱ τοὺς ἐκείνων ἐκγόνους ἀνατρέποντες νόμους· πολέμιοι τῆς ὅλης τάξεως οἱ τῆς ὁμοίας ἐκείνῃ τάξεως ὄλεθροι· πολέμιοι πάντων θεῶν οἱ τὸν τῶν Γιγάν- των τρόπον ἀφανίζοντες πᾶν τὸ θεοῖς συγγενίς. ὡς οὖν
τοὺς ἐπιβουλεύοντας τῇ πολιτείᾳ κακὶ τοῖς ἱεροῖς καλάζουσι διαφερόντως καὶ Πλάτων καὶ πάντες οἱ ἄριστοι νομοθέται, κατὰ τὰ αὐτὰ δὴ καὶ τοὺς τυράννους οἱ κοσμικοὶ νόμοι καὶ δικασταὶ ταῖς |[μεγίσταις τιμωρίαις] ἐ[μβ]άλλο[υσι]. . .45. . .ν f. 122 v ὀπαδοὺς τοὺς ζ[ηλοῦντας] τὸν ἐν τῷ παντὶ νόμον. Εἰ δὲ
δὴ [τύραννος ὥν] ὁ Ἀρδιαῖος ὁ διὰ τούτων τῶν ῥήσεων ἱστορούμενος διὰ τὴν τυραννικὴν ζωὴν τοιούτων ἐγεγόνει δραμάτων ἀνοςίων ἐργάτης, ὄντως προςήκουσαν αὐτῷ τὴν δαιμονίαν ταύτην ποινὴν ἐπέστησεν ὁ λόγος. ὅσον γὰρ ἐφ’ ἑαυτῷ, πάντων ἐστὶ τὼν αἰτίων φθαρτικός, πατέρα ἀποκτείνας·
καὶ προςέθηκεν πρεσβύτην, ἵνα καὶ διὰ τὸν χρόνον τὸ μίασμα ποιήσῃ πικρότερον· καὶ γὰρ ὁ χρόνος τὸ παλαιότερον οἶδεν σεμνότερον, ὡς τῷ παντὶ πρότερον γνωσθέν καὶ τῇ ἀγενήτῳ φύσει δι’ ἀρχαιότητα συγγενέστερον· εἰ δὲ μετὰ τοῦ χρόνου καὶ ὁ πατὴρ εἴη, θείαν ὄντως αἰτίαν ἐγγὺς τῶν
206 ἀϊδίων οὖσαν αἰτίων ἀπεικονίζεται· τὸν οὖν ταύτην ἐνε- λόντα τό γε ἑαυτοῦ μέρος αὐτῶν εἶναι τῶν ἀϊδίων αἰτίων πολέμιον ἀποδείκνυσιν. Καὶ μὴν καὶ τῶν συστοίχων ὡσαύ- τως αὐτὸν ἀποφαίνει φθαρτικόν, ἀδελφὸν ἀνελόντα, καὶ
τοῦτον πάλιν πρεσβύτερον, ἵνα καὶ τὴν κατὰ τῶν συστοίχων ἐπιβουλὴν εἰς τὴν κατὰ τῶν μὴ συστοίχων περιτρέψῃ διὰ τῆς κατὰ τὸν χρόνον ὑπεροχῆς. Τί οὖν ἄλλο λείπεται τὸν τοιοῦτον ἢ πᾶν τὸ σύστοιχον ἅμα καὶ τίμιον ἐκποδὼν ποιεῖν; Εἰ δὲ καὶ ἄλλα πολλὰ καὶ ἀνόσια ἐξείρναστο, δῆλον δὴ ὅτι
πᾶσαν ἔνθεσμον ζωῆν ἀνατρέψας ἐτύγχανεν καὶ τὸ καθ’ Αὑτὸν τὴν τάζιν ὅλην τὴν κοσμικὴν ἀνελών, ἃ δὴ τὴς Τυραννικῆς ἐστιν ἐξαίρετα ζωῆς· εἰ δὲ χιλιοστὸν ἔτος γεγόνει 207 Τούτων τῶν |[δ]ραμάτων, καὶ . . .20. . .|. . πων ἐξ . . . . .ν [φανε]ρόν, ὅτι τ[ῶν ἀνιά]των ἦν ἐχόντων καὶ ὡς παρ[α-
δειγμά]των ἐ[ν Ἅι] δου τοῖς ὁρῶσιν ἀνηρτημέν[ω]ν.
ὅτι αὐτοῖς ἐδείκνυον τοῦτόν τε καὶ ἄλλους τούτῳ παραπλη- Σίους οἱ κολάζοντες· ὥστε ὁ ἐπανερωτῶν εἷς ἐστιν τῶν ἄνωθεν. εἰ δὲ ὀρθῶς ἐπεστήσαμεν τούτῳ, σκοπεῖν χρὴ τὸ συμβαῖνον, ὅτι πρὸ τῆς οὐρανίας λήξεως ᾔδει τὸν Ἀρδιαῖον ὁ ἐρωτῶν καὶ εἶχεν αὐτοῦ τύπον καὶ μνήμην καὶ ἐκεῖ ὤν.
εἰ δὲ τοῦτο ἀληθές, οὐκ ἦν τῶν τελέως κεκαθαρμένων· Οὐδεμία γὰρ ψυχὴ φανταςίᾳ τῶν ἐνύλων χρῆται καὶ τυπω- Τικοὺς ἔχει λόγους μετὰ τὴν τελείαν κάθαρσιν, ἀλλ’ ἀπο- Θεμένη τοὺς ἐκ τῶν αἰσθήσεων τύπους συνδιοικεῖ τοῖς θεοῖς Κατὰ νοῦν ἔνθεον τὸν κόσμον. Ὁ μὲν τοίνυν ἐρωτῶν ὅστις 208 ἐστίν, ἀνεύρομεν· ὁ δὲ ἐρωτώμενος οὐχ ἥκει, φηςίν, μετὰ τὼν ἀναβεβηκότων ἡμῶν οὐδ᾿ ἥξει δεῦρο· τοῦτο δὴ τὸ ἐν Γαργίᾳ [p. 525 c] καὶ φαίζωνι [p. 113e] λέγων, ὡς ἄρα εἰσὶν ἀνίατοι ψυχαί τινες, οὐκ ἐκβαίνουσαι τῶν δεσμω- τηρίων ἐκείνων οὐδὲ ἀπολυόμεναι τῶν κολάσεων. Καὶ ἡμεῖς
ἐζείκνυμεν καὶ ἐν τοῖς εἰς ἐκείους τοὺς μύθους εἰρημένοις, ὡς ἄρα περίσδον ὅλην τινὰ καλάζων ὁ λόγος τὰς ἀνιάτους ψυχὰς τοιαῦτα φθέγγεται· τὸ γὰρ παντελῶς ἀνίατον εἶναι ψυχὴν | [ἄτοπον εἶναι ῥητέον]· τὸ γὰρ ἐν χρόνῳ γέ- f. 123 v. Γονυῖ[αν ἀνίατον] μὴ κ[αὶ] ἐν χρόνῳ χωρίζεσθαι [τῶν
Νόσ]ων ἐκείνων ἀμήχανον. Καὶ εἰ μὲν [πᾶσα]ν ψυχὴν δυνα- Τὸν τηλικαῦτα ἁμαρτεῖν καὶ [ἀνία]τον γενέσθαι, πᾶν ἐπι- Λείμει τὸ πλῆθος τῶν ψυχῶν τὴν γένεσιν, ἐκεὶ γεγονυιῶν Παςῶν ἐν τῷ ἀπείρῳ χρόνῳ καὶ μὴ ἀνιουςῶν· εἰ δέ τι Γένος ἐστὶν ἴδιον ψυχῶν τὸ ταῦτα πάσχον, ἔσεσθαι χρόνον,
ἐν ᾦ πᾶν τὸ τοιόνδε γένος ἐν τοῖς ὑπὸ γῆς τόποις δεδε- μένον ἐπιλείψει τὴν γένεσιν. Τούτων δὲ ὄντων ἀτοπωτάτων ἐλέγομεν τὴν ἀνίατον ζωὴν παρ’ ἐαυτῆς εἶναι τοιαύτην ὡς ἀμεταμέλητον· ἡ γὰρ μεταμέλεια δείκνυσι τὴν κατηγορίαν καὶ τὴν ἐπανόρθωσιν ἔνδον πρὸ τῆς ἔξω δίκης ὑπάρχουσαν·
τῆς δὲ οἰκείας διορθώσεως ἀνῃρημένης αὐτὴ μέν ἐστιν παρ’ ἑαυτῆς ἀνίατος ἡ τοιαύτη πᾶσα ζωή, τυγχάνει δὲ ἰάσεως ὑπὸ τῶν ὅλων κατά τινα περίοδον λύουσαν αὐτῆς τὴν ἐκεῖ κατάταξιν. Τὸ μὲν γὰρ ἀφ’ ἑαυτοῦ βοηθούμενον πολλῷ μειζόνως ἀπὸ τῶν ὅλων βοηθεῖται κασμικῶν περιό-
δων· τὸ δὲ ἀφ’ ἑσυτοῦ σωτηρίας οὐκ ἔχον ἀλπίδα ἢ λαμ- βάνει σωτηρίας ἀφορμὴν ἀπὸ τῶν ὅλων, ἀΐδιον ὄν, ἢ ἀπόλ- λυται παντελῶς, εἰ μὴ ἀΐδιον ὂν τυγχάνοι. Διὰ ταῦτα τοίνυν καὶ τοῦ Ἀρδιαίου πάντως ἀπεγίγνωσκον ὡς ἀνα- βησομένου ποτέ, τὴν παροῦσαν ζωὴν γέμουσαν κακῶν
209 ὁρῶντες καὶ ἀνήκεστα πάσχουσαν, ὥσπερ καὶ ἔδρασεν· τὰ δὲ ὅλα τίνα τρόπον σώζει τὰς τοιαύτας ψυχάς, οὐχ ἑώρων. 210 Εἰκότως οὖν καὶ ὁ τὸν μῦθον ἀφηγούμενος |ὑπόκειται Πάμψυλος, ἵνα καὶ τὰ [περὶ τὸν] Ἀρδιαῖον γνωρίσας ἐξαγ-
γείλῃ πα[ραδείγμα]τα, παρειληφὼς ἀκοῇ μὲν ἀνθρωπ[ίνῃ ὅ]σα ἔπραξεν, ἀκοῇ δὲ δαιμονίᾳ ἅσα [ἔπα]θεν, καὶ διὰ τῶν ἀπὸ τῆς αἰσθήσεως παραδειγμάτων ἐναργὲς ποιήσῃ μέγιστον εἶναι τὴν τυραννίδα κακόν. Τίς δὲ ἡ περίοδος τῶν ἐν τῷ Ταρτάρῳ καλαζομένων
καὶ μὴ ἐκβαινόντων ἐκεῖθεν, ἔως ἂν δέωνται κολάσεως, ὧνπερ οἱ ἐκβαίνοντες εἰς τοὺς ποταμοὺς παρὰ μέρος εἰς τὸν Τάρταρον ἐκπέμπονται καὶ αὖθις ἐκεῖθεν ἐξίασιν, εἴρηται ἡμῖν ἐν τοῖς εἰς τὴν τοῦ Φαίδωνος νέκυιαν· καὶ ὅτι τοῦ οὐρανοῦ μόνου περίοδος, οὐχὶ παντὸς τοῦ γενητοῦ, οὗ
μέρος ἐστὶν καὶ ὁ Τάρταρος καὶ ἡ τῶν εἰς αὐτὸν ῥιφέντων Περίοδος· καὶ τίνες οἱ ἐνιαυτοὶ τῶν ἐκβαλλομένων εἰς τοὺς Ποταμοὺς καὶ εἰς τὸν Τάρταρον πάλιν ἐμπιπτόντων. Καὶ Γὰρ τοῦτο ἐκεῖ διήρθρωται, καὶ οὐκὲν δεῖ τὰ αὐτὰ καὶ ἐν Τούτοις κατατείνειν· πλὴν ὅτι καὶ ὁ Ἀρδιαῖος αὐτόδεν εἰς
τὸν Τάρταρον ὠθεῖται καὶ οὐκ ἔξεισιν ἐκεῖθεν, ἕως πᾶσαν ἐκπλήσῃ τὴν ὀφειλομένην αὐτῷ ποινήν, εἰρήσθω καὶ νῦν, ὅτι τὸ οὐδέποτε ἐκβαίνειν καὶ τὸ μὴ ἀνελθεῖν εἰς τὸν τοῦ στομίου τόπον ταὐτόν, ὡς μόνης ἄξιον τῆς ἐν τῷ ἐσχάτῳ κολαστηρίῳ διατριβῆς καὶ τῶν ἐκεῖ τιμωριῶν. Ἀλλ’ ὁ μὲν
Ἀρδιαῖος χαιρέτω· καὶ ὅπως ἀληθὲς τὸ μὴ ἥξειν αὐτὸν εἰς Τὸν ὑπὲρ γῆν τόπον, δεδηλώσθω διὰ τούτων. Ὅσα δὲ ἐφεξῆς τούτοις προστίθησιν ὁ ἐρωτώμενος, εἷς 211 ὢν τῶν κάτωθεν ἀναβεβηκότων, ἀκούσωμεν. Εἴδο|[μεν, φηςίν,] . . . 28. . . [εἰς τὸν οὐ]ρανὸν εἰ . . . . ἀνα[βαίνειν 212 Μέλλοντες], ἐπει[δὴ] ἐγγὺς ἦμεν τοῦ στομίου, [ἐκεῖνόν τε] Καὶ ἄλλους, τοὺς μὲν ἐκ τυρα[ννικῆς] ζωῆς ὡρμημένους, Τοὺς δὲ ἐξ ἰδιωτικῆς, ἀνίατα δὲ ὅμως πλημμελήσαντας, οἰο- Μένους μὲν ἀναβήσεσθαι μὴ δυναμένους δέ· τὸ γὰρ στόμιον ἐμυκᾶτο τῶν τοιούτων τινὸς ἐπιχειροῦντος ἀποδιδράσκειν
τὰ ἐκεῖ δικιωτήρια, οὐ διὰ μεταμέλειαν ὧν ἔπραξαν, ἀλλὰ διὰ τὰς ἐκ τῶν κολάσεων ἐλγηδόνας, οὐδὲ ὡς ἑαυτῶν κατη- γόρους, ἀλλ’ ὡς φυγάδας ἀπὸ τῶν ποιναίων δαιμόνων. Τὸ μὲν δὴ μύκημα τοῦ στομίου πᾶσαν ὑπερβαίνει τραγικὴν διασκευὴν εἰς ἔνδειξιν τῆς ὑπερβολῆς τῶν τιμωριῶν, ὥσπερ
καὶ τὸ διαπύρους τινὰς ποιεῖν τοὺς ἕλκοντας τὰς τιμωρίας ἀξίως βεβιωκυίας, καὶ τὸ ἐπ’ ἀκπαλάθων κνάμπτειν, καὶ τὸ κήρυγμα τῆς εἰς τὸν Τάρταρον τούτων ῥίψεως· πάντα γὰρ ταῦτα φρικώδεις μὲν ποιεῖ τὰς ποινὰς καὶ ἀπαραιτήτους, ἀνυπερβλήτους δὲ τὰς μοχθηρίας δείκνσι τῶν καλαζομένων,
εἴπερ καὶ τὰ ἄψυχα φωνὴν ἀφίησιν ἔμψυχον κατ’ αὐτῶν καὶ τὰ κολάζοντα φάσματα δυσαντίβλεπτα καὶ τὰ δεσμω- τήρια ἄψυκτα. Τούτων δὲ τοιύτων ὄντων, εἰ μὴ μῦθοι ταῦτα καὶ δείματα μόνον, ὥσπερ μορμολυκεῖα παίδων, δῆλον δήπουδεν, ὅτι δαιμόνων τίς ἐστι τέξις διορίζουσα τὴν γέ-
νεσιν καὶ τοὺς ὑπὸ γῆς τόπους καὶ τὴν ἀξίαν ἀφορίζουσα τῆς ἐκεῖ διατριβῆς ταῖς ψυχαῖς. Οἱ μὲν οὖν δεόσοφοι κύνας τινὰς καὶ Κερβέρους ποιοῦσι φρου|ρ[οὺς τῶν ἐ]ν [Ἅι] δου 213 [ψυ]χῶν . .19. ει τῶν ζῴων κ[ύω]ν . . .15. . ον) καὶ ἰχυη- Λατοῦντ[ας τοὺς μὴ ἱκανὴν] δεδωκότας τιμωρίαν καὶ μ[ει]-
Ζ[όνων ἔτι τῶν] δικαιωτηρίων δεομένους· ὁ δὲ ΙΙ[λάτων, εἰ Καὶ] τούτων ἐπέσχετο τῶν ὀνομάτων, ἄλλον τρόπον τὰ αὐτὰ Γράφει, τὴν δαιμονίαν ταύτην τάξιν τὴν ἐφεστῶνσαν τῇ Φρπυρᾷ τῶν ὑποχθονίων ψυχῶν μυκωμένην ἢ σιγῶσαν Ποιῶν, ἴσως διὰ τοῦ μυκηθμοῦ καὶ τὴν ἀπαραίτητον ἐπει-
214 λὴν ἐνδεικνύμενος κατὰ τῶν φυγάδων τῶν ἐκεῖθεν γεγνομενων καὶ ὅτι σεληναία τις ἀγέλη δαιμόνων αὕτη· ταυρόμορφος γὰρ ἡ θεός, εἰ δὲ βούλει, καὶ τὸν ταυρόκερων δαίμονα καὶ δρακοντόμορφον τὸν ἀπὸ τῶν Διονυσιακῶν εἰδῶν
ὑποστάντα περιέπουσα· πάντως γὰρ κἀκεῖνος ἡγεῖται πολλῶν φασμάτων, τῶν μὲν τιμωρῶν, τῶν δὲ φρουρητικῶν ἐκεῖ τεταγμένων, καὶ τὰ μὲν δράκουσιν ὁμοίως ἐμπίπτοντα, τὰ δὲ ταύρων ἤχους ἀφιέντα καταπλήττει τὰ ς ψυχάς. Οἱ δὲ δὴ ἄνδρες οἱ διάπυροι ἰδεῖν αὐτόθεν δαίμονές εἰσιν, λογικοὶ
μέν, ὅθεν καὶ ἄνδρες ὀνομάξονται, κολαστικοὶ δὲ καὶ ἴσως τῷ Πυριφλεγέθοντι προςήκοντες· εἰ δὲ μή, διὰ πυρὸς ὄντες τιμωροί· πρέποντες γὰρ οὗτοι ταῖς τυραννικαῖς ζωαῖς ταῖς φθαρτικαῖς τῶν ἐνθέσμων πραγμάτων, ἄρδην ἀφανίξοντες τὴν ἐν αὐταῖς πονηρίαν. οὗτοι δ᾿ οὖν, φηςίν, τὸ φθέγμα
τοῦ στομίου καταμανθάνοντες· εἰ δὲ οὗτοι, πολλῲ πρότερον ἐκεῖνο δαιμόνιόν ἐστιν· οὐ γὰρ ἂν εἰς ἐκεῖνο τεταγμένοι 215 τοὺς ἔτι δεομένους οἱ λόγῳ χρώμενοι κο|[λάσεως ἐγίγνὼσκον, εἰ ἦν ἄψυχος ὁ μυκηθμός· [οὐκ ἦν δέ, εἰ κα]τὰ τὴν κριτικὴν ἐγίνετο τῶν [‘ανιόντων] δύναμιν, τοῦ
κ ατὰ τὴν ἀξίαν καὶ [μὴ κατ]ὰ τὴν ἀξίαν ἀνιέναι τολμῶντος· γελοῖ[ον γὰρ] τὴν λογικὴν ζωὴν ἀψύχοις ἀκολουθεῖν εἰς τὴν κατ᾿ ἀξίαν τῶν κολάσεων ἀποπλήρωσιν. Οὗτοι δ᾿ οὖν παρεστῶτες, ὡς πᾶσι πανταχου παρόντες καὶ τὴν ἑαυτῶν τάξιν οὐκ ἀπολείποντες, ἢ καὶ ὡς τῷ στομίῳ παρεστῶτες,
οἷον ὑπουργοῦντες ταῖς ἐκείνου τιμωροῖς ἀπειλαῖς (ἦν γὰρ ἀπειλῆς σύμβολον ὁ μυκηθμός) καὶ εἰς ἔργον προάγοντες τὴν ἀπειλήν· ὡς γὰρ ἐπὶ τῶν ἀγαθουργῶν δυνάμεων αἵ μὲν βουλήσει8 μόνῃ λέγονται δρᾶν, αἳ δὲ ἀποπληροῦσιν τὰς ἐκείνων ἀγαθοειδεῖς βουλησεις, οὕτως ἐπὶ τῶν
τιμωρῶν αἱ μὲν ἀπειλῇ δρῶσι μόνον, αἳ δὲ ἐκπληροῦσι τὴν 216 ἀπειλήν. καὶ τῦτο δηλοῖ τὸ μυκᾶσθαι μὲν ἀπειλοῦν τὸ στόμιον, παρεστῶτας δὲ τοὺς διαπύρους τούτους ἄνδρας πρὸς τὸ φθέγμα τὴν κόλασιν ἐπάγειν, σύνθημα τὸν μυκηθμὸν ποιουμένους τῶν κολάσεων ἀξίων. Ποιναῖος οὖν ὁ μυκηθμός, ἀπειλή τις ὤν μόνον, ποιναία δε]καὶ ἡ τούτων
ποίησις· δρῶσιν δ᾿ οὖν ἑπόμενα τῷ φθέγματι· διαλαβόντες γὰρ ἄγουσιν οἵ μὲν ἄλλους, οἵ δὲ ἄλλους· τοῦτο γὰρ τὸ διαλαβεῖν, οἷον διανείμασθαι τὰς κολάσεις.
μὲν συμποδίζουσιν, ὡς εἰκὸς ἦν φυγάδας, χεῖρας αὐτῶν καὶ πόδας καὶ κεφαλὴν συνδέοντες, τόν τε λόγον καὶ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν ἄξια πάντα τῶν ἐκεῖ δικαι|ωτηρίων 218 ὑπειληφότες εἶναι· ψυχ[ῆς γὰρ κε]φαλὴ μὲν ὡς ἀκρότατον ὁ λόγος, [θυμὸς δὲ] αἱ χεῖρες ὡς ἀμυντικαί, ἐπιθυμία [δὲ
219 οἱ πό]δες ὡς ἔσχατοι. Δεύτερον δέ, ὥς φη[σιν Ὁ τρα]γικὸς οὑτοςὶ μῦθος, καταβαλόντες ἐκδείρουσιν· οὗ τὸ μὲν καταβαλεῖν δηλοῖ τὸ τὴν ἐσχάτην ἔχοντας αὐτοὺς ζωὴν συντάξαι τοῖς κάτω καὶ ἐσχάτοις τοῦ παντός· τὸ δὲ ἐκδεῖραι τὸ τῶν χιτώνων τῶν σκοτεινῶν καὶ ἐμβριθῶν τῶν ἐκτῆς γνέσεως
περιελεῖν, ἐκκαθαίροντας αὐτῶν τὴν ὅλην ζωὴν ἀπὸ τῶν 220 προσπεφυκότων κακῶν. Τρίτον τοίνυν τὸ ἕλκειν παρὰ τὴν ὁδόν, δι᾿ ἧς ἡ πορεία ταῖς ψυχαῖς ἐπὶ τὸ στόμιον ἀπὸ τῶν ὑπὸ γῆς τόπων, τὸ διὰ πάσης δηλοῖ τῆς κολαστικῆς αὐτοὺς παραπέμπειν καὶ τιμωροῦ τῶν ψυχῶν ζωῆς· ἡ μεν γὰρ ὁδὸς
ἡ ὑποχθόνιός ἐστιν περίοδος τῶν ψυχῶν· ἡ δὲ παρ᾿ αὐτὴν ἕλξις τὴν οὔτπω μὲν εἰς αὐτὴν ἥκουσαν, γειτνιάζουσαν δὲ 221 αὐτῇ τιμωρίαν παρίστησιν. Τὸ τέταρτον οὖν τὸ ἐπ᾿ ἀσπαλάθων κνάπτειν ἐστὶν τὸ διεισδύνειν εἴσω τῆς ζωῆς αὐτῶν τὰς τιμωροὺς δυνάμεις, διαιρετικὰς οὔσας καὶ ἀποκοπτικὰς
222 τῶν ἐν αὐτῇ φαντασιῶν ὑλαίων καὶ ὁρέξεων· αἱ γὰρ ἀσπάλαθοι φυτῶν εἰσι γένος δαίμοσιν ἀνειμένον ἀκανθῶδες· δηλοῦσι δὴ οὖν δαιμονίας δυνάμεις ἀλόγους, αἷς οἱ διάπυροι χρώμενοι δαίμονες ἐναλλομέναις αὐταῖς καὶ αἰκιζού
σαις ἐκόλαζον τὰς τοιαύτας ψυχὰς διὰ τῶν σωμάτων ὧν ἔφερον, ἀνυποίστους ἀληγδόνας ποιούσαις. Πέμπτον ἐπὶ 223 τούτοις τὸ τοῖς παριοῦσι κηρύττειν, ὧν ἕνεκα ταῦτα δρῶσιν εἰς ἐκείνας, τήν τε τῶν δρώτων ὕπαρξιν λογικὴν οὖσαν f. 136v. ἀ|. . . . . 90 . . . . .την ἀ . . . . . . . . . . . . ... . . .τ]ὰς ἄλλας
ψυχὰς διὰ τῶ ν 14. γὰρ παριόντες εἰσὶν οἱ τῶν τοιούτων κρείττους τιμωριῶν. Ἕκτον ἐπὶ πᾶσιν τὸ τῶν κακῶν τέλος, 224 ὅτι ἄγοιντο παρ᾿ αὐτῶν μετὰ τὰς ἀσπαλάθους ἐπὶ τὸν Τάρταρον, τὸ τῆς τίσεως δεσμωτήριον, ἐναργῶς ὥρισεν, οἵων ἐστὶν ἄξιον τὸ τοιόνδε τῆς ζωῆς εἶδος, καὶ ὅτι ἄτακτον ὂν
καὶ φυγὸν ἅπαντας θεσμοὺς εἰς τὸ ἀκοσμότατον συνέωσται τοῦ κόσμου, καὶ ἀποδρᾶν νοῦν εἰς τὸ ὀλαμπέστατον. τοιοῦτος γὰρ ὁ Τάρταρος, χῶρος ὢν πάσης ἀτάκτου καὶ σκοτεινῆς ὕλης, εἰς ὅν συρρεῖ τὰ ἔσχατα τῶν κοσμικῶν στοιχείων, πρὸς δὲ τὸν Ὄλυμπον ἀντίθετος. ὅ μὲν γὰρ ὁλολαμπής,
πάντα περιέχων, ὑψηλότατος· ὃ δὲ σκοτεινός, κοιλότατος τόπος ὑπὸ πάντων περιεχόμενος· διὸ καὶ ἡ ποίησις βαθύτατον αὐτὸν εἶναί φησιν βέρεθρον ὑπὸ χθονός [Π. Θ 13 sq.] . πολλῶν δὲ ἡμῖν περὶ αὐτοῦ ῥηθέντων ἐν τοῖς εἰς τὴν νέκυιαν τοῦ Φαίδωνος ἀπ᾿ ἐκείνων
μὲν τὰ δοκοῦντα τοῖς θεολόγοις περὶ αὐτοῦ ληπτέον· νυνὶ δὲ τὰ ἑξῆς προσθετέον, ὅσα ὁ ταῦτα λέγει διηγούμενος. παντοδαπῶν γὰρ αὐτοῖς γενομένων δειμάτων τοῦτον ὑπερβάλλειν τὸν φόβον, μὴ μυκῆται τὸ στόμιον καὶ αὐτῶν ἀνιόντων, καὶ σιγήσαντος ἀσμένως ἀναβῆναι. τὰ μὲν οὖν
παντοδαπὰ δείματα δαιμόνων ὄψεις ἦσαν φοβεραὶ καὶ ὄφε- 225 σιν ἐοικότων καὶ κυςίν, καὶ τόπων καταπληκτικαὶ δυνάμεις θολεροῦ πυρὸς γεμόντων ἢ ψύξεως ἀφορή/του ὑπὸ πνίγους 226 ἢ σήψεως .15 . . σιν . . [ὁ] δὲ τοῦ στομίου [μυκηθμὸς . . . . . .γωνασθεν . . . . . . . . . . .12. τοῦτο κατὰ τὸ δέον πράττων ἐνδ[ίκου] δηλοῖ ζωῆς ἐνεργειαν κριτικῶς κιν[οῦσαν]
ἑαυτὴν κατὰ τῶν ἀναξίων τ[ῆς ἐ]κεῖ[θεν] φυγῆς· ἡ δὲ ἀσμένως αὐτοῖς γεγονυῖα μόλις ἀνάβασις παρίστησιν τὴν τῶν κακῶν πεῖραν σωφρονεστέρας ποιοπυσαν τὰς ψυχάς· διὸ καὶ ἀσφαλεῖς αἱ τοιαῦται φαίνονται περὶ τὰς τῶν βίων αἱρέσεις.
μὲν δίκην διδόντας εἶναι τοὺς ὠφελουμένους καὶ παρὰ θεῶν καὶ παρὰ ἀνθρώπων, τοὺς δὲ τιμωρουμένους τοὺς ἀνιάτους· καὶ γὰρ ἄλλο μὲν τίσις, ἄλλο δὲ δίκη, καθάπερ καὶ τοῦτο διώρισται ἐν ἐκείνῳ. καὶ ἐν νόμοις [V p. 728c] δὲ σαφῶς διέκρινεν τιμωρίαν καὶ δίκην, ὅπου καὶ δῆλον πεποίηκεν,
ὡς ἄρα καὶ ἡ τιμωρία τρόπος τις ἰάσεώς ἐστιν· τὸν γὰρ μὴ τυγχάνοντα τῆς τιμωρίας ἄθλιον ἀξιοῖ καλεῖν ὡς μὴ ἰατρευόμενον· ὡς τοῦ τυγχάνοντος δήπουθεν ἰατρευομένου, κἂν ἐν τῷ παρόντι, ἵν᾿ ἄλλοι σώζωνται, ἀπολλύηται· εἰ δὲ ὅπως οὖν ἰατρεύεται, παρ᾿ ἑαυτοῦ μὲν οὐκ ἂν πάσχοι
τοῦτο ἀνίατος ὤν, παρὰ δὲ τῶν ὅλων δυνάμεων. καὶ εἰ μὴ θέμις τελέως ἀπολέσθαι τὸ ἀθάνατον, ἑαυτῷ μὲν ἀπόλλυται, τοῖς δὲ ἀπὸ τῶν ὅλων εἰς αὐτὸ καθήκουσιν σώζε|[ται. 227 τούτων δὲ] δήλων ὄντων τὰς ἀντιστρόφους [ταῖς τιμωρίαις εὐεργεςίας θεωρήσωμεν· καὶ λέγωμεν αὐτοὺς ἀπολαύει]ν πρῶτόν
228 μ[ὲν . . . . . . . . δαι]μόνων συνουςίας Πλουτωνίῶν κ]ηλούντων τὰς ψυχὰς καὶ τὰς ἐννοίᾶς] αὐτῶν τελειούντων και προξενούντων τὴν πρόνοιαν τῶν καταχθονίων θεῶν, φάσματά τε δεικνύντων γαλήνης μεστὰ καὶ καθαιρόντων τὰ περιβλήματα
αὐτῶν διὰ θείου φωτὸς καὶ ἀνμιμνησκόντων τῆς ἀϊδίου ζωῆς καὶ τῶν ἀποκαταστάσεων τῶν τελεωτάτων, ὥστε καὶ φωνῶν ἀκούειν θειοτέρων καὶ τέλος αὐτοῦ μεταλαγχάνειν τοῦ Πλούτωνος κὰι τῆς συμβασιλευούσης αὐτῷ ζῳογόνου θεᾶς καὶ τῶν νοερῶν ἀποπληροῦσθαι παρ᾿ αὐτῶν ἀγαθῶν·
οἷα καὶ αἱ παναγέσταται τελεταὶ τῶν Ἐλευσινίων ὑπισχνοῦνται τοῖς μύσταις, τῶν παρὰ τῇ Κόρῃ δώρων ἀπολαύειν, ἐπειδὰν λυθῶσι τῶν σωμάτων. ὅτι δὲ καὶ Πλάτων τοιαύτας τινὰς εἶναι τὰς ἐκεῖ φαίη ἂν τῶν ψυχῶν εὐεργεςίας, δηλοῖ τὰ ἐν Κρατύλῳ [p. 404e] ῥηθέντα περὶ τοῦ Πλούτωνος,
ὡς ἄρα δι᾿ ἀρετῆς κατέχει παρ᾿ ἑαυτῷ τὰς ψυχὰς καὶ θέλγει σοφίας πληρῶν, καὶ οἱ Πλούτωνος οὗτοι δεσμοί, δι᾿ οὕς οὐδὲ αἱ Σειρῆνες ἐκεῖθεν ἀπελθεῖν ἐθέλουσιν κηλούμεναι, καὶ ταῦτα Σειρῆνες οὖσαι, τοῖς Πλουτωνίοις δώροις.
ἡμέραι γένοιντο, ἀναστάντας ἐντεῦθεν τῇ ὀγδόῃ πορεύεσθαι μέχρι τοῦ· οὕτω πᾶσαν συνέχον τὴν περιφοράν [p. 616 b c].
[p. 248 cd] κατὰ τὸ πλῆθ[ος τῶν θεαμάτ]ων π[οι]εῖ[σθαι] τ[ὴν τοῦ βίου αἵρεσιν] ἐξηλλαγμέν[ην καὶ] ἑλέ[σθαι τὴν μὲν πλεῖστα ἰδοῦ]σαν εἰς φιλοςόφου γονὴν ἰέναι καὶ [εἰς τυράννου] τὴν ἐλάχιστα, καὶ τὰς ἄλλας κατὰ τ[ὸ πλείο]να καὶ ἐλάσσονα τεθεᾶσθαι βίους προ[βα]λ[έσθαι ὁλικ]ωτέρους 230 ἢ μερικωτέρους. ἐν δὲ τούτοις περὶ τῶν μὴ νεοτελῶν ψυχῶν ἡμᾶς ἀναδιδάσκων, ἀλλ’ ἐξ ἔλλης γενέσεως εἰς ἄλλην στελλομένων ἢ ἀπὸ λήξεων ἀμεινόνων ἢ χειρόνων, τοσοῦτον ἀξιοῖ πᾶσαν τὴν οὕτω κατιοῦσαν γενέσθαι πως τοῦ κόσμου θεωρὸν καὶ τῶν ἐν αὐτῷ κύκλων καὶ τῶν περιφορῶν, ἀφ’
ὧν καὶ ὑποδέχεσθαι τὸν κλῆρον ἕκασται μέλλουσιν. καὶ μηδεὶς οἰέσθω τοῦτο ἀδύνατον εἶναι· πρῶτον μὲν γὰρ ἐν τῷ ἔξω σωμάτων εἶναι τὰς ψυςὰς εἰκὸς τὰ ἐν τῷ κόσμῳ μᾶλλον ὁρᾶν ἢ ἐν σώμασιν κὔσας· πολλῶν γὰρ ἡμᾶς τὸ ὀστρέϊνον τοῦτο σῶμα, παχὺ καὶ χθόνιον ὄν, κωλύει θεαμάτων, ὧν
τὰ ἁπλούστερα περιβλήματα τῶν ψυχῶν αἰσθάνεται μειζόνως· ἐπεὶ καὶ τοῦτό τινες ἔχοντες τὸ σῶμα διά τινων ἐγχρισμάτων αὐτοπτοῦσιν καὶ δαιμόνων σώματα ἀόρατα πρότερον ὄντα κακὶ ἄλλων κοσμικῶν δυνάμεων· καὶ οὐ διᾶ ζωῆς κάθαρσιν τούτων τυγχάνουσιν, ἀλλὰ δύναμιν [[ἢ]] φυσικὴν
ἐντεθεῖσαν ἐκκαθαίρουσαν τὸ ὀπτικὸν φῶς ἀπὸ τῆς παχείας ὑγρότητος τῆς ἀναμεμιγμένης καὶ τῶν ἐκ τοῦ ἐγκεφάλου περιττωμάττων, καὶ ἐκεῖνο πυκνοῦσαν καὶ διὰ τῆς πυκνώσεως ῥωννῦσαν. ἔπειτα καὶ μελλούσας ἐπ’ ἄλλον βίον χωρεῖν 231 εἰκὸς μάλιστα τότε, καθ’ ὅσον ἑκάστη | δ . . 90 . . . 232 [σχε]δὸν πάντ[ες οἱ εἰς] . . . . γ΄ . . . ὁρμῶντες πράξεις τῶν ἀπο[κεκρυμμ]ένων ἐφίενται τῆς γνώσες· καὶ οἳ μὲν μᾶλλον, οἳ δὲ ἧττον ἐφάπτονται ταύτης ἢ διὰ συμβόλων ἢ δι’ ὀνεέρων ἢ δι’ ἄλλων σημείων [[ἢ]] μαντικῶν πολυπραγμονοῦντες τὰ μέλλοντα· τοῖς δὲ μέλει καὶ καιροῦ καὶ τῶν
καλουμένων καταρχῶν. τὸ οὖν ἀνάλογον οἴεσθαι χρὴ καὶ ἐκεῖ συμβαίνειν περὶ τὰς ψυχὰς εἰς ἄλλην γένεσιν στελλομένας. ἔτι τοίνυν οἱ μὲν ἐξ οὐρανοῦ ἀφιγμέναι προσεχῶς τεθέανται τὰ κράτη τῶν οὐρανίων καὶ μέμνηνται τῆς ποιήσεως αὐτῶν, εἴπερ καὶ τῶν εὐπαθειῶν <καὶ> τῶν θεαμάτων·
233 αἱ δὲ ἀπὸ τῶν ὑπὸ γῆς δικαιωτηρίων ἐκ τῶν ἐκεῖ δειμάτων Εὐλαβέστεραι γεγονυῖαι καὶ ἰδοῦσαι τὴν δύναμιν τῶν ὑποχθονίων Δαιμόνων ἀνεγείρουσιν ἑαυτὰς εἰς τὴν τοῦ οὐρανοῦ Κατανόησιν καὶ τὸ σέβας, ρφίττουσαι τὸν ἀλαμπῆ καὶ ὑπὸ
γῆς τόπον. ὥστ᾿ εἰκότως ἀμφότεραι διὰ ταύτας τας αἰτίας Εἰς τὸ πᾶν βλέπουσιν καὶ τὰς ἐφεστώσας δυνάμεις ταῖς τῶν Ψυχῶν καθόδοις· οἷον εἴ τινες πλέοντες, ἔπειτα χειμῶνα Προσδοκῶντες, τοὺς Διοσκούρους ἐννοήσαιεν καὶ αὐτοὺς τοὺς ἐναλίους δαίμονας, δι᾿ ὧν ἡ σωύτοις καὶ τὰ περικείμενα ταῖς
χρησαμένοις ἐστίν. πρὸς δὲ τούτοις καὶ τὰ περικείμενα ταῖς ψυχαῖς ἐκείναις ὁχήματα, καθαρώτερα τῶν ὀστρεωδῶν τοιύτων ὄντα σωμάτων καὶ συγγενέστερα πρὸς κατὰ φύσιν, ἀνίστησι 234 καὶ τὰς χρωμένας αὐτοῖς |...70 ενα μᾶλλον ...24 μασιν, εἰς θαῦμα καθίστ[ανται]...10 πᾶσαν τὴν γένεσιν· ἐκ δὲ τοῦ
θαύματος [αἷς] μὲν μᾶλλον τῶν ψυχῶν αἷς δὲ ἧττον ἐγγενομένου Συμβαίνει καὶ ἔρως τῆς κατανοήσεως αὐτῶν καὶ τῶν ἐκεῖθεν προτεινομένων κατὰ τὴν ἀναλογίαν τοῦ θαύματος, ὡς εἰς ἐπίστασιν ἰέναι καὶ τῶν ἀποκληρουμένων αὐταῖς ἐκεῖθεν ἤ ἐναργέστερον ἤ ἀμυδρότερον. Ἐφ᾿ ἅπασι δὲ τοῖς εἰρημένοις
καὶ τόπος ἐκεῖνος, εἰς ὅν συνελέγησαν, πρῶτον μὲν ὅτι Μάλιστα καθαρώτατος ὤν καὶ ὡς ἐν τοῖς ἐνύλοις στοιχείοις ἄυλος, ἔπειτα καὶ ἐπιφιτήσεις ἔχων διμόωνω ἀγαθῶν, ὥσπερ ὁι τῇδε τόπος δαιμόνων πονηρῶν ἀφανῶς προσκολλωμένων ἡμῖν καὶ δρώντων, ἅ δὴ καὶ δρᾶν τοῖς τοιούτοις
φίλον (εἰς ἅ καὶ ὁ ἐν Φαίδρῳ [p.248bc] σκράτης ἀποβλέπων πρὸς τῇ ἀποστάσει τῆς θέας τοῦ ὄντος ᾐτάσατο κὰι συντυχίας τινὰς κατάγειν εἰς λήθην κὰι κακίαν τὴν Ψυχήν) —ἐκεῖνος δ᾿ οὖν ὁ τόπος διά τε τὴν λεπτότητα τοῦ αὐθέρος διά τε τὴν λεπτότητα τοῦ αὐθέρος καὶ τγὴν εὐάγειαν εἰς ἔλλαμψιν ἀγαθουργῶν πνευμάτων
ἐπιτήδειος ὤν οὐ θαυμάσις, εἰ καὶ διὰ τούτων 235 ἀνακινοίη τὰς ψυχὰς εἰς τὴν τῶν ὅλων θεωρίαν καὶ δύναμιν μέντοι πρὸς τοῦτο ἱκανὴν ἐνδιδοίη, πείσματα τῆς ἐνταῦθα ζωῆς ἀσψαλῆ ποιῶν αὐτὰς καταβάλλεσθαι, δι᾿ ὦν εἰδυῖαι τὰ περιεστῶτα τὰς αἱρέσεις ὀφείλουσι ποιεῖσθαι τῶν βίων.
Τόπον, ἐν ᾦ γενομένας φῶς τι καθορᾶν διὰ τοῦ οὐρανοῦ Τεταμένον, ἐντεῦθεν δὲ πάλιν διὰ μιᾶς ἡμέρας ἄλλης ἀφικνεῖσθαι Εἰς ἕτερον τόπον, ἀφ᾿ τὴν ἀρχὴν τοῦ φωτὸς αὐτὴν Τρανέστερον ἐποπτγεύειν, ἄξιον ἐπισκέψασθαι, κὰι τίνες πρῶτόν Εἰσιν αἱ ἡμέραι καὶ τό τὸ πλῆθος αὐτῶν. ὅτι μὲν γὰρ ἐκ τούτων
ἡ δυοδεκάς, τῶν ἑπτά, τῶν τεττάρων, τῆς μιᾶς, φανερόν· εἴρηται δὲ δωδεκαταῖον ἐπὶ τῆς πυρᾶς κείμενον ἀναβιῶναι τὸν Ἧρα τὸν τούτων ἄγγελον ἡμῖν τῶν λόγων γενόμενον· ἀλλ᾿ ὅπερ ἔφην, τίς ὁ ἀριθμός, ού παρέργως ἡμῖν ἐξεταστέον· καὶ πρὸ τούτων, εἰ ζωτικῶς μόνον δεῖ τοὺς ἀριθμοὺς
ὁρᾶν καὶ τὰς ἡμέρας ὴ συμβολικῶς ἀκούειν ὡς τὴν χικιέτη πορείαν ἤ καὶ ὄντως μετανάστασιν ἀπὸ τοῦ λειμῶνος τοπικὴν ἐκλαμβάνειν. Τὸ μὲν οὖν τοῦ μύθου λέγοντος μονὴν καὶ πορείαν καὶ χρόνον ἑκατέρας καὶ τόπους ὀρίζοντος, ὡδὶ μὲν τῆς πρώτης πρώτης τοῦ φωτὸς θέας, ὡδὶ δὲ καὶ τῆς ἀρχῆς
τοῦ φωτός, ἡμᾶς ἀφεῖναι παντελῶς τὰς διαστάσεις οὐκ ἔστι σωζόντων τὴν πῶν πλασμάτων πρέπουσαν ἐξήγησιν, ἀλλ᾿ ἀπαρτώντων ἐκ τῶν ἐναργῶς γεγραμμένων τοὺς λόγους, 237 238 δέον προσβιβάζειν τῇ ἀληθεία καὶ | τὰς τοπικὰς ταύτας ....40. τῶν πλασμάτ[ων]....20.. εἰς οὐρανὸν γίνεσθαι [τουτέσιν εἰς Τὸν λειμῶ]να, καὶ μετὰ τὴν σελήνην.... Τελευτα... ηι ἐννοί[ᾳ τ]άς ἑπτὰ ἡ[μέρας] το[ῖς τριςὶν]
ἀπονέμειν καὶ τοῖς ὐπὲρ τούτους δυςὶν τὰς τέτταρας, τῷ δὲ Λοιπῷ τὴν μίαν, καὶ τέλος μέχρι τῆς ἀπλανοῦς ἀνπέμπειν Οὐκ ἐφιστάντων ἐστίν, ὅτι πρῶτον μὲν ἡμέρας διαριθμεῖν ὑπὲρ σελήνην πορευομένους ἄλλγον· οὐ γὰρ ἐστιν ὑπὲρ αὐτὴν πολύ τι τοῦ κώνου μέρος, ἀλλὰ πάντα τὰ ἐκεῖ νυκτός
ἐστιν ἀνωτέρω καὶ ἕν ἐπέχει φῶς. ἔπειτα καὶ τοῦ Ἠρὸς Σαφῶς λέγοντος τὰ βάθη τῶν σφαιρῶν ὁρᾶν ἄνωθεν ὑπερφαινόμενα· Τοῦτο γὰρ σημαίνει δήπουθεν, ὁπόταν λέγῃ Κύκους ἄνωθεν τὰ χείλη πάντων ὁρᾶν· τμήματα γὰρ θεώμενος, ὅθεν ἀυτὰ καὶ σφουδύλοις ἀπείκασεν καὶ καδίσκοις
εἰς ἀλλήλους ἐμβεβλημένοις, ἀλλ᾿ οὐ σφαίραις εἰς ἀλλήλας ὡς ἅν τμήματα βλέπων, ἄνωθεν αὐτῷ λέγει φαίνεσθαι τὰ χείλη τῶν τμηάτων ὡς κάτωθεν ὁρῶν. Πρὸς δὲ τούτοις τὸ μὲν ἀνάγειν τὰς ἀπολιπούσας ψυχὰς τὸν οὐρανὸν δι᾿ ἀσθένειαν περίεργον· οὐ γὰρ ἄν ἀπέλειπον αὐτὸν ἐκεῖ δυνάμεναι
μένειν· τὸ δὲ τὰς ἀπὸ τῶν ὑπὸ γῆς ἡκούσας δικαιωτηρίων, ἀδύνατον πρὸ γενέσεως αὐτὰς ἐν οὐρανῷ γίνεσθαι, μόλις ἐκεῖθεν ἀπολυθείας. Τούτων δὲ ἀμφοτέρων ἐκβεβλημένων καὶ ὑπὸ σελήνην τῆς πορείας οὔσης κάλλιον λέγιεν 239 Βάθος εἶναι τοῦ αἰθέρος, οὐχ ὅσον δοκεῖν τοῖς πολλοῖς, ἀλλ᾿ ὄντως ἄπλετον· ὡς |...90.. ἀνατείνει τὸν...15.. ας 240 ὁ ἐν Φαίδωνι μῦθος ..11., κτὰ τὰ αὐτὰ δήπου καὶ τὸν αἰθέρα τὸν συνάπτοντα τῷ οὐρανῷ τὴν γῆν πολλὺν εἶναι διαφερόντως ὑπείληφεν, καὶ διὰ τούτου ποιεῖσθαι τὴν πορείαν
τὰς ψυχάς, ἕως ἄν ἐπ᾿ ἄκρον αὐτὸν καταντήσωσιν, ὅθεν τὴν ἀρχὴν ὅψονται τοῦ φωτός. Καὶ τὸ μὲν κατωτάτω μέρος αὐτοῦ λειμῶνα χρῆναι καλεῖν ὡς ἀρχὴν γενέσεως, τὸ δὲ μέσον τούτου τε καὶ τῆς ἄκροας ἀψιδος βάθος ψυχῶν
θαρὰ τὴς βαρυτγέρας κὰι ἐνίκμου φύσεως μόλις γίνεσθαι τὴν εἰ τὸ ἄνω φοράν· ὅτι γὰρ εἰς τὸ ἄνω δεῖ νοεῖν τὴν κίνησιν, δῆλον. Οὐ γὰρ ἄν ἐλέγοντο τὸ φῶς ὁρᾶν πρῶτον, ἔπειτα τὴν ἀρχὴν τούτου τοῦ φωτός· οὐ γὰρ κάτω τὴν ἀρχήν, ἀλλ᾿ ἄνω πάντως τίθεται τοῦ φωτός· ἄρχεται γὰρ
ἄνωθεν, ἀλλ᾿ οὐ κάτωθεν, εἴπερ φῶς ἐστιν καὶ συνδεῖ τῷ οὐρανῷ τὴν γῆν· οὐδὲ ὅλλως ἔστιν ἀπὸ γῆς εἰς οὐρανὸν διήκειν φῶς, ἀλλ᾿ ἐξ οὐρανοῦ εἰς γῆν. Εἰ οὖν καὶ ἀπὸ τοῦ λειμῶνος, οὗτος δὲ ἦν ὁ Δίκης τόπος, οὗτος δὲ ὁ
αἰθήρ, δῆλον κὠς ἐξ ἀνάγκης ἐν τῷ αἰθέρι πᾶσαν εἶναι τὴν πορείαν ἀναγκαῖον· καὶ ἐπ᾿ ἐσχάτῳ μὲν αὐτῷ τὴν τῶν ἑπτὰ διατριβὴν ἡμερῶν, ἐν δὲ τῷ βάθει τὴν διὰ τῶν τεσςάρων ἀνάβασιν, ἐπὶ δὲ τῷ ὑψηλοτάτῳ τὴν διὰ μιᾶς μετάστασιν.
καὶ εἴρηταιτ ὸ αἴτιον | ...70... εἰ καὶ ἐφίενται καὶ τοῦ 241 Αἰθέρο[ς καὶ] τοῦ οὐρανίου φντὸς ...18.. πρὸ τούτων ὑπεμνήσαμεν.
242 τῆς προσεχῶς τὸν αἰθέρα περιεχούσης κατὰ τὸν ἀριθμὸν ἐξαλλάττονται τοῦτον· ὡς οὖν φυσικαῖς δυνάμεσι τὰ πάντα κινοῦσιν, οὕτω δὴ καὶ ταῖς κινήσεσιν τῶν ἐν τῷ αἰθέρι ψυχῶν ἀρχὴν διδόασι τῆς ἐκεῖθεν μεταναστάσεως· καιροφυὴς
γὰρ ἀριθμὸς τὗτος, ὡς καὶ οἱ Πυθαγόρειοι λέγουσιν, καὶ ἐν τοῖς τῇδε ζῴοις καὶ ταῖς ἡλικίαις πολὺ τὸ κράτος ἐπιδεικνύμενος. εἰ οὖν καὶ ἡ σελήνη κατὰ τὴν ἑβδομάδα τοὺς δρόμους ἐξαλλάττει καὶ τὰ σχήματα καὶ τὰ θνητὰ ζῷα κατὰ τοῦτον ποικίλλεται τὸν
ἀριθμόν, οὐδὲν θαυμαστὸν καὶ τὰς αἰθερίας ἐκείνας ψυχὰς ὑπὸ τῆς ἐβδομάδος κινεῖσθαι πρὸς τὴν ἄνω πορείαν. διὰ τεττάρων δὲ ἄλλων ἡμερῶν ἡ τοῦ βάθους γίνεται κινηθείσαις αὐταῖς διέξοδος, ὡς ἐμαυτὸν πείθω, διὰ τὴν πρὸς τὸν ἤλιον τῆς τετράδος συγγένειαν· ἡμέρας μὲν γὰρ ἀριθμοῦμεν
διὰ τὴν ἡλιακὴν κίνησιν, μῆνας δὲ διὰ τὴν σεληναίαν. ὅτι δὲ ἡλιακόν ἐστιν μέτρον ἡ τετράς, καὶ ὡς σελήνης ἑβδομάς, οὕτως ἡλίου φήμην ἔσχεν ἡ τετράς, καὶ ὡς ἡμερῶν ἐπὶ σελήνης ἑβδομάς, οὕτως μηνῶν ἐπὶ ἡλίου μέτρον ἐκείνη, 243 τεθρύληται πα|[ρὰ] . . . 15. . ἐσχάτω . . . αιθε . . .55. . ων
ἐνικμοτέ[ρων] . . . . . . διατρίβειν ἐκεῖ κατασκηνησαμένας· καὶ γὰρ γὸ σεληναῖον φῶς ἐνικμότερον. ἀνοιύσας δὲ καὶ πλησιαζούσας τῷ οὐρανίῳ τοῦ ἡλίου μετέχειν ἐπὶ πλέον, κωνοειδῶν αὐταῖς τῶν ὁριζόντων μειξόνως γιγνομένων καὶ διὰ τὴν πλείονα μέθεξιν τῶν ἡλιακῶν ἀκτίνων ἐκκαθαιρομένων
τῶν ὀχημάτων καὶ ἀνωφόρων μᾶλλον ἀποτελουμένων· διόπερ ἡ ἀνάβασις αὐταῖς διὰ τῆς ἡλίῳ προσηκολύσης ἐπετελεῖτο τετράδος. ἐν ὕψει δὲ τοῦ αἰθέρος ἤδη καὶ ἄλλο 244 Κατιδοῦσαι φῶς καὶ ἐλλάμψεις ἐποδεξάμεναι θειοτέρας, διὰ Μιᾶς Τῆς τῷ ἀπλανεῖ προσηκούσης ἤνυτον τὸν λειπόμενον Δρόμον, κἔως ὐπ᾿ αὐτὴν δὲ ἐγένονοτο τὴν ὑπ᾿ οὐρανὸν ἁψῖδα. Διὰ σελήνην μὲν οὖν ἐν τῷ λειμῶνι διέτριβον καὶ τὴν ἑβδομάδα τὴν σελήνῃ προςήκουσαν· δι᾿ ἥλιον δὲ καὶ
τὸ ἡλιακὸν φῶς ἐπορεύοντο καὶ διεξῄεσαν τὸ αἰθέριον βάθος· διὰ δὲ τὸ ἐν ὕψει φανὲν αὐταῖς φῶς τὴν λοιπὴν ὁδὸν ἐποιήσαντο διὰ μιᾶς ἡμέρας, ἀεὶ τῶν ὀχημάτων καθαρωτέρων γινγνομένων ἐκ τοῦ τελεωτέρου φωτός.
Τούτων ἐξήγησιν, τὴν μὲν ἡμέραν ἀντὶ πάσης ἐκούσωμεν Τῆς ἀπὸ τῶν θεῶν εἰς τὰς ψυχὰς φοιτώσης ἐλλάμψεως· Τὴν δὲ ἑβδομάδα καὶ τετράδα καὶ μονάδα διαφορὰς τῶν Τοιούτων νοήσωμεν ψυχικῶν λόγοων, ἤ τὸ νοερὸν αὐτὸ τελειούσας ἤ τὸ ζωτικὸν ἤ τὸ οὐδιῶδες αὐτὸ καὶ τὴν ὕπαρξιν
τὴν ἐν αὐταῖς· καὶ τὴν μὲν ἐβδομάδα φῶμεν τοῦ νοεροῦ| ......70 ική· τοῦ μ....25. νιον, ἐπειδὴ δὶς διὰ π[αςῶ]ν...8 245 [ Ἀθη]νᾶς τὸ ἀθήλυντον, ἐπείπερ [οὔτε ἔκ τι]νος ἀριθμοῦ Τῶν πρὸ αὐτῆς ἀλλ᾿ ὴ ἐκ μονάδος μόνης, οὔτ᾿ ἄλλον παράγει Τῶν εἴσω δεκάδος. Τὴν δὲ τγετράδα τῆς ζωῆς εἶναι
Δύναμιν πρώτην ἐκ δυάδος ὑποστᾶσαν καὶ ταυτότητι καὶ ἰσότητι μετρήσασαν τὴν τῆς δυάδος πρόδον. Καὶ γὰρ ἡ ζωὴ κίνησις· ὁρίζεται δὲ ὑπὸ τῆς τῶν θεῶν δυνάμεως καὶ τὴν ἀπειρίαν περατοῖ τὴν ἑαυτῆς. Τὴν δὲ μονάδα μένουσαν ἐν τῇ ἐνώσει τὴς οὐσίας εἶναι τῶν ψυχῶν ὄρον., ὑπ᾿ αὐτῶβν
ἐνδεομένον εἰς αὐτὰς τῶν θεῶν· διὸ κὰι τῶν ψυχογονικῶν 246 ἐστιν ἀρχὴ διαιρέσεων καὶ περὶ αὐτὴν οἵ τε διπλάσιοι λόγοι καὶ τριπλάσιοι σχίζονται κατὰ τὴν δημιουργικὴν τῶν ψυχῶν ἀπογέννησιν. Συναγάγωμεν οὖν ἐκ τούτων, ὡς ἄρα τᾶς ψυχὰς οἱ θεοὶ πρὸ τῶν καθόδων ἐγείροντες εἰς τὴν τῶν ὅλων θεωρίαν,
ἀφ’ ὧν αὐταῖς οἱ κλῆροι καθήκουσιν, κάταλάμπουσιν αὐτῶν καὶ τὸ νοητικὸν καὶ τὸ ζωτικὸν καὶ τὸ οὐσιῶδες, καὶ δυναμώσαντες ἀνακινοῦσιν τὰς ἐννοίας προχειρίζειν καὶ τοὺς λόγους, οὓς ἔχουσιν κατ’ οὐσίαν, τῶν εἰδῶν τῆς ζωῆς, καὶ τοὺς προςήκοντας αἱρεῖσθαι βίους· χρεία γὰρ καὶ τῆς νοήσεως
εἰς τὴν ἐκλογὴν καὶ τῆς ζωῆς εἰς τὴν ἔφεσιν καὶ τῆς οὐσίας εἰς τὴν προβολήν. οὐσιώδεις μὲν γάρ εἰσιν ἐν αὐταῖς 247 δδδλόγοι τῶν βίων· αἱ δὲ αἱρέσεις δέ|[ονται]. . .16. . ην . . 25. . βλέψις, καὶ . .13. .[τὸ] γνωστικὸν αὐτῶν ἀνε[γείρουσι διὰ τοῦ] ἑβδομαδικοῦ φωτός, τὸ δὲ προαιρετικὸν διὰ τοῦ
τετραδικοῦ, τὸ δὲ οὐσιῶδες διὰ τοῦ μοναδικοῦ. καὶ τελειουμέναις μὲν ἀπὸ νοήσεως διὰ ζωῆς ἐπὶ οὐσίαν ἡ ἄνοδος, κατιούσαις δὲ λοιπὸς ἀπὸ οὐσίας διὰ ζωπης ἐπὶ γνῶσιν· δεῖ γὰρ προβάλλειν μὲν τὴν οὐσίαν, τὴν δὲ ζωὴν ἀπέγεσθαι τοῦ ἀγαθοῦ, τὴν δὲ κρίσιν σκοπεῖσθαι, τί τὸ ἀγαθὸν ἐν
τοῖς προκεχειρισμένοις βίοις.
αὐτοῦ φησιν ἱ λόγος τοῦ τεθεᾶσθαι φάσκοντος αὐτὸ φανῶς. λέγει τοίνυν σύνδεσμον μὲν αὐτὸ τοῦ τε αοὐρανοῦ καὶ τῆς γῆς ὑπάρχειν, τεταμένον δὲ εἶναι διὰ παντὸς <τοῦ> οὐρανοῦ καὶ αὐτὸ αὑτῷ συνεχές, χρῶμα δὲ ἔχειν τῇ ἴριδι προσφερές, λαμπρότερον δὲ ὅμως ἐκείνης, ἡδράσθαι δὲ κίονι παραπληςίως,
συνέχειν δὲ πᾶσαν τὴν περιφοράν, τὰ δὲ ἄκρα αὐτοῦ τῶν δεσμῶν ἄρχεσθαι ἀπὸ τοῦ οὐρανοῦ καὶ εἶναι τὴν ἀρ- 248 χὴν ἐκεῖ καὶ ἐκεῖθεν εἰς τὰ κατωτέρω διήκειν. ἀνάγκη τοίνυν, τούτων ὐπὸ τοῦ Ἠρὸς σαφέστατα εἰρημένων, ἢ ἀσώματον εἶναι τοῦτο τὸ φῶς καὶ ἀσωμάτως ὁρᾶσθαι παρ’ ἐκίνου τοῖς ὄμμα|<σιν> τελείωσιν . . η [λαβοῦσιν] . . 15 . . άτη . 249 ἀπ . . 25 . . χον, καὶ ὁρώμεν[α] . . 19. . πάντα ἀσωμάτως . .29. . οἷον
τὰ πλάτη καὶ βάθη [τῶν σφαιρῶν] καὶ τὰ χρώματια αὐτῶν· οὔτε τὰ πάντα σωματικῶς, οἷον τὰς Μοίρας καὶ τὴν μητέρα τῶν Μοιρῶν, κἂν συμβολικῶς δοκῇ θεᾶσθαι ταύτας σωματικῶς ἀσωμάτους οὔσας. ἢ οὖν καὶ τοῦτο τὸ φῶς ὁρατὸν ὄντως ὂν ὁρᾷ καὶ σωματικὸν ἢ ἀσώματον μέν, ὡς
φαινόμενον δὲ συμβολικῶς ἀφερμηνεύει τὸ ἀσώματον. καὶ τοιοῦτον δὲ εἰ ἔστιν, ὡς ὄντως εἶναι σῶμα καὶ ὁρατὸν σωματικῶς, ἢ τῶν ὁρατῶν ἐστι καὶ τοῖς ἡμετέροις ὁφθαλμοῖς ἢ τῶν ἀοράτων τούτοις γε τοῖς τοῦ ἐνύλου σώματος. τοῦτο μὲν τοίνυν καὶ παντάπασιν ἄτοπον, ὁρατὸν αὐτὸ τοῖς
ὄμμασι τούτοις ποιεῖν, εἴπερ οὐδὲ τοῖς ἐν τῷ λειμῶνι διατρίβουσιν ὁρᾶν αὐτὸ δυνατὸν ἦν, ἀλλὰ τεταρταίοις εἰς τὸ ἄνω πορευθεῖσιν. εἰ δὲ τοῦτ’ ἀληθές, οἷον πόρισμα ληπτέον, ὡς ἄρα μάτην λέγουσιν λοἱ τὸν γαλαξίαν εἶναι τοῦτο εἰπόντες τὸ φῶς ἢ τοὸ τῶν ζῳδίων κύκλον· ἐκείνους γὰρ καὶ
ἐπὶ γῆς ὄντες ὁρῶμεν, καὶ οὐδὲ διὰ παντός εἰσι τοῦ οὐρανοῦ τεταμένοι καὶ οὐ συνέχουσιν τὴν περιφοράν, ἀλλ’ ἐν μέρει τινὶ τοῖς ἄλλοις ὁμοίως κύκλοις διέξωσαν τὸν ἀπλανῆ κύκλον. Εἰ δὲ μὴ σωματικὸν μηδὲ ὁρατὸν ἡμῖς τοῖς ἐνταῦθα κατῳκισμένοις εἶναι τὸ φῶς ὑποθήσεταί τις, ἀσώματον
δὲ καὶ ἀνιούσαις εἰς τὸ ἄναντες ὁρᾶσθαι ταῖς ψυχαῖς, οἷον ζωήν τινα τοῦ παντὸς ἢ ἄλλο τι τοιοῦτον, οὐδὲ | [τοῖς ἐν Φαίδρῳ [p. 247c] ὑπὸ Πλάτων]ος γεγραμμένοις 250 συμφωνήσει· ἐπεὶ πρῶ]τον μὲν χρῶ[μα πᾶν παντελῶς ἀφαι]- 251 ρ[εῖ] τῆς ἀσωμάτου [οὐσίας ἀχρω]μάτου καὶ ἀσχηματίστου [καὶ ἀναφο]ῦς ὑπαρχούσης· ἔπειτα εἰ καὶ συμβολικῶς καῖ ἐπὶ τῆς ἀσωμάτου φύσεως ἔλεγεν τὸ χρῶμα παραβάλλειν τὸ συμβολικῶς ῥηθὲν πρὸς τὸ κατ’ ἀλήθειαν κεχρωσμένον τὴν
ἶριν καὶ λέγειν λαμπρότερον τὸ τοῦ φωτὸς ἐκίνου χρῶμα τοῦ τῆς ἴριδος καὶ καθαρώτερον· ἐν γὰρ τοῖς ὁμογενέσιν αἱ παραβολαὶ καὶ οὐκ ἐν τοῖς παντελῶς ἀλλοίοις καὶ κατά τινα συμβολικὴν ἀφομοίωσιν λεγομένοις. λείπεται τοίνυν σωματικὴν μὲν εἶναι τὴν οὐσίαν τούτου τοῦ φωτός, ἀπρόσοπτον
δὲ τοῖς θνητοῖς ὄμμασιν καὶ ἀσύμμετρον καὶ μόνοις τοῖς τῶν αὐτοειδῶν ὀχημάτων ὁρᾶσθαι δυνάμενον, καὶ τούτοις ἐκκαθαρθεῖσιν εἰς δύναμειν, ὡς ὅταν γε καὶ ταῦτα τῶν ὑλικῶν ἐξέλκηταί τι περιβλημάτων, οὐδὲ τούτοις εἰλικρινῶς ὁρατὸν ὑπάρχον· διὰ καῖ τοῖς νῦν αὐτὸ θεᾶσθαι λεγομένοις
ἐοικὸς τῇ ἴριδι φαίνεται, πλὴν ὅτι λαμπράτερον καὶ καθαρώτερον· ἡ δὲ ἶρις ὅτι συμμιγής ἐστιν τὴν χρόαν, παντί που δῆλον. εἰ οὖν κἀκεῖνο τοιοῦτον ὁρῶσιν, οὐχ ἁπλοῦν, ἀλλ’ ὑποσυγκεχυμένον, φανερὸν ὅτι διὰ τὴν τῶν ὁρώντων ἀσθένειαν τοῦτο συμβαίνει καὶ οὐ διὰ τὴν ἐκίνου φύσιν· ἡ δὲ
ἀσθένεια διὰ τὴν σύμμιξιν τῶν ἀλλοτρίων πρὸς τὰ συμφυῆ τῶν ψυχῶν ὀχήματα. καθάπερ γὰρ τὰ ἔνυλα ὄμματα καὶ f. 134 r. θνητοειδῆ κατε|σκεύασται . .25. . κατὰ . .30. [αὐ]γοειδῆ φύσιν . .20. [τρανέ]στερον ὁρᾶν καὶ εἴ τ[ι ἄλλο ὁρατὸν εἴη τῶν] οὐρανίων. ὅλον δὴ καὶ τοῦτο [βούλεται ὁ] μῦθος ἐκφαίνειν.
ὅτι γὰρ τοιοῦτόν τί ἐστι, μάθοιμεν ἂν ἐννοήσαντες πρῶτον μέν, ὅτι παντὸς τοῦ οὐρανοῦ φησιν ἕτερον αὐτὸ εἶναι· τετάσθαι γὰρ διὰ τοῦ οὐρανοῦ παντός· οὔτε οὖν ὅλον ἐστὶν τὸ ουράνιον, γελοῖον γὰρ τοῦτο λέγειν, οὔτε μέρος τοῦ οὐρανοῦ· τοῦτο γοῦν ἔτι γελοιότερον. πῶς γὰρ
ἢ τὸ μέρος διὰ τοῦ ὅλου τετάσθαι δυνατὸν ἢ τὸν ὅλον οὐρανὸν διὰ τοῦ τοὐρανοῦ παντός;οὐδὲν γὰρ δι’ ἑαυτοῦ 252 τέταται τῶν σωμάτων. εἰ δὲ ἕτερόν ἐστιν τοῦ οὐρανοῦ, πότερον κρεῖττόν ἐστιν αὐτοῦ ἢ χεῖρον ἢ σύστοιχον; αλλ’ ἀδύνατον ἢ χεῖρον εἶναι τοῦ συνεχομένου τὸ συνέχον ἢ σύστοιχον· τὸ γὰρ συνέχον ἀσκέδαστον φυλάττει πᾶν τὸ συνεχόμενον. εἰ οὖν τοῦτο τὸ φῶν πᾶσαν συνέχει τὴν περιφορὰν
καὶ συνδεῖ τὰ ὅλα πρὸς ἄλληλα, τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ μεταξὺ δηλαδὴ τούτων πρὸς τὰ ἂκρα, παντὶ δήπου φανερόν, ὡς οὔτε χεῖρόν ἐστιν τῶν συνεχομένων (αὐτὸ γὰρ ἂν ἐδεῖτο τῆς ἀπ’ ἐκείνων συνοχῆς) οὔτε σύστοιχον· οὐδὲν γὰρ μᾶλλον ἂν ἦν συνέχον ἢ συνεχόμενον.
εἰ οὖν καὶ σωματικόν ἐστιν καὶ τοῦ οὐρανοῦ καρεῖττον, εἰκότως ἐστὶν οὐ πᾶσιν ὄμμασιν ὁρατόν, ἀλλὰ τοῖς ἀϋλοτέροις καῖ καθαρωτέροις· οὐ γὰρ πάντα ὁρατὰ πᾶσιν ἢ διὰ τὴν ἀμυδρότητα τοῦ ἐν αὐτοῖς φωτὸς ἢ διὰ τὴν λαμπρότητα
τὴν ἀσύμμετρον τοῖς ὁρῶσιν· | . .20. . [συν]έχεια[ν] 253 ἐσ .55. . . [ὑπε]ρ[β]άλλουσαν . .14. . ἀντερεῖσαν· τὰ δὲ ὄμμα[τα ἡμῶν τὰ ἔ]νυλα δεῖται καὶ ἀντερείσεως καὶ τῆς τοῦ προσβάλλοντος δυνάμεως· -πάσχοντα γὰρ ἀντιλμβάνεται τῶν ὁρατῶν· τὰ δὲ τῶν ψυχικῶν ὀχημάτων ἀπαθῶς, ὁρῶντα μάλιστα φῶτα δι’ ἐνεργείας αὐτοῖς συμφυόμενα καὶ οὐ διὰ
πάθους.
φυχῆς ὄχημα πρῶτον εἶναι θέμενος αὐτὸ καὶ ἀνάλογον τῷ αὐγοειδεῖ τῆς ἡμετέρας ἐπὶ τοιαύτης εννοίας ἵστατό τινος ὡς σώματος ὄντος τοῦ φωτὸς τούτου πρὸ τοῦ οὐρανίου σώματος ἐξημμένου τῆς τοῦ παντὸς ψυχῆς, ἁπλουστέρου δήπουθεν ἢ κατὰ τὸ σῶμα τὸ οὐράνιον· τάχα καὶ τοῦ ἐν Φαίδωνι
254 μύθου τοῦτο αἰνισσομένου τὸ φῶς, ἡνίκα ἔλεγεν [p. 109e] τοῦς δυνηθέντας εἰς τὰ ἄκρα τοῦ ἀέρος ἀναπτῆναι καὶ δύναμειν ἐκεὶ μένειν ἔχοντας ἰδεῖν ἂν τὰ ἐκεῖ τρανέστερον, τὸν ἀληθενὸν οὐρανόν, φησίν, καὶ τὴν ἀληθινὴν γῆν. καὶ
ἐπὶ τούτοις προστίθησιν καὶ τὸ ἀληθινὸν φῶς, καὶ ἐν ἐκείνοις, ὡς ὁρᾷς, τρία εἰπών, οὐρανὸν καὶ γῆν καῖ φῶς, ὥσπερ ἐνταῦθα σύνδεσμονοὐρανοῦ καὶ γῆς εἴρηκεν εἶναι τὸ φῶς. ἅπερ οὖν ἐξ ὑποθέσεως ἔλαβεν ἐκεῖ, ταῦτα ἐν 255 τούτοις γιγνόμενα παραδέ|[δωκε] . .23. . καὶ ἀγα[θ] . ν
. . . . . . ον . . . . . . . . καὶ ὁρώσας αὐτὰς ποιήσας οὐρανὸν καὶ γῆν καὶ τὸ φῶς, ἃ μὴ πρότερον ἑώρ[ων], ταύταις νο . . . ν. ἀλλ’ οὖν, ἔφην, ἔοικεν τοιαῦτα ἄττα καὶ ἐκεῖνος ἐνθυμηθεὶς ἀφορίσασθαι τῆς ὅλης ψυχῆς εἶναι τοῦτο ὄχημα τὸ φῶς, πρώτως αὐτῆς ἐξηρτημένον· δεῖν γὰρ
πρὸ τοῦ συνθέτου τὸ ὑπλοῦν εἶναι τῆς ἐν αὐτῇ μετέχον ἀσωμάτου ζωῆς. δεῖ δὲ ἡμᾶς ἔτι τρανέστερον εἰπεὶν ἃ φρονοῦμεν. πάντων τοίνυν τῶν συμπληρούντων τὸν αἰσθητὸν τοῦτον κόσμον σωμάτων ἢ ἑστώτων ἢ κινουμένων, καὶ ἢ ὅλων ἅμα κινουμένων τῶν κινουμένων ἢ καθ’ ὅλα μὲν ἑστώτων,
κατὰ μέρη δὲ κινουένων, ἀνάγκη, καθάπερ φασὶν ὅ τε Ἀθηναῖος ξένος [X 893c] καὶ ὁ Τίμαιος, καὶ τὰ ἑστῶτα πάντα ἐν ἕδρᾳ τινὶ ἑστάναι καὶ τὰ κινούμενα ἢ ἐν τῇ αὐτῇ ἕδρᾳ κινεῖσθαι, ὅσα καθ’ ὅλα ἕστηκεν, ἢ ἀπ’ ἀλλης εἰς ἄλλην μεταβαίνειν, ὄσα ἀμείβει τόπον ἐκ τόπου μεταλλάσσοντα
ὅλα. τούτου δὲ ἀληθοῦς ὄντος ἀνάγκη καὶ τὸν οὐρανόν, εἴτε ὡς ἑστὼς ὅλος ἐν τῇ αὐτῇ ἕδρᾳ νοοῖτο εἴτε ὡς κινούμενος τοῖς ἑαυτοῦ μέρεσιν μεταβαλὼν τὰς τῶν μερῶν ἕδρας ἐν αἷς ἕκαστον γίνεται, ἕδραν τινὰ ἔχειν ἑτέραν τῶν τε μερῶν καὶ τοῦ ὥλου· τὰ γὰρ ἔν τῳ ἢ μένον ἢ κινούμενόν
<ἕτερόν> ἐστιν ἐκείνου, ἐν ὧ ἕστηκεν ἢ ἐξ οὗ κινεῖ- 256 ται καὶ εἰς ὃ κινεῖται. ταύτην τὖν τὴν ἕδραν τοῦ οὐρανοῦ, ἐν ᾗ ἐστιν, τὸν τόπον δηλονότι χρὴ φάνασι τὸν τοῦ σώματος· καὶ |. . 25 . . κινωεῖται . . 15 . . [ἕτερον] ἐξ ἑτέρου 257 τόπου [ἀεὶ μεταλλάσσω]ν. εἰ οὖν ὁ τόπος τοῦ [ἑστῶτος ἢ κινη]τοῦ κόσμου παντός ἐστίν τι (δεῖ γὰρ οὔσης τῆς κατὰ
τόπον κινήσεως εἶναι καὶ τὸν τόπον καὶ τῆς κατὰ τόπνο ἠρεμίας εἶναι καὶ τὴν ἕδραν), ἢ ἀσώματός ἐστιν ἢ σωματικός. ἀλλ’ἀσώματο μὲν οὐδαμῶς εἶναι δύναται· τότε γὰρ χωριστὸν σώματος ὅλον πανταχοῦ ἐστιν, ὁ δὲ τόπος οὐχ ὅλος πανταχοῦ (οὐ γὰρ ὅλον αὐτὸν κατέχει τὸ κινούμενον
κατ’ αὐτόν, <ἐπεὶ> καὶ ἐν ἄλλῳ γίνεται τόπῳ)· καὶ τὸ ἀχώριστον ἔν τινί ἐστιν· τὸ δὲ ἔν τινι ὂν ἐν τούτῳ ἐστίν, ἐν ᾧ καὶ τὸ ἐν ᾧ ἐστιν· ὁ δὲ τόπος τοῦ ἐν αὐτῷ καὶ τὸ ἐν τόπῳ τοῦ τόπου χωρίζεται. λείπεται ἄρα σῶμα εἶναι τὸν ττόπον τὸν κοσμικόν· τοῦτο δὲ ἤτοι ἀκίνητον ἢ κινούμενον.
