15.
[1416a 28] Ὁ Εὐριπίδης τὸν Ὑγιαίνοντα νάγκασε δοῦναι ἀντί δοσιν. ἡ δὲ ἀντίδοσις λειτούργημα ἦν ὑπὲρ τῆς πόλεως εἰς τριηραρχίας, εἰς σιτίσεις, εἰς ἐκστρατείας, εἰς πλωίμους, ἵνα ἀνθ’ ἑαυτοῦ δώσει τις τόσους ἢ τόσους. διὰ τοῦτο τοίνυν κατηγόρησε τοῦ Εὐριπίδου οὗτος ὁ Ὑγιαίνων ὡς ἀσεβοῦς γράψαντος ἐν τῷ δράματι Ἱππολύτου τὸ ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρήν. καὶ γὰρ ἡ θεράπαινα ἡ τροφὸς τῆς Φαίδρας περὶ τοῦ τῆς δεσποίνης μὲν αὐτῆς μητρυιᾶς δὲ τοῦ νεανίσκου μέλλουσα εἰπεῖν αὐτῷ περὶ ἔρωτος ὅρκοις αὐτὸν προεκράτησε, μὴ πρός τινα εἰπεῖν τὸ λαλη θησόμενον· ὁ δὲ ὑπέσχετο ὁρκώσας· εἶτα ὡς ὕστερον εἶπεν ἐκείνη τὸν ἔρωτα πρὸς Ἱππόλυτον, ὁ δὲ γανάκτησεν, ἀνέμνησεν ἐκείνη περὶ τοῦ ὅρκου ὁ δ’ εἶπεν ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρήν ἤτοι οὐκ ἐπιώρκησα, ὦ τροφέ· τότε γὰρ γίνεται ἐπιορκία, ὅταν ὁ νοῦς συμφωνήσῃ καὶ ἡ γλῶττα· ἐγὼ δὲ πρὸ τοῦ μαθεῖν τὴν φρένα μου τὸ λαληθησόμενον συνηρπάγην κατὰ μόνην τὴν γλῶτταν ὀμόσας· καὶ λοιπὸν οὔτε ὤμοσα, εἰ δὲ καὶ ὤμοσα, οὐκ ἐπιώρκησα. ἀσεβὴς ἄρα ἐστὶν ὁ Εὐριπίδης, φησὶν ὁ Ὑγιαίνων, διδάξας ἀπὸ τούτου τοῦ ἰαμβείου ὁρκωμοτεῖν τοὺς ἀνθρώπους. πάλιν δὲ καὶ οὗτος ὁ Εὐριπίδης οἷον ἀσεβῆ αὐτὸν λέγει, διότι, φησίν, εἰ καὶ δί κησά τι, ἐν Διονυσίοις ἐκρίθην ἂν παρ’ αὐτοῖς τοῖς ἐξάρχοις τῆς ἑορτῆς. νῦν δὲ κακῶς ποιεῖς, ὧ Ὑγιαίνων, κατηγορῶν μου ἐν τοῖς δημοσίοις δικα στηρίοις· τὰ γὰρ ἐν τῇ τελετῇ τοῦ θεοῦ Διονύσου παρ’ αὐτοῖς τοῖς τελετ άρχαις δικάζονται.Fragmentum commentarii in Aristotelis rhetorica. Anonymi in Aristotelis Artem Rhetoricam. ed. Hugo Rabe. Berlin. 1896.
Funding provided by Center for Hellenic Studies.