ἐναντιοτητα.
πάλιν ἐκ τῆς μίξεως τῆς οὐσίας καὶ τοῦ ποιοῦ γίνονται ἕτεραι δύο τὸ ποιεῖν καὶ τὸ πάσχειν, ἐκ δὲ τῆς συμπλοκῆς τῆς οὐσίας καὶ τῶν πρός τι γίνονται αἱ λοιπαὶ δύο κατηγορίαι τὸ κεῖσθαι καὶ τὸ ἔχειν. ἀποδοὺς δὲ τῶν τεσσάρων κατηγοριῶν τούς τε ὅρους καὶ τὰ παρακολουθήματα τῶν λοιπῶν ἓξ οὔτε τὰ ἴδια εἶπεν οὔτε τοὺς ὁρισμοὺς ἀπέδωκεν οὔτε τὴν εἰς
τὰ εἴδη διαίρεσιν ὡς δυναμένων ἡμῶν ἐκ τῶν ῥηθέντων καὶ ταύταις ἐπιστῆσαι. δεῖ οὖν ἡμᾶς ἑκάστου τόν τε ὁρισμὸν ἀποδοῦναι καὶ τὴν εἰς τὰ εἴδη διαίρεσιν. ἔστιν οὖν ποιεῖν μὲν τὸ εἴς τι ἐνεργεῖν. τούτου δὲ εἴδη δύο· τὸ γὰρ ποιοῦν ἢ εἰς ἑαυτὸ ποιεῖ ὥσπερ ἡ ψυχὴ ἑαυτὴν γινώσκουσα ἢ εἰς ἕτερον ὡς τὸ θερμαίνειν. πάσχειν δέ ἐστι τὸ
ὑπό τινος ἀλλοιοῦσθαι. ὁμοίως δὲ καὶ τούτου εἴδη δύο· ἣ γὰρ ὡς εἰς φθορὰν ἀγόμενον πάσχει ὡς τὸ καίεσθαι ἢ ὡς εἰς τελειότητα ἀναγόμενον, ὡς ὅταν εἴπωμεν πάσχειν τὴν ὅρασιν ὑπὸ τοῦ ὁρατοῦ. 2 κεῖσθαι δέ ἐστιν ἡ τοιάδε τοῦ σώματος θέσις, τούτου δὲ εὔη τρία, ἀνακεῖσθαι καθῆσθαι ἑστάναι. ποτὲ δέ ἐστι χρόνου δηλωτικόν, καὶ τούτου εἴδη τρία, ἐνεστὼς παρεληλυθὼς μέλλων. ποῦ δέ ἐστι τόπου δηλωτικόν, καὶ τούτου εἴδη ἕξ, ἄνω κάτω