ΑNONYMI IN ARISTOTELIS
CATEGORIAS
PARAPHRASIS
ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΑΣ ΚΑΤΗΓΟΡΙΑΣ.
οἷα τὰ παρώνυμα. ἐπεὶ γὰρ ἕκαστον τῶν ἐν τῷ κόσμῳ πραγμάτων καὶ ὀνόματι δηλοῦται καὶ λόγῳ ὁριστικῷ, τοῦ μὲν ὀνόματος κατὰ τὸ μονοειδὲς αὐτὸ δηλοῦντος, τοῦ δὲ λόγου κατὰ τὸ πολυμερές, συμβαίνει δὲ τὸ μὲν ὄνομα καὶ ἄλλου εἶναι σύμβολον, τὸν δὲ λόγον ἀδύνατον, ὅσα μὲν τῶν ὄντων κοι- νωνεῖ τῷ ὀνόματι, διαφέρει δὲ τῷ λόγῳ, καλεῖται ὁμώνυμα· ὅσα δὲ ἀνάπαλιν
κατὰ μὲν τὸν λόγον κοινωνεῖ, μόνην δὲ τὴν κατὰ τοὔνομα ἴσχει διαφοράν, καλεῖται πολυώνυμα, τὰ δὲ κατ’ ἄμφω κοινωνοῦντα συνώνυμα. τὰ δὲ κατ’ ἄμφω διαφέροντα, εἰ μὲν ἓν ὑποκείμενον ἔχουσιν, ἰδίως προσαγορεύομεν ἑτερώ- νυμα, ὡς ἀνάβασις καὶ κατάβασις περὶ μίαν τὴν κλίμακα, καὶ σπέρμα καὶ καρπὸς περὶ τὸν αὐτὸν σῖτον · εἰ δὲ πάντη διάφορον ὡς λίθος καὶ ἄνθρωπος,
ἕτερα λέγεται. ἃ δὲ μέσα τούτων τεθεωρήκαμεν, ὡς κοινωνίαν ἔχειν πρὸς ἄλληλα καὶ διαφορὰν καὶ πράγματος καὶ ὀνόματος, παρώνυμα καλεῖσθαι διεταξάμεθα. ὡς οὖν ἐν κεφαλαίῳ περὶ πάντων εἰπόντες, ἤδη ἐπέξιμεν καὶ καθ’ ἕκαστον.
Paraphrasis Categoriarum. Anonymi in Aristotelis Categorias. ed. Michael Hayduck. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.