ἀλλ εἰ κινούμενον, δεήσεται τόπου, καὶ περὶ ἐκείνου λόγος ὁ αὐτός, καὶ ἥξομεν εἰς τὸ ἀκίνητον θέσθαι τὸν τόπον. εἰ δὲ ἀκίνητον, ἢ διαιρετὸν ἢ ἀδιαίρετον, ὥσπερ καὶ ἀκίνητον. ἀλλ’ εἰ διαιρετόν, ἀνάγκη διαιρούμενον ὑπ’ ἄλλου σώματος ἐμπίπτοντος σχίσεις ὑπομένειν καὶ κινεῖσθαι τῷ
διαιροῦντι πάντως ἀντιπεριιστάμενον. εἰ δὲ ἀδιαίρετον, ἓν καὶ συνεχὲς ἀεὶ διαμένειν· τοιοῦτον δὲ αὖ ὑπάρχον ἁπάντων εἶναι σωμάτων ἀυλότατον καὶ θείότατον, τῶν μὲν γινομένων ὡς ἀγένητον, εἴπερ καὶ ἀδιαίρετον, τῶν δὲ ἀϊδίων ὡς ἀκίνητον· εἰ τὖν τὰ θειότατα τῶν κινουμένων φῶτά ἐστιν, πολλῷ
δήπου μᾶλλον ἐκεῖνο τὸ σῶμα φῶς ἐστιν. | Συλλήβδην [οὖν 258 εἴπωμεν], ὡς ἄρα ὃ [τοῦ οὐ]ραναοῦ καὶ [τῆς γῆς σύνδεσμος εἶναι ὥρι]σται, σῶμά ἐστιν ἀκίνητον [ἀδιαίρετον, οὗ] ἡ οὐσία φῶς. καὶ τούτοις ἐφαρμό[ζωμεν] τὰς τοῦ Πλότωνος ῥήσεις, τὸ μὲν τεταμένον λαβόντες τῆς ἀδιαιρέτου συνεχείας ἱκανῶς
259 Δηλωτικόν· τὸ δὲ κίονι προσεοικὸς τῆς σημαντικόν· Τὸ δὲ συνεκτικὸν τῆς περιφορᾶς πάσης τοῦ ἕδραν αὐτὸ Εἶναι τῆς ὄλης οὐρανίας περιφορᾶς ἑστώσης ἅμα καὶ κινουμένης· Τὸ δὲ σύνδεσμον ὑπάρχειν τοῦ τε οὐρανοῦ καὶ τῆς
γῆς τοῦ ἓν ὂν πρώτως αὐτὸ καὶ ταῖς μερίσι τοῦ κόσμου Τῆς ἑνώσεως αἴτιον προσεχῶς ὑπάρχειν· τὸ δὲ τῇ ἴριδι προσφερὲς Εἶναι τοῦ κοικίλον ὁρᾶσθαι διὰ τὰς τῶν ὁρώντων ὄψεις οὐ σθενούσας ἀπαθῶς αὐτῷ προσβάλλειν· ὅσῳ γὰρ ἁπλούστερόν ἐστιν τῶν ἄλλων ὁρατῶν, τοσούτῳ δεῖται τῶν
ὁρώντων ἀπαθέστερον αὐτῷ προσβαλλόντων. Τὸ δὲ ἐκ τοῦ Οὐρανοῦ τετάσθαι τὰ ἄκρα αὐτοῦ τῶν δεσμῶν παραστατικὸν Εἶναι τοῦ μήτε ὑπερανέχειν τοῦ παντὸς μήτε εἴσω λήγειν· Δεῖ γὰρ ὅλον εἶναι τὸν οὐρανὸν ἐν τόπῳ καὶ μηδὲν ἔξω Πίπτειν κενόν· εἰκότως οὖν τὰ ἄκρα τῶν δεσμῶν αὐτοῦ, δι᾿
ὧν συνέχει τὴν περιφορὰν ὅλην, ἐκ τοῦ οὐρανοῦ τέταται. <ἃ> πάντα τοῖς τε πράγμασιν συμβαίνει καὶ τοῖς ῥήμασιν Τοῦ πλάσματος, ὥστε θαρροῦντες λέγωμεν ἐνταῦθα δὴ καὶ Μάλιστα τὴ οὐσίαν τοῦ τόπου δεδηλῶσθαι παρὰ τοῦ Πλά- 260 τωνος, ὅτι φῶς θεῖον οἷον | π[άντῃ] διατεῖνον δ . . . 20 . ος·
καὶ ὑ ...12 [πά]ντα τὰ [κι]νού[μενα] καὶ ἑδρ[άζον] ἐν ἑαυτῷ Καὶ συνέχον, ψυχαῖς ὁρατὸν διὰ τῶν αὐγοειδῶν ὀχημάτων. Ἀλλὰ περὶ μὲν τῆς τοῦ τόπου φύσεως καὶ ἰδίᾳ πεπραγματεύμεθα· Νῦν δὲ ἐπὶ τὴν τοῦ μύθου λέξιν ἀναδράμωμεν. Λείπεται γὰρ τί δηλοῖ τὸ καὶ ἰδεῖν αὐτόθι κατὰ
μέσον τὸ φῶς ἐπισκέψασθαι, καὶ τί τὸ οἱον τὰ ὑποξώματα Ματα τῶν τριήρων πᾶσαν συνέχον τὴν περιφοράν. Τὸ μὲν γὰρ οἷον κίονα φανερὸν ἐκ τῶν εἰρημένων, ὡς Οὐχὶ σχήματός ἐστιν σημαντικόν, ἀλλὰ τῆς μονίμου καὶ ἀκλινοῦς ἱδρύσεως ἑδραζούσης τὰ κινούμενα ἐν αὑτῇ, καθάπερ
οἱ κίονες ἕδραν παρέχονται τοῖς ἐπ᾿ αὐτῶν κειμένοις ἀσφαλῆ. Τὸ γὰρ ὑπολαβεῖν, ὡς τῶν πρὸ ἡμῶν τινες, τὸν ἄξονα 261 λέγεσθαι τὸ φῶς καὶ διὰ τοῦτο κίονι προσεικάζεσθαι, πνατάπασιν ἄτοπον· ποῖον γὰρ φῶς ὁ ἄξων ἢ πῶς λαμπρότερον ἔχει χρῶμα τῆς ἴριδος δύναμις ἀσώματος ὤν; πρὸς τῷ καὶ μικρὸν ὕστερον ἠλακάτην σαφῶς ὀνομάζεσθαι τὸν ὑπ’ ἐκείνων λεγόμενον ἄξονα· πεπλάνηκεν δὲ αὐτοὺς ἴσως ὁ παρὰ
Ομήρῳ καλούμενος Ἄτλας τῶν κιόνων ἄρχων,
ἐπεὶ καὶ παρὰ τῷ Τιμαίῳ [p. 40 b] διὰ παντὸς μὲν τεταμένος εἴρηται πόλος ὁ ἄξων, οὔτε δὲ χρῶμα ἔχων | . . 33. . Τὸ τοίνυν ἰδεῖν [κατὰ μέσον τὸ φῶς οὐ τὰ] ἄκρα 262 λέγει τῶν δες[μῶν τεταμένα κατὰ μέσον] τὸ φῶς. πῶς γάρ, εἴπερ ἐκ τοῦ [οὐρανοῦ τέτα]ται, καθάπερ ξηςίν; οὐδὲ γὰρ
οὕτως σύνδεσμός ἐστιν οὐρανοῦ καὶ γῆς, ὡς ἐν μέσῳ τεταμένον ἀμφοῖν καὶ τὰ μὲν ἄκρα ἔχον ἐξηρτημένα τοῦ οὐρανοῦ, τὰ δὲ πέρατα συνάπτοντα πρὸς τὴν γῆν· οὐδὲ γὰρ ἂν ἔτι συνέχειν ἐλέγετο τὴν τοῦ οὐρανοῦ πᾶσαν περιφοράν. ἀλλὰ τὰ ὁρῶντα κατὰ μέσον ὄντα τὸ φῶς, ἄνωθεν ἐκεῖνο
ἀπὸ τῆς ἄκρας ἁψῖδος τοῦ οὐρανοῦ τεταμένον ἕως τοῦ κέντρου τῆς γῆς, οὕτως τὰ πέρατα αὐτοῦ ἄνωθεν ἠρτημένα ἑώρα, αὐτὰ περιεχόμενα ἐν αὐτῷ κάτωθέν τε καὶ ἄνωθεν. Καὶ τοίνυν καὶ τοῖς ὑποζώμασιν εἰκάζεται τῶν τριήρων, ὡς ἐξ ἀρχῆς εἰς τέλος διοατεῖνον· καὶ γὰρ τὰ ὑποζώματα [[τὰ]]
ξύλα ἐστὶν ἐκ πρύμνης εἰς πρώραν διήκοντα. τοῦτο οὖν καὶ ὁ μῦθος ἐνδεικνύμενος, ὅτι ἄρχεταί τε ἀπὸ τῆς ἔξω περιφερείας τὸ φῶς καὶθ ὅλον ὑπολδέχεται τὸν κόσμον καὶ συνέχει ἐν αὑτῷ, τοῖς ὑποζώμασιν τῶν τριήρων αὐτὸ ὡμοίωσςεν. μήποτε δὲ καί, ὡς αὐτὸς ἐπέβαλες, τριήρεσιν ἀπείκασε τὴν 30 263 Περιφορὰν ὑπὸ τῶν τριῶν οἷον ἐρεττομένην Μοιρῶν, καὶ Οὕτω τὸ φῶς ἀναλογεῖν ἔθειτο τοῖς ὑποζώμασι τῶν τριήρων. Καὶ ὁρᾷς ὁτι τριςὶν ἐχρήσατο τοῦ φωτὸς εἰκόσιν, τῷ κίονι, Τῇ ἴριδι, τοῖς ὑποζώμασιν, δι᾿ ὧν ἐδήλωσεν ὅτι ἑδραῖον,
ὅτι ὁρατόν, ὅτι ὅλου τοῦ κόσμου συνεκτικόν· ἃ δὴ πάντα 264 συλλαβὼν ἔχεις τὰς ἰδιότητας τοῦ κοσμικοῦ |. . 60. . τὸν τὴν κοινωνίαν καὶ τὴν ὑπεροχήν. Κοινὸν μὲν γὰρ τὸ ὁρατόν· διαφέρον δὲ τὸ ἀκίνητον τῶν ἄλλων κινουμένων, ὑπερέχει
δὲ ὡς συνέχον τῶν ὑπ᾿ αὐτοῦ συνεχομένων. Τοῦτό μοι Δοκεῖ καὶ τὰ λόγια λέγειν τὸ φῶς, ἡνίκα ἂν διδάσκοντα Περὶ τῆς ψυχώσεως, ἢν ἡ πηγὴ τῶν ψυχῶν τὰ πάντα Ψυχοῖ, λέγῃ·
ὡς μάλιστα τοῦ κοσμεῖσθαι διὰ τὴν ὕλην [προςήκοντας] ἐπιδεεῖς. Τὸ δὲ φῶς ἄλλο παρὰ ταῦτα πάντα καὶ πρὸ πάντων εἰπόντα ψυχοῦσθαι παρὰ τῆς πηγαίας ἐκείνης ψυχῆς δῆλον, οἶμαι, πεποίηκεν, ὅτι σῶμά ἐστιν διαφέρον τῶν κόσμων τοῦ αἰθέρος τοῦ πυρός· ψυχούμενον γὰρ σῶμα δήπουθέν
ἐστιν· τοῦτο [το] γὰρ ἔμψυχον γίνεται. Πρωτίστου Δὲ τῶν κινουμένων ὄντος τοῦ ἐμπυρίου, δηλονότι τὸ φῶς ὑπὲρ τὸ πῦρ τεταγμένον ἀκίνητόν ἐστιν· καὶ ὡς ὁ αἰθὴρ συνέχει τοὺς ὑλαίους κόσμους καὶ τὸ ἐμπύριον τούς τε ὑλαίους καὶ τὸν αἰθέρα, οὕτω καὶ τὸ φῶς πάντα. Ταῦτα 265 δὲ οὐδὲν διαφέρει τῶν ἐνταῦθα γεγραμμένων, ὥστε μίαν ἐξ άμφοτέρων εἰρῆσθαι φύσιν καὶ ὠνομάσθαι ἑνὶ ὀνόματι, φῶς.
καὶ ἄλλων γενῶν [p. 616c].
τετάσθαι τὸν τῆς Ἀνάγκης ἄτρακτον, ὡς τὰ ἄκρα ἑκατέρων συνάπτειν ἀλλήλοις καὶ συνδιήκειν τῷ τε οὐρανῷ τὸ φῶς καὶ τῷ φωτὶ τὸν οὐρανόν. ἐπεικδὴ δὲ ἀκίνητον μὲν ἐθέλει τὸ φῶς εἶναι τῷ οὐρανῷ παρέχον ἕδραν οἷον κίονα, κινεῖσθαι δὲ τὸν οὐρανόν, ἐπήνεγκεν· δι᾿ οὗ πάσας ἐπιστρέφεσθαι
τὰς τοῦ ἀτράκτου περιφοράς· τὸ γὰρ δι᾿ οὗ τοῦτο δοκεῖ μὲν ἐπάγεσθαι πρὸς τὸ εἰρημένον προσεχῶς, τὸν τῆς Ἀνάγκης μὲν ἐπάγεσθαι πρὸς τὸ εἰρημένον προσεχῶς, τὸν τῆς Ἀνάγκης ἄτρακτον, γελοῖον δὲ οὕτως ἀκούειν· ὁ γὰρ ἄτρακτος ὁ ἐκ τῶν σφονδύλων ἐστὶ καὶ τοῦ ἄξονος· αἱ δὲ περιφοραί εἰσιν αἱ τῶν σφονδύλων κινήσεις· τὸ οὖν διὰ τοῦ ἀτράκτου, ἀλλὰ
μὴ ἐν τῷ ἀτράκτῳ πάσας περιάγεσθαι τὰς τὰς περιφορὰς οὐκ ἔστι κατάλληλον. ἀποδέδοται δὲ πρὸς τὸ ὑπὲρ τοῦτο ῥηθὲν περὶ τοῦ φωτός· οἱον τὰ ὑποζώματα τῶν τριήρων πᾶσαν συνέχον τὴν περιφοράν· δι᾿ οὑ συνέχοντος ὡς μίαν πᾶσαν τὴν περιφοράν (συνέχον γὰρ ἑνίξει πᾶσαν) —
διὰ τούτου δὴ οὖν τοῦ φωτὸς πᾶσαι αἱ περιφοραὶ περιστρέφονται· τοῦτο γὰρ ἀκίνητον ὂν κινεῖ πάσας. ἐπειδὴ | [δε οὐ πρώτως] ἐστὶν κινοῦ[ν], ὥσπερ ἡ ψυχὴ κι..15.. σιν, 267 Διὰ τούτου πάσας [λέγει ἐπ]ιστρέφεσθαι τὰς περιφοράς, ἀλλ᾿ οὐχ ὑπὸ τούτου. Τὸ μὲν γὰρ ὑφ᾿ οὗ ταῖς πρω-
268 Τουργοῖς αἰτίαςι εἴωθεν ἀποδιδόναι, τὸ δὲ δι᾿ οὗ ταῖς δευτερουργοῖς.
φαμεν; Εἴτε γὰρ τῷ οὐρανῷ ὁ αὐτός, πῶς μετέλαβεν οὐρανὸν ἔμπροσθεν αὐτὸν ἐπονομάζων εἰς τοῦτο <τὸ> ὄνομα; Δεῖ γὰρ μὴ μάταιον εἶναι τὴν μετάληψιν. Εἴτε μὴ ὁ αὐτός, Τίς ἡ διαφορότης, σαφῶς τῶν ὀκτὼ σφονδύλων τὰς ὀκτὼ Δηλούντων αὐτοῦ περιόδους; Λέγω τοίνυν, ὅτι κατὰ μὲν τὸ
ὑπ[οκείμενον ταὐτόν ἐστιν ὅ τε οὐρανὸς καὶ ὁ ἄτρακτος, Νοεῖται δὲ διχῶς ἕτερος, εἴτε κατὰ τὸ φαινόμενον ἐθέλοις Μετιέναι τὴν διαφορὰν αὐτοῖν εἴτε κατὰ τὴν ἀληθεστέραν ἐπιβολήν. Κατὰ μὲν γὰρ τὸ φαινόμενον ἑτέρω ἐστόν, διότι τὸν μὲν οὐρανὸν ὅλον λέγει τὸ κυκλοφορητικὸν καὶ τὴν
περιφορὰν πᾶσαν, ἣν συνέχειν τὸ φῶς· τὸν δὲ ἄτρακτον Νοεῖ κατὰ τὰς ἀποτομὰς τῶν ὑπὲρ γῆς φαινομένων τοῦ Παντὸς οὐρανοῦ τμημάτων, ὡς τούτων μὲν ἀναλογούντων Παντὸς οὐρανοῦ τμημάτων, ὡς τούτων μὲν ἀναλογούντων Τοῖς σφονδύλοις, τοῦ δὲ ἄξονος τῷ ξύλῳ, περὶ ὃ οἱ σφόνδυλοι, Τοῦ δὲ πόλου τῷ ἀγκίστρῳ τῷ περατοῦντι τοῦ σφονδύλου
τὴν κυρτὴν ἐπιφάνειαν. Καὶ γὰρ ὄντως εἰς τὸ ἄναντες Χωροῦντας αὐτοὺς οὕτως εἰκὸς ἦν ὁρᾶν τμήματα σφαιρῶν, ἀλλ᾿ οὐχ ὅλας αὐτάς· διὸ καί φησιν ἄνωθεν τὰ χείλη αὐ- 269 τῶν φαίνεσθαι κύκλους | ὡς ἂν ἐκτετρμῆσαθι δοκού[σας ὑπὸ τοῦ ὁρί]ζοντος, ὃν ἐποίουν αἱ ὄψεις ἑκα[σταχόθεν. Αἱ]
μερίδες οὖν αἱ ὑπερφαινόμ[εναι τοῦ οὐ]ρανοῦ μετὰ τοῦ ἄξονος ποιοῦ[σι. Τὸν ἄτρα]κτον· οὐρανὸς δὲ ἦν σύμπας ὁ ὄγκος ἐκ παςῶν τῶν σφαιρῶν καὶ ὅλων ἑκάστων συγκείμενος. ὥστε κατὰ τοῦτο διαφέρετον ἀλλήλων, τοῦ ἀτράκτου τὰ μὲν προσλμβάνοντος, τὸν ἄξονα καὶ τὸν πόλον, τὰ δὲ
ἀφαιροῦντος, τὰ κάτω τμήματα τῶν σφαιρῶν. Κατὰ δὲ τὴν 270 ἀληθεστέραν καὶ ἐποπτικωτέραν ἐπιβολήν, ὡς μὲν ὅρος τοῦ κόσμου παντὸς τοῦ ὁρατοῦ καὶ περιέχων πάντα καὶ ὡς δημιούργημα τοῦ δημιουργοῦ καὶ πατρός, οὐρανὸς ἔστιν τε καὶ λέγεται (τὴν γὰρ φύσιν αὐτοῦ καὶ τὸ εἶδος ἥδε ἡ ἐπωνυμία δηλοῖ, καθ᾿ ὑφέστηκεν ἀπὸ τῆς δημιουργικῆς
αἰτίας), ὡς δὲ ἐξημμένος τῶν Μοιρῶν καὶ τῆς Ἀνάγκης ὀνόματι συμβολικῷ κέκληται κατὰ τὸ σχῆμα τῆς θεομυθίας ἄτρακτος· διὸ καὶ τῆς Ἀνάγκης αὐτὸν ὁ λόγος οὗτος προσείρηκεν ἄτρακτον, σαφέστατα διδάσκων ὅτι ὡς ἐκείνης [ὁ] ἱερὸς ἄτρακτος ὀνομάζεται καὶ ὡς Μοιραῖος· διὰ γὰρ τούτου
πάντα αἱ Μοῖραι καὶ εἴρουσι καὶ ἐπικλώθουσιν τοῖς γινομένοις. ὡς οὖν εἴ τις αὐτὸν Ἑλικῶνα προσηγόρευεν μυθολογῶν εἰς τὰς Μούσας ἀναπέμπων ὡς ἐαρμόνιον τόπον Μουςῶν ἀποφαίνων, οὕτως διὰ τὴν ἀπὸ τῶν Μοιρῶν καὶ τῆς Ἀνάγκης εἰς αὐτὸν ποίησιν καὶ δόσιν
Καὶ ἀπ᾿ αὐτοῦ πάλιν καὶ δι᾿ αὐτοῦ εῖς τὰ μετ᾿ αὐτὸν ὁ Παρὼν μῦθος ἄτρακτον αὐτὸν |..15.. καὶ κατὰ ταύτην 271 Τὴν [ἐπιβολὴν οὐκ ἐθέλ]ει λέγειν οὐρανὸν καὶ [ἄτρακτον Τ]ὸν αὐτόν· οὐ γὰρ ἂν εἶπεν ἄτρα[κτον, εἰ τῆς δ]ημιουργίας Πέρι τὸν λόγον [ἐποι]εῖτο καὶ τῆς τῶν ἄλλων θεῶν
Εῖς αὐτὸν ποιήσεως, ἀλλ᾿ ὡς Μοίραις καὶ Ἀνάγκῃ συντεταγμένον Οὓτως ἐκάλεσεν.
ἄξιον; Τὸ μὲν γὰρ ὕλην αὐτὴν τίθεσθαι, καθάπερ ὑπολαμβάνουςί τινες καὶ τὴν μητέρα τῶν θεῶν ὕλην ἐν μυστικοῖς τισιν λόγοις εἰσάγεσθαι φάσκοντες, οὔτε εἰς τὴν Ἀνάγκην οὔτε εἰς τὴν μητέρα τῶν θεῶν θεῖα γράφειν ἐστίν· αἱ γὰρ μητέρες γόνιμοι δυνάμεις εἰσὶν ἀπερίληπτοι τοῖς καταδεεστέ-
272 ροις, εἰς ἑαυτὰς μὲν χωροῦσαι τὰ ἀπογεννώμενα, κλείουσαι τὰς προόδους ἐκείνων ἐν τοῖς ἀπείροις ἑαυτῶν κόλποις, οὐκ οὗσαι δὲ ὑποδοχαὶ τῶν προϊόντων ἀδρανεῖς, οἵαν εἶναι τὴν ὕλην ἅπαντες ὑπειλήφαμεν, ἄγονον καὶ ἀπεψυγμένην καὶ
δεομένην ἐκείνων ὧν καλεῖται μήτηρ. διὸ καὶ αὕτη μὲν χείρων ἐστὶν ἐκείνων (οὐ γὰρ ἐγεννήσατο τὰ ἥττονα, προελθόντα δὲ ἀπ᾿ ἄλλων ἐνεκολπίσατο μόνον), αἱ δὲ ἐν τοῖς θεοῖς μητέρες καὶ τὴν οὐσίαν καὶ τὰς δυνάμεις αὐταὶ τοῖς γεννώμένοις δοῦσαι κατὰ τὸν τῆς αἰτίας λόγον αὐτῶν ὑπερφέρουσιν.
οὕτω καὶ ἡ τῶν θεῶν μήτηρ πάσης ἐστὶν τῆς δημιουργικῆς σειρᾶς καὶ ζωογονικῆς ὑπερηπλωμένη· παρή- 273 γα|γεν γὰρ ..13.. [ἐ]τελεί[ωσεν]· ὑφίστησι γὰρ τ..20.. διακόσμησιν. οὐ[κ ἄρα ὡς ὑποδοχαί εἰσιν] μητέρες, ἀλλ᾿ ὡς γεννητικαὶ τῶν παραχθέντων· ἐπειδὴ δὲ οὐκ ἔξω ἑαυτῶν
γεννῶσιν, ἃ δὴ καὶ λέγονται γεννᾶν, ἐν τοῖς ἑαυτῶν τὰ γεννηθέντα παρ᾿ αὐτῶν κόλποις ἑδράζουσιν, ὥσπερ γῆ πάντα ὅσα βλαστάνει ῥιζώσασα ἐν ἑαυτῇ βλαστάνει, καὶ ὅδε <ὁ> κόσμος περιέχει τὰ ἑαυτοῦ γεννήματα· πολλῷ γὰρ τούτων μειζόνως αἱ ἀσώματοι δυνάμεις εἴσω τῆς ἑαυτῶν δυνάμεως
κατακλείουσιν τὰς τῶν παραγομένων ὑπάρξεις. θεότητες οὖν εἰσιν αἱ μητέρες θεῶν ἄλλων περιληπτικαὶ καὶ χωρητικαὶ καὶ παρακτικαί· καὶ οὐ δεῖ μητέρας ἀκούσαντας εἰς τὴν ὕλη εὐθὺς βλέπειν τὴν ἀλλοτρίων ὑποδοχὴν γεννημάτων, ἀλλ᾿ ἐπέκεινα τιθέναι τὰ γεννῶντα τῶν γεννωμένων
ἐν ἐκείνοις. τοῦτο μὲν οὖν καὶ παντάπασιν ἐκβλητέον τῆς ψυχῆς, ὡς ἢ τῆς Ἀνάγκης ἢ τῆς μητρὸς τῶν θεῶν ὕλης οὔσης τῆς ἐν ἐσχάτοις ὑπὸ τῶν θεῶν ἀπερριμμένης. Τὸ δὲ δὴ λέγειν τὴν ἐν Τιμαίῳ [p. 47e] λεγομένην Ἀνάγκην ταύτην εἶναι τὴν μητέρα τῶν Μοιρῶν ἐν τοῖς προκειμένοις
ὑμνημένην οὐ λίνον λίνῳ συνάπτειν ἐστίν, τὴν νοῦ κατα- 274 δεεστέραν καὶ ὑπὸ νοῦ πειθομένην τὰ πλεῖστα τῶν γινομένων ἄγειν κατὰ φύσιν, καὶ τὴν πάντων ἄρχουσαν τῶν ἐγκοσμίων καὶ τῶν ψυχῶν ἐφεστηκυῖαν τοῖς κύκλοις καὶ ταῖς ἑαυτῆς ἐνεργείαις τὴν ἐναρμόνιον τῷ παντὶ ζωὴν
ἀΐδιον παρεχομένην καὶ τῶν κινουσῶν ἐντεταγμέ|νων 275 τ . . 27 . . [γ]ε[ν]νῶσα[ν] πάν[τα αὐτ]ῷ τῷ εἶναι κατὰ τὴν [ἑν]οειδῆ . . 10 . ῆς. οὐδὲ γὰρ ἐφάπτεται τοῦ ἀτράκτου οὐδὲ δρῶσά τι παραδέ[δοτ]αι περὶ αὐτόν, ἀλλ᾿ ἐκεῖνος ἐν τοῖς γόνασιν αὐτῆς στρεφόμενος καὶ τὴν τάξιν τὴν ἀνέκλειπτον ἔχων δι᾿ αὐτήν. εἰ οὖν μὲν ἡ Ἀνάγκη θεῶν ἄρχει,
ψυχῶν νοερῶν ἐπιβέβηκεν, ποδηγεῖ τῇ βουλήσει μόνῃ τὸν κόσμον ἐξῃρημένως, ἐπιτροπεύει τοὺς βίους τῶν μερικῶν ψυχῶν (διὰ γὰρ ταύτην ἕπεται ταῖς αἱρέσεσιν ἐξ ἀνάγκης ὁ βίος ἑκάστης), ἐκείνη δὲ τῶν σωμάτων ἐστὶν κινητικὴ καὶ οὐ τῶν αὐτοκινήτων ὑποστάσεων, καὶ τούτων προεστῶσα
μόνων ἐφεστῶτος δεῖται τοῦ νοῦ, καὶ τὸ ἀναγκαῖον οὐκ ἔχει διὰ τὴν πάντων περίληψιν οὐδενὸς αὐτὴν ἀποδρᾶναι δυναμένου, διὰ δὲ τὴν ἀπροαίρετον τῶν ὑπ᾿ αὐτῆς ἀγομένων φύσιν, πῶς ἂν προσήκοι τοσούτοις αὐτὰς διεστώσας ἀπ᾿ ἀλλήλων οἴεσθαι τὰς αὐτὰς εἶναι διὰ τὴν ἐπωνυμίαν κοινὴν
οὖνσαν; ἀλλὰ μήτε τοῦτο ἡμεῖς ὑπολάβωμεν μήθ᾿ ὅτι τὴν ἐν τῷ Πολιτικῷ [p. 272e] κινοῦσαν καθ᾿ ἑαυτὴν τὸν κόσμον Εἱμαρμένην χρὴ ταύτην εἶναι λέγειν τὴν Ἀνάγκην, ἣν ὁ μῦθος οὗτος ἡμῖν ἐξέφηνεν. ἐκείνη μὲν γὰρ θεῶν κατὰ τὴν μυθικὴν ὑπόθεσιν πάντων ἀφέντων τὰς τοῦ παντὸς
μερίδας τῆς αὐτῶν ἐπιμελείας ἄνευ ἐκείνων ἀναστρέφειν λέγεται τὸ πᾶν διὰ τὴν σύμφυτον ἐπιθυμίαν, οὐκ οὖσα 276 277 θεός· δύο γαρ, φησί, θεὼ κινεῖν ἐναντίας κινήσεις οὐ δυνατόν, ὡς αὐτὸς ἐν ἀρχῇ τοῦ μύθου διώρισεν [p. 269e]· ὥστ᾿ εἰ τὴν προτέραν ἐκίνει τὸ πᾶν θεός, τὴν ἐναντίαν 278 ἐκείνῃ τὸ κινοῦν | [οὐ]κ ἔ[στι θεῖον. θεὸν] δὲ τὴν
Ἀνάγκην [καὶ] μεγίστην εἶναι φήσομεν, ἐπεὶ καὶ τὰς Μοίρας τὰς τῆς Ἀνάγκης παῖδας δηλώ[σει ὁ] προφήτης, τὸν νοῦν τῆς Λαχέσ[εως ἐνδιδοὺς] ταῖς ψυχαῖς, νοερός τις ὢν καὶ αὐτός· ὥστε πολλῷ πλέον νοεραὶ αἱ Μοῖραι· νοεραὶ δὲ οὖσαι καὶ ταῖς ὅλαις ἐφεστῶσαι περιφοραῖς θεαί τινές εἰσιν·
ὥστε πολλῷ μειζόνως ἡ Ἀνάγκη <ἡ> γεννησαμένη τὰς Μοίρας θεός. οὐδ᾿ ἄρα τὴν Εἱμαρμένην καὶ τὴν Ἀνάγκην κατ᾿ αὐτὴν τὴν Πλάτωνος κρίσιν συνάγειν εἰς ἓν δυνατόν, μὴ παντάπασιν ἀπᾴδοντα γράφειν τῶν ἐκείνου θέλοντας.
ὅτι τοῖς ῥήμασιν ἑπόμενοι, μητέρα μὲν αὐτὴν τῶν Μοιρῶν ὑμνουμένην ἀκούοντες, ἡγεμόνα δὲ τὴν κοσμικῆς ἁπάσης τάξεως, τῆς ἐν ψυχαῖς, τῆς ἐν φύσεσιν, συνέχουσαν δὲ ἀκλινῶς τὰ πάντα καὶ ὁρίζουσαν, ὅπου τεθὲν ἕκαστον συμπληρώσει τὸν κόσμον ἐν τῷ πρέποντι σχήματι, ταύτην
ἐκείνην εἶναι τὴν παρὰ τοῖς θεολόγοις καλουμένην Θέμιν; ἣν τὸ ὑπερβαίνειν ἐγχειροῦν ἀθέμιτον μὲν εἶναι λέγομεν, ὑπερβαίνειν δὲ ὅμως μὴ δύνασθαι. τίνα γὰρ ἄλλην μητέρα Μοιρῶν ἢ ταύτην ἐκείνων ἐκείνων ὑμνούντων ἠκούσαμεν; Οἶδα μὲν οὖν, ὅτι καὶ Μοίρας ἄλλας Ὀρφεύς, εἰ καὶ τοῖς αὐτοῖς
ὀνόμασι χρώμενος, ἀπ᾿ αὐτῶν προελθεῖν φησιν τῶν πρωτίστων θεῶν, ἐπέκεινα καὶ τῆς Κρόνου βασιλείας καὶ τῶν νοερῶν ὅλως διακόσμων· ἀλλὰ κἀκεῖνος ἄλλην Ἀνάγκην παρήγαγεν πρὸ τῶν Μοιρῶν, στυγερῶπα τε Ἀνάγκην 279 λέγων προελθεῖν ἀπ᾿ ἐκείων. τὰς δὲ ἐγκοσμί|[ους Μοί- 280 281 πας Ἡσίοδ]ος ἀπὸ τῆς Θέμιδος ἔχω ..15.. γεννωμένας, ἀφ᾿ ὧν [καὶ τὰς Ὥ]ρας ὑφίστησιν. μήποτε οὖν [ὁ Πλά]των πολλαχοῦ τῷ Ἡσιόδῳ χρώμενος, ὡς ἐκ τοῦ Κρατύλου δῆλον, καὶ τῇ Ἡσιόδου θεογονίᾳ κἀνταῦθα βλέπων εἰς ἐκεῖνον τοὔνομα μόνου ὑπαλλάξας τὴν Θέμιν Ἀνάγκην προσείρηκεν,
μητέρα τῶν Μοιρῶν εἰπών, ἵνα ἐνδείξηται τὴν ἐπικράτειαν αὐτῆς τὴν ἐν τῷ κόσμῳ πάντων οὖσαν κρατητικήν, ἀναπόδραστον τάξιν καὶ ἀκλινῆ φρουρὰν ἐπιστήσασαν πᾶσιν· ἣν οὐδὲν ἐκβῆναι δυνατόν, οὐ τῶν πρώτων δι᾿ ὑπεροχήν, οὐ τῶν ἐσχάτων δι᾿ ἔλλειψιν, μιᾷ τῶν πάντων κατειλημμένων
προνοίᾳ καὶ τεταγμένων τῶν ἀϊδίων καὶ ταττομένων τῶν γενητῶν ἐν τῇ πρεπούσῃ μοίρᾳ καὶ τῆς ὅλης τοῦ κόσμου πολιτείας διὰ ταύτην οὐδέποτε μετακινουμένης οὐδὲ ἐπεισοδιῶδές τι παραδέξασθαι δυναμένης, δι᾿ ἣν ἐν θεσμοῖς ἀλύτοις τὰ πάντα φρουρεῖται. καὶ γὰρ εἴ με δεῖ τοὐμὸν εἰπεῖν,
περὶ πολιτείας τὸν σύμπαντα λόγον ποιηςάμενος τοῦδε τοῦ μύθου τῆς κοσμικῆς πολιτείας τὸ παράδειγμα διὰ ταύτης ἐξέφηνεν τῆς μονάδος· δι᾿ ἣν καὶ ὁ δημιουργὸς πολιτικός ἐστιν τῇ Θέμιδι συνών, ᾧ μὴ θέμις δρᾶν ἄλλο τι πλὴν τὸ κάλλιστον, φησὶν ὁ Τίμαιος [p. 30a]. τὴν μὲν οὖν
Ἀνάγκην θεὸν αἰτίαν τῆς ἐν τῷ παντὶ τάξεως εἶναί φαμεν καὶ ζωῶν τῶν τεταγμένων καὶ διὰ τῶν παίδων κινήσεων ἡγεμόνα παντοίων καὶ περιόδων ὡρισμένων κατὰ μίαν νοερὰν δύναμιν, τὴν | συμπεραίνουσαν ἅπ[ασ]αν τὴν τοῦ 282 θείου γενητοῦ περίοδον.
283 ἔμπροσθεν ὑπεμνήσαμεν· καὶ δῆλον ὡς ἐκείνοις ἕπεται τὸ μὲν ἄγκιστρον τοῦ ἀτράκτου τὸν πόλον εἶναι λέγειν, ὅς ἐστιν ἐπὶ τῆς κυρτῆς περιφερείας τοῦ οὐρανίου τμήματος ὡς τὸ ἄγκιστρον ἐπὶ τῆς τοῦ σφονδύλου· τὴν δὲ ἠλκάτην
αὐτὸν τὸν ἄξονα τὸν ἐληλαμένον διὰ τῶν σφονδύλων· ἐντεῦθεν γὰρ αὐτὸν καὶ οὕτως ἐκάλεσεν, ἄλλο τι τῆς ἠλακάτης παρὰ τοῖς πολλοῖς σημαινούσης, περὶ ἣν εἱλεῖται τὸ ἔριον ἀλλ᾿ εἰ μὴ μέλλοιμεν καὶ αὐτοὶ γράφειν ὀνόματα μόνα, τὸν πόλον λέγοντες καὶ τὸν ἄξονα, ῥητέον τι τρανὲς περὶ
αὐτῶν καὶ θεολογίᾳ προσῆκον. ἐπεὶ καὶ αὐτὸς εἰπὼν ἐξ ἀδάμαντος ἑκάτερον εἶναι καὶ τὴν οὐσίαν αὐτῶν ἀδάμαντα καλέσας ἔοικεν αἰνίξασθαί τι θεῖον· οὐδὲ γὰρ ἄλλην εἰπὼν ὕπαρξιν αὐτὰ κεκτῆσθαι τῶν συμβεβηκότων τι τὸν ἀδάμαντα ἔθετο, ἵνα καὶ ἡμεῖς εἰπόντες τὸ ἄλυτον δηλοῦν καὶ μόνιμον
αὐτὸν διὰ τοῦ συνθήματος τούτου τῶν λοιπῶν ἀντιλαβώμεθα σκεμμάτων, ἀλλὰ τὴν οὐσίαν αὐτὴν τοῦ τε ἀγκίστρου καὶ τῆς ἠλακάτης ἀδάμαντα κέκληκεν, καὶ τὸν σφόνδυλον ἐξ ἀδάμαντος μὲν εἶναι καὶ αὐτόν, ἀλλὰ καὶ ἐξ ἄλλων 284 γενῶν. δεῖ τοίνυν καὶ ἐπὶ τούτων ἰδεῖν, τίς ὁ ἀδάμας, 285 μό|[νη αὐτῶν] ὕπαρξις ὤν, καὶ ἐπ᾿ ἐκείνου, τίνα [τὰ ἄλλα] γένη καὶ πῶς ὁ ἀδάμας οὐκέτι μό[νος], ἀλλὰ μετ᾿ ἐκείνων συμπληροῖ τὴν [ὑπ]όστασιν. μὴ οὖν λέγωμεν ἁπλῶς σημαίνειν τὸ ἀπαθὲς τὸν ἀδάμαντα καὶ ἀδάμαστον, ἀλλ᾿ ἐκφήνωμεν, τίς ὁ πόλος ὢν καὶ τίς ὁ ἄξων ἀπαθεῖς εἰσιν,
ἵνα καὶ γνῶμεν πῶς ἑκάτερος ἀδάμας προσείρηται συμβολικῶς, ὡς τοῖς θείοις μύθοις ἐστὶν ἔθος τὰ ἀπόρρητα κατακρύπτειν· ἐπεὶ καὶ τὸ πόλον καὶ ἄξονα φάναι μαθηματικευομένων ἐστίν, ἀλλ᾿ οὐ θεολογούντων· γελοῖον γὰρ σημείοις ἀψύχοις καὶ γραμμαῖς πιστεῦσαι.
αἰτίας· πᾶν γάρ, ὅπερ ἂν ἔχῃ, παρ᾿ ἄλλων ἔχει, καὶ πρὸ τῶν ἄλλων τὴν σύστασιν αὐτήν. τοῦ μὲν οὖν ὅλως κινεῖσθαι τὸν οὐρανὸν αὐτὴν αἰτίαν εἶναι θετέον τὴν οὐρανίαν ψυχήν· τοῦ δὲ τὸν αὐτὸν ἀεὶ τόπον κατέχειν καὶ ἕνα τὴν σφαῖραν οὐκ ἄλλο τι χρὴ οἴεσθαι αἴτιον εἶναι πλὴν τοῦ κέντρου·
τούτου γὰρ μόνου σαλευθέντος εἰς ἄλλον μεταβήσεται τόπον· ἐπεὶ τῶν γε πόλων κινουμένων καθ᾿ ὑπόθεσιν, οἷον ἐξαιρομένων ἀπὸ τοῦ ὁρίζοντος, δυνατὸν ἔτι μένειν ἐν τῷ | αὐτῷ 287 τόπῳ τὸ [κέντρον] ...14.. μενον ἐν τῷ ..20.. [τμη]- μάτων ἑκάτερον. [ὁ δὲ πόλος δίδωσι τῷ κατ᾿] αὐτὸν τμήματι
τὴν περὶ τὸ κ[έντ]ρον [περιφο]ράν. τεκμήριον δέ· οἱ γὰρ ἑκατέραν [ὁρί]ζοντες κύκλοι μιμοῦνται ἑκάτερον μέχρι τοῦ μεγίστου, τῶν μετ᾿ ἐκεῖνον ἐφ᾿ ἑκάστους τὴν ἐναντίαν ἰσχόντων, παρ᾿ ὅσον ἀφίστανται, τῆς κινήσεως δύναμιν. ἐπειδὴ δὲ τῶν πόλων, ὡς εἴρηται, τοῖς τμήμασιν διαιρουμένων
ὅρος ὁ μέγιστος κύκλος, ἔδει δέ τινα καὶ τῆς κοινῆς πάντων εἶναι τῶν κύκλων περιαγωγῆς ἑνιαίαν αἰτίαν, ταύτην μοι δοκεῖ προςίστασθαι τὴν αἰτίαν ὁ ἄξων, συνάπτων τὰς τῶν κύκλων πάντων κινήσεις καὶ ἐν ταὐτῷ περὶ ἑαυτὸν 288 289 πάντας περιάγων. Εἰ δὴ ταῦτα ἀρθῶς ἡμῖν διώρισται (μεταβατέον γὰρ ἐπὶ τὰ ὄντα λοιπὸν ἀπὸ τῶνδε τῶν λὀνομάτων), νοῖ μέν εἰσι πάντως οἱ τούτοις ὀνομαζόμενοι τοῖς ὀνόμασιν· νοῦ γὰρ ἴδιον, ὡς ἐν Νόμοις [Χ p. 898a] ἐδιδάχθημεν, ὡς
ψυχῆς τὸ κινεῖν ἔργον, τὸ κατὰ ταῦτὰ καὶ περὶ τὰ αὐτὰ καὶ ἐν τῷ αὐτῷ καὶ ὡσαύτως περιάγειν. καὶ ὁ μὲν κεναὐτός νοῦς ἐν τῷ αὐτῷ στηρίσας ἔχει τὸ τᾶν, δι᾿ ὃν ὁ αὐτός ἐστιν τοῦ κόσμου τόπος· οἱ δὲ πόλοι νόες τινὲς περὶ τὰ αὐτὰ παρέχοντες τοῖς τῆς περιφορᾶς τμήμασιν τὴν κίνησιν
καθ᾿ ἕνα λόγον καὶ μίαν τάξιν, οὕς οἱ ὁμόστοιχοι μιμούμενοι, καθ᾿ ὅσον εἰσὶν ἑκατέρῳ γιτνιάζοντες, δυσκινητότεροι τῶν πορρώτερόν εἰσιν· ὁ δὲ ἄξων νοῦς εἷς συνοχεὺς τῶν κύκλων πάντων ἑνώσας τὰς πάντων περιόδους. τὸ μὲν
γὰρ ἀκίνητον αὐτῶν πάντων εἰς τὴν νοερὰν ἡμᾶς οὐσίαν | 290 ἀναπέρμπει, διὰ ψυχὴν οὐκ ἀκινηςίας, [ἀλλὰ] κινήσεως τοὐναντίον ὑπαρχούσης [τῷ] κόσμῳ. δηλοῖ δὲ καὶ αὐτός, καὶ ἀφελὼν ἐν Φαίδρῳ ψυχὴν τοῦ κόσμου καὶ στήσας αὐτόν, καὶ ἱσταμένῳ καθֹ᾿ ὑπόθεσιν ἐν Νόμοις [Χ p. 895a sqq.] ἐπεισαγαγὼν ψυχὴν καὶ κινήσας ὃν ἔστησν. εἰ δὲ δεῖ τῶν ἀεὶ
ἑστώτων, περὶ ἃ καὶ τὰ κινούμενα κινεῖται, τῶν ἀσωμάτων αἰτιᾶσθαί τι, δηλονότι νοῦν αἰτιατέον, ὃς καὶ τὴν ψυχὴν ἐποίησεν μὴ κινεῖσθαι μόνον, ἀλλ᾿ ὡσαύτως κινεῖσθαι. νόες ἄρα τινὲς ἠμῖν ἀνεφάνησαν οὗτοι λέγω δὲ <ὁ> ἄξων καὶ ὁ πόλος· καὶ ὅτῳ διαφέροντες ἀλλήλων τε καὶ τοῦ κεντρικοῦ νοῦ,
προείπομεν. Τούτους τοίνυν ὁ μῦθος ὅδε μυστικῶς ἡμῖν αἰνισςόμενος ἀδάμαντας αὐτοὺς προσείρηκεν διὰ τὸ ἀεὶ ὡσαύτως ἐνεργεῖν· καὶ γὰρ τὸ ἄλυτον κυριώτατα τῆς νοερᾶς 291 ἦν ἴδιον οὐσίας. δηλοῖ δὲ ὁ ἐν Τιμαίῳ δημιουργὸς μηδὲ τὰς θείας ψυχὰς πάμπαν ἀλύτους εἶναι συγχωρῶν· καὶ πῶς γὰρ ἔμελλον ἕξειν τοῦτο, μεταξὺ τῆς ἀμερίστου γεγονυῖαι καὶ τῆς μεριστῆς οὐσίας; ὅπου γὰρ τὸ μεριστόν, ἀνάγκη λύσιν ἐπινοεῖσθαι κατὰ τὸν μερισμόν· αὐτοῖς ἄρα τοῖς νοῖς,
οἷς τὸ ἀμέριστον, προσήκει μόνοις τὸ ἄλυτον. εἰ οὖν τὸν ἀδάμαντα σύνθημα τῆς ἀλύτου οἰητέον οὐσίας (οὐ γάρ ἐστιν οὐδὲ πυρὶ λυτός), ταὐτὸν ἂν εἴη νοῦν τε θεολογοῦντας λέγειν καὶ ἀδάμαντα μυθολογοῦντας. ἀλλ᾿ ὁ μὲν πόλος καὶ ὁ ἄξων, νοῦς ἑκάτερος ὢν μόνον, διὰ τὴν μόνιμον καὶ
ἀμέριστον ζωὴν | οὕτως ἀδάμας ἐστίν· ἐν δὲ τῷ [οὐρανῷ] 292 πάντως μέν ἐστιν καὶ νοῦς (κύκλ[ῳ γὰρ κι]νεῖται, φησὶν ὁ Πλωτῖνος [ΙΙ 2, 1], ὅτι νοῦν μιμεῖ[ται]), πρὸς δὲ τῷ νῷ καὶ ψυιχὴ καὶ σῶμα· διὸ [καὶ] εἰδότως αὐτὸν ἔκ τε ἀδάμαντος εἶναί φησιν καὶ ἐξ ἄλλων γενῶν, τῶν τε ψυχικῶν λίγων
καὶ τῶν σωματικῶν. καὶ συμβαίνει πάντα τοῖς τε πράγμασι καὶ ἀλλήλοις, τὰ ἀμερῆ τοῖς ἐμερέσιν, τὰ ἀκίντηα τοῖς ἀκινήτοις, τὰ κινούμενα τοῖς κινουμένοις, τὰ μεμιγμένα τοῖς συμμίκτοις αἰτίοις.
τούτων ἀπρορρητότερα νοεῖν, ἐπειδὴ κατὰ τὸν Τίμαιον [p. 37c] ἄγαλμα τῶν ἀϊδίων ἐστὶν θεῶν ὅδε ὁ κόσμος, τελεστὴν μὲν εἶναι τοῦ ἀγάλματος τούτου τὸν δημιουργόν, ὅς ἔπνευσεν εἰς αὐτὸν ζωὴν ἀμήχανον ὅσην καὶ ἐποίησεν ἄγαλμα ἔννουν χρηματίζον διὰ τῆς αὐτοῦ κινήσεως τοῖς ὁρᾶν δυναμένοις
καὶ διὰ τῶν ἐν οὐρανῷ σημείων τὰ ἐσόμενα λέγον· τῷ δὲ τῆς ψυχῆς χαρακτῆρι καὶ ταῖς περιφοραῖς, αἷς ὀνόματα αὐτὸς ἔθηκεν, περιέλαβεν αὐτὸ καὶ συνέδησεν· φυλακτήρια δὲ αὐτῷ περιῆψεν καὶ ἐν μέσοις ἥδρασεν τοῖς κόλποις τοὺς 293 εἰρημένους νόας, οἷον αὐτῶν, εἰ βούλει, τῶν ἰΰγγων συνθήματα τῶν ἀτόμων καὶ ἑνοειδῶν· εἰ δὲ μὴ ἐκείνων ὡς ξενικωτέρων, ἀλλὰ τῶν γε προσεχῶν αὐτοῦ θείων αἰτίων. τοῦ μὲν Κρόνου τὸν πόλον εἶναί φασι σύμβολον· διὸ καὶ
ἄγκιστρον οἰκείως εἴρηται, τὸν ἀγκυλομήτην ἐκεῖνον ὡς ἀληπρόοδον 294 ἀποτυπούμενος μένουσαν ἀκλι|[νῶς, καὶ]αὐτοῦ τοῦ δημιουργοῦ λοιπὸν [εἰκὼν ὀ σ]φόνδυλος, σχῆμα ἔχων τοῦ εἰδοπο[οῦντος τ]ὴν κίνησιν περὶ ἑαυτὸν καὶ τὸν ἄξονα,
τοῦ πρὸς ἑαυτὸν ἐπεστραμμένου καὶ πρὸς τὰς αἰτίας ἀφ’ ὧν προῆλθεν. καὶ μέχρι τούτων ἡμῖν ὁ περὶ τούτων λόγος ἐχέτω τέλος.
δὲ διὰ μέσου τοῦ ὀγδόου διαμπερὲς ἐληλάσθαι [p. 616 d e].
τῇδε σφονδύλοις, διότι καὶ οὗτοι τὸ μὲν ἔχουσι δυρτὸν ἔξωθεν τὸ πρὸς τῷ ἀγκίστῳ, τὸ δὲ ἔνδοθεν ἐπίπεδον· τμήματα γάρ εἰσι καὶ οὗτοι σφαιρικά. πλὴν ὅτι τὸν σφόνδυλον ἐκεῖνον οὐκ εἶναι ναστόν, ἀλλὰ σύνθετον ἐκ πολλῶν ἀλλήλοις ἐγκειμένων, καὶ τῶν μὲν μειζόνων ἐγκλπισαμένων
τοὺς ἐλάσσονας καὶ περιεχόντων ταῖς κοίλαις εὐτῶν ἐπιφανείαις, τῶν δὲ ἐλασςόνων ἐνηροσμένων ἐκείνοις κατὰ τὰς κυρτάς. ἐκγεγλύφθαι γὰρ τοὺς μείζονας διαμπερές φη- 295 σιν, χώραν παρέχοντας τοῖς ἐλάσσοσιν· διαμπερὲς δέ, ὡς δι’ ὅλων ἑαυτῶν τοῦτο πεπονθότας, ἵνα καθ’ ἕκαστον αὐτῶν οἱ διορίζοντες κύκλοι τὰ βάθη τῶν σφονδύλων, ἅ δὴ χείλη προσείρηκεν, αὑτοῖς ὁμόκεντροι ὦσιν· μὴ γὰρ ὄντων ὁμονκέντρων οὐκ ἔχει χώραν τὸ διαμπερές, ἀνομοίων ὄντων
καὶ ἀνίσων τῶν βαθῶν ἤ χειλῶν. οὕτω δὲ καὶ ἐν Τιμαίῳ | πάντας ὁμοκέντρους ἐποίησεν τοὺς τῆς ψυχῆς κύκλους· 296 ἀφ’ ὧν λάβοιμεν ἂν ἀμφοτέρων, τῶν τε ἐνταῦθα κἀκεῖ λεγομένων, ὡς ἄρα οὔτε τοὺς ἐκκέντρους προςίεσθαι Πλατωνικόν τωνικόν ἐστιν οὔτε τὰς ἀνελιττούσας· καὶ γὰρ τὸ πλῆθος
ὀρίζων τῶν τε κύκλων καὶ τῶν σφονδύλων καὶ ἕνα πασῶν ἄξονα ποιῶν ὡς [δὲ] διαμπερὲς ἐκγεγλυμμένων δῆλός ἐστιν ἐκείνων ἀπογιγνώσκων τῶν ὑποθέσεων. Πλὴν θαυμάζειν ἄξιον, πῶν ἐν Τιμαίῳ μὲν περὶ ψυχῆς λέγων κύκλους ἐποίει μόνον ἀβαθεῖς, ἐνταῦθα δὲ περὶ σώματος σφονδύλους
τίθεται βάθος ἔχοντας· ἔδει γὰρ συμβολικοῖς ὀνόμασιν χρώμενον ὅπου μὲν χρῆσθαι τοῖς ἀσωματωτέροις, ὅπου δὲ τοῖς σωματικοῖς. καὶ οὕτως ἄμεινον τὴν μεςότητα νοεῖν τῶν ψυχῶν τῆς ἀμεροῦς οὐσίας καὶ μεριστῆς, ἐν κύκλῳ αὐτὰς ποιοῦντας καὶ διὰ τούτων ἐνδεικνιμένους τὸ μέσον τῶν
ἀμεγέθων καὶ τῶν πάντῃ διεστώτων μεγεθῶν, ἢ κρίκους τινὰς διαμηχανωμένους στερεοὺς τοὺς ψυχικούς, παντὸς κρίκου τῶν σφαιρικῶν ὄγκων συνθετωτέραν ἰδέαν εἰληχότος καὶ διὰ τοῦτο τῆς ψυχικῆς οὐσίας ἀπᾴδοντος, ἥτις ἦν ἁπλουστέρα τῶν σωμάτων ψ<καὶ τῶν> σφαιρικῶν ὄγκων.
κινοῦνται, πάντας ὁμοκέντρους ἀνάγκη φάναι· | καὶ τοῦτο f. 145 v. 297 δηλοῖ τὸ τὴν ἠλακάτην ἐληλάσθαι διαμπερές, ὅτι δι’ ὅλων εὐτῶν εἷς ἐστιν ἄξων περοιτηκώς, περὶ ὃν ἡ κίνησις, περιαγομένων τε τῶν ἔνδον ὑπὸ τῶν ἐκτὸς καὶ τὴν ἰδίαν κίνησιν περὶ τὸν ἀυτὸν ἄξονα ποιουμένων. Εἰ δὲ κύκλους ἄνωθεν
τὰ χείλη φαίνουσιν οἱ ὀκτὼ σφόνδυλοι, καὶ διττοὺς ἕκαστος τοὺς ἑκάστου τὸ βάθος ὀρίζοντας καὶ διὰ τοῦτο διττὰ χείλη δεικνύντας, δῆλον δήπουθεν ὅτι οἱ ὁρῶντς αὐτοὺς πάντων ἦσαν κατωτέρω καὶ οὕτως ἄνωθεν ἐκείων ἑώρων τὰ χείλη κύκλους. ὥστε ὑπὸ τὴν σελήνην ἦσαν κἀκεῖθεν ταῖς ὄψεσιν
ἐποιοῦντο· εἴτε γὰρ κατωτέρω τοῦ αἰθέρος, οὐκ ἄν μόνας ἀποτομὰς ἑώρων ὀκτώ, ἀλλὰ πλειους (καὶ γὰρ τῶν κατωτέρω τοῦ οὐρανοῦ σφιαρῶν)· εἴτε ὑπὲρ σελήνην, ἐλάσσους ἄν ἑώρων [ΛΖ] τῶν ὀκτὼ ἀποτομῶμ. ὥστε ἀνάγκη ἐπ’
ἄκρας αὐτοὺς ὄντας ὁρᾶν τῆς αἰθερίας ἁψῖδος μόνας τὰς παςῶν τῶν τοῦ οὐρανοῦ σφαιρῶν ἀποτομάς. Καὶ μὴν καὶ τὸ ἕκαστον σφόνδυλον ἐκγεγλυμμένον εἶναι δηλοῖ τὸ μὴ ναστὸν ἕκαστον ὑπάρχειν, ὥσπερ τῶν ἄστρων ἕδαστον καὶ αὐτὸν τὸν ἥλιον, ἀλλ’ οἷναι ἁψῖδα σφαίρας ὑπάρχειν. καίτοι
γε τοῦτο ἀτελέστερον εἶναι δοκεῖ· πῶς οὖν, ὃ ταῖς ὅλαις σφαίραις οὐχ ὑπάρχει, τοῦτο τοῖς ἄστροις ὑπρῆρξε παρὰ τοῦ πατρός; μήποτε οὖν δεῖ λέτγειν, ὅτι τοῦ κόσμου παντὸς καὶ σφαιροειδοῦς ὄντος <ὡς>μηδενὶ ἐλλείπειν καὶ πάντα περιέχοντος
ὡς ἑαυτοῦ πληρώματα, τοῖς ἐν αὐτῷ μεμερισμένως 298 ὑπάρχειν ταῦτα· τοῖς |μὲν τὸ μηδενὶ ἐλλείπειν εἰς τὸ σφαίρας εἶναι καθάπερ τοῖς ἄστροις, τοῖς δὲ τὸ περιέχειν τὰ ἄλλα καθάπερ ταῖς ὅλαις σφαίραις. καὶ γάρ ἐστιν τῆς κατὰ τὸ σχῆμα τελειότητος ἡ κατὰ τὴν περιοχὴν τῶν ἐντὸς θεοπρεπεστέρα· δύναμιν γὰρ ἐμφαίνει κρατητικὴν τῶν λοι- 299 πῶν πάντων· διὸ ταύτην μὲν τὴν τελειότητα ταῖς ὅλαις σφαίραις ἀποδέδωκεν ὁ γεννήσας αὐτὰς πατήρ, ἐκείνην δὲ τοῖς ἐν αὐταῖς περιεχομένοις ἄστροις καὶ ὑπ’ αὐτῶν κινουμένοις.
τοῖς εἰς ἀλλήλους ἐντεθεῖσιν τοῖς ἐλάττοσιν εἰς τοὺς μείζονας· τοιαύτη γάρ ἐστιν καὶ ἡ τῶν σφονδύλων ἔνθεσις καὶ τὸ νῶτον αὐτὴν ἓν συνεχὲς ποιεῖν. μηδενὸς γὰρ ὄντος κενοῦ μεταξὺ τῶν ἀνηρμοσμένων σφονδύλων ἀλλήλοις ἕν που γίνεται συνεχὲς νῶτον ἀπὸ τῆς κυρτῆς τῆς ἐνδοτάτω
πάντων ἐπιφανείας ἕως τοῦ ἐξωτάτω κειμένου πάντων· τοῦτο γὰρ ὅλον τὸ βάθος νῶτον ἐκάλεσεν καὶ οὐχὶ τὴν ἐκτὸς μόνην ἐπιφάνειαν τοῦ μεγίστου τῶν σφονδύλων· οὐδὲ γὰρ ἡ συνέχεια τῆς ἐναρμόσεως διὰ τὸ μὴ παρεμπίπτειν
κενὸν συνεχὲς ποιεῖ τὸ ἐκ πάντων νώτων ἐννοούμενον νῶντον τὸ πλῆθός εἰσιν οἱ σφόνδυλοι, λέγω δὲ ὀκτὼ τὸν ἀριθμόν, ἵνα μὴ μόνον τοῦ σχήματος αὐτῶν τὴν αἰτίαν γιγνώσκωμεν,
ἀλλὰ καὶ | τοῦ πλ[ήθους], διαιρετέον [[εἶναι]] πρῶτον αὐτοὺς 300 ἀπ’ ἀλλήλων, ᾗ καὶ διῄρηνται, καὶ ῥητέρον, ὡς ἑνὸς καὶ [ἑπτὰ] τούτων ὄντων ἀναφέρεται μὲν καὶ ἐπὶ τὴν ψυχὴν ἡ τοῦ πλήθους αἰτία. καὶ γὰρ μία ἦν ἐκείνη καὶ ἑβδομαδική· μία μὲν κατὰ τὸ φύραμα τῆς οὐσίας καὶ τῆς ταυτότητος
καὶ τῆς ἑτερότητος, ἐξ ὧν ἐφυράθη καὶ ἓν ὅλον ὑπέστη παρὰ τοῦ πατρός, ἑβδομαδικὴ δὲ κατὰ τὰς ἑπτὰ μοίρας, εἰς ἃς αυτὴν διεῖλεν. τῆς μὲν οὖν ὁλότητος αὐτῆς εἰκὼν ὁ εἶς σφόνδυλος, περιέχων τε πάντας καὶ περιάγων· τῶν δὲ ἐκεῖ μοιρῶν ἐπτὰ οὐσῶν οἱ ἑπτὰ σφόνδυλοι φέρουσιν
301 εἰκόνας. ὥστε πάσης οὕτως ὁμοῦ τῆς ψυχῆς οἷον ἄγαλμά ἐστιν ἐμφανὲς ὁ σύμπας σφόνδυλος· καὶ ἔστιν ὁ τοιόσδε τῆς ἀποοδόσεως τρόπος Πλατωνικός, τοῖς ἐν Τιμαίῳ λόγοις ἑπόμενος καὶ ταῖς τῶν κύκλων ἐκείνων καὶ τῶν μοιρῶν
διαιρέσεσιν. οὐ μὴν ἀλλ´ ἔμοιγε καὶ οἱ θεολογικώτεροι τῶν λόγων προσᾴδουσιν, λέγοντες τὸν δημιουργὸν καὶ πατέρα τοῦ οὐρανοῦ, μοναδικόν τε ὄντα καὶ ἑβδομαδικόν (μοναδικὸν μέν, ὡς πάσης ἑνιαίως ἡγεμόνα τῆς δημιουργικῆς σειρᾶς, ἑβδομαδικὸν δέ, ὡς τὴν νοερὰν ὅλην συμπληροῦντα καὶ
χαίροντα μετὰ τῶν ἄλλων τῷδε τῷ ἀριθμῷ προσήκοντι ταῖς νοεραῖς προόδοις) ἀμφοτέρων εἰκόνας ἐνθεῖναι τῷ οὐρανῷ, τῆς τε μονάδος καὶ τὴς ἑβδομάδος, τῆς μὲν τὸν ἕνα κύκλον, τῆς δὲ τοὺς ἑπτά, τὸν μὲν μιμούμενον τὸ ἐνιαῖον αὐτοῦ
κράτος, τὸν δὲ τὴν ἑπταπλασιαζομένην ὑφ´ ἑαυτῆς πρόοδον. 302 ταῦτα δὲ | ὅπως [ἔχει τῆς ἀ]ληθείας ἴσασιν οἱ τῆς θεοπαραδότου μετασχόντες μυσταγωγίας· οὓς ἀρκεῖ καὶ ταῦτα ἀναμνῆσαι τῶν νοερωτέρων ἐπιβολῶν περὶ τῆς εἰς τὰς ὀκτὼ σφαίρας τοῦ παντὸς οὐρανοῦ διαιρέσως.
πλατύτατον τόν τοῦ χείλους κύκλον ἔχειν· ἕως τοῦ· ὄγδοον δὲ τὸν τοῦ δευτέρου [p. 616e].
πλατύτατον εἶναί τινα τοῦ χείλους κύκλον καὶ ἕτερον ἧττον πλατὺν καὶ ἄλλον τούτων ἔτι ἧττον οὐδὲν ἄλλο παρίστησιν ἤ πῶς ἔχουσιν βάθους οἱ σφόνδυλοι· πλάτος γὰρ αὐτῶν καλεῖ τὸ βάθος ὡς ἕν ἐπίπεδον νοῶν διὰ τὰς ἀπτομὰς ὀριζόμενον δυσὶ κύκλοις, τῷ τε ἐκτὸς ἑκάστου σφονδύλου
καὶ τῷ ἐντός, καὶ ὅλον τὸ μέσον ἀμφοῖν κύκλον τοῦ πλά- 303 τους ὀνομάζων. διττὴ δ´ ἐστὶν ἡ γραφὴ τῆς ταῦτα τὰ βάθη διοριζούσης λέξεως. καὶ ἡ μὲν προτέρα καὶ ἀρχαιοτέρα τοῖς μεγέθεσιν ἀκολουθεῖ τῶν καθ´ ἑκάστην σφαῖραν ἀστέρων, τῆς μὲν μείζονα περιεχούσης μεῖζον τὸ βάθος λέγουσα, τῆς δὲ ἐλάσσονα ἔλασσον. οἷον μετὰ τὸν ἐξωτάτω σφόνδυλον,
ὅς ἐστιν ὁ τῆς ἀπλανοῦς, περιέχων τοσοῦτον πλῆθος ἄστρων κατεσπαρμένον κατὰ πᾶν αὐτοῦ τὰ βάθος, ὧν ἕκαστον ἀποδείκνυσιν ὁ λόγος μείζονα τῆς γῆς, ὡς οὐ φαινόμενον ἀπὸ τῆς γῆς οἷον σημεῖον, ἀλλ´ ἐν ταῖς ἀνατολαῖς καὶ δύσεσιν
κατὰ μέρη δύεσθαι καὶ ἀνατέλλειν | ὁρώμενον, τῆς γῆς 304 πρὸς ἐκεῖνον τὸν κύκλον σημείου καὶ κέντρου λόγον ἐχούσης, ὡς δηλοῖ [τὸ] πανταχόθεν τὸ ἥμισυ τοῦ ζωδιακοῦ θεωρεῖσθαι ὑπὲρ γῆς ὄν — μετὰ τοῦτον δ´ οὖν τὸν ἀπλανῆ κύκλον πλατύτατον ὄντα διά τε τὰ μεγέθη καὶ τὰ πλήθη τῶν ἄστρων οὐδὲ ἐπὶ μιᾶς ἐπιφανείας ὄντων, ὠς ἔστιν δῆλον
καὶ τοῦτο καὶ ἐκ τῶν διπλῶν φαινομένων ἀστέρων, τὸν τοῦ ἡλιακοῦ σφονδύλου τῶν λοιπῶν ἕβδομον ὄντα τῷ πλάτει διαφέρειν, ἐπειδὴ καὶ ὁ ἥλιος τῶν πλανωμένων φαίνεται μείζων· ἔπειτα <τὸν> τοῦ σεληνιακοῦ (καὶ γὰρ αὔτη πρὸς αἴσθησιν τῶν πέντε μείζων· καίτοι τόν γε τῆς Ἀφροδίτης
τινὲς μείζονά φασιν εἶναι τῆς γῆς, ὡς ἱστόρησεν ὁ Κάρπος), καὶ ἐπὶ τούτῳ τὸν τῆς Ἀφροδίτης (μείζων γὰρ καὶ αὕτη τῶν λοιπῶν φαίνεται), καὶ ἐπὶ τούτῳ τὸν τοῦ Ἀρεϊκοῦ (καὶ γὰρ τὸν Ἄρεά φασιν ἐν τοῖς περιγείοις ὄντα μείζονα τοῦ Διὸς ὁρᾶσθαι), καὶ ἐπὶ τούτῳ τὸν τοῦ Διΐου σφονδύλου
καὶ ἑξῆς τὸν τοῦ Κρονίου, καὶ τελευταῖον εἶναι τὸν τοῦ Ἑρμαϊκοῦ· καὶ ἁπλῶς κατὰ τὰ μεγέθη τῶν ἀστέρων καὶ τὸν σφόνδυλον ἔχειν τὸ πλάτος. Ἡ δὲ δευτέρα καὶ νεωτέρα, κρατοῦσα δὲ ἐν τοῖς κεκωλισμένοις ἀντιγράφοις, μετὰ 305 τὸν ἐξωτάτω σφόνδυλου (κοινὸν γὰρ ἀμφοτέραις τοῦτο διὰ τὴν προειρημένην αἰτίαν, τὴν ὑπεροχὴν τούτου πάντως ἔχοντος πρὸς πάντας τοὺς ἐντός) εἶναι δεύτερον κατὰ τὸ πλάτος τὸν τοῦ ἕκτου· τοῦτον δὲ εἶναι τὸν τῆς Ἀφροδίτης·
καὶ τρίτον τὸν τοῦ τετάρτου, τοῦτον δὲ εἶναι τὸν τοῦ 306 Ἄρεως· καὶ τέταρτον τὸν | τοῦ ὀγδόου, τὸν δὲ τῆς σελήνης εἶναι τοῦτον· καὶ πέμπτον τὸν τοῦ ἑβδόμου, τοῦτον δὲ αὖ εἶναι τὸν ἡλιακόν· καὶ ἕκτον τὸν τοῦ πέμπτου, τοῦτον δὲ εἶναι τὸν τοῦ Ἑρμοῦ· καὶ ἕβδομον τὸν τοὺ τρίτου, τοῦτον
δὲ εἶναι τὸν τοῦ Διός· καὶ ὄγδοον τὸν τοῦ δευτέρου, δηλαδὴ τὸν τοῦ Κρόνου, λοιπὸς γὰρ οὗτος. καὶ ἵσως οἱ οὕτως λέγοντες ἔβλεψαν εἰς τὰ ἀπόγεια καὶ περίγεια κινήματα τῶν ἀστέρων, καὶ ἐφ´ ὧν πλείονα τὴν διαφορὰυ εὗρον, ἐπὶ τούτων τὸ βάθος ἔθεντο πλεῖον τῶν σφαιρῶν· τὸ γὰρ
μᾶλλον ἀπόγειον ἐλάσσονα κινεῖται, ὥστε τὸ ἔχον πλείω διαφορὰν τῶν ἀπογείων κινημάτων πρὸς τὰ περίγεια μᾶλλον γίνεται ἀπόγειον· τούτῳ δὲ ἕπεται τὸ βάθος εἶναι πλέον τῆς σφαίρας, ἐν ᾗ τὸ ἑκάστου τῶν ἀστέρων ἐστὶν ἀπόγειον καὶ περίγειον· ὥστ´ ἔχομεν ἀμφοτέρων τῶν ἐπιβολῶν τὰς
ἀφορμάς. — Εἴτε δὲ τὴν προτέραν εἴτε τὴν δευτέραν ἐγκρίνοι τις γραφήν, οὐ πάνυ συνᾴδουσιν ταῖς τῶν μετὰ ταῦτα τηρήσεσιν· μᾶλλον δὲ ὅμως ἡ μὲν δευτέρα συμβαίνει πῃ τοῖς τὰς ἀνελιττούσας εἰσαγαγοῦσιν, ἡ δὲ προτέρα τὰ αὐτοφυὲς ἔχει, τοῖς μεγέθεσιν ἀποδιδοῦσα τῶν ἐνδεδεμένων ἐν
ταῖς σφαίραις ἀστέρων τὰς ἐν τοῖς βάθεσι διαφοράς, πλὴν ὅτι τῆς σελήνης ἡ Ἀφροδίτη μείζων, εἰ καὶ τὸ φαινόμενον ἀπ´ ἐναντίας ἔχει· παντελῶς τῶν κατ´ ἐκεῖνον τὸν χρόνον ἀστρονόμων τοῖς φαινομένοις ἀκολουθηςάντων ὡς τὸ εἰκὸς καὶ ταύτῃ καὶ τὰ βάθη διαστηςάντων ἀπ´ ἀλλήλων. ἔοικεν 307 δ᾿ οὖν ὁ Πλάτων ἀκολουθῆσαι τοῖς καθ᾿ ἑαυτὸν | ἀστρονόμοις· 308 ῷ καὶ δῆλον ὅτι οὐ πάντα ὁ τοῦ μύθου διήγγειλεν ὡς ἰδὼν αὐτὸς τούτου πατήρ, ἀλλὰ καὶ αὐτὸς προσέθηκεν, ὅσα τοῖς κατ᾿ αὐτὸν εὐδοκιμωτάτοις ἤρεσεν· ὥσπερ δὴ καὶ τὸ τὸν ἥλιον ἕβδομον ἀπὸ τῆς ἀπλανοῦς εἶναι καὶ προσεχῶς
ὑπὲρ σελήνην· οὐ γὰρ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν Τιμαίῳ [p. 39b] τοῦτο φαίνεται λέγων. καίτοι γε οἶδα καὶ αὐτὸς ὅτι καὶ τοῖς μέσον τῶν ἑπτὰ τὸν ἥλιον εἰποῦσιν ἀστρονόμοις οὐ πάνυ δι᾿ ἀναγκαίων τοῦτο δέδεικται λημμάτων· ὅπως δὲ ὅλως ἐπεχείρησαν, εἴπομεν ἐν τοῖς εἰς Τίμαιον [p. 257 f sqq.]
ἱκανῶς· ἀλλὰ τῶν παρὰ Χαλδαίοις θεουργῶν ἀκούσας, ὡς ἄρα ὁ θεὸς ἐμεσεμβόλησεν τὸν ἥλιον ἐν τοῖς ἑπτὰ καὶ ἀνεκρέμασεν ἀπ᾿ αὐτοῦ τὰς ἓξ ἄλλας ζώνας, καὶ τῶν θεῶν αὐτῶν, ὅτι τὸ ἡλιακὸν πῦρ κραδίης τόπῳ ἐστήριξεν, καὶ δεδοικὼς μή πῃ κατὰ τὸν Ἴβυκον
παρὰ θεοῖς ἀμπλακὼν τιμὰν πρὸς ἀνθρώπων ἀμείψωμαι, τοῦτο δὴ τὸ καὶ ὑπὸ τοῦ Σωκράτους [Phaedr. 242d] ῥηθέν, ἕπομαι μὲν τοῖς ἐκ τῶν θεῶν πεφασμένοις, λέγω δὲ ὅτι τῇ καθ᾿ ἑαυτὸν ἀστρονομίᾳ περὶ τούτων ὁ Πλάτων συμφέρεται· καὶ γὰρ Ἀριστοτέλης τοῦτον οἴεται τὸν τρόπον,
ἑπόμενος τοῖς περὶ Κάλλιππον ἀστρονόμοις. Εἰ δὲ δὴ κρατοίη τὸν μὲν ἥλιον ἐν τῷ μέσῳ τάττειν τῶν ἑπτά, καθπερ οἱ θεουργικοὶ λόγοι καὶ θεοί φασιν, τὸν δὲ Ἑρμῆν ὑπὲρ σελήνην, σκόπει τὴν τάξιν, ὅπως ἐστὶ προσήκουσα τοῖς τῆς γενέσεως ὅλης προστάταις. ὁ μὲν γὰρ ὡς καὶ τῶν ὁρατῶν
πάντων βασιλεὺς καὶ τὰς δημιουργικὰς δυνάμεις διὰ τῶν τοῦ φωτὸς ἀκτί|νων ἀπομιμούμενος ὑπὸ πάντων δορυφορεῖται 309 τῶν κοσμοκρατόρων, γενν[ῶν τε καὶ] ζωῆς πληρῶν 310 311 <καὶ> ἀνανεάζων τὰς γενέσεις· ἀνωτέρω δὲ αὖ τρεῖς ἀρρενωποὶ Δραστηρίους ποιήσεις ἐπιδεικνύμενοι κατὰ πάντα τὸν τῆς γενέσεγως κύκλον, ὁ μὲν συγκρίνων ὁ μέγιστος Κρόνος, ὁ δὲ διακρίνων ὁ μέγιστος Ἄρης, ὁ δὲ συγκεραννὺς τὰς
ἀμφοτέρων δυνάμεις καὶ κινήσεις· διὸ καὶ σύμμετρος ἡ τοῦ Διὸς ποίησις τοῖς θνητοῖς, αἱ δὲ τῶν ἄκρων ὑπερβολαὶ δι´ αὐτὴν τὴν μονοειδῆ ποίησιν ἀσύμμετροι τοῖς συνθέτοις εἰσίν, ἁπάσης μὲν τῆς γενέσεως διὰ συγκρίσεών τινων καὶ διακρίσεων ἐπιτελουμένης, τῶν δὲ συνθέτων ἀμφοτέρων τούτων
μεμετρημένως δεομένων. κατωτέρω δὲ ἄλλοι τρεῖς, ὧν οἱ ἄκροι θήλεις, μέσος δὲ ὁ Ἑρμῆς κοινὸς ὤν αὐτῶν, διότι δὴ τὸ γόνιμον μιμοῦνται τῶν αἰτίων τοῦ κόσμου καὶ παντοίων αὐξητικὸν [ἢ] προόδων. ἀλλ´ ἡ μὲν ἑνίζουσα διὰ τῆς ἐναρμονίου τῶν ἐναντίων κράσεως· ἡ δὲ πληθύουσα διὰ τὰς
παντοίας κινήσεις καὶ τὴν ποικιλίαν τῶν σχηματισμῶν καὶ τῶν ἀναβατικῶν δρόμων· ὁ δὲ δὴ μέσος ἀμφοῖν συνάγων τὰς ἀμφοτέρων δυνάμεις, ὅσαι τε τὴν φύσιν πρυτανεύουσιν, ὡς αἱ τῆς σελήνης, καὶ ὅσαι περὶ τὸ ὄντως καλὸν ἀνεγείρουσιν, ὡς αἱ τῆς Ἀφροδίτης. ἡ μὲν γὰρ εἰδοποιεῖ τὰ ἔργα
τῆς φύσεως, ἡ δὲ πληροῖ κάλλους καὶ ἀνακινεῖ πρὸς τὸ γεννᾶν· Μοῖρα γάρ, φησὶν ὁ Σωκράτης [symp. p. 206 d], καὶ Εἰλείθυια ἡ καλλονή ἐστιν ἐν τῇ γενέσει. διὰ δὲ τῶν Ἑρμαϊκῶν λόγων κοινοῦνται μὲν αἱ τῆς φύσεως 312 ποιήσεις, κρατεῖ δὲ τὰ καλλοποιὰ δῶρα τῆς Ἀφρο|δίτης
τῶν ὑλικῶν· διὸ καὶ ὄρρην οὗτος, ἐπιρρωννὺς τὰς ἑκατέρας δόσεις καὶ δυναμῶν.
οἵων ἡ ἐν τοῦ κέντρου τοῦ ἐκκέντρου Ξ, τοιούτων ἡ ἐκ κέντρου τοῦ ἐπικύκλου· ἐπὶ μὲν Κρόνου ς καὶ Λ· ἐπὶ δὲ Διὸς ΙΑ καὶ Λ· ἐπὶ δὲ Ἄρεως ΛΘ καὶ Λ· ἐπὶ δὲ ἡλίου Β καὶ Λ· ἐπὶ δέ γε Ἀφροδίτης ΜΓ καὶ Ι· ἐπὶ δὲ Ἑρμοῦ ΚΒ καὶ Λ· ἐπὶ δὲ σελήνης ς καὶ Κ. ἀλλὰ τῶν ἐκκέντρων
διαφόρων ὄντων (ἄλλος γὰρ καθ´ ἕκαστον) καὶ δηλονότι μειζόνων τῶν ὑψηλοτέρων καὶ αἱ ἐκ κέντρου καθ´ ἕκαστόν εἰσιν ἄδηλοι τῶν τε ἐκκέντρων καὶ τῶν ἐπικύκλων· ὅπου καὶ τούτων δοθέντων οὔπω δῆλον ἑκάστης σφαίρας ἐστὶ τὸ βάθος ὅσον, διὰ τὸ μὴ πάντως ἀκολουθεῖν τοῖς μεγέθεσιν
τῶν ἐπικύκλων τὰ βάθη τῶν σφαιρῶν ἐν αἷς εἰσιν, εἴπερ μηδὲ τοῖς μεγέθεσιν τῶν ἀστέρων ἢ τῶν ἐπικύκλων ἢ τῶν σφαιρῶν ἀναγκαῖον τὸ βάθος ἕπεσθαι· δυνατοῦ ὄντος καὶ μείζονα ἐπίκυκλον ἐν ἐλάσσονι βάθει κινεῖσθαι καὶ ἀνάπαλιν καὶ ἀστέρας ὡσαύτως. Ἀλλ´ ἐπὶ τὰ ἑπόμενα χωρῶμεν, τοσοῦτον
εἰπόντες, ὅτι οὐδὲ κωλύεται ταῖς | τότε τηρήεσιν 315 ἑπόμεν[ον τῶν περιγείων] καὶ ἀπογείων τοιαύτας [ἀφορίζειν τὰς κα]τὰ τὸ βάθος τῶν ἑπτὰ σφα[ιρῶν διαφο]ρότητας.
τὸν ἕκτον [p. 616 e—617a].
γὰρ αὕτη τὸ λάμπον ἀεὶ πρὸς ἥλιον, καὶ ἔστιν ἀμφοτέροις οἰκεῖον τὸ λαμπρόν, ἀλλὰ τῷ μὲν κατ’ οὐσίαν, τῇ δὲ κατὰ μετουσίαν. τὸν δὲ τοῦ δευτέρου, τὸν Κρόνον ἐνδεικνύμενος, καὶ τὸν τοῦ πέμπτου ξανθόν πως ἔχειν τὸ χρῶμα· καὶ οὐδὲ ἀπλῶς ξανθόν, ἀλλ’ ἐκείνων τῶν λαμπρῶν ξανθότερον, ὅτι
τὸ λαμπρὸν τῷ ἐρυθρῷ καὶ λευκῷ κιρνάμενον γέγονεν ξαν- θόν, ὡς ὁ Τίμαιος [p. 68 b] διώρισεν, ὥστε μίξει λευκοῦχρώ- καὶ ἐρυθροῦ πρὸς τὸ ξανθότερον ἀνεῖται τὰ τούτων χρώ- ματα. τὸν δὲ τοῦ τρίτου καὶ τοῦ ἕκτου κοινὸν ἔχειν τὸ λευκόν, εἰ καὶ ἧττον εἶναι λευκόν φησιν τὸν ἕκτον· ὑπερ-
έρυθρον δὲ τὸν τέταρτον, οἷον δὴ καὶ ὁρῶμεν ὅντα τὸν τοῦ Ἄρεως. οὐκοῦν κατὰ δυάδας μὲν τῶν ἄλλων ἡ ἀπαρίθ- μησις, ἡλίου καὶ σελήνης ὡς λαμπρῶν, κρόνου δὲ καὶ Ἑρ- 317 μοῦ δευτέρων ὡς ξανθοτέρων, Δι|[ὸς δὲ καὶ Ἀφρο]δίτης ὡς λευκῶν [τρίτων·] ..16.. ὑπερέρυθρον χρῶμα ..16..
πρέπει γὰρ τῷ μὲν [ὡς] χαί[ροντι] διακρίσεσιν καὶ τῇ ἑτε- ρότητ[ι τὸ] ..... ὸν καὶ τὸ χωρὶς ἄλλων ἔχειν τὴν ἰδιό- τητα τῆς χρόας καὶ τὸ διαιρετικὸν ἐπιτήδειον· τοῖς δὲ ἁρμο- μονίας καὶ συγκράσεως αἰτίοις τὸ λευκόν, ἀποκρύπτον τὸ
σκοτῶδες πᾶν μετὰ τῆς πρὸς τὴν ὅψιν συμμετρίας ἀπλήκτως προσβάλλον, ὡς ὅταν γε λάμπῃ διαφερόντως, ἀνύποιστον γίνεται πρὸς αὐτήν· τῆς πρὸς τὴν ὅψιν συμμετρίας ἀπύποιστον γίνεται πρὸς αὐτήν· τοῖς δὲ συγκρίνειν καὶ συνάγειν ἐφιε- μένοις τὸ ξανθόν, συναγωγὸν ὂν καὶ τοῦτο πλειόνων ἰδεῶν εἰς μίαν καὶ πασῶν τῶν ἄλλων, λαμπρότητος λευκότητος
ἐρυθότητος· τοῖς δὲ πάντων ἡγεμόσιν τὸ λαμπρόν, ἄλλο 318 319 εἶδος ὂν πυρὸς καὶ ἀρκοῦν ἑαυτῷ μόνον εἰς τὸ ὁρᾶσθαι· τὰ μὲν γὰρ ἄλλα χρώματα φαίνεται διὰ τὸ λαμπρόν, τοῦτο δὲ ὁρατόν ἐστι δι’ ἑαυτὸ μόνον· προσῆκον οὖν χρῶμα τοῖς τῶν ὁρατῶν αἰτίοις καὶ οἷον πατράσιν ἦν τὸ τοιόνδε χρῶμα, μόνον αὔταρκες ὑπάρχον, μόνον εἰκόνα φέρον τοῦ νοητοῦ
φωτός. Ὅτι δὲ τεσσάρων ὄντων τῶν ἁπλῶν χρωμάτων, λευκοῦ μέλανος ἐρυθροῦ λαμπροῦ, τὸ μέλαν μόνον οὐκ ἔσχεν χώραν ἐν ἐκείνοις ἐμπυρίοις οὖσιν, αὐτὸ διὰ τὴν πρὸς τὸ γήϊνον τοῦ πυρὸς μῖξιν ὑφιστάμενον, εὔδηλον· ἀλλ’ ἀντὶ τοῦ μέλανος τὸ ξανθὸν συλλενὲς ὂν τοῖς τρισὶν ἀποδέδωκεν
ἐκείνοις ἡ φύσις τοῖς συνα|γωγοῖς, πρίπον Κρόνῳ μὲν 320 διὰ τὴν σύγκρισιν, ἧς ἐστιν αἴτιος, ὡς καὶ τὴν.... εἰς αὐτὸν ἀναπέμπεσθαι τῶν συγκρίσεων ἐσχάτην οὖσαν ταύ- την, Ἑρμῇ δὲ ὡς τὰ ἄκρα πανταχοῦ συνδεῖν ἐθέλοντι διὰ τὴν ἰδιότητα τὴν διαπορθμευτικὴν εἰς τὸ κοινωνικὸν λό-
λοις δή τισιν καὶ συμβολαίοις, <ὃ> τελευταῖόν ἐστιν εἶδος ἐνεργείας.
λήνη τὴν πατρὸς καὶ μητρὸς ἔχοντες πρὸς ἀλλήλους σύν- ταξιν, Ζεὺς δὲ καὶ Ἀφροδίτη τὴν τῶν τελεσιουρλῶν αἰτίων ὧν ἐκεῖνοι γεννῶσιν καὶ ζωοποιῶν, Κρόνος δὲ καὶ Ἐρυῆς τὴν τῶν τὰς γνώσεις προξενούντων· ὁ μὲν γὰρ νοερᾶς, ὁ δὲ λογικὴς γνώσεως χορηγός· καὶ ὁ μὲν τῶν ζωοποιῶν τῆς
γεννητικῆς ζωῆς, ὁ δὲ τῆς ἐπιστρεπτικῆς αἴτιος· καὶ ὁ μὲν τῶν δημιουργικῶν τῆς εἰδοποιΐας, ὁ δὲ τῆς κατὰ τὴν ὕλην ποικιλίας ὑποστάτης· ἐν δὲ τούτοις τὰ πάντα, τῷ εἶναι τῷ ζῆν τῷ γιγνώσκειν, οὐ μόνον ἐν τοῖς γενητοῖς, ἀλλὰ καὶ ἐν 321 τοῖς ἀϊδίοις. τῆς δὲ τούτων ἐτερότητος καὶ διαιρέσεως εἶς αἴτιος, μιμούμενος τὴν νοερὰν πηγὴν τῆς τῶν ὄντων ἀπ᾿ ἀλλήλων διακρίσεως, ἣν ὑπεζωκότα καλεῖν ἐστιν ἔθος τοῖς ἐκ τῆς βαρβάρου θεοσοφίας, ἑτερότητα δὲ τοῖς Πλάτωνος
φίλοις. καὶ τῷ μὲν εἶναι τὸ λαμπρὸν χρῶμα συγγενές, πρώτως ὂν ὁρατόν, ὠς τὸ εἶναι πρῶντον ἀνάγκη παρεῖναι 322 τοῖς οὖσιν· | δι᾿ ἐκεῖνο γὰρ καὶ τὸ ζῆν ἐστιν καὶ τὸ γιγνώσκειν· τῷ δὲ ζῆν τὸ λευκὸν πρὸς τὸ λαμπρὸν οἰκείως ἔχον καὶ τῆς ἐκ τῆς ἀζωίας ἐγγιγνομένης μελαίνης καὶ
σκοτώδους χρόας καθαρεῦον· τῷ δὲ γιγνώσκειν τὸ ξανθὸν φίλον, συμμιὲς ὂν ἐκ πάντων· καὶ γὰρ ἡ γνῶσις καὶ τοῦ ὄντος ἐπορέγεται καὶ τῆς ζωῆς, διότι κίνησίς τίς ἐστιν, καὶ τῆς ἐτερότητος, διακρίνειν ἐθέλουσα τὰ ὄντα καὶ οὐ μόνον ἐκ πολλῶν ἕν, ἀλλὰ καὶ πολλὰ ποιεῖν ἐξ ἐνός.
ἐκεῖνό γε οὐκ ἄδηλον, ὅτι τοῖς ἐγγύθεν ὁρῶσιν ἢ τοὶς πόρρωθεν ἀλλοιότερα τὰ χρώματα φαντάζεται· θαυμαστὸν οὖν οὐδὲν καὶ τὸ ἐκεῖθεν ὁρώμενον λευκὸν διὰ τὴν σύμμιξιν τοῦ ἀέρος ἡμῖν μὴ φαίνεσθαι λευκόν, καὶ μάλιστα ἐν νυκτὶ θεωμένις· ἢ τὸ ξανθὸν μὴ ὁρᾶσθαι ξανθόν· καὶ γὰρ παρ᾿
ἄλληλα τιθέμενα τὰ χρώματα φαντάζεται οὐχ οἷά ἐστιν· εἰ δὲ παρ᾿ ἄλληλα, καὶ δι᾿ ἀλλήλων ὡσαύτως ἑτεροῖα προσπίπτει τοῖς ὄμμασιν ἡμῶν. Ἀλλ᾿ ἐπὶ τὰ ἐπόμενα χωρῶμεν, ἱκανῶν ὄντων <τούτων> πρὸς τὴν ἐκ τῶν χρωμάτων ὡς ἀπ᾿ εἰκόνων περὶ τῆς ποιήσεως τῶν ἀστέρων θεωρίαν.
καὶ γὰρ τὴν βραδύτητα καὶ τὴν ταχύτητα πρὸς τὰς τούτων κινήσεις ἀποβλέποντες διορίζομεν· ἐπεὶ οἵ γε ἀστέρες αὐτοὶ περὶ τὰ ἐαυτῶν κέντρα κινοῦνται, καὶ ὄπως ἔχουσιν τάχους ὅταν λέγωμεν τοὺς μὲν θᾶττον ἀποκαθίστασθαι, τοὺς δὲ
βραδύτερον, εἰς τῶν σφονδύλων, ἐν οἷς εἰσιν, ἀφορῶμεν περιόδους· οὗτοι γὰρ περιάγουσι τοὺς ἀστέρας. καὶ ἡ μὲν ἀπλανὴς πάντας, καὶ τοὺς ἐν αὐτῇ περιεχομένους καὶ τοὺς ἐν ταὶς ἄλλαις περιόδοις· διὸ δὴ λέγεται μέαν εἶναι τὴν τοῦ ὅλου σφονδύλου περιξοράν, τῶν ἐπτὰ περιαγομένων
ὑπὸ τοῦ ἐξωτάτου κατὰ τὴν ἐπὶ δεξιὰ κίνηδιν. ἑκάστη δὲ τῶν ἄλλων περιόδων τὸν ἐν αὐτῇ περιάγει κατὰ τὴν ἐαυ- τῆς κίνησιν ἀστέρα· καὶ ἡ μὲν διὰ πλείονος χρόνου, καθά- περ ἡ Κρονία περίοδος, ἡ δὲ δι’ ἐλάσσονος, καθάπερ ἡ τῆς σελήνης· αἱ δὲ ἄλλαι τούτων εἰσὶν ἀνὰ μέσον, τριῶν μὲν
ἰσοδρόμες· οὐσῶν,τῆς ἡλίου Ἑρμοῦ τῆςἙρμοῦ τῆς Ἀφροδίτης, τριῶν δὲ ἀνίσων πρός τε ταύτας καὶ ἀλλήλας, τῆς Ἄρεως τῆς Διὸς τῆς Κρόνου. ταῦτα μὲν οὖν μυριόλεκτα· πρὸς τούτοις δὲ κἀκεῖνο δῆλον, ὅπως εἴρηται τὸ ἠρέμα περιά- γεσθαι τὰς ἐντός· πασῶν γὰρ ρούτων ἡ τοῦ ὅλου κίνησίς
ἐστι θάττων· καὶ ὅπως ἐπανακυκλεῖσθαι τὸν |τ[έταρτον] 324 ..50.. τοῦ ...22. τὸν ὅλον σφόν[δυλον. ὅτι] δὲ ἐν τοῖς γόνασιν στρέξεται τῆς Ἀ[νάγκης, ὥσπ]ερ ὑπὸ τῶν χειρῶν τῶν Μοιρῶν, σαφῶς αὐτοῦ διορίζοντος, λάβοις ἂν καὶ ἐν- τεῦθεν, ὄσην οἴεται τὴν ὑπεροχὴν εἶναι τῆς Ἀνάγκης πρὸς
325 τὰς Μοίρας. αἳ μὲν γὰρ δι’ ἐνεργείας ἔξω προϊούσης κινοῦ- σιν, ἣν συμβολικῶς ἡ διὰ τῆς χειρὸς ἐπαφὴ τοῦ κινουμένου παρίστησιν, ἣ δὲ πρὸ ἐνεργείας· οὐδὲν γὰρ αὐτῆς πραττούσης άψίφῳ κελεύθῳ μένων ἐν τοῖς γόνασιν αὐτῆς ὁ ἄτρακτος
κινεῖται. καὶ εἰ τοῦτο, οὐκ ἂν εἴη κατὰ τὴν ὕλην Ἀνάγκη τῶν Μοιρῶν μήτηρ, οὐδ’ οὕτως, ὡς εἰώθασι τὰς ὑποδοχὰς μητέρας καλεῖν, ἀλλ’ ὡς γεννητικὴ δύναμις ἐκείνων καὶ μονὰς τῆς ὅλης αὐτῶν τριάδος. <πρὸς> τούτοις γε μὴν αὐτὸ τὸ ἐν τοῖς γόνασιν κινεῖσθαι δίδωσιν αὐτῷ τὴν τοῦ
κινεῖσθαι δύναμιν· καὶ γὰρ τὰ γόνατα σύμβολα κινητικῶν ἐστιν παρὰ τοῖς θεοῖς δυνάμεων· ὅθεν καὶ τοῖς ποιηταῖς εἴωθεν λέγεσθαι τό· θεῶν ἐν γούνασι κείσθω, περὶ ὅτου ἂν τύχωσι τοῦτο λέγοντες, ὡς εἰς τὰς ἐκείνων ποιήσεις καὶ κινήσεις ἀναφέροντες τὴν αἰτίαν τοῦ γινομένου· καὶ
γὰρ ἐν τοῖς ἡμετέροις σώμασι ταύτην ἔχει τὰ γόνατα τὴν χρείαν τῇ φύσει, καμπῆς τοῦ σκέλους καὶ ἐκτάσεως ἕνεκα γεγονότα παρ’ αὐτῆς. καὶ τοίνυν τῆς Ἀνάγκης τὰς δυνά- μεις ἐνδιδούσης τῷ παντί, τὴν εἰς τὸ αὐτὸ συναγωγὴν τῶν
κινήσεων καὶ τὴν ἀπὸ τοῦ αὐτοῦ διάκρισιν καθ’ ἕνα λόγον 326 καὶ μίαν τάξιν |.. 55 ..ν τά .. 30. τῷ ἐπιδέξια .. 20. εἰ- κότως ἀμφοτέροις ἐνέθηκεν [τὸν ἄτρα]κτον, ἐγκόλπιον αὐτὸν τῆς [θεοῦ ποιήσας].
δὲ διὰ πάντων ἐλάσας ἄξονα καὶ κινεπισθαι περὶ τὸν αὐτὸν ἄξονα πάντας λέγων χώραν οὔτε ταῖς ἀνελιττούσαις δίδωσιν ιἄτε τοῖς ἐκκέντροις οὔτε τοῖς ἐπικύκλοις οὔτε ὅλως ταῖς μεμηχανημέναις ταύταις ὑποθέσεσιν. εἰκότως· οἱ μὲν γὰρ τὰς ἐκκέντρους ὑποθέμενοι σφαίρας κινοῦσιν αὐτὰς περὶ
ἄλλο κέντρον ἢ τὸ τῆς ἀπλανοῦς, ἴνα τὰ ἀπόγεια κινήματα 327 καὶ τὰ περίγεια διαφυλάξωσιν. ἀναγκαῖον οὖν ἢ κενὸν εἶναι μεταξὺ τῶν σφαιρῶν μὴ ἐναρμοζομένων ἀλλήλαις διὰ τὴν τῶν κέντρων παράλλαξιν, ἢ τἂς σφαίρας ἐπισυγχεῖσθαι ἀλλήλαις, μὴ διωρισμένων τῶν ἐπιφανειῶν, ἵνα ἡ κατωτέρω μηδὲν ἀπολείπῃ μεταξὺ τῆς ἀνωτέρω καὶ ἑαυτῆς, καθ’ ὃ
μὲν ἐλάσσονα ἔχει τὴν ἐκ τοῦ κέντρου, ἐναρμοζομένη, καθ’ ὃ δὲ μείζονα, χωροῦσα δι’ ἐκείνης· ἀλλ’ ἀνίσων τῶν κινή- σεων οὐσῶν ἐν τῷ τῆς μείζονος ἔσται ἡ ἐλάσσων, καὶ ἔσται καὶ οὕτω κενόν. εἰ δὲ τοῦτο ἀδύνατον,ἔσται τι ἄλλο σῶμα μεταξὺ τῶν δύο σφαιρῶν· καὶ μὲν ἠρεμοῦν, ἄλογον μέσον
εἶναί τι σωμάτων φύσιν ἀεικίνητον ἐχόντων σῶμα ἠρεμοῦν τὸν ἅπαντα χρόνον· εἰ δὲ κινούμενον, εἰ μὲν συνεπισπώ- μενον ταῖς περιε|[χούσαις] ..14. οἰσθήσεται· τοῦ..20. 328 ὁμαλές· ὥσθ’ἵνα..17. ἔσται τι μεταξὺ ἐκείνων [ἀνωμ]άλως φερόμενον. εἰ δὲ καθ’ αὑτὸ φερόμενον, εἰ μὲν κύκλῳ, πῶς
οὐκ ὂν σφαιροειδὲς κινεῖται κύκλῳ κατὰ φύσιν; εἰ δὲ μὴ κύκλῳ, πῶς ἐν ἐκείνοις ἐστπίν, [[ἢ]] μὴ <ὂν> ὁμοειδὲς ἐκεί- νοις καὶ δηλονότι φθαρτόν; πᾶν γὰρ σῶμα κινούμενον ἐπ’ εὐθείας, στοιχεῖον δὲ ὅλως ὄν, οὐκ ἀΐδιόν ἐστι. καὶ μὴν καὶ εἰ ἑκάστης τῶν σφαιρῶν ἵδιόν ἐστι κέντρον, εἰ μὲν καὶ
τῆς τοῦ ἀέρος σφαίρας καὶ τῆς γῆς, ἀλλὰ τὰ κέντσιν, τὴν δὲ οὐκέτι δυνατὸν τὴν μὲν ἀπὸ τοῦ μέσου κίνησιν, τὴν δὲ ἐπὶ τὸ μέσον· ἑνὸς γὰρ μὴ ὄντος τοῦ μέσου ταῦτα πάντα ἄλογα· πρὸς γὰρ ἓν τὸ μέσον ὁ τούτων διορισμός. εἰ δὲ τὰ στοιχεῖα τὰ τῇδε κατὰ τὸ τοῦ παντὸς μέσον ὥρισται ταῖς
ἐκεῖνο γίγνονται τὸ μέσον, αἱ δὲ τῶν σφαιρῶν τῶν θειο τέρων οὐ περὶ ἐκεῖνο; καὶ γὰρ εἰ μὲν κράτιστον τὸ περὶ κέντρον κινεῖσθαι τοῦ παντός, πῶς αἱ οὐράνιαι σφαῖραι ἄλλοις χρῶνται κέντροις; εἰ δὲ μὴ κράτιστον, πῶς ἡ ἀπλανὴς
329 περὶ ἐκεῖνο στρέφεται, κρείττων οὖσα τῶν ἐντὸς καὶ περιάγουσα τὰς ἄλλας; εἰ δὲ τοῦτο μὲν τῆς ἀπλανοῦς μέσον, ἄλλο δὲ τὸ τοῦ παντός, πῶς οὐκ ἐκεῖνο τὰς θέσεις ὁρίζει τῶν σωμάτων τὰς κατὰ φύσιν καὶ τὰς κινήσεις ; ὡς γὰρ
μένει πάντα κατὰ φύσιν, οὔτω καὶ κινεῖται κατὰ φύσιν· καὶ εἰμένει περὶ τὸ τοῦ παντὸς μέσον, καὶ κινεῖται περὶ αὐτὸ κατὰ φύσιν· καὶ εἰ κινεὶται, καὶ μένει.
ἀλλ’ αὐτοφυὴς ὄντως ἐστίν. οἱ δὲ ἐ[πίκυ]κλοι πολλὴν εἰσάγουσι τὴν τῶν μηχανημάτων ἔννοιαν· εἴτε γὰρ κυκλίσκους νούσαιμέν τινας, ἐφ’ ὦν οἱ ἀστέρες ἔνεισι, κινουμένους ἐπὶ τῶν ὁμοκέντρων, πολλὴ ἀλογία κύκλους ἐν οὐρανῷ ποιεῖν ἀντὶ σωμάτων δινουμένους· εἴτε σώματα ἄττα σφαιροειδῆ
ταῖς σφαίραις ἐνδεδεμένα καὶ πλασματωδέστερον· οὐδὲν γὰρ ἀπέοικεν τοῦ ποιεῖν ἐπὶ δή τινων ὀχημάτων φερομένους τοὺς ἀστέρας ὡς αὐτοὺς οὐ δυναμένους κινεῖσθαι καὶ τῆς ἐφ' ἑτέρων ὀχἠσεως ὅντας ἐπιδεεῖς. γελοῖον δὴ
τοὺς τὴν κίνησιν ὁμαλῆ φυλάξαι προθυμουμένους οἴεσθαι τοῦτο ποιεῖν, εἰ τὰ κινούμενα διπ[λασιάσαιεν· ἔπειτα διὰ τίνα αἰτίαν ὁ μὲν ἤλιος καὶ ἡ σελήνη ὦδε ἐπὶ τῶν ἐπικύκλων κινοῦνται, οἱ δὲ πέντε πλάνητες ἑτέρως; οἴ μὲν γἂρ τὴν ἄνω τοῦ ἐπικύκλου περιφέρειαν ἐναντίως τῷ ἐπικύκλῳ,
τὴν δὲ κάτω, φασίν, ἐπὶ τὰ αὐτά· οἱ δὲ πλάνητες ἀνάπαλιν, τὴν μὲν ἄνω ἐπ[]ι τὰ αὐτά, τὴν κάτω δὲ ἐναντίως. οἱ μὲν οὖν ἀπὸ τῶν μαθημάτων ἐροῦσιν, ὄπως τὰ φαινόμενα διασώσωνται, τοιαύτας λαμβάνειν ὑποθέσεις· οἱ δὲ εἰς φιλόσοφον Μοῦσαν βλέποντες τὸ μηδὲν άλόγως γίνεσθαι χρῆναι
διαφυλάττειν· ἐν οἶς μάλιστα μηδὲν εἰκῇ μηδ’ ὡς ἔτυχεν, 331 ἀλλὰ πάντα κατὰ λόγον· | .. 55 .. ανον καὶ .. 22 . [σ]ωμάτων 332 φύ[σει]. τῶν μὲν [γὰρ] Πυθαγορείων παρακέλευσμα ἦν......δι' ἐλαχίστων καὶ ἁπλουστάτων ὑποθέσεων χρῆναιτὴν φαινομένην ἀνωμαλίαν τῶν οὐρανίων ἀπευθύνειν εἰς ὁμαλότητα καὶ τάξιν· οἱ δὲ ταῖς ἀνελιττούσαις χρώμενοι
πολλοῦ δέουσιν τοῦτο ποιεῖν, πολλαπλασίας ὑποθέσεις τῶν φαινομένων λαμβάνοντες καὶ σφαίρας δημιουργοῦντες ἀμυθήτους καὶ κόσμον κατασκευάζοντες ποικίλον, ἴνα μηχανήσωνται τάξιν ἑνὸς ἀστέρος ἁπλῆν, καὶ οὔτε τοῦ πλήθους οὔτε τῆς ποικιλίας δημιουργίᾳ πρέπουσαν αἰτίαν φράξοντες·
πρὸς τῷ καὶ τὰς ὑπθέσεις αὐτὰς ἐληλέγχεθαι παρὰ τῶν ὕσττερον, ὡς μήτε πάντα τὰ φαινὀμενα σώζειν δυναμένας μήθ' ὄσα καὶ σῴζουσιν ἀρκούντως ἀποδεικνύσας.
ὄσα λέγεσθαι δυνατὸν πρὸς τὰς τοιαύτας ἀρχὰς τῆς περὶ τῶν οὐρανίων θεωρίας, τοσοῦτον ἡμεῖς τοῖς εἰρημένοις προσθέντες ἐπὶ τὰ προκείμενα χωρῶμεν, ὄτι πολλῷ βέλτιον αὐτοῖς διδόναι τὴν κίνησιν τοῖς ἄστροις μεταξὺ τῶν ἀπλανῶν τεταγμένοις καὶ τῶν ὑπὸ σελήνην σωμάτων, τὼν μὲν
ἁπλῆν καὶ τεταγμένην κινουμένων κίνλησιν, τῶν δὲ ποικίλην καὶ ἄτακτον, αὐτοῖς τεταγμένην ἄμα καὶ ποικίλην. τὸ μὲν γὰρ τεταγμένον οἰκεῖον σώμασιν θείοις, ὦν ἐστιν ψυχὴ κατὰ νοῦν | .. 32 .. 0 .. ιαταυτ .. 24 .. χρωμένην ψυχὴν 333 ἁπλ[ῆν μὲν οὐκ οὖσαν, άλ]λὰ ὀρθὴν καὶ ἔμφρονα καὶ τεταγμένην,
[ἦς] εἰκὼν ἡ τάξις. τὸ δὲ ἁπλοῦν οὐ[κ ἦν] πάντως σώμασιν οἰκεῖον· σώματος γὰρ φύσις μεταβολῆς οὐκ ἄμοιρος, ὡς ἐν Πολιτικῷ [p. 269 d] μεμαθήκαμεν· ὁπόταν οὖν τὰ σώματα μὴ τῶν πρωτίστων, ἀλλὰ τῶν δευτέρων ᾖ 334 καὶ συνθέσεως οὐκ ἀμοίρων, ἀνάγκη δήπου καὶ τὴν κίνησιν αὐτῶν εἶναι τὴν κατὰ φύσιν τοιαύτην. Εἰ οὖν ἐν τοῖς πλανᾶσθαι λεγομένοις τάξιν μὲν εἶναι δεῖ πάντως ἐν ταῖς περιόδοις, ἁπλότητα δὲ τῶν μὲν ὑπ' αὐτὰ μᾶλλον, τῶν δὲ
πρὸ αὐπῶν ἦττον, τοῦτο δεῖ σκοπεῖν, εἰ καὶ ἀνωμαλίας οὔσης ἡ τάξις ἐστὶν καὶ τὰς δοκούσαας ἀνομοιότητας ἐν χρόπερὶ ἔχει τεταγμένοις, ὡς καὶ εἰς μουριοστὸν ἔτος δύνασθαι τερὶ αὐτῶν εἰπεῖν, ὄπως ἔκαστα καὶ οἴας ἔξει τὰς ἀνελίξεις τῶν τοιούτων άνωμαλιῶν. εἴτε οὖν θᾶττον κινοῖτο καὶ βραδύτερον
τεταγμένως, εἴτ' ἐπὶ τἀναντία προσθέσεις ποιεῖται καὶ ἀφαιρέσεις, εἴτ’ ἐπὶ τὸ ἀπόγειον ἤ περίγειον ἐν ὡρισμένοις χρόνοις φυλάττοντα τὴν τάξιν, οὐδὲν ἡμεῖς ἀνάξιον ἡμούμεθα τῶν κατὰ νοῦν κινουμένων θείων σωμάτων ὁρᾶν. τὸ γὰρ κατὰ ταύτὰ καὶ ὡσαύτως καὶ περὶ τὰ αὐτά, καθ'
ὄσον κινουμένοις δυνατόν, ἔστιν ὁρᾶν καὶ ἐν τούτοις· ἄλλο γὰρ τὸ ὡσαύτως καὶ τὸ κατὰ ταὐτὰ καὶ τὸ περὶ τὰ αὐτὰ τῶν τε πρώτων ἐστὶ καὶ τῶν μέσων καὶ τῶν τελευταίων· 335 ποῖς γὰρ μέσοις ἔκαστον τούτων ἀποδοτέον με|[τὰ].. 17 .. ἀνομιότητος· ἐπεὶ [ἀνάγκη] τῶν ὑπ[ὁ σε]λήνην εἶναι τὰ οἶον
πα[ραδείγ]ματα κ[ιν]ήσεων ἐν τοῖς προσεχῶς [αύτῶν] ὑπερκειμένοις κύκλοις· οἶον τῶν [ἐν]αντίων κινήσεων, τῶν ἐπὶ τὸ ἄνω καὶ κάτω, τῶν θαττόνων καὶ βραδυτέρων. πασῶν δὲ τῶν ἐνταῦθα κατὰ φύσιν ἄλλων ἄλλοις **** ἐκεῖ κατὰ φύσιν ἐν τοῖς αὐτοῖς, οὔτε δι' ἀσθένειαν τῆς ταχύτητος ἤ
τῆς βραδύτητος ἐπεισιούσης οὔτε διὰ ζωῆς μεταβολὴν τῆς εἰς τὸ ἀπόγειον ἤ περίγειον οὔτε στάσει τῆς προσθέσεως καὶ ἀφαιρέσεως διειργομένης, ἀλλὰ πανταχοῖ φερομένων τῶν ἐκεῖ σωμάτων διὰ τὴν τῶν ψυχῶν τῶν κινουσῶν πρὸς ἄλλας καὶ ἄλλα νόησιν ἀπ[]ο τῆς αὐτῆς δυνάμεως, διὰ βούλησιν 336 ἀφομοιουσῶν τὰς ἐμφανεῖς κινήσεις τοῖς νοουμένοις· καὶ γὰρ σχήματα πολυειδῆ τῶν άστέρων ἐστὶν πρός τε ἀλλήλους καὶ τοὺς τοῦ οὐρανοῦ τόπους καὶ φύσεις ποικίλαι τὰς ἀφανεῖς ἀπογραφόμεναι τῶν εἰδῶν δυνάμεις. καὶ αἱ μὲν προσθέσεις ἐκεῖ καὶ ἀφαιρέσεις τῶν ὑπὸ σελήνην ἐπιδόσεων εἰς
τὴν ζωὴν καὶ ὑφέσεών εἰσιν αἴτιαι καὶ τὸ εἶναι καὶ τὴν εἰδοποιΐαν· αἱ δὲ βραδύτητες καὶ αἱ ταχύτητες τῶν δυσκαινήτων καὶ εὐκινήτων μεταβολῶν καὶ ἠρεμαιοτέρων καὶ ὀξυρροπωτέρων ζωῶν· αἱ δὲ εἰς τὸ ἄνω καὶ κάτω κινήσεις τῶν ἀνωφόρων ἤ κατωφόρων καὶ πρὸς τὸ μέσον ἤ ἀπὸ τοῦ
μέσου φορῶν, ἐπεὶ καὶ τὰς αὐξήσεις καὶ μειώσεις τὰς τῆς σελήνης καὶ τὰς ἐκλείψεις ἀρψετύπους εἶναι τῶν ὑπ’ αὐτήν φαμεν αἰτίας ἤ γενέσεων ἤ φθορῶν. ἀλλ' ἐπὶ ταύτης μὲν | διὰ τοῦ φωτὸς τὸ παράδειγμα θεωροῦμεν καὶ τῶν κατὰ 337 τὸ φῶς σχηματ[ισμῶν ὦν] ἀποτελεῖ· παρὰ δὲ τοῖς πέντε διὰ
τῶν προσθέσεων καὶ ἀφαιρέσεων. ἤλιος δὲ διὰ τὴν πρὸς πάντας ὑπεροχὴν ἀμφοτέρων μέν τούτων ἄδεκτος, διὰ δὲ τῆς θάττονος καὶ βραδυτέρας κινήσεως δείκνυσι τῶν έναντιώσεων τῶν ἐν τῇ γενέσει περιέχων τὴν ὰἰτίαν, ἀνώμαλον ὁμαλότητα καὶ ἀνόμοιον ὁμοιότητα καὶ αὐτὸς ἔχων καὶ τῆς
κινήσεως ἐλαχίστην παράλλαξιν ποιούμενος· πάντες δὲ τῶν ἁπλῶν περιόδων καὶ τῶν ποικίλων, ἄτε ἐν μέσῳ τεταγμένοι, τὴν ἀνάλογον τάξιν διαφυλάττοντες. ἄτε ἐν μέσῳ τεταγμένοι, τὴν ἀνάλογον τάξιν διαφυλάττοντες.
[p. 36 c] πάσας ὁ δημιουργὸς περιάγειν κατὰ διάμετρον καὶ ἐπ' ἀριστεράν, τὴν δὲ ἀπλανῆ ἐπὶ δεξιὰ καὶ κατὰ πλευράν· τοὺς δὲ άστέρας ἐπ' αύτῶν κινεῖσθαι κατά τε πλάτη καὶ βάθη περὶ τὰ κέντρα μὲν τὰ ἑαυτῶν κινουμένους (πᾶν γὰρ σῶμα θεῖον κινεῖται κυκλικῶς), φέρεσθαι δὲ καὶ περὶ αὐτὴν
338 λοιπὸν τὴν οἰκείαν ἔκαστον σφαῖραν οὐχ ἁπλῆν φοράν, ἀλλὰ ποικίλην, πλέον ἢ ἔλασσον παρεξιόντα τὸν ἀκριβῆ λοξὸν καὶ εἰς ὔψος αἰρόμενα καὶ εἰς βάθος κατιόντα, τινὰ δὲ καὶ εἰς τὸ πρόσω καὶ εἰς τὸ ὀπίσω φερόμενα κατὰ τὴν αὐτῶν βούλησιν,
οὐδαμοῦ τῆς περὶ τὰ οἰκεῖα κέντρα κινήσεως ἀφιστάμενα. καὶ οὔτω δὴ καὶ τὴν αὐτῶν κινεῖσθαι κίνησιν τὴν 339 κυκλικὴν καὶ τῶν ὑπὸ σελή|[νην] πασῶν κινήσεων προ[ειληφέ]ναι τὰς αἰ[τίας τ]ῶν κατ' εὐθεῖαν, ἐν τῷ κυκλίζεσθαι [τῶν εὐθυ]πόρων τὰς ἰδιότητας φορῶν ἐπιδεικυνμένους, τῆς
ἄνω τῆς κάτω, τῆς εἰς δεξιὰ τῆς εἰς ἀριστερά, τῆς πρόσω τῆς ὀπίσω. τὰ μὲν οὖν ὑπὸ σελήνην σώματα μερικὰ κινεῖται προηγουμένως ἐπ' εὐθείας, ἔχει δὲ τὸ κύκλῳ κατὰ μέθεξιν διά τῆς ἀνταποδόσεως τῶν ἐναντίων κινήσεων, τὰ δὲ ἄστρα ἔχει μὲν τὴν κυκλοφορίαν οἰκεῖον, κινεῖται δὲ καὶ
κατὰ τὰς τῶν ἐπ' εὐθείας κινήσεων ἰδιότητας, ἄνω κάτω πρόσω ὀπίσω, διότι προείληφεν ἐκείνων τὰς αἰτίας. ὥστε τὰ μὲν εὐθυπορικῶς κυκλίζεται, τὰ δὲ κυκλοφορικῶς εὐθυπορεῖται, μέσην ἔχοντα τάξιν καὶ κίνησιν τῶν τε μόνως κυκλοφορουμέων καὶ τῶν μόνως εὐθυπόρων, οἶόν ἐστιν ἔκαστον
τῶν ἐνταῦθα σύνθετον. Ταῦτα ἡμεῖς ἐφιστάντες γράφομεν, θαυμάζοντες μὲν τὸν Πλάτωνα τῆς φιλοσόφου θεωρίας, ἀφελόντα τῶν οὐρανίων τὰς μεμηψανημένας αἰτίας τῶν κινήσεων, ἔχοντες δέ τι καὶ ὑπὲρ τῶν χρωμένων ταῖς ὑπ[οθέσεσιν ἐκείναις λέγειν. ἐπειδὴ
γὰρ ἠβούλοντο μαθηματικῶς σκοπεῖν καὶ ἐπὶ δακτύλων, ποῦ θᾶττον ἤ ποῦ βραδύτερον ἐκεῖνα φέρεται, καὶ λογίζεσθαι τοὺς χρόνους, ηὑρήκασιν ὑπ[οθέσεις, καθ' ἅς εὐεφόδευτος αὐτοῖς γίνεται τῶν χρόνων τῆς ἀνωμαλίας ἡ κατάληψις, οὐκ ἐκείνων οὔτω κινουμένων, ἀλλ' ἡμῶν μὴ δυναμένων ἄλλως
θηρᾶσαι τὴν κίνησιν ἤ τοιαύτας ὑποθέσεις κατασκευασαμένων, 340 δι' ὦν τὰς ὁμαλεῖς λαβόντες κινήσεις κατ' ἐπισύνθεσιν δυνάμεθα τὰς ἀνωμάλους | ...... ίν .. 20 .. χρόνου[ς], 341 ὥσπερ ἄν εἰ <περὶ> κ[ύλινδρ]ον κιν[ουμένου μύρμη]κος ἐλικοειδῶς ἡμ[εῖς] τὴν ...... θ[έλον]τες λαβεῖν ἐνοήσαμεν [εὐθεῖαν] ἐν τῷ κυλίνδρῳ τινὰ ὀρθὴν καὶ περὶ αὐτὸν
στρεφομένην, σημεῖον δὲ ἐπὶ τῆς ἐυθείας ἄνωθεν καταφερόμενον, εἶτα τὴν ἔλικα ἐξ ἀμφοῖν ποιοῦμεν ἐκ δυεῖν κινήσεων τὴν μίαν, οὐ τοῦ μύρμηκος ὑς δύο κινουμένου κινήσεις, ἀλλ' ὡς μίαν τὴν ἐξ ἀμφοῖν. οὔτω γὰρ οἶμαι καὶ οἱ ἐκ τῶν μαθημάτων τὴν ἀνώμαλον ἐξ ὁμαλῶν ποιοῦσιν,
ἵν' ὄπερ εἴπομεν αὐτοὶ δύνωνται τοὺς ἀριθμοὺς εὑρίσκειν τῆς ἀνωμαλίας διὰ τῶν ὁμαλῶν ὅντας καταληπτοὺς μόνως, ἐκείνων τοιούτων οὐσῶν καθ' αὑτὰς ἀσυνθέτων, οἴας οὖτοι ποιτῦσι διὰ συνθέσεως. καὶ γὰρ οἱ τὰ παραπήγματα κατασκευάζοντες λογισμοῖς χρώμενοι μιμοῦνται τὴν
πρὸ λογισμῶν καὶ ἐπινοιῶν ἐκεῖνα δημιουργήσασαν φύσιν· καὶ οἱ χρυσὸν ποιεῖν φάσκοντες ἐκ μίξεώς τινων εἰδῶν, τῆς φύσεως πρὸ μίξεως ὦν οὖτοι λέγουσιν τὸ εἶδος ἔν τοῦ χρυσοῦ ποιούσης· καὶ ἐπ' ἄλλων πολλῶν οὖτος ὁ τρόπος, τῆς ἀνθρωπίνης ψυχῆς ταῖς εὐμηχάνοις ἐπιβολαῖς τὰ ἔργα
τῆς φύσεως θηρᾶν ἐφιεμένης καὶ ζητούσης, πῶς ἄν ἐγένετο, εἴπερ ἐγίνετο, καὶ ὡς δυνατὸν εὑρισκούσης. ἐπὶ δὲ τῶν ἀστέρων καὶ πρόφασιν αὐτοῖς ἡ ζήτησις ἔχει καὶ κατόρθωσιν οὐ τὴν τυχοῦσαν ἡ εὔρησις, ὄπως ἀποδείξωσιν ὁμαλῶς πάντα κινούμενα τὰ ἐγκυκίως φερόμενα· τοῦτο γάρ φασι
θείοις σώμασιν προσήκεν. καὶ ἔγωγε φαίην ἄν καὶ αὐ|τὸς 342 ἄλλ[οι]ς μὲν τὸ ὁμαλὲς μόνως, ἄλλοις [δὲ πάλιν τ] ἀνωμάλως ὁμαλέως, ἄλλοις δὲ [τοῖς ἐ]ν γενέσει μόνοις τὸ ἀνώ- 343 μαλον μό[νως]. Μήποτε γὰρ οὐδὲ ἀνωμαλίαν χρὴ λέγειν, ἐφ’ὧν αἱ ἀνταποδόσεις ὁμαλεῖς καὶ τάξιν ἔχουσαι πάντως ἀναγκαίαν.
τὴν ἀπλανῆ κινεῖν ἐπὶ τὰ ἑπόμενα καὶ μοῖραν μίαν ε’ν ἔτεσιν ἀπλέτοις, οὐδὲ τοῦτο δήπου τῷ Πλάτωνι προσῆκεν, σαφῶς λέγοντι τὰς ἐναντίας εἶναι κινήσεις ἐν τῇ ἀπλανεῖ καὶ τῇ πλανωμένῃ· καὶ γὰρ ἦν δέον καὶ τῶν ἐναντίων δυναστευόντων κατὰ τὴν γένεσιν ἐκεῖ προϋπάρχειν τὸ παράδειγμα,
καὶ τῆς ἐν τοῖς νοητοῖς ταυτότητος καὶ ἑτερότητος πρῶτον μετέχειν τὸν οὐρανόν· ἄλλης δὲ οὔσης ἐκεῖ κινήσεως διὰ τὴς κατὰ τόπον μονῆς ἐν ταύτῃ θεωρεῖσθαι τὴν ἐναντίωσιν· Μουσῶν δὲ τὸν ὅλον οὐρανὸν συνεχουσῶν συμφωνίαν εἶναι τῶν ἐναντίων κινήσεων καὶ ὁμολογεῖν τῇ ἑτέρᾳ
τὴν ἑτέραν. ἐπὶ ὅτι γε καὶ ἡ περὶ τῆς ἀπλανοῦς δόξα ψευδὴς ὡς κινουμένης ἐπὶ τὰ αὐτὰ ταῖς πλανωμέναις, δῆλον· ἔδει γὰρ εἴπερ μάλιστα περὶ τὸν τοῦ ζῳδιακοῦ κινεῖται πόλον, πολλὰ τῶν ἀφανῶν ἄστρων ἐμφανῆ γεγονέναι καὶ τῶν ἐμφανῶν ἀφανῆ· τούτου δὲ ὄντος ἀδυνάτου μηδὲ τὴν ἀπαλανῆ
κινεῖσθαι περὶ τὸν τοῦ ζῳδιακοῦ πόλον· εἰ δὲ περὶ τὸν τοῦ παντὸς πόλον ἐκινεῖτο, τῶν ἐπὶ τοῦ διὰ μέσων ὁρωμένων ἔμπροσθεν ἄστρων ἐκβεβηκέναι τινὰ τὸν διὰ μέσων ἔδει κύκλον, ὅπερ ἐστὶ καὶ αὐτὸ πανντελῶς ψεῦδος· εἰ δὲ τὰς 344 πολυθρυλήτους ἐπανατείνοιν|το τηρήσεις ἑω μαρτυρούσας
[τῇ ἐπὶ τὰ ἑπόμε]να κινήσει τῆς ἀπλανοῦς, καὶ ἡμ[εῖς τῶν Χαλ]δαίων ἕξομεν τηρήσεις λέγειν πά[νυ ἐναργῶς] παρα- 345 δούσας ἐξ ἀμυθήτων χρόνων, πο[ῖαι] καὶ ὅλων κοσμικῶν περιόδων καὶ ἀπ[οκα]ταστάσεων ἦσαν ἱστορίαι· προσθήσω δὲ Χαλδαίοις καὶ Αἰγυτπίουτς. Καὶ τί δεῖ Χαλδαίους καὶ Αἰγμπτίους λέγειν; ἀλλὰ πρὸ τούτων αἱ τῶν θεῶν φῆμαι σαφῶς τὰ αὑτῶν εἰδότων καὶ οἱ χρησμοὶ τήν τε ἀπλανῆ
κινεῖσθαί φασιν οὕτως, ὡς καὶ ὁ Πλάτωνος λόγος, περιά- γουσαν τὸν ὅλον οὐρανὸν ἐπὶ δυσμάς, καὶ πρὸς τούτοις ἑπτὰ μόνας εἶναι τὰς λοιπὰς περιόδους, ἀλλ’ οὐκ ἐπικύκους οὐδὲ ἀνελισσούσας οὐδ’ ἄλλον τινὰ τοιοῦτον κύκλων ὄχλον· οἷς χρὴ πειθομένους τὰς εἰρημένας ἐπιβολὰς κρατύνειν,
τοῖς μηχανήματα βουλομένοις ἱστάνειν ἐπὶ τὸν οὐρανὸν παραχωρήσαντας ὡς χρείας ἕνεκα καὶ ἀνθρωπένων λογισμῶν ταῖς ὑποθέσεσι ταύταις χρωμένοις· εἰ δ’ ὡς πειθόμενοι ταῦθ’ οὕτως ἔχειν λέγουσιν, οὐχ ἡμεῖς γε προσηςόμεθα τοὺς λόγους.
Σύλων διαφοράς, εἴρηται διὰ τῶν ἔμπροσθεν· ἐν δὲ τούτοις εἰσάγει λοιπὸν τὰς ἐφεστηκυίας τῇ κινήσει τοῦ ἀτράκτου θείας καὶ ἀσωμάτους ὑποστάσεις, καὶ τούτων τὰς Σειρῆνας πρώτας λέγων ἐφ’ ἑκάστου κύκλου μίαν βεβηκέναι καὶ συμ- 346 περιφέρεσθαι τῷ κύκλῳ τῷ |. . . 22 . . έμ . . 27 . . ὁ τόνος 347 oὐ[χ ἥκιστα πρέπων τοῖ]ς μεουσικοῖς λόγοις . . 12 . [σ]ημαίνει τὸν ἕνα φθόγγον καὶ τὸν ἁπλούστατον ἦχον· ἡ μὲν γὰρ μία φωνὴ δηλοῖ τὴν ἀμετάβολον τοῦ τῆς ἐνεργείας εἴδου εἰς ἄλλο καὶ ἄλλο μέλος ὔπαρξιν, ἑς ἑκάστης Σειρῆνος ἀεὶ 348 τὴν αὐτὴν ἱείσης φωνήν· ὁ δὲ εἷς τόνος τὴν ποιᾶν φωνὴν ἐδύηλωσεν εἰς ἑνὸς ἀπήχησιν φθόγγου τελοῦσαν· παρὰ γὰρ τὴν τάιν καὶ ὁ φθόγγος καλεῖται τόνος. καὶ τέλος ὀκτὼ τῶν κύκλων καὶ τῶν Σειρήων οὐσῶν μίαν ἁρμονίαν ἐκ
πάντων ἀποτελεῖσθαί φησιν, οἷον τὴν διὰ πασῶν, ἐν ὅροις μὲν ὀκτὼ θεωρουμένην, ἑπτὰ δὲ διαστήμασιν, ὡς τῶν Σειρήνων τὰς ἐνεργείας εἰκάσθαι φθόγγοις, ἐξ ὧν ἡ διὰ πασῶν ἡ κατακορεστάτη τῶν συμγωνιῶν, καὶ κατὰ τὴν τάξιν αὐτῶν εἶναι τὰ διαστήματα τῶν φθόγγων, ἀρχόμενα ἀπὸ τῆς νήτης
κάτωθεν καὶ τελευτῶντα εἰς τὴν ὑπάτην ἀνωτάτω οὖσαν· δεῖ γὰρ τὰ ἀνωτέρω κινεῖσθαι θᾶττον, κἂν δοκῶσιν αἱ ἀποκαταστάεις εἶναι πολυχρονιώτεραι τῷ μείζονα λόγον ἔχειν τὸνς κύλκους αὐτοὺς τοῖς μεγέθεσι πρὸς τοὺς κυκλους ἢ τὰς κινήσεις αὐτῶν πρὸς ἀλλήλας· τοῦτο γὰρ δοκεῖ συμπεφωνῆσθαι
παρὰ πᾶσιν.
οὐκ ἔστιν ἑπομένων ταῖς ῥήσεσιν· πρὸς τῲ καὶ τὸ συμπεριφέρεσθαι 349 τοῖς κύκλοις τὰς Σειρὴνας καταδε|ε[στέρας] εἶναι τῶν Μουσῶν . .20. . α . ειδ . .20. . φυχικῆς σωματικ . .16. φωναῖς τῶν Μουσῶν εἶν[αι]· διὸ καὶ ἐναρμ[ονίους] ἔχειν κινήσεις καὶ τοῖς κύκλοις οἷς ἐ[πιβε]βήκασιν προξενεῖν
τὴν ἔρρυθμον κίνη[σιν] πανάληθες. τίνα οὖν οὐσίαν καὶ τάξιν ἐχούσας; ὅτι μὲν δὴ πρὸ σωμάτων οὔσας ἀναγκαῖον καὶ προσεχῶς ἐφεστώσας τοῖς κύκλοις εἶναι ψυχὰς αὐτάς, δῆλον, ἐπεὶ καὶ τὸ συμπεριφέρεσθαι τοῖς κύκλοις κινεῖσθαι 350 δήπου μεταβατικῶς αὐτὰς ἀναδιδάσκει. καὶ εἰ μὴ μῦθος ἦν, εἶπεν ἂν ταῖς Σειρῆσιν τοὺς κύκλους συμπεριάγεσθαι· νῦν δὲ ὡς φιλοῦσιν οἱ μυθοπλάσται ποιεῖν, ἀνέστρεψε τὴν τάξιν καὶ τοῖς κύκοις εἶπεν συμπεριξέρεσθαι τὰς Σειρπηνας. εἰ δ’ οὖν κινοῦνται καὶ αὐταὶ κυκλικῶς κατὰ τὴν ἀσώματον κίνη-
σιν, ἀνάγκη δήπου ψυχάς τινας αὐτὰς εἶναι νοερῶς ζώσας· νοῦ γὰρ εἰκὼν ἡ περιφορά, καθάπερ ὁ ’Αθηναῖος ξένος ἐδίδαξεν [leg. X 897 c], καὶ ψυχαὶ περιάγονται διὰ νοῦν. εἰ δὲ ταῦτα ἀληθῆ, συνᾴδει ταῦτα τοῖς ἐν Τιμαίῳ [p. 35 a sqq.] περὶ τῶν θείων ψυχῶν πεφιλοσοφημένοις, ὡς ἄρα ἐκ τῶν
ἁρμονικῶν ὑφεστήκασι λόγων· καὶ εἰ περιφέρονται, καὶ αὐταὶ κύκλοι τινές εἰσιν, ὥσπερ φησὶ καὶ ὁ Τίμαιος [ρ.3 c ]. καὶ εἰ μίαν φωνὴν ἀφίησιν ἑκάστη καὶ ἕνα τόνον, λογικαὶ 15 πάντως εἰσὶ πατ’ οὐχ οἵαις αἱ ἡμέτεραι, συλλογιςόμεναι, καὶ | [εἰκά]ς[ους]αι ἄλλ[οτε]ἄλλως, ἵνα τὰ ὅντα γνῶσιν· π[ά- 351 λιν] δὲ εἰ μίαν συμπληροῦσιν ἁρμονίαν, οἶ[ον χορεύους] ιν πάσαι περὶ ἕνα κορυφαῖον τὴν [τοῦ ὅλου] κόσμου ψυχήν.
Σειρῆνας μὲν οὖν αὐτὰς ἐκάλεσεν, ἵνα ἐνδείξηται τὴν ἁρ- μονίαν σωματοειδῆ πάντως οὖσαν, ἣν αὗται τοῖς κύκλοις ἐνδιδόασιν· οὐρανίας δὲ Σειρπηνας, ἵνα τῶν γενεσιουργῶν διακρίνῃ ταύτας Σειρήνων, ἃς δὴ καὶ αὐτὸς ἀλλαχοῦ [Phaedr. 259 a] συμβουλεύει κατὰ τὸν Ὁμηρικὸν ἐλλαχοῦ ’Οδυσσέα
παραπλεῖν. ἀλλ’ ἐκεῖναι μὲν ἀπὸ δυάδος ἄρχονται· λέγει γοῦν ὁ ποιητής· φθογγὴν Σειρήνοιïn, ὡς ἄν δυεῖν οὔσαιν· αὖται δὲ ἀπὸ μονάδος· ἡ γὰρ τοῦ ἑνὸς κύκλου τοῦ ἐξωτάτου προηγεῖται τῆς ἑβδομάδος. ὥστε κἀκείνῃ τῇ δυάδι πλῆθος οἰκεῖον ὑπεστρῶσθαι πάντως εἰκός· καὶ εἰ τῇ οὐρανίᾳ
352 μονάδι ἑβδομαδικόν, τῇ γενεσιουργῷ δυάδι πάντως δὶς ἑβδομαδικόν, οὔτω καὶ τῶν θεολόγων πολλαχοῦ τὰς οὐρανίας ζώνας διπλασιαζόντων ἐν τοῖς ὑπὸ σελήνην. εἰδὶ δὲ ἄρα τινὲς καὶ ἐν Ἅιδου Σερῆνες, περὶ ὧς αὐτὸς εἶπεν ἐν
Κρατύλῳ [p. 403d] σαφῶς, ὡς οὐδὲ ἐκείναις ἀπολείπειν τὸν Ἄιδην φίλον, λθελγομέναις ὐπὸ τῆς τοῦ Πλόύτωνος σοφίας. ὥστε τριττὰ γένη κατ᾿ αὐτὸν Σειρήνων· οὐράνια Διός, γενεσιουργὰ Ποσειδῶνος, ὑποχθόνια Πλούτωνος· κοινὸν δὲ πάντων τῶν γενῶν ἁρμονίαν ὑφιστάνειν σωματοειδῆ,
τῶν Μουσῶν τὴν νοερὰν ἁρμονίαν μάλιστα δωρουμένων, διὸ καὶ κρατεῖν λέγονται τῶν Σειρήνων καὶ τοῖς πτεροῖς αὐτῶν στεφανοῦσθαι· καὶ γὰρ ἐκείνας ἀνάγουσιν ἑαυταῖς τε συνάπτουσιν, τὰς ἀναγωγοὺς αὐτῶν δυνάμεις ἐξάπτουσαι
τῆς ἑαυτῶν νοήσεως.
ὀκτὼ κύκλ[ων] ψυχάς, ὦς καὶ ἡ οὐσία καὶ ἡ ζωὴ ἐναρμόνιος καὶ ἡ ἐνέργεια νοερὰ κύκλῳ κινουμένων (ἐν γὰρ ἀσωμάτοις ἡ κύκλῳ κίνησις νοερὰν ἐμφαίνει πάντως ἐνέργειαν) ἡ τῶν Μοιρῶν παραδέδοται τριὰς ὑπὲρ τὰς Σειρῆνας, ἄνωθεν ἐποχουμένη ταύταις τε καὶ ταῖς ὅλαις περιόδοις,
ἁπτομένη τε αὐτῶν καὶ οὐχ ἁπτομένη (τοῦτο γὰρ τὸ διαλείπειν), οἷον ὑπερκόσμιός τε ὅμα καὶ ἐγκόσμιος οὖσα· τὸ μὲν γὰρ ἅπτεσθαι κοινωνίαν δηλοῖ ἀπὸ τούτων ἀσύναπτον πρὸς αὐτάς. καὶ ὁρᾷς πῶς καὶ τῆς Ἀνάγκης ὑφεῖνται τῆς
ἑαυτῶν μητρὸς αἱ Μοῖραι καὶ τῶν Σειρήνων ὑπερκάθηνται· 354 θρόνοι μὲν γὰρ ἀποδέδονται παρὰ τοῦ μύθου καὶ αὐταῖς, ὥσπερ τῇ Ἀνάγκῃ· καὶ γὰρ τοῦ τῆς Ἀνάγκης θρόνου μεμνήσεται διὰ τῶν ἑπομένων· καὶ καθῆσθαι λέγονται καθάπερ ἡ μήτηρ, ἀλλ᾿ οὐ συμπεριφέρεσθαι τοῖς κύκλοις, ὥσπερ αἱ Σειρῆνες. ἀλλ᾿ ἣ μὲν οὐκ ἐφάπτεται τοῦ ἀτράκτου
ταῖς χερσίν, ἀλλ᾿ ἔγκειται τοῖς γόνασιν αὐτῆς ὡς ἡδρασμένος ὥσπερ αἰ Σειρῆνες.ἀλλ᾿ ἔγεκειται τοῖς γόνασιν αὐτῆς ὡς ἡδρασμένος ἐν αὐτῇ μονίμως, αἳ δὲ χρῶνται ταῖς χερσὶν καὶ κινοῦσι διὰ τούτων, ὡς ἄν προσεχέστεραι τοῖς κινουμένοις· καὶ αὗται μὲν ἔξω τῶν κύκλων οὖσαι καὶ ἡδρασμέναι κινοῦσιν· αἰ δὲ Σειρῆνες ἐπιβεβηκυῖαι τῶν κύκλων καὶ συμπεριφερόμεναι
αὐτοῖς· ὥστε τῶν Μοιρῶν καὶ ταύτας κινου|[σῶν] 355 . .85. .[ἐ]ντὸς περιφορὰς. . . . . . . . . γὰρ κινοῦσιν· ἣ δὲ ἐκ τῶν περι[φορῶν] εἰς τὰ ἐπ᾿ εὐθείας κινούμενα· ταῦτα γὰρ πάντα δουλεύει ταῖς ἐκείων περιόδοις. καὶ οὕτως ὁμαλεῖς ὁ κόσμος ἅπας ἐστὶν Μοιοραῖος, τῶν μὲν ἀκυροτέρων κινήσεων
εἰς τὰς κυριωτέρας ἀνηρτημένων, τούτων δὲ εἰς τὰς Μοίρας· τῶν δὲ Μοιρῶν κατὰ τὴν βούλησιν τῆς μητρὸς κινουσῶν, καὶ ὅσον ἐκείνη τῷ εἰναι, τοσοῦτον τῷ ἐνεργεῖν τούτων εἰς τὸ πᾶν παρεχουσῶν. ἀλλ᾿ ὅτι μὲν αἱ Μοῖραι διὰ τῶν περιόδων τούτων πάντα τὰ ἐν τῷ κόσμῳ κατευθύνουσι, δῆλον,
ἑκάστοις ἀπομερίζουσαι τὸ προσῆκον, καὶ ζώοις καὶ φυτοῖς, καὶ ἐπικλώθουσαι τὴν ὀφειλομένην μοῖραν. διὸ καὶ τὰς περιόδους ἀτράκτῳ καὶ σφονδύλοις προσείκασεν, ἐπεὶ κἀν ταῖς ἱεροποιΐαις συνθήματα ταῦτα τῶν Μοιορῶν εἰώθασι παραλαμβάνειν, ἠλακάτας ἀτράκτους νήματα· διὰ
γὰρ τούτων δηλοῦται τὸν ἄνωθεν εἱρμὸν μέχρι τῶν τελευταίων διήκειν, τῆς μὲν ἐν τῇ συνυηθείᾳ καλουμένης ἠλακάτης τὴν ἐν ταῖς Μοίραις περιεχομένην αἰτίαν δηλούσης, ἧς εἰς τὸ πᾶν ἐντιθέσαιν ἀπ᾿ ἐκείνης ζωῆς· τοῦ δὲ ἀτράκτου τοῦ ἀπ᾿ ἐκείηνς τὸ νῆμα δεχομένου τὴν εἰς τὸ πᾶν ἐνδε-
356 δομένην· τοῦ δὲ νήματος τὸν εἱρμὸν τῆς τε μενούσης καὶ τῆς προελθούσης. οὐγὰρ δεῖ νομίζειν, ?ὅτι τάττουσαι τὰ πάντα καὶ κινοπυσαι χωρὶς τοῦ ζωὴν ἐνδιδόναι κινοῦσιν· οὐδὲ γὰρ οἱ τὰ τῇδε ἀγάλματα ἐλλάμποντες ἄνευ ζωῆς
ἐλλάμπουσιν· ἀλλὰ τῆς ζωῆς ἰδιότης ἄλλη ἄλλης, καὶ ὡς 357 μὲν ζωὴ | κ . . . . . . δ . . . 25 . εῖται . . δ . . 25 . Μοῦσαι μὲν ἐναρμόνιον προξενο[ῦσι, Μοῖ]ραι δὲ εἰρόμενον εἶδος τῷ κόσμῳ καὶ [ἄλλος] ἄλλο τι τῶν θεῶν.
θεομυθίας αὐταῖς ἀποδοθέντα σύμβολα, οἱ θρόνοι τὰ στέμματα ἡ λευκὴ ἐσθὴς ἡ ὑμνῳδία αἱ χεῖρες; ἕκαστα γὰρ τοὐτων δεῖται νοερῶν ἐπιστάσεων. καὶ ὅλως πρὸ τούτωνβ, πῶς ἑώρα καθημένας καὶ σχήματα ἐχούσας αὐτὰς καὶ ἤκουεν ὑμνουσῶν; καὶ τί τὸ τὴν μὲν ἄλλα ὑμνεῖν, τὴν δὲ ἄλλα,
καὶ μεμερίσθαι τὰς ὑμνήσεις τοῖς τοῦ χρόνου μορίοις; τί γὰρ πρὸς ἐκείνας χρόνος; εἰ μὲν γὰρ ἦσαν ψυχαί, τάχ' ἂν καὶ χρόνος αὐταῖς διέφερεν· καίτοι καὶ εἰ τοῦτο ἀληθές, ἡ κατὰ μέρη τοῦ χρόνου διαίρεσις δεῖται λόγου τινός. — Τὸ μὲν τοίνυν τὰ ἀσώματα σωματοειδῆ θεωρεῖν καὶ τὰ ἔξω
τόπου παντὸς ὡς ἐν τόπῳ τινὶ ὄντα καὶ διαστήματι καὶ τῶν ἔξω κινήσεως διὰ κινήσεως ἀντιλαμβάνεσθαι θαυμαστὸν οὐδέν· πάλαι καὶ τῶν θεουργῶν ἡμᾶς διδαξάντων, ὅτι τὰς αὐτοφανείας τῶν θεῶν μεμορφωμένας τῶν ἀμορφώτων καὶ ἐσχηματισμένας τῶν ἀσχηματίστων ἀνάγκη γίνεσθαι, τῆς
ψυχῆς καὶ τὰ ἀτρεμῆ καὶ τὰ ἁπλᾶ φάσματα τῶν θεῶν κατὰ τὴν ἑαυτῆς φάυσιν ὑποδεχομένης μεριστῶς καὶ μετὰ φαντασίας σχῆμα καὶ μορφὴν συναγούσης τοῖς θεάμασιν. πᾶσα γὰρ μέθεξις τήν τε τοῦ μετεχομένου καὶ τὴν τοῦ 358 μετέχοντος ἰδέαν διασώζει, μέση πως οὖσα το΄'υτων ἀμφοτέρων· καὶ οὔτε τὴν τοῦ μετεχομένου μόνον, οὐ γὰρ | ἂ[ν ἐδίδου τι] τῷ μετέχοντι· οὐτε τὴν τοῦ με[τέχοντος, 359 οὐ γ]ὰρ [ἂν ἐξ]ήρτητο τοῦ μετεχομέ[νου. ὄντων] οὖν θείων τῶν μετεχομένων ἔ[χει τὰ πα]ρ' αὐτῶν προτεινόμενα φάσμαι[τα]
τὸ φωτοειδὲς τὸ ἄχραντον τὸ ἀχρόνως παρὸν τὸ ζωτικόν, πᾶν εἴ τι τοιοῦτον, τῶν δὲ μετεχόντων τὸ διαστατὸν τὸ μεμορφωμένον τὸ ἐσχηματισμένον· ταῦτα καὶ τῶν θεῶν εἰπόντων πρὸς τοὺς θεουργούς· ἀσωμάτων γὰρ ὄντων, φασίν, ἡμῶν
μηδείς, εἰ καὶ ὁ τῶν θεαμάτων τούτων ἄγγελος, ὡς ψυχὴν εἰκὸς ἦν μερικὴν φαντασίᾳ χρωμένην καὶ ἔτι σώματος ἔννοιαν ἔχουσαν, οὕτω τῶν ἀσωμάτων ἐφάηπτετο καὶ ἑώρα ἐν τῷ αἰθερίῳ σώματι τὰς τῶν ἀσωμάτων ὑπάρξεις σωματικῶς, καὶ ἀντὶ μὲν τῆς ζωῆς τῆς θείας καὶ αΰλου χιτῶνας λευκοὺς
καὶ λευχείμονας τὰς Μοίρας· ἀντὶ δὲ τῆς σταθερᾶς καὶ μονίμου καταστάσεως καθημένας· ἀντὶ δὲ τῆς διωρισμένης ἀπὸ τῶν ἄλλων θεῶν ἰδιότητος μεριστὰς καὶ τοπικὰς περιγραφάς· συνθήματα γὰρ τὰ ἐμφανῆ τῶν ἀφανῶν ἐστιν δυνάμεων, τῶν ἀμορφώτων τὰ ἐν μορφαῖς ὁρώμενα διασταταῖς.
ταῦτα μὲν οὖν, ὅπερ ἔφην, διὰ τῶν ἱερατικῶν ἔργων γνώριμα τοῖς μὴ παντάπασιν ἐκείνων ἀνηκόις· ἐπεὶ καὶ τὸ φωνῆς ἀκούειν ἐμμελοῦς καὶ ιυμων ἀνηκόοις· ἐπεὶ καὶ τὸ φωνὴς ἀκούειν ἐμμελοῦς καὶ ὕμνων γέ τινων | σύνηθες 360 τοῖς . . 20 . [ἀσω]μάτων . . 20 . [αὐτοφ]φάνειαν, οὔτε φωνῇ [καὶ σωματικοῖς ὀρ]γάνοις οὔτε πληγαῖς καὶ [ἤχοις δρών]των,
361 ἀλλ' ἀσωμάτως ἐνεργούντων· τῆ[ς] ἐν ἐκείνοις ἀπαθοῦς ἐνεργείας ἐν τῷ μετέχοντι κατὰ τὴν ἐκείνων βούλησιν παθη[τι]κὴν ὑφιστάσης κίνησιν· ἐπεὶ καὶ τῆς ψυχῆς αἰδουμένης ἢ φοβουμένης ὠχρότης ἢ ἔρευθος ἐν τῷ σώματι συμβαίνει,
μὴ ὄντος ἐν ἐκείνῃ θατέρου τούτων, ἀλλ' ἀπὸ τῆς ἐν ἐκείνῃ κινήσεως τῆς ἀχρωμάτου περὶ τὸ σῶμα τῆς κατὰ τὸ χρῶμα διαθέσεως ὑφισταμένης. Μὴ οὖν οἰέσθω τις ἀδύνατον εἶναι τῶν Μοιρῶν ὑμνουσῶν νοερῶς εἰς αἴσθησιν ἐκπίπτειν τὰς νοήσεις αὐτῶν παρὰ τοῖς ἀμφὶ τὸν Ἤρα καὶ ἦχον ἀποτελεῖσθαι
τὴν ἄνευ ἤχου κίνησιν καὶ διὰ πληγῆς πληγῆς ἐνεικονίζεσθαι τὴν ἄπληκτον ζωὴν καὶ ἀπὸ τῆς κατὰ νοῦν συναισθήσεως ἐκφοιτᾶν εἰς τὴν δι' ἀκοῆς ἀντίληψιν. οἶον γὰρ τὸ γνωστόν, τοιαύτη καὶ ἡ γνῶσις· εἰ μὲν νοητόν, νόησις· εἰ δ' ἀκουστόν, ἄκουσις· τοῦ δὴ νοητοῦ γεγονότος δι' ἐμφάσεως
ἀκουστοῦ καὶ ἡ νόησις ἄκουσις γέγονεν καὶ ἤυκουεν ὦν ἐνόει πρότερον. ἀλλὰ τοῦτο μὲν φανερόν, ὅπερ εἴπομεν, καὶ ἀπὸ τῆς παρ' ἡμῖν ἱερατικῆς· καὶ προσθετέον ὡς ἄλλον μὲν τρόπον ἄγγελοι θεῶν ἐπήκοοι γίνυονται, δαίμονες δὲ ἄλλον, ψυχαὶ δὲ ἀνθρώπων ἄλλον· οἳ μὲν νοερῶς τῶν νοερῶν,
οἱ δὲ λογικῶς, ο}ι δὲ καὶ αἰσθητικῶς, ἕκαστοι δὲ κατὰ τὰ μέτρα τῆς ἑαυτῶν ἐπιτηδειότητος ὑποδεχόμενοι τὴν τῶν θεῶν γνῶσιν καὶ ἐνέργειαν εἰς ἑαυτοὺς προϊοῦσαν. καὶ | 362 . . 85 . . ς ὅταν τῆς συνθέ[σεως ἐν ταῖ]ς διανοήσεσι καθαρεύσωμεν· [τότε] ἀμορφώτως αὐτῶν ἕξομεν συναίσθησιν
[πα]ρόντων, ὅταν φαντασίαν ἀποσκευσώμεθα· τότε τὰ φθέγματα αὐτῶν διὰ νοῦ γνωσόμεθα μόνως, ὅταν σιγήσωμεν πάσαις ἡμῶν ταῖς σωματικαῖς αἰσθήσεσιν.
ἐστίν, τίς δὲ τρίτη, τίς δὲ μέσην ἔχουσα δύναμιν; οἳ μὲν 363 γὰρ τῶν πρὸ ἡμῶν τὴν Λάχεσιν τρίτην ἔθεντο καὶ φασὶν ὡς ὑφειμένην ἑκατέρᾳ χρῆσθαι ταῖν χειροῖν, καὶ τὰ παραδείγματα τῶν κλήρων ἀπὸ ταύτης ὡς ὑφειμένης λαμβάνειν τὸν προφήτην, πασῶν ὄντα καταδεέστερον, ἀπὸ τῆς ἑαυτῷ προσεχοῦς. οἳ δὲ μέσην αὐτὴν τάττουσιν ἀμφοτέρων καὶ
ὡς συνεφαπτομένην ταῖς ἄκραις οὕτως ἐνεργεῖν, μετὰ μὲν Κλωθοῦς τῇ δεξιᾷ, μετὰ δὲ Ἀτρόπου τῇ ἀιστερᾷ· διὸ καὶ ἐκείνων ἑκατέραν χρόνον διαλείπειν, οἶον χώραν τῇ μεσῃ παρεχομένας, καὶ διὰ τοῦτο ταύτην ἔχειν παραδείγματα τῶν κλήρων ὡς ἐν ἑαυτῇ διὰ τὴν μεσότητα τὴν τριάδα τὴν
Μοιραίαν δεικνύουσαν, καὶ ὡς τῇ μεσότητι τῶν ψυχῶν προσήκουσαν. οἱ δὲ δὴ τρίτοι πρεσβυτέραν ἀμφοῖν ὑπώπτευσαν εἶναι τὴν Λάχεσιν καὶ οὕτως ἀμφοτέραις κινεῖν τὸν ἄτρακτον, ὡς καὶ τὸ ἀπλανὲς ἐπιστρέφουσαν καὶ τὸ πλανώμενον καὶ ἁπλῶς ὅλον τὸν οὐρανόν· καὶ τὰ παραδείγματα
τῶν | κ[λήρωλ] . . 35 . δ . . 22 . μετὰ δὲ τὴν αἵρεσιν 364 τὰ . . 10 . [τὴν δευ]τέραν καὶ διὰ τοῦτο καλεῖσθαι [Κλωθώ·] . . . . νωσαν καὶ αὐτὴν ἐμπεδοῦν τὴν Ἄτροπ[ον, τόν] τε βίον λέγω καὶ τὰ ἐπικεκλωσμένα, καὶ [διὰ] τοῦτο Ἄτροπον ὀνομάζεσθαι. — Τούτγων δὴ διαφερομένων ἡμεῖς τῷ
Πλάτωνι χρώμεθα χριτῇ λέγοντι μὲν ἐν Νόμοις ἐν τῷ δωδεκάτῷ [p. 960c] σαφέστατα, ὡς ἄρα πρώτην μὲν Λάχεσιν ὑπολαμβάνειν δεῖ, Κλωθὼ δὲ δευτέραν, Ἄτροπον δὲ τρίτην ἀμετάστροφα τὰ κλωσθέντα ἀποτελοῦσαν· λέγοντι δὲ καὶ ἐν τούτοις, ὡς ἄρα ὁ λαχὼν ἑκάστην ψυχὴν δαίμων
ἄγει πρῶτον μὲν ὑπὸ τὴν Λάχεσιν καὶ τὴν ἐκείνης ἐπιστροφήν, δεύτερον δὲ ὑπὸ τὴν τῆς Κλωθοῦς, τρίτον δὲ ὑπὸ <τὴν> τῆς Ἀτρόπου· κάκεῖθεν ἐπὶ τὸ πεδίον ἔρχονται πᾶσαι τῆς Λήθης καὶ τὸν Ἀμέλητα ποταμόν. εἰ οὖν ἡ κάθοδος ἄνωθεν, δῆλον ὡς ἡ Λάχεσις πρεσβυτάτη πασῶν ἐστιν καὶ
365 οὕτως ἑκατέρᾳ κινεῖ ταῖν χειροῖν, ὡς καὶ τὴν ἐπὶ δεξιὰ καὶ τὴν ἐπ' ἀριστερὰ κινοῦσα τοῦ ἀτράκτου περιφοράν.
οὖν θυγατέρας λέγεσθαι τὰς Μοίρας τῆς Ἀνάγκης δείκνυσιν τὸ μὲν ἑνοειδὲς κράτος τῇ Ἀνάγκῃ προσῆκον ὡς π΄λαντα συνεχούσῃ κατὰ μίαν αἰτίαν,ἣν ἀποδρᾶτῶν ἐγκοσμίων οὐδενὶ θεμιτόν, οὐ τῶν οὐρανίων, οὐ τῶν ὑπὸ σελήνην,
οὐ τῶν ὁλικῶν, οὐ τῶν μερικῶν· μία γάρ ἐστιν αὕτη πάντων 366 φρουρὰ τῶν τοῦ | . . 14 . [τὰς] δὲ Μοίρας κατα[τάσσει ὑπὸ τὴν ταύτης βα]σιλείαν, ὡ[ς] ἐκείνην [τῶν δόσεων τῶν Μοιρ]αίων καὶ τῶν ἐπικλωθο[μένων καὶ] τῆς πάντων ὑπὸ τὴν ταύτης βα]αίων καὶ τῶν ἐπικλωθο[μένων καὶ] τῆς πάντων τῶν Μοιρ]αίων καὶ τῶν ἐπικλωθο[μένων καὶ] τῆς πάντων ἀναγκαίας ἀκολου[θία]ς εἶναι δεσπότιν. τὰς δὲ Μοίρας ἄλλην [ἄ]λλο τι δρᾶν μερισαμένας τὰ ἔργα τῆς μονάδος·
καὶ διὰ τοῦτο λέγεσθαι θυγατέρας, ὡς τήν τε πρόοδον καὶ τὴν οὐσίαν καὶ τὰς δυνάμεις καὶ τὰς ἐνεργείας ἀπ' ἐκείνης διακληρωσαμένας· ἐν γὰρ τοῖς θεοῖς τὰ αἴτια καὶ τὰ αἰτιατὰ τούτοις δι9αφέρει, τῷ ἡνωμένῳ καὶ πεπληθυσμένῳ, τῷ ὁλικωτέρῳ καὶ μερικωτέρῳ, τῷ ἐξῃρημένῳ καὶ προσεχεστέρῳ
τοῖς διοικουμένοις. κἀνταῦθα τοίνυν προηγεῖται μὲν ἡ μονὰς καὶ ἐξᾐρηται πάντῃ τῶν ἐγκοσμίων καὶ ἔστιν ὅλη καὶ μία, ταύτης δὲ ἡ τριὰς ἀνῆπται, μεριζομένη περὶ τὴν τοῦ ἀτράκτου περιφορὰν καὶ προάγουσα εἰς ἐμφανὲς τὴν τῆς μονάδος πρόνοιαν. ὅθεν καὶ Μοῖραι τὴν φήμην ἔσχον αὖται
καλεῖσθαι, οὐ μόνον ὡς μερίζουσαι τὰ ὀφειλόμενα τοῖς γιγνομένοις πᾶσιν, ἀλλὰ καὶ ὡς μερισάμεναι τὴν τῆς μητρὸς ἡνωμένην ποίησιν· ἐκείνη δὲ Ἀνάγκη, ὡς κρατοῦσα πάντων ἀραρότως καὶ ἀναποδράστως, ὦν αὖται διῃρημένως. τῶν μὲν γὰρ ἔξω γενέσθαι δυνατὸν κατά τινα ἐνέργειαν,
οἶον τῆς Λαχέσεως κατὰ τὴν πρὸ τοῦ κλήρου ζωήν· πρῶτος 367 γὰρ ἡμᾶς ὁ κλῆρος ὑποτάττει τῇ Λαχέσει καὶ τὸ λαχεῖν οἶόν ποτε κλῆρον· τῆς δὲ Ἀνάγκης κατ’ οὐδεμίαν· διὸ κυ ρίως Ἀνάγκη πάντα περιλαβοῦσα τοῖς ἑαυτῆς ἀκλινέσιν ὅροις.
τὰς ἐσθῆτας οἱ μῦθοι σύμβολα παραλαμβάνειν εἰώθασιν τῶν ἀσωμάτων ζωῶν, ὅστις παρηκολοήθηκεν ταῖς θεομυθίαις, πάντως που γεγνώσκει· καὶ γὰρ αἱ ζωαὶ τὰς τῶν θεῶν ὑπάρφεις ἀποκρύπτουδιν προβεβλημέναι καὶ αἱ ἐσθπητες τὰ σώματα· καὶ ὡς οὖται περέχουσιν ἐν ἀφανεῖ τὸ χρώμενον,
οὔτω καὶ ἐκεῖναι τὰς θείας ἑνώσεις. ἐπεὶ δὲ αἱ ὑπάρξεις ἄλλων ἅλλαι, καὶ τὰς ἐσθῆτας τῶν μὲν λευκάς, τῶν δὲ με λαίνας, τῶν δὲ χρυςᾶς, τῶν δὲ τοιαύτας ἄλλας παραλαμβά- νουσιν, καὶ πάντα ἁπλῶς τὸν ἔξωθεν κόσμον ταῖς ἔνδον καὶ ἐγκρυφίοις δυνάμεσιν ἐοικότα κατὰ σχήματα καὶ χρώ-
ματα περιβάλλουσιν αὐτοῖς. ἐπεὶ καὶ ἐν τοῖς ἱεροῖς διὰ ταῦτα τοῖς ἀγάλμασιν ἄλλοις ἄλλα περιέκειτο συνθήματα, τῶν κρειττόνων συνᾴδοντα τοῖς † ἀγάλμασιν· καὶ οἱ τῶν θεῶν ἱεροὶ καὶ οἱ καὶ οἱ κλήτορες καὶ οἱ δοχεῖς πολυειδέσιν ἐχρῶντο χιτῶσιν καὶ καταζώσεσιν, μιμούμενοι τὰς θείας ζωάς, εἰς
ἃς ἀνῆγον τὴν ἐαυτῶν πραγματείαν. προςήκει τοίνυν καὶ ταῖς Μοίραις τὸ φανὸν ὡς τὰς οὐρανίας ζωὰς προβεβλη- μέναις, δι’ ὧν κινοῦσι τὸν οὐρανόν· καὶ γὰρ τὸ ἀμιγὲς καὶ καθαρὸν αὐταῖς οἰκιῖον· διὸ καὶ νηφάλια σπένδειν 370 371 372 θεμιτὸν Μοίραις καὶ πᾶν τὸ χθόωιον | . . 25. μαι[ς] αὐ . . 15.
αὐτῶν ὑπάρξεις· οὐ γὰρ ἀπὸ φυτῶν τὸ στέμ[μα] γίνεσθαί φασιν, ἀλλ’ ἀπὸ ἐρίων. καὶ ἔστι καῖ τοῦτο πρέπον ταῖς ἱερατικαῖς ζωαῖς · στρόφια γὰρ καὶ τοῖς ἱερεῦσιν τοῖς τῶν ἄλλων ὑψηλοτέρας ἱερωςύνας φέρουσιν ἔχειν προστέτακτο καὶ μέγα ἦν τὸ στροφίου κύριον εἶναι· τοῦτο δὴ οὖν ἀπο –
τυποῦται τὰ στέμματα τὰ Μοιραῖα, συμβολικῶς περικείμενα ταῖς κεφαλαῖς αὐτῶν. αἱ μέν γε κεφαλαὶ τῶν θειοτάτων εἰκόνες εἰσὶν καὶ ὑψηλοτάτων ἐν αὐταῖς δυνάμεων, ἐπεὶ καὶ ἐφ’ ἡμῶν τοῦ θειοτάτου τῆς ψυχῆς εἰσιν οἰκήσεις. Τὰ δὲ στέμματα ζωὴν θείαν καὶ γόνιμον ἐνδείκνυται, συν-
άπτουσαν αὐτῶν τὰς ἀκρότητας ταῖς ὑπερτέραις αἰτίαις, ὡς τὰς ἱερατικὰς ζωὰς τοῖς θεοῖς οἶς καθιέρωτο τὰ στρόξια συνάπτειν ἐπεπίστευτο. καὶ ὁρᾷς ὅπως ὁ τῆς κεφαλῆς κόσμος τοῦ περὶ τὸ ἄλλο πᾶν σῶμα ὡς αἴτιος προϋπάρχων ἀνα- φαίνεται· τῆς γὰρ ἐσθῆτος τὸ ἔριον οἶον αἴτιόν ἐστιν, ὥστε
εἰ καὶ ἑκάτερον ζωῆσ σύμβολον, ἀλλὰ τὸ μὲν θειοτέρας καὶ αἰτιωτέρας, τὸ δὲ καταδεεστέρας καὶ ἀπ’ ἐκείνης ἀπορρεού- σης. — Καὶ μὴν καὶ τὸ ἐπὶ θρόνων καθῆσθαι πέριξ καὶ δι’ ἴσου πᾶσαν αὐτῶν ἀναφαίνει τὴν τάξιν ἀεὶ ὡσαύ- τως ἔχουσαν καὶ περιέχουσαν πανταχόθεν τὸν ὅλον οὐρανὸν
καὶ τὴν πρὸς ἀλλήλας αὐτῶν ἀξίαν καθ’ ἕνα λόγον ἐστῶσαν διαφυλάττουσαν. τὸ μὲν γὰρ δι’ ἴσου θαυμαστῶς ἐνεδεί- 373 ξατο πῶς ἔ|χουσι πρ[ὸς ἀ]λλή[λας] . . 20. ην . . 24. . [ἀπὸ τῆς αὐ]τῆς προελθοῦσαι μον[άδος] . . 10. . ἀλλήλαις, καὶ οὑχ ὡς τὰ αἴ . . 12. μόνον ὑπεροχὴ καὶ ὕφεςίς ἐστιν ἐν αὐ- 374 ταῖς. καὶ τοῦτο σημαίνει τὸ δι’ ἴσου πάσας τῶν ἄλλων διεστάναι, καὶ τὴν Λάχεσιν τῆς Κλωθοῦς καὶ τῆς Ἀτρότου ταύτην καὶ τὴν Ἄτροπον τῆς Λαχέσεως, οἶον ἐν ἐσοπ[λεύρῳ τρινώνῳ τεταγμένας. τοῦτο δὲ ὅπερ εἴπομεν τὴν σύνταξιν αὐτῶν σημαίνει τὴν ὡς ἀπὸ μιᾶς αἰτίας πάσας ὑποστάσας
κατὰ μίαν ἰσότητα συντάττουσαν. τὸ δὲ δὴ πέριξ τὴν ἔξωθεν περικαλύπτουσαν τὸν ἄτρακτον ζωήν· περιέχουσι γὰρ ὅλον ἐν ἑαυταῖς καὶ οἶον περικάθηνται τῷ σξονδύλῳ παν- ταχόθεν· οἶον εἰ νοήσειας ἐπὶ τῆς κυρτῆς ἐπιφανείας τρί- γωνον ἐκ περιφερειῶν ἴσνω καὶ κατὰ τὰς γωνίας ἱδρυμένας
ἐπὶ θρόνων τὰς Μοίρας. οὕτω γὰρ καὶ δι’ ἴσου καὶ πέριξ ταύτας νοήσεις ἐξιδρυμένας τῷπαντί, καὶ ἅμα μὲν ἀλλή- λαις ὁμοταγεῖς, ἅμα δὲ τῷ οὐρανῷ περιβαλλούσας τὴν ἑαυ- τῶν φυλακήν. Τοὺς δὲ δὴ θρόνους, ἐφ’ ὦν αὐτοπτικῶς αὐτὰς ἐκεῖνος ἑώρα καθημένας, τίνας ἂν φαῖμεν ἢ δυνά-
μεις εἶναι αὐτὰς ὑποδεχομένας αὐτῶν τὴν μόνιμον καὶ στα- θερὰν ἵδρυσιν; ἐπειδὴ γὰρ καὶ μένουσιν οἱ θεοὶ ἐν αὑτοῖς καὶ προΐασι διὰ πάντων καὶ ἐπεστρέφουσιν εἰς τὰ πρὸ αὐτῶν, καὶ οὔτε τὸ μένειν χαλῶσιν διὰ τὸ προϊέναι καθάπερ αἱ ψυχαί ( ταύταις γὰρ ἡ εἰς τὸ κάτω πρόοδος ἀποφοιτώσαις
μὲν τῶν αἰτίων, ἐξισταμέναις δὲ γίνεται ἑαυτῶν) οὔ |[τε 375 τὸ] προιέναι [ἐπέ]χουσιν διὰ τὸ μένειν (. .20. ἐν τῷ κατὰ φύ[σιν] . . . . π . . . ‘.α κινητά ἐστιν), ἀλλ’ἅμα τὸ [συν]- αμφότερόν ἐστιν παρ’ αὐτοῖς καὶ τὸ ἐπιστρέφεσθαι μετὰ τούτων, τὸς μὲν ζωὰς ἁπάσας τὰς τὴν μονὴν αὐτῶν ὑπο-
δεξαμένας θρόνοις εἰκάζουσιν, τὰς δὲ ταῖς προόδοις ὑπηρε- τούσας ἢ ἐπιστροξαῖς ὀχήμαςίν τισιν· καὶ ταπῦτα παρα- πετάσματα γίνεται τοῖς σοφοῖς μύθοις τῆς περὶ θεῶν ἀληθείας. καὶ τοίνυν καὶ τῶν Μοιρῶν τὰς ἐξῃρημένας τοῦ οῦρανοῦ ζωὰς τὰς τῶν μονίμων ἐν ἑαυταῖς δυνάμεων ὑποδοχάς, ἐν
376 αἶς ἱδρυμέναι καὶ τὸν οὐρανὸν ἐν ἑνὶ τόπῳ μένοντα δια- φυλάττουσιν, θρόνους ὑπολαβεῖν χρὴ λέγεσθαι, καθάπερ ἐν φαίδρῳ θεῶν ὀχήματα *** ταῖς τε πορείαις αὐτῶν συν- εξορμώσας· ἐλαύνων γάρ, φηςίν [p. 246 e], ὁ Ζεὺς πτη-
νὸν ἅρμα πορεύεται πρῶτος· καὶ ἑξῆς φησιν [P. 247b] , ὅτι τὰ τῶν θεῶν ὀχήματα ἰσορρόπως εὐήνια ὄντα πορεύεται, τὰ δὲ ἄλλα μόγις. καὶ γὰρ ἐκεῖ οἱ ἡνίοχοι τῶν ὀχημάτων ἕτεροι καὶ ἐνταῦθα αἱ ἐτεθρονισμέναι τῶν θρόνων, ὑποδοχαὶ δὲ ἄμφω ταῦτα ἀμφοῖν, ἀλλ’αἳ μὲν
κινουμένων, αἳ δὲ μενόντων. εἰ δὲ δὴ καὶ τὸν τόπον νοή- σαις, ἐν ᾦ κεῖσθαι δεῖ φαντασθῆναι τοὺς θρόνους, ἐκεῖνο τὸ φῶς τὸ τῷ κίονι παραπληςίως ἀκλινές, καὶ ἐν ἐκείνῳ τᾶς μοίρας ἱδρυμένας λέγειν ἐκεῖθεν τὸν σφόνδυλον κινεῖν ἐν τῷ αὐτῷ, τάχ’ ἂν δυνηθείης κἂν τὴν ξανταςίαν ἀπο-
πλῆσαι διαστηματικὴν τούτων ἔννοιαν λαβεῖν ἐξιεμένην· εἰ 377 γὰρ ἔξω τοῦ | οὐρανοῦ κάθηνται καὶ εἰ ἐν τόπ[ῳ ἐστὶν ἑκά]στη, δι’ ἴσου διεστῶσαι ἀπ[‘ ἀλλήλων, π[οῦ ἀλ]λαχοῦ ἢ ἐν ἐκείνῳ νοήσεις αὐτῶν τ[ὴν] ἵδρυσιν, ἐν ᾦ πάντα ἥδρασται μένοντ[α κα]τα τα αὐτά· τοιοῦτος δὲ ὡς ἐδείκνυμεν ἐκεῖνος
ὁ τόπος, ὃν εἶπεν εἶναι τὸ φῶς, ὡς καὶ τοῦτο οὐκ ἀμυ- δρῶς δέδεικται διὰ τὼν ἔμπροσθεν. Μέχρι μὲν δὴ τούτων ὅσα κοινὰ παραδέδοται θεάματα περὶ τῶν Μοιρῶν· ἔστιν δὲ ταῦτα τὸ θυγατέρας εἶναι πάσας τῆς Ἀνάγκης, τὸ δι’ἴσου καθῆσθαι, τὸ πέριξ, τὸ στέμματα
ἐπὶ τῶν κεφαλῶν ἔχειν, τὸ λευχειμονεῖν, τὸ ἐπὶ θρόνων δή τινων ἱδρῦσθαι. λοιπὸν δὲ ἐντεῦθεν τᾶς διαφερούσας αὐ- τῶν ἐνεργείας ἐκφαίνει καὶ ταύτας διαιρεῖ, τὰς διαξερούσας αὐ- τῶν ἐνεργείας ἐκφαίνει καὶ ταύτας διαιρεῖ, τὰς μὲν γνωστι- κὰς τιθέμενος αὐτῶν, τὰς δὲ κινητικάς. αἱ μὲν γὰρ ὑμνῳ- δίαι τῶν γεγονότων καὶ ὄντων καὶ ἐσομένων· καὶ πῶς ἣ
μὲν ὑμνεῖ τὰ γεγονότα μόνως, ἡ Λάχεσις, ἣ δὲ τὰ παρόντα μόνον, ἡ Κλνθώ, ἣ δὲ τα μέλλοντα μόνως, ἡ Ἄτροπος; 378 δυνατὸν μὲν οὖν λέηειν, ὅτι τὴν τάξιν ἠθέλησεν τῶν Μοι- ρῶν ποιῆσαι γνώριμον διὰ τῶν τριῶν τοῦ χρόνου ρορίων· ὦν ἡγεῖται μὲν τὸ γεγονός, ὡς ἡ Λάχεσις ταῖω δυεῖν· δεύ- τερον δὲ τὸ παρόν, ὡς ἡ Κλωθὼ δευτέρα· τρίτον δὲ τὸ ἐσόμενον, ὡς ἡ Ἄτροπος. γελοῖον γάρ, εἴ τις οἴοιτο τοῖς
χρόνοις ὄντως διῃρῆσθαι τὰς ὑμνήσεις, ἀλλὰ μὴ συμβολικῶς σημαίνεσθαι διὰ τούτων πρώτην καὶ μέσην καὶ τελευταίαν νοήσεων ἐνέργειαν, παςῶν μὲν ὑπὲρ χρόνον οὐσῶν, τοῦ δὲ μύθου διὰ τῶν χρονικῶν ὀνομάτων τὴν ἐξαλλαγὴν τῶν
ἀχρόνων νοήσεων σημαίνοντος. | . . 22. ου κάτ . . 20. [οὐ 379 γὰ]ρ κατὰ τὴν ἐξί[αν τὸν ὕμνον πρὸς] τὴν τῶν Σειρήνων ἁρμονί[αν συ]νᾴδειν ἀναστρέψας εἶπεν ὁ μῦθος τὴν τάξιν. τὴν γὰρ ἁρμονίαν ἕπεσθαι δεῖ τῇ ᾠδῇ, καθάπερ ἐν τοῖς Νό- μοις ἐδιδάχθημεν, μέλει μὲν ἀκολουθεὶν ῥυθμόν, ᾠδῇ δὲ μέλος· καὶ <εἰ> ἐνταῦθα τοῦτο κατὰ λόγον ἐστίν, πολλῷ πρό-
τερον ἐν τῷ παντὶ τοῦτο κατὰ φύσιν. δεῖ τοίνυν καὶ ταῖς ὑμνήσεσι τῶν Μοιρῶν ἕπεσθαι τὰς ἁρμονίας τῶν Σειρήνων· ὃ δὲ δἰ ἐπίκρυψιν ἔμπαλιν ἀπεφήνατο τᾶς Μοίρας ὑμνεῖν πρὸς τὴν ἁρμονίαν τῶν Σειρήνων, οὐχ ὡς ἑπομένην ἐκείνῃ προτέραν οὖσαν, ἀλλ’ ὡς ὅρον αὐτῇ καὶ μέτρον ἐπάγουσαν.
τοῦτο μὲν τοίνυν σαφὲς οὑτωςὶ γέγονεν ἡμῖν· εἰ δὲ βούλει, καὶ καθ’ ἕτερον τρόπον <δυνατὸν> σκοπεῖν τῶν χρονικῶν ὕμνων τὴν ἐξήγησιν. αὐτὸ μὲν γὰρ ὅλως τὸ ὑμενεῖν δηλοῖ τὴν ἐνέργειαν αὐτῶν εἶναι τὴν νοερὰν εἰς τὰς ὑπερτέρας αἰτίας ἐπεστραμμένην· αἱ γὰρ ὑμνήσεις τῶν θεῶν κρειττό-
νων εἰσίν, ἀλλ’ οὐ χειρόνων. δῆλον οὖν ὅτι νοοῦσιν τὰς ἐν τῇ μητρὶ τῶν πάντων αἰτίας καὶ εἰσὶν ὄντως ὑμνῳδοὶ τῆς μητρός, ἐπειςὴ δὲ ἡ μὲν τῆς Λαχέσεως νόησις περιέχει τὰς τῶν ἄλλων, ἡ δὲ τῆς Κλωθοῦς τὴν τῆς λοιπῆς, τὰ χρονικὰ ἀνόματα συνθήματα παρείληπται τῆς περιοχῆς· τὰ
380 μὲν γὰρ γεγονότα μέλλοντα καὶ παρόντα γέγονε πρότερον, τὰ δὲ παρόντα <μέλλοντα μὲν γέγονε,> γεγονότα δὲ οὔπω· τὰ δὲ μέλλοντα μέλλοντα ἄρα μόνον ἐστίν, οὔτε δὲ παρόντα
πώς ἐστιν οὔτε πολλῷ μᾶλλον γεγονότα. περιεκτικώτερα οὖν 381 τὰ γεγονότα μὲν τῶν λοιπῶν, παρόντων καὶ μελλόν|των, τὰ παρόντα [δὲ τῶν μελλόντων μόνων.] ὥστ’ εἶναι δῆλον ἐκ [τούτων, ὅτι αἱ μὲν τῆς Λα]χέσεως νοήσεις ὁλικώτεραι τῶ[ν ἐν ταῖς ἄλ]λαις εἰσὶν νοήσεων, ἡ δὲ τῆς Κλωθ[οῦς με]ρικωτέρα μὲν τῆς ἐν τῇ Λαχέσει, περιληπτικωτέρα δὲ τῆς
ἐν τῇ Ἀτρόπῳ (καὶ γὰρ οὔπω μὲν τὸ παρόν ἐστιν γεγονός, μέλλον δὲ πρότερον ἦν), ἡ δὲ τῆς Ἀτρόπου μερικωτέρα ἐκείνων, εἴπερ τὸ μέλλον οὔπω παρόν ἐστιν, ἀλλ’ οὐδὲ γε- γονός. εἰ οὖν αἱ νοήσεις αὐτῶν ὡς εἰς τὰ θειότερα ἐπε- στραμμέναι ὑμνήσεις προσηγορεύθησαν, ὑμνοῦσι δέ που καὶ
νοοῦσιν, ὁλικώτερα μὲν ἡ Λάχεσις νοητά, μεριδώτερα δὲ ἡ Ἄτροπος, μέσα δὲ ἡ Κλωθώ, τούτῳ δηλαδὴ καὶ τὴν τῶν νοήσεων ἱκανῶς δηλοῖ καὶ τὴν τῶν ωοούντων ἐξαλλαγήν. Καὶ μὴν καὶ τὰς κινγτικὰς αὐτῶν ἐνεργείας τῇ τῶν γνώσεων τάξει συμβαινούσας ἀκούομεν· ἡ μὲν γὰρ Κλωθὼ τῇ δεξιᾷ
χειρὶ κινεῖ καὶ δῆλον ὅτι τὴν ἐπὶ δεξιὰ περίοδον, ἡ δὲ Ἄτροπος τῇ ἀριστερᾷ καὶ δῆλον δὴ ὅτι καὶ αὕτη τὴν ἐπ’ ἀριστερὰ περιφοράν, ἡ δὲ Λάχεσις ἑκατέρᾳ ταῖν χειροῖν ὡς τὰς συναμφοτέρας περιάγουσα. πάλιν οὖν ἡ μὲν Λάχεσις ὁλικωτέρα ταῖν δυεῖν, ἡ δὲ Κλωθὼ προηγεῖται τῆς Ἀτρόπου
τὴν κρείσσονα κινουῦσα περίοδον, τρίτη δὲ ἡ Ἄτροπος, ὑφειμένη τῆς μὲν τῷ μοναχῇ κινεῖν, τῆς δὲ τῷ τὴν κατα- δεεστέραν· κρείττων γοῦν ἡ ἐπὶ δεξιὰ τῆς ἐπ’ ἀριστερὰ 382 383 περιαγωγῆς, ᾖ τὰ δεξιὰ τῶν ἀριστερῶν δυνατωτέραν ἐχει τάξιν. ἐκεῖνο δὲ τούτων ἀληθεστάτων οὐσῶν ἄξιον μὴ παρα- δραμεῖν, | ὅτι καὶ τὴν Κλωθὼ καὶ τὴν Ἄτροπον κινεῖν f. 384 [εἰπὼν προςέθ]η[κ]εν ἐφ’ἑκατέρας· διαλεί[πους]αν χρό- νον, ὡς ἐπὶ τῶν ὑμνήσεων τὸ πρὸς τ[ὴν] τῶν Σειρήνων
ἁρμονίαν, οὕτως ἐπὶ τῶν κινήσεων τὸ διαλείπειν χρόνον ἄλλο τι δεόμενον ἐπιστάσεως. τί οὖν δηλοῖ τὸ διαλείπειν χρό- νον; ἤ πρὸς μὲν τὸ πλάσμα τῆς θεομυθίας, ἵνα καὶ ἡ Λάχεσις ἔχῃ χώραν ἑκατέραν ταῖν περιόδοιν κινεῖν, ὅταν ἐκεῖναι διαλείπωσιν, πρὸς δὲ τὴν ἀλήθειναν, εἰς ἔνδειξιν τοῦ
μὴ εἶναι τᾶς ἀπ’ αὐτῶν κινήσεις ἐτεροκινήτων; ἔστησαν γὰρ ἄν αἱ περίοδοι τούτων διαλειπουςῶν· τὸ οὖν αὐτο- κίνητον αὐταῖν ὁρᾷς, εἰ διαλιπούσας ταύτας λάβωμεν. — Αἱ δὲ δὴ χεῖρες αἱ τῶν Μοιρῶν τίνας ποτὲ δηλοῦσι δυνά- μεις; ἢ ὡς αἱ κεφαλαὶ τὰς θειοτάτας, οὕτως αἱ χεῖρες τὰς
δευτερουργούς· καὶ ὡς ἐκεῖναι τὰς ωοερωτάτας, οὕτως αὖται τὰς ποιητικάς· καὶ γὰρ αἱ μὲν κεφαλαὶ γεγόνασιν ἀρχαὶ τῶν ζῴων, αἱ δὲ χεῖρες ἀντιλήψεως ἕνεκα καὶ ἀμύνης καὶ θεο- λόγοι χεῖράς τινας ἀποκαλοῦσι θεότγτας ἢ τῆς ζῳογόνου
Ῥέας ἢ τοῦ βασιλέως Ἡλίου· καὶ αὖ ὅπως τὰς ὑπερκοσμίους θεότητας ἅπτεσθαί ξασι καὶ μὴ ἅπτεσθαι τοῦ οὐρανοῦ, καὶ τοῦ Σωκράτους ἀκούσας ὑμνοῦντος τὰς Μοιραίας χεῖρας καὶ λέγοντος αὐτὰς ἅπτεσθαι καὶ μὴ ἅπτεσθαι τῶν κινου- μένων. οὕτω δὲ ἄρα δυνάμεών εἰσιν αἱ χεῖρες σύμβολα θειοτά-
των, ὡς καὶ ἐν τοῖς ὑπὲρ τὸν δημιουργὸν θεοῖς Ἑκατόγχειρας ὑμνεῖσθαί τινας φρουρητικοὺς ὄντας τῶν νοερῶν βασιλέων· τριῶν γὰρ τού|των . . 30. . ἀντοχῆς. Τοσα[ῦτα κ]αὶ περὶ 385 [τούτων. τὸ δὲ τὴν] Λάχεσιν ἐν μέρει ἑκατέρας ἐφά[πτεσθαι 386 ση]μαίνει δήπου τὸ δυνάμεις ἔχειν . .8., δἰ ὧν συνεφάπτεται ταῖς ἄλλαις τῶν κινήσεων, ὥσπερ ἡ Ἀνάγκη κατὰ μίαν ἕνωσιν τὴν κοινὴν πᾶσιν ἐνδίδωσι κίνησιν. δοκεῖ δέ, ὡς εἴπομεν, καὶ τῷ πλάσματι χώραν παρέχειν· εἰ γὰρ ἐκεῖναι
διαλείπουσιν χρόνον κινοῦσαι, αὕτη εἰκότως ἐν μέρει ἑκα- τέρᾳ χειρὶ καινῖ· οἷον ἐν ᾧ μὲν ἡ Κλωθὼ διαλείπει, τῇ δεξιᾷ κανοῦσα μόνῃ, ἐν ᾧ δὲ ἡ Ἄτρπος, τῇ ἀριστερᾷ, ἵνα τὸ πᾶν ἀεὶ μὲν ὑπό τινος κινῆται καθ’ἑκατέραν ταῖν πε- ριόδοιν, μηδέποτε δὲ ὑπὸ δυεῖν· τοῦτο δέ, ὅ καὶ πρότρον
εἴπομεν, ἔνδιξιν ἔχει τοῦ τὰ ἀφ’ ἑκάστης ἐνδιδόμενα τῷ κόσμῳ διάφορα εἶναι, καὶ μετέχειν τὰς περιφορὰς οὐ τῶν αὐτῶν παρά τε τῆς μιᾶς καὶ ταῖν δυεῖν· τῷ γὰρ χρόνῳ διεῖλεν τὰ τῇ τάξει διῃρημένα, καθάπερ καὶ ἐπὶ τῶν ὑμνή- σεων διήλθομεν· ἐπεὶ καὶ τοῦτο τῶν θεομυθιῶν ἴδιον, μετα-
λαμβάνειν τὰς ἀχρόωνς συνούσας ἀνεργείας, διαφερούσας δὶ ἀλλήλων, εἰς χρονικὴν τάξιν καὶ ἐξαλλαγὴν ὑπὲρ τοῦ κατι- δεῖν διωρισμένως τὰς ἰδιότητας αὐτῶν.
ὑψηλὸν εἰπεῖν [ρ. 617d].
μορ[φ] . . 17. ἐσχηματισμένως, οὕ[τω καὶ ἐν ταῖς] ψυχαῖς ἑώρα τῇ Λααχέσει προ[σιούσαις·] ἥ[ν] ἑώρα καθημένην ἐφ’ ἑνὸς τῶν τριῶν θρόνων· αἱ δὲ ψυχαὶ προςᾑεσαν ὡς ἀκείνης τρὸ τῶν τριῶν θρόνων· αἱ δὲ ψυχαὶ προςᾑεσαν ὡς ἐκίνης πρὸ τῶν ἄλλων κινούσης αὐτὰς ἐπὶ τὰς αἱρέσεις τῶν δευ- τέρων βίων. οὐκ ἔστιν οὖν ἡ προσέλευσις συναφὴ πρὸς 388 389 αὐτὴν, ἀλλα δἰ ὧν ὥρμων ἐπὶ τοὺς βίους, οἰκείωσις πρὸς αὐτήν, καὶ εἰ ὑπὸ σελήνην ἦσαν· ὅπου γαρ ἄν ᾖ τὸ τὴν ἐνέργειαν προβάλλον, κατ’ αὐτὴν τὴν προβολὴν πρόσεισιν τῷ τῆς ἐνεργείας ἐφόρῳ. Τοῦτο μὲν οὖν τὸ προςϊέναι δη- λοῖ τῷ μύθῳ πρὸς τὴν Λάχεσιν· τὸ δὲ δὴ προφήτην τινὰ
πρῶτον ἐν τάξει διϊστάνειν τας ψυχὰς ἐναργῶς παρίστησιν, ὡς ἄρα οὐκ ἔστιν ἡ αὐτὴ τῶν ψυχῶν ἀξία παςῶν· ἀλλ’ αἵ μὲν κρείττους εἰσίν, αἵ δὲ χείρους τῶν αἱρησομένων τοὺς βίους, καὶ ἡ ἐν τάξει διάστασις τὴν κατὰ τάξιν αὐταῖς παρέχεται κιάσρισιν, οὐ τοῖκὴν οὖσαν, ἀλλὰ ζωτικήν. ὡς
ἄν αὖν αὐτῶν μὲν οὐκ εἰδυιῶν τὴν ἐν ἀλλήλαις ἀξίαν, ἐκείνου δὲ καὶ εἰδότος καὶ διορίζοντος κατὰ ταύτην αὐτὸς ἀπ’ ἀλλήλων, οὕτως εἶπεν ὅτι διέστησεν ὁ προφήτης αὐτὰς ἐν τάξει, τὰς μὲν εὐμοιροτέρας ὁρῶν, τὰς δὲ δυσμοιροτέρας· οὐ γὰρ κατ’ οὐσίαν αὐτὰς διέστησε (τοῦτο γὰρ εἶχον ἐκ
τῆς δημιουργικῆς αἰτίας), ἀλλὰ κατα τὴν ζωὴν τὴν παροῦσαν, ἔχουσαν τὴν διαφορὰν περὶ τὴν τῶν κλήρων διανομὴν τῆν τε δοκούντων εὐμοιροτέρων εἶναι καὶ τῶν ἥσσονα τὴν εὐ- μοιρίαν ἐχόντων· τὸ δὲ εὔμοιρον ἤ ἐνντίον ἐν τοῖς κλήροις
ἐστίν. | κατα . . 9 . τα κινήσεως . . 9 . βίων, ἐφ’ ὧν <αἱ> αἱ- 390 ρέσεις, εὐμοιρότι[ερον τὸ ἐξ ἀ]φθονωτέρων εἶναι τὴν αἵρεσιν [ἤ ἐξ ἐλαττό]νων, καὶ τὸ ἐξ ἀμεινόνων ἤ χειρόνων. ἀλλὰ τα[ῦτα] μὲν καὶ εἰς ὕστερον ἔσται φανότερα πάντως· νυνὶ δὲ τίς ἐστιν οὗτος ὁ προφήτγς λέγωμεν καὶ πρῶτον ἐπιστὴ- σωμεν, ὅτι προφήτην αὐτὸν οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ τινὰ
προφήτην, ὡς ὄντων δήπου καὶ ἄλλων, ἐφ’ ὧν εἷς οὗτός ἐστιν, εἰς τὴν προφητικὴν ταύτην τελούντων σειράν. ἔπειτα ὅτι τῆς Λαχέσεως αὐτὸν ἐκφαντορικὶν εἶναι τῶν λόγων φη- σίν· οὐ γὰρ ἑαυτοῦ λέγιν λόγους, ἀλλὰ τῆς κόρης τῆς θυγατρὸς οὔσης ἐκείνης τῆς Ἀνάγκης, καὶ τέλος εἶπεν, ὅτι
391 τῆς Λαχέσεως· καὶ γὰρ <καὶ> αἱ λοιπαὶ θυγατέρες ἦσαν ἐκείνης. καὶ τρίτον, ὅτι διαλέγεται πρὸς τὰς ψυχὰς περὶ μιᾶς δή τινος εἰς γένεσιν καθόδου καὶ ἑνὸς αἱρίσεως βίου, καὶ ὡς τὸν δαίμονα αὐτὸς ἐφίστησι ταῖς ἑλομέναις. Ἐκ δὴ
τούτων οὔτε νοῦν σεληνιακόν, ὡς Πορφύριος ὑπέλαβεν, αὐτὸν ἡμεῖς εἶναι φήσομεν· θεῖος γάρ ἐστιν καὶ ὁ σεληναῖος νοῦς καὶ δημιουργικὴν ἔλαχεν τάξιν, ἀλλ’ οὐχ ὑπηρέτης ἐστὶ τῶν Μοιρῶν, καὶ πᾶσαν κυβερνᾷ τὴν γένεσιν· οὔτε τὸν δημιουργὸν τοῦ παντός, ὡς Θεόδωρος ὁ Ἀσιναῖος· ἐκεῖ-
νος γὰρ οὐ περὶ μιᾶς γενέσεως δημηγορεῖ πρὸς τας ψυχὰς οὐδὲ μιᾶς Μοίρας ἀπαγγέλλει τινὰς λόγους, ἀλλὰ πάντας ἐγγράφει τοὺς εἰμαρμένους νόμους ταῖς οὐσίαις τὼν ψυχῶν καὶ περὶ πάσης διαλέγεται τῆς ἀπὸ τοῦ νοητοῦ περιόδου
παςῶν εἰς τὸ νοητόν. ἀλλ’ ἐπειδὴ δεύτερος μὲν ἐστι τῶν 392 Μοιρῶν, καὶ ἐκ|[φαντο]ρικὸς τῶν νοήσεων τῆς Λαχέσεως, τοῦ [δὲ λα]γχάνοντος τὰς ψυχὰς δαίμονος ὑπέρ[τερο]ς (τῆς μὲν γὰρ ἀπαγγέλλει τοὺς λόγους, τὸν δὲ ἐφίστησιν ἑκάστῃ τῶν ψυχῶν), ἀγγελικῆς αὐτὸν εἶναι θετέον τάξεως· οἱ γὰρ ἄγγελοι τίνες εἰσὶν ἤ οἱ ἄλλων λόγους ἐκφαίνοντες; τίνες
δὲ καὶ οἱ θεῶν μὲν ὑπηρέται, δαιμόνων δὲ ἀπιστάται πλὴν τῶν ἀγγέλων; καὶ οὐ ξενικὸν τὸ ὄνομα καὶ βαρβάρου θεο- σοφίας μόνης, ἀλλα καὶ Πλάτων ἐν Κρατύλῳ [ρ. 407e. 408b] τὸν Ἑρμῆν καὶ τὴν Ἶριν θεῶν ἀγγέλους εἶναί φησιν, καὶ παρὰ τὸ εἴρειν αὐτῶν τα ἐνόματα γενέσθαι λέγει σαφῶς.
ἀλλ’ ἐκῖνοι μὲν ἄρχοντές εἰσι καὶ κατὰ τοὺς ἄλλους Ἑλλή- νων θεολόγους τῆς ἀγγελικῆς σειρᾶς, ὅ μὲν τῆς ἄρρενος, ἥ δὲ τῆς θηλείας, καὶ ὑπουργούσιν τοῦς δημιουργοῦς τοῦ παντός· ἡ δὲ προφητικὴ τάξις Μοιραία μέν ἐστιν, ἐφέστηκεν δὲ ταῖς εἰς γένεσιν καθόδοις τῶν ψυχῶν, ἐκ τοῦ ἀφανοῦς
αὐτὰς εἰς τὴν ἀμφανῆ παραπέμπουσα ζωήν, καὶ δαιμόνων 393 ἡγεῖται τῶν καλουμίνων ἀγγελικῶν, ὅσοι τοὺς τῇδε βίους ἡμῶν ἀπιτρπεύουσιν, ἐιληχότες ἡμᾶς μετὰ σωμάτων ζῶντας. Ἄλλοτε δὲ ἄλλων ψυχῶν συγκλήρων γινομένων, ἅς ὁ τῶνδε τῶν λόγων μηνυτὴς ἑώρα, τούτων προφήτης τὶς προειστήκει· θαυμαστὸν γὰρ οὐδὲν ἄλλον ἄλλαις ψυχαῖς διανέμειν τοὺς
κλήρους. εἰ δὲ δὴ καὶ τὸ ὄνομα τοῦ προφήτου σκοποίης, ὡς αὐτὸς ἐν Τιμαίῳ [p. 72a] διώρισεν, ἑρμηνευτικὸν τῶν μαντέων ὄν καὶ ὧν ἐνθεάζοντες ἐκεῖνοι λέγουσιν ἐξηγητικὸν διὰ νοερᾶς ἐπιστάσεως, ἔσται σοι κῆλον, ὅπως καὶ οὗτος ὁ ἐν
τῷ παντὶ | προφήτης τῶν ἐν τῇ Λαχέσει θείων ἐστὶ νοή- 394 σεων ἐκφαντικός, νοῦς μὲν ὤν, ἀλλὰ τὶς νοῦς, ἀλλὰ Μοι- ραῖος νοῦς, τεταγμένος δὲ οὐκ ἐν σελήνῃ, καθάπερ φησίν τις, ἀλλ’ ἐν τῷ αἰθέρι· τοῦτον γὰρ τὸν τόπον ἀρχὴν εἶναι τῆς γενέσεως οἰόμεθα· θνητῆς δὲ περιόδου προστάτης ὁ προφήτης καὶ οὐκ ἀνόδων εἰς οὐρανόν, ἀλλὰ παθόδων εἰς
τὴν γένεσιν. ἐπειδὴ δὲ τῶν κληρουμένων ὑπερίδρυται ψυ- χῶν, νοῦς αὐτὸς ὤν γενεσιουργὸς τῶν εἰς γένεσιν πεμπο- μένων ἄρχων, οὐδ ἁπλῶς αὐτόν φησι δημηγορεῖν εἰς τὰς ψυχὰς ταύτας τὰς συγκλήρους, ἀλλ’ ἀναβάντα ἐπί τι βῆμα ὑψηλόν, ἵνα καὶ συντεταγμένος ᾖ ταῖς ψυχαῖς, ὡς λόγων
χορηγός, καὶ ἐξῃρημένος ἀπ’ αὐτῶν, ὡς ἐπὶ βήμτος λέγων. Τί οὖν δή ἐστιν τουτὶ τὸ βῆμα, λέγωμεν· οὐ γὰρ ὡς ἔτυχεν τοῦτο παρέρριψεν ὁ μῦθος οὐδὲ πλάσας αὐτὸς νοῦν ἐπὶ βήματος δημηγόρον· ἀλλ’ ὥσπερ οἱ λόγοι μεταδόσεις εἰσὶν ἐνεργειῶν εἰς τὰς ψυχάς, κινητικαὶ μὲν αὐτῶν εἰς
τὴν γένεσιν, ἐγερτικαὶ δὲ εἰς τὰς τῶν βίων προβολάς, ἐρε- θιστικαὶ δὲ τῶν φαντασιῶν εἰς τοὺς ὀφειλομένους κλήρους, 395 ἵνα ἕκασται λαβοῦσαι τὸν οἰκεῖον ἐκλέξωνται τοὺς βίους, οὕτω καὶ τὸ βῆμα σύμβολόν ἐστιν μυθικὸν τοῦ ὀχήματος τοῦ προφητικοῦ, δι’ οὗ κυβερνᾷ τὰ ὀχήματα τῶν ψυχῶν. ἐφ’ οὗ βεβηκὼς ὄντως αὐτὸς ἐπιστατεῖ ταῖς κατιούσαις,
μένων ἐν τῇ ἐαυτοῦ τέξει καὶ οὐκ ἀφιστάμενος τοῦ αἰθέρος· πᾶς γὰρ ἐγκόσμιος νοῦς ἔχει τι πάντως ἀγκόσμιον ὄχημα, δι’ οὗ συμπληροῖ τὸ πᾶν καὶ μέρος ὤν τοῦ παντὸς ἐγκόσμιος 396 ἀποκα|λεῖται. καὶ δὴ καὶ ὁ [παρ]ὼν νοῦς ἔχει τοιοῦτόν τι σῶμα ἀίδιον, ᾧ ἐπχούμενος ἐνεργεῖ τὰ ἐκ . . τοῦ[το]
ἐννοῶν ὁ τοῦ μέθου τοῦδε μηνυτὴς βήματι χρῶσθαι τὸν προφήτην εἶπεν ὑφηλῷ· διότι γὰρ ἐν τῷ ὕψει τοῦ αἰθέρος αὐτὸ ἐθεῖτο, διὰ τοῦτο ὑψηλὸν αὐτὸ προσεῖπεν. εἰ δὲ ἀνα- βαίνειν εἶπεν τὸν ἀεὶ ἐφεστῶτα καὶ ποτὲ λέγειν τὸν ἀεὶ λέγοντα, καὶ εἴ τι ἄλλο τοιοῦτον χρονικόν ἐστιν, τῆς τοῦ
ὁρῳντος αὐτὸ χρονικῆς θεωρίας οἰητίον εἶναι συνεισαγούσης ἀφ’ ἑαυτῆς καὶ δἰ ἑαυτὴν χρόνον τοῖς ἀϊδίοις, ὥσπερ καὶ τόπον τοῖς ἔξω τόπου παντὸς καὶ σχήματα τοῖς ἀσχημα- τίστοις. οὕτω δὲ καὶ ἐν τῷ Φαίδωνι [p. 113d] περὶ τῶν ψυχῶν λέγων χρωμένων ἔξω τῶν σνμάτων τούτων ἄλλοις
ὀχήμασιν ἀν αβᾶσαι, φησίν, ἅ δὴ αὐταῖς ὀχήματά ἐστιν, ὥσπερ καὶ ἐν τούτοις τὸν προφήτην ἐπί τι βῆμα ἀναβαίνειν εἴρηκεν. ἀλλ’ οὐχὶ τὸν ἐν Τιμαίῳ [p. 41a] δημιουργὸν πρὸς τὰς ψυχὰς διαλεγόμενον βήματος εἶπεν δεῖσθαί τινος· ὑπερ- κόσμιος γὰρ ὖν καὶ παντελῶς ἐξῃρημένος τῶν ψυχῶν, ὁ δὲ
προφήτης καὶ θνητῶν περιόδων κῆρυξ καὶ ἐγκόσμιος.
ἀπὸ τῶν ἄλλων Μοιρῶν ἤ ἀπὸ τῆς μητρὸς τῶν Μοιρῶν 397 ἔξια γὰρ ταῦτα θεωρίας. τούτων δὴ προκειμένων εἰς ἐπί- στασιν δύο ταῦτα μάλιστα χρὴ προλαβεῖν, ἵν’ ὁ σύμπας λόγος ἡμῖν γένηται καταφανής· ἕν μὲν ὅτι τὸ ἐφ’ ἡμῖν οὐ μέτην λέ|γεται παρὰ τοῖς Στωικοῖς, ἀλλ’ ἔστιν καὶ μέλιστα 398 ἐν ταῖς ἔξω σωάτων ψυχαῖς οὐδὲ ταῖς σωμαατικαῖς ἀνάγκαις
κατειλημμέν[αις. δεύ]τερον δὲ ἕτερον τὰς τοῦ κόσμου περιό- δους δρᾶν εἰς τὰ θνητὰ πάντα καὶ πολλὰ γ[ίγνε]σθαι καὶ ἐκεῖθεν εἰς ἠμᾶς ὡς ἐν αὐτῷ περιχομένους. τούτων γὰρ προληφθέντων [εὐ]μαρὴς ὁ περὶ τῶν κλήρων ἔσται καὶ τῶν βίων ἡμ[ν λόγος. τὸ μὲν οὖν τὰς κοσμικὰς περιφορὰς δια-
βαίνειν καὶ μέχρις ἡμῶν καὶ τῶν ἄλλων θνητῶν ζᾡων ὑπομνηστέον ἐκ τῆς τοῦ κόσμου συμπαθείας· ταύτην δὲ αὖ ἀποδεικτέον ἡμῖν ἐκ τοῦ ζῷον ἕν εἶναι τὸ πᾶν. εἰ γάρ ἐστι ψυχὴ μέν συνέχουσα τὸν ὅλον κόσμον, ἀνάγχη δήπου συμπάθειαν εἶναι τῶν ἐν αὐτῷ μερῶν πρὸς ἄλληλα· καὶ
γὰρ τῶν τῇδε ζᾡων ἕκαστον αὐτὸν πρὸς ἑαυτὸ συμπαθές ἐστιν οὕτως, ὥστε ἀπ’ ἄλλων μορίων ἄλλων κατάδηλον γίνεσθαι διάθεσιν. εἰ δὲ τὸ μερικὸν οὕτως ἀμυδροτέραν ἔχον τοῦ παντὸς ζωὴν ὅμως ἔχει τὴν τῶν μερῶν διὰ ταύ- την συμπάθειαν, πολλῷ μᾶλλον ὁ κόσμος· ἡ γὰρ τοῦ παν-
τὸς ζωὴ καὶ δυνατωτέρα πάντως ἐστὸν τῶν μερικῶν καὶ ζωὴ ἐπὶ ζωαῖς οὖσα μειζόωνς συνδεῖ πάντα πρὸς τὴν ἀλλή- λων κοινωνίαν καὶ τὴν ἀπ’ ἄλλων εἰς ἄλλα ποίησιν. εἰ δ’ οὖν ζῷον ἕν ἐστιν ὁ κόσμος, ἔστιν ἐν αὐτῷ ζωὴ μία παςῶν συναγωγὸς τῶν ἐν αὐτῷ ζωῶν· εἰ δὲ τοῦτο, συμπαθὴς ὁ
κόσμος πρὸς ἑαυτόν· εἰ δὲ τοῦτο, δύνανται πάντως αἱ ἄλλων κινήσεις εἰς ἄλλα διαβαίνειν καὶ ποιεῖν εἰς ἐκεῖνα, κἄν ὁπωσοῦν ἔχῃ διαστάσεως· εἶναι γὰρ τὴν μίαν ζωὴν τὴν διαποθμεύουσαν τὰς ποιήσεις | ἀπὸ τῶν δυναμένων ποιετῖν 399 εἰς τὰ δυνάμενα πάσχειν. εἰ δὲ ταῦτα ἀληθῆ, τῶν δὲ ἐν
400 τῷ κόσμῳ τὰ μέν ἐστι κυριώτερα, τὰ δὲ ἀκυρότερα, καθάπερ καὶ ἐν ἑκάστοις τῶν θνητῶν [ζῴ]ων, δῆδλον δήπουθεν, ὅτι τὰς τῶν κυριωτέρων δυνάμεις εἰς τὰ ἀκυρότερα δρᾶν ἀναγκαῖον καὶ τὰς ἀπὸ τῶν δυνάμεων κινήσεις καὶ
τούτοις τὰς κινήσεις προξενεῖν. εἰ δὲ τοῦτο, κυρώτερα δὲ τὰ ἀΐδια τῶν θνητῶν θνητῶν καὶ τὰ τεταγμένως κινούμενα τῶν ἀτάκτων, ἀπ’ ἐκείνων διαβαίνουδιν αἱ κινήσεις εἰς ταῦτα καὶ ταῦτα ἐκείνοις ἕπεται, τὰ θνητὰ τοῖς ἀθανάτοις τοῦ κόσμου μέρεσιν. εἰ δὲ τοῦτο, φοραὶ καὶ ἀφορίαι ζῴων
θνητῶν ἀπὸ τῶν οὐρανίων περιόδων ἀθανάτων οὐσῶν ἐπιτελοῦνται καὶ φθοραὶ καὶ γενέσεις καὶ βίοι τῶν τῇδε ζῴων, οἱ μὲν πολυχρονιώτεροι, οἱ δὲ ὀλιγοχρονιώτεροι, καὶ κατὰ σώματα καὶ κατὰ ψυχὰς διαέσεις χείρους καὶ βελτίους. Τὸ μὲν οὖν τὴν κοσμικὴν περιφορὰν δρᾶν εἰς ἡμᾶς διὰ
τούτων ὑπομνηστέον, ὡς <ἐν> ἑνὶ ζῴῳ τῷ παντὶ τῶν μὲν ποιούντων.τῶν δὲ πασχόντων· τοῦτο δὲ δῆλον, εἰ ζῷον ὁ κόσμος· τοῦτο δὲ δῆλον ἀπὸ τοῦ κρεῖττον εἶναι πανταχοῦ τὸ ὅλον τοῦ μέρους, μηδαμοῦ δὲ τὸ ἄζων τοῦ ζῶντος καὶ τὸ ἀνόητον τοῦ νοῦν ἔχοντος· ὥστ’ εἰ ἔστιν τι τοιοῦτον ἐν
τῷ παντὶ ζῶν καὶ νοοῦν, πολλῷ μᾶλλον τὸ πᾶν τοιοῦτον· νοῦ δὲ ὄντος ἐν τῷ παντὶ καὶ ζωῆς μιᾶς ὁ τῆς συμπαθείας ἐναργὴς ἤδη λόγος.
μὴ μάτην βουλευτικοὶ γεγόναμεν, τῆς φύσεως οὐδὲν ποιούσης 401 μά|την. βουλευόμεθα δὲ ὡς ἐφ’ ἡμῖν ὄντος ἑλέσθαι τάδε πρὸ τῶνδε· καὶ γὰρ εἰ μηδέν ἐστιν ἐπὶ ταῖς ἡμετέραις αἱρέσεσιν, ἄλλο τι ἄν εἴη τῶν πραττομένων κύριον καὶ οὐχ ἠμεῖς ὧν πράττομεν. εἰ δὲ τοῦτο, οὐκέθ’ ἡμᾶς αἰτιατέον
ὧν κατορθοῦμεν ἤ ἁμαρτάνομεν, ἀλλὰ τὸ κύριον· καὶ εἰ μὲν μηδ’ ὅλως ἐστὶ ἁμαρτήματα, † ταῦτα μηδὲν αὐτὰ διαμὲν 402 φέρειν τῶν κατ’ ἀρετὴν γινομένων, ἀλλ’ εἶναι πάντα ἀδιάφορα, τὸ σωφρονεῖν, τὸ ἀκολασταίνειν, ἕκαστα τῶν τοιούτων· εἰ δέ ἐστιν ἁμαρτήματα ἐνατία τοῖς τῆς ἀρετῆς ἔργοις, εἰ μὴ ἡμεῖς αἴτιοι τούτων, αἴτιον εἶναι τὸ χρώμενον ἡμῖν [τούτων] οἷον ὀργάνοις· ὅταν δὲ ᾖ τὸ μὲν ὄργανον, τὸ δὲ
χρώμενον, οὔτ’ ἀγαθὸν οὔτε κακόν ἐστίν τι τοῦ ὀργάνου παντελῶς, ἀλλὰ τοῦ χρωμένου. μετοίσομεν οὖν τὰ ἁμαρτήματα τῶν πράξεων εἰς τὰ πρὸ ἡμῶν, καὶ τὰ ἀγαθὰ τοίνυν ὡσαύτως· καὶ οὔτε ἐπαινεσόμεθά τινας οὔτε ψέξομεν. καὶ εἰ μὲν ἐκεῖνο καὶ ἁμαρτάνον καὶ κατορθοῦν αἱρεῖται τούτων
θάτερον, ἐκεῖνο ἔχει τὸ ψυχῆς ἔργον· ἐκεῖνο γὰρ ἔσται τὸ προαιρούμενον· καὶ ἐκεῖνο οὐκέτι ἔσται αἴτιον ἁπλῶς, ἀλλὰ δεήσεται τοῦ κρίνοντος καὶ ἐπανάγοντος εἰς τὸ ἀγαθόν. εἰ δὲ ἠανγκασμένον κἀκεῖνο ταῦτα ποιεῖ, πάλιν εἰς ἄλλο τὸ ἀναγκάζον ἥξομεν, καὶ τοῦτο εἰς ἄπειρον. πῶς δὲ καὶ ἑνὸς
ὄντος τοῦ πάντα ἀναγκάζοντος εἰσίν τινες οἱ λέγοντες ἡμῶν, ὅτι οὐ πάντα ἠνάγκασται, εἴτε σφάλλονται τοῦτο λέγοντες εἴτε κατορθοῦσιν; εἰ μὲν γὰρ τοῦτό γε τὸ τοῦτο λέγειν ἐπ’ αὐτοῖς, ἔστιν τι πάλιν τὸ ἐφ’ ἡμῖν· εἰ δὲ μηδὲ τοῦτό φασιν ὡς ἐπ’ αὐτοῖς ὄν, ἀλλ’ ἀναγκαζόμενοι καὶ τοῦτο λέγουσιν,
πῶς τι τῶν αἰτίων ἐν τοῖς ἀποτελουμέ|νοις ὑπεναντίαν 403 [ἐν αὐτῷ] κατέλειπεν κίνησιν [ᾗ] αὐτὸ ἐπιφέρει; παντάπασιν γὰρ τοῦτο ἄλ[ογ]ον καὶ ὅμοιον, ὡς εἴ τις ἰατρεύειν διδάσκων ὑπεναντία τοῖς ἑαυτοῦ ἔργοις διδάξειεν λέγειν τὸν διδασκόμενον. εἰ μὲν οὖν βούλεται λέγειν ἡμᾶς, ὅτι οὐ
πάντα ἠνάγκασται, ταύτην τὴν βούλησιν ἄτοπον ἔχει καὶ οὐδαμῶς αἰτίῳ προσήκουσαν· οὐ γὰρ φύσεως τὸ παρὰ φύσιν ποιεῖν οὐδ’ ὅλως τοῦ αἰτίου τὸ τῷ αἰτίῳ μαχόμενον. εἰ δὲ μὴ βούλεται, ποιεῖ δὲ ὅ μὴ βούλεται, πάλιν εἰς 404 ἄλλην ἀναγκάζουσαν δύναμιν ἀναθήσει τὴν ἀβουλήτου ποίησιν.
ἀναγκαῖον ὄντος μὲν τοῦ ἐφ’ ἡμῖν εἶναι κυρίους ἡμᾶς αἱρέσεως, δρώσης δὲ ἡμᾶς τῆς περιφορᾶς διαβαίνειν. τι καὶ ἀπ’ ἐκείνης εἰς ἡμᾶς. ἀμφοτέρων δὲ ὄντων ἀληθῶν ἤ προκατάρχει μὲν ἡ περιφορὰ τοῦ παντός, ἕπεται δὲ ἡ αἵρεσις τῶν ψυχῶν, ἤ ἀνάπαλιν ἡμεῖς μὲν προκατάρχομεν,
ἕπεται δὲ ἡ περιφορὰ διδοῦσα τὰ ἀκόλουθα ταῖς αἱρέσεσιν ἡμῶν. ἀλλ’ εἰ ἡμεῖς προκατάρχομεν, τὸ δὲ πᾶν δίδωσιν οἷς εἱλόμεθα συμβαίνοντα, πρῶντον μὲν ἄτοιπον μέρεσι τοῦ παντὸς ἡμῖν οὖσιν ἔπεσθαι τὸ πᾶν· οὐ γὰρ τὸ ὅλον τοῖς μέρεσιν, ἀλλὰ τὸ μέρος ἕπεσθαι τῷ ὅλῳ προσήκει·
εἴπερ τὸ μὲν μέρος ἕνεκα τοῦ ὅλου, τὸ δὲ ὅλον οὗ ἕνεκα τῶν μερῶν, ἕκαστον δὲ τῶν ἕνεκά του τὸ οὗ ἕνεκα· τὸ γὰρ οὗ ἕνεκα τέλος. ἔπειτα καὶ τοῦ ἐφ’ ἡμῖν ἀτάκτου ὄντος καὶ
ἀσταθμήτου διὰ προαιρετικὴν ζωὴν φερομένην ἄλλοτε 405 ἐπ’ ἄλλα κατὰ τὴν ὄρεξιν τὴν ἑαυτῆς, |τῇ δὲ προαιρέσει τῶν ψυχῶν ἑπομέν[ων τῶ]ν κοσμικῶν ποιήσεων εἰς ἡμᾶς, ἀνάγκη [μηδένα] ὅρον ἐν τοῖς ἑπομένοις εἶναι μηδὲ τάξ[ιν· τὸ] γὰρ τῷ ἀτάκτῳ ἐπακολουθεῖν ἐθέλον καὶ αὐτὸ μεταλαγχάνει τῆς ἐκείνου πως ἀταξίας. ὥστε συμβήσεται τὴν
τοῦ παντὸς τάξιν μεθαρμόζεσθαι ταῖς ἡμετέραις ἀστάτοις ὁρμαῖς· πρὸς δὲ τούτοις οὐδὲ τὸν τῆς προνοίας ἔτι διασώσασθαι λόγον ἔσται δυνατόν· προνοίας μὲν γὰρ τὴν ἑκάστου πανταχοῦ διαφυλάττειν ἄξίαν, τῶν τε ὅλων καὶ τῶν μερῶν, καὶ συντάττειν πάντα πρὸς ἄλληλα καὶ πρὸς ἕν τὸ ἀγαθὸν
ἀναπέμπειν. εἰ δὲ ἐπιτρέψοι τοῦ παντὸς ἡμῖν ἐπακολουθεῖν 406 τὴν περιφοράν, οἰχήσεται μὲν ἡ τῶν ὅλων τάξις, ἐπεισοδιωδῶν πολλῶν γιγνομένων διὰ τὰς ἡμετέρας ὁρμάς· τὸ δὲ ἀπὸ τῆς προνοίας ἐγαθὸν οὐκέτι τῶν πάντων ἔσται κρατητικόν· οὐ γὰρ ἀγαθὸν τοῖς χείροσιν ἀκολουθεῖν τὸ κρεῖττον. ἀνάγκη τοίνυν προκατάρχειν μὲν τὴν περιφορὰν ἐν τούτων, ἕπεσθαι
δὲ τὸ ἐφ’ ἡμῖν τοῖς ἐκεῖθεν προκατηργμένοις. Εἰ δὲ τοῦτο, δῆλον ὡς ἕνα μόνον προτείνειν βίον ἑκάστῃ ψυχῇ τὸ πᾶν διὰ τῆς περιφορᾶς δεῖ πάντως ἤ πάντας ἑκάστῃ, καὶ ἄλλην ἄλλης κατὰ τοῦτο διαφέρειν μηδέν, ἤ διῃρημένως τινὰς μὲν ἄλλαις, τινὰς δὲ ἄλλαις. ἀλλ’ εἰ μὲν εἷς μόνος ἑκάστῃ προτείνοιτο
βίος, οὐκ ἔσται τὸ ἐφ’ ἀλλ’ ἐκ δυοῖν τοὐλάχιστον· πᾶσα γὰρ προαίρεσις ἄλλο ἄλλου προτίθησιν. ἠναγκασμέωνς οὖν ὁ γὲν ἕξει βίον ἄλλον, ὁ δὲ ἄλλον. καὶ εἰ μὲν μηδὲ ἐνταῦθα κύριοί ἐσμεν, ἐκβέβληται πάντῃ τοῦτο δὴ τὸ
ἐφ’ ἡ|μ[ῖν· εἰ δ]ὲ ἐνταῦθα μὲν τινός, ἐκεῖ δὲ οὐδενός, 407 ἄτο[πο]ν σώματος μὲν ἐκτὸς ὄντας μηδεμέαν ἔχειν προαιρετικὴν κίνησιν, ἐν σώμασι δὲ γενομένους· καίτοι τῆς μὲν ἐξουσάς κατὰ φύσιν οὐσης, οἷς τὸ εἷδος τῆς ζωῆς προαιρετικόν [δὲ], τῆς δὲ ἀνάγκης παρὰ φύσιν· ἐν δὲ σώμασι
τῆς ψυχῆς παρὰ φύσιν ζώσης μᾶλλον ἤ ἔξω σωμάτων. Εἰ δὲ πάντες οἱ βίοι πάσαις ἐκ τῆς περιφορᾶς προτείνονται ταῖς ψυχαῖς, ἔσται τὸν αὐτὸν τρόπον ἀταξίας πλῆρες τὸ πᾶν· πᾶσα γὰρ ψυχὴ φιλόπρωτος οὖσα πάντων αὐτῇ προτεινομένων τῶν βίων ἐπιτρέχουσα φανήσεται ταῖς τυραννίσιν
καὶ ταῖς δυναστείαις, καὶ οἱ ἀμείνος τῶν βίων ἀφανεῖς ἔσονται καὶ τὰ τῆς δίκης ἔργα μάτην θρυληθήσεται, πάντων [μάτην] ὁμοίας ἐξουσίας ἀπολαυουσῶν ψυχῶν, σωφρόνων ἀκολάστων, ὁσίων ἀνοσίων, ἐμφρόνων ἀφρόνων. εἰ δὲ εὐνομεῖται τὸ πᾶν μᾶλλον ἤ ἄλλο τι τῶν ἐντὸς τοῦ παντός,
5 μὲν] μὴ |ἐκ τούτων non caret suspicione 18 καίτοι] καὶ 27 debuit πασπῶν 28 μάτην post πάντων ss. οὐδὲν δὲ τοῦτο θεμιτὸν ἐν ταῖς εὐνομουμέναις πολιτείαις ἴσης ἐξουσίας μετεῖναι πᾶσιν, οὐδ’ ἄν ἐν τῷ παντὶ πολλῷ πρότερον εἴη ἄν τι τοιοῦτον· συγχυθήσονται γὰρ οἱ τῆς ἄξίας ὅροι τῶν αἱρουμένων, <εἰ> ἀπὸ τῶν αὐτῶν καὶ πάντων
αἱ αἱρέσεις ἑκάστοις. Λείπεται τοίνυν μήτε ἑνὸς προτεινομένου πάσαις μήτε πάντων πάσαις τοὺς προτεινομένους βίους τινὰς εἶναι ταῖς ψυχαῖς καὶ ἄλλους ἄλλαις· οὐ γάρ που τοὺς αὐτούς, εἰ καὶ τινὰς πάσαις. διαφέρει γὰρ οὐδὲν τοῦτο λέγειν καὶ πάντας πάσαις· ὧν γὰρ αἱ ἕξεις ἀνόμοιοι,
τούτων δεῖ καὶ τὰς ἐξουσίας ἀνίσους εἶναι, πάντως κατὰ 408 δίκην διανεμομένας τοῖς ἀνομοίοις· οὕτω μοῦν | καὶ ὁ Αθηναῖος Ξένος [leg. VI 757b] Διὸς κρίσιν εἶπεν τὴν γεωμετρικὴν μεσότητα, τοῖς ἀνίσοις ἄνισα νέμουσαν κατὰ τὴν ἑκόστων ἀξίαν. εἰ δ’ οὖν ἄλλαις ἄλλοι προτείνονται
βίοι ψυχαῖς, ἑκάστῃ δὲ οὐχ εἷς οὐδὲ δὴ πάντες, ὡς δεδείχαμεν, φανερὸν ἤδη τίς μέν ἐστιν κλῆρος ἑκάστης, τίς δὲ βίος· κλῆρος μὲν γὰρ ἐστιν σύμπας ὁ ἀριθμὸς τῶν βίων, ὧν ἑκάστῃ προτείνει τὸ πᾶν διὰ τῶν ἑαυτοῦ περιφορῶν, βίος δὲ ἕκαστος τῶν ἐν τῷ κλήρῳ περεχομένων, εἶδος ὤν
τι ζωῆς ἕν, ὅπερ δεῖ ψυχὴν ἑκάστην ἐν τῇ γενέσει βιῶναι μετὰ τῶν ἐκ τοῦ παντὸς ἀπονεμομένων. λέγω δὲ οἷον εἴ τῳ προτείνονται βίοι τρεῖς, βασιλικὸς ἐρωτικὸς πολεμικός, ὥσπερ τῷ Ἀλεξάνδρῳ φασὶν οἱ μῦδοι τὴν μὲν προτεῖναι τὸν βασιλικὸν τὴν Ἥραν, τὴν δὲ τὸν ἐρωτικὸν τὴν Ἀφροδίτην, τὴν
δὲ τὸν ἀνδρεῖον καὶ πολεμικὸν τὴν Ἀθηνᾶν· προσκείσθω δὲ ἑκάστῳ καὶ οἷα δὴ βασιλεύοντι ἤ ἐρωτικῷ ὄντι ἤ πολεμικῷ γινομένῳ παρὰ τοῦ παντὸς ὑπάρξαι, πλοῦτον ἤ πενίαν, νόσον ἤ ὑγείαν, περστάσεις ἤ ἀπερίστατον τύχην, καὶ ἕκαστα τῶν λοιπῶν. ὁ μὲν τοίνυν ἀριθμὸς τῶν τριῶν βίων κλῆρός
ἐστιν ὁμοῦ πάντων εἷς, καὶ εἰ τέτταρες ἦσαν καὶ εἰ πλείους ὡσαύτως· ἕκαστον δὲ εἶδος ζωῆς βίος· ὅν ἑλομένην ἔδει τὴν 409 ψυχὴν ἤ βασιλικὴν ἤ ἐρωτικὴν ἤ πολεμικὴν γενέσθαι. καὶ ἐκ τούτων ἡ αἵρεσις, ὧς ὁ κλῆρος περιεῖχεν, ἀλλ’ οὐκ ἄλλων, τὴν ἄστατον φορὰν τοῦ παντὸς ἀποκλείσαντος καὶ εἰς ὅρον τῶν βίων ὧν ἐστιν ἀξία περαγαγόντος ἑκάστῃ τὴν αἵρεσιν· ὅσα δὲ πάλιν ἑλομέναις προστίθησιν τὸ πᾶν, κλῆροι δεύτεροι
μετὰ τὴν αἵρεσιν, οἷον πατέρων τωνδὶ γενέσθαι | καὶ τύχας 410 τοιάσδε ἔχειν καὶ ὅσα ἄλλα προσήρτηται τοῖς βίοις. διττὸς οὖν ὁ κλῆρος, ὁ μὲν πρὸ τῆς αἱρέσεως, ὁ δὲ μετὰ τὴν αἵρεσιν· ὁ μὲν ὁλότης ὤν τῶν βίων, οὗ μέρος ἕκαστος βίος, ὁ δὲ ὁλότης τῶν ἑκάστῳ βίῳ παρακολουθούντων, ὧν
ὁ κόσμος ἀπονέμει· καὶ ἑκάτερος ἀπὸ τοῦ παντός, ἐν μέσῳ δὲ αὐτῶν ἡ αἵρεσις τῆς ψυχῆς καὶ οὕτω δὴ μένει μὲν ἡ αὐτεξούσιον φορά, σώζονται δὲ τῆς δίκης ὅροι, τὴν ἀξίαν διανέμοντες ταῖς ψυχαῖς, οὐχ ὧν εἵλοντο μόνον, ἀλλὰ καὶ ὧν αἰρήσονται· προκατάρχει δὲ τὸ πᾶν καὶ ἐπακολουθεῖ ταῖς
αἰρέσσιν· πάντα δὲ εὐνομίας μεστὰ τῶν προτεινόντων, τῶν αἱρουμένων, τῶν ἀπονεμόντων, τῶν ἀπονεμομένων. Ἐπειδὴ οὖν οὔτε εἷς τις μιᾷ βίος ἀπονέμεται τῶν ψυχῶν οὔτε πάντες ὁμοίως πάσαις, ἀλλὰ τινὲς τισίν, ἀνάγκη δήπουθεν ἤ κατὰ τὸ ποσὸν ἴσους ἀπονέμεσθαι βίους ταῖς ἀνομοίις, τῷ
δὲ ποιῷ μόνον διαφέρονταις, ἤ κατὰ τὸ ποιὸν τοὺς ὁμοίους, πλείους δὲ ἄλλους ἄλλαις μετὰ τῶν ὁμοίων, ἤ κατ’ ἄμφω διαφέροντας. ἀλλ’ αἱ μὲν σύγκληροι δῆλον ὅτι κατὰ τὸ ποσὸν διοίσουσιν, οἵας ὁρῶν ἀπήγγειλεν ὁ τοῦ μύθου τούτου διαθέτης· κωλύει δὲ οὐδὲν ἐν ἀλλοίαις περόδοις ἀπ’ ἴσων
μὲν τῷ ἀριθμῷ βίων γίνεσθαι τὰς αἱρέσεις, τῇ δὲ ποιότητι διαφερόντων· οἷον τριῶν μὲν προτεινομένων τῆδε τῇ ψυγῇ βίων, τριῶν δὲ τῇδε, μὴ τῶν ὁμοίων δὲ ἤ πάντων ἤ τινῶν. καὶ τοῦτο μὲν δῆλον· αἱ γὰρ τῶν ψυχῶν ὁμονότητες καὶ ἀνομοιότητες παντοίας εἰσάγουσι καὶ τὼν βίων ἐξαλλαγάς.
ἔν μὲν λέγεται πεερὶ αὐτῶν, ὅτι μιᾶς ψυχῆς εἶς ἐστιν κλῆρος. οὐ γάρ ἐστι κλήρων α.ἴρεσις άλλὰ διανομή, κατὰ τὴν ἀξίαν ἑκάστης τὸν αὐτῇ προσήκοντα δεχομένης. δεύτρον 413 τερον δὲε ἔτερον τὸ πάντα κλπῆρον πλει΄λονων ἑνὸς εἶναι βίων περιοχήν· ἤ πῶς εἰς τὸν οἰκεῖον οἰκεῖον ἀποβλέπουσα κλῆρον αἱρεῖται
βίον ὅν <ἄν> ἐθέλῃ ἐκάστη τῶν ψυκῶν; τρίτον, ὄτι 414 οἱ κλῆροι περιέχουσιν οἱ ἔετεεροι τοὺς ἐτέρους, οἱ τῶν πρώτων κληρουμένων τοὺς τῶν δεευτέρων· ἤ πῶς ἡ ἐσχάτη κληρωθεῖσα ψυκή φησιν τοῦτον ἄν ἐλέσθαι βίον, ὅν εἵλετο, καὶ πρώτη [[ἡ]] κληρωθεῖσα, εἰ μὴ περιείχοντοο καὶ οἱ ταύτῃ
δοθέντεσ εἰς αἴρεσιν ἐν τῷ περωτίστῳ τῶν κλήρων; τέταρτον δθݲνݲ σαφηνίζει τοῦτο ἐξηγούμενος τὸ πρῶτος δὲ ὁ λαχὼν πρῶτος αἱρείσθω βίον [p. 617 e], ὅτι τὸν πρῶτον καὶ δεύτερον καὶ τρίτον κλῆρον, οὕς προτείωει τὸ πᾶν διὰ τῶν περιφορῶν, ὁρίζουσιν αἱ ἀνατέλλουσαι μοῖραι· πῶς γὰρ ψυχή
τις ἔλαχεν εἰκοστὴ μετὰ τὴν πρώτην καὶ πρὸ ἄλλων ψυχῶν, εἰ μὴ τῆς μὲν ὁ κλῆρος περιεῖχεν τοσῶνδε μοιρῶν ἤ σημείων ἀπλῶς τῆς περιφορᾶς ἀνατολήν, τῆς δὲε ἐλασσόνων, εἴπερ οἱ δεύτεροι περιέχονται ἐν τοῖς πρὸ αὐτῶν. πέμπτον 415 ἐπὶ τούτοις, .οτι πᾶς βίος περιείληφεν μετὰ τοῦ εἴδους τῆς
ζωῆς καὶ ὁπόσα αὐτῷ συνήρτηται τοῦ παντὸς ἀπονείμαντος· οὕτω γὰρ ὁ πρῶτον λαβὺν κλῆρον ἐνορᾷ ἐν τῷ βίῳ ὄν εἴλετο συμφοράς τινας ἐνούσας καὶ ἀποθρηνεῖ μετὰ τὴν 416 αἵρεσιν ὠς ἐνιδὼν ἐν αὐ|τῷ τὰ ἑπόμενα δράματα, δέον 417 418 419 ἁπάντων πρὸ τῆς αἱρέσεως γίνεσθαι κριτήν. ἕκτον, ὅτι πᾶς βίος προστάτην ἔχει δαίμονα καὶ ἀπο[π]ληρωτήν. τοῦτο γάρ ἐστιν τὸ ὑμεῖς δαίμονα αἱρήσεσθε [p. 617 d]· καλῆρον μὲν τοῦ προφήτου ποιοῦντος, βίον δὲ ἕνα τοῦ δαίμονος, τῆς δὲ Λαχέσεως ἀμφότερα περιεχούσης, καὶ τοῦ δαίμονος
420 τὴν ἐπιτροπείαν καὶ τοῦ προξήτου τὴν διακλήρωσιν. ἕβδο- μον, ὅτι πᾶς βίος ἀναγκαῖός ἐστι ταῖς ψυχαῖς μετὰ τὴν αἵρεσιν· ὃ δὴ καὶ ὁ προξήτης δηλοῖ λέγων ᾧ συνέσται ἐξ ἀνάγκης [p. 617 e]. δεῖ γὰρ ἑκάστην ψυχὴν ὃν εἵλετο βιῶναι πάντως ἐλθοῦσαν εἰς τὴν γένεσιν καὶ ἀποπληρῶσαι
421 τὰς ἑαυτῆς ὁμολογίας πρὸς τὸ πᾶν.ὄγδοον, ὅτι μετὰ τοῦ δαίμονος καὶ τήχην ἕκαστος εἴληχεν βίος, τοῦ μὲν δαίμονος τὸ τῆς ζωῆς εἶδος εἰληχότος, τῆς δὲ τύχης τὰ ἐκ τοῦ παν- τὸς ἑκάστοις ἀπονεμηθέντα ζωῆς εἴδη κατὰ καιρὸν ἀποπλη- ρούσης. διὸ καὶ τὸν καὶ ὅλον βίον εἰλήχατον ἄμφω, περιέχοντα
422 καὶ τὸ εἶδος τῆς ζωῆς καὶ τὰς τοῦ κόσμου δόδεις. ἔνατον, ὅτι παντοδαπὰ τὰ εἴδη τῶν βίων ἐστίν, ἢ ἀπὸ λογικῶν εἰς λογικὰ τῆς μεταβάσεως τῶν ψυχῶν ἡμῶν γιγνομένης, ἢ ἀπὸ ἀλόγων εἰς ἄλογα, ἢ ἀπὸ ἀλόγων εἰς λογικά, ἢ ἀπὸ λογικῶν εἰς ἄλογα. καὶ γὰρ τῶν λογικῶν καὶ τῶν ἀλόγων
ἐστὶν κύκλος τις καὶ ἀπονέμει τινὰ καὶ τούτοις τάζιν τὸ 423 πᾶν. δέκατον, ὅτι τὸ αὐτεξούσιον οὐκ ἀφῃρήμεθα καὶ ἐν τῇ γενέσει καὶ μετὰ τὴν αἴρεσιν. εὖ γὰρ ἢ κακῶς διαθεῖναι δυνάμεθα ἑαυτοὺς καὶ ἐν παντὶ ζωῆς εἴδει πρόττειν ὁσίως καὶ προσκατασκευάζειν ἑαυτοῖς ἀμείνω τοῦ βίου τοῦ νῦν
παρόντος. | Ταῦτα μὲν οὖν ἠθροίσαμμεν ἐκ τῶν ἐν αὐτῷ τῷδε τῷ f 88r. μύθῳ γεγραμμένων· τούτων δὲ διηριθμημένων ἐκεῖνο πάν- τως ὑπόλοιπον ἰδεῖν, πῶς ἐν τοῖς γόνασι τῆς Λαχέσεως εἶναί φησιν τούς τε κλήρους καὶ τὰ παραδείγματα τῶν βίων.
424 διότι μὲν οὖν οὐκ ἐν τῇ Ἀνάγκῃ ταῦτα ἔθετο, ῥᾴδιον τὴν αἰτίαν συνιδεῖν. οὐ γὰρ ἐκίνει τὸν σφόνδυλον Ἀνάγκη, εἰ καὶ ἐν τοῖς γόνασιν αἰτῆς ἐεκινεῖτο. τῆς οὖμ περιφομᾶς τοὺς κλήρους νεμούσης εἰκότως οὐκ εἰς ἐκείνην αὐτοὺς
ἀνήγαγεν, ἀλλὰ τὴν ὅλον αὐτὸν κινοὺσαν ταῖν χεροῖν, καὶ οὔτε εἰς τὴν Κλωθώ (οὐ γὰρ ἀπὸ τῆς ἀπλανοῦς μόνης ὁ κλῆρος καὶ ὁ βίος) οὔτε εἰς τὴν Ἄτροπον· οὐ γὰρ ἀπὸ τῆς πλανωμένης μόγης· ἀπ’ ἀμφοτέρων οὖν ἡμῖν ἀπονεμομένους εἰς τῆν ἀμφοτέρων ἀνήγαγεν κινητικὴν τὴν Λάχεσιν. καὶ
γὰρ τοὺ μέν ἀεὶ τὴν τάξιν εἶναι ἡ Ἀνάγκη κἰτία, τοῦ δὲ ἄλλην καὶ ἄλλην ἀεὶ αἱ Μοῖραι, <ἀφ’ ὦν> οἱ κλῆροι ἀεὶ ἄλλοι καὶ ἄλλοι· ἀλλὰ μὴν καὶ ἀπὸ παντὸς τοῦ οὐρανοῦ καὶ οὐκ ἐκ τῆς ἑτέρας ταῖν περιόδοιν· Τοῦτο μὲν οὖν δεδεὶχθαι
φῶμεν. εἰ δὲ ἔστιν ἐν τῇ Λαχέσει παραδείγματα τῶν βίων, δῆλον ὄτι πεπερασμένα ταῦτά ἐστιν· τῶν γὰρ καθ’ ἔκαστα πάντως ἀπείρως ἐξαλλαττομένων ἀνάγκη τὰ παραδείγματα πεπεράνθαι. καὶ εἴ με δεῖ τοὺμὸν εἰπεῖν, ὥρισται ταῦτα ταῖς τοῦ θεείου γενητοῦ περιόδοις, καῖ πάντων τῶν βίων
ὦν πᾶσαι ψυχαὶ ζῶσιν ἐν μιᾷ τοιᾷδε περιόδῳ προϋπάρχει τὰ περίοδον· καὶ τὰ αὐτὰ ἀνελίσσεται καθ’ ἑκάστην περίοδον· καὶ ὡς ὁ ἀρισθμὸς τοῦ χρόνου τῶν ὀκτὼ περιόδων 425 ὁ αὐτὸς ἀσί, καὶ ἄλλος καὶ ἄλλος | τῷ πά[λ]ιν καὶ [πάλιν, οὕτω] καὶ τὰ εἴδη τῶν βίων τὰ αὐτὰ [ἀεὶ μένει κα]τὰ πᾶσαν
κοσμικὴν περίοδον καὶ ἄλλ[α κ]αὶ ἄλλα τῷ πάλιν καὶ πάλιν· καὶ γὰρ ἀδύνατόν τι προστεθῆναι τῇ τοῦ θείου γενητοῦ περιόδῳ οὖν αἱ τῶν κύκλων ἀποχαταστάσεις ἐν τῇ περιόδῳ συμπεραίνονται πάντων, κατὰ τὰ αὐτὰ δὴ καὶ
αἱ περίοδοι τῶν ψυχῶν αἱ κατὰ πάντας βίους· καὶ ἐν οὐ- 426 δεμιᾷ περιόδῳ ζῇ ψυχὴ βίον ὅν μὴ ἔξηκε πρότερον. λεκτἐον τοίνυν, ἐπειδὴ καὶ δέδεικται, θαρρούντως, ὅτι τὰ παραδείγματα τῶν βίων καὶ πολλῷ πρότερον τῶν κλήρων τοσαῦτά ἐστιν, ὄσα περιέχει μία τοῦ κόσμου περίοδος, συνατσταμένων τῶν ψυχικῶν βίων τοῖς κοσμικοῖς κύκλοις. τῶν οὖν
παραδειγμάτων πάσης ὅντων τῆς πεεριόδου δαιμονίως εἴπεν [p. 617d], ὅτι ἔλαβεν κλήρους, ὡς τινὰς λαβόντος, καὶ παραδείγματα βίων, ἀλλ' οὐχὶ τῶν βίων ἁπλῶς. κατὰ τινὰ γὰρ εἰσίασιν εἰς τὴν γένεσιν αὖται, περὶ ὦν ὁ λόγος, ἀπεριλήπτων ὄντων ἀνθρωπίνῃ διανοίᾳ πάντων· διὰ τοῦτο
δὲ ἄρα καὶ τὶς προφήτης ἐστὶν ὁ ταῦτα διακληρῶν καὶ προτείνων, ἀλλ’ οὐχ ἁπλῶς ὁ προφήτης· ὡς πολλῶν μὲν ὄντων τοιούτων, ἄλλων δὲ κατ’ ἄλλα παραδείγματα τὴν διδιζομένων
καὶ μεριζόντων τὰ ἀπ’ ἐχείνης ταῖς ψυχαῖς. εἰ δὲ ὡς ἡ Ἀνάγχη τὸν σφόνδυλον ἐν τοῖς γόνασιν εἶχεν, οὕτω καὶ αὕτη τὰ παραδείγματα τῶν βίων καὶ τοὺς κλήρους, φανερὸν ὅτι τε τὴν μητρῴαν ἀζίαν ἔχειι πρὸς τὰς ἄλλας Μοίρας καὶ ὅτι αὐτῷ τῷ εἶναι καθάπερ ἀκείνη κυβερνᾷ τὰς ψυχικὰς |
[περιόδους ὡς ἐκ]είνη [τὰς] κ[οσ]μικάς, καὶ οὐ [διὰ] δή 427 τινος ἐνεεργείας, [ἀλλ]ὰ [τ]αῖν χεροῖν τ[ὴν] τοῦ ἀτράκτου περιφορά[ν. ση]μαίνει γὰρ ἡ διὰ τῶν γονάτων εἰκὼν τὸ ἑδραῖον καὶ συναγωγὸν εἰς ἕν τῶν πολλῶν, καὶ ὅσα ἄλλα περὶ τῆς Ἀνάγχης προείπομεν· τὰ γὰρ ὄμοια καὶ ἐπὶ τῆς
Λαχέσεως κατατείνειν δυνατον.
428
ἀφιεὶς ὥσπερ βέλη νοῦ γέμοντα καὶ ὑψηλῶν ἐπιβολῶν· δὲ αὐτῷ τῆς ἑρμηνείας ταῖς νοήσεσιν ἀκαλλωπίστως συνεστραμμένοις μὲν χρῆται φθέγμασιν, ἀπολελυμενος θέαν τῆς ψυχῆς ἀπ’ ἄλλων ἐπ’ ἄλλα πηδῶσαν. οἶα
καὶ διὰ τούτων ἐργάζεται τπων τοῦ προφήτου λόγων, ἐν ἐλαχιστοις μὲν ἀπεριήγητα νοήματα συλλαβών, ἀσύνδεετα δὲ τὰ πλεῖστα φθεγξάμενος, συστρέψας δὲ τὰ κῶλα τοῖς αἰνίγμασιν παρατλησίως. σκόπει δὲ ἐς δύναμιν ἕχαστον τῶν κώλων.
Ἀνάγχης, φησί, θυγατρὸς κόρης Δαχέσεως ὅδε λόγος. ἤρξατο μὲν οὖν ἀπὸ τῆς Ἀνάγχης ἐνδεικνύμενος, ὡς ἄρα κκὶ ἡ Λάχεσις καὶ πᾶς ὁ μοιραῖος διάχοσμος τπων θεαινῶν καὶ αὐτὸς ὁ προφητικὸς εἰς μονάδα μίαν ἐκείνην 429 ἀνατείνονται· πᾶσα γὰρ | τάξις ἀπ’ ἐκείνης, τῶν οὐρανίων
τῶν χθονίων, τῶν ψυχῶν τῶν ὄλων τῶν μερικῶν. τῆς δὲ Λαχέσεως εἰπῶν ἐκφαντικὸς εἶναι διαφερόντως δέδωκεν ἡμῖν ἐννοεῖν, ὡς ἄρα καὶ αὐτὸς ἠγεμονικὴν ἀξίαν ἔχει πρός τινας ἄλλους προφήτας, ὡς ἡ Λάχεεσις πρὸς τὰς λοιπὰς Μοίρας, καὶ μετὰ τῶν προφητῶν ἴσως τοὺς δαίμονας οὕς ἐφίστησι
ταῖς ψυχαῖς. τὴν δὲ δὴ Λάχεσιν αὐτὴν κόρην ἀνυμνῶν ἄχραντον αὐτὴν δήπου καὶ ἀμιγῆ πρὸς πάντα τὰ διοιχούμενα καὶ ἀκμῆς μεστὴν εἶναι καὶ δυνάμεως ἀύλου καὶ καθαρᾶς αἰνίσσεται. τὸ γὰρ κόρον τοιοῦτον εἶναι καὶ αὐτὸς ἡμᾶς ἐν τῷ Κρατύλῳ [p. 396 b] παρὰ τοῖς θεοῖς ἐδίδαξεν, 430 οὐχὶ πλησμονὴν ἀλλὰ καθαρότητα σηυμαῖνον. οὔτω δὲ καὶ ἐν Νόμοις [VII p. 796 b] τὴν πολιοῦκον κόρην ἅμα καὶ δέσποιναν ἡμῶν προσείρηκεν, ὡς ἀς ἀχράντῳ δυνάμει διαλάμπουσαν. τὸν δὲ αὖ λόγον εἰπὼν εἶναι τῆς Λαχέσεως, ὅν μέλλοι ταῖς ψυχαῖς ἐκφαίνειν, σαφέστατα τάξιν ἀγγελιχὴν
ἑαυτῷ πρὸς τὴν Λάχεσιν ἀποδέδωκεν· ἄλλου γὰρ ἀπαγγέλλων λόγους ἄλλελός ἐστι δήπουθεν αὐτὸς ἐκείνου διαφερόντως, ἐστὶν ἐξέφηνεν, ὅτι τῶν μοιραίων ἄγγέλων τις, κλήρων διανμεύς, βίων ἐκφαντορικός, τῶν εἰληχότων ἡμᾶς δαιμόνων
ἐπιστάτης. ἀλλ’ ὅπως μὲν ἔχει πρὸς τὰ πρὸ αὐτοῦ, διὰ τούτων ἐδίδαξεν, ἅ δὲ πρὸς τὰ μετ’ αὐτὸν ἀποτείνεται σκοπήσωμεν ἑπομένως.
ἐφημέρους, ὠς θνητῶν καὶ ἐφημέρων ἐφημέρων ἁπτομένας. καὶ διὰ ταῦτα | ἄρα πολλοῦ δεῖ ὁ αὐτὸς εἶναι τῷ [δη]μιουργ[ῷ f.90r. τῷ] τῆν ἀίδιον οὐσίαν τῶν ψυχῶν ἐνεκοπῶν. Ἀρκὴ δὴ οὖν ἑξῆς φησιν ἄλλης περιόδδου θνητοῦ γένοθυς θανατηηόρου·
ταῦτα τοῦ πρὸ αὐτῶν ἀποστ΄ήσας κύλου, καθάτερ καὶ ἐκεῖνο τοῦ πρώτου ῥηθέντος. ὡς γὰρ νοεῖ μεταβατικῶς, οὕτω καὶ φθέγγεται, καὶ τῆς μεταβάσεως εἰκὼν ἡ τοιάδε διάστασις. εἰ δὲ θνητοῦ γένους εἰς ἀρχὴν ἄγει τὰς ψυχάς, πρόδηλον ὡς οὐ πάσης ἐστὶν προστάτης τῆς περιόδοθ τῶν
ψυχῶν, ἀλλὰ τῆς ἀπὸ γενέσεως ἐπὶ γένεσιν· τὸ γὰρ θνητὸν καὶ θανατηφόρον γένος τοῦτό ἐστιν, ὅσον συμπληροῖ τὴν γένεσιν. θνητὸν μὲν οὖν ἐστιν εἰς ὅ κάτεισιν ψυχή, θανατηφόρος δὲ ἡ περίοδος τῶν ψυχῶν αὐτῶν οὐ μέονον ὄπῃ φησὶν Ἡράκλειτος, ‘θάνατος ψυχαῖσιν ὑγραῖσι
γενέσθαι’ λέγων, ἀλλὰ καὶ ᾖ πολλάκις αὐτὸς εἶπεν ὁ 431 Πλάτων ζῆν ἡμὰς ἐν τῇ γενέσει κατὰ τὸ πολὺ τῷ θνητῷ τῆς ψυχῆς ἑπομένους. τᾶν οὖν τὸ θνητὸν ἐπιδεὲς ὄν τῆς τοιαύτης ζωῆς (ὑπὸ ταύτης γὰρ διασώξεται προσεχῶς) θάνατον ἐπιφέρει ταῖς ἄνωθεν ἡκούσαις.καὶ διὰ τοῦτο θανατηφόρος
ἐστὶν ἡ γενεσιουργὸς τῶν ἀθανάτων ψυχῶν καὶ ἐφ' ἑαυτῶν ἀθάνατα διανοουμένων. Καὶ μὴν καὶ τὰς ψυχὰς αἱρήσεσθαι τὸν δαίμονα φησίν, ἀλλ'οὑχὶ τὸν δαίμονα λήκαὶ εἰλλήζασιν οἱ δαίμονεσ τὰ εἴδη τῶν βίων καὶ εἰσὶν ἄλλοι
δἰ ἄλλων ἐπίσκοποί τινες, ἀλλ' οὐκ ἀναγκάξουσιν τὰς ψυχὰς εἰς τόνδε τὸν βίον χωρεῖν ἤ ἕτερον. ἀλλ' ἡ ἐκείνων 432 αἱρεσις, ὥσπερ εἰς βίον αὐτάς τινα προάγειν |. . . . . . . καὶ . . . . . . . . προστάτην. ἅμα γὰρ αἱρεῖται βίον καὶ συντάττεται ἐφόρῳ τοῦ βίου πάντως. οὑδὲν γὰρ ἄναρχον
ἐν τῷ κόσμῳ τῶν πάντων, [οὐ] βίος οὐ λῆξις οὐκ ἄνοδος οὐ κάθοδος. ἀλλὰ πάντα δέδοται ταῖς οἰκείαις ἐπιστασίαις. καὶ ὡς αὐτὸς εἶπεν ἐν Νόμοις [Χ. ρ. 903 b],εἰς τὸν ἔσχατον ἥκει μερισμὸν ἡ πρόνοια τῶν ὅλων ὑποδιαιροῦσα ἑαυτὴν καὶ γεννῶσα προνοίας ἐξ ἄλλων ἄλλας, ἐκ τῶν ὁλικωττέρων
τὰς μεριαωτέρας, ἐκ τῶν θειοτέρων τὰ δαιμονιωτέρας. εἰσὶν οὖν καὶ τῶν γενεσιουργῶν βίων ἔφοροι δαίμονες, οἳ τὰς ψυχὰς ἐπιροπεύουσιν τὰς τούτους διαξώσας τὸς βίους.λ καὶ εἰώθασιν τούτους ἀγγελικοὺς καλεῖν, οἵτινες αὐτὰς τὰς λοντες τοῖς πρὸ τούτων θείοις δαίμοσιν, οἵτινες αὐτὰς τὰς
ὑπάρξεις τῶν ψυχῶν συνδέουσι πρὸς τοὺς ἡγεμόνας αὐτῶν θεούς. εἰς οὕς μοι δοκεῖ καὶ ὁ προφήτης ἀποβλέπων εἰπεῖν πρὸς τὰς ψυχάς. οὐχ ὑμᾶς δαίμων λήξεται, τὴν διαφορὰν τούτων τῶν γενεσιουργῶν καὶ μοιραίων πρὸς τοὺς οὐσιώδει ἡμῶν ἐφόρους ἐνδεικνύμενος. ἐκεῖνοι γὰρ αὐτοὶ
τῷ ὅντι λαγχάνουσι τὰς ψυχάς, πρὸ αὐτῶν διαιρεθέντες 433 περὶ τοὺς θεοὺς καὶ τὰς ψυχὰς ἑαυτοῖς συνδιανείμαντες, ἐπειδὴ κατ'οὐσίαν αὐτῶν εἰσιν ἡγεμόνες. οἱ δὲ μοιραῖοι διά τινα βίον αὐτῶν ἄρχουσιν, οὖ ἡ αἵρεσις ἐπ'αὐταῖς. ἐπ'ἐκείνων μὲν οὖν ἤρχθημεν, ἵνα ὑποστῶμεν, ἐπὶ τούτων δὲ εἰλόμεθα τοιῶσδε ζῆν, ἵνα ἀρχθῶμεν. καὶ γὰρ ἔοικεν
ἐκεῖνος μὲν ὁ δαίμων, ἅτε οὑσιώδης ὥν, ἄνωθεν ἡμᾶς οἶον ἐκ πρύμνης διοικεῖν ἀπ' αὐτῆς τῆς οὐσίας ἡμῶν ἀρχόμενος. καὶ δἰ ἐκεῖνον ἡ ψυχὴ καὶ πεσοῦσα ἀνιέναι πά|[λ]ιν 434 . . . 14. . . .τα τὴν πρὸς τὸ[ν οἱκεῖο]ν αὐτῆς θεὸν σύν[ταξιν. οὖτος δὲ τίς ἄλλος ἢ] ὁ τῆς ἐνταῦθα μονῆς ἡμῶν
ἐπιμελὴς καὶ [νεύ]σεως ἔφορος ὑπάρχων τῆς πρὸςλ τὴν γ[ένεσιν]. ὅσῳ δὴ οὖν ὁ δεσμὸς τοῦ δεσμοῦ σιδνήν[οχεν], ὁ πρὸς τὰ ἄνω λέγω τοῦ πρὸς τὰ κάτω, καὶ ἡ οὐσιώδης ἀρχὴ τῆς κατὰ σχέσιν, τοσούτῳ καὶ ἐκεῖνος ὁ δαίμων τούτου διέστηκεν. ὅθεν εἰ καὶ ἐκείνου λήξεις ἐσμέν, οὑκέτι καὶ
οὖτος ἡμᾶς λαγχάνει. πρὸ γὰρ τῆς αἱρέσεως οὐκ ἐσμὲν ὑπ' αὐτόν, ἐλόμενοι δὲ τὸν ἀρχόμενον ὑπ'αὐτοῦ βίον καὶ ἡμεῖς γιγνόμεθα τῶν ἀρχομένων, καθ'ὃ τὴν ζωὴν ἐκείνην ζῶμεν. ὅτι δὲ ὁ δαίμων οὖτος ἐν λογικαῖς ὑπάρξεσιν οὐσίωται μειζόνως, εἴπερ καὶ ἡμεῖς ὦν ἐστι προστάτης, καὶ ὅτι πολλῶν
εἶς ἄρχει τῶν ὁμοειδῶς ξώντων, οὐδὲν οἶμαι δεῖν ὑπομιμνήσκειν. γελοῖον γὰρ εἰ, ὅταν ἀπολείπωμεν τὸν αὐτῷ προσήκοντα βίον, ἐστιν ἅρχων. τὸ μὲν γὰρ πλασματῶδες, τὸ δὲ τῆς δαιμονίας οὐσίας ἀνάζιον. δεῖ γὰρ αὐτοὺς ἄρχειν
ἀεὶ ταύτην οὐσίαν ἔχοντας, δεῖ δὲ καὶ ψυχῶν ἡγουμένους πολλῷ μᾶλλον ἐν λογικῇ ζωῇ τὴν ὑπόστασιν ἔχειν, καὶ ταύτῃ τελείᾳ καὶ κατὰ νοῦν ἐνεργούσῃ, δἰ ἥν καὶ ἡμεῖς ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὴν ἑαυτῶν ἀνεγειρόμεθα τελείωσιν. καὶ γὰρ ἄρχει τῶν ἔνδον διαφερόντως, ὥσπερ ἡ τήχη τῶν
435 ἔξω μᾶλλον. διὸ καὶ αὐτὸς ἐν τῇ αἱρέσει τῆς ξωῆς ὑποτάττεσθαί φησιν ἡμᾶς τῷ δαίμονι, τύχης δὲ οὐ πεποίηται μνήμην. ἀλλ'ὅταν τὸν ὅλον βίον ἐπισκοπῶν ὁ πρῶτοςλ κληρωθείς, 436 ὃν εἴλετο, καὶ <τὰ> ἑπόμενα τῷ τυραννικῷ βίῳ 437 θεωρῇ, τότε αὐτὸν |τὸν δαίμονα αἰτιᾶσθαι καὶ αἰρεῖσθαι βίον, τὴν ὑποδοχὴν τοῦ κλήρου δηλῶν διὰ τοῦ πρῶτον λαχεῖν. διότι πάντες οἱ κλῆροι παρὰ τῆς Δαχέσεως ἐνδίδονται καὶ τὸ λαχεῖν οὐκ ἄλλο τι σημαίνει ἢ τὸ κληρωθῆναι.
καὶ δῆλον ὅτι κατὰ δίκην τῶν κλήρων διανεμομένων τὸ πρῶτον λαχεῖν ἐστιν τὸ εὐμοιρότερον εἶναι περὶ τὸν κλῆρον, ἐξ ἀφθόνων ποιούμενον τὴν αἵρεσιν. δέδεικται δὲ ἡμῖν, ὅτι τῶν συγκλήρων φυχῶν αἱ πρῶται κληρωθεῖσαι τοὺς
τῶν ἑξῆς. ὥστε τὸ πρῶτόν ἐστι κληρωθῆναι τὸ πλείστων βίων ἐν ἐξουσίᾳ γενέσθαι αἱρέσεως. τοῦτον οὖν κελεύει καὶ αἱρεῖσθαι πρῶτον. Ὅτι δὲ τὸ πρῶτον ἐν τούτοις καὶ δεύτερον εἰς τὴν τοῦ οὐρανοῦ φορὰν ἀποβλάποντα δεὶ νομίξειν ἀφορίξειν τὸν παρόντα λόγον, εἴπομεν ἤδη πρότερον. καὶ
γὰρ συγκλήρους ταύτας εἶναί φαμεν, ὅσαι κατὰ τὸ συνεχὲς τμῆμα τοῦ ξῳοφόρουμ ποιοῦνται τὰς αἱρέσεις. οιον τοῦ μὲν πρώτου κλήρου δεκαμοιρίαν ἔχοντος εἰς αἴρεσιν τῶν ἐν ταῖς ἀνατολαῖς τῆς δεκαμοιρίας βίων, τοῦ δὲ δευτέρου πᾶσαν οὐκέτι τὴν δεκαμοιρίαν, ἀλλ'ἐν ἐλάττοσι ταύτης τὴν ἐξουσίαν
ἔχοντος, τοῦ τρίτου δὲ ἔτι μᾶλλον ἐν ἐλάττοσιν, καὶ ἀεὶ τοῦτο, μέχρις ἂν εἰς ἐλάχιστον πλῆθος ἡ αἵρεσις καταλήξῃ δὴ τοῦτο δυνατὸν ἀποροῦντας. οὑ γὰρ δὴ λέγοντός τινος ἀκούουσιν ἀπὸ τῶνδε γρῆναι τὸν βίον ἑλέσθαι, οὑδ' 438 439 440 εἰ καὶ λέγοι τις, πᾶσα ψθχὴ δύναται τὸ πᾶν ὁρᾶν, οἶόν ἐστι καὶ ὅσων οἰστικόν. τοῦτο μὲν γὰρ ταῖς ἔξω σωμάτων οὔσαις ψυχαῖς οὐκ ἀδύ|νατον, τοσοῦτον πλέον ἔχειν τῶν 441 ἐν σώμασ[ιν, ὡς] δύνασθαι συνοεῖν τὴν οὐρανίαν φοράν. ὅπου γε καὶ ἐνταῦθά τινες τἶλλα μέν εἰσιν οἱ τυχόντες,
ἔχοθσι δὲ συστοίχως εἰς κατανόησιν τῶν ἐκ τῆς φορᾶς ἀποτελουμένων. Οὐ μὴν οὑδὲ ἐκεῖνο θαυμαστόν, ἐκ τῶν ὅλων ἡμᾶς κινεῖσθαι πρὸς τάδε μᾶλλον ἢ τάδε, πρὸς ἃ πεφύκαμεν ἢ ὧν ἐσμεν ἔξιοι, καὶ τὰς φαντασίας ἡμῶν ἐρεθίξεσθαι πρὸς αἱρέσεις τῶνδε μᾶλλον ἢ τῶνδε τῶν ἡμῖν οἱκειοτέρων.
καὶ γὰρ ἐν τοῖς σώμασιν ὅντας ἡμᾶς ἀνατολαὶ πολλάκις ἀσ΄τέρων καὶ σχηματισμοὶ κινοῦσι καὶ προθύμους ποιοῦσιν ἐνεργεῖν ἃ μὴ πρότερον, καὶ ἄλλα παρασκευάξουσιν εἰς ὄκνον τῶνδε τῶν ἐνεργημάτων. εἰ δὲ καὶ κατὰ συνήθειάν εἰσιν ὡς τὰ πολλὰ τῶν προτέρων βίων αἱρέσεις καὶ τοὶς
προμελετηθεῖσιν ἐπιτρέχομεν, αὑτόθεν δήπου φανερόν, ὅτι καὶ τῶν ὅλων ταῖς ὡς εἰς μέρη ποιήσεσιν διεγερόντων καὶ ἡμῶν ἥδη προκεκινημένων διὰ τὴν συνήθειαν αἱ πρὸς τάδε γίγνονται ῥοπαὶ μᾶλλον ἢ τάδε τὰ οἰκεῖα καὶ τῷ κινοῦντι, διότι τούτων οἰστικὸν οἰστικὸν εἰς ἡμᾶς, καὶ τῷ κινουμένῳ, διότι
τούτων ἐν ἔθεσιν ἐγεγόνει πρότερον.
εἰ δ'ἐξ ἀνάγκης, δῆλον διότι τὸ κῦρος ἄνωθεν ἀπὸ τῆς Ἀνάγκης ἔχομεν μάλιστα. καὶ γὰρ πᾶν τὸ ἀναγκαῖον παρ' ἐκείνης ὑπάρχει τοῖς ἐγκοσμίοις θεοῖς τε καὶ τοῖς μετὰ θεούς. ἀλλ'ὅπου μὲν τὸ ἀνανκαῖον καθ'ὅπαρξίν ἐστιν ἀναγκαῖον, ὡς ἐπὶ τῶν κρειττόνων ἡμῶν ἀεὶ ὡσαύτως καθ'
ἔνα λόγον ζώντων καὶ τάξιν μίαν, ὄπου δὲ κατὰ ἀκολουθίαν, ὡς ἐφ'ἡμῶν. τὸ γὰρ ἐφ'ἡμῖν ἄστατον ὂν ἔχει κατὰ τὸ ἀκόλουθον ἀνάγκην, εἰ μὲν τάδε ἐλοίμεθα, ταδὶ πάντως ἀκολουθήσειν, εἰ δὲ τάδε, ταδί. καθάπερ καὶ ἐνταῦθα. τόνδε γὰρ ἑλόμενοι τὸν βίον συνεσόμεθα αὐτῷ ἐξ ἀνάγκης.
ἁπλῶς δὲ οὐκ ἐξ ἀνάγκης. ἐνεδέχετο γὰρ καὶ ἄλλον βίον ζῆν, ἀλλὰ πρὸ τῆς αἰρέσεως, μετὰ δὲ τὴν αἵρεσιν ἀδύνατον. καὶ οὕτως ἔοικεν καὶ πᾶν τὸ ἐνδεχόμενονλ εἰς ἀναγκαίαν μεταπίπτειν δύναμιν διὰ τῆς ἀκολουθίας, καὶ τῶν ἐνδεχομένων ἀναγκαίως ἐνδεχομένοις ἄλλοις ἐπομένων. τὸ μὲν
οὖν ἀναγκαῖον ἐν τοῖς βίοις ἡμῶν τοιόνδε χρὴ νοεῖν. ἐπειδὴ δὲ οἱ βίοι πολυειδεῖς ὄντες ἔννοιαν παρεῖχον, μήποτε οὐ πᾶς βίος δεκτικὸς ἀρετῆς, ἀλλ'ὄντως ἡναγκασμένοις ἐοίκαμεν εἰς ἄλλους ἄλλοι καὶ τὸ εὖ ἡμῖν οὐκ ἀφ'ἡμῶν, ἀλλὰ 443 καὶ τοῦτο τὴν ἀνάγκην ἠρτημένην ἀλλαχόθεν ἔχει καὶ μεμοιραμένην, 444 ὄρα τί ποτέ φησιν αὐ|τὸς ὁ τὰς μ[οι]ραίας δόσεις εἰς [ἡμᾶς ἀ]γγέλλων προφήτης. ἀρετὴ δὲ ἁ[δέσποτ]ον. καὶ πῶς ἀδέσποτον ἐδίδαξεν. ἣν τιμῶν καὶ ἀτιμάζων πλέον καὶ ἔλαττον αὐτῆς ἕκαστος ἕξει. δυνατὸν οὖν ἢ πλέον ἢ ἔλασσον μετέχειν ἀρετῆς ἡμᾶς κατὰ τὰ
μετρα τῆς περὶ αὐτὴν τιμῆς. ἀλλ'ὁ γενναῖος ἀμέλιος 445 oὐδέν φησι θαυμαστὸν ἀδέσποτον εἶναι τὴν ἀρετὴν. καὶ γὰρ τὴν κακίαν ἀδέσποτον, εἴπερ καὶ τὴν ἀρετήν. τῶν γὰρ ἐναντίων ἡ αὐτὴ προαίρεσις. ἡμεῖς δὲ φήσομεν ἀδέσποτον μὲν εἶναι καὶ τὴν κακίαν, ἀλλ'ὡς ἐφ'ἡμῖν οὖσαν μόνον. ἀδέσποτον δὲ τὴν ἀρετήν, ἀλλ'οὐ διὰ τὸ ἐφ'ἡμῖν μόνον,
ἀλλὰ διότι τὴν ψυχὴν ἐλευθέραν ἀποτελεῖ τῶν πικροτάτων δεσποτῶν, οἶς ἠ δουλεύουσα τῶν ἀγαθῶν στέρεται πάντων. δουλεύει γὰρ θυμοῖς, ἐπιθυμίαις, φαντασίαις, αἰσθήσεσιν, δαίμοσιν ὐλαίοις, ἀνθρώποις τοῖς τῶν παθῶν πορισταῖς. ὦν ἀρετὴ πέφυκεν ἐλευθεροῦν. καὶ ἀδέσποτον οὖν μόνην
αὐτὴν ὅσιον καλεῖν, ἀλλ'οὐ τὴν κακίαν τὴν δουλοπρεπῆ καὶ δούλην ποιοῦσαν τὴν ψυχήν. ὡς οὖν οἱ θεοὶ πάντων δεσπόζοντές εἰσιν ἀδέσποτοι, οὕτω καὶ ἡ ἀρετὴ δεσπόζουσα, ὦν δεῖ δεσπόζειν, ἀδέσποτός ἐστιν ὑπὸ τῶν ἐχόντων τὴν κακίαν. εἰ δὲ δὴ ταύτην ἡ ἀρετὴ κέκτηται τὴν δύναμιν,
[καὶ]οὐ μόνον ἐστὶν ἀδέσποτον, ἀλλὰ καὶ μόνον τῶν ἐν ἡμῖν δεσποτικὸν δεῖ νομίζειν καὶ πάντα βίον αὐτῆς πλέον ἤ ἔλασσον μετέχειν. μὴ γὰρ οὐδὲ δυνατὸν ᾖ βίον ἕνα πάσης ἀρετῆς ἄμοιρον γενέσθαι καὶ τοὐναντίον πάσης ἀρετῆς μέτοχον. ἀλλ'ὃ μέν τις μᾶλλον ὃ δὲ ἦττον ἀρετῆς μέτοχός
ἐστιν, ἥκιστα δὲ ἢ μάλιστα ἀδύνατον. αὐτὸς γοῦν ἐστιν ὁ λέγων ἐν Φαίδωνι [ρ. 66 bc] φρόνησιν ἡμῖν τελέαν |[ἐνταῦθα] 446 μὴ ἂν παραγενέσθαι διὰ τὰς μυρίας [ἀποῦ]σαν ἀσχολίας, ἃς τὸ σῶμα παρέχει ταῖς ψυχαῖς καὶ ἡ ἐξημμένη γένεσις ἡμῶν. εἰ δὲ διὰ τὴν τοῦ ἀλλοτρίου προσθήκην
κωλυόμεθα τελέαν ἔχειν τὴν οὐκείαν ἀρετήν, ἀνάγκη καὶ διὰ τὴν οἱκείαν ἡμῶν οὐσίαν νοερὰν οὖσαν μηδέποτε παντελῆ τὴν κακίαν ἡμᾶς ὑπομένειν ἀλλοτρίαν οὖσαν. φύσει γὰρ ἡ ψυχὴ πρὸς τάγαθὸν ᾠκείωται μᾶλλον ἢ τὸ ἐναντίον. καὶ τάχα ἂν εἰ παντελῆ κακίαν ἔσχεν, ἐφθάρη ἄν,
447 εἴπερ τὸ κακὸν ἑκάστου ξθαρτικόν· νῦν δὲ διαστρέφονται μὲν αὐτῆς οἱ κύκλοι, φησὶν ὁ Τίμαιος [p. 36 d], οὐ μέντοι παντελῶς· ὥστε οὐδ’ ἡ κακία παντελής. εἰ δὲ ταῦτα δέδεικται, πᾶς βίος ἀρετῆς δύνατι μετέχειν, καθ’ ὅσον ἕκαστος
αὐτὴν νομίξει τίμιον, καὶ οὐκ ἀπεστερήμεθα τοῦ μετέχειν ἀρετῆς διὰ τὴν ἐν τοῖς βίοις μετὰ τὰς αἱρέσεις ἀνάγκην.
ὡς ἄρα τῶν ἀποβαινόντων κακῶν οὐ θεὸν αἰτᾶσθαι προςῆκεν, ἀλλ’ ἁμᾶς αὐτούς. ὃ μὲν γὰρ κυρίους ἡμᾶς κατέστησεν ἀμενόνων καὶ χειρόνων αἱρέσεων, ἡμεῖς δὲ μὴ κρίνοντες ἀφ’ ὧν δεῖ τὰς αἱρέσεις ἐπιτρέχομεν ταῖς χείροσειν ἀντὶ τῶν ἀμεινόνων. ἐνταῦθα δὴ καὶ μέλιστα
διωρίσθαι προςῆκεν, τίνα τὰ κριτήρια τῶν πραγμάτων τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν, καὶ τίνα τὰ ὡς ἀληθῶς ἀγαθὰ καὶ τίνα τὰ ὄντως κακά, καὶ τίνα ἀδιάφορα μὲν ἀγαθὰ δὲ φανταζόμενα τοῖς πολλοῖς. κριτήρια μὲν γὰρ ἄπταιστα λόγος
καὶ νοῦς, ἐπταισμένα δὲ φαντασία καὶ αἴσθησις· καὶ ὁ 448 μὲν ἐκείνοις χρώ|μενος γιγνώκει τὸ ὂν καὶ τὸ τούτῳ ἐναντίον τὸ μὴ ὄν, ὁ δὲ τούτοις ἐνηλλαγμένως καταψηφίζεται μὲν τῶν ὄντων ὡς μὴ ὄντων, ἀποδέχεται δὲ τὰ μὴ ὄντα ὡς ὄντα. τὰ γὰρ οἰκεῖα προτίθησιν ἑκάτερα, κυριώτερα δὲ τὰ ἀυλότερα τῶν ἐνυλοτέρων εἰς κρίσιν, καὶ τὰ ἑαυτὰ καὶ τὰ
ἕτερα γιγνώσκοντα τῶν μήτε ἑαυτὰ μήτε θάτερα διεγνωκότων. νοῦς μὲν οὖν καὶ λόγος οἶδεν καὶ ἑαυτὸν καὶ φανταςίαν καὶ αἴσθησιν, φαντασία δὲ ἄρα καὶ αἴσθησις οὔτε ἑαυτὰς γιγνώσκειν οὔτε νοῦν καὶ λόγον πέφυκεν. πάλιν ἀληθινὰ μὲν ἀγαθά, δι’ ὧν ψυχὴ τελειοῦται καὶ ζῇ κατὰ φύσιν,
κακὰ δὲ ὄντως, δι’ ὧν ἑαυτήν τε εἰς τὸ ἔσχατον ἄγει καὶ 449 τὰ ἑαυτῆς· ἀδιάφορα δὲ ὄσα μηδέτερα τού των ἄντα τῶν ἀγαθῶν ἔνεκα ζητεῖν εἰώθαμεν. ὄταν τοίνυν ἀντὶ μὲν νοῦ ψυχὴ φανταςίαν ἐφέλκηται πρὸς τὰς αἰρέσεις τῶν βίων, ἀντὶ δὲ λόγου τὴν αἴσθησιν, τὰ μὲν ἀναγκαῖα τίμια νομίζουσα, τὰ δὲ ἀληθινῶς ἀγαθὰ παρορῶσα, περιπετὴς γίνεται
τοῖς ὄντως κακοῖς· καὶ οὕτω δὴ τὰς ἑαυτῆς ὀφείλει κρίσεις αἰτιᾶσθαι τῶν μοχθηρῶν αἱρέσεων, μὴ ζητοῦσα τοὺς βίους ἐν οἷς τὸ ἀγαθὸν [πασων], ἀλλ’ ἐν οἷς τὰ ἀδιάφορα, πλοῦτοι καὶ δυνάμεις καὶ σώματα ῥωμαλέα, μηδὲ φεύγουσα τοὺς ἔχοντας ἐπομένην τὴν χείρονα ζωήν, ἀλλὰ τοὺς πενίας φέροντας
ἤ ἀσθενείας σωμάτων ἤ ἀτιμίας. οὐκοῦν ἑαυτὴν αἰτιᾶσθαι προςήκει τὴν ψυχήν, ὡς μὴ χρησαμένην οἷς ἔχει κριτηρίοις ἀψεύστοις, ἀλλὰ τοῖς μοχθηροῖς κανόσι τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων, καίτοι θεόθεν λαβοῦσα τὰ ὄντως κριτήρια τῶν ὄντων καὶ ἐν τούτοις μὲν ἔχουσα τὸ εἶναι,
τοῖς δὲ χείροσιν ὡς ὑπηρετοῦσιν ἐν οἷς δεῖ χρωμένη. |τὴν 450 oὖν [τά]ξιν ἀνατρέψασα καὶ τὰ ὄργανα [τῶν χ]ρ[ω]μένων προτ[ι]θεῖσα μὴ θεὸν ἀλλ’ ἑαυτὴν αἰτιάσθω. τί γὰρ ἄν καὶ εἴποι θεοῦ λέγοντος· τὰ μὲν ἐποίησα τῶν κριτηρίων ἐν σοί, τὰ δὲ μετὰ σέ· καὶ σὺ τὰ ἐν σοὶ παντελῶς ἀτιμάσασα τοῖς
μετὰ σὲ τὴν πᾶσαν ἀπονέμεις μοῖραν, ἀποτυφλώσασα δι’ ἐκείνων τὰ ἐν σοὶ κατ’ οὐσίαν ἐνόντα. ταῦτα γὰρ ἐναργέστατα θεὸν μὲν ἐξαιρεῖ πάσης αἰτίας κακῶν, ἐπ’ αὐτὴν δὲ ἀναφέρει τὴν ψυχὴν ὧν ἁμαρτάνει τὴν αἰτίαν, μὴ χρωμένην τοῖς οἴκοθεν κριτηρίοις, ἀλλὰ τοῖς σωματικοῖς ἀντὶ τὼν
ψυχικῶμ τοῖς ἐνύλοις ἀντὶ τῶν ἀύλων, ὧν αἱ γνώσεις ἐσκιαγρφμέναι καὶ ἄλλων ἀντιλαμβανόμεναι τοιούτων καὶ εἴδωλα γιγνώσκουσαι τῶν ἀγαθῶν ἀντὶ τῶν ἀληθινῶν. οὔτ’ οὖν τὴν Λάχεσιν οὔτε τὴν μοιραίαν τάξιν οὔτε θεὸν ὅλως αἰτιατέον ὧν αἱρούμεθα μοχθηρῶς· ἔξεστι γὰρ καὶ ἐν ταῖς
451 452 αἱρέσεσιν τοὺς ἀμείνους ἀντὶ τῶν χειρόνων, ὡς ἐγχωρεῖ, βίους ἐκλέγεσθαι, καὶ εἴ τῳ ὁ κλῆρος ἔσχατος εἴη, καὶ δι’ ἥντινά ποτε αἰτίαν τοῖς χείροσιν ἐνισχόμενον μὴ ἀμελεῖν ἀρετῆς· εἴπερ ἀδέσποτος ἡ ἀρετὴ καὶ ἐν οὐδενὶ τῶν βίων
ἀποκέκλειται τὸ ὁπωσοῦν ἡ ἀρετὴ ἀρετὴν καὶ πλέον ἀυτὴν τιμῶντα πλείονος αὐτῆς μεταλαγχάνειν.
ἅμα λέγων ταῦτα διὰ τῶν ἐφεξῆς· ταῦτ’ εἰπόντα ῥῖψαι ἐπὶ πάντας τοὺς κλήρους ἕως τοῦ πολὺ πλείω τῶν παρόντων [p. 617 e ]. Ὁμοῦ μὲν τοῖς λόγοις ἀποδίδωσι 453 τὴν τῶν κλήρων διανομήν, εἰς ἐναργῆ | δήλωσιν τοῦ καὶ τὰς νοήσεις τῶν κρειττόνων ἡμῶν ποιήσεις τινὰς εἶναι καὶ
οὔτε ποίησιν παρ’ ἐκείνοις ἄντυ νοήσεως ὑπάρχειν (φύσεως γὰρ τοῦτο ἴδιον) οὔτε νόησιν ἄνευ ποιήσεως (ψυχῆς γὰρ εἶναι τοῦτο μερικῆς)· ἅμα οὖν νοῶν καὶ ἃ νοεῖ ποιῶν εἰκότως λέγων ῥιπτεῖ τοὺς κλήρους. ὑπολείπονται γοῦν ἔτι τινὲς τῶν προφητικῶν λόγων. ἡ δὲ ῥῖψις τῶν κλήρων τὴν
ἀπὸ τῶν οὐρανίων περιφορῶν καὶ τῶν κινουσῶν ταύτας αἰτιῶν διὰ μέσου τοῦ προφήτου καθήκουσαν εἰς τὰς ψυχὰς αὐτῶν διανομὴν παρίστησιν· ἅμα δὲ δηλοῖ καὶ ὅτι περιείχοντο μὲν ἑναίως ἐν ἐκείνῳ, διεσπεέροντο δὲ ἐν τοῖς ὑποδεχομένοις, ἄλλης ψυχῆς ἄλλον κλῆρον λαγχανούσης. καὶ
γὰρ τὰ ἅμα ῥιπτούμενα πρόεισιν οὕτως εἰς πλῆθος ἀφ’ ἑνὸς τοῦ ῥίψαντος· ἕκαστος γοῦν λαμβάνει τοῦτον, ὡς φησίν, ὃς παρ’ αὑτὸν ἔπεσεν. καὶ δόξειεν μὲν ἂν αἰτιᾶσθαι τύχην ὁ μῦθος τῆς τοιαύτης πτώσεως· ἔστι δὲ κατὰ δίκην ἡ παρ’ ἕκαστον τοῦ προςήκοντος αὐτῷ κλήρου πτῶσις· πῶς γὰρ οὐ 454 μέλλει κατὰ δίκην εἶναι καὶ οὐκ ἀλόγως γίνεσθαι, κατὰ νοῦν γινομένη τοῦ τε προφήτου καὶ τῆς Λαχέσεως; καὶ ὁ μὲν προφήτης ἐνεργεῖ κινῶν τὰς ψυχὰς εἰς τὴν τῶν κλήρων ὑποδοχὴν καὶ τῶν βίων τὴν ἐκλογήν, ἐκεῖναι δὲ κινοῦνται ὑπ’ αὐτοῦ καὶ κατὰ τὸν λόγον καὶ κατὰ τὴν φανταςίαν εἰς
ἄμφω ταῖτα. οὐδὲ γὰρ ἄλλως ἐνργοὺσιν εἰς ἡμᾶς οἱ κρείττους ἡμῶν ἢ ἔνδοθεν, ἅτε προηγούμενοι τῆς οὐσίας ἡμῶν· τῇ δ’ ἂρ ἐπὶ φρεσὶ θῆκε θεά [Π. Α 55], καὶ φᾶρος πέν μοι πρῶτον ἐνέπνεσεν μέγα δαίμων[Od. τ 138]· οὐ δι’ ἀκοῆς τὖν εἰσδέχονται τοὺς λόγους οὐδὲ κατ’ αἴσθησιν
τοὺς κλήρους, ἀλλ’ ἀνεγει|ρόμεναι πρὸς τὰ οἰκεῖα 455 ἕκασται εἴδη διὰ τῶν προφητικῶν ἐνεργειῶν τῶν τε γνωστικῶν, ὧν οἱ λόγοι εἰκόνες, καὶ τῶν κινητικῶν, ὧν αἱ ῥίψεις. Εκάστου τοίνυν τὸν προςήκοντα λαβόντος κλῆρον (τοῦτο γὰρ δηλοῖ τὸ τὸν παρ’ αὑτὸν πεςόντα α’νελέσθαι, τῆς τοπικῆς
σχέσεως τὴν κατ’ ἀξίαν καὶ ὀφειλομένην ἐνδειξαμένης σύνταξιν καὶ τὴν τοῦ δεδομένου πρὸς τὸ δεξάμενον οἰκείωσιν) μόνος οὐ συγχωρεῖται λαβεῖν ὁ τούτων ἄγγελος· οὐ γὰρ ἤλλαττεν τὸν παρόντα βίον οὐδ’ εἰς ἄλλην ἔμελλεν εἰσδύεσθαι γένεσιν· ὥστε ἤνυεν ἔτι τὸν αὐτὸν κλῆρον. καὶ
γὰρ τὸ τούτων αὐτὸν τῶν θεαμάτων τυχεῖν μέρος ἦν ἐκείνου τοῦ κλήρου, καὶ περιείχετο ἐν αὐτῷ <τὸ> τοιόνδε τρόπον χωρισθέντα σώματος αὐτόπτην γενέσθαι τῶν ἐν Ἅιδου πραγμάτων. Εἰ δὲ ὁ ἀνελόμενος πᾶς εὐθὺς γιγνώσκει πόστος ἔλαχεν, τί ἄλλο διὰ τούτου παρίστησιν ἢ ὅτι πᾶσα ψυχὴ
βλέπουσα εἰς τὸ πᾶν, ὅθεν αὐτῇ καὶ ὁ κλῆρος ἀποδίδοται, γιγνώσκει πόσων τε βίων ἐστὶν κυρία καὶ ποίαν ἔχει πρὸς τὰς συγκλήρους τάξιν, οἷον γράμματα ὁρῶσα ἐν τῇ περιφορᾷ γεγραμμένα ταῦτα, ὅσα ἑκάστῃ προτείνεται; καὶ ὃ πολλάκις εἴπομεν, οὐ χρὴ θαυμάζειν, εἰ πρὸ τῶν σωμάτων
456 αἱ ψυχαὶ πολλὰ καθορῶσιν τῶν ἐν τῷ παντὶ γιγνομένων, ὅσα μὴ δύνανατι καθορᾶν τὸν παχὺν τοῦτον περιτειχισάμεναι δεσμόν· καὶ γὰρ ἡ ἐκ τῆς γενέσεως λήθη κεινὴ καὶ τὸν νίφος τὸ ἐπιπροσθοῦν ἐκ τῆς σωματικῆς παχύτητος ἀφόρητον.
τοῦτο μὲν τοίνυν ὑπέμνησται πλεονάκις.
ἡ αἵρεσις ᾖ. καὶ γὰρ ὁ τελευταῖος οὕτως εὑρήσει βίους πλείους ἑνός, ἀφ’ ὧν ποιήσεται τὴν ἐκλογήν. εἰ γὰρ εἶεν αἱ αἱρούμεναι ψυχαὶ ὀκτὼ αἱ σύγκληροι καὶ οἱ βίοι τοσοῦτοι, τῇ μὲν πρώτῃ ἀπὸ τῶν ὀδτὼ ἡ αἵρεσις, τῇ δὲ δευτέρᾳ, εἰ τύχοι, ἀπὸ τῶν ἑπτά, καὶ τῇ τρίτῃ ἀπὸ τῶν ἕξ,
τῇ δὲ τετάρτῃ ἀπὸ τῶν πέντε, καὶ τῇ τρίτῃ πέμπτῃ ἀπὸ τῶν τεττάρων, καὶ τῇ ἕκτῃ ἀπὸ τῶν τριῶν, καὶ τῇ ἑβδόμῃ ἀπὸ τῶν δύο· λοιπὴ δὲ ἡ ὀγδόη αἵρεσιν οὐχ ἕξει, ἑνὸς ὑπὸλειφθέντος μόνου, τῆς δὲ αἱρέσεως ἐκ πλειόνων ἢ ἑνὸς οὔσης. καὶ γὰρ εἰ λέγει [p. 620 c], ὅτι ἡ τελελυταία ψυχὴ τὸν
ἠμελημένον ὑπὸ τῶν ἄλλων εἴλετο βίον, οὐχ ὅτι μόνος ἦν, τοῦτο ἔοικεν λέγειν, ἀλλ’ ὅτι μόνος ὑπὸ πάντων ἠμελημένος· διὸ καὶ ἐπήγαγεν, ὅτι καὶ εἰ πρώτη ἔλαχεν, τοῦτον ἂν εἵλετο, καὶ ταῦτα πολλῶν αὐτῇ προταθέντων. Εἰ δὲ ἐπὶ γῆν προτίθησι ταῦτα καὶ ἔμπροσθεν σφῶν, γνῶσίν τε ἔχουσιν τῶν
βίων εἰκότως, ἵνα καὶ ἕλωνται ἀφ’ ὧν γιγνώσκουσιν, καὶ οἱ βίοι πάντως εἰς γένεσιν ἄγουσιν. ὡς γὰρ ἤδη τῶν ψυχῶν κάτω βλεπουςῶν οὕτως εἶπεν καὶ εἰς γῆν καὶ ἔμπροσθεν αὐτῶν ταῦτα τίθεσθαι. ταύταις γοῦν πρόσω μὲν ἡ γένεσις, ὄπσθεν δὲ τὰ θεῖα· καὶ γὰρ ταῦτα μὲν ἀπολιμπάνουσιν, ὁρμῶσιν
δὲ εἰς τὴν γένεσιν. Δεῖ δὲ καὶ τοῖς ῥήμασιν ἐπισημαίνεσθαι 458 τοῖς μυθικοῖς, ῥῖψιν μὲν λέγουσιν ἐπὶ τῶν κλήρων, θέσιν δὲ ἐπὶ τῶν βίων (ἣ μὲν γὰρ δηλοῖ τὴν ἐξ ὁλικωτέρων αἰτίων καὶ ὑψηλοτέρων διανομήν, ἣ δὲ τὴν ἐκ μερικωτέων| καὶ χαμαιζηλοτέρων), καὶ ταῦτα πρὸς τὰς ψυχὰς ἀναφέρειν. 459 [ὁ μὲν] γὰρ κλῆρος ἐκ τῆς περιφορᾶς [ἧκεν, ὁ δὲ
βίος] ἐκ τῆς τῶν ψυχῶν αἱρέσεως. [καὶ] οὐδὲ θαυμαστόν, ὅτι τὸ παράδειγμα ἐπὶ τῶν βίων εἴωθεν τάττειν, καὶ τοῦτο εἰκότως· τῶν γὰρ ἐμφανῶν οἱ ἀφανεῖς ἀρχέτυποί εἰσιν, κλήρου δὲ ἐμφανὴς οὐκ ἔστιν ἀπ[οτύπωσις· οὐδὲ γὰρ δυνατόν, εἴπερ πλειόνων ἐστὶ βίων περιληπτικός. μετὰ τοὺς κλήρους
δ’ οὖν ἴσους ὄντας τοῖς λαγχάνουσιν τὰ παραδείγματα τῶν βίων ὄντα πολὺ πλείω τῶν παρόντων. Ὅτι δὲ ὁ βίος οὐ μόνον τὸ εἶδος ἔχει τῆς ζωῆς, ἀλλὰ καὶ τὰ ἀκόλουθα ἑκάστῳ παρὰ τοῦ παντὸς ἀπονεμόμενα, πολλάκις ἤδη προείπομεν. καὶ τούτῳ διαφέρουσιν οἱ βίοι τῶν ἐν Φαίδρῳ
[p. 248 de ] βίων ἐκείνων ζωῶν ἰδέας ἐχόντων· ἀλλὰ καὶ περὶ τούτων ἐν τοῖς εἰς τὴν παλινῳδίαν διήλθομεν. Εἶναι δὲ παντοδαπά· ζῴωβ τε γὰρ πάντων βίους καὶ δὴ καὶ ἀνθρωπίνους ἕως τοῦ τὰ δὲ καὶ μεσοῦν τούτων [p. 618 ab]. Τὰς πολουειδεῖς τῶν βίων ἐξαλλαγὰς
διὰ τούτων, ὁποῖαί τινες, ὁ μῦθος ἐμφανίζων καὶ ἅμα δηλῶν, ὅτι τοῖς εἴδεσιν ἐν τούτοις τῶν ζωῶν καὶ τὰ ἐκ τοῦ παντὸς ἐπικλωθόμενα συμπέπλεκται, τοὺς μὲν εἶναί φησιν ἐν τοῖς παραδείγμασιν ἐκείνοις τοῖς εἰς γῆν τεθεῖσιν ἔμπροσθεν τῶν κληρωσαμένων ζῴων πάντων βίους τῶν ἄλλων,
τοὺς δὲ ἀνθρωπίνους. καὶ τοῦτο μὲν εἰς δήλωσιν τῶν κατ’ εῖδος διεστώτων· λοιπὸν δὲ τὰς ἄλλας προστίθησιν διαφοράς, οἷον τυραννίδων ἢ διὰ βίου σωζομένων ἢ μεταξὺ διακοπτομένων κατὰ διαφόρους περιπετείας, καὶ εὐδοκίμων ἄλλων 460 461 βίων, ἐν εὐγενεί|αις, ἐν σωμάτων κάλλεσιν, ἐ [εὐμαθίαις. ὅτ]αν δ’ οὖν λέγῃ ζῴων π[άντων τοὺς βίους ἐν τοῖς] παραδείγμασιν [ἐνεῖναι, πότερον ἐνδείκνυ]ται καὶ τοῖς ἄλλοις γ[ένεσιν εἶναι προκειμ]ένους εἰς αἵρεσιν βίους, ἅ[μα πάσαις]
εἰπόντος τοῦ προφήτου τὰ προειρημένα ῥήματα ὁμοίως ὡς ταῖς ἀνθρωπίναις ψυχαῖς οὕτως καὶ ταῖς τῶν ἄλλων ζῴων; ἢ ὅτι μόνως μὲν οἱ λόγοι πρὸς τὰς ἀνθρωπίναι καὶ τὰ παραδείγματα τῶν βίων πρόκειται ταύταις, ἔνεισι δὲ ἐν τούτοις ἀνθρώπινοί τε βίοι τῶν κλογικῶν ψυχῶν καὶ ζῳώδεις
εἰς ἐκεῖνα τὰ ζῷα μεθισταμένων, καὶ ὁμοίως εἰς πάντα καὶ μέχρι τῶν ἐσχάτων; ὅτι μὲν οὖν καὶ ἐκ τῶν ἀλόγων εἰσὶν τῶν ψυχῶν μετατάξεις εἰς ἄλογα, τῶν ἀγρίων εἰς τὰ ἥκμερα καὶ τῶν ἡμέρων εἰς τὰ ἀγριώτερα, καὶ ἐκ λογικῶν εἰς ἄλογα καὶ ἐξ ἀλόγων εἰς λογικά, καθάπερ καὶ ἐκ λογικῶν εἰς λογικά,
τετραχῶς πλεκόμεναι, μικρὸν ὕστερον αὐτοῦ λέγοντος ἀκουςόμεθα σαφῶς. εἰ δὲ τοῦτο ἀληθές, κἀνταῦθα τούς τε τῶν πάντων βίους ζῴων καὶ τοὺς ἀνθρωπίνους λέγεσθαι φήσομεν ἀντιδιεσταλμένως· ὡς τῶν τε ἀλόγων κατ’ εἴδη διαφέροντα παρὰ τοῦ παντὸς ὑφισταμένων καὶ τῶν ἀνθρώπων
καθ’ ἕτερα, καὶ τούτων ἀμφοτέρων ἐν ταῖς κοσμικαῖς περιφοραῖς περιεχομένων καὶ τοῦ προφήτου προτιθέντος ἑκάτερα, διότι καὶ ψυχαῖς ἀνθρωπίναις ἐστὶν ἀπὸ τῶν ἀνθρωπίνων εἰς τοὺς ἐκείνων βίους μετάστασις· καὶ τούτων οὖν παραδείγματα προκεῖσθαι ταῖς ἡμετέραις μόναις ψυχαῖς,
αἷς καὶ ἔμπροσθεν διελέγετο καὶ ὧν προὐκαλεῖτο τὰς αἱρέσεις. 462 ὥστε πρόκεινται | μὲν ἀλόγων βίοι καὶ λογικῶν, ἀλλ’ ἕνεκα τῆς τῶν λογικῶν αἱρέσεως, ἢ ἀπὸ τῶν ἀνθρωπίνων βίων ποιουμένων τὰς αἱρέσεις ἢ ἀπὸ τῶν ἀλόγων 463 ζῴων. [ὁρμὰς] μὲν γὰρ ἐν τοῖς ἀλόγοις δυνατὸν ἐνεῖναι, αἱρέσεις δὲ ἀδύνατον· εἴπερ ἡ αἵρεσις ἐπίκριςίς ἐστιν πλειόνων εἰς ἑνὸς ἐκλογήν. εἰ δὲ καὶ τὸν Τίμαιον [p. 41 cd] συμπαραλάβοι τις διὰ μόνης τῆς λογικῆς ψυχῆς καὶ τοῖς ἀλόγοις πᾶσιν διδόντα τὴν ψύχωσιν, ἔτι μᾶλλον ἂν πεισθείη
πάντα τὰ παραδείγματα καὶ ἀλόγων καὶ λογικῶν ψυχαῖς προκεῖσθαι λογικαῖς, ἢ λογικῶς ζησομέναις καὶ σωσούσαις τὸν ἄνθρωπον ἢ ἀλογωθησομέναις καὶ ἐκπεσουμέναις εἴς τι τῶν χειρόνων ζῴων. Ἀλλὰ τοῦτο μὲν διαίτης ἔτυχεν ἀρκούσης πρὸς τὸ παρόν· εἰ δὲ δὴ καί φησι· ψυχῆς δὲ
τάξιν μὴ ἐνεῖναι διὰ τὸ ἀναγκαίως ἔχειν ἄλλον ἑλομένην βίον ἀλλοίαν γενέσθαι [p. 618 b], φανερὸν οἶμαι καὶ διὰ τούτων ἐστίν, ὡς ἄρα περὶ τῆς ἡμετέρας ἐστὶ ψτχῆς ὁ λόγος ὡς κατὰ τὰς ἑαυτῆς αἱρέσεις μεταταττομένης εἰς βίους ἄλλους καὶ ἄλλους, ἀνθρωπίνους ἢ ἀλόγους, βελτίους
ἢ χείρονας. ποῦ γὰρ αἵρεσις ἐν τοῖς ἀπροαιρέτως ζῶσιν, ποῦ δὲ προαίρεσις ἐν τοῖς ὀρέξεσιν ἀλόγοις χρωμένοις; Σκοπεῖν δὲ χρὴ καὶ ὅπως τάξιν ἐν ταῖς προαιρετικῶς ζώσαις οὐκ εἶπεν μὴ εἶναι (καὶ γὰρ ἔστιν κατ’ οὐσίαν αὐτὰς διορίζουσα τάξις, ἣν ἡ δημιουργία πάσαις ἐνέθηκεν), ἀλλ’
ἐνεῖναι, τὴν ἀπὸ τῆς προαιρέσεως τάξιν ἐνδεικνύμενος μὴ οὖσαν ὡρισμένην. τὸ γὰρ ἐνεῖναι τὴν ἔξωθεν ἐφήκουσαν δηλοῖ τάξιν καὶ ἐπισυμβαίνουσαν ἐκ τῆς προβολῆς τῶν τοιῶνδε τῆς ζω|ῆς εἰδῶν, ἃ ὁ παρὼν χαρακτηρίζει βίος. 464 κ[ωλ]ύει γὰρ οὐδὲν τὴν [κρ]είττον[α ψυτχὴν] τὸν χείρονα
βίον προχειρίσασθαι, καὶ [κατὰ ταὐτὸ τὴν] χείρονα κρεῖττον εἶδος ζωῆς [ἑλέσθαι καὶ] προστήσασθαι. τὸν μὲν δὴ βίον ἀλη[θὲς ἕπ]εσθαι ταῖς αἱρέσεσιν· τὰ δὲ ἄλλα (ταῦτα δ[έ] 465 ἐστιν, ὅσα μετὰ τὰς αἱρέσεις ἐκ τοῦ παντὸς διανέμεται ταῖς ἑλομέναις) μεῖχθαι· τὰ μὲν πλούτοις καὶ πενίαις, ἅ ἐστιν τῶν ἐκτός· τὰ δὲ νόσοις καὶ ὑγείαις, ἅ ἐστιν τῶν δευτέρων μετὰ τὰ ψυχῆς ἀγαθὰ καὶ κακά· τὰ δέ φησι καὶ μεσοῦν
τούτων [p. 618 b], ἃ δὴ καὶ εἶναι πάντων ἀσφαλέστατα. τῶν γὰρ ἄλλων αἱ μὲν ὑπερβολαὶ χαυνοῦσιν, αἱ δὲ ἔνδειαι ταπεινοῦσιν, τὸ δὲ ἐν ἐκείνοις μέτριον καὶ ταῖς ἀρεταῖς μετριότησιν οὔσαις ἐναρμονίως σύνεστιν, καὶ γίνεται ἡμῶν ὁ βίος ἅπας κατὰ πάντα μέτριος, τὰ ψυχικά, τὰ σωματικό,
τὰ ἐκτός. ξδιὰ μὲν οὖν πλούτου καὶ πενίας ἐδήλωσεν πάντα ὁπόσα σώματος ἐκτός, τιμὰς ἀτιμίας, δυνάμεις ἀδυναμίας, ἀρχὰς ἰδιωτείας· διὰ δὲ ὑγείας καὶ νόσου πάντα τὰ σώματος, ἰσχῦς ἀσθενείας, κάλλη αἰσχρότητας, εὐαισθηςίας δυσαισθηςίας· ὧν ἑκάστων τὸ μέσον οἰκεῖόν ἐστιν ταῖς ψυχαῖς
ἡμῶν καὶ προςήγορον. ἐν οὖν ταῖς αἱρέσεσιν μακρῷ ἄμεινον τὰς μετριότητας ἐν τούτοις πᾶσι διώκειν, τῶν ἀκροτήτων ὡς ἐπὶ τὸ πλεῖστον εἰς κακίαν παρακαλουςῶν τὰς ψυχάς. εἴρηται δὲ τὸ αἴτιον, καὶ ὅτι ταῖς τε ψυχαῖς μέσην λαχούσαις οὐσίαν συμφυὲς τὸ τῆς ἀρετῆς εἶδος ἐν μεςότητι θεωρούμενον
καὶ τῇ ἀρετῇ τὸ τῶν ὀργάνων αὐτῆς μέτριον ὑπάρχον συγγενές. ταῦτα μὲν οὖν μυριόλεκτα. Τὰ δὲ ἑπόμενα 466 τού|τοις . . . 23. . . [Ἔνθα] δὴ ὡς ἔοι[κεν, ὧ φίλε Γλαύκων, ὁ πᾶς κ]ίνδυνος ἀνθρώ[πῳ ἕως τοῦ οὕτω] γὰρ εὐδαιμονέστατος γί[γνεται ἄνθρωπος
[p. 618 b–619 a]. Τοῖς μυθικοῖς πλάσμασιν ἠθικὰ παραγγέλματα μιγνύμενα σαφέστατ[α] δείκνυσιν, ὁποῖόν ἐστιν τὸ εἶδος τῶν Πλατωνικῶν μύθων, καὶ ὅτι πολιτικόν τε καὶ παιδευτικόν. καὶ δὴ καὶ ἐν τοῖς προκειμένοις εἴρηται μέν, ὄτι τοῖς εἴδεσι τῆς ζωῆς παντοδαποῖς οὖσιν μίγνυται τά τε 467 σωματικὰ καὶ ὅσα ἐκτὸς ἀγαθά τε καὶ κακὰ καὶ ὅσα μέσα τούτων καὶ τὴν ἀπέραντον ποικιλίαν παρέχεται τῶν βίων· τούτοις δὲ ἑπομένως ἄρα παρακελεύεται μάλιστα σκοπεῖν, πῶς ἂν ἕκαστος ἡμῶν ἀξιόχρεως γένοιτο κριτής, ἢ μαθὼν παρ’ ὅτου δυνατὸν μαθειν ἢ εὑρών (διτταὶ γὰρ αἱ εἰς ἐπιστήμην
ὁδοί, μάθησις καὶ εὕρεσις, ὡς καὶ ὁ ἐν Ἀλκιβίαδῃ [p. 106 d ss.] Σωκράτης ἐδίδαξεν), τῶν ἀμεινόνων καὶ χειρόνων βίων, μὴ εἰς τὰ ἔξω βλέπων καὶ παραγόμενος ὑπ’ αὐτῶν καὶ καταπληττόμενος, ἐὰν πλοῦτοι καὶ τιμαὶ διαφέρουσαι προτείνωνται καὶ δυνάμεις καὶ ἀρχαὶ πόλεων καὶ
ἐθνῶν, καὶ εὐγένειαι καὶ σωμάτων ῥῶμαι καὶ πάντα τὰ τοιαῦτα, δι’ ὧν αἱ πολλαὶ ψυχαὶ πάντως ἁλισκόμεναι πάντα τὰ ἄλλα παρορῶσιν. σκοπεῖν γὰρ δεῖν μὴ τὰς τούτων πλεονεξίας καὶ τὰς τῶν ἐναντίων ἐλαττώσεις, ἃς δὴ διαδιδράσκουσιν ἅπαντες ὡς εἰπεῖν, ἀλλ’ ὅ τι καὶ ἀλλήλοις ταῦτα
μιγνύμενα καὶ μετὰ τῶν ἕξεων τῶν ψυχικῶν ἀποτελεῖ· λέγω δὲ μετ’ ἀλλήλων μέν, 0ἷον κάλλος πενίᾳ ἢ πλούτῳ, ψυχικαῖς δὲ ἕξεσιν, ἀρετῇ ταῦτα καὶ μοχθηρίᾳ. δῆλον γὰρ ὅτι | καὶ . . .30. . . πολλάκις βίος . . .20. . . μένου διὰ πενίαν 468 . . . 20. . . τος διὰ πλοῦτον. καὶ πανταχοῦ [τῶν ἕξε]ων
οὐσῶν ἀλλοῖα φαίνεται· μετὰ μὲν [εὐ]μαθείας καὶ ἀγχινοίας ἕκαστα τούτων ἐστὶν σφαλερά, μετὰ δὲ δυσμαθείας ἧττον. τοιαῦτα μὲν οὖν ἐστιν καὶ ὅσα τοιαῦτα φύσει περὶ ψυχήν (γινόμεθα γὰρ εὐμαθεῖς φύσει καὶ δυσμαθεῖς)· ἐπακολουθεῖ δὲ ἡμῖν ἔξωθεν πάντα ὅσα προείπομεν ἢ σωμάτων
ἢ τῶν ἐκτὸς πλεονεκτήματα ἢ ἐλαττώματα. δεῖν οὖν ἐπειδὴ τὸ χρώμενόν ἐστι ψυχή, τὰ δὲ ἄλλα ὄργανα ταύτης, εἰς τὴν ταύτης ἀποβλέπειν φύσιν καὶ εἰδότα αὐτήν, ὧν μὲν ἄρξαι 469 δύναται, ταῦτα αἱρεῖσθαι συμμεμιγμένα τῷ εἴδει τῆς ζωῆς, ὧν δὲ οὐκ ἔχει τὴν χρησομένην ἕξιν, ταῦτα μὴ ἐπιδιώκειν, ἀλλὰ χαίρειν ἐᾶν, ἀεὶ τὸ πρόσφορον ὄργανον τῇ ἑαυτοῦ δυνάμει ζητοῦντα καὶ ἐκλεγόμενον, μὴ πρὸς τὸ πλέον βλέποντα
τῶν ἄλλων, ἀλλὰ πρὸς τὸ ἑαυτῷ σύμμετρον. τίς οὖν ἡ ἀρίστη δόξα περὶ τούτων, ἣν ἀξιοῖ μένειν ἐν ἡμῖν ἀσάλευτον καὶ ὡς εἶπεν ἀδαμαντίνην καὶ εἰς Ἅιδου πορευθεῖσιν [p. 619 a]; ὅτι τὸ μέσον ἐστὶν ἀσφαλέστερον ἐν ἅπασι τοῖς ἐκτός, ὑγείας νόσου, ῥώμης ἀσθενείας, κάλλους αἴσχους,
πλούτου πενίας, δυνάμεως ἀδυναμίας, τιμῆς ἀτιμίας, καὶ πρὸς τοῦτο ποιεῖσθαι τὴν ἐκλογὴν τῶν βίων ἀνέκπληκτον ὑπὸ τῶν τυραννίδων, ἀνάλωτον ὑπὸ τῶν φαινομένων ἀγαθῶν, ἀχείρωτον ὑπὸ τῶν σωματικῶν ὄντα δυνάμεων, τὰς
ὑπερβολὰς ἐκτρεπόμενον πανταχοῦ καὶ τὰς ἐνδείας· καὶ τέλος 470 | [προιστάμενον οὐ τ]ῶν ὀργάνων τὴν περι[εργίαν], ἀ[λλὰ τοῦ χρ]ωμένου τελείωσιν· αἱ γὰρ ἔν[δειαι καὶ αἱ πλεο]νεξίαι γίνονται μὲν αἴ[τιαι τοῦ] δρᾶν μεγάλα κακά, πολλάκις δὲ ἔχο[υσι] καὶ πάθη μείζονα τῶν ποιήσεων. πολλοὶ γοῦν τῶν τυράννων ἀνεσταυρώθησαν, οἳ δὲ εἰς πτωχείαν
ἤλασαν, οἳ δὲ εἰς φυγὴν διὰ βίου παντὸς κατέστησαν· πολλοὶ δὲ καὶ τῶν πλούτοις ἢ κάλλεσιν χρησαμένων κακῶς εἰς παντοίας ἐκπεπτώκασι συμφοράς· πολλοὺς δὲ καὶ πενίαι καὶ αἴσχη σωμάτων ἀγεννῆ καὶ ταπεινὰ καὶ δουλοπρεπῆ φρονεῖν ἠνάγκασαν, καὶ ἐμπόδια τῆς ἑαυτῶν ἐπιμελείας τιςὶν
καὶ ταῦτα γεγένηται· καὶ μεσταὶ τούτων αἱ ἱστορίαι τῆν τε παλαιῶν καὶ τῶν νέων καὶ καθ’ ἡμᾶς. δεῖν οὖν τὰ ἑκατέρωσε ὑπερβάλλοντα φεύγειν, εἴς τε τὰ χείρονα δοκοῦντα εἶναι καὶ τὰ ἀμείνονα φαινόμενα τοῖς πολλοῖς. Καὶ προσέθηκεν· οὕτω γὰρ εὐδαιμονέστατος ἄνθρωπος γίνεται·
γινόμενος μὲν γὰρ πᾶσι χρήσεται δεόντως καὶ ταῖς 471 ὑπερβολαῖς καὶ ταῖς ἐνδείαις. πάντα γὰρ ὄργανα τῆς ἀρετῆς, καθ’ ἣν ὁ εὐδαίμων ἐστὶν εὐδαίμων, καὶ πάντα ἀδιάφορα πρὸς ἐκείνην.ἵνα δὲ εὐδαίμων γένηται, τῶν μέσων, ἀλλ’ οὐχὶ τῶν ἄκρων δεήσεται· τὰ γὰρ ἄκρα πρὸς τὴν κτῆσιν τῆς ἀρετῆς ἐμπόδια, τὰ μὲν βαπτίζοντα τὴν ψυχὴν καὶ
κατακλύζοντα, τὰ δὲ ἀγεννῆ ποιοῦντα καὶ ἀνελεύθερον.
εἴπομεν δεῖ λαμβάνειν (τοῖς γὰρ λόγοις αὐτὸν τὰ ἔργα σύνδρομα παρεχόμενον | ἐπιδεῖξαι προθυμούμενος, ἅμα λέγοντα 472 καὶ ῥιπτοῦντα τοὺς κλήρους καὶ τὰ παραδείγματα προτιθέντα τῶν βίων ἀπομιμούμενος, αὐτὸς δὲ παρὰ μέρος ἑκάτερον διδάσκων εἰκότως τοῖς ἔργοις διέτεμεν μεταξὺ τοὺς
λόγους)· καὶ δὴ καὶ νῦν τρόπον ἕτερον ῥητέον, ὅτι ταῖς μερικαῖς ψυχαῖς οἰκεία πώς ἐστιν ἡ τῶν λόγων διαίρεσις, οὐ δυναμέναις πᾶσαν ὁμοῦ τὴν τῶν κρειττόνων νόησιν ὑποδέξασθαι, μεριζούσαις δὲ τὸ ἐκείνης ἡνωμένον καὶ διακοπ[τούσαις τὸ συνεχὲς ταῖς ἑαυτῶν μέσαις παρεμφαινομέναις
ἐνεργείαις. ἃ δὴ καὶ ὁ Πλάτων ἀποτυπούμενος τοὺς ἠθικοὺς κανόνας παρεμβέβληκεν τοῖς τοῦ προφήτου λόγοις· οἱ δὲ ἠθικοὶ κανόνες ψυχῆς ἦσαν ἐπιστρεφούσης εἰς ἑαυτὴν καὶ ἑαυτὴν ἀσφαλεστέραν περὶ τὰς αἱρέσεις ποιούσης· ταῖς δ’οὖν ἐπιστάσεσιν ταύταις τὴν συνέχειαν τῆς ἀπὸ τῶν
κρεισσόνων ἐνεργείας εἰς ἑαυτὴν διατέμνειν εἴωθεν· καὶ τοῦτο μιμεῖται τῶν προφητικῶν ῥημάτων ἡ διαίρεσις. εἰ δὲ συνάψαις τῷ τέλει τῶν ἔμπροσθεν εἰρημένων ταυτὶ τὰ νυνὶ λεγόμενα, μάλιστα θεάσῃ τὸ συνεχὲς τῶν λόγων· αἰτία 473 ἐλομένου, θεὸς ἀναίτιος· καὶ τελευταίῳ ἐπιόντι σὺν νῷ ἑλομένῳ συντόνως ζῶντι κεῖται βίος ἀγαπητός, οὐ κακός [p. 617 e. 619 b]. εἰ γὰρ αἱ αἱρέσεις αἴτιαι τῶν ἀμεινόνων καὶ χειρόνων βίων, δυνατὸν καὶ αἰρέσεις
τον ἐπιόντα πρὸς τὴν αἵρεσιν, σὺν νῷ ποιησάμενον τὴν δὲ ἑλομένῳ σὺν νῷ ζωὴ προστεθεῖσα σύντονος ποιεῖ τὸν βίον ἀγαπητόν, οὐ κακόν· οὐδὲ γὰρ πάντως ἀγαθόν, εἰ μὴ 474 εἶχεν ὁ κλῆρος τοιοῦτον |. . . 30 . . . .γε. . . . . . .ῆσ
. . . . . . .καὶ αἱρέ[σε . . . 17 . . . μᾶλλον συντελοῦν . . .12. . . [προσ]τεθέντος βίου συντόνου· τὸ [γὰρ ἀσθενι]κῶς ἀντιλαβέσθαι τοῦ ἀμείνονος ἀνᾶιρεῖ τ]ὸ ἐν αὐτῷ ἀγαθόν· παροσεἰς ἀρετὴν ὁδόν. καὶ ἔοικεν καὶ τούτων τὸ μὲν εἰς τὴν
κρίσιν ἀναφέρεσθαι τῆς ψυχῆς, ἡ ἐκλογὴ τοῦ τῶν προτεινομένων ἀμέίνονος βίου, τὸ δὲ εἰς τὴν τῆς ζωῆς ῥώμην, ἡ σύντονος ἀντίληψις τοῦ ἐκλεγέντος. ἐξ ἀμφοτέρων δὲ ἐπιτήδειοι γιγνόμεθα πρὸς τὸ τυχεῖν μείζονος ἐκ τοῦ παντὸς εὐμοιρίας· ὁ γὰρ τοῖς δοθεῖσι χρησάμενος ὀρθῶς προκαλεῖται
μειζόνων ἀγαθῶν εἰς ἑαυτὸν παρουσίαν· ὥσπερ τὴνἁμαρτητικὴν χρῆσιν τῶν ἐκ τοῦ παντὸς ἀγαθῶν φαμεν ἐν πολλαῖς δή τισιν ἑξῆς περιόδοις στερίσκειν ἡμᾶς τῆς ἐκεῖθεν εὐμοιρίας, ἀναξίθους ὀφθέντας ὧν ἐτύχομεν ἔμπροσθεν. Τί δὴ οὖν ἐπὶ τούητοις φησὶν ὁι προφήτης, τέλος ἐπάγων ἅπασι
τοιῖς ἑαυτοῦ λόγοις, οὕς ἐξέφηνεν ταῖς ψυχαῖς; μήτε ὁ ἄρχων αἱρέσεως, φησίν, ἀμελείτω μήτε ὁ τελευτῶν ἀθυμείτω [p. 619 b]· θείως, ὡς ἐμοὶ δοκεῖ, διὰ τούτων τῶνπαραγγελμάτων ἐνδειξάμενος, ὡς ἄρα τὸ πᾶν ἐπὶ ταῖς ψυχαῖς ἐστιν καὶ τὴν εὐμοιρίαν ἡ αἵρεσις ἀφανίζει καὶ τὴν 475 δυσμοιρίαν ἐπανορθοῖ. τὸν μὲν γὰρ ἄρχοντα τῆς αἱρέσεως ἐκεῖνον λέγει τὸν πρῶτον αἱρούμενον καὶ κληρωθέντα πρῶτον, ὃς διὰ μοχθηρὰν αἵρεσιν θρηνήσει μικρὸν ὕστερον ἑαυτόν, τὸν δὲ τελευτῶντα |τοῦτον ἐκεῖνον εἶναί φησιν, 476 ὃς σωφρονήσει περὶ τὴν αἵρεσιν το[ῦ τε προ]κληρωθέντος, 477 καὶ ταῦτα ἔσχατος ἐπὶ τὴν αἵρεσιν ἐλθών, πρ]άξει κάλλιον, ἐκ τῶν ἐνόντων [τὸν κράτιστον] ἑλόμενος βίον. οὔτε τοῦτον οὖν ἀθυμεῖν πρ[οσῆ]κεν ὡς ἔσχατον, ἐὰν ἔχῃ καὶ τὸν τυχόντ[α] νοῦ[ν], τοῖς δοθεῖσν μετὰ νοῦ χρώμενον, οὔτε τὸν πρῶτον διὰ τὴν εὐμοιρίαν ῥᾳθυμεῖν· ἡ γὰρ ῥᾳθυμία
πολλοῖς ἀφανῆ ποιεῖ τὰ ἐκ τῆς εὐμοιρίας ἀγαθὰ διὰ μοχθηρὰν τῶν ἐκ τοῦ παντὸς ὑπαρξάντων χρῆσιν. ταῦτ’ οὖν σφραγῖδα τοῖς λόγοις ἐπέθηκεν ἱκανὰ μὲν ὄντα τοὺς ἀξίιους ἐπιστρέψαι πρὸς τὴν μετὰ κρίσεως ὀρθῆς αἵρεσιν, τοῖ δὲ ἀναφίοις ἱκανώτερα μείζονα ποιῆσαι τὴν συμφοράν· οἵ γε καὶ
τοὺ προφήτου λέγοντος ἀπερισκέπτως πεποίηνται τὴν αἵρεσιν. μάλιστα μὲν οὖν καὶ ὁ ἐν τῷ παντὶ προφήτης ἐστὶν τῶντοιῶνδε λόγων δημηγόρος· ἔστι δὲ καὶ ἐν ἑκάστῃ ψυχῇ προφήτης τις ταῦτα βοῶν καὶ διαμαρτυρόμενος κατ’ οὐσίαν, ὥσπερ καὶ δίκη καὶ νόμος. ἀλλ’ ἣ μὲν καὶ πείθεται τῷ
ἐν αὐτῇ προφήτῃ καὶ γίνεται ἐπιστατικωτέρα περὶ τὴν ἐκλογήν, ἣ δὲ ἀπειθήσασα μικρὸν ὕστερον μεταμελείας ἀναπίμπλαται καὶ κακῶν, ἐπιδραμοῦσα διὰ πάθος τούτοις, ὧν ὁ ἐν αὐτῇ προφήτης ἀνέστελλεν.
εὐθὺς ἐπιόντα τῆν μεγίστην τυραννίδα ἑλέσθαι μέχρι τοῦ ἔθει ἄνευ φιλοσοφίας ἀρετῆς μετειληφότα p. 619 c]. Τοὺς μὲν λόγους τοῦ προφήτου δι’ αὐτῶν ἐπιδείκνυσιν τῶν ἔργων ἐναργετάτους ὄντας ἔκκ τε τῶν ἀπερισκέπτως ἐπιτρεχόντων ταῖς αἱρέσεσιν διὰ τὰς προφαινονοῦν]
478 479 δυνάμεις καὶ |ἐκ τῶν διὰ κρίσιν καὶ λογισμὸν ἀκριβῆ μενόντων ἀμεταβλήτων ἐφ’ οἷς εἵλοντο βίοις· πολλὴν δὲ προσέθηκεν ἡ τοῦ μύθου σκηνὴ τοῖς λόγοις ἔμ[φ]α[σι]ν, εἰπόντος τὸν ἐν τοὺ πρώτου κλήρου προσελθόντα τῇ αἱρέσει
τοιούτοις σφάλμασι περιπεσεῖν καὶ κοπεετούς, οἰμωζούσης πάθη τῇ ἐπιστάσει καὶ θρήνους καὶ κοπετούς, οἰμωζούσης τὰ αἰρεθέντα τῆς ψυχῆς καὶ πρὸ τῶν ἐκβάσεων ἀνακλαομένης καὶ οὐκ ἐχούσης ἀναδῦναι τὰ αἱρεθέντα· προείρηται γὰρ τὴν ἑλομένην ἐξ ἀνάγκης τῷ βίῳ συνέσεσθαι, καὶ τοῦ
παντὸς ἀπιτοῦντος καὶ τοκῦ δαίμονος ἀποπληροῦντος τὴν αἵρεσιν. τὰ μὲν οὖν αἴτια τῆς τοιαύτης τραγῳδίας εἶναί στικῆς δυνάμενς τύφλωσις, ἣ δὲ τῆς ὀρέζεως ἀπέραντος ἔκτασις· τῆς μὲν ἐπιτρεχούσης τῇ φαινομένῃ δυνάμει, τῆς
δὲ οὐκ ἐώσης ἰδεῖν τὰ ἑπόιμενα τῷ αἱρεθέντι βίῳ δράματα. τὰ ἑπόμενα τίνα ἐστίν; μεταμέλεια δεινὴ καὶ αἰτίασις οὐχ ἑαυτοῦ (δέον γὰρ ἦν ἑαυτὸν καταμέμφεσθαι τῆς τε ἀφροσύνης καὶ πάντων μᾶλλον. ἐπεὶ γὰρ ὁ με]ν δαίμων ἐπιστατεῖ
μονος καὶ πάντων μᾶλλον. ἐπεὶ γὰρ ὁ μὲν δαίμων ἐπιστατεῖ τοῖς ἔνδον ἡμῶν κινήμασιν, ἡ δὲ τύχη τὰ ἑπόμεν τούτοις ἀποπληροῖ κατὰ καιρόν, τούτους αἰτιᾶται τῆς κατὰ τὸν βίον ὅλον ἀτοπίας, οὐχ ἑαυτόν, καίτοι τῆς μὲν αἱρέσεως ἐπ’ αὐτῷ κειμένης, τούτοιν δὲ τοῦ μὲν ἀποπληροῦντος τὴν τῆς
ψυχῆς ὁμολογίαν πρὸς τὸ πᾶν, τῆς δὲ ἀνάπαλιν ἀνποπληρούσης 480 τὴν τοῦ παντὸς πρὸς τὴν ψυχήν. ἡ μὲν |γὰρ ζήσεσθαι τ[οι]όνδε ζωῆς εἶδος ὁμολογοῦν πρὸς τὸ πᾶν, τὸ δὲ ζωῇ το[ιαύτῃ καὶ τὰ] τοιάδε πάντως ἐπικλώσειν· ὧν τὸ 481 μ[ὲν ὁ δα]ίμων ἐφέστηκεν ἀπαιτῶν, τὰ δὲ [ἡ τύχη πάντως ἡμῖν] άποδώσουσα. τούτους οὖν ἄτοπον αἰτιᾶσθαι τὸν σύνδεσμον ἡμῶν πρὸς τὸ πᾶν συνέχοντας καὶ τοῦ πατούς ἡμᾶς· εἴπερ ἡμεῖς τῷ παντὶ προσηγάγομεν ἡμᾶς αὐτούς, οἳ δὲ φύλακές εἰσιν τῆς ἀμφοτέρων κοινωνίας. μεταξὺ δὲ τῶν
αἰτίων τῆς ἀτόπου ταύτης αἱρέσεως καὶ τῶν ἑπομένων τῇ ἐπιστάσει τῶν ἀκολούθων τῷ βίῳ τούτῳ κακῶν αὐτὸ τὸ εἶδος τῆς ζωῆς καὶ τὸ ἐκ τοῦ παντὸς αὐτῷ συνηρτημένον ἀτύχημα κπαραδέδωκεν ὁ μῦθος, τὸ μὲν τυραννίδα μεγίστην λέγων οἷον ἔθνους ὅλου τινός, τὸ δὲ βρῶσιν παίδων. ἀλλὰ
τυραννίδα μὲν τὸ πᾶν φέρειν καὶ τυραννικὸν βίον οὐδὲν θαυμαστόν· ἔστι γὰρ καὶ τυραννίδι χρήσασθαι καλῶς· παίδων δὲ βρῶσιν ἆρα σημαίνειν αὐτῷ μόνον οἰητέον τὴν τοῦ παντὸς φοράν, εἰς ἣν ἀποβλέψας εἶδεν τοῦτο τὸ πάθος ἐνὸν τῷ βίῳ μετὰ τὴν ἐπίστασιν, ἢ καὶ ποιεῖν τοῦτο καὶ εἶναι
αἰτίαν ἢ συναιτίαν κἀκείνην; καὶ ού τοῦτο μόνον ἄξιον ἀπορίας, ἀλλὰ κἀκεῖνο, πῶς κατὰ δίκην οὗτος ὁ βίος, εἰ τῶν ἐξ οὐρανοῦ τίς ἐστιν ἀφιγμένος, λήξενως δὲ ἔτυχεν οὐρανίας ἐν πολιτείᾳ χρηστῇ βεβιωκώς; πόθεν γὰρ ὃλως αὐτῷ τοιοῦτος προετάθη βίος, τίνα ζωὴν ἀξίαν ἔχοντι τῆς
εἱμαρμένης ταύτης; οὐ γὰρ ἔχομεν ἐνταῦθα προβιοτὴν αἰτιπαθαί τινα τῆς τοιαύτης ποινῆς.
ἐξ ἀλλήλων γίνεσθαι καὶ τὰ γενόμενα ἔκ τινων ἀναλύεσθαι εἰς ἐκεῖνα, καὶ πάντα πορεύεσθαί τινα κύκλον οὕτως. ἐν μὲν οὖν τοῖς ἁπλοῖς φανερὸν πᾶσι τοῦτο γιγνόμενον συνεχῶς· τὸ γὰρ ἔκ του γεγονὸς εἰς ἐκεῖνο φθείρεται πάλιν ἐξ οὗ γέγονεν, οἷον ὁ ἐκ πυρὸς ἀὴρ εἰς πῦρ. οὕτως
δὲ ἔχει καὶ τὰ σύνθετα πρὸς τὰ ἁπλᾶ· γενόμενα γὰρ ἐξέφηνεν ἐκείνων ἀναλύεται αὖθις εἰς ἐκεῖνα· δανεισάμενοι γάρ, φησίν Tim p. 42 c], οἱ ἐν τῷ κόσμῳ δημιουργοὶ μόρια ἐκ τοῦ παντὸς τὰ σύνθετα πλάττουσιν, ὡς ἀποδοθησό μενα πάλιν. εἰ οὖν καὶ τὰ ἁπλᾶ ἐκ τῶν ἁπλῶν καὶ τὰ
σύνθετα ἐκ τῶν ἁπλῶν οὕτως ἔχει γένεσιν, ὡς καὶ τὴν εἰς ταῦτα ἀνάλυσιν ὑπομένειν, ἐξ ὧν γέγονεν κατὰ φύσιν, ἔχει δήπου λόγον καὶ τὸ λειπόμενον, τὰ σύνθετα ὅσα ἐκ συνθέτων ἄλλων γέγονεν ἀναλύεσθαι εἰς τὰ ἐξ ὧν γέγονεν, πάντων κατὰ κύκλον μεταβαλλόντων. ὥστε καὶ ζῲων βρώσεις
ὑπὸ τῶν γεννησαμένων αὐτὰ γιγνόμεναι κατά τινα τάξιν ἀποτελοῦνται φυσικὴν καὶ σωματικὴν εἰς ἐκεῖνα μεταβολὴν ἐξ ὧν γέγονεν. καὶ ὅταν μέντοι τὰ γεννηθέντα τρέφηται ἐκ τῶν γεννησάντων, κατὰ τὴν πρὸς τὰ ὅλα γίνεται καὶ 484 τοῦτο μίμησιν. πόθεν |γὰρ ἄλλοθεν τὰ σύνθετα τρέφεται
ἢ ἐκ τῶν ἁπλῶν ἐξ ὧν γέγονεν; Τούτων δὴ τριῶν ὄντων φυσικῶν νόμων περὶ τὰς τῶν σωμάτων μεταβολάς, τὰ γεννηθέντα ἀναλύεσθαι εἰς τὰ γεννήσαντα, τὰ σύστοιχα συντελεῖν ἀλλήλοις εἰς τὰς γενέσεις, τοῖς γεννηθεῖσιν ἐκ τῶν γεννησάντων εἶναι τὴν τροφήν , γίνεται μὲν καὶ ἐν τοῖς 485 ὅλοις ταῦτα καὶ ἐν τοῖς μέρεσιν κατὰ τὰς εἰρημένας τρεῖς μεταβολάς. καὶ τὸ πᾶν οὕτω δρᾷ τούτων ἕκαστον, ὡς κινοῦν εἰς ἄλληλα πάντα καὶ μεταβάλλον σώματα ἄλλα εἰς ἄλλα. — Τὴν δ’ ἀξίαν ἀφορίζει τὴν ἐν τούτοις κατὰ τὴν ζωὴν ἡ ἐν αὐτῷ δίκη (δεῖ γὰρ ἤδγ καὶ πρὸς τὴν δευτέραν ἐπίστασιν
ἀποκρίνασθαι) καὶ οὐ πάσαις, ἀλλὰ τισὶν ταῦτα ἀφορίζει ψυχῶν βίοις τὸ τὴν τοιαύτην ἀνάλυσιν ὑπομεῖναι, τῶν κατὰ φύσιν μὲν ἐν τῷ παντὶ γιγνομένων, αὐτῶν δὲ παρὰ φύσιν ἐνεργουσῶν· τῆς [[δὲ]] Δίκης κατὰ τὸ προσῆκον ταύτην περί τινων τὴν ψῆφον ἐκφερούσης, κατὰ δή τινας ἀνάγκας τιμωρητικὰς
τῶν ἀξίων τούτου ψυχῶν. καὶ γὰρ τὰ ἄλλα πάντα ποιεῖ μὲν ἡ τάξις τοῦ παντὸς ᾗ ἔκαστα πάφυκεν, συναρμόξει δὲ τὰ γιγνόμενα τοῖς βίοις ἡ Δίκη τοῖς ἡμετέροις καὶ διανέμει τὰ μὲν ἄλλοις τὰ δὲ ἄλλοις, καὶ γενέσεων τρόπους καὶ θανάτων καὶ πάντα ἁπλῶς, ἅσα ὡς εἰς τὸ πᾶν τελο9ῦντες
χρώμεθα τοῖς ἐκ τοῦ παντός. καὶ δὴ καὶ τούτῳ τῷ πρώτῳ κληρωθέντι, καὶ εἰ τῶν ἐκ τοῦ ούρανοῦ τις ἡκόντων ἦν, οὐ διὰ φιλοσοφίαν ἐκεῖ γεγονότων, ἀλλὰ διὰ δή τινα ἀρετὴν παισὶν οὐκ ἀνδράσιν οἰκείαν τὴν ἐξ ἐθῶν βελτίστων ἀρετὴν παισὶν οὐκ ἀνδράσιν οἰκείαν τὴν ἐξ ἐθῶν βελτίστων γενομένην, πάντως ἡ τῶν παίδων βρῶσις ποινήτις οὖσα|
κατὰ δίκην ἀποδέδοται· καὶ ὅπως κατὰ δίκην, εἰ καὶ μὴ 486 ἐκ προβεβιωμένων δή τινων, αὐτὸς ἐ[π]ή[γ]α[γ]εν εἰπὼν ἐπιπηδῆσαι τῇ μεηίδτῃ τυραννίδι τὸν ἄνθρωπον ὑπὸ ἀφροσύνης καὶ λαιμαργίας· καὶ γὰρ οὐδ’ ἄν ἔπα[θε]ν ἄλλος τοῦτο μὴ τοιούτοις ἔνοχος ὢν κακοῖς. κολάξει τοίνυν ἡ
Δίκη τὸν λαίμαργον βρώσει παίδων, διὰ τῆς ἀθέσμου τροφῆς καὶ ἀνοσίας τὴν τῆς ζωῆς ἀπληστίαν τιμωρουμένη· μόνον οὐκ ἐκεῖνο βοῶσα τοῖς κατακούειν τῶν τῆς Δίκης φθεγμάτων δυναμένοις, ὡς ἄρα ἡ ζωτικὴ λαιμργία καὶ ἡκόντων 487 ἀπέραντος ὄρεξις ὧν μὴ δεῖ καὶ ἄπληστος ἑπομένην ἔχει καὶ τὴν παρὰ φύσιν τροφήν, ὡς μὲν σωμάτων σωματικὴν κατὰ φύσιν οὖσαν, ὡς δὲ ζῴοις παρὰ φύσιν. Αἰτία δὲ ἡ ἀφροσύνη καὶ ταύτης τῆς λαιμαργίας· ἡ γὰρ τοῦ λόγου
τυφλότης ἀκόρεστον ἐποίησεν ἐπιθυμίαν πλούτου καὶ δυνάμεως καὶ ζῆν ὡς ἄλογον καὶ θηρίον παρεσκεύασεν· ἀλογώσαντι οὖν ἑαυτὸν ὡς ἀλόγῳ χρῆται τὸ πᾶν. ὁ τοίνυν ἐκτείνας τὸ λαίμαργον τῆς ἑαυτοῦ ζωῆς εἰς τυραννίδος αἵρεσιν μεγάλης ὡς ἐκπλήσων τὴν οἰκείαν ἀπέραντον ὄρεξιν,
ἐν ἐκείνῃ δίδωσι δίκην περὶ ἑαυτῷ τὴν λαιμαργίαν τρέψας καὶ ταῖς τῶν ἑαυτοῦ παίδων ἀπολαύσεσιν· μόνον οὐχὶ βοώσης τῆς Δίκης, ὅτι ἡ ἀπέραντος τῆς τυραννίδος ὄρεξις ταύτην ἔχει ποινὴν θηρίον γενέσθαι, τῶν τέκνων ἐμπιπλάμενον ὧν ἐγεννήσατο. Τοῦτο μὲν οὖν, εἰ ζητοίη τις, πῶς τηλικοῦτον
ἕπεται κακὸν τὸ μὴ ἐκ προβεβιωμένων ὀφειλόμενον· εἰ μὴ ἄρα καὶ πρὸ τῆς τεταγμένης ζωῆς, δι᾿ ἣν ἔτυχεν τῆς 488 οὐρανίας λήξεως, ἦν τις αὐτῷ βίος | γεγενη[μένος] . . . .60. . . [δῆ]λον ὡς πολλων ..22.... ρικῶν, ἐπὶ ζωάρ ............... [διδόν]τες ἐν ἄλλοις ὕστερον χ[ρόνοις τῶν ἡμαρ]τημένων
ἡμεῖν ποινήν, οὔπω [κατ᾿ ἀξίαν ἐν ἐκεί]νοις καθαρθέντες· καὶ ταῦτα ἐ[ξῆν] καὶ προβιοτὰς ἀεὶ αἰτιᾶσθαι· ὡς ἡμεῖς γε ἀποχρῆναι νομίζομεν τὴν ἐπὶ τῇ ἕξει τῆς ψυχῆς, ἀφ᾿ ἧς ἡ αἵρεσις, ποινήν, κολάζοντος ἐκείνην τοῦ παντὸς διὰ τῶν ἑπομένων. δηλοῖ δὲ καὶ αὐτὸς [p. 619bc] εἰπὼν τῇ
ἀφροσύνῃ καὶ καὶ λαιμαργίᾳ τὴν τῶν πᾱίδων βρῶσιν ἀκολουδθῆσαι, ἣν ἰδόντα θρηνεῖν τὸν ἀνεπισκέπτως ἑλόμενον τοῦτον τὸν βίον, παρὰ πόδας τυγχάνοντα τῆς Δίκης.
ἀχράντοις ἑαυτῆς δυνάμεσιν καὶ διαιρετικαῖς τεμνούσης μὲν τὴν ὕλην, τὰς δὲ ψυχὰς ἀναγούσης διὰ μέσων τῶν ἀποκοπτικῶν ἀγγέλων τῆς ὑλικῆς ζωῆς καὶ τοῦ ἡγεμόνος αὐτῶν τοῦ τῆς τμήσεως ἐξάρχοντος, ὡς τὸλόγιον εἴρηκεν (εἶναι γάρ τινα τμήσεως ἀγὸντῶν ἐκτεμνόντων τὴν ὕλην ἀπὸ τῶν
ψυχῶν ἀγγέλων), οἱ ἔσχατοι τῶν Ἀρεϊκῶν δαιμόνων μιμοῦνροντες καὶ ταῖς τομαῖς ταῖς τῶν σωμάτων καὶ τοιούτοις | . . . 95 . . . . ναλῶς . . .20 . . . ποιεῖν ἀνεκφοίτη . . . 20 . . . 490 ἐξεχόμενοι, χαί[ροντες τέ]κ[ν]ων βρ[ώ]σεσιν ὑπὸ παντέρων·
καὶ γὰρ ἀ[πόπτω]σις τοῦτο τὸ κακὸν ἀγαθοῦ με[γάλου] γενόμενον ὑπὸ τῶν ἐσχάτων ἀλόγως, οὗ τὸ αρχέτυπον ὑπὸ τῶν πρωτίστων ἐγίνετο νοερῶς. καὶ ἡ ψυχὴ παρ᾿ ἐκείνοις μένουσα καὶ ἐκεῖνα μιμουμένη ζῇ νοερῶς καὶ τὰ γεννήματα ἑαυτῆς ἐν ἑαυτῇ κατακλείει (νοερᾶς δὲ ζωῆς γεννήματα δήπουθέν
ἐστιν, ὅσα προχειρίζεται νοήματα συνοῦσα ἐκείνοις), ἐν δὲ τοῖς ἐσχάτοις γενομένη καὶ δι᾿ ἀφροσύνην τοῖς ἐσχάτοις τῆς σειρᾶς ἐκείνης ὁμιλήσασα κινεῖται πρὸς τὰς ἀποπτώσεις ἐκείνων, καὶ τὰ γεννηθέντα ζῳωδῶς ἀλλ᾿ οὐ νοερῶς καὶ ὄντα μεριστὰ ἀλλ᾿ οὐκ ἀμερῆ εἰς τὸ γεννῆσαν ἀναλύει,
καὶ ἀναλύουσα ποινὴν ἐσχάτην τίνει τῆς τῶν τοιούτων συνουσίας. ἐπεὶ καὶ τὸ τη μεγίστῃ τῶν τυραννίδων ἐπιτρέψχειν ἀπόπτωσίς ἐστιν τοιαύτης τινὸς ζωῆς τῆς πάντα τὸν κόσμον διοικούσης, ἧς ἔχουσα φαντασίαν ὑποφέρεται πρὸς τὴν τοι- 491 άνδε πολλῶν ἄρχουαν μετὰ ἀνάγκης δύναμιν. καὶ ὅλως πάντων τῶν μεγάλων κακῶν αἱ πράξεις ψυχῶν εἰσιν μεγάλῃ μὲν φύσει χρωμένων καὶ εὐφυῶν, δι'ἐννοίας δὲ ἀδιαρθρώτους ἐξεργαζομένων τὰ μέγιστα τῶν κακῶν (καὶ εἴρηται ἡμῖν
ὁ λόγος καὶ ἐν ἄλλοις πολλάκις)· τάχα καὶ τῆς τῶν παίδων βρώσεως, εἰ χρὴ τολμήσαντα εἰπεῖν, ὁμοῦ τῇ μεγίστῃ τυραννίδι 492 πρῶτον ἐκφανείσης. τοῦ γὰρ αὐτοῦ | . . .32. . . ὺς, ε . . .30. . . καὶ . . .30. . . τὴν ἑαυτοῦ διακριν . . .16. . . ῶν κρατῇ θεῶν μόνος, . . .15. . . ειν τοῖς συνοχικοῖς. καὶ
ταῦ[τ]α [καὶ οἱ θεολό]γοι γιγνώσκοντες τὴν βίᾳ λαβόντα τὴν βασιλείαν καὶ τοὺς ἐαυτοῦ παῖδας ἐ[σθί]ειν ἐμυθολόγησαν, ὡς δέον ὂν τὸν βιασάμενον <τὸν> πατέρα καὶ περὶ τοὺς παῖδας εἶναι τοιοῦτον· τοῦτο δέ ἐστιν τὸν δι᾿ ὑπεροχὴν δυνάμεως ἑτέρας ἡγησάμενον βασιλείας καὶ ὅσα γεννᾷ παρ᾿
ἑαυτῷ κατέχειν. Τόδε δὲ συλλογισώμεθα ἐκ πάντων, ὅτι ἡ τῶν παίδων βρῶσις γίνεται μὲν καθ᾿ εἱμαρμένην ὡς πάσης ἀναλύσεως σωμάτων εἰς σώματα προστάτιν, ἁπλῶν εἰς ἁπλᾶ, συνθέτων εἰς ἄλλα σύνθετα, καὶ τούτων ἢ εἰς τὰ ἐξ ὧν γέγονεν ἢ εἰς τὰ ἐξ αὐτῶν γενόμενα ἢ εἰς τὰ μηδέτερα μὲν
ἐκ δὲ τῶν αὐτῶν γεγονότα στοιχείων (καὶ γὰρ ἡ τῶν ζῴων βρῶσις τοιαύτη καὶ ἡ τῶν ἐκ γῆς καρπῶν), γίνεται δὲ καὶ ὑπὸ δαιμόνων ἐσχάτων, ἐκείνων τῶν θεῶν ἐξημμένων, οἳ τῶν αἰτιατῶν τῆς εἰς τὰ αἴτια ἐπιστροφῆς εἰσιν αἴτιοι, μιμουμένων ἀνομοίως τοὺς ἑαυτῶν ἀγελάρχας, γίγνεται δὲ
καὶ ὑπὸ τῶν ἀνθρωπίνων ψυχῶν δι᾿ ἐσχάτην ἐμπάθειαν ἢ θυμικὴν ἢ ἐπιθυμητικήν (πολλοὶ γοῦν καὶ διὰ λιμὸν ἥψαντο τῶν τέκνων, ὥσπερ ἐν Θετταλίᾳ μετὰ τὴν τῶν βαράρων ἔφοδον ἔναγχος), γίνεται δὲ πρὸ τούτων ὑπὸ τῆς ἐν τῷ 493 παντὶ δίκης διὰ δή τινας ἁμαρτάδας ἀνιάτους ἐπαγόμενον τοῖς ποιοῦσιν ἅμα καὶ πάσχουσιν, τούτοις μὲν περὶ πατέρας | ἀσεβήσασιν, ἐκείνοις δὲ περὶ τοὺς ὅρους [πάντας] τοῦ 494 γένους ἤ τι ἄλλο τοιοῦτον πλημμελήσασιν (διὸ δ[α] πανᾶν ἄξιοι τὰ τῆς δια[μον]ῆς αἴ[τια το]ῦ γένους ἐκρίθησαν) εἰς
τὴν . . . . . ν ἐν . . . [ν]εύσασιν. Ἀλλὰ ταῦτα μὲν εὔστο[μα] κείσθω· λοιπὸν δέ ἐστιν ἐν τοῖς προκειμένοις ἐπισκέψασθαι ῥήμασιν, τίς ὁ δαίμων οὗτος
καὶ τίς ἡ τύχη· τίνων μὲν γὰρ προεστήκασιν εἴπομεν. λέγεται τοίνυν ὁ μὲν δαίμων ἑκάστου τις ἴδιος, ἡ δὲ τύχη κυβερνῶσα τὸν ἑκάστου βίον. ἀλλ’ ὅτς μὲν ὁ δαίμων εἷς ἐστι τῶν παρὰ τοῖς θεολόγοις ἀγγελικῶν δαιμόνων ἀνομαζομένων, εἴρτηαί μοι καὶ πρότερον [ρ. 271,23]· διὸ καὶ ὁ
προφήτης αὐτὸν ἐφίστησιν, ὅν ἄγγελον ὄντα ἀπεδείκνυμεν [p. 270,4]. τὴν δὲ τύχην ταύτην δεὸν μὲν εἰπεῖν αὐκ ἀληθές, τῷ δαίμονι σύστοιχον οὖσαν, δαιμονίαν δὲ πάντως, ἀντιδαιρεῖσθαι δὲ πρὀς δαίμονα, καθ’ ὅσον ὅ μὲν τὰς ἔνδον ἡμῶν ἐπιτροπεύει κινήσεις, ἥ δὲ τὰς εἰς τὸ ἔξω
προϊήσας· μηδέ δε δαίμων ἐνταῦτθα τρέψειε, φίλος [ΙΙ. Ι 600]· φᾶρος μέν μοι πρῶτον ἐνέπνευσεν μέγα δαίμων [Od. τ 138], φησὶν ὁ πάνσοφος ποιητης· ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται [Οd. γ 27]· καὶ ὅλως ἄφθονα παρ’ αὐτω τὰ τὴν δαιμονίαν ἐπίπνοιαν εἰς τὰς ἔνδον ἡμῶν τρέποντα παντοίας ὁρμάς. ὅτι δὲ ἡ τύχη τῶν ἐκτὸς προέστηκεν, καὶ αὐτὸς ἡμᾶς ὁ Πλάτων
πολλαχοῦ διδάσκει καὶ ἡ κοινὴ φήμη, τὰ τυχαῖα τῶν τοιού- 495 των τιθεμένη πάντα τῶν ἐν ταῖς ἐνεργείαις ἡμῶν καὶ ταῖς ζωαῖς ταῖς ἐμφανέσιν ὁρωμένων. καὶ διὰ ταῦτα ἄρα καὶ τῷ μὲν τὸ ἀρρενωπὸν προσήκει, τῇ δὲ τὸ θηλυπρεπές, εἴπερ 496 ὃ μὲν ἀφανῶν ἣ δὲ ἐμφανῶν προεστή|κατον, καὶ ὃ μὲν
ἀσωματωτέων ἣ δὲ σωματοειδεστέρων· τὸ γὰρ δυνατώτερον καὶ ἑνοειδέστερον τοῖς ἄρρεσιν οἰκεῖον, τὸ δὲ ἐκ . . . . . τοῖς θήλεσιν. ἐπεὶ δὲ ἔνιοι τοῦτο [κατ᾿ ἀ]πειρίαν οἴονται τὸν ἴδιον ἡμῶν δαίμ[ον]α καὶ τὴν τούτῳ σύστοιχον τύχην τοῦ ἀγαθοῦ δαίμονος καὶ τῆς ἀγαθῆς τύχης διαφέρειν οὐδέν,
ἄξιον ἐπισημηναμένους εἰπεῖν, ὡς ἄρα οὗτοι μὲν ἀκράτῶς εἰσὶν ἀγαθῶν χορηγοί (διὸ καὶ μετὰ τῆς προσθήκης ὀνομάζονται ταύτης), καὶ εἰσὶν οὐκ ἀφωρισμένοι τοῖσδε τοῖς βίοις, ἀλλὰ κοινοὶ τῶν ἀξίων ἀπολαύειν τῆς ἐκείνων χορηγίας, καὶ ἡγοῦνται σειρᾶς ἑκάτερος ὅλης· ὁ δὲ δαίμων οὗτος,
ὃν ἴδιον καλοῦμεν, καὶ ἡ τύχη προεστήκατον ἀνθρωπίνων βίων εὐμοίρων ἢ καὶ ἐναντίων καὶ εἰδῶν ζωῆς ἀμεινόνων ἢ χειρόνων, καὶ κυβερνῶσιν τούτων ὅσα αὐτοῖς προσήκει κατὰ τὴν αἵρεσιν τῆς ζωῆς· ἀλλ᾿ ὁ μὲν δαίμων ὡς ἐπίτροπος ζωῆς ἧς ἐστιν ἔφορος ἡγεῖται τοῦ ἑλομένου τὴν ζωὴν ἐκείνην,
οἷον τυραννικὴν ἢ βασιλικήν, ἡ δὲ τύχη τῶν ἀπονεμομένων ἐκ τοῦ παντὸς οὖσα προστάτις, ὡς προσήκουσα τῇ τάξει τῇ ταῦτα ἀφοριζούσῃ ταῖς ζωαῖς, ἄλλη καὶ ἄλλη καθ᾿ ἕκαστόν ἐστιν· καὶ τὸ πλῆθος αὐτῶν καὶ ἡ διαίρεσις οὐ τοῖς εἴδεσιν τῆς ζωῆς, ἀλλὰ ταῖς ἀναφοραῖς ὥρισται τοῦ
παντός. ἀφορίζει δὲ ὡς ἓν αἴτιον τὸν μὲν ὁ Ἥλιος, τὴν δὲ ἡ Σελήνη· διὸ καὶ οἱ κλῆροι τούτων ἀπὸ τούτων εὑρίσκονται τῶν θεῶν ἐν ταῖς γενέσεσιν ἡμῶν, ὥς ἐστιν δῆλον τοῖς περὶ ἀστρολογίαν γεγυμνασμένοις.
ἔοικεν εἰς οὐρανόν. ψυχὴ γὰρ ζῶσα μετὰ σώματος ἐκεῖ λέγεται εἶναι καὶ ἔστιν ὅπου καὶ τὸ σῶμα διὰ τὴν σχέσιν· ὥστ᾿ εἰ ὑπὸ σελήνην αὐτῆς εἴη τὸ σῶμα, μεθ᾿ οὗ ζῇ, καὶ αὐτὴ ὑπὸ σελήνην ἐστίν· ἀνάγκη ἄρα καὶ τὸ ὄχημα αὐτῆς συνανιέναι. καὶ γὰρ τὸ ἐν Φαίδρῳ ῥηθέν [p. 249a], τὸ εἰς τοῦ οὐρανοῦ
τινα τόπον ὑπὸ τῆς δίκης κουφίζεσθαι τὰς μὴ διὰ φιλοσοφίας κεκαθαρμένας, τοιόνδε τι δηλοῦν ἔοικεν· καὶ γὰρ τὸ κουφίζεσθαι καὶ τὸ εἴς τινα τόπον σωματοειδῆ συνεισάγει λήξεως ὑπόνοιαν. πλὴν ἐκεῖνο δῆλον, ὅτι τῶν μὲν τελέως κεκαθαρμένων ψυχῶν τὸ δεύτερον ὄχημα
μεῖναν ὑπὸ σελήνην διὰ τὴν ἐκείνων περιστροφὴν ἀμυδρούμενον κατὰ τὴν ζωὴν ἀναλύεται εἰς τὰ στοιχεῖα ἐξ ὧν ἐστιν, τῶν δὲ ἐν ἔθεσι μόνον χρηστοῖς βεβικυιῶν διαμένει καὶ τοῦτο ἐλλαμπόμενον ὑπ᾿ αὐτῶν· οὐ γὰρ τελέως ἐχωρίκαὶ σθησαν, ἅτε μήπω διὰ φιλοσοφίας κεκαθαρμέναι· καί πως
καὶ τοῦτο συμπεριάγεται τοῖς συμφυέσιν ὀχήμασιν, ὡς οἱ κομῆταί τισιν ἄστροις, ὡς πολλὰ τῶν ἐνταῦθα φυτῶν τοῖς οὐρανίοις φωστῆρσιν. εἰ δὲ ἔθη χρηστὰ διὰ βίου γενόμενα τοιαύτην προξενεῖ ταῖς ψυχαῖς μετὰ τῶν | ὀχημάτων 501 502 τοι]αύτ[ης θεωρίας] τυχούσας ταῖς ἐμφανέσι πο[ρείαις ἕπεσθαι] μόνως τῶν οὐρανίων ἀναγκαῖον καὶ τὴν τάξιν αὐτῶν ἄγασθαι καὶ ζηλοῦν διὰ τὴν ἐκ μόνων τῶν ἐθῶν ἐγγεγονυῖαν τάξιν τοῖς ἤθεσιν· ὥσπερ λόγος μὲν αὐτὰς συνδεῖ
ταῖς λογικαῖς αὐτῶν ψυχαῖς, νοῦς δὲ ταῖς νοεραῖς οὐσίαις, ἐνθεασμὸς δὲ ταῖς θεότησιν αὐταῖς, καὶ πανταχοῦ τῷ ὁμοίῳ τὸ ὅμοιον.
ἕως τοῦ οὐκ ἐξ ἐπιδρομῆς τὰς αἱρέσεις ποιεῖσθαι [p. 619 d].
αἰτιαςάμενος ἐκείνων διὰ πόνων ἀγυμναςίαν, τὰς δὲ ἐκ τῶν ὑπογείων τόπων ἀσφαλεστέρας εἶναι λέγων καὶ μὴ ἐξ ἐπιδρομῆς ποιεῖσθαι τὰς αἱρέσεις διὰ τὴν πεῖραν τῶν ἐκεῖ πόνων καὶ τῶν κολάσεων. ἐοίκασι δὲ καὶ τὴν φαντασίαν ταύτην ἔχειν τὴν τυραννικὴν αἱ ἐξ οὐρανοῦ, θεαςάμεναι
τὰς τῶν οὐρανίων ἀρχὰς καὶ δυνάμεις κυβερνώσας πᾶσαν τὴν γένεσιν καὶ ἄλλας ἄλλων μείζους καὶ δυνατωτέρας, ὅθεν καὶ αὐταὶ δυνάμεως ἐφίενται· δέοντος γιγνώσκειν, ὅτι παρ’ ἐκείνοις μὲν τὰ τρία σύνεστιν, ἀγαθότης δύναμις νοῦς, 503 παρ’ ἡμῖν δὲ ἡ | [δύναμις ἀρετῆς καὶ] νοῦ στερομένη μεγάλων
[αἰτία ἐστὶν κακ]ῶν, καὶ ὡς δεῖ τὴν ἀληθινὴν [ἔχειν καὶ σωστική]ν, ἀλλ’ οὐ τὴν δοκοῦσαν δύναμιν, [ἧς ἡ κτῆσις μὴ] σώζῃ τὸ ἔχον αὐτήν· . . .14. . . ρ καὶ ἡ δοκοῦσα τιμή, ἀξίᾳ [συνοῦσα, καλὸν] ἐκείνης ὄργανον, ἄνευ δὲ [ταύτης] εἰς ὄλεθρον ἄγει τοὺς χρωμένους. ἀπὸ [δὲ τούτ]ων κἀκεῖνο 504 λάβοις ἄν, ὅτι καὶ τὰ δοκοῦντα αἰσιώτερα εἶναι τῶν ἀπονεμομένων βλάπτει πολλάκις διὰ τὸ μετέχον οὐκ ὀρθῶς αὐτοῖς χρώμενον, καὶ τἀναντία τούτων ὀνίνησιν, ἐπιστρέφοντα τὰς ψυχὰς εἰς τὴν προσοχὴν καὶ τὴν ἀμείνω ζωήν· καὶ ὅτι πολλοῖς ἡ ἱστορία τῶν κακῶν εἰς ἀγαθὸν τελευτᾶν οἶδεν,
οἷς ἄνευ ταύτης οὐκ ἦν ὠφεληθῆναι δυνατόν. οὕτω γὰρ καὶ αἱ ὑπὸ γῆν ἐν πόνοις γενόμεναι καὶ ἄλλους ἰδοῦσαι τληπαθοῦντας ὠφέληνται πρὸς τὰς τῶν ἑξῆς βίων αἱρέσεις.
ὀρθῆς κρίσεως περὶ τὸ ἄμεινον καὶ χεῖρον τῶν προτεινομένων βίων, ἑτέρου δὲ τοῦ τὸν κλῆρον μὴ ἐν τοῖς ἐσχάτοις πίπτειν· τί γὰρ εἰ καὶ ὁ αἱρούμενοι εἴη περὶ κρίσιν ἀσφαλής, ἀλλ’οἱ προτεινόμενοι βίοι διὰ δή τινας αἰτίας οἱ τυχόντες εἶεν; τί δὲ εἰ εὐμοιρία μέν τις εἴη περὶ τοὺς βίους,
ὁ δὲ αἱρούμενος εἰς ἐκλογὴν τῶν ἀμεινόνων ἄτοπος; δεῖ οὖν ἀμφο|τέρων, καὶ τῆς τοῦ κλήρου μοίρας ἀγαθῆς καὶ 505 τῆς ἡμετέρας κρίσεως· τούτων γὰρ ὑπαρξ[άν]των, φησίν, καὶ ὁ τῇδε βίος εὐδαίμων καὶ ἡ ἐνθένδε ἐκεῖσε πορεία καὶ ἡ ἐκεῖθεν δεῦρο π[άλιν] εἰς ἕτερον βίον οὐ τραχεῖα καὶ
χθονία γ[ίγνοιτ’] ἄν, ἀλλὰ λεία τε καὶ οὐρανία. τί δὴ οὖν δηλ[οῦν ταῦτα] λέγωμεν; τὸ μὲν δὴ τραχὺ καὶ χθόνιον σημαίνει τὴν ἐπίπονον καὶ κολάσεσιν ἔνοχον οὖσαν ζωήν, τὸ 506 δὲ λεῖον καὶ οὐράνιον τὴν εὐπαθείας μέτοχον καὶ εὐμοιρίας. πᾶσα γὰρ τραχύτης ἐμποδών ἐστι ταῖς κινήσεσιν, οὐκ ἐῶσα ῥᾳστώνης μετέχειν, πᾶσα δὲ λειότης ἀπαραπόδιστον παρέχει τοῖς πορευομένοις τὴν διέξοδον· ζωῆς οὖν ἣ μὲν εὐκολίαν
ἣ δὲ τληπάθειαν ταῖν ὁδοῖν περιποιεῖ. καὶ ἔοικεν ταῦτα μὲν παραγίνεσθαι τὰ ἀγαθὰ ταῖς ψυχαῖς ἀπό τε ἑαυτῶν καὶ τοῦ παντός, τὴν ἀξίαν μὲν τοῦ παντὸς ἀποδιδόντος, τῶν δὲ ψυχῶν ἑαυτὰς ποιουςῶν ἀξίας διὰ τῆς ἔμφρονος ζωῆς· ἐκεῖνα δὲ τἀναντία τούτων ἀπ’ ἀμφοτέρων πάλιν,
τῶν μὲν διὰ τὴν ἀφροσύνην ἑαυταῖς ἐπικλωσαςῶν μοχθηροτέραν ζωήν, τοῦ δὲ παντὸς τὴν ὀφειλομένην αὐταῖς μοῖραν ἐπαρτήσαντος.
τὰ ἐκ τοῦ παντὸς ἀπονεμόμενα ταῖς ψυχαῖς, ἀλλὰ συντελεῖ πρός γε τὸ εὐδαίμονας γενέσθαι, καὶ διὰ τὰ ἐκεῖθεν ἐμποδισθεῖεν ἂν πρὸς τὴν εἰς εὐδαιμονίαν ὁδόν. καὶ γὰρ σώματος τοιοῦδε πρὸς τὴν κατ’ ἀρετὴν ἄσκησιν δεῖ, καὶ περιουσίας τινὸς εἰς τὸ μὴ τῶν ἀναγκαίων ἐνδεεῖς ὄντας ἀφέλκεσθαι
τῆς προηγουμένης ἑαυτῶν ἐπιμελείας, καὶ τῆς ἔξωθεν 507 ἀταραξίας ἀπερισπάστους | . . . .80. . . ῆσθαι . . . . . . τῶ . . .20. . . κοσμοῦσιν· καὶ . . .18. . . καὶ χαλεπὰ πράως . . . . . . .
τὸ]ν κλῆρον πίπτειν δηλοῖ; τοῦτο μὲν τοίνυν [εἴρηται] πρὸς τὴν ῥῖψιν συμφώνως. εἰ γὰρ [ὁ] προφήτης ῥίπτει τοὺς κλήρους ταῖς ψυχαῖς, ἀ[νά]γκη τοὺς ῥιφέντας κλήρους πίπτειν εἰς τὰς [ὑποδ]εχομένας αὐτοὺς ψυχάς. ἄμφω δὲ δηλοῖ δήπουθεν, ὡς ἄρα κατὰ τὴν ἀπὸ τῶν οὐρανίων περιόδων
ποίησιν εἰς ἡμᾶς οἱ κλῆροι κατιοῦσιν, ἀπὸ ὑψηλοπεριποιεῖν, 508 τέρων είς χαμαιζηλότερα φερόμενοι καὶ ἀπὸ ὁλικωτέων εἰς μερικώτερα. καὶ τί δεῖ περὶ κλήρων λέγειν, ὅπου γε καὶ ἂὐτὸς ὁ Πλάτων ἐν Φιλήβῳ [p. 16 c] ῥῖψιν ἐκάλεσεν τὴν εἰς ἡμᾶς μετάδοσιν ἀπὸ τῶν θεῶν τῆς διαλεκτικῆς ἅμα φανοτάτῳ πυρὶ διὰ Προμηθέως ῥιφείσης; οὕτως αἰκεῖον
αὐτῷ τὸ ὄνομα τῆς εἰς τὸ κάτω ποιήσεως τῶν ἀνωτέρω σύμβολον ὄν, καὶ τῶν θεολόγων ῥίψεις καὶ πτώσεις θεῶν τὰς κατὰ βούλησιν τῶν κξινούντων αὐτοὺς ἄνωθεν ἕως τῶν ἐσχάτων ἀποκαλούντων. Τὸ δὲ ἑυιῶς ἄρα φιλοσοφεῖν ἐστιν τὸ μήτε δι’ ἄγνοιαν τῶν ἀμεινόνων καὶ χειρόνων βίων
αἱρεῖσθαι τοὺς χείρονας ἀντὶ τῶν ἀμεινόνων, μήτε δι’ ὄρεξιν ἄμετρον ἐφιστάντας τοῖς ἀμείνοσιν εἶτα ἐπιπηδᾶν τοῖς χείροσιν. τὸ γὰρ ὑγιὲς δηλοῖ τὸ μηδενὶ ἐλλεῖπον εἰς τὴν ὀρθόντητα τὴν προςήκουσαν τοῖς εἰς τὰς αἱρέσεις ἀπαντῶσιν· ἐλλείπει δὲ πᾶν τὸ κατὰ θάτερα τούτων ἀτελές, ὡς
τὸ γε κατ’ ἀμφότερα χωλεῦον, κρίσιν καὶ ὄρεξιν, τελέως | αὐτα . . . 20. . .
κατὰ συ[νήθειαν γὰρ τοῦ προτέρου [βίου τὰ πο]λλὰ αἱρεῖσθαι [p. 619 e sq.].
μὴ πίπτειν ἐν τοῖς ἐσχάτοις, θέ[λων] ἀνεδιδάξαι φησὶν [p. 619 e] ταύτην τὴν θέαν τῶν αἱρέσεων ἀξίαν ἰδεῖν εἶναι παρὰ τοῦ ἀγγέλου λελέχθαι· καὶ πῶς ἀξίαν ἰδεῖν, προσέ- 510 511 θηκεν τριχῇ μὲν διελὼν αὐτήν, εἰς τὸ γελοῖον, εἰς τὸ ἐλεεινόν, εἰς τὸ θαυμάσιον, κοινὸν δὲ ἐπαγαγὼν πάσαις ταύταις ταῖς αἱρέσεσιν τὸ κατὰ συνήθειαν ὡς τὰ πολλὰ τῶν προβεβιωμένων γίνεσθαι τῶν βίων τὰς αἱρέσεις, καὶ τοῦτο
εἰπὼν αἴτιον εἶναι τῆς παντοίας αὐτῶν ἐξαλλαγῆς. Τοῦτο μὲν οὖν ἀνάλογόν ἐστιν τῷ ἐν Φαίδρῳ [p. 248 d] ῥηθέντι περὶ τῶν νεοτελῶν ψυχῶν· ὡς γὰρ ἐκείνας ἔφη κατὰ τὰ θεάματα πλείονα ἢ ἐλάσσονα ὄντα βίους ἄλλους καὶ ἄλλους προστήσασθαι, τοὺς μὲν ἀμείνους τοὺς δὲ χείρους, οὕτω
καὶ ταύτας κατὰ συνήθειαν τῶν προβεβιωμένων ἐπιτρέχειν ἄλλοις καὶ ἄλλοις βίοις· πλὴν ὅτι προςέθηκεν ἐν τούτοις, ἐνδεχομένην τὴν πρότασιν ποιῶν, τὸ ὡς τὰ πολλά. διότι θαυμαστὸν αὐδὲν καὶ ἀποστέρξαι τινὰ ψυχὴν τὸ σύνηθες διά τινας πόνους, μεμνημένην ὧν ἔπαθεν ἐν τοῖς ἔμπροσθεν
χρόνοις· οἵαν παραδώσει τὴν Ὀδυσςέως ψυχὴν πόνων καὶ 512 φιλοτιμίας λελωφηκυῖαν [p. 620 c] καὶ αἱ [ρουμένην ἰδιώτου καὶ ἀπράγμονο]ς βίον ἀνδρός.
οὐρανὸν ἀνά]γειν ψυχὰς ἔθει] ἄνευ φιλοσοφίας βεβιωκυίας, [καὶ] εἰς ἔλογα ζῷα κατάγειν διὰ τὴν πρὸς [τὸ κάτω νεύουσαν] ἐκ συνηθείας ζωήν, ἔλεγον [ἤδη] καὶ αὐτός, ὅτι παντάπασιν οὕτως ἔχει· [ἐπεὶ] πάμμεγα δύναται τ]ἔθη παρὰ πᾶσιν ὡς εἰπεῖν, ὥστε καὶ ὑποτάττειν ἡμπᾶς ἄλλοις
καὶ ἄλλοις γένεσιν ἐν τῷ κόσμῳ καὶ πρὸς ἀλλήλους συνάπτειν ἢ διιστάνειν, καὶ ἐν τοῖς ξἄλλοις ζῴοις. παρὰ τούτοις μὲν οὖν οὐδὲν θαυμαστόν, ἅτε λόγον οὐκ ἔχουσιν, 513 514 μόνοις δουλεύειν τοῖς ἔθεσιν· ἀλλὰ καὶ ἐπ᾿ αὐτῶν τῶν θείων ἀκούων τῶν λογίων λεγόντων ὅτι ἐίσαντα τὰ στοιχεῖα τοιῶσδε ζῆν οὐ παραλλάττει τὸ ἔθος, καὶ περὶ αὐτοῦ τοῦ ἡλίου, ὅτι περὶ τὸ κέντρον ἐθὰς ἔρχεται τὸν ἑαυτοῦ δρόμον ἐξανύων. καὶ τοὺς ἀνθρώπους οὐκ
ἄλλο τι ποιεῖ τοῖς πατρίοις ἑπομένους μὴ δύνασθαι ῥᾳδίως αὐτῶν ἀφίστασθαι, δίκην δὲ ὑπέχειν μεθισταμένους, ἢ τὰ ἔθη διὰ τὸν χρόνον κυρωθέντα· διὸ καὶ οὐκ ἀσφαλὲς αὐτὰ κινεῖν. τούτων δὲ ἀπορηθέντων ἐλέγομεν τὴν πρώτην τάξιν τινὰ δαιμονίαν ἐπίσκοπον εἶναι τῶν ἐθῶν τούτων, ὁπὸ τὸν
αἰῶνα τεταγμένην· καὶ γὰρ τὸ ἔθος οὐδὲν ἄλλο εἶναι ἢ τὸ ποτὲ οὐκ ἄλλως ἀλλ᾿ ὡσαύτως ἐπιτηδευθέν· οὔσης οὖν σειρᾶς ἀπὸ τοῦ αἰῶνος τῆς πάσης μὲν ζωῆς ἀεὶ ἑστώσης, πάσης δὲ ἀεὶ κινουμένης μετρητικῆς, εἶναί τινα τελευταίαν ἀπ᾿ ἐκείνης τάξιν τῶν ποτὲ μὲν κρατούντων, ἀμεταβόλων δὲ
ἔν τισιν χρόνων περιόδοις | μείζοσιν ἢ ἐλάττοσιν φρουρητικὴν 515 ἀναγκαῖον, ἵνα πᾶν τὸ ὡσαύτως εἰς ἐκείνην ἀν[ά]π[τῃ] τὴν αἰτίαν· καὶ δῆλον μ[ὴ ἕν, ἀλλὰ πολλὰ τῶν] ἐθῶν εἶναι κρατ[ητικὰ αἴτια, ἄρχοντα τὰ] μὲν νοερωτέρων τὰ δὲ ἀλογωτέρων [ἐθῶν], καὶ μονάδα μίαν πρὸ τούτων
ἀνάλογ[ον τῷ] ὅλῳ αἰῶνι, πᾶσιν τοῖς τε ἀμείνοσι καὶ τοῖς χείροσιν τὸ κράτος αὐτὴν ἐνδιδοῦσαν, καθ᾿ ὅσον κοινοῦ τινος καὶ ταῦτα μεταλαχόντα τὴν πρὸς τὰ ἄλλα πάντα τὰ περιόδοις μετρούμενά τισιν ἔλαχεν ἐξαλλαγήν. ὡς οὖν αἱ ὧραι τῆς σειρᾶς οὖσαι ταύτης ἀνακυκλοῦσι τὰ ἔργα τῆς
φύσεως, οὕτως εἱναί τινα καὶ τῶν ἐθῶν μετρητικὴν αἰτίαν τὴν ὁρίζουσαν πάντα κατὰ περιόδους οἰκείας.
ἐντεῦθεν ἐξαναστάντας τὴν ἐν τοῖς ὅλοις αὐτῶν αἰτίαν κατα- δήσασθαι. δῆλον τοίνυν ὅτι τὰ ἔθη νόμιμα ἄττα βούλεται εἶναι, εἰ καὶ ἄγραφα, φασίν, νόμιμα δὲ ὄμως· ἐπεὶ καὶ οἱ ἀληθεῖς νόμοι δέονται γραμμάτων οὐδέν, ἀλλ’ ἐν αὐταῖς κεῖνται ταῖς τῶν κατ’ αὐτοὺς ζώντων ψυχαῖς ἀκίνητοι μένοντες.
καὶ τὰ ἔθη οὖν τὰ παρ’ ἑκάστοις ἴδιά τε καὶ κοινὰ νόμοι δή τινές εἰσιν ἔμψυχοι, καὶ ἕπεται νόμοις ἄλλα ἄλλοις, ἢ φυσικοῖς ὡς ἐπὶ τῶν ἀλόγων, ἢ πολιτικοῖς ὡς ἐπ’ ἀνθρώπων. εἰ οὖν ταῦτα ἀληθῆ, δῆλον δήπουθέν 518 . ἐστιν τὸ ἐκ τούτων συμβαῖ|νον, ὡς ἄρα . . .25. . . πα
. . .30 . . ῶν . . .25. σε.. .22. . . ον· ἄν τ’ ἐπὶ τῶν θείων καὶ οὐρανίω]ν θεωρῆται στοιχείων ἀ[εὶ τοῖς] αὐτ[οῖς] ἐ[νόντ]α καὶ ὡσαύτως καθ’ ἕνα λόγο]ν, ἄν τε ἐν ἀνθρώποις, ἴν τισι τακτοῖς δυναστεύοντα χρόνοις, ἄν τε ἐν τοῖς ἄλλοις ζῴοις, συμπληροῦντα τὴν κατὰ φύσιν ἑκάστων διεξαγωγήν.
τὸν δὲ δὴ Νόμον τοῦτον ὅτι θεὸν ἡγεῖσθαι δεῖ συνοχέα τῶν τε εἱμαρμένων νόμων, οὓς ὁ ἐν Τιμαίῳ [p. 46 e] δημιουργὸς ἐγγράφει ταῖς ψυχαῖς, καὶ τῶν εἰς πᾶσαν τὴν τοῦ κόσμου πολιτείαν διατεινόντων, ἠκούσαμεν πολλάκις τῶν τε θεολόγων αὐτὸν ἐξυμνούντων καὶ τοῦ Πλάτωνος ἔν
τε Γοργίᾳ [p. 523 a] καὶ ἐν Νόμοις [IV p. α 716 a]. διὰ τοῦτον δὴ οὖν τὸν θεὸν ἤδη θαρροῦντες λέγωμεν καὶ τὴν τῶν ἐθῶν τῶν πανταχοῦ δύναμιν ὑποστῆναι μεγάλην μοῖραν ἐν τῷ κόσμῳ λαχοῦσαν, καὶ πολλὰ γίνεσθαι κατὰ ταύτην καὶ ἐν ταῖς ἡμετέραις ψυχαῖς. καὶ ὥσπερ οἱ μὲν
ἀληθεῖς νόμοι τῶν κοσμικῶν εἰσι νόμων εἰκόνες, οἱ δὲ 519 ἡμαρτημένοι νόμοι μέν, ἀλλ’ ἐσκιαγραφημένοι τινὲς ὄντες ἀποπτώσεις ἐκείνων ὑπάρχουσιν, οὕτω καὶ ἔθη τὰ μὲν ἐστιν ἐν ταῖς ἡμετέραις ζωαῖς ἐοικότα τοῖς τῶν ὅλων, τὰ δὲ εἴδωλα ἐκείνων ὄντα τυγχάνει· κράτος δὲ ὅμως ἔχει καὶ ταῦτα μεταλλάττειν τάς τε λήξεις ἡμῶν καὶ τὰς ἐν τῷ παντὶ τιμὰς
καὶ ἀτιμίας.
οὖν ζωῆς καὶ εὐτέλειαν εἰς ἄλλα ζῷα τοιαῦτα φερομένας εἰκότως ἀποκαλεῖ γελοίας. τὸ δὲ θαυμάσιον, ἐν οἶς ἐρεῖ τινας ψυχὰς ἐπιστατικῶς αἱρεῖσθαι τοὺς βίους, οὐκ ἐπιπηδώσας ἀλόγως τοῖς ὑπ’ ὀφθαλμοῖς· διὸ καὶ μεταβάλλειν τὰς τοιαύτας ἀπὸ χειρόνων τινῶν βίων εἰς ἀμείνονας, ἢ ἐξ
ἀνθρωπίνων εἰς ἀνθρωπίνους, ἢ καὶ ἐξ ἀλόγων εἰς λογικὰ ζῷα μεθισταμένας. Εἰ δὲ βούλει καὶ ἄλλον τρόπον· τὸ μὲν θαυμάσιον τῆς ἀρίστης ἐστὶ ζωῆς καὶ εἰς εὐδαιμονίαν ἀγομένης, τὸ δὲ ἐλεεινὸν τῆς ἐναντίας πρὸς ταύτην καὶ τοῦ οἰκείου τέλους ἐκπεσεῖν κινδυνευούσης , τὸ δὲ γελοῖον τῆς
μήτε ἀγαθὸν μέγα μήτε κακὸν ἐχούσης, αἰσχρᾶς μὲν οὔσης καὶ διὰ τοῦτο οὐδαμῶς εὐδαιμονικῆς, ἀσθενείᾳ δὲ συνούσης καὶ διὰ τοῦτο οὐ παντελῶς κακοδαιμονίαν ἀπειλούσης. καὶ γὰρ τῷ ὄντι πᾶς μὲν θαύματος ἄξιος βίος εἰς εὐδαιμονίαν φέρων, πᾶς δὲ ἐλεεινὸς εἰς κακοδαιμονίαν ὠθῶν, ὁ δὲ ἐν
522 μέσῳ τούτων εὐτελής τε ὢν καὶ αἰσχρὸς γελοῖος ἂν εἰκότως ἐπονομάζοιτο διὰ τὴν ἀμφοτέρων τούτων συμπλοκήν.
ὁ μῦθος, τῶν δὲ παλαιῶν οἳ μὲν κατὰ τὴν ὁμοιότητα τῆς 523 . ἀνθρωπίνης ψυκῆς πρὸς τὴν ἄλογον | ἀπεδέξαντο τὴν μεταβολήν, οὐ σωμάτων λέγοντες] [ἔνδδυσιν ἀλόγοις ζῴοις προσηκόντων, ἀλλὰ ζωῆς προχείρισιν ἐκείνοις οἰκείας — εἶναι γὰρ καὶ ἐν ἡμῖν πάντα, ὅσα καὶ ἐν ἐκείνοις, καὶ ζῆν ἡμᾶς ποτὲ μὲν καθ᾿ ὃ κοινωνοῦμεν τοῖς ἀλόγοις ἀλογωθέντας
(οἵδε γὰρ οὐκ ἀπέχουσι κυνῶν ἀλόγων πολὺ μέτρον, οἱ ζῶντες πονηρὰν ζωήν, φησὶ τὸ λόγιον), ποτὲ δὲ καθ᾿ ὃ διεστήκαμεν ἐκείνων· ὃ γὰρ ἂν ζῶμεν, τοῦτο ἐσμέν, εἰ μὲν κατὰ λόγον, ἄνθρωπος, εἰ δὲ κατ’ ἀλογίαν, θηρίον —, οἳ δὲ καὶ σφόδρα ταῖς εἰς τὰ ἄλλα πάντα ζῷα
τῶν ἡμετέρων ψυχῶν μεταστάσεσιν ἐπέδραμον, οἱ πνεύματι τὴν ψυχὴν ἐοικέναι φάσκοντες συναλλοιουμένῳ τοῖς περιέκουσιν έχουσιν καὶ συσχηματιζομένῳ καὶ γὰρ ἐν ἡμῖν οὖσαν, τοῦτ᾿ ἔστι τοῖς ἡμετέροις σώμασιν, εἶναι λογικὴν καὶ ἐν τοῖς τῶν ἀλόγων ἄλογον)· ἐπεὶ δ᾿ οὖν ταῦτα πολλοῖς δή τισιν ἤρεσεν,
τὰς μὲν ἀκριβεστάτας τούτων ἐξετάσεις ἐν τοῖς εἰς τὴν παλινῳδίαν ἡμῖν τοῦ Φαίδρου γεγραμμένοις πεποιημένοι μένοι περιττὸν ἡγούμεθα καὶ ἐν τούτοις αὖτις ἀριζήλως εἰρημένα ἐν ἐκείνοις μυθολογεύειν· συντόμως δὲ τὰ συμπεράσματα τῶν ἐκεῖ πεπιεσμένων ἐνταῦθα παραθώμεθα, διὰ τὸ μηδὲ τὸν τόπον τοῦτον ἀνενόχλητον ὑπὸ τῶν ἐξηγητῶν ἀπολειφθῆναι τῶν διὰ τὸ δόγμα τοῦτο πρὸς ἀλλήλους ἀντιρρήσεων.
ἀνέπεισε φρονεῖν τε καὶ γράφειν· συνάπτειν δὲ ἑκάστην τὸ πρόχειρον πάθος συνεφελκυσάμενον τὸ τῆς ψυχῆς κύτος εἰς τὴν ἑαυτοῦ ζωὴν καὶ ὁρμήν· τοῦτο γὰρ καὶ ὁ μέγας ἱκανῶς κατεδήσατο Πλωτῖνος. ὥστ’ ἔχειν ἡμᾶς παρ’ ἀμφοτέρων, καὶ τί τὸ συνδετικὸν ἡμῶν πρὸς τὰ ἄλογα, καὶ ὅτι πάθος
μέν, συγγενὲς δὲ ἐκείνοις οἷς ἂν συνδεώμεθα (κρατεῖ γὰρ καὶ ἐκείνων ἄλλο ἐν ἄλλοις, καὶ ἐν ἡμῖν ἄλλο ἐν ἄλλοις· τὸ οὖν κρατῆσαν ἐν ἡμῖν συνδεῖ πρὸς τὸ ἐν ἐκείνοις κρατοῦν), καὶ μέντοι καὶ ὅπως ἡ συναφὴ τούτων γίνεται, καὶ ὅτι κατὰ τὴν ἐν σχέσει ζωήν· ἐν ἡμῖν μὲν γὰρ πάρεστιν ἡ
ἡμετέρα ψυχὴ δῆλον ὡς ἐν κατατάξει, καὶ ἐν τοῖς ἀλόγοις ἡ ἐν αὐτοῖς· ἡ δὲ ἐν ἡμῖν πρὸς τὴν ἐν ἐκείνοις ἐν σχέσει γενομένη ψυχοῖ τὸ ἄλογον ἔξωθεν ἐφεστῶσα σχετικῶς· ἐπεὶ καὶ ἐν δαίμοσιν γίνεται καὶ ἐν θεοῖς καὶ δαίμων κατὰ σχέσιν καὶ θεός, ἀλλ’ οὐκ αὐτὸ δαίμων καὶ αὐτὸ θεός, ᾧ μὴ
ὕπαρξίς ἐστιν δαίμοσιν πρέπουσα καὶ θεοῖς. ἔοικεν γὰρ καὶ ἐπὶ τὸ ἄνω διαβάλλουσα καὶ ἐπὶ τὸ κάτω γίνεσθαι πάντα ἐν σχέσει καὶ τὰ πρὸ αὐτῆς καὶ τὰ μετ’ αὐτήν, καὶ συμφύεσθαι πᾶσι. ψυχῆς γὰρ ὄντως ἀληθὲς ἐν τοῖς βίοις τάξιν οὐκ ἐνεῖναι [p. 618 b], φέρεσθαι δὲ αὐτὴν ἐφ’ ἐκάτερα,
καὶ μέχρι τἀγαθοῦ καὶ μέχρι τοῦ Ταρτάρου, καὶ γίνεσθαι διὰ μὲν νοῦν καὶ τὸ ὑπὲρ νοῦν δαιμονίαν καὶ θείαν, διὰ δὲ ὄρεξιν ἄλογον καὶ γνῶσιν ἄλλο καὶ ἄλλο τι τῶν ἀλόγων. Ὅτι δὲ καὶ ὁ Πλάτων οὐ τοῖς σώμασιν ἐνοικίζει τοῖς 526 τῶν | ἀλόγων τὴν ἡμετέραν ψυχήν, ἀλλὰ τοῖς ἤδη ζῴοις 527 528 οὖσιν, δηλοῖ καὶ ἐνταῦθα λέγων τὴν μὲν εἰς κύκνον, τὴν δὲ εἰς [ἀηδό]να, τὴν δὲ εἰς ἀετόν, τὴν δὲ εἰς λέοντα χωρεῖν, τὴν δὲ ἐνδύεσθαι πίθηκον μάλα γελοῖον, ἀλλ’ οὐχὶ σώματα τούτων ἀμπίσχεσθαι τῶν ζῴων (οὐ γάρ που τὸν κύκνον
καὶ τὸν λέοντα καὶ τὸν πίθηκον σῶμα δηλοῦν, ἀλλ’ οὐδὲ τὰ ἐκ ψυχῶν καὶ σωμάτων ῥητέον)· δηλοῖ δὲ ἐπὶ τοῦ ἐξ ἀνδρὸς εἰς γυναικὸς μεθισταμένου βίον οὐκέτ’ εἰπὼν εἰς γυναῖκα ἰέναι, ἴνα ἂν ἐποίησεν κατὰ σχέσιν καὶ ταύτην ὥσπερ ἐκείνας τὴν ψύχωσιν, ἀλλ’ εἰς γυναικὸς φύσιν τεχνικῆς [p. 620 c]. ἡ δὲ φύσις ὅτι σώματός ἐστιν ἐσχάτη ζωὴ δῆλον· εἰς ταύτην οὖν ἔρχεται γενομένην ἐκ τοῦ παντὸς καὶ ἐνδύεται οὐ ζῷον (αὐτὴ γὰρ ποιεῖ τοῦτο ζῷον), ἀλλὰ σῶμα φυσικόν.
ἄλογα ζῷα χωρεῖν καὶ ἐξ ἀλόγων εἰς ἄνθρωπον, οὐ πάσης τῆς ἐν τῷ ἀλόγῳ ζωῆς μετιούσης, ἀλλὰ τῆς ἀνθρωπίνης. οὕτω γὰρ καὶ ὁ ἐν Φαίδρῳ [p. 249 b] Σωκράτης σαφέστατα διώρισεν, ὅτι δὴ καὶ ἐκ θηρίου μέτεισιν ὅς ποτε ἦν ἄνθρωπος εἰς ἄνθρωπον· διττῆς οὖν οὔσης τοῦ
ἀλόγου ψυχώσεως, τῆς μὲν ἐν κατατάξει τῆς δὲ ἐν σκέσει, τὴν ἐν σχέσει μόνον εἶναι τὴν αὖθις εἰς ἄνθρωπον μετιοῦσαν καὶ γινομένην πάλιν ἄνθρωπον. καὶ ὡς αὗται αἱ παραφοραὶ τῶν ψυχῶν οὐκ εἰσὶ τῶν νεοτελῶν· οὐ γὰρ νόμος φυτεῦσαι τὴν ψυχὴν εἰς θήρειον φύσιν ἐν τῇ πρώτῃ γενέσει [p. 248d]· σφαλεῖσαν γὰρ αὐτὴν ὁ διαδέχεται τρόπος τῆς ψυχώσεως. καὶ γὰρ οὐκ ἦν θεμιτὸν ἀμέσως τῇ θηριώδει ζωῇ συνάπτειν τὴν νοεράν, ἀλλὰ διὰ 529 . μέ|σης τῆς λόγῳ χρωμένης ἢ κρείττονι ἢ χείρονι γενονα 530 μένην, ἣ . .10. . ει ἀλογίαν καὶ πάθος. Τοσαῦτα προείληφα περὶ τούτων, ὅπερ εἴπομεν, ἐξητασμένου μοι τοῦ πράγματος ἱκανῶς ἐν τοῖς τῆς παλινῳδίας ὑπομνήμασιν, ἐνταῦθα δὲ προκειμένων ἄλλων εἰς ἐξέτασιν οὐδὲν τούτου λειπομένων εἰς τὸ δυστόπαστον.
αὐτὰ μετιοῦσίν ἐστιν, ἐστιν, αὐτὸς ἄλλως ἂν εἴποιμι. τὸ γὰρ τὰς τῶν θείων ἀνδρῶν ψυχὰς εἰσοικίζειν εἰς ἄλογα ζῷα καὶ τὰς ἡρωικὰς ὑπερβολὴν οὐ καταλιμπάνει τῆς περὶ ἐκείνας πλημμελείας. καίτοι γε μαρτυρομένων ἀκούω παμπόλλων, ὡς Πλάτων φρονεῖ περὶ ἐκείνων οὐχὶ τοιαῦτα οἶα
θ<ὁθ> μῦθος οὗτος κατηγορεῖ. δηλοῖ δὲ τὰ ἐν [p. 42 a] ῥηθέντα παρὰ τοῦ Σωκράτους, ὡς ἄρα πολλοῦ ἂν τιμήσαι τὸ ἐν Ἅιδου συγγενέσθαι τοῖς Ὀρφεῦσιν, τοῖς υσαίοις, τοῖς Αἴασιν· ἤκουεν γάρ που καὶ τῶν ἐν Ἐλευσῖνι μυστηρίων ἐξυμνούντων τὸν τὰς ἁγιωτάτας ἐκφήναντα τελετάς.
πῶς οὖν εἰκὸς τοιαύτας ἔχοντα περὶ ἐκείνων ἐννοίας τοσαύτην αὐτῶν κατασκεδαννύναι τραγῳδίαν, ἤ τῷ Ἠρὶ πιστεύοντα τοιαῦτα περὶ τῆς λήξεως αὐτῶν παρὰ τὴν τελευτὴν φρονεῖν; πῶς δ’ ἄν τις διανήξαιτο τοσοῦτον πέλαγος πλασμάτων; οὐ ῥᾴδιον ἔμοιγε καταφαίνεται· κύκνοι καὶ
ἀηδόνες ἀπὸ τῶν ταῖς Μούσαις γεγόνασιν κατόχων, ἀετοὶ 531 532 533 καὶ λέοντες ἀπὸ τῶν ἡρωικῶν· καὶ ταῦτα ἐν αὐτῇ ταύτῃ 534 . τῇ πρα|γματείᾳ [III p. 391 d] καταβοήσαντος αὐτοῦ τῶν ποιητῶν, οἳ ἐποίησαν τοὺς ἥρωας ἀνθρώπων οὐδὲν κρείττους, ἀλλὰ τοῖς ὁμοίοις ἐνόχους πάθεσιν. εἶθ’ ὁ τὰ πόθη
τῶν ἡρωικῶν ψυχῶν ἐν σώμασι στρεφομένων ἐξελὼν μετὰ τὸ σῶμα διὰ πάθη τοῖς ἀλόγοις αὐτὰς ἐνοικίζει ζῴοις;
τοιούτων πλασμάτων οὐκ αὐτὰς θέλει τὰς ψυχὰς ἐκείνας ὧν διαμνημονεύει νῦν ἡρώων εἰς τὰ ἄλογα κατασπᾶν, ἀλλὰ ζωῶν εἴδη αἰνίσσεσθαι διὰ τῶνδε τῶν ὀνομάτων, οἷα προσήκοντα μὲν ἦν τοῖς ὀνομαζομένοις, διὰ δέ τινας παθῶν προσθήκας ἀνομοίως ἐκείνους μιμούμενα κατέπεσεν εἰς ἀλογίαν
ἀφομοιουμένην ἀλόγως τοῖς εἴδεσιν ἐκείνων· οἷον ἀπὸ τῆς Ὀρφέως ζωῆς καὶ τῆς Θαμύρου ζωὴν ἐνδεικνύμενος μουσικὴν μέν τινα πάντως, διὰ δὲ πάθος ἄλογον, οἶον μῖσος ἢ ζῆλον ἤ τι ἄλλο τοιοῦτον, εἰς μουσικὸν πίπτουσάν τι ζῷον, ὃ δὴ τῷ μὲν εἶναι μουσικὸν ἔχει συγγενῶς πρὸς τὴν
ἀνθρωπίνην μουσικήν, τῷ δὲ αὖ ἄλογον εἶναι τὴν ἀλογωθεῖσαν ὑποδέχεται ψυχὴν διά τι πάθος· ἡ γὰρ τούτου πρόσθεσις ἀλογίας αὐτὴν ἀπέφηνεν οἰκείαν.
καὶ τοὺς Αἰακοὺς καὶ τοὺς Ῥαδαμάνθυας δικαστὰς ἐν Ἅιδου τῶν ψυχῶν καθῆσθαι, καὶ διὰ τούτων εἴδη ζωῆς δικαστικὰ σημαίνοντος. ἢ πῶς ἐκείνων διαζώντων τὸν τῇδε 535 βίον αἱ ἐν Ἅιδου ψυχαὶ δίκης ἐτύγχανον ἐτύγχανον; | ἐκ γὰρ 536 537 των οἶμαι καὶ τῶν τοιούτων ἐναργὲς εἶναι πᾶσιν, ὅτι τοῖς ὀνόμασι τῶν ἡρώων εἰς ἔνδειξιν ἐν τοῖς μύθοις χρῆται τῶν εἰδῶν ὅλων τῆς ζωῆς, ἐν οἷς ἐκεῖνοι διαφερόντως τὸν βίον διεξήγαγον, καὶ διὰ τοῦτο ἐκεῖ μὲν τὰς δικαστικὰς ψυχὰς ἀντὶ τῶν παντοίων παρείληφεν δικαστικῶν τάξεων θείων
τε καὶ δαιμονίων, ἀφ’ ὧν ὡς ἔοικεν ἐγίγνωσκον οἱ κοινωνοὶ τῶν λόγων καὶ ὑπὲρ ὧν οὐκ ᾔδεσαν, διδάσκων ἀπὸ τῶν μερικῶν καὶ κατὰ σχέσιν ἀντὶ τῶν ὁλικῶν καὶ καθ’ ὕπαρξιν δικαστῶν· ἐνταῦθα δὲ τὰς μουσικὰς ἀντὶ τῶν ὁμοίων ἐν τῷ παντὶ μουσικῶν ψυχῶν, τὰς ἐγνωσμένας ἀντὶ τῶν ἀγνώστων,
τὰς ἀπαθεῖς ἀντὶ τῶν ἐμπαθῶν. ὡς εἰ σαφῶς ἔλεγεν ὅσα αἰνίσσεται διὰ τούτων, ἰδεῖν ἂν εἶπεν οἵαν τὴν Ὀρφέως, οἵαν τὴν Θαμύρου ψυχὴν διὰ δή τι πάθος εἰς κύκνους καὶ ἀηδόνας εἰσπηδῶσαν. καὶ τί τὸ πάθος, ἀπὸ τῆς ἑτέρας τούτων ἐνδεικνύμενος μίσει, φησίν, τοῦ γυναικείου γένους,
ἴνα μὴ ἐκ γυναικὸς γένηται βίον ἀνθρώπινον ἑλομένη, διὰ δή τι μῖσος εἰς κύκνον ᾤχετο, καὶ μουσικῆς ἔχουσα δυσαπαλλάκτως καὶ τὸ ἀνθρώπειον ἐκκλίνουσα γένος. καὶ ὁ Θαμύρας δὲ μουσικός, ἀλλὰ διὰ τὴν πρὸς τὰς Μούσας φιλοτιμίαν πηρὸς γενόμενος· ἄλλως οὖν ἡ διὰ τούτου δηλουμένη
ψυχή, μουσικὴ μέν, πέρα δὲ τοῦ μέτρου φιλότιμος, ἐπέδραμεν ταῖς ἀηδόσιν, αἴ τε θαμὰ τρωπῶσιν ἑὴν πολυηχέα φωνὴν καὶ ᾄδουσαι νύχιαι διατελοῦσι καλλωπιζόμεναι ταῖς ἑαυτῶν ποικίλαις καὶ ἐναρμονίοις φωναῖς. Ἀποχρῆσθαι 538 μὲν τοίνυν ἔοικεν τῷ κατὰ τὸν Ὀρφέα | μύθῳ 539 δηλοῦντι τὴν ἐξῃρημένην αὐτοῦ μουσικὴν ἀπὸ τῆς θηλυπρεποῦς καὶ ὄντως κεχαλασμένης — ἔνθεος γὰρ ἦν, εἰ καὶ 540 541 542 543 μετὰ τὴν ἐκείνου τελευτὴν μεμερισμένως αὐτῆς μετέσχον (ὃ διὰ τῶν σπαραγμῶν οἱ μῦθοι δηλοῦσιν) καὶ τὸ κεφάλαιον αὐτῆς ἡ Λέσβος ὑπεδέξατο (τοῦτο θ<ὃθ> δὴ προσειρήκασιν), ὅθεν καὶ ὄνομα ἔσχεν ἡ Λεσβία Μοῦσα καὶ
τὸ μετὰ Λέσβιον ᾠδὸν εἰς παροιμίαν ἐξενίκησεν —, ἀποχρώμενος δὲ ἀντὶ τῆς ὑπεροψίας τῶν ἐκτεθηλυσμένων μελῶν ἀπέχθειαν πρὸς τὸ θῆλυ πᾶν λαβών, ἐμπαθῆ ποιήσας μουσικὴν ψυχὴν πρὸς ἀνθρωπίνην φύσιν καὶ ζωήν, μεθιστάνειν πᾶσαν τοιάνδε, κἂν ᾖ μουσική, ζωὴν εἰς ἀλογίαν, οὔτε
ἔξω μουσικῆς ἣν ἐπετήδευεν, οὔτε ἀνθρωπίνην ἣν ἐξέκλινεν. οὐκ ἄρα οὐδὲ ὁ μουσικὸς βίος σῴζει τὴν ψυχὴν ἄνευ ἀπαθείας, ἀλλὰ καθάπερ ὁ ἐρωτικός, καὶ οὗτος ἀνάγει μετὰ φιλοσοφίας· πάθος δὲ ὑποσυμμιγὲς αὐτῷ γενόμενον ἀλόγοις συνάπτει ζῴοις μουσικοῖς.
παντὶ δήπου δῆλον, ὅτι ψυχαὶ μὲν ἦσαν ἐν τούτοις ἀνθρώπιναι, πάλιν δὲ ἐπανῄεσαν εἰς τὴν ἑαυτῶν τάξιν ἀπὸ τῶν χειρόνων οἰκήσεων. οὐ γὰρ ἥ γε μή ποτε ἰδοῦσα τὴν ἀλήθειαν εἰς τόδε ὕξει τὸ σχῆμα, φησὶν ὁ ἐν τῷ 544 Φαίδρῳ Σωκράτης [p. 249 b], οὐ πᾶσαν τὴν ἐν τοῖς ἀλόγοις 545 . ζωὴν μετοικίζων εἰς ἀνθρώπους, | ἀλλὰ τὴν ἐξ ἀνθρώπων εἰς ἀλογίαν ἐκπεσοῦσαν. οὐκοῦν ἐν τούτοις μουσικῶν εἰσι ψυχῶν μεταβάσεις ἐκ λογικῶν εἰς ἄλογα, καὶ αὖ 546 547 ἐξ ἀλόγων εἰς λογικὰ ζῷα. καὶ φανερὸν ὡς, εἰ λόγος κρατήσας εἰς ἄνθρωπον ἤγαγεν, πάθος πλεονάσαν εἰς ἀλογίαν ἀπέωσεν. καὶ λεγέσθω πᾶσα μὲν ψυχὴ μουσικὴ Ὀρφέως ἢ Θαμύρου τινός, ἀπὸ τῶν μάλιστα μουσικῶν λαβοῦσα τὴν ἐπωνυμίαν· πάθος δὲ αἴτιον ἄμουσον καὶ ἀφιλόσοφον τῆς
εἰς ἄλογα ζῷα πορείας. Διττῆς δὲ οὔσης μουσικῆς, τῆς μὲν ἐνθέου τῆς δὲ ἀνθρωπικῆς, καὶ τῆς μὲν ἐν Ὀρφεῖ τεθεωρημένης τῆς δὲ ἐν Θαμύρᾳ (Καλλιόπης μὲν γὰρ ἐκεῖνος υἱὸς διὰ τὴν ἔνθεον Μοῦσαν, πηρὸν δὲ τοῦτον ἔθεσαν αἱ Μοῦσαι διὰ τὴν ἅμιλλαν τῆς ἀνθρωπίνης μουσικῆς παρὰ
τὴν θείαν), ἑκατέραν πάθει χραινομένην εἰς ἀλογίαν ἄγει, καὶ τὰς ἐνθέῳ μουσικῇ καὶ τὰς ἀνθρωπίνῃ χρησαμένας· ὡς ἄνευ φιλοσοφίας μηδὲ τὰ δοκοῦντα εἶναι δαιμόνια σῴζει τὰς ψυχὰς (μόνη γὰρ αὕτη προξενεῖ τὴν ἀπαθῆ ζωήν), καὶ μουσικὴ δὲ καὶ ἐρωτικὴ καὶ πᾶς ἄλλος βίος πάθους μέτοχος
ὢν ἀλογίᾳ συνάπτειν πέφυκεν. φιλοσοφεῖν μὲν γὰρ οὐδὲν δύναται τῶν ἀλόγων, μουσικὴν δὲ φυσικὴν ἴδοις ἂν καὶ ἐν ἐκείνοις καὶ ἐναβρύνεταί γε ταῖς ᾠδαῖς ἐκείνων πολλὰ μᾶλλον ἢ ἄνθρωποι. μέτεστι γὰρ αἰσθήσεως καὶ ἐκείνοις, μουσικὴ δὲ καὶ ἐρωτικὴ προσχρῶνται ταῖς ἀκροτάταις τῶν αἰσθήσεων·
φιλοσοφία δὲ πάλαι καταψηφίζεται πάσης αἰσθήσεως, ὡς οὔτε ἀκούομεν ἀκριβὲς οὐδὲν οὔτε ὁρῶμεν ἀπελέγχουσα καὶ διαμαρτυρομένη, λόγον δὲ πείθουσα μόνον ἡγεμόνα προΐστασθαι καὶ νοῦν. ὥστ’ εἰκότως αὕτη | γε μόνη ῥύεται 548 τῶν εἰς τὴν ἀλογίαν φερουσῶν ὁδῶν.
τῶν λοιπῶν, ὡς ἡ μὲν Αἴαντος ψυχὴ πᾶσαν δηλοῖ ζωὴν 549 550 . ἀνδρικὴν μέν, πλεονάζουσαν δὲ κατὰ τὸν θυμὸν | διὰ τινα φιλόνεικον ψυχῆς ἕξιν, καὶ διὰ ταύτην ἐνδυομένην εἰς ἀνδρικὸν μὲν ζῷον, ἄλογον δέ τὸ γὰρ φιλόνεικον προσκεί- μενον τῷ ἀνδρικῷ συνάπτει πρὸς ἀλογίαν)· ἡ δὲ τοῦ Ἀγαμέμνονος
βασιλικὸν μὲν ἐπιδιώκουσαν αἰνίσσεται βίον ἐξῃρημένον τῶν πολλῶν (τοιοῦτος γὰρ ὁ βασιλεύς), διὰ δὲ πάθος ἕτερον, μῖσος πρὸς ἀνθρώπους, εἰς ἀετὸν μετοικιζομένην· Δίιος γὰρ καὶ ὁ ἀετὸς καὶ ἐν ὕψει πετόμενος καὶ βασιλεύων τῶν πτηνῶν, λόγου δὲ ἄμοιρος· διὸ πρὸς τὸ ὅμοιον
ἡ τοιάδε ψυχὴ χωροῦσα τὸν ἀετοῦ βίον ἀλλάττεται καὶ | 551 . τυ . . .14. . . ερόμενος ἠλογωμένος ἦ[ν. Ἡ δὲ τῆς] Ἀταλάντης ψυχὴ καὶ τοῦ Ἐπειοῦ μεταμπ[ίσχεσθ]ον, ἣ μὲν ἀπὸ γυναικὸς εἰς ἀθλητικόν [τινα βίο]ν ἀνδρός· καὶ γὰρ ἐν γυναιξὶν οὖσα τὴν ἀνδρικὴν ἐπεδίωκεν ζωήν· ὃ δὲ ἀπὸ
ἀνδρὸς εἰς γυναικεῖον τεχνικόν· καὶ γὰρ εἰς ἄνδρας τελῶν τεχνικὸς μὲν ἦν, ὅς γε καὶ τὸν ἴππον ἐτεχνήσατο, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ [Od. θ 493], ζωῆς δὲ ἀνδρικῆς ἄμοιρος, ὃς γε καὶ φησίν· ἢ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι ΙΙ. Ψ 670]; μέτεισι τοίνυν εἰς τὸ προσῆκον
ἣ μὲν εἰς τὴν ἀνδρωνῖτιν, ὃ δὲ εἰς τὴν γυναικωνῖτιν. καὶ ἔστιν ταῦτα ζωῆς εἴδη κατὰ τὴν ἀνθρωπίνην ζωὴν ἄνω τε καὶ κάτω διαβάλλοντα· διὸ καί φησιν ἐν μέσοις λαχεῖν αὐτὰ τὴν τάξιν, ὡς τῆς μεσότητος οὐκ ἐξιστάμενα τῆς ἀνθρωπίνης. εἰ δὲ δὴ τὴν Αἴαντος εἰκοστὴν εἶπεν λαχεῖν,
δηλούτω μὲν εἰ βούλει διὰ τῆς εἰκοσάδος τὴν κατὰ θυμὸν 552 553 ζωὴν προσεχῶς ἐκβᾶσαν ἀπὸ τῆς κατὰ λόγον, τῷ μὲν λόγῳ τῆς δεκάδος πρεπούσης, ὥσπερ τῷ νῷ τῆς μονάδος, τῷ δὲ θυμῷ τῆς εἰκοσάδος ὡς μετὰ λόγον τεταγμένῳ (τοιαῦτα γὰρ ὁ ἡμέτερος φιλοσοφεῖ περὶ τούτων πατήρ)· δηλούτω δὲ καὶ ὅσα φησὶν ὁ Πορφύριος παρ᾿ Αἰγυπτίων μαθόντα τὸν
Πλάτωνα περὶ τῶν ἀναφορικῶν χρόνων ἐνδείκνυσθαι διὰ τούτων, ὡς ἄρα κατὰ τὰς ἀναφορὰς τῶν τοὺς βίους ὁριζόντων χρόνων εἰκοστὴν εἶχεν τάξιν ἡ τοῦ Αἴαντος αὕτη ψυχή, καὶ τοῦτο ἀποβλέπων εἰς τὸ πᾶν ὁ τῶνδε τῶν λόγων ἄγγελος ἠρίθμει τὴν τάξιν, λέγω τῶν ψυχῶν τῶν πρώτων
ἢ δευτέρων ἢ εἰκοστῶν ἢ ἄλλως ὁπωσοῦν αἱρουμένων. Καὶ γὰρ ἡμεῖς ἐνετύχομεν σφαίραις βαρβαρικαῖς Αἰγυπτίων καὶ Χαλ|δαίων κατὰ τὰς μοίρας τοῦ ζωδιακοῦ τὰς τῶν βίων 554 διαφορὰς ὁριζούσαις, καὶ τὴν μὲν ποιούσαις εἰ τύχοι βασιλικήν, τὴν δὲ ἑξῆς, ὃ καὶ παράδοξον ἀκοῦσαι, ἐμπορικήν
τινα καὶ ταύτης χείρονα τῆς ζωῆς, καὶ ἄλλην ἱερέως, καὶ τὴν μετ᾿ αὐτὴν δούλου, καὶ τὸ τοῦδε χεῖρον, ἀπηρυθριακότος πρὸς τὴν ἄρρενα φύσιν. ὥστ᾿ οὐδὲν θαυμαστὸν καὶ τὰς συγκλήρους ψυχὰς τὸ πρωτεῖον ἔχειν καὶ μέσον καὶ ἔσχατον κατὰ τὰς ἀναφορὰς τῶν μοιρῶν, εἴπερ καὶ αἱ διαφοραὶ
τῶν βίων κατ᾿ αὐτάς, ὡς αἱ εἰρημέναι σφαῖραι διασημαίνουσιν· ὧν μίαν τινὰ † Κυρατος ἐπιγραφομένην εὕρομεν, καὶ ἄλλην εἰς ἄλλον ἀναφερομένην πατέρα τῶν λόγων, πάσας δέ, ὅπερ ἔφην, τὸν βίον ταῖς τῶν μοιρῶν ἀφοριζούσας ἰδιότησιν, ὡς τοῦ ποιοῦ τοῦ κατὰ τοὺς βίους ἀποτελουμένου
διὰ τοὺς τῶν ἀστέρων πρὸς τὴν μοῖραν συσχηματισμούς.
τοῦ ζῴου φύσιν καταγέλαστον ὄντως οὖσαν τῷ μιμεῖσθαι τὴν ἀνθρώπου ζωήν, ἀλλ’ ἐπὶ τὸ αἴσκιον. ἅπας οὖν μετὰ τοῦ αἰσχροῦ καὶ ἀσθενοῦς γελοῖος ὢν πιθηκόμορφός ἐστιν, ὥσπερ λεοντόμορφος ὁ ἀνδρικὸς μετὰ φιλονείκου καὶ θυμικοῦ πάθους, καὶ ἀετόμορφος θ<ὁθ> βασιλικὸς μετὰ τῆς πρὸς
τὸ ἀνθρώπινον γένος ἐμπαθείας· καὶ ἐφ’ ἑκάστων τρόπος ὁ αὐτός, τὰ μὲν εἴδη τῆς ζωῆς λαμβάνων ἀπὸ τῶν ἡρωικῶν 557 ψυχῶν, τὰ δὲ ἀπὸ τῆς ἱστο|ρίας ἔθη προστιθ[είς. εἰ οὖν] ἐκεῖνοι μὲν μετὰ τὰς ἐκ τῶν σωμάτων ἐξόδους ἀπαλλαγέντες χωριστὴν ἔσχον ζωὴν γενέσεως, οἱ δὲ ὅμοιον μὲν ἐκείνοις
ἔχοντες τὸ τῆς ζωῆς εἶδος, τοῖς δὲ πάθεσιν ἐνισχόμενοι, τοιούτοις ζῴοις ἀλόγοις ἐνῳκίσθησαν, μόνον οὐχὶ βοᾶν οἰητέον τὸν παρόντα μῦθον· ῾μὴ τὰ δοκοῦντα εἶναι ἀγαθὰ μετὰ παθῶν, ὦ ψυχαί, μετέρχεσθε· τοῦτο γὰρ ὑμᾶς εἰς ἀλογίαν κατάξει, παρ’ ᾗ φυσικῶς ἐστιν ταῦτα καὶ ἐμπαθῶς,
οἷον τὸν μουσικὸν εἰς ἄλογον μουσικήν, τὸν ἀνδρικὸν εἰς ἄλογον ἀνδρίαν, τὸν βασιλικὸν εἰς ἄλογον βασιλείαν, καὶ ποιήσει κύκνους, λέοντας, ἀετούς· ἔστι γὰρ ταῦτα καὶ ἀλόγως ἔχειν καὶ λογικῶς, ποιεῖ δὲ ἀλογίαν ἐμπαθὴς ζωή, καὶ ἀνθρωπίνην ἀπαθής’.
τάξιν ὅμως διὰ φρόνησιν εἵλετο βίον ἄριστον, πόνων λελωφηκυῖα, λωφηκυῖα, φησίν, καὶ φιλτιμί|ας· ἀποδ[εικνὺς τὴν 559 ὑπεροχὴν ταύτης τῆς] ψυχῆς· οὕτω γοῦν αὐτὸς [εἶπε λελωφηκυῖαν φιλοτι]μίας ὁ Πλάτων, ὡς ἀπὸ τῆς φιλοτιμουμένης ἐπὶ τὸ ἄνω πορευόμενος τῆς κατὰ γνῶσιν
λελειμμένης· ἑλέσθαι δ’ οὖν τὴν τοιαύτην ψυχὴν τὸν ἄριστον ἐκ τῶν ἐνόντων, οὐκ ἀπερισκέπτως ἑλομένην, ἀλλὰ ζητοῦσαν ἐκ τῶν λοιπῶν (τοῦτο δὲ ὡς ἂν πλειόνων ἔτι ὄντων) τὸν ἀμείνω, καὶ περιιοῦσαν· ὃ δὴ σημαίνει τὴν μεταβατικὴν τοῦ λογισμοῦ τῆς διανοίας ἐνέργειαν· κρίνασαν δ’ οὖν τὸν ἰδιώτου
καὶ ἀπράγμονος βίον ἄριστον ἑλέσθαι τότε τὸν τοιοῦτον (ἀντιδιῄρηται δὲ ὁ μὲν ἰδιώτης πρὸς τὸν τυραννικὸν καὶ ὅλως ἀρχικὸν καὶ φιλότιμον, ὁ δὲ ἀπράγμων πρὸς τὸν ἐπίπνον · εἴρηται γὰρ ὅτι πόνων ἐλελωφήκει καὶ φιλοτιμίας)· ἑλομένην δὲ τὸν τούτων ἀπηλλαγμένον εἰπεῖν, ὅτι τοῦτον ἂν
εἵλετο τὸν βίον καὶ πρὸ [τοῦ] τῶν ἄλλων τυχοῦσα Καὶ πάλιν ὑπομνηστέον ὅτι τοῦτο δείκνυσιν, ὡς ἄρα οἱ κλῆροι περιέχουσιν οἱ πρότεροι τοὺς δευτέρους, καὶ ὅσοι μὲν 560 561 τοῖς δευτέροις βίοι προτίθενται, καὶ τοῖς προτέροις, οὐ μέντοι καὶ ἀνάπαλιν· ὡς ἐξ ἀφθονωτέρων καὶ πλειόνων τοῖς ἀεὶ προτέροις κληρουμένοις τῆς αἱρέσεως ὑπαρχούσης. οὐ γὰρ ἂν ἡ Ὀδυσσέως ψυχὴ τοῦτον εἶπεν ἑλέσθαι ἂν βίον,
θ<ὃνθ> εἴλετο ἐσχάτη κληρωθεῖσα τῶν ἄλλων, εἰ μὴ καὶ ὁ βίος ἐν τοῖς τῶν προτέρων περιείχετο κλήροις. ἀπὸ ταύτης δ’ οὖν τῆς αἱρέσεως οὕτω γενομένης πιστὸν ἐποίησεν τὸν τοῦ προφήτου λόγον εἰπόντος· καὶ τελευταίῳ ἐπιόντι, σὺν νῷ ἑλομένῳ, κεῖται βίος ἀγαπητὸς οὐ
κακός [p. 619b]· καὶ δῆλον ὅτι γίνεται μὲν ἐν τῷ 562 . . . .30. . . μὲν . . .30. . . τούτω . . .70. . . οὐ μὴν ἀλλὰ καὶ ὡς σωφρονιστικὰ ταῦτα διεσκεύασται τοιῶσδε τῶν ψυχῶν, φρόνησιν δεικνύντα τῆς φαινομένης εὐπορίας αἱρετωτέραν, ταῦτα ταῦτα μερίζηται ἀπ’ ἀλλήλων. θ<ἣθ> μὲν γὰρ
εὐδαιμονίαν οἶδεν ἄγειν, ἣ δὲ οὐκ ἐξ ἀνάγκης, εἰ μὴ καὶ φρόνησις εἴη περὶ τὰς αἱρέσεις.
[p. 620 d]. λείπεται τοῦτο μετὰ τὰς μεταβολὰς τὰς ἐξ ἀνθρώπων εἰς τὰ ἄλογα καὶ ἐκ τῶν ἀλόγων εῖς ἀνθρώπους, ἶος ὁ κύκνος ἔμπροσθεν, οἶς τὰ πρὸ τούτων, ἐν οἷς ἔλεγεν, ὅτι καὶ ἐκ τῶν ἄλλων θηρίων εἰς ἀνθρώπους γίνονται μετα- τάξεις [p. 620 a], καὶ δὴ καὶ τὰς ἐξ ἀνθρώπων εἰς ἀνθρώπους,
ὡς τοῦ Ἐπειοῦ καὶ τῆς Ἀταλάντης· ἃς διὰ τοῦτο εἶπεν ἐν μέσοις λαχεῖν ὡς ἐν τῇ μεσότητι τῆς ἀνθρωπίνης ζωῆς στρεφομένας καὶ τῷ ἐξ ἄρρενος εἰς θῆλυ ἢ τῷ ἐκ θήλεος εἰς ἄρρεν διενεγκούσας. διενεγκούσας. Τούτων γὰρ ῥηθέντων ἐλείπετο καὶ τὴν ἐσχάτην εἰπεῖν μεταβολὴν τὴν ἐκ 563 θηρίων εἰς θηρία γενομένην, ἣν τελευταίαν καὶ αὐτὸς προσέθηκεν, διορίζων καὶ ἐπὶ τούτων, ὅτι τὰ μὲν ἄδικα τῆς ζωῆς εἴδη μετέβαλλεν εἰς τὰ ἀγριώτερα, τὰ δὲ δίκαια εἰς τὰ ἡμερώτερα· καὶ ἐπὶ πᾶσιν ἐπήνεγκε τοῖς εἴδεσιν τῶν μεταβολῶν, καὶ πάσας μίξεις μίγνυσθαι τὰς ζωάς,
πέρας ἐπιτιθεὶς τῇ ὅλῃ διαιρέσει τῶν βίων κοινόν. πᾶσα δὲ μῖξις ἢ ἐκ τῶν ὁμοίων εἰς τὰ ὅμοια (καὶ τοῦτο διχῶς, ἐκ λογικῶν | εἰς λογικὰ καὶ ἐξ ἀλόγων εἰς ἄλογα) ἢ ἐξ 564 ἀνομοίων εἰς ἀνόμοια, καὶ τοῦτο πάλιν διχῶς, ἢ ἐξ ἀλόγων εἰς λογικὰ [μετι]ουσῶν τῶν ψυχῶν ἢ ἐκ λογικῶν εἰς ἄλογα.
[ταῦτα] μὲν οὖν ἤδη] δῆλα διὰ τῶν ἔμπροσθεν ἡμῖν γέγονεν. Ἃ δὲ τελευταῖα προσέθηκεν, σκεπτέον, ὅταν λέγῃ τὰ ἄδικα εἰς τὰ ἄγρια καὶ τὰ δίκαια μεταβάλλειν εἰς τὰ ἥμερα, πότερον ἀλόγων εἶναι τῷ ὄντι μετοικίσεις ψυχῶν εἰς ἄλλα ζῷα ἄλογα, οἷον κυνείας ψυχῆς εἰς ἵππειον ζῷον μετιούσης,
τιούσης, ἢ καὶ ταύτας ψυχῶν μὲν ἀνθρωπίνων , μετενδυομένων δὲ ἀπὸ ἀλόγων εἰς ἄλογα, καὶ ἀπὸ μὲν τῶν ἀδικωτέρων ζῴων, οἶον ἰκτίνων καὶ λύκων καὶ ὅσα ἁρπακτικά, εἰς τὰ ἄγρια μεθισταμένων, οἷον ὅσα ἰοβόλα, ἃ δὴ παντελῶς ἐστιν ἀνήμερα· ἀπὸ δὲ τῶν δικαιοτέρων, οἶον πελαργῶν
καὶ τοιούτων ἄλλων, εἰς τὰ ἥμερα, οἶον μελίσσας καὶ μύρμηκας, ἃ δὴ πολιτικὰ γένη καὶ ἥμερα προσεῖπεν αὐτὸς ἐν τῷ Φαίδωνι [p. 82b], τὰ μὲν βασιλικῆς τὰ δὲ οἰκονομικῆς ἔχοντα ζωῆς ἴχνος.
ταύτας τὰς μεταβολὰς οὐκ ἀλόγων ψυχῶν ἀλλὰ ἀνθρωπίνων οἴεσθαι δεῖ λέγεσθαι παρὰ τοῦ Πλάτωνος, καὶ περὶ τούτων εἶναι μόνων ἁπλῶς σύμπαντα τὸν περὶ τῶν μετενσωματώσεων αὐτῷ λόγον. τοῦτο δὲ ἡμεῖς ἐκ πολλῶν ἀποδείξομεν. πρῶὅλωι 565 τον μὲν γὰρ ὁ τοῦ προφήτου λόγος οὐ πρὸς ἀλόγους, ἀλλὰ πρὸς λογικὰς ἦν ψυχάς· γελοῖον γὰρ ἀλόγοις λέγειν Ἀνάγκης θυγατρὸς κόρης Λαχέσεως ὄδε λόγος, καὶ οὐχ ὑμᾶς λήξεται δαίμων, ἀλλ’ ὑμεῖς δαίμονας αἱρήσεσθε,
καὶ αἰτία ἑλομένου, θεὸς ἀναίτιος [p. 617 de], καὶ 566 τελευ|αίῳ ἐπιόντι, σ[ὺν νῷ ἑλομένῳ, κ]εῖται βίος ἀγαπητός, ο[ὐ κακός [p. 619b]· ταῦτα γὰρ μά]την κατέτεινεν πρὸς τὰς φ[ύσιν οὐκ ἐ]χούσας ἐπαΐειν οὐχ ὄτι τῶν ἀπὸ νοῦ προϊόντων λόγων, ἀλλ’ οὐδὲ ὅλως λόγων ψυχὰς
οὐδὲ σὺν νῷ τι δυναμένας αἱρεῖσθαι καὶ πράττειν. ἔπειτα ὅτε διώριζεν αὐτός, πῶς δεῖ ποιεῖσθαι τὰς αἱρέσεις, καὶ ἔλεγεν ψυχῆς τάξιν μὴ ἐνεῖναι [p. 618b], σαφῶς ὡς περὶ λογικῶν διελέγετο ψυχῶν· ταύτας γὰρ ἠξίου μὴ ἐκπλήττεσθαι ὑπὸ δυνάμεων καὶ ὑπὸ πλούτων καὶ εὐγενειῶν,
ἀλλὰ κρίσιν ἐφιστάνειν τοῖς βίοις καὶ σκοπεῖν τὸν εἰς εὐδαιμονίαν ἄγειν μᾶλλον δυνάμενον ἐκ τῶν προτεινομένων· ἐν τούτοις δὴ πᾶσιν καὶ τοῖς τοιούτοις δῆλος ὢν οὐ περὶ ἀλόγων ἀλλὰ περὶ λογικῶν μόνον διαταττόμενος ψυχῶν· ποία γὰρ ἔκπληξις ἢ κρίσις πλούτου καὶ πενίας καὶ δυνάμεως
μεως καὶ ἀδυναμίας καὶ τῆς ἐν τούτοις μεσότητος ἐν ἀλόγοις; γοις; τρίτον τοίνυν μετὰ τὸ συμπληρῶσαι τοὺς περὶ τῶν μεταβολῶν λόγους πάντας κατάγων λοιπὸν εἰς τὴν γένεσιν πάσας ἀκούσωμεν, ὅσα φησίν [p. 620d]· ἐπειδὴ δ’ πάσας τὰς ψυχὰς τοὺς βίους ᾑρῆσθαι, πάσας ἰέναι
πρὸς τὴν Λάχεσιν καὶ τὸν δαίμονα δέχεσθαι παρ’ αὐτῆς φύλακα καὶ ἀποπληρωτήν, φησίν. εἰ οὖν πᾶσαι μὲν ᾕρηνται, ψυχαῖς δὲ ἀλόγοις αἵρεσις οὐκ οὐκ (οὐδὲ γὰρ προαίρεσις), δῆλον ὡς οὐκ ἦσαν ἐν ταῖς εἰρημέναις μεταβολαῖς ἀλόγων μετοικίσεις, ἀλλὰ ἀνθρωπίνων εἰσὶν πᾶσαι
ψυχῶν τὰς μετενδύσεις ἐκείνας ποιουμένων, καὶ ἀπ’ ἀρχῆς 567 εἰς τέλος περὶ ἐκείνων ἐστὶν ὁ λόγος. Μὴ οὖν ζητῶμεν καὶ ἄλογα ζῷα πῶς εἰς ἄλογα ἄλλα μέτεισιν, ἀλλὰ μένωμεν ἐπὶ τῶν λογικῶν ψυχῶν. | τὸ γὰρ αὐτεξούσιον καὶ τὸ ἐφ’ 568 ἡμῖν ἐν λογικαῖς ἐστι ζωαῖς· ὡς καὶ ὁ Ἀθηναῖος ξένος εἶπεν [legg. Χ p. 904b] ταῖς ἡμετέραις ψυχαῖς τὸν θεὸν τοῦ
πο[ιοῦ] δοῦναι τὴν ἐξουσίαν, ταύτας δὲ κυρίας οὔσας τοῦ μεταβάλλειν ἑαυτὰς κατὰ τὸ χεῖρον ἢ βέλτιον ὑπὸ τῆς εἱμαρμένης εἰς ἄλλην καὶ ἄλλην τάττεσθαι χώραν’, ἐν ᾗ ταχθεῖσαι πᾶσαι νικῶσαν μὲν ἀρετὴν ἐν τῷ κόσμῳ παρέξονται, κακίαν δὲ ἡττωμένην.
μνήμῃ τῶν ἔμπροσθεν βίων αὐτὸς ἀκοῦσαι λέγεται περὶ ἑαυτῆς ἱστορούσης, ὡς ἄρα ἐν περιόδοις προτέραις ἐν † Ἀδασμάστῃ τῆς Ἀττικῆς ἐγεγόνει παιδισκάριον καπήλοις τισὶν ὑπηρετοῦν, λήθῃ δὲ ὑπερβαλλούσῃ κατείχετο τῶν ἀεὶ προσταττομένων ὑπὸ τῶν χρωμένων, καὶ ἀπεκλάετο τὴν λήθην,
θην, ὥσπερ ὅτε ταῦτα ἔλεγεν τὴν μνήμην· συμμῖξαι οὖν αὐτήν τινι φάσματι καὶ αἰτῆσαι μνήμην καὶ αἰτήσασαν λαβεῖν, καὶ λαβοῦσαν πάντων ἑξῆς τῶν ἐκεῖθεν διαμνημονεύειν. γενέσθαι οὖν αὐτὴν ὡς ἐμέμνητο μετ’ ἐκεῖνον τὸν βίον κυνὸς ψυχήν, καὶ ἀχθεσθεισαν μετὰ τὴν σύνερξιν ὦσαι τὸν
κύνα ἐκ τέγους τινός, ἀπαλλαγῆναι βουλομένην τοῦ δεσμοῦ· καὶ τῆς ἀδίκου πράξεως εἰς τὸν κύνα δίκην τίνουσαν εἰς ὄφιν ἐλθεῖν, καὶ ἐκεῖνον κτεῖναι δυσχεράνασαν τὴν ψύχωσιν, ἐκτείνασαν αὐτὸν ἁμάξης κινουμένης ἔμπροσθεν τῆς ἁμάξης· 569 570 . κἀκεῖνον μὲν κατατμη|θέντα ἀπολέσθαι, μετὰ δὲ ἐκεῖνον ἄρκτον γενομένην καὶ τὸν εἱμαρμένον χρόνον τῷ ζῴῳ αυμωιοῦσαν εἰς ἄνθρωπον ἐλθεῖν. ἐκείνην μὲν οὖν καὶ τῆς μνήμης καὶ τῶν ἐπὶ τῇ μνήμῃ θρήνων ὁ Νεστόριος ἰάσατο
θεοῖς χρησάμενος συνεργοῖς καὶ περὶ τοῦ μέλλοντος ἔχειν ἀμείνους ἐλπίδας ἐποίησεν· ἐκ δὲ τούτων χρὴ λαβεῖν, ὅτι καὶ ἀπ’ ἄλλων ζῴων εἰς ἄλλα κατὰ δίκην γίνονται μεταστάσεις καὶ δι’ ἀδικίαν εἰς ἀγριώτερα, καὶ ὡς ἔστιν καὶ ἐν ἀλόγοις ἀδικία καὶ δικαιοσύνη, καὶ πάντων δίκη καὶ νόμος
εφορος.
καὶ εἴληπται πάντα ἐκ διαιρέσεως ἡμῖν τὰ εἴδη τῆς ζωῆς. συλλογισώμεθα δὲ ὅσα ἕπεται τοῖς δεδειγμένοις. ὧν ἐστι πρῶτον τὸ τὰς εἰς τὰ ἄλογα ζῷα καθόδους μὴ εἶναι τῶν ἐξ οὐρανοῦ ψυχῶν εἰς γένεσιν ἰουσῶν. οὐδὲ γὰρ ἄνοδος ἡ εἰς ἐκεῖνον τὸν τόπον ἐκ τῶν ἀλόγων γένοιτο ἄν, ἀλλ’, ὡς
εἴρηκεν αὐτός [p. 619 c], θ<τῶνθ> καὶ ἄνευ φιλοσοφίας ἢ νοῦ τό γε ἐν τεταγμένῃ πολιτείᾳ βεβιωκέναι πάντως ἐχουσῶν. οὕτως γὰρ καὶ ἔσται πάλιν εἰς τὸ ὅμοιον ἡ μετοίκισις, ἀπὸ τεταγμένης παρ’ ἀνθρώποις πολιτείας εἰς τὴν ἐν τῷ κόσμῳ τεταγμένην πολιτείαν· τοιαύτη δὲ ἡ τῶν κατ’ οὐρανὸν
περιιόντων, ὅπου θ<μήτε ἀδικεῖ μηδὲνθ> μήτε ἀδικεῖται, πάντα δὲ ἐν κόσμῳ φέρεται καὶ τάξει καὶ ζῇ μετ’ ἀλλήλων τὴν κοινὴν ζωήν, καὶ ἕκαστον τὴν ἑαυτοῦ παρέχεται συμπλήρωσιν εἰς τὸ ὅλον, τὰ ἑαυτοῦ πρᾶττον, καὶ ‘ὲν ἐπιτή- f. 179r. δευ|μα ἔχει πρόχ[ειρον. μί]α γὰρ ἰδέα [τῆς] τεταγμένης 571 ἐστὶν πολιτείας· ὡς καὶ τῆς πολιτείας ταύτης ἐν οὐρανῷ τὸ παράδειγμα ὁ Σωκράτης ἔλεγεν τετάχθαι τῆς ἀρίστης [IX p. 592 b]. χωροῦσιν οὖν εἰς οὐρανὸν οὐκ ἀπὸ τῶν ἀλόγων αἱ ψυχαὶ ζῴων· πορρωτάτω γὰρ ταῦτα τῶν οὐρανίων ζῴων τῶν νοῦν μιμουμένων τὰ ἄμοιρα λόγου, τῶν κύκλῳ κινουμένων
τὰ εἰς γῆν κύπτοντα, τῶν ἀεὶ τεταγμένων τὰ ἀεὶ τῇ αὑτῶν φύσει ἄτακτα, τῆς μεταβολῆς πανταχοῦ δι’ ὁμοιότητα γινομένης. Εἰ δὲ ἡ εἰς οὐρανὸν ἄφιξις οὐκ ἀπὸ ἀλόγου γίνεται οἰκήσεως, ἀλλ’ ἀπὸ τεταγμένης πολιτείας, ὡς αὐτός φησιν, οὐδὲ τὸ ἀνάπαλιν τῶν ἐξ οὐρανοῦ κατιουσῶν εἰς
ἄλογα ζῷα γένοιτο ἂν μετάστασις ἐκεῖθεν. καὶ γὰρ τοῦτο διώρισεν αὐτός, ὅτι κατὰ συνήθειαν τῶν ἔμπροσθεν βίων γίγνονται ταῖς ψυχαῖς αἱ αἱρέσεις [p. 620a]· ποία δὲ συγγενὴς πρὸς ἀλογίαν ἐστὶν πολιτείας ἀνθρωπίνης τεταγμένης; ἐπεὶ καὶ τὸ τυραννίσιν ἐπιτρέχειν διὰ τὰ κράτη
τῶν οὐρανίων ἐγγέγονεν ταῖς ἐξ οὐρανοῦ κατιούσαις· καὶ τοῦτο ἐκ συνηθείας τῆς περὶ τὰ οὐράνια, τὸ δὲ ὅλως εἰς ἄνθρωπον χωρεῖν θ<ἐκ θ> τῆς ἀνθρώπων ἀνθρώπων εἰς τὸν οὐρανὸν ἀφίξεως· μίξασαι οὖν ἀνθρωπίνην πολιτείαν καὶ δύναμιν κρατητικὴν εἰς ὄρεξιν τῆς τυραννικῆς κατέστησαν ζωῆς,
ἀφελοῦσαι μὲν τῆς ἀνθρωπίνης πολιτείας τὸ τεταγμένον, ὅπερ ἐποίησεν αὐτὰς τῆς ἐν οὐρανῷ λήξεως τυχεῖν, τῆς δὲ ἐν οὐρανῷ δυνάμεως ἀγνοήσασαι τὸ κατὰ νοῦν, διότι καὶ ἄνευ νοῦ πεποίηντο τὴν ἄνοδον· τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον γνωστόν. Ὅτι μὲν οὖν τὰς οὐρανόθεν κατιούσας εἰς γένεσιν
εἰς ἄλογα ζῷα | χωρεῖν ἀδύνατον, δῆλον· ἑπόμενον δὴ 572 τὰς ἐκ τῶν ὑπογείων τόπων τοῦτο τὸ πάθος ὑπομένειν, διὰ μὲν τὰ ἐν Ἅιδου δράματα καὶ μάλιστα τὰ περὶ τὸν Ἀρδιαπῖον ἐκτρεπομένας τοὺς τυραννικοὺς βίους, φερομένας 573 δὲ ὅμως ὡς αὐχμοῦ καὶ κόνεως μεστὰς εἰς τὰς χθονίας ζωὰς καὶ τὴν ἀλογίαν †δηλον.
βίον ἤ ἀλόγων;τὰς μὲν γὰρ παρούσας αὐτῶν αἱρέσεις ἑώρα, καὶ εἰς αὐτὰς βλέπων καὶ εἰς τὸ πᾶν τοιῶνδέ τινων βίων οἰστικὸν ὑπάρχον· τὰς δὲ πρὸ τῆς χιλιέτους περιόδου ζωὰς αὐτῶν, ἀφ’ ὧν εἰς τὰς τότε παρούσας ᾔεσαν, πῶς ἑώρα; καὶ πόθεν εἶχεν φράζειν, ὡς αἵ μὲν ἀνθρώπων εἰς κύκνους
ᾔεσαν καὶ ἀηδόνας, αἵ δὲ ἐξ ἀλόγων εἰς ἀνθρώπους, ὡς αἰ ἀπὸ κύκνων εἰς ἀνθρώπους, αἵ δὲ καὶ ἐξ ἀλόγων εἰς ἄλογα, καθάπερ αἱ ἐκ θηρίων εἰς θηρία μετενδυόμεναι; Μήποτε οὖν ἀληθὲς μὲν καὶ τὸ σὸν δὴ τοῦτο, ὦ φίλε ἑταῖρε, καὶ διηγουμένων ἀκοῦσαι ταῦτα τὸν Ἦρα τῶν ψυχῶν 15 (καὶ γὰρ εἴρηται τοῦτο πρότερον [p. 614 e] , ὅτι καὶ ἠσπάζοντο ἀλλήλας ὅσαι γνώριμαι καὶ διηγοῦντο τὰ σφῶν αὐτῶν, αἵ μὲν ὅσα ἴδοιεν ὑπὸ γῆς, αἵ δὲ τὰς ἐν οὐρανῷ πάσας εὐπαθείας· οὐδὲν οὖν θαυμαστὸςν τὰς ἐκ τῶν ὑπὸ γὴς δικαιωτηρίων καὶ τοὺς <βίους> διηγεῖσθαι
τοὺς ἔμπροσθεν, ἀφ’ ὧν ὁρμηθεῖσαι τὴν περίοδον ἐκείνην ἀνέτλησαν)· ἀληθὲς δὲ καὶ τὸ τοῖς πνευματικοῖς καὐτῶν περιβλήμασιν ἐκφαίνεσθαι τοὺς τύπους καὶ τὰς μορφὰς ἔτι τῶν προτέρων βίαων, εἰ μὲν <ἐν> ἀνθρώπου εἴδει ἐβεβιώκεσαν, 24 ἀνθρωποειδεῖς, εἰ δὲ ἐν ἀλόγων, ἐκείνοις παραπλησιας· 574 οὐχ ὡς ἐνδυομένων | τῶν ψυχῶν τὰ σώματα καὶ τυπουμένων ὑπ’ αὐτῶν εἰς ἑκάστου μορφήν, ἀλλ’ ὡς διὰ τὴν τοῦ λόγου προβολὴν καὶ τὸ πνεῦμα τὸ ἑαυτῶν τυπουσῶν εἰς τὴν ὁμοίαν τοῖς σκιγραφίαν. καὶ γὰρ 575 576 577 αἱ φαντασίαι ποικίλας περὶ τὸ πνεῦμα παρέχονται τοῦτο μορφὰς συνεξαλλαττόμενον αὐταῖς καὶ συνδιατιθέμενον· ἢ πῶς οἰόμεθα καὶ ἐν τοῖς φάσμασιν πολλάκις ἐν ὀλίγῳ χρόνου διαστήματι τὸ αὐτὸ φαίνεσθαι πολύμορφον καὶ φωνὰς ἐκπέμπειν οἰκείας τοῖς σχήμασιν τοῖς φανταζομένοις, ἢ ὑπὸ
τῆς φαντασίας μετασχηματιζόμενον ἕκαστον καὶ τοῖς μορφώμασιν οἰκείως συμφθεγγόμενον; οὐδὲν οὖν ἀπεικὸς δήπουθέν ἐστιν, καὶ τῶν ψυχῶν τὰ ὑλικὰ περιβλήματα σῴζειν τὸν τύπον τοῦ ἔμπροσθεν βίου, καὶ κατὰ τοῦτον οἶον ἐσκιαγραφημένον ἐν αὐτοῖς τῷ θεωμένῳ δηλοῦν, ἀφ’ οἵων ἥκουσι
ζῴων· μέχρις ἂν ἄλλου προβολὴ λόγου τοῦτον μὲν ἀφανίσῃ, τὸν δὲ προσήκοντα τῇ τοῦ παρόντος δυνάμει καὶ προκεχειρισμένου συμμεταμορφώσῃ, μετὰ τοῦ καὶ τὸ πᾶν εἰς τὴν ἐκείνου διάθεσιν συνεργεῖν καὶ φυλάττειν τὸν πρότερον καὶ τυποῦν τὸν δεύτερον, κατὰ τὴν οἰκείαν ἑκάτερον περίοδον.
Τοῦτο μὲν τοίνυν οὑτωσὶ φήσομεν καὶ τῷ ἀγγέλῳ τοῦδε τοῦ μύθου γενέσθαι γνώριμον, ἐξ οἵων ἥκουσι ζῴων αἱ ψυχαί, λογικῶν ἀλόγων, εἰς τὴν ἑπομένην γένεσιν.
ἐπὶ γένεσιν πρὸ ἀποκαταστάσεως τῶν ψυχῶν τελέας χιλιέτους
οὔσης πορείας ὁ τῶν θεαμάτων τούτων ἄγγελος ἰδεῖν φησιν τὴν Ὀρφέως ψυχὴν καὶ τὴν Αἴαντος καὶ τὰς ἄλλας εἰς γένεσιν ἐρχομένας, αἷς οὐκ ἴσος ἦν χρόνος τοῦ τε παρόντος βίου καὶ τοῦ προτέρου καὶ ὅλως οὐδεμιᾶς χιλιοστύος· ταῦτα γὰρ οὐκ ἔστι συγκλώθειν, τόν τε τῶν χιλίων ἐτῶν ἀριθμὸν
καὶ θ<τὸθ> ψυχὰς τὰς μὴ ἅμα βεβιωκυίας εἰς δευτέραν ἄγειν ὁμόχρονον καὶ συγκλήρους ποιεῖν. Ἡμεῖς μὲν οὖν καὶ τὸν τῆς χιλιάδος ἀριθμὸν ὅπως ἀκούειν δεῖ συμβολικῶς βολικῶς καὶ τὰ ὀνόματα τῶν ἡρωικῶν ψυχῶν προείπομεν· 579 καὶ κατὰ ταύτας τὰς ἐπιβολὰς οὐδέν ἐστιν ἐναντίον, εἵπερ ὃ μὲν εἶδός τι ζωῆς δηλοῖ περιοδικῆς, τὰ δὲ βίων διαφορὰς ὁμοίων ἐκείναις ταῖς ψυχαῖς, ἀλλ’ οὐκ αὐτὰς ἐκείνας οὐδὲ μαθηματικὸν ἀριθμὸν τὸν χίλια. Δεῖ δὲ μηδὲ τὴν τῶν
πρὸ ἡμῶν τινος ἐπιβολὴν ἀποκρύψασθαι, Ναυμάχιον λέγω τὸν Ἠπειρώτην, οὗ καὶ πρότερον ἐμνήσθην τὰς ἱστορίας παρατιθέμενος τῶν ἀναβίωσιν ἐχόντων ἃς ἐκεῖνος ἤθροι- 580 | δεν. περὶ γὰρ δυεῖν προβλημάτοιν εἰς τόνδε τὸν μῦθον μονόβιβλον συγγραψάμενος, περί τε τῆς ἀναβιώσεως καὶ
περὶ τοῦ π[ῶς δεῖ λῦσαι τὴν] εἰρημένην ἀπορίαν, ἀξιοῖ πρὸς θ<τὸθ> δεύτερον ἀπαντῶν, τὸν ἄγγελον τῶν τούτων θειοτέραν ἀλλαξάμενον ζωὴν τῆς μετὰ τοῦ σώματος οὕτως ὁρᾶν τὰς ψυχὰς τὰς αἱρουμένας τοὺς βίους ὡς οἱ κρείττους ἡμῶν, τὸν δαιμόνιον τρόπον. ὥσπερ οὖν οἱ θεοὶ
καὶ τὰ μήπω παρόντα [καὶ] ὁρῶσιν ὡς ἤδη παρόντα τὰ μὴ ἅμα ὅντα ὡς ἅμα (πάντα γὰρ ἐκείνοις ἅμα), τὸν αὐτὸν τρόπον καὶ τὸν Ἠρα κατὰ τὸ ἐν ἑαυτῷ θεῖον καὶ τὰς οὐχ ἅμα κατιούσας ψυχὰς ὡς ἅμα κατιούσας θεᾶσθαι (τοιαύτην γὰρ εἶναι πᾶσαν τὴν θείαν νόησιν καὶ τὴν ἐν
ἡμῖν)· ταύτας δὲ θεᾶσθαι καὶ οὐκ ἄλλας ὡς ἔχοντά τινας περὶ αὐτῶν ἐννοίας· καὶ τοῦτο μὲν ὡς ψυχὴν πάσχειν τὸ ἀφ’ ὧν ἔχει τὴν περὶ ψυχῶν ἁπλῶς θεωρίαν ποιεῖσθαι, τὸ δὲ ὡς παρόντα ὁρᾶν τὰ μὴ παρόντα καὶ ἅμα τὰ μὴ ἅμα 581 ὡς θείως ἐνεργοῦσαν. Τοσαῦτα μὲν ὁ Ναυμάχιος ἐφηυπόρησεν εἰς λύσιν τῆς προτεθείσης ἀπορίας. 582 29 Τριῶν δὲ ἡμῖν δεδειγμένων ἐν τούτοις, ἑνὸς μὲν ὅτι ᾱ ψυχῶν εἰσι λογικῶν αἱ μεταβολαὶ πᾶσαι μόνων ἢ ἀπ’ ἀνμήτε, 583 θρώπων εἰς ἄλογα μετιουσῶν ἢ ἀνάπαλιν ἢ ἀπ’ ἀρρένων 584 εἰς θήλεα | ἢ ἀνάπαλιν ἢ ἀπ’ ἀλόγων εἰς δὲ ὄτι αἱ εἰς ἄλογα μετοικήσεις τῶν ἀπὸ γῆς εἰσιν 585 ψυχῶν, ἀλλ’ οὐ τῶν ἐκ τοῦ οὐρανοῦ προελθουσῶν, δὲ ὅπως ἐγνώριζεν ὁ τούτων ἄγγελος τῶν θεαμάτων τὰς ἐξ
ἀνθρωπίνων βίων ἢ ἐξ ἀλόγων ὡρμημένας· καὶ δεδειγμένων πάντων οὐκ ἀπιθάνως ἕπεται τρία μετὰ ταῦτα συγγενῆ τούτοις διασκέψασθαι προβλήματα καὶ τὰ δοκοῦντα περὶ 586 αὐτῶν εἰπεῖν· ὧν ἕν μέν ἐστιν, εἰ πᾶσαν ψυχὴν εἰς γένεσιν κατιοῦσαν εἰς ἄλογα ζῷα κατιέναι δυνατόν, δυνατόν , ἢ ἔστιν γένος
587 ψυχῶν τῆς τοιαύτης ἄδεκτον ἀποπτώσεως· ἔτερον δὲ εἰ ἄλογον ζῷον ἔχει ψυχὴν ἐφεστῶσαν λογικὴν ἔξωθεν, καὶ οὐκ ἄλλως ψυχοῦσθαι καὶ ταῦτα δυνατὸν ἢ διὰ ψυχῆς λο- 588 δυναμούσης δυναμούσης τὴν ἐν αὐτοῖς ψυχὴν ἐνοῦσαν· τρίτον εἰ διὰ πάντων ἀλόγων ζῴων ἡ κάθοδός ἐστι τῶν λογικῶν
ψυχῶν κατὰ τὴν Πλάτωνος ψῆφον, καὶ εἰ μέχρι τούτων μονων.
τίον ἐνδεικνύμενον, ὡς ἄρα πάσας οὔεται τοῦτο πάσχειν τὸ πάθος. καὶ γὰρ ἐν Τιμαίῳ [p. 42c] πρὸς πάσας ὁ δημιουργὸς τὰς ψυχὰς λέγων τοὺς εἱμαρμένους νόμους τὴν ἁμαρτοῦσαν εἶπεν ἥξειν καὶ εἰς θήρειον φύσιν, μὴ διελόμενος ὅτι τισίν ἐστι τοῦτο προσῆκον ψυχαῖς καὶ οὐ πάσαις·
καὶ ἐν Φαίδρῳ [p. 248c sq.] τὴν μὲν φιλοσοφήσασαν εἰς τὸ αὐτό φησιν ἀφικνεῖσθαι, τρὶς ἐλομένην τὸν βίον τοῦτον, τὰς δὲ ἄλλας μετὰ τὸν πρῶτον βίον χωρεῖν καὶ εἰς ἄλογα ζῷα πιπτούσας, οὐχὶ γένει ψυχῶν ἀλλ’ εἴδει | ζωῆς ἀποδοὺς 590 δοὺς τὴν τοιαύτην πτῶσιν, ὡς καὶ τῆς φιλόσοφον βίον
ἑλομένης, εἰ μὴ ἀδόλως φιλοσοφήσειεν, ταὐτὰ ταῖς ἄλλαις 591 πάσχειν οὐκ ἀπεγνωσμένης παρ’ αὐτῷ· καὶ ἐν αὐτῷ μέντοι τῷδε τῷ μύθῳ [p. 618b] ψυχῆς τάξιν οὐκ ἐνεῖναι προείρηεκεν είρηκεν διὰ τὸ ἄλλον αἱρεῖσθαι βίον, καὶ οὐδ’ ἐνταῦθα τινὸς ψυχῆς ἴφη μὴ ἐνεῖναι τάξιν, ἀλλὰ ψυχῆς ἁπλῶς.
ὥστ’ ἐξ ἁπάντων τούτων εἶναι συλλαβεῖν πᾶσαν αὐτὸν ψυχὴν ὑπομένειν τὴν μεταβολὴν ταύτην μὴ ἀπογιγνώσκειν. Εἰ δὲ δὴ τὰς ἡρωικὰς ψυχὰς ἐξηλλάχθαι τῶν καλουμένων ἀνθρωπίνων κατ’ οὐσίαν ὑπείληφεν, εἰκάζειν ἔξεστιν, ὅτι ταύτας [τὰς] μέχρις ἀνθρώπων κατάγει, καθάπερ τὰς
μέχρι θηρίων. Ὅτι δὲ ἐκεῖνο Πλατωνικόν ἐστιν, λάβοις ἂν ἔκ τε τῶν ἐν τῇ πραγματείᾳ ταύτῃ [III p. 39 391d] ῥηθέντων πρὸς τοὺς μυθοπλάστας καὶ ἐπιτιμηθέντων, ὡς ἀνθρώπων τοὺς ἥρωας οὐδὲν βελτίους ποιοῦντας καὶ καὶ ἐκείνους πάθη προσήκοντα ἀνθρώποις ἀναπέμποντας, καὶ
ἐξ ὧν ἐν Κρατύλῳ [p. 397d sq.] τῶν δαιμόνων καὶ τῶν ἀνθρώπων ἐν μέσῳ τὸ τῶν ἡρώων ἔταξεν φῦλον, [καὶ] οἱ δαίμονες τῶν ἡρώων ὑπέρτεροι κατὰ τὴν οὐσίαν, οὕτω τοὺς ἥρωας τῶν ἀνθρώπων ὑψηλοτέρους θέμενος· καὶ ἐπὶ τούτοις ἀπὸ τῶν ἐν Νόμοις διωρισμένων [IV p.
ἐν οἷς ὡς θεῶν ἱερὰ καὶ θυσίας καὶ δαιμόνων, ὕτως καὶ τῶν θεῶν παίδων ἐδοκίμασεν σέβειν τοῖς ἑαυτοῦ τροφίμοις, ἐφεξῆς τάττων θεοὺς δαίμονας ἥρωας ἀνθρώπους, ὁσίας ἐξηλλαγμένας καὶ ψυχῶν γένη τέτταρα ποιῶν, θεῖον δαιμόνιολν 592 ἡρωικὸν ἀνθρώπινον , καθάπερ καὶ ἐν Κρατύλῳ 593 [p. 397 c — 399c] | τὰ ὀνόματα αὐτῶν ἐπισκοπῶν εἰς γὰρ ταῦτα καὶ τὰ τοιαῦτα συχνὰ ὄντα ἀποβλέψας τις εἰκάσειεν ἄν, ὅτι τὰς ἡρωικὰς ψυχάς, ἃς ἀποκαλεῖ παῖδας θεῶν, οὐ κατάγει καὶ εἰς θήρειον φύσιν ὡς τὰς ἀνθρώπων (οὐδὲ γὰρ ἂν ἔτι τῇ οὐσίᾳ διαφέροιεν, ὁμοπαθεῖς οὖσαι τῶν 594 ἀνθρωπίνων ὀνομαξομένων ψυχῶν), ἀλλ’ εἰς ἀνθρώπων βίους, ὥσπερ τὰς δαιμονίας οὐδ’ εἰς ἀνθρώπων βίους ἀπτώτους οὔσας εἰς γένεσιν.
πᾶσαν τῶν ὄντων σειράν· ὡς οὖν ἐπὶ τῶν σωμάτων οὐκ ἀπὸ τῶν ἀιδίων εὐθὺς τὰ πάμφθορα τὴν γένεσιν ἔσχεν, ἀλλὰ τὰ μεταξὺ τούτων ἀίδιά τε ὄντα καὶ οὐκ ἀίδια, καθάπερ τὰ στοιχεῖα τὰ ὑπὸ σελήνην, οὕτως ἄρα καὶ τῶν ψυχῶν οὐκ ἀπὸ τῶν ἀεὶ ἄνω μενουσῶν αἱ πᾶσαν ὑπομένουσαι
πτῶσιν ὑπέστησαν, ἀλλὰ μέσαι τούτων θ<αἱθ> πίπτουσαι ἐπιστρέφουσαι δὲ εἰς τὰς ἀρχάς, πρὶν εἰς βάθος πεσεῖν. εἰ δὲ ταῦτα κρατοίη, καὶ ὅσα ἐν Τιμαίῳ λέγει ὁ δημιουργός, καὶ ὅσα ἐν Φαίδρῳ γέγραπται περὶ τῶν πρώτας καθόδους ποιησαμένων ψυχῶν, καὶ τὸ ψυχῆς μὴ ἐνεῖναι τάξιν ἀνοίσομεν
εἰς τὸν κοινὸν περὶ ἁπασῶν λόγον κατιουσῶν εἰς γένεσιν· ἐν γὰρ ταύταις εἶναι καὶ τὰς πιπτούσας ἐπ’ ἔσχατον, καὶ διὰ ταύτας συνείρειν αὐτὸν τὰ ἑπόμενα ταῖς ποικίλαις αἱρέσεσιν, καὶ τοὺς περὶ τῶν δευτέρων καὶ τρίτων βίων τύπους εἰς ταύτας ὁρᾶν, ἀλλ’ οὐκ εἰς πάσας τὰς
κατιούσας ὁπωσοῦν ἐκεῖθεν δεῦρο ψυχάς. καὶ γὰρ ἐξ ὑποθέσεως λέγει τὰ ἐπακολουθοῦντα ταῖς ἁμαρτούσαις· εἴτε τινὲς εἶεν | διὰ τὴν ἄχραντον ζωὴν ἀναμάρτητοι, ταύτας 595 τῶν ἄλλων ἐξῃρῆσθαι ψυχῶν, εἴθ<τεθ> τινὲς ποικίλων καθαρεύουσαι, τούτων εἶναι καὶ τοὺς βίους μονοειδεῖς.
Τούτου μὲν δὴ τοῦ προβλήματος πέρι τοσαῦτα γράφομεν ἐφιστάντες.
πάντων ἄγει τῶν ἀλόγων γενῶν τὰς ἐν ἀνθρώποις ἀφροσύνῃ συμβεβιωκυίας ψυχάς, ἡμέρων τε καὶ ἀγρίων. καὶ ἔοικεν τῆς εἰς φυτὰ μόνα πτώσεως αὐτὰς ἐξαιρεῖν καὶ ταύτῃ τοῦ Ἐμπεδοκλέους διαφέρειν, ὅς φησιν καὶ θάμνος γενέσθαι ποτέ, καθάπερ οἰωνὸς καὶ ἐξ ἁλὸς ἔμπορος
ἰχθύς· προσήκειν ἡγούμενος αὐτὸς τὴν ἀνθρωπίνην ψυχὴν μὴ εἰς τὰ πορρωτάτω τῆς ἀνθρωπίνης ἐξολισθάνειν ζωῆς, ἀλλ’ εἰς τὰ καὶ αἴσθησιν ἔχοντα τρανεστέραν διὰ τὴν λογικὴν ζωήν (ἧς εἰκὼν ἡ αἴσθησις), καὶ τὴν κατὰ τόπον κίνησιν διὰ τὴν αὐτοκινησίαν (ἧς εἰκὼν ἡ τῶν ζῴων κατὰ
τόπον μάλιστα κίνησις). καὶ ὁρᾷς πάλιν τὴν συμφωνίαν τῶν δογμάτων· ὡς γὰρ τὰς ἡρωικὰς ψυχὰς ἄγει μέχρις ἀνθρώπων, ἀλλ’ οὐ μέχρις ἀλόγων, οὕτω τὰς ἀνθρωπίνας μέχρις ἀλόγων, ἀλλ’ οὐ μέχρι φυτῶν. ὅτι γὰρ οὐ κατὰ τὸν Εμπεδοκλέα καὶ αὐτὸς ἐνδεῖ καὶ φυτοῖς τὴν ψυχὴν τὴν
ἀνθρωπίνην, δηλοῖ μὲν καὶ ὁ Τίμαιος, τὰς τῶν ζῴων γενέσεις ἀπὸ ταύτης πάσας διατιθείς, τὰ δὲ φυτὰ λέγων [p. 77a] ἄλλαις αἰσθήσεσιν κεραννύντας τροφῆς ἔνεκα τῶν 597 . ζῴων γῆσαι τοὺς θεοὺς] καὶ μέτοχα ποιῆσαι τοῦ τρίτου εἴδους] τῆς ψυχῆς, τῆς ἐπιθυμίας δήπου λέγων·
δηλοῖ δὲ καὶ ὁ ἐν Φαίδωνι [p. 81 c sq.] Σωκράτης, εἰς τὰ τῶν ζῴων γένη μεθιστὰς τὴν ἡμετέραν ψυχὴν ἄλλην εἰς ἄλλα κατ’ ἄλλο ζωῆς εἶδος, ἀλλ’ οὐκ εἰς φυτὰ καθάπερ ἐκεῖνος.
οὐκ ἀπὸ λογικῶν ψυχῶν μόνων, ὁπόταν λέγῃ καὶ ἐκ θηρίου ψυχὴν ἀφικνεῖσθαι πάλιν εἰς ἄνθρωπον, ὅς ποτε ἄνθρωπος ἦν· οὐ γὰρ ἥ γε μήποτε ἰδοῦσα τὴν ἀλήθειαν, φησίν, εἰς τόδε ἥξει τὸ σχῆμα· σαφῶς καὶ αὐτός, ὥσπερ καὶ Ἀριστοτέλης [de anima Ι 3 p. 407b 22]
ἀξιοῖ, διορίζων μὴ τὴν τυχοῦσαν ψυχὴν εἰς τὰ τυχόντα σώματα εἰσδύεσθαι καὶ κατατάττεσθαι ἐν αὐτοῖς καὶ συμπληροῦν ζῷον ἕν. τὴν μὲν γὰρ ἀνθρωπίνην ψυχὴν ἐν ἀλόγῳ γενέσθαι δυνατόν, ἔξωθεν σχετικῶς συνοῦσαν (ὅπου γε ἐν ἡμῖν δαίμονος σχέσιν πρὸς τὸ ζῷον ὁ Τίμαιος [p. 41cd]
τῇ λογικῇ ψυχῇ δέδωκεν· πολλῷ δὴ οὖν τῷ ἀλόγῳ μᾶλλον ὡς δαίμων ἐφέστηκεν, διὰ τῆς ἀλογίας δηλονθ<ότιθ> συναφθείς), τὴν δὲ ἄλογον ἐν κατατάξει μὲν γενέσθαι ἐν ἀνθρώπου σώματι πάντως ἀδύνατον διὰ τὴν εἰρημένην αἰτίαν, τῇ ἀλόγῳ ζωῇ τοῦ ἀνθρωπείου σχήματος μὴ συμβαίνοντος
(τοῦτο μὲν γάρ, φησίν ὁ Τίμαιος [p. 90a], εἰς οὐρανὸν ἀνακρεμάννυσιν | τὴν κεφαλὴν δεικνῦον ὡς φυτὸν οὐκ ἔγγειον ἀλλ’ οὐράνιον, ἐκείνη δὲ κάτω βλέπει καὶ οὐδὲν ἔχει πρὸς οὐρανὸν ἀνανεῦον), ἔξωθεν δὲ ἐφεστάναι τῇ ἀνθρωπίνῃ ψυχῇ κατὰ σχέσιν, ὡς ταύτην τῷ
ἀλόγῳ, φαμὲν ἀδυνατώτερον· ποῦ γὰρ λόγῳ τὸ ἄλογον ἔχει φύσιν ἐφεστάναι; Τοῦτο τοίνυν τοῦ Σωκράτους λέγοντος, ὃς ποτε ἄνθρωπος ἦν εἰς ἄνθρωπον μετιέναι, δόξειεν ἄν τις καὶ ἄλλος εἶναι ψυχώσεως τρόπος τῶν ἀλόγων ἀπὸ 599 τῆς ἰδίας ἐκείνων ψυχῆς, ἀλλ’ οὐκ ἀπὸ τῆς ἀνθρωπίνης μόνης, ὥσπερ δοκεῖ λέγειν ὁ Τίμαιος. Οὐ μὴν ἀλλὰ καὶ τὴν τοῦ Σωκράτους δόξαν ἐπαναγαγεῖν δυνατὸν εἰς τὴν τοῦ Τιμαίου παράδοσιν — ἔστω γὰρ ἐν ἅπασι τοῖς ἀλόγοις
ἀνθρωπίνη ψυχή, μετὰ δὲ ταύτης ἡ ἰδία τοῦ ἀλόγου ζῴου καὶ πρὸ ταύτης· αὕτη οὖν ἐπάνεισιν εἰς ἄνθρωπον ἡ ἐν σχέσει ψυχοῦσα τὸ ἄλογον, ἀλλ’ οὐχ ἡ ἐν κατατάξει (καὶ τοῦτο ἂν λέγοι καὶ ὁ Σωκράτης λέγων οὐ γὰρ ἥ γε μήποτε ἰδοῦσα τὴν ἀλήθειαν εἰς τόδε ἥξει τὸ σχῆμα,
τὴν μηδέποτε ἰδοῦσαν τὴν ἀλήθειαν ἐκείνην λέγων τὴν πρὸ τῆς ἀνθρωπίνης ψυχώσασαν τὸ ἄλογον καὶ ποιήσασαν ἐξ ἑαυτῆς καὶ ἐκείνης ζῷον ‘ὲν ὅλον) — καὶ τὴν τοῦ Τιμαίου μέντοι κρίσιν εἰς τὴν πᾶσιν πρόχειρον τοῦ Σωκράτους δόξαν περὶ τῆς διττῆς ψυχώσεως· καὶ γὰρ εἰ εἰς πάντα ἄλογα
ζῷα δυνατὸν χωρεῖν ψυχὴν ἀνθρώπου καὶ πάντα δι’ ἑαυτῆς ψυχοῦν, ἀλλ’ οὔπω λέγεται ὅτι καὶ μόνη ψύχωσις αὕτη τῶν ἀλόγων ἐστὶν ὑπὸ τοῦ Τιμαίου· κωλύει τοίνυν οὐδὲν δύο τρόπων ὄντων τῆς ψυχώσεως τὸν ἕτερον μὲν μόνον | 600 . ἐκλέξασθαι τὸν Τίμαιον δι’ αἰτίας εὐλογίστους, ἃς εἴπομεν
ἐν τοῖς εἰς τὸν Τίμαιον ἐκδεδομένοις, μηκέτι δὲ προσθέντα καὶ ὅτι μόνον οἴεται τοῦτον εἶναι ψυχώσεως τῶν ἀλόγων τρόπον, χώραν διδόναι καὶ ταῖς τοῦ Σωκράτους περὶ ἀμφοτέρων ἐνδείξεσιν.
ἑαυτὸ τὸ δόγμα λοιπὸν θεωρίας ἐστὶν ἄξιον, εἴτε καὶ πᾶν ζῷον ἄλογον μόνως ψυχοῦται ἀπὸ τῆς ἀνθρωπίνης ψυχῆς, εἴτε καὶ ἔστιν ἄνευ ταύτης ἰδία τις τῶν ἀλόγων ψύχωσις. τὸ μὲν οὖν ἐκάστῳ τῶν ἀλόγων ζῴων παρεῖναι * * * δόξειεν, ἵν’ ἔχοι τὴν προσεχῶς ἐμπνέουσαν αὐτὸ ζωήν, τῆς ἐν καταἐπαναγεῖν 601 τάξει διὰ τὴν ἐν τῷ σώματι τῷ ‘σκιδναμένῳ’ κατάταξιν αὐτῆς ἑαυτὴν συνέχειν ἀσθενούσης καὶ δεομένης ἄλλης ἔξωθεν τῆς ζῳογονεῖν αὐτὴν δυναμένης ἀποσβεννυμένην, ὥσπερ καὶ τὸ σῶμα ἐν ᾡ ἐστιν. τὸ δὲ αὖ εἶναί τινα ζῷα ἄλογα καὶ μὴ ὑπὸ ψυχῆς ἀνθρωπίνης ζῳογονούμενα πιστὸν διὰ
τὸν τῆς μεσότητος λόγον· εἰ γὰρ τὰ μὲν φυτὰ τοῦ τρίτου μετέχει τῆς ψυχῆς εἴδους, ἄδεκτα ὄντα ψυχῆς ἀνθρωπίνης, τινὰ δὲ τῶν ἀλόγων ζῴων ὑπ’ ἀνθρωπίνης ψυχοῦται ψυχῆς, εἶναι δεῖ που καὶ τὰ μέσα τούτων, μετέχοντα μὲν πάσης τῆς ἀλόγου ζωῆς καὶ ταύτῃ κρείττονα τῶν φυτῶν ὄντα, χωρὶς
δὲ ἀνθρωπίνης εἰς αὐτὰ παρούσης ψυχῆς ζῶντα καὶ ταύτῃ τῶν καὶ ἐκείνης μετεχόντων χείρονα· καὶ ταῦτα ἄλλοτε ἄλλα γίνεσθαι, καθάπερ καὶ τῶν ἀνθρώπων ἄλλοτε ἄλλοι δαιμονίας ἐπιπνοίας μετέχουσιν. τοῦτο μὲν οὖν ἐπιστάσεως 602 ἄξιον· καὶ παραβλητέον τῷ τῆς μεσότητος | λόγῳ τὸν ἀπὸ 603 τοῦ δεῖσθαι τὰς τῶν ἀλόγων ψυχὰς τῆς ἀνθρωπίνης ψυχῆς εἰς τὸ συνέχεσθαι παρ’ αὐτῆς. μήποτε γὰρ τοῦτο μὲν καὶ ἀπὸ τῶν ἐφεστώτων αὐταῖς δυνατὸν ὑπάρχειν, ἄνευ δὲ μεσότητος ἢ οὐσίας ἢ ζωὰς ἢ γνώσεις ἀδύνατον παραγενέσθαι. καὶ δεῖ τινα καὶ ἀλόγων εἶναι ζῴων φύσιν ἰδίαν ἔχουσαν
ψύχωσιν, ὥσπερ καὶ τῶν φυτῶν, καὶ τὴν ἀνθρωπίνην ψυχὴν ἁμαρτοῦσαν ἐνδύεσθαι τὴν ἐκείνων ζωὴν καὶ παρὰ φύσιν· οὐκ ἂν παρὰ φύσιν οὔσης τῆς μεταστάσεως, εἰ μὴ δυνατὸν ἦν ἄλλως ψυχοῦσθαι τὰ ἄλογα, καθ’ ἕνα δὲ μόνον τρόπον διὰ ψυχῆς ἀνθρωπίνης. οὐδὲν γὰρ ἐκ τοῦ παρὰ
φύσιν † μόνον ἀεὶ γίνεται κατὰ φύσιν· τὸ οὖν πάντα γενᾶσθαι παρὰ φύσιν πλὴν ἀνθρώπου παντελῶς ἄτοπον. ὅτι δὲ παρὰ φύσιν ταῖς ἀνθρωπίναις ψυχαῖς ἡ εἰς τὰ ἄλογα μετάβασις, οὐ τὰ λόγια μόνον διδάσκει λέγοντα θεσμὸν 604 ἀπαὶ μακάρων εἶναι τοῦτον ἄλυτον, τὴν ἀνθρώπου ψυχὴν
οὔσης· ἀλλὰ καὶ Πλάτων, ἁμαρτουσῶν ψυχῶν εἶναι τὴν τοιαύτην ψύχωσιν τιθέμενος. ἄτοπον δὴ τὸ μόνην καὶ πᾶσαν τὴν τῶν ἀλόγων σύστασιν κατὰ φύσιν μὴ εἶναι, καὶ φυτῶν καὶ ἀνθρώπων κατὰ φύσιν γινομένων. τίνι γὰρ ἔσται κατὰ φύσιν; ταῖς ψυχαῖς; ἀλλὰ πᾶσαι παρὰ φύσιν
ξῶσιν ἐν τοιούτοις οὖσαι σώμασιν. ἀλλὰ τοῖς σώμασιν; ἀλλ' οὐδὲ τούτοις κατὰ φύσιν, ψυχῶν οὐσιν ὁργάνοις παρὰ φύσιν αὐτοῖς χρωμένων· πᾶν γὰρ ὄργανον κατὰ φύσιν ἐστὶν τοῦ χρωμένου κατὰ φύσιν. εἰ δὲ δὴ καὶ δαιμόνων ἔστιν 605 φῦλον ἄλογον καὶ οὐ πᾶν τὸ δαιμόνιον λογικόν — ἐπεὶ Ι 606 πῶς ἡ Διοτίμα φησὶν τὴν γοητείαν καὶ οὐ τὴν ἱερα- τικὴν μόνην γίνεσθαι διὰ τοῦ δαιμονίου γένους, εἰ μὴ πρὸς τῷ λογικῷ τι δαιμόνιον καὶ ἄλογον ἦν; ὃ δὴ καὶ τὰ λό- για κυσὶν ἀπεικάζειν εἴωθεν καὶ πηρὸν ἀποκαλεῖν ἀποκαλεῖν ὡς νοῦ καὶ διανοίας ἄμοιρον) —, πῶς οὐχὶ καὶ θνητὸν ἔστιν
τι μόνως ἄλογον γένος ψυχῆς ἀνθρωπίνης ἀμέτοχον; οὐ γάρ που κἀκεῖνο φήσομεν ὑπὸ τοιαύτης γεγονέναι ψυχῆς ἀίδιον ὄν, οὐδὲ ἀιδίου γένους ἀλόγου καὶ ἄνευ ἀνθρωπίνης ὄντος ψυχῆς θνητὸν ἀδύνατον εἶναι τοιοῦτον φήσομεν. ἔτι δὲ ἑκάστην τῶν ἰδεῶν μὴ κατὰ τὴν ἑαυτῆς ἰδιότητα τῶν
ζῴων εἴδη γεννᾶν, ἀλλὰ πάσας δεῖσθαι μιᾶς, πρὸς ἣν ἀντι- διῄρηνται, παντελῶς ἄτοπον. δεήσονται γὰρ αἱ τῶν ἀλόγων ζῴων ἰδέαι μιᾶς πᾶσαι τῆς ἀνθρώπου διὰ τὴν ἀνθρωπίνην ψυχήν, ἄνευ ταύτης ἵππον ἢ κύνα ἢ λέοντα γεννήσασθαι μὴ δυνάμεναι μηδ’ ἄλλο τι ζῷον, εἰ δι’ ἐκείνης πᾶσαι
ψυχοῦσιν τὰ τῇδε ζῷα, τρόπον δὲ ἄλλον ἀδυνατοῦσι ποιεῖν 607 κύνας καὶ ἵππους καὶ λέοντας καὶ ἕκαστα τῶν ἄλλων ζώων. τί οὖν ἐστιν ὃ δὴ γεννῶσιν; τὸ μὲν γὰρ εἶδος ἐξ ἄλλης παραγίνεται τοῖς ζῴοις ἰδέας τῆς ἀνθρωπίνης· εἰ δὲ τὴν ὕλην ὑφιστᾶσι μόνην οἷον τὸ σῶμα τῶν ζῴων, οὐκέτι ζῴων ἔσονται ἰδέαι, ἀλλὰ ὕλης τῶν ζῴων, καὶ ταύτης ἀλλοτρίας
τῶν εἰδῶν. οὐκ ἄρα μόνος οὗτός ἐστι τῆς τῶν ἀλόγων ψυχώσεως ὁ τρόπος, ἀλλὰ πρὸ τούτου πάντως τῶν ἰδίων ψυχῶν ἑκάστοις ἐστὶ γένεσις, πρὸ τοῦ παρὰ φύσιν τῆς κατὰ φύσιν ψυχώσεως οὔσης καὶ πρὸ τῆς μερικῆς τῆς κοινῆς πάντων τῶν ὁμοειδῶν· ταῦτα καὶ τῆς Ὀρφικῆς ἡμᾶς ἐκδιδασκούσης
Ι θεολογίας. ἢ οὐχὶ καὶ Ὀρφεὺς [fr. 222] 608 τὰ τοιαῦτα σαφῶς παραδίδωσιν, ὅταν μετὰ τὴν τῶν Τιτάνων μυθικὴν δίκην καὶ τὴν ἐξ ἐκείνων γένεσιν τῶν θνητῶν τούτων ξᾠων ζῴων λέγῃ πρῶτον μέν, ὅτι τοὺς βίους ἀμείβουσιν αἱ ψυχαὶ κατὰ δή τινας περιόδους καὶ εἰσδύονται
ἄλλαι εἰς ἄλλα σώματα πολλάκις ἀνθρώπων·
μετοίκισιν αὐτῶν παραδίδωσιν. τοῦτο δὲ οὐδ’ ἂν Ἀριστοτέλης ἀπαγορεύσειεν, εἴπερ ἀθανάτους τε εἶναι δίδωσιν τὰς ψυχὰς καὶ τῷ πλήθει πεπερασμένας καὶ τὸν κόσμον ἀίδιον· ὧν τὸ μὲν καὶ λέγει καὶ δείκνυσιν, ἀίδιον εἶναι τὸν κόσμον· τὸ δὲ ὁμολογεῖ σαφῶς, ὅταν λέγῃ περὶ
τοῦ δυνάμει νοῦ· καὶ τοῦτο μόνον τῶν ἐν ἡμῖν ἀθάνατον· τὸ δὲ ἀναγκάζεται συγχωρεῖν, τὸ πᾶν ἀίδιον πλῆθος εἶναι πεπερασμένον. οι
ἀνθρώπων ζῴοισι μετέρχεται ἄλλοθεν ἄλλοις· ἄλλοτε μέν θ' ἵππος, τότε γίνεται . . . . . . ἄλλοτε δὲ πρόβατον, τότε δ’ ὄρνεον αἰνὸν ἰδέσθαι, ἄλλοτε δ’ αὖ κύνεόν τε δέμας φωνή τε βαρεῖα, καὶ ψυχρῶν ὀφίων ἕρπει γένος ἐν χθονὶ δίῃ.
καὶ ἡμῖν περὶ αὐτῶν ἐν τοῖς τῆς παλινῳδίας ὑπομνήμασιν, ὅπως ἐστὶν ἐλεγκτέα, διὰ πλειόνων.
ὁππότε δ’ ἄνθρωπος προλίπῃ φάος ἠελίοιο, ψυχὰς ἀθανάτας κατάγει Κυλλήνιος Ἑρμῆς γαίης ἐς κευθμῶνα πελώριον· 612 613 δι’ ὧν τὰς μὲν ἀνθρωπίνας ψυχὰς βούλεται χωρεῖν εἰς τὸν ὑποχθόνιον τόπον καθάρσεως ἕνεκα καὶ κολάσεως καὶ εἰς τὰ δεσμωτήρια τῆς τίσεως, τὰς δὲ τῶν ἀλόγων αὐτοῦ περὶ τὸν ἀέρα πωτᾶσθαι, μέχρις ἂν εἰς ἄλλα σώματα πάλιν ἐνδεθῶσιν. εἰ δ’ ἦσαν καὶ αἱ τῶν ἀλόγων ψυχώσεις ἀπὸ
ψυχῶν ἀνθρωπίνων μόνων, πάσας ἴδει φάναι τὸν Ἐρμῆν εἰς Ἅιδου κατάγειν ἢ καθαρθησομένας ἢ κολασθησομένας· ὥσπερ καὶ Πλάτων ποιεῖ καὶ τὰς ἐκ τῶν ἀλόγων, ἀνθρωπίνας δὲ οὔσας ψυχὰς εἰς τὸν ὑπὸ γῆς τόπον ἀπάγων καὶ πάλιν ἐκεῖθεν στέλλων εἰς ἄλλας βίων αἱρέσεις, ἃ δὴ πρότερον
ἐπεδείξαμεν. ἐπεὶ καὶ τὰ ἄλλα παρ’ Ὀρφέως ἐμυθολόγησεν λαβών, οἷον ὅτι ἐν τῷ Ἀχέροντι καθαίρονται καὶ τυγχάνουσιν εὐμοιρίας τινός [fr. 154]. οἱ̔ μέν κ' εὐαγέωσιν ὑπ' αὐγὰς ἠελίοιο, αὖτις ἀποφθίμενοι μαλακώτερον οἶτον ἔχουσιν
ἐν καλῷ λειμῶνι βαθύρροον ἀμφ’ Ἀχέροντα,
διαφέρει τῶν ἄλλων ἁπασῶν, εἰς ἄλογα ζῷα κατάγειν καὶ κύκνου ψυχὴν ποιεῖν [p. 620]a; οὗ καὶ τὴν περὶ τῶν θείων ὑφήγησιν αὐτὸς ἐν Τιμαίῳ [p. 40e] πιστὴν εἶναί φησιν καίπερ ἄνευ τε εἰκότων λόγων καὶ ἀποδείξεων λεγο- 614 615 μένην, ὡς δι’ ἐνθεασμὸν εἰδότος μάλιστα τὰ τῶν θεῶν πατέρων ὄντων, εἴ τις ἔστιν τῆς θεογονίας τοῖς Ἕλλησιν πατήρ, ἣν αὐτὸς παραδοῦναι προθέμενος ἐπὶ τοὺς παραδόντας πρώτους ἀνάγει τὴν περὶ αὐτῆς ἀλήθειαν.
ᾑρῆσθαι, ὥσπερ ἔλαχον, ἐν τάξει προσιέναι πρὸς τὴν Λάχεσιν ἕως τοῦ ἀμεταστρεπτὶ ὑπὸ τὸν τῆς ἀνάγκης θρόνον [p. 620de] .
μεταδόσεις. δεῖ γὰρ ἐνεῖναι τὸ μὴ ἀπηρτῆσθαι τὰ μέρη ποτὲ τῶν ὅλων μηδὲ τὸ αὐτεξούσιον ἀφανίζειν τὴν τάξιν, ὥσπερ μηδὲ τὴν τάξιν ἀνατρέπειν τὸ αὐτεξούσιον, ὃ δὴ κατ’ 616 οὐσίαν I ἡμῶν ὑπάρχει ταῖς ψυχαῖς. συντάττονται δ’ οὖν οἱ βίοι τῶν ἑλομένων πασῶν ψυχῶν πρὸς τὴν Λάχεσιν τὴν
καὶ τὸν κλῆρον αὐταῖς τὸν περιληπτικὸν τῶν βίων ἀφορίσασαν, εἰκότως· ὅλον γὰρ αὕτη κινεῖ τὸν οὐρανὸν ἐν τοῖς γόνασι κείμενον τῆς μητρός. ἡ δὲ Λάχεσις, φησίν, ὥσπερ ἔλαχον, οὕτω καὶ κατὰ τὴν αὐτὴν τάξιν προσελθούσαις τῶν μὲν πρώτων, τῶν δὲ δευτέρων, τῶν δὲ ταύταις ἑπομένων
ἀπονέμει τὸν δαίμονα φύλακα τοῦ βίου, ὃν ἑκάστη προείλετο, καὶ τῶν αἱρεθέντων ἀποπληρωτήν. καὶ ὁ δαίμων οὖν ἡμῖν ἀπὸ τῆς αὐτῆς δίδοται Μοίρας, ἀφ’ ἧς ὁ κλῆρος καὶ τὰ παραδείγματα τῶν βίων. καὶ γὰρ οὗτος ἐπίτροπος ἡμῶν ἐστιν τοῦ βίου, τρίτος ὢν ἀπὸ τῆς Λαχέσεως· ἣ μὲν αὐτόθεν
ὡς θεὸς ἡμῖν ἐφίστησιν τὸν δαίμονα τοῦτον, ὁ δὲ 617 προφήτης ὡς ἄγγελος τῆς Λαχέσεως· διὸ καὶ ὃ μὲν λέγων αὐτὸν ἐπέστησεν, ἣ δὲ δρῶσα τοῦτο χωρὶς λόγων τὸν προσήκοντα θεοῖς τρόπον. τὸ μὲν οὖν προσελθεῖν ἐστιν τῇ Λαχέσει τὸ συνταχθῆναι πρὸς τὰς ποιήσεις αὐτῆς εἰς τὸ πᾶν προϊούσας καὶ ὑποδέξασθαι τὴν δόσιν τὴν εἰς ἡμᾶς
καθήκουσαν, ὡς μέρη τοῦ παντὸς γενομένους.
κινεῖ) καὶ ὑπὸ τὴν ἐπιστροφὴν ταύτην τῆς τοῦ ἀτράκτου δίνης. καὶ προσεκτέον ὅπως εἶπεν ὑπὸ τὴν Κλωθὼ τὸν δαίμονα ἄγειν, ἀλλ’ οὐκ ἐπὶ τὴν Κλωθώ. καίτοι γε εἰ ἄνωθεν ἠγόμεθα, τοῦτον ἦν τρόπον ὀρθότερον εἰπεῖν· ἀπὸ Ι 618 τῆς Λαχέσεως ἐπὶ τὴν Κλωθώ. νῦν δὲ οὐχ οὕτως εἶπεν, 619 ἀλλ’ ὡς ὑπὸ σελήνην οὖσαν τὴν ψυχήν, ὑποταττομένην δὲ ταῖς Μοιρῶν ποιήσεσιν διὰ τὴν εἰς γένεσιν ῥοπὴν ὑπὸ τὴν Κλωθώ φησιν ἄγεσθαι καὶ αὖθις ἐπὶ τὴν Ἄτροπον ὑπὸ τοῦ δαίμονος, ὡς ὑποκατακλινομένην ταῖς περιόδοις αὐτῶν καὶ ὑποδεχομένην τὰς εἰς ἡμᾶς κινήσεις διαβαινούσας
ἐκεῖθεν. Τί οὖν ἀπὸ τῆς Κλωθοῦς παραγίνεται; κυρωθῆναί φησιν ἣν εἱλόμεθα μοῖραν· οὐχὶ τὸ τῆς ζωῆς εἶδος μόνον, ἀλλὰ καὶ τὰ ἀπονεμόμενα ἡμῖν ἀπὸ τοῦ παντός. ἐκ γὰρ τῆς Λαχέσεως, παρ’ ἦς καὶ βίος, τὰ συναμφότερα ἔχομεν· ἡ δὲ Κλωθὼ κυροῖ ταῦτα τοῖς ἑαυτῆς νήμασι καὶ κλώσμασιν,
ἐπιρρέουσα ἡμῖν τὰς ἐκ τῆς ἀπλανοῦς δόσεις. αὕτη γὰρ ἡ κύρωσις· ἐπειδὴ δὲ ἀπὸ τοῦ ὑψηλοτάτου κύκλου πρόεισιν εἰς ἡμᾶς ὄντας ὑπὸ σελήνην, κλώσει τινὶ ἀπείκασται, καὶ τὸ ὄνομα ἔσχεν ἐντεῦθεν ἡ Κλωθώ. δηλοῖ δὲ καὶ τὴν συμπλοκὴν ἅμα τῶν ἐκεῖθεν διδομένων· καὶ γὰρ τὰ κλωθόδόσεις,
620 μενα περστρέφεταί πως ἑαυτοῖς ἠλάκατα στρωφῶσα, φησὶν ἡ ποίησις [Od, ζ 53 ρ 97]). οὔκουν μόνον ἀπὸ τῶν ζῳδίων, ἀλλὰ καὶ ἀπὸ τῶν παρανατελλόντων ἔρχεται εἰς ἡμᾶς παμπόλλη τις δόσις· ἀφ’ ὧν καὶ εἰώθασι Χαλδαῖοί τε
καὶ Αἰγύπτιοι πολλὰ περὶ τῶν βίων ἡμῶν προγιγνώσκειν, ὡς μεγάλην μοῖραν καὶ τούτων ἐχόντων καὶ δραστήριον περὶ τὰς γενέσεις. τὴν οὖν ἀπὸ πάντων τούτων εἰρομένην ποίησιν καὶ συμπλεκομένην στρέψει καὶ περιστροφῇ μετὰ τῆς ἄνωθεν εἰς τὸ κάτω τοῦ νήματος τάσεως ἀπείκασαν οἱ παλαιοὶ
λαιοὶ καὶ ἀπεικάσαντες Κλωθὼ διὰ ταῦτα τὴν Μοῖραν ἐκάλεσαν.
γὰρ αὕτη παρὰ τῆς Κλωθοῦς τὴν νῆσιν διὰ τῶν πλανωμένων κύκλων ἄλλα ἐπ' ἄλλοις ἡμῖν ἐκεῖθεν ἐκ τῶν κινήσεων αὐτῶν προξενεῖ. καὶ ὅσῳ δὴ πλέον τὰ δεύτερα ἐπὶ τοῖς πρὸ αὐτῶν εἰς ἡμᾶς δρᾷ, τόσῳ μᾶλλον ἄφυκτα πάντα γίνεται τὰ μοιραῖα. βαθύνουσα γὰρ ἡ ψυχὴ πλείοσιν ὐποκατακλίνεται
κατακλίνεται περιόδοις, ἀφ’ ὧν οὐκέτι δυνατὸν ἀναφυγεῖν μὴ τέλος ἐπιθεῖσαν τοῖς αἱρεθεῖσιν.
γίνεσθαι καὶ τάξιν ἡμῖν ἐφήκουσαν, καὶ διὰ τῶν πλανωμένων ἡμῖν τὰ ἀπὸ τῶν ἀπλανῶν δίδοσθαι, τῶν τε κύκλων τῶν ἐκεῖ καὶ τῶν ἐν αὐτοῖς μοιρῶν καὶ τῶν ἀστέρων καὶ τῶν ὅλων ζῳδίων καὶ τῶν ἄλλων συστάσεων, οἷαί ποτ’ ἂν ὦσιν, ἃς ἄνθρωποι κατιδόντες ἐπεφήμισαν ἄλλας ἄλλοις
ὀνόμασιν. τὰ μὲν γὰρ ἀπὸ τούτων ἔργα εἶναι πάντα τῆς 622 μεγίστης Κλωθοῦς, τὰ δὲ ἀπὸ τῶν πλανωμένων τῆς Ἀτρό- που δευτέραν τάξιν λαχούσης καὶ διαπορθμευούσης εἰς τὰ τῇδε τὰς ἐκείνης δόσεις ἀπὸ τῶν ὑψηλοτέρων ὡρμημένας. ἃ δὴ πάντα κατιδὼν ὁ Πλάτων ἄγει τὴν ψυχὴν ὑπὸ τὴν Κλωθὼ προτέραν, εἶθ’ ὑπὸ τὴν Ἄτροπον, εἶθ’ οὕτως ὑπὸ
τὸν τῆς Ἀνάγκης θρόνον· ὑφ’ ὃν καὶ θεῶν εἰσι καὶ δαιμόνων ἄρα τάξεις συντελοῦσαι πρὸς τὰς γενέσεις τῶν τῇδε κατὰ τῆς Ἀνάγκης † διατης βούλησιν. Καὶ τοῦτο μὲν εἰςαῦθις. εἰ δὲ ἐφάπτεσθαι λέγει τὸν δαίμονα τῆς χειρὸς f. 188r. τῆς Κλωθοῦς καὶ οὕτως ἐπὶ τὴν Ἄτροπον ἄγειν τὴν ψυχήν, lo δῆλον δήπουθεν ὅτι τὴν ἑαυτοῦ πρόνοιαν ἐξάψας τῆς λωθοῦς καὶ ἀμέσως αὐτῇ συνὼν καὶ τῇ Ἀτρόπῳ παραπλησίως οὕτως ποδηγεῖ τὴν ἑλομένην αὐτὸν ψυχήν. καὶ εἰ μὴ μόνον ἡ Ἄτροπος, ἀλλὰ καὶ αὐτὸς ἀμετάστροφα ποιοῦσι τὰ κλωσθέντα, τῶν Μοιρῶν ἐστιν ὄντως ὑπουργός, συντελῶν ταῖς
εἰς ἡμᾶς αὐτῶν δραστηρίοις δόσεσιν κατὰ τὸν περὶ ἑαυτοῦ ῥηθέντα λόγον ἱερόν· Ἡμετέρης γενέθλης γενέθλης Μοῖραι δόσαν'.
Ἀνάγκην καὶ πρότερον ἦν, ὑπὸ δὲ τὸν θρόνον αὐτῆς τελέως ὑποταχθεῖσα λέγεται γίνεσθαι τοῖς κοσμικοῖς κλώσμασιν καὶ ταῖς περιόδοις πάσαις· Με καὶ εἰ τις ἔστιν ὑπὸ σελήνην δαιμόνων ἢ θεῶν γενεσιουργῶν τάξις ἀφορίζουσα ταῖς κατιούσαις ὅσα αὐτῇ προσῆκεν, καὶ ὑπὸ ταύτην ἤδη τελεῖν·
διὸ τῷ θρόνῳ τῆς Ἀνάγκης παντελῶς ὑπέστρωται. Τὴν μὲν οὖν Ἀνάγκην τίνα δεῖ νομίζειν, καὶ πρότερον εἴπομεν καὶ μαρτυροῦσαν ἔχομεν τὴν ἱερατικὴν παραδοῦσαν καὶ αὐτοπτικὴν κλῆσιν τῆς μεγίστης θεοῦ ταύτης καὶ διδάξασαν 623 πῶς ὀφθείσῃ προσιέναι θ<δεῖθ>· δεῖ γὰρ ἄλλον τρόπον παραδοξότερον ἢ τοῖς ἄλλοις θεοῖς, εἴ τῳ ταῦτα γράφων Πετόσειρίς ἐστιν ἀξιόχρεως ἀνήρ, παντοίαις τάξεσιν θεῶν τε καὶ ἀγγέλων συναλισθείς. ἀλλὰ καὶ ὅτι τῇ Θέμιδι τὴν
αὐτὴν εἶναι τὴν Ἀνάγκην ταύτην οἰητέον, οὐ μόνον ἐκ τῶν 624 Ἑλληνικῶν θεογονιῶν πιστόν, Ι ἀλλὰ καὶ ἐκ τῶν περσικῶν τῶν τοῦ Μίθρα τελετῶν, παρ’ αἷς πᾶσαι αἱ τῆς Θέμιδος ἐπικλήσεις, πρῶται μέσαι τελευταῖαι, συνάπτουσιν καὶ τὴν Ἀνάγκην, λέγουσαι σαφῶς Θέμι καὶ Ἀνάγκη,
καὶ τοῦτο ἐπὶ πασῶν. Τὸν δὲ δὴ θρόνον αὐτῆς εἴτε τὴν ζωὴν τὴν ὑποδεξαμένην αὐτῆς τὴν μόνιμον καὶ ἄκλιτον ἕνωσιν εἴτε καὶ ὅλον ἐκεῖνο τὸ θεῖον φῶς τὸ περιέχον τὴν τοῦ οὐρανοῦ περιφορὰν συμβολικῶς οἰητέον δηλοῦν, * * * * ἐν τῷ παρόντι πᾶσαν τὴν ἑστῶσαν ἀεὶ καὶ ἀκίνητον βασιλείαν
τῆς Ἀνάγκης, ὑφ’ ἣν εἰς τὸ ἔσχατον προελθοῦσα τῶν περιόδων γίνεται ψυχή, πρόεισιν δὲ εἰς τὸ ἔσχατον ταῖς ἀπὸ τῶν οὐρανίων περιληφθεῖσα ποιήσεσιν. ὥστε μὴ μόνον εἶναι τοῦ κόσμου μέρος, ἀλλὰ καὶ ἕν τι τῶν ἐσχάτων μερῶν καὶ τῶν διοικουμένων ἀντὶ τῶν διοικούντων τὸ πᾶν· οἶον εἰ
τις φιλόσοφος εἰς ναῦν ἐμβαίη καὶ γένοιτο πλωτὴρ· ἀνάγκη γὰρ τοῦτον καὶ ὑπὸ τῶν ναυτῶν τὰ καὶ τὰ ἀκούειν καὶ ἕπεσθαι τῷ κυβερνήτῃ καὶ ἀνέμων ὑποκεῖσθαι ζάλαις καὶ εἶναι τρόπον τινὰ διαφέροντα τῶν ἑτεροκινήτων οὐδέν· οὕτω γὰρ καὶ ψυχὴ πεσοῦσα πάντως εἰς γένεσιν ἔκκειται δαίμοσιν
ὑλικοῖς, ὑπέστρωται τῷ ἄγοντι δαίμονι, τῶν κοσμικῶν περιόδων τῆς ποιήσεως ἐξήρτηται ποιουσῶν ἄλλων ἄλλα εἰς αὐτήν.
μένων αὐτὸς κατὰ τὴν αὑτοῦ τάξιν διὰ πάσης τῆς ὑποδεξαμένης ζωῆς τὴν τῆς Ἀνάγκης ἕδραν ἄνωθεν ἕως τῶν τελευταίων. οὕτω μὲν οὖν εἰ τὸ διεξελθεῖν ἐπὶ τοῦ δαίμονος ἀκούοις· τοῖς δ' ἑπομένοις ἀκολουθότερον ἐπὶ τῆς ψυχῆς τοῦ Ἠρὸς τοῦτό τε καὶ τὰ ἀκόλουθα τούτῳ νοεῖν.
ἐπάγει γὰρ ὅτι ἀφικνεῖται εἰς τὸ πεδίον τῆς Λήθης, ὃ δὴ ἐπὶ τοῦ δαίμονος ἀκούειν ἄτοπον, ἀλλ’ ἔοικεν ὁ τούτων ἄγγελος περὶ ἑαυτοῦ λέγειν καὶ πρὸς τὸ ἐξ ἀρχῆς ἀποδιδόναι καὶ τοῦτο· προείρηται γάρ, ὅτι ἔφη ἰδεῖν τοίας καὶ τοίας αἱρέσεις. ἔφη οὖν διεξελθόντα ἑαυτὸν διὰ τοῦ θρόνου τῆς
Ἀνάγκης, ἐπειδὴ καὶ οἱ ἄλλοι διῆλθον, οὕτως ἀφικνεῖσθαι πάντας εἰς τὸ τῆς Λήθης πεδίον διὰ καύματος καὶ πνίγους· καὶ γὰρ εἶναί φησιν αὐτὸ δένδρων κενὸν καὶ ὅσα γῆ. φύει πάντων. Ὅτι μὲν οὖν ἀντίθετόν ἐστιν πρὸς τὸ τῆς Ἀληθείας πεδίον τὸ τῆς Δήθης
πεδίον, δῆλον· εἴπερ τοῦτο μὲν ἄκαρπον καὶ ἄγονον καὶ αὐχμηρόν, ἐκεῖνο δὲ ζωῆς πλῆρες, τροφὸν τῶν ψυχῶν, τῶν νοερῶν καρπῶν ἀποπληρωτικόν, ὡς ἐν Φαίδρῳ [p. 248b] μεμαθήκαμεν. εἰ οὖν ἐκεῖνο τὸ πεδίον ἐν τοῖς ἀκροτάτοις, τοῦτο ἂν εἴη πάντως ἐν τοῖς ἐσχάτοις. δηλούτω τοίνυν ὡς
ὁ λειμὼν ὁ τῇδε τὸν αἰθέριον, ὕτω τὸ πεδίον τὸν ἀέριον τόπον τὸν παχύν, ἐν ᾡ καὶ ἐρημία δένδρων ἐστὶν σκιὰν ποιεῖν δυναμένων καὶ αὐχμὸς διὰ τὰς διπλώσεις τῶν ἀκτίνων, καὶ ἄλλως τοῦ αὐχμοῦ τὴν ἄγονον ὕλην σημαίνοντος, 627 628 629 ἣν καὶ τὰ λόγια προσαγορεύειν εἴωθεν αὐχμη|ράν. καὶ μὴν καὶ τὸ πνῖγος παρίστησιν ἐναργῶς, ὡς ἄρα ὅσῳ βαθύ- νουσιν εἰς τὸ κάτω αἱ ψυχαί, τοσούτῳ μᾶλλον ἀποστενοῦται πᾶσα αὐτῶν ἡ ζωὴ καὶ εἰς στενὸν κομιδῇ συνάγεται, καθάπερ
εἰς τὸ ἄναντες χωρούσαις ὑπάρχει πλατεῖα τῶν ἄνωθεν ἀγαθῶν ὑποδοχή. διὸ καὶ τὰ λόγια παρακελεύεται πλατύνειν ἡμῖν διὰ τῆς ἀπολύτου ζωῆς ἑαυτούς, ἀλλὰ μὴ ἀποστενοῦν πνιγμὸν ἔρωτος ἀληθοῦς ἐφελκομένους ἀντὶ τῆς εἰς τὰ ὅλα ἀνατάσεως· ἐπεὶ καὶ οἱ πνιγόμενοι τὰς εἰσόδους
ἀποστενοῦσιν, δι' ὧν μετέχομεν τοῦ κοσμικοῦ πνεύματος. ματος. ὅσῳ δ’ οὖν εἰς τὸν παχύτερον ἀέρα κάτιμεν ἐκ τοῦ αἰθέρος εἰς τὴν ὑλικὴν ἀζωίαν κατιόντες, τὰς ἀσχέτους ἡμῶν καὶ εἰς τὸ ὅλον ἀνηπλωμένας ζωὰς κατακλείομεν, ἵνα γενώμεθα διὰ στενότητα τῆς ζωῆς τῷ ἐσχάτῳ τούτῳ
δεσμῷ σύζυγοι καὶ πρέποντες· οὐ γὰρ ἦν τὸ ὁλικῶς ζῶν θέμις τῷ μερικωτάτῳ συζῆν. Σκηνᾶσθαι οὖν σφᾶς ἤδη ἑσπέρας γενομένης παρὰ τὸν Ἀμέλητα ποταμὸν ἕως τοῦ πάντων ἐπιλανθάνεσθαι λανθάνεσθαι [p. 621a].
Τὴν μὲν ἑσπέραν συγγενῆ τῇ τελέᾳ πτώσει τῆς ψυχῆς ὁ μῦθος παρείληφεν, ὡς ἐμοὶ δοκεῖ. σκότος γὰρ ὄντως συμπίπτει περὶ αὐτὴν ἐκ τῆς πρὸς τὴν ὕλην ῥοπῆς καὶ στέρησις τοῦ θείου φωτός. ὡς οὖν ἡ ποίησις λέγει [Α Μέντα τὸν Ἥφαιστον ἐκ τοῦ Ὀλύμπου πανημέριον φέρεσθαι
καὶ ἅμα ἠελίῳ καταδύντι πεσεῖν εἰς τὴν Λῆμνον, τὸν ἔσχατον οὖσαν βυθὸν τῆς ὕλης καὶ ὄντως λημῶντα τοῖς ὑλικοῖς πάθεσιν, οὕτω δὴ καὶ ὁ μῦθος οὗτος ἄνωθεν ἀπὸ τῆς Λαχέσεως τὴν εἰς τὸν πυθμένα τοῦ κόσμου τῶν ψυχῶν Ι 630 ῥύσιν ἐκφαίνων ὡς ἀπὸ τῶν φωτεινοτάτων εἰς τἀναντία
καταντῶσαν, ἑσπέρας ἤδη γενομένης αὐτὴν κατασκηνᾶσθαί 631 632 φησιν, ὡς εἰς τὸ σκῆνος ὄντως τὸ σῶμα τοῦτο σπεύδουσαν ἐν σκότῳ τῆς ζωῆς. Τίς οὖν ὁ Ἀμέλης ποταμός, οὗ τὸ ὕδωρ οὐδὲν ἀγγεῖον στέγειν φησίν; λεγέσθω μὲν οὖν καὶ ὁ ἔνικμος ἀὴρ οὗτος ὁ περιρρέων τὴν γῆν, ὃν ὁ Τίμαιος [p. 58d] ὁμίχλην ἐκάλεσεν καὶ γὰρ τοῦτον ἀέρα ὄντα στέγειν οὐδὲν
ἀγγεῖον δύναται, καὶ ποταμῷ ἔοικεν ἀεὶ φερόμενος διὰ τὴν ἄστατον ῥοήν)· λεγέσθω δὲ καὶ πᾶσα ἡ περὶ τὴν γῆν ἐπίρρυτος καὶ ἀπόρρυτος γένεσις, ὅρον ἔχουσα οὐδένα· καὶ τοῦτο δηλούτω τὸ μηδὲν αὐτὴν ἀγγεῖον στέγειν, ὡς εἴδους οὐδενὸς ὄντος ἱκανοῦ στέγειν τὴν δεινὴν ἐκροὴν τῆς τοιαύτης μενέσεως.
καὶ γὰρ ὡς ἀγγεῖον πᾶν τοῦ ἐνόντος ὑγροῦ μορφωτικόν ἐστι καὶ σχηματιστικόν, οὕτω καὶ τὸ εἶδος τῶν ἐν γενέσει φερομένων. δοκεῖ δέ μοι καὶ ὁ Τίμαιος [p. 43a] τούτοις σύμφωνα λέγειν, ἐν οἷς φησιν ἐπιούσας τὰς ψυχὰς εἰς ποταμὸν ἐνδεῖσθαι πολύν, τὴν ἀστάθμητον φορὰν
τῶν τῇδε γιγνομένων ποταμῷ καὶ αὐτὸς εἰκάζων.
δὴ ἐκεῖνο παρίστησιν, τὸ τὴν ψυχὴν γενέσει κοινωνοῦσαν καὶ ἀνεγείρουσαν ἐπὶ μᾶλλον τὰς ἐμπαθεῖς ζωὰς καὶ φιλογενέσεις ἀποτυφλοῦν ἑαυτὴν καὶ περισπωμένην ὑπὸ τῶν πληττόντων ἐν τῷ τότε παθῶν ἐξίστασθαι τῆς μνήμης τῶν
ἔμπροσθεν; πᾶσα γὰρ ἐνέργεια τῆς ψυχῆς Ι ἀργὸς μένουσα f. 190v. τῶν οἰκείων, γνωστῶν εἰ γνωστικῆς εἴη τάξεως, ἢ τῶν ἐφετῶν, εἰ τῆς ὀρεκτικῆς, παντελῶς ἀφίσταται καὶ ἀποστᾶσα καὶ τοὺς ἐν τῇ ψυχῇ τύπους ἀφανίζειν ὀφείλει τῆς οἰκείας κινήσεως. ὅθεν δὴ καὶ ἄλλοτε ἄλλων ἡμῖν γίνεται λήθη, προχείρων μὲν ὄντων ἐκείνων, πρὸς οἷς ἂν ὄντες τυγχάνωμεν
633 μᾶλλον, εἰς δὲ λήθην ἐκπιπτόντων, ὅσα ἂν μὴ πρόχειρα ποιώμεθα δι’ ἀμελετησίαν καὶ ἀργίαν· δεῖ γὰρ τῆς μελέτης ἀνανεούσης ἡμῖν ἀεὶ τὴν μνήμην ὧν ἔγνωμεν. εἰ δὲ δὴ καὶ τὸ πνευματικὸν ὄχημα τῶν ψυχῶν ὑγρότερον γιγνόμενον
διὰ τὸν ἔνικμον ἀέρα λήθην ποιοίη τῶν τύπων, οὐδὲν θαυμαστὸν καὶ τοῦτο αἰνίσσεσθαι τὴν πόσιν ἀναγκαίαν, τὴν ἐς τὸ πνεῦμα παραδοχὴν ἐξ ἀνάγκης γιγνομένην καὶ οἷον ὄλισθον ποιοῦσαν τῶν ἐν αὐτῷ τύπων, ἣν ἐπιτείνειν εἰκότως τοὺς φρονήσει μὴ σωζομένους διὰ τὴν ἑαυτῶν συμπάθειαν
περὶ τὰ ἔνυλα, βαρύτερον τὸ πνεῦμα ποιοῦντας καὶ ἐπισπω- μένους καὶ ἄλλα πολλὰ τῆς λήθης αἴτια θ<καὶθ> καταγωγὰ τῶν ψυχῶν.
ψυχὴ δεῦρο ἐπιλανθάνεται τῶν ἐκεῖ θεαμάτων, ἐντεῦθεν δὲ ἐξιοῦσα μέμνηται ἐκεῖ τῶν ἐνταῦθα παθημάτων· καὶ ἀπο- δεκτέον τοῦ λόγου. φησὶ γὰρ οὖν καὶ αὐτὸς ἐκ μὲν ὑγείας εἰς νόσον ὁδεύοντας λήθην ἴσχειν τινὰς καὶ αὐτῶν τῶν γραμμάτων ὧν ἐμεμαθήκεσαν, ἐκ νόσου δὲ εἰς ὑγείαν ἰόντα
μηδένα πώποτε τοῦτο πάσχειν. ἐοικέναι δὲ τὴν μὲν ἄνευ 634 σώματος ζωὴν ταῖς ψυχαῖς κατὰ φύσιν οὖσαν | ὑγείᾳ, τὴν δὲ ἐν σώμασιν, ὡς παρὰ φύσιν, νόσῳ. ζῆν γὰρ ἐκεῖ μὲν κατὰ φύσιν αὐτάς, ἐνταῦθα δὲ παρὰ φύσιν· ὥστ' εἰκότως συμβαίνειν τὰς μὲν ἐκεῖθ·εν ἰούσας ἐπιλανθάνεσθαι
τῶν ἐκεῖ, τὰς δὲ ἐντεῦθεν ἐκεῖσε τῶν ἐνταῦθα διαμνημονεύειν. Δοκεῖ δέ μοι καὶ τοῦτο κατὰ τὴν τῶν θεῶν συμπίπτειν πρόνοιαν· τίς γὰρ τῶν ἐκεῖ μεμνημένη ψυχὴ σώματος ἐπιμελεῖσθαι καὶ γενέσεως ἠθέλησεν, πειρωμένη πειρωμένη τοιαύτης τῆς ἐν σώματι ζωῆς, πόνων ἀνηνύτων οὔσης 635 636 μεστῆς; ἀλλ’ ἡ λήθη τοῦ ἐκεῖ βίου καὶ τῆς ἐκεῖ ῥᾳστώνης ἐξανίστησιν ἡμᾶς εἰς τὴν ἐπιμέλειαν τῶν ὑπ' ὀφθαλμοῖς κειμένων· ἔνθεν καὶ τέχναι πρὸς τὸν βίον ὤφθησαν ἀναγκαῖαι καὶ ἐπιστῆμαι πάντα τὸν τῇδε τόπον νοῦ καὶ θεῶν ἐπλήρωσαν, ὡς καὶ τὴν γένεσιν ἄλογον λογῶσαι καὶ τὸν τῶν
κακῶν τόπον κατακοσμῆσαι τῇ ποικιλίᾳ τῶν ἀγαθῶν. Τάχα δ' ἂν καὶ Ἀμέλητα κεκληκὼς εἴη τοῦτον τὸν ποταμὸν ὡς δι’ ἀμέλειαν ταῖς ψυχαῖς ἐμποιοῦντα τὴν πολλὴν ταύτην λήθην, ἣν ἠμέλησαν ἑαυτῶν καὶ ἐνέδυσαν τὸ τῆς γενέσεως σκότος. ὡς αἱ γε θεοπρεπέστεραι τῶν ἀφικνουμένων ἰπιπόλαιον
ἔχουσαι τὴν λήθην διὰ τὴν ἐποχὴν τῶν ἐνεργειῶν ἀναμιμνήσκονται τῶν ἐκεῖ ῥᾳδίως· ἐπέχει δὲ τὰς ἐνεργείας ἥ τε φυσικὴ διὰ τῆς τροφῆς κίνησις καὶ ἡ τῆς αἰσθήσεως ἀήθεια τῶν προσπιπτόντων, ὡς ἐν Τιμαίῳ λέγεται [p. 43bc] . καὶ τό γε θαυμαστόν, ὅτι μᾶλλον ἀνάμνησίς ἐστι τῶν καθ΄
ὅλου ἢ τῶν μερικῶν· οἶον ὅτι πρὸ τῆς γενέσεως τοιόνδε βίον ἐζῶμεν ἐν τοῖσδε τοῖς τόποις. αἴτιον δὲ | ὅτι ἡ μὲν 637 τῶν καθ' ὅλου ἀνάμνησις τῆς λογικῆς μόνης δεῖται ψυχῆς εὐφυῶς ἐχούσης θ<πρὸςθ> προβολὴν ὧν ἔχει λόγων, ἡ δὲ μερικῶν τῆς φανταστικῆς ἐν ταύτῃ γὰρ οἱ τύποι τῶν αἰσθητῶν).
αὕτη δὲ ἅτε τῷ σώματι προσεχὴς ὑπὸ τῆς ἐν αὐτῷ ὑγρότητος κατακλυξομένη πρὸς λήθην εὔφορος γίνεται.
τοῦ ἀγαθοῦ διεστάναι φησὶν ἠ μυθολογία, καθάπερ καὶ τῷ κοιμηθῆναι νοῦ καὶ τῆς ἀληθοῦς γνώσεως ἀποστῆναι πλεῖστον. καὶ ἔοικεν καὶ ἡ ἔνθεος ποίησις [Od. ω 2 sq.] τὸν Ἑρμῆν ἡγεμόνα καθόδων ψυχικῶν ὑπολαβοῦσα καὶ ἀνόδων τινῶν οὕτω δὴ φάναι τῇ ῥάβδῳ, χρυσῆν εἰποῦσα τὴν
ῥάβδον καὶ τὸν θεὸν χρυσόρραπιν, τῶν μὲν τὰ ὄμματα θέλγειν ὡσανεὶ κοιμίζοντα, τοὺς δὲ τῶν ἀνδρῶν καὶ ὑπνώοντας ἐγείρειν· ὕπνον μὲν καλοῦσα καὶ αὕτη τῶν ψυχῶν τὴν εἰς γένεσιν ὁδόν, ἐξέγερσιν δὲ ἀπὸ τοῦ κάρου τούτου πάρεσιν ἡμῖν ἐμποιήσαντος τῶν νοερῶν ξωῶν, ὡς
τῶν αἰσθητικῶν ὁ ξωώδης ὕπνος, τὴν ἀπὸ γενέσεως Ι 640 αὖθις ἄνοδον ἐπὶ τὴν νόησιν κατὰ τὴν τῶν ὄντων ἀνάμνησιν. καὶ ἔστι καὶ ταῦτα τῷ τῆς ἀγγελικῆς τάξεως ἡγεμόνι πρέποντα, συνάπτειν καὶ τὰ ἄνω τοῖς κάτω διὰ τῶν ψυχικῶν καθόδων καὶ τὰ κάτω τοῖς ἄνω διὰ τῶν
ἀνόδων. Ταῦτα μέν, ἵνα καὶ τὸν ὕπνον ἴδωμεν ἑπομένως τοῖς θεολόγοις ὑπὸ τοῦ Πλάτωνος εἰς τὸν προκείμενον μῦθον εἰσηγμένον, ἀναγκαίως εἴρηται.
ἀλλὰ Διίων τινῶν καὶ Ποσειδωνίων ἐνεργειῶν. ἐπεὶ γὰρ κάθοδός ἐστιν ἄνωθεν ἀπὸ τῶν μετεώρων εἰς τὴν γῆν, ἀπὸ τοῦ Διὸς εἰς τὸν τοῦ Ποσειδῶνος τόπον, ἡ μὲν βροντὴ σύμβολον παρείληπται, ὡς ἄνωθεν γιγνομένη, τῆς Διίου ποιήσεως, ὁ δὲ σεισμὸς τῆς τοῦ Ποσειδῶνος δημιουργίας.
ὡς ἂν ταῖς εἰς τὴν γένεσιν ἡμῶν καθόδοις συνεπκἀν 641 ισχυουσῶν ἀμφοτέρων τῶν δημιουργιῶν. εἰ δὲ καὶ πνεύματος κίνησις ἐν νέφεσιν μὲν τὴν βροντήν, ὑπὸ γῆς δὲ κινουμένου τὸν σεισμὸν ἀποτελεῖ, δῆλον δήπουθεν ὅτι σύμβολον καὶ τοῦτο τῆς τοῦ ψυχικοῦ πνεύματός ἐστι κινήσεως ἄνω τε καὶ κάτω φερομένου διὰ τὴν παντοίαν τροφήν.
ἢ καὶ τοῦ διττὰ γένη ψυχῶν εἶναι τὰ εἰς γένεσιν χωρήσοντα, τὰ μὲν οὐρανόθεν τὰ δὲ ἀπὸ τῶν ὑπογείων τόπων, καὶ ἡ μὲν βροντὴ τῶν ἄνωθεν ἡκουσῶν, ὁ δὲ σεισμὸς τῶν κάτωθέν ἐστι σύμβολον.
ᾄττειν ἐξαπίνης πάντας. καὶ προσέθηκεν ὥσπερ ἀστέρας· ἔοικεν γὰρ τῇ κινήσει τῶν διᾳττόντων ἀστέρων περὶ γῆν ὄντως ἡ τοῦ Ι ὀχήματος ἡμῶν κίνησις εἰς τὴν γένεσιν, 642 ἄλλης δὲ ψυχῆς εἰς ἄλλο σῶμα καταταττομένης εἰκότως καὶ τὰς τῶν ὀχημάτων φορὰς τὰς μετὰ τῶν ψυχῶν ἀστέρων
διᾳττόντων ἀπείκασεν διαδρομαῖς. τὸ δὲ ἄνω πᾶσαν ᾄττειν αἰτίαν ἔχει τὸ μετὰ τὴν πτῶσιν εἰς ξῳογονίαν αὐτὰς χωρεῖν, ὅπερ ἐστὶ κρεῖττον τοῦ πεπτωκέναι μόνον· συντελεῖν γάρ ἐστι πρὸς τὴν δημιουργίαν, ἀλλ’ οὐ πεπτωκέναι μόνον. ἴσως δὲ συντάττειν αὐτὸ δεῖ καὶ τῷ ὥσπερ ἀστέρας, ἵν' ᾖ τὸ
ὅλον. ᾄττοντας εἰς τὴν γένεσιν οὕτως ὡς ἄνω τῆς γενέσεως ἀστέρας ᾄττοντας ὁρῶμεν ἐν τοῖς ἄκροις τοῦ ἀέρος'. εἰ δὲ ἄλλην ἄλλῃ καὶ ἐξαπίνης ὁρμᾶν φησιν, δῆλον δήπου- θεν ὡς διασπείρονται μὲν εἰς τὴν πεπληθυσμένην καὶ διῃρη- μένην ἐν τῇ γενέσει ζωὴν καὶ εἰς οἰκήσεις διαφερούσας καὶ
μερίδας τῆς γῆς, ἀθρόως δὲ εἰσκρίνονται πᾶσαι καὶ ἀχρόνως τὰ σώματα ἐμψυχοῦσιν καὶ ἐνοικίξονται ἐν αὐτοῖς· ὡς τῆς ἔξω τῶν σωμάτων ζωῆς καὶ τῆς ἐν σώμασιν τὸν διορισμὸν 643 644 ἀνεπαίσθητον ὑπάρχειν. τοιαύτην γὰρ ἐν Παρμενίδῃ [p. 156d] τοῦ ἐξαίφνης αὐτὸς ἡμῖν ἡρμήνευσεν φύσιν, ἄτοπον δή τινα οὖσαν ὡς ἐκεῖ λέγει, καθ' ἣν αἱ ἀπὸ τῶν ἀντικειμένων εἰς τὰ ἀντικείμενα γίνονται μεταστάσεις. καὶ
εἰσκρίσεις οὖν αἱ εἰς τὰ σώματα τῶν ψυχῶν ἐν τούτῳ δὴ τῷ ἐξαπίνης ἐπιτελοῦνται, καὶ πᾶσα μεταβολὴ εἴς τε στάσιν ἐκ κινήσεως καὶ εἰς κίνησιν ἀπὸ τῆς στάσεως.
δὲ ὁ τῆς διακληρώσεως· αὐτὸν γὰρ τῶν ἄλλων κληρουμένων κλήρου μὴ τυχεῖν [p. 617c]. τούτῳ γὰρ οὔπω ἦν ἀρχὴ ἄλλης περιόδου. τρίτος δὲ ὁ τῆς πόσεως τῆς ἐκ τοῦ Ἀμέλητος. μὴ γὰρ συγχωρηθῆναι μόνον πιεῖν, ἵνα μὴ λήθῃ τῶν ὀφθέντων σχεθείη, δέοντος αὐτὸν ἄγγελον γίνεσθαι
τοῖς τῇδε ἀνθρώποις τῶν πρὸ τῆς γενέσεως θεαμάτων. δῆλον οὖν ὅτι πάντες οἱ τοιοίδε λόγοι ψυχῶν εἰσιν μνήμην ἐχουσῶν ἱκανὴν τῆς χωριστῆς ζωῆς. Μ’ ἐν μύθου σχήματι δῆλός ἐστιν ὁ Πλάτων ἀναδιδάσκων, τίνος ἔργον ψυχῆς τὰ τοιαῦτα φράζειν, καὶ ὡς ταύτης ἣν μὴ κατέκλυσεν τὸ
πόμα τοῦ ποταμοῦ τῆς Δήθης.
ἴνα παρακολουθήσῃ τῇ ἀρχῇ καὶ τῷ μέσῳ καὶ τῷ 646 τέλει τοῦ συμβαίνοντος —, ἀναβλέψας δὲ ἕωθεν ἑαυτὸν εἶδεν ἐπὶ τῇ πυρᾷ κείμενον δωδεκαταῖον, ὡς εἴρηται ἐν προοιμίοις [p. 614b]. Καὶ ὅπως οὐκ ἀπίθανος ἡ ἱστορία, δἰ ἐκείνων τῶν ἐν ἀρχῇ λελεγμένων ἡμῖν ὑπεμνήσαμεν· προσκείσθω δὲ ἐκεῖνο, ὅτι καὶ ἡ δυωδεκὰς περιόδου θείας
ἐστὶν ἀριθμὸς εἰς τὸ πέρας τῶν ὄντων ἀπὸ τῆς ἀρχῆς Ι καταντήσας, πέρατα καὶ μέσα τῶν ὅλων περιλαβών, ἅτε 647 ἀπὸ τῶν ἀρχῶν μάλιστα προελθὼν τῶν ἐν τοῖς ἀριθμοῖς πρωτουργῶν.
δεινὴ λήθη ταῖς ψυχαῖς τῶν τε θείων καὶ ἑαυτῶν. νῦν γὰρ ἐν τῷ τοιῷδε ποταμῷ ζῶμεν τῆς Λήθης, ὃν δεῖ διαβῆναι τὴν σύμφυτον αὐτῷ λήθην ἀποσκευαζομένους καὶ διὰ τῆς καθάρσεως τῆς ἐκ τῶν παθῶν ἀνανεουμένους τὴν μνήμην τῶν ὄντων. μιασμὸς γὰρ ψυχῶν ἡ ἐμπαθὴς ζωὴ καὶ
ἔνυλος, ἀφ’ ἧς ἐπιγινόμενον τὸ τῆς λήθης πάθος· κάθαρσις δὲ ἡ ἀποβολὴ τῶν ληθαίων τούτων καὶ τῇ γενέσει συμφύλων παθῶν.
οἱ μῦθοι λέγουσιν μὴ ὄντα, πλασματώδεις ὄντες, καὶ ἅμα τε ἐρρήθησαν καὶ οὐκ εἰσίν. αὐτὸς δὲ πᾶν τοὐναντίον καὶ 648 ἐνταῦθα καὶ ἀλλαχοῦ σῴζεσθαί τε καὶ σῴζειν φησὶν τοὺς μύθους τοὺς παρ' αὐτῷ. μάλα γε εἰκότως· τῶν γὰρ ὄντων εἰσὶν ἐξηγηταὶ καὶ ὠφέλιμοι τῶν ἀκουόντων ὑπάρχουσιν τοτοίδε ὄντες καὶ τοὺς πειθομένους αὐτοῖς ἐπανάγουσιν
αὐτοφυῶς ἐπὶ τὴν τῶν ὄντων ἀλήθειαν, καίπερ ἄνευ εἰκότων καὶ ἀποδείξεων διδάσκοντες, ὡς ἂν ταῖς ἀδιαστρόφοις 649 , ἡμῶν προ|λήψεσιν περὶ τῶν πραγμάτων συνᾴδοντες.
περὶ τοῦ ἐφ' ἡμῖν καὶ εἱμαρμένης καὶ προνοίας περιγράψω καὶ αὐτὸς τὸν λόγον. Ὅτι μὲν οὖν ἐστι τοῦτο δὴ τὸ ἐφ’ ἡμῖν δεικνύναι κατὰ Πλάτωνα περιττόν, πανταχοῦ τὰς αἱρέσεις τῶν ψυχῶν αἰτίας λέγοντος αὐταῖς εἶναι τῶν τε ἀγαθῶν πάντων καὶ τῶν κακῶν καὶ τὴν ἀρετὴν ἀδέσποτον
καλοῦντος. πλὴν ὅτι κατ' αὐτὸν οὐκ ἔστι τὸ ἑκούσιον καὶ τὸ ἐφ’ ἡμῖν ταὐτόν· ἀλλὰ τὸ μὲν ἑκούσιον ἐν μόνοις ἐστὶν τοῖς ἀγαθοῖς, εἴπερ ἀκούσιος καὶ ἀβούλητος ὁ τῶν κακῶν βίος· ἐφ’ ἡμῖν δὲ καὶ ἀπὸ τῶν ἡμετέρων αἱρέσεων καὶ τὰ ἁμαρτήματα. καὶ γὰρ ταῦτα αἱρούμεθα καὶ ἑλόμενοι πράττομεν,
ἀλλὰ δἰ ἄγνοιαν. εἰ οὖν τὰ ἁμαρτήματα ἀκούσια μέν, ἐν ταῖς αἱρέσεσιν δὲ ἡμῶν ἐστι καὶ ταῦτα, πάντα μὲν τὰ ἑκούσια καὶ αἱρετὰ δήπουθέν ἐστιν, οὐ πάντα δὲ τὰ αἱρετὰ ἑκούσια. τούτων δὲ τὸ μὲν ἀκούσια εἶναι ὅσα ἁμαρτάνομεν ἐν τῷ ἐνάτῳ δέδεικται τῶν Νόμων ρ. 860d sq.].
τὸ δὲ καὶ τὰ ἁμαρτήματα ἀπὸ τῶν αἱρέσεων εἶναι τῶν ἡμετέρων καὶ ἐν τοῖς τοῦδε τοῦ μύθου ῥήμασιν ἐκηρύττετο σαφῶς· αἰτία ἑλομένου, θεὸς ἀναίτιος [p. 617e]. τῶν γὰρ κακῶν δήπου θεὸς ἀναίτιος, οὐχὶ τῶν ἀγαθῶν. πάντων γὰρ αἰτιᾶσθαι χρῆναι τῶν ἀγαθῶν τὸν θεὸν ἐν τῷ 650 δευτέρῳ τῆς Πολιτείας [p. 379c] ἠκούσαμεν. ταῦτα μὲν οὖν, ὅπερ ἔφην, ὑπομιμνήσκειν διὰ πλειόνων περίεργον.
τὰ ἐν τῷ Πολιτικῷ [p. 272e] ῥηθέντα περὶ αὐτῆς· τὸν δὲ δὴ κόσμον ἀνέστρεφεν εἱμαρμένη καὶ σύμφυτος ἐπιθυμία, τὴν ἐναντίαν τῇ προτέρᾳ περιάγουσα κυκλήσει. δῆλον γὰρ ὅτι κινεῖν μὲν ἐν τούτοις οἵεται τὴν εἱμαρμένην, κινεῖσθαι δὲ ὑπ' αὐτῆς τὸν κόσμον σύμπαντα κατὰ πάσας
τὰς ἐν αὐτῷ κινήσεις. διὸ ἀρχόμενον μὲν ἀκριβέστερον ἀποτελεῖν, τελευτῶντα δὲ ἀμβλύτερον· ἥττων γὰρ ἡ τάξις ἐν τοῖς ἐσχάτοις τοῦ κόσμου, πλείων δὲ ἐν τοῖς πρωτίστοις. τοιαύτην δὲ τὴν εἱμαρμένην οὖσαν, κινητικὴν λέγω τῶν κοσμικῶν περιόδων αἰτίαν, ὅτι θεὸν οὐκ οἴεται εἶναι, λάβοις
ἂν ἐναργῶς ἐκ τοῦ αὐτοῦ διαλόγου. φησὶ γὰρ [p. 269e] δύο κινήσεις ἐναντίας δύο θεοὺς ἐναντία φρονοῦντας μὴ κινεῖν· τὴν δὲ ἀνακύκλησιν ἐναντίαν εἶναι τῇ προτέρᾳ κυκλήσει τῇ θείᾳ· δῆλον ἄρα ὅτι τὴν ταύτης κινητικὴν οὐκ ἂν φαίη θεὸν εἶναι, θεὸν ἄρχειν ἐκείνης τῆς κυκλήσεως
προειπών [p. 271d]. ἐπεὶ καὶ πάντων θεῶν ἀφέντων τὰ μέρη τοῦ κόσμου τῆς ἑαυτῶν ἐπιμελείας ὕτως ἐπήγαγεν, ὅτι τὸν κόσμον ἐκείνων ἀφέντων αὐτὸν ἀνέστρεφεν εἱμαρμένη λοιπόν [p. 272e]. οὐκ ἄρα θεός ἐστιν, εἴπερ τὴν ἐναντίαν κινεῖ κίνησιν τῇ προτέρᾳ κυκλήσει τοῦ παντός, ἣν
ἐκίνει θεός, θεὸν δὲ ἐναντίαν θεῷ κίνησιν ἀμήχανον κινεῖν, καὶ εἰ μετὰ τὴν ἀπόλειψιν πάντων θεῶν οὕτω κινεῖ τὸν κόσμον ὡς ἂν αὐτὴ μὴ οὖσα θεός. Ὅτι δὲ οὐδὲ ἡ θεία 652 ψυχὴ τοῦ παντός ἐστιν, μάθοιμεν ἂν ἐννοήσαντες, ὅπως 653 ταύτην καὶ Ι ἐν Τιμαίῳ θεὸν οἶδεν εἴπερ ἐκάλει τὸν κόσμον εὐδαίμονα δι’ αὐτὴν θεόν [p. 34b] ) καὶ θείαν ἀρχὴν ἄρξασθαί φησιν ἀπαυστου βίου καὶ ἔμφρονος
[p. 36e], καὶ Νόμοις Χ 397b] νουν θεῖον προςλαβοῦσαν εἶναι βούλεται θεόν, ὃπου καὶ πάσας τὰς ψυχὰς ἄστρων ὡρῶν στοιχείων. εἰ οὖν ἡ μὲν εἱμαρμένη κατ’ αὐτὸν οὐ θεός, ἡ δὲ ψυχὴ τοῦ κόσμου θεός, οὐκ ἂν εἴη εἱμαρμένη ἡ τοῦ κόσμου ψυχή, οὔθ’ ἡ ἐν Τιμαίῳ οὔθ’ ἡ ἐν
Νόμοις. Ὅτι δὲ ὅπερ ὑπόλοιπον ἀληθές, καὶ ὡς ἡ φύσις ἐστὶν τοῦ παντός, ἐκ τούτων συνάγειν δυνατόν. εἰ γὰρ μήτε ἡ ψυχή ἐστιν ἡ προσλαβοῦσα νοῦν μήτε τὸ σωματοειδές τοῦτο μὲν γὰρ κινεῖ, θεὸς δὲ οὐκ ἔστιν ὥσπερ ἐκείνη), λείπεται μέσην αὐτὴν οὖσαν ἀμφοτέρων, τῆς μὲν ὡς θεοῦ
μὴ θεὸν χείρονα, τοῦ δὲ ὡς κινουμένου κινοῦσαν κρείσσονα, τὴν φύσιν εἶναι τοῦ παντός. καὶ γὰρ ἐν Τιμαίῳ [p. 41e] ταῖς ψυχαῖς τοὺς εἱμαρμένους νόμους εἰπεῖν ἐθέλων πρότερον τὴν φύσιν δείκνυσιν τοῦ παντός οὕτω γοῦν φησιν· καὶ ἐμβιβάσας ὡς εἰς ὄχημα τὴν τοῦ παντὸς φύσιν ἔδειξεν νόμους τε τοὺς εἱμαρμένους εἶπεν αὐταῖς), καὶ ἐν Νόμοις Χ 892 b] πρὸς τοὺς σωματικαῖς ἀρχαῖς χρωμένους ἀγωνίζεσθαι μέλλων θ<οὐθ> καλῶς φησιν τὰ φύσει φύσιν ἀποκαλεῖν, ὡς ἄλλης δηλαδὴ παρὰ τὰ φύσει τῆς φύσεως οὔσης. εἰ οὖν τὰ σώματα πάντα φύσει, δῆλον
ὡς φύσις ἄλλη τις παρὰ τὰ σώματα καὶ αἰτία τῶν φύσει καὶ κατ’ αὐτόν. δέδεικται τοίνυν, ὅτι φύσις ἐστὶν τοῦ παντὸς ἡ εἱμαρμένη καὶ κατὰ τὰς Πλάτωνος ἀρχάς.
πολλὴν δὲ κακίαν ὅπερ ὴ͂ν τοῦ ἐφ’ ἡμῖν ἴδιον), ἐμηχανήσατο ποῦ κείμενον ἕκαστον τῶν μερῶν ἀρετὴν μὲν νικῶσαν, ἡττωμένην δὲ κακίαν ἐν τῷ παντὶ παρέχοι τοῦτο δὲ ἦν προνοίας ἴδιον, πᾶσιν χρῆσθαι κατὰ τὸ δυνατὸν εἰς τὸ ἀγαθόν)· μεμηχάνηται δὴ πρὸς τοῦτο,
ποῖον γιγνόμενον ἀεὶ ποίαν ἕδραν δεῖ μεταλαμβάνειν· τῆς δὲ γενέσεως τοῦ ποιοῦ τινος ἀφῆκεν ἐν]] ταῖς βουλήσεσιν ἑκάστων ἡμῶν τὰς αἰτίας. ὅπῃ γὰρ ἂν ἐπιθυμῇ καὶ ὁποῖός τις ὢν τὴν ψυχήν, ταύτῃ σχεδὸν ἑκάστοτε καὶ τοιοῦτος γίνεται ἅπας
ἡμῶν. δι’ ὧν τὸ αὐτεξούσιον μάλιστα σώζει τῆς ψυχῆς καὶ τὸ ἐφ’ ἡμῖν· τὸ γὰρ ποιὸν τῆς ζωῆς τῆς ἡμετέρας ἡρτῆσθαι βουλήσεως· τὴν προαιρετικὴν δύναμιν ἀποκαλέσας ἐν τούτοις βούλησιν. τοιοῦτον δὲ ὂν πῶς συντάττεται πρὸς τὴν εἱμαρμένην, ἐπάκουσον· μεταβάλλει μὲν τοίνυν
πάνθ' ὅσα μέτοχα ψυχῆς, ἐν ἑαυτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν καὶ τοῦτο πάλιν διὰ τὸ ἐφ’ ἡμῖν εἰπών)· μεταβάλλον δέ, φησίν, φέρεται κατὰ τὴν τῆς εἱμαρμένης τάξιν καὶ νόμον· καὶ πῶς φέρεταιλ, καὶ ὅτι ταττόμενον εἰς τὴν ὀφειλομένην αὐτῷ χώραν· σμικρότερα
μὲν τῶν ἠθῶν μεταβάλλοντα ἐλάττονα κατὰ τὸ τῆς χώρας ἐπίπεδον, πλείω δὲ μεταπεσόντα εἰς βάθος τά τε κάτω λεγόμενα, ὅσα Ἅιδην καὶ τὰ τούτων 656 ἐχόμενα ἐπονομάζοντες σφόδρα φοβοῦνται. τοῦ|τον μὲν οὖν τὸν τρόπον οὐκ ἐκβαίνομεν τῆς εἱμαρμένης, ἀλλὰ κατὰ τοὺς ἐν αὐτῇ νόμους φερόμεθα, μεταβάλλοντες κατὰ τὰς ζωάς, κύριοι τῆς μεταβολῆς ὄντες, εἰς ἄλλον καὶ ἄλλον
τόπον ἁγιώτερον ἢ τιμωρητικώτερον ἢ καὶ μέσον ἀμφοτέρων. εἴρηται δὲ καὶ τὸ πάντα συντάττον, καὶ ὅτι πρόνοια καὶ ὁ τοῦδε τοῦ παντὸς βασιλεύς· εἰς ὃν καὶ ἀναδραμόντες ἐνταῦθα περιγράψομεν τὸν περὶ τοῦ μύθου σύμπαντα λόγον.
τοῦ Πλάτωνος μῦθον ὑπόμνημα.
In Platonis Rem Publicam Commentarii. Proclus Diadochus. ed. Wilhelm Kroll. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.