COMMENTARIA IN ARISTOTELEM GRAECA
EDITA CONSILIO ET AUCTORITATE
ACADEMIAE LITTERARUM REGIAE BORUSSICAE
VOLUMINIS XXIII
PARS III TIlEMlSTll QUAE FERTUR IN ARISTOTELIS ANALYTICORUM PRIORUM LIBRUM 1 PARAPHRASIS
PARS IV ANONYMI IN SOPHISTICOS ELENCHOS PARAPHRASIS
BEROLINI
TYPIS ET IMPENSIS GEORGII REIMER
MDCCCLXXXIV
THEMISTII
QUAE FERTUR IN ARISTOTELIS
ANALYTICORUM PRIORUM
LIBRUM I PARAPIIRASIS
CONSILIO ET AUCTORITATE
ACADEMIAE LITTER ARUM REGIAE BORUSSICAE
EDIDIT
MAXIMILIANUS AVALLIES
BEROLINI
TYPIS ET IMPENSIS GEORGII KEIMER MDCCCLXXXIV
PRAEFATIO
τάξιν. ἐπειδὴ γὰρ τὰ μὲν τῶν ὄντων ἀεὶ ὡσαύτως ἔχουσί και πασιν ὑπάρχουσι, τὰ δὲ ὑπάρχει μέν. οὐκ ἐξ ἀνάγκης δὲ ὑπάρχει, ἀλλὰ δύναται καὶ μὴ ὑπάρχειν, τὰ δὲ οὔτε ὑπάρχει οὔτε ἐξ ἀνάγκης ὑπάρχει, δύναται δὲ ὅμως ὑπάρξαι καὶ μὴ ὑπάρξαι, ὧν τὸ μὲν πρῶτόν ἐστι του ἀναγκαίου, τὸ δε δεύτερον τοῦ ὑπάρχοντος, τὸ δὲ τρίτον τοὺ ἐνδεχομένου, καὶ διὰ τοῦτο τὸν μὲν περὶ τῶν
ὑπαρχουσῶν προτάσεων πρῶτον ἐποιησάμεθα λόγον ὡς ἁπλουστέρων· τῷ γὰρ ὑπάρχοντι προσιόντα τινὰ οἷον τὸ ‘ἀεί’ καὶ ‘παντί’ ποιεῖ τὸ ἀναγκαῖον, τὸ δὲ ‘ποτέ’ τὸ ἐνδεχόμενον. μέσον δὲ τετάχαμεν τὸν περὶ τῶν ἀναγκαίων συζυγιῶν λόγον ὡς μέσην ἐχουσῶν τάξιν τῶν. τε ἁπλῶς ὑπαρχουσῶν καὶ τῶν ἐνδεχομένως. ὑπάρχουσι μὲν γὰρ καὶ αὗται, ἀλλ’ ἀεὶ ἀναγκαίως· αἰ δὲ τοῦ ἐνδεχομένου οὐχ
ὑπάρχουσι μέν, δύνανται δὲ καὶ ὑπάρξαι καὶ μὴ ὑπάρξαι. διὰ τοῦτο μὲν οὖν δεύτερον τὸν περὶ τοῦ ἀναγκαίου συζυγιῶν ποιούμεθα λόγον. εἰ δὲ ἕτεραι μὲν αἱ ὑπάρχουσαι προτάσεις, ἕτεραι δὲ τοῦ ἀναγκαίου καὶ ἕτεραι τοῦ ἐνδεχομένου. δῆλον ὅτι ἑτέρων τῶν προτάσεων οὐσῶν ἕτερον ἔσται καὶ τὸ συμπέρασμα. διὰ τί; ὅτι οὐκ ἐξ ὁμοίων προτάσεων τε καὶ ὅρων· ἐκ μὲν γὰρ ὑπαρχουσῶν προτάσεων
ὑπάρχον, ἐκ δὲ ἀναγκαίων ἀναγκαῖον, καὶ ἐξ ἐνδεχομένων ἐνδεχόμενον: ἐπὶ μὲν οὖν τῶν ἀναγκαίων σχεδὸν ὁμοίως ἔχει καὶ ἐπὶ τῶν ὑπαρχόντων (Arist. p. 29b36): ὥσπερ, φησίν, ἔχουσιν αἱ ἰοῦ ὑπάρχοντος προτάσεις, ἔχουσι σχεδὸν καὶ αἰ τοῦ ἀναγκαίου. αἱ αὐταὶ γάρ εἰσιν ἐν τούτοις συλλογιστικαί 63v τε καὶ ἀσυλλόγιστοι ἐν ἑκάστῳ σχήματι, καὶ ὡσαύτως ἀλλήλαις τὰς δείξεις ἔχουσι.
διοίσουσι δὲ μόνον τῷ τὰς μὲν μετὰ τρόπου εἶναι τὰς δὲ ἄνευ τρόπου. τὸ δὲ σχεδὸν πρόσκειται διὰ τὸν τέταρτον συλλογιστικὸν τρόπον τοῦ δευτέρου σχήματος καὶ τὸν πέμπτον τοῦ τρίτου· ἔστι γὰρ ἐν τούτοις διαφορὰ τῶν ἀναγκαίων πρὸς τοὺς ὑπάρχοντας, ὡς ἑξῆς ἔστιν ἡμῖν ἐπιδεῖξαι. τό τε γὰρ στερητικὸν <ὡσαύτως ἀντιστρέφει, καίτοι οὐ μόνον τὸ στερητικὸν> ἀλλὰ καὶ τὸ κατηγορικόν. τί
μὴ καὶ τούτου ἐμνήσθη: ἐροῦμεν οὖν, ὅτι τὸ μὲν κατηγορικὸν ἐπὶ πάντων τῶν τρόπων ὁμοίως ἀντιστρέφει καὶ οὐδὲν θαυμαστόν, εἰ καὶ ἐπὶ τούτων· τὸ δὲ στερη- τικὸν οὐχ ὁμοίως ἐπὶ τοῦ ἐνδεχομένου, ὡς αὐτός φησι. διὸ ταύτης μόνης τῆς αντιστροφῆς ἐμνήσθη ὡς τοῖς δυσὶ τρόποις μόνοις ὑπαρχούσης, τὴν δὲ ἄλλην ὡς κοινὴν ἁπάντων παρῆκεν. ἡ γὰρ καθόλου ἀποφατικὴ οὐχ ὁμοίως ἐπὶ τοῦ ἐνδε- 10 χομένου ὥσπερ καὶ ἐπὶ τῶν δύο τούτων τρόπων, τοῦ τε ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου, ἀντιστρέφει. καὶ τὸ ἐν ὅλῳ δὲ καὶ τὸ <κατὰ> παντὸς ἀποδώσομεν. ἐν μὲν οὖν τοῖς ἄλλοις τὸν αὐτὸν τρόπον δειχθήσονται οἱ ἀναγκαῖοι ἢ γὰρ κατ’ εὐθεῖαν ἢ δι’ ἀντιστροφῆς), ὅτι τὸ συμπέρασμα
ἀναγκαῖον, ὥσπερ ἐπὶ τοῦ ὑπάρχοντος· ὁμοίως γὰρ ἢ κατ’ εὐθεῖαν δειχθήσονται ἢ δι’ ἀντιστροφῆς οἵ τε ἀναγκαῖοι καὶ οἱ ὑπάρχοντες: ἐν δὲ τῷ μέσῳ σχήματι, ὅταν ᾖ τὸ μὲν καθόλου καταφατικὸν τὸ δὲ ἐν μέρει στερητικόν καὶ πάλιν ἐν τῷ τρίτῳ, ὅταν ᾖ τὸ μὲν καθόλου καταφατικὸν φατικὸν τὸ δὲ ἐν μέρει στερητικόν>, οὐχ ὁμοίως ἔσται ἡ
δεῖξις (Arist. p. 30a6): τῶν ἄλλων, φησίν, ὁμοίως ἐχόντων κατὰ πάντα ἐπὶ τοῦ ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος μόνον, φησίν, ἐν τῷ τετάρτῳ τρόπῳ τοῦ μέσου σχήματος καὶ ἐν τῷ πέμπτῳ τοῦ τρίτου διαφέρουσιν ἐν τῷ ὑπάρχοντι τρόπῳ καὶ τῷ ἀναγκαίῳ. ἐν μὲν γὰρ τῷ ὑπάρχοντι δι’ ἀντιστροφῶν οὐκ ἐδείκνυντο ἀλλὰ καὶ] διὰ· τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· ἐπὶ μέντοι τοῦ ἀναγκαίου οὐ δυνατὸν διὰ
τῆς ἀδυνάτου δείξεως τούτους ἀποδεῖξαι. οἷον ὡς ἐπὶ τοῦ τετάρτου τρόπου τοῦ δευτέρου σχήματος προίτω ἡμῖν ὁ λόγος· ἔστω γὰρ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τῷ δέ γε Γ ἐξ ἀνάγκης μὴ παντί· λέγω, ὅτι τὸ Β τῷ Γ ἐξ ἀνάγκης οὐ παντὶ ὑπάρχει. τοῦτο δέ, ὥσπερ εἶπον, οὐ δυνατὸν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ δεῖξαι λέγοντας οὕτως, ὅτι, εἰ ψεῦδός ἐστι τὸ ἐξ ἀνάγκης | οὐ παντὶ ὑπάρχειν, ἔστω 11
ἀληθὲς τὸ ὅτι τὸ Β ἐνδέχεται παντὶ τῷ Γ ὑπάρχειν· τοῦτο γὰρ ἀντίκειται ἀναγκαίῳ· ἀλλὰ καὶ τὸ Α τῷ Β παντὶ ἐξ ἀνάγκης ὑπῆρχεν. εἶτα ποῖον ἀκολουθεῖ συμπέρασμα, ἀγνοοῦμεν· γίνεται γὰρ ἡ συζυγία ἐν πρώτῳ σχήματι ἐκ τῆς μείζονος καθόλου καταφατικῆς ἀναγκαίας δὲ ἐλάττονος καθόλου καταφατικῆς ἐνδεχομένης, ἥτις ποῖον συνάγει συμπέρασμα, οὔπω ἴσμεν πρὸ τοῦ διδαχθῆναι, τί τὸ
συναγόμενον ἐκ τῆς τοιαύτης μίξεως. ὥστε καλῶς ἐλέγομεν μὴ δύνασθαι δείκνυσθαι τὸν τέταρτον τοῦ δευτέρου σχήματος συλλογισμὸν δι’ ἀδυνάτου δείξεως. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τοῦ πέμπτου τρόπου τοῦ τρίτου σχήματος συμβαίνει. διὰ ταῦτα ἐκεῖνον μὲν τὸν τρόπον τῆς δείξεως ὡς ἀσαφῆ τε καὶ διὰ τῶν ὑστέρων γινόμενον πα- ραιτητέον, τὴν διὰ τοὐ ἀδυνάτου φημί, ἐπ’ ἀμφοτέρων αὐτῶν· δεικτέον δὲ δι’
ἐκθέσεως. ἡ δὲ ἔκθεσις ἐνταῦθα τοιαύτη· ἐπὶ μὲν τοῦ τετάρτου ἐν δευτέρῳ σχήματι, εἰ τὸ Α τῷ Β παντὶ ἐξ ἀνάγκης τῷ δέ γε Γ οὐ παντὶ ἐξ ἀνάγκης ὑπάρχει, ληπτέον μέρος τοῦ Γ, ᾧ τὸ Α οὐχ ὑπάρχει, οἷον τὸ Δ καὶ τακτέον οὕτως· εἰ τὸ Α οὐδενὶ τῷ Δ, οὐδὲ τὸ Δ οὐδενὶ τῷ Α· τὸ δὲ Α παντὶ τῷ Β· τὸ ἄρα Δ οὐδενὶ τῷ Β. οὐκοῦν οὐδὲ τὸ B οὐδενὶ τῷ Δ· τὸ δὲ Δ τὶ ἰοῦ Γ ἐστί· τὸ ἄρα Β τινὶ τῷ Γ οὐχ
ὑπάρχει. ἐπὶ δὲ τοῦ τρίτου σχήματος· εἰ τὸ Α τινὶ τῷ Γ οὐχ ὑπάρχει, τὸ δὲ Β 12 παντὶ τῷ Γ, τὸ Α τινὶ τῷ B οὐχ ὑπάρχει· προκείσθω μέρος τοῦ Γ, ᾧ τὸ Α οὐχ ὑπάρξει, οἷον τὸ Δ, καὶ ἔσται οὕτως· εἰ τὸ Α τῷ Δ οὐδενί, τὸ δὲ Β παντὶ τῷ Δ. εἴ γε καὶ τῷ Γ παντί, οὗ μέρος τὸ Δ, ἀντιστρέψει ἡ Β Δ, καὶ ἔσται τὸ Δ τινὶ τῷ Β. εἰ τοίνυν τὸ μὲν Α οὐδενὶ τῷ Δ, τὸ δὲ Δ τινὶ τῷ Β, τὸ Α τινὶ τῷ Β οὐχ ὑπάρχει.
εἰκότως δὲ οἱ συλλογισμοὶ τοῦ ἀναγκαίου ὡσαύτως ἔχουσι τοῖς τοῦ ὑπάρχοντος καὶ ὁμοίως αὐτοῖς δείκνυνται, διότι καὶ αἱ ἀντιστροφαὶ τῶν προτάσεων τοῦ ἀναγκαίου ὡσαύτως ἐλέγοντο ἔχειν ταῖς τοῦ ὑπάρχοντος. ἑκάτερος δὲ τῶν εἰρημένων δύο συλλογισμῶν διὰ τοῦ οἰκείου σχήματος δείκνυται τὸ ἴδιον συμπέρασμα συνάγων. ἀλλ’ ὁ μὲν τέταρτος τοῦ δευτέρου σχήματος διὰ τοῦ δευτέρου τρόπου τοῦ αὐτοῦ σχήματος
οὕτως· εἰ γὰρ τὸ Α παντὶ μὲν τῷ B ὑπάρχει τῷ δὲ Γ οὐ παντί, ὑπέκειτο δὲ μέρος τοῦ Γ τὸ Δ, ᾧ οὐχ ὑπάρχει τὸ Α, τὸ ἄρα Α παντὶ μὲν τῷ Β οὐδενὶ δὲ τῷ Δ ὑπάρχει, ὅσπερ ἐστὶ δεύτερος | τρόπος τοῦ δευτέρου σχήματος ἐκ τῆς 13 μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου ἀποφατικῆς. τὸ ἄρα Β οὐδενὶ τῷ Δ ὑπάρχει, ὅπερ ἐστὶ μέρος τοῦ Γ· τὸ ἄρα Β οὐ παντὶ τῷ Γ ὑπάρχει.
ὁμοίως δὲ καὶ ὁ πέμπτος ἐκ τοῦ τρίτου σχήματος διὰ τοῦ δευτέρου τρόπου τοῦ αὐτοῦ σχήματος τρίτου δείκνυται οὕτως. εἰ γὰρ τὸ μὲν Α ἐξ ἀνάγκης οὐ παντὶ τῷ Γ τὸ δὲ Β ἐξ ἀνάγκης παντὶ ὑπάρχει, λέγω, ὅτι τὸ Α τῷ B ἐξ ἀνάγκης οὐ παντὶ ὑπάρχει. ἐπεὶ γὰρ τὸ Α ἐξ ἀνάγκης οὐ παντὶ τῷ Γ ὑπάρχει, εἰλήφθω μέρος τι τοῦ Γ, ᾧ ἐξ ἀνάγκης οὐχ ὑπάρχει τὸ Α, ὅ ἐστι τὸ Δ· τὸ ἄρα Α οὐδενὶ
τῷ Δ ἐξ ἀνάγκης ὑπάρχει· καὶ ἐπεὶ τὸ Β ἐξ ἀνάγκης παντὶ τῷ Γ, ἓν δὲ τῶν μερῶν τοῦ Γ τὸ Δὶ τὸ ἄρα Β παντὶ τῷ Δ. εἰ τοίνυν τὸ Α μηδενὶ τῷ Δ τὸ δὲ Β παντὶ ἐξ ἀνάγκης ὑπάρχει, δηλονότι γέγονε πάλιν τοῦ τρίτου σχήματος ὁ δεύτερος τρόπος, ὥστε ἡ ἔκθεσις ἐπ’ ἀμφοτέρων τῶν συλλογισμῶν τὸ οἰκεῖον πάλιν ἐποίησε σχῆμα.
Paraphrasis Categoriarum. Anonymi in Aristotelis Categorias. ed. Michael Hayduck. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.