16.
[1417a 19] Ἐν οἷς ἀνώτερον περὶ προδιηγήσεως ἔλεγε καὶ ἤθους, εἶπεν, ὅτι οὐκ ἔχουσι τὰ μαθηματικὰ ἦθος, ὅτι οὐδὲ προαί ρεσιν οὐδὲ τὸ προαιρετὸν τέλος. φησὶν ἐν τῷ τρίτῳ τῶν Ἠθικῶν, ὅτι τὸ προαιρετὸν βουλευτόν ἐστι καὶ ἐφ’ ἡμῖν, οὐδεὶς δὲ βουλεύεται περὶ δια μέτρου ἢ κύκλου οὐδὲ περὶ τῶν καθ’ εἱρμὸν γινομένων οἷον τροπῆς ἰση μερίας, ἀλλὰ περὶ τῶν ἐφ’ ἡμῖν πρακτῶν. ὄντος δὲ τοῦ προαιρετοῦ βουλευτοῦ ὀρεκτοῦ τῶν ἐφ’ ἡμῖν, καὶ ἡ προαίρεσις ἂν εἴη βουλευτικὴ ὄρεξις τῶν ἐφ’ ἡμῖν. ἡ δὲ μαθηματικὴ ζήτησιν μὲν ἔχει, οὐ μὴν βού λευσιν· πᾶσα μὲν γὰρ βούλευσις ζήτησις, οὐ μὴν δὲ πᾶσα ζήτησις βού λευσις· καθολικωτέρα γὰρ ἡ ζήτησις.Fragmentum commentarii in Aristotelis rhetorica. Anonymi in Aristotelis Artem Rhetoricam. ed. Hugo Rabe. Berlin. 1896.
Funding provided by Center for Hellenic Studies.