διακρίνει τὴν κατὰ στέρησιν καὶ ἕξιν, καὶ πρότερον τὰ ἐναντία διαιρεῖ καὶ δείκνυσι διὰ τῶν μερῶν, ἔπειτα δὲ καὶ καθολικῷ λόγῳ· ὧν μὲν γὰρ ἐναντίων μηδέν ἐστιν ἀνὰ μέσον, ἀναγκαῖον ἐν ᾧ πέφυκε γίνεσθαι ἢ ὧν κατηγορεῖται θάτερον αὐτῶν ὑπάρχειν ἀεί· οὔτε γὰρ τὸ πῦρ εἴποιμεν περιττὸν ἢ ἄρτιον εἶναι οὐδὲ τὸν λίθον νοσεῖν ἡ
ὑγιαίνειν, ἐπειδὴ οὔτε πέφυκε τὴν ἀρχὴν τούτων δεκτικὰ εἶναι. τὸ δὲ ὧν κατηγορεῖται θάτερον αὐτῶν ὑπάρχειν ἀεὶ διὰ τὰ ἄμεσα ἐναντία, ὡς καὶ αὐτός φησιν ἐπὶ νόσου καὶ ὑγείας καὶ ἀρτίου καὶ περιττοῦ· ἀνάγκη γὰρ πάντα ἀριθμὸν ἢ ἄρτιον εἶναι ἢ περιττὸν καὶ πᾶν σῶμα ἢ νοσεῖν ἢ ὑγιαίνειν τὸ τούτων δεκτικόν.
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.