αὐτὴν καὶ τῶν λοιπῶν διακρῖναι. πρὸ δὲ τούτου διαίρεσίν τινα τῶν ἐναντίων παραδίδωσι συμβαλλομένην αὐτῷ τοιαύτην· τῶν ἐναντίων τὰ μὲν ἄμεσά ἐστιν ὡς ἄρτιον καὶ περιττόν. τὰ δὲ ἔμμεσα ὡς τὸ λευκὸν καὶ τὸ μέλαν καὶ εἴ τι τοιοῦτον. καὶ τὰ ἔμμεσα τὰ μὲν οὕτως ἔχει ὥστε μὴ ἐξ ἀνάγκης τὸ ἕτερον αὐτῶν παρεῖναι τῷ ὑποκειμένῳ ὡς ἐπὶ λευκοῦ καὶ
μέλανος (οὔτε γὰρ ἀνάγκη πᾶν σῶμα λευκὸν εἶναι ἢ μέλαν· δύναται γὰρ καὶ φαιὸν εἶναι ἡ ἄλλο τι, ὅσα ἔμμεσα), τὰ δὲ οὕτως ἔχει ὥστε ἐξ ἀνάγκης τὸ ἕτερον αὐτῶν παρεῖναι τῷ ὑποκειμένῳ, ὡς τῷ πυρὶ ἡ θερμότης· οὐ γὰρ ἄν ποτε αὐτῷ προσγένοιτο ἡ ψῦξις· ὁμοίως δὲ καὶ τῇ χιόνι <ἡ> ψυχρότης καὶ οὐκ ἄν ποτε τὸ
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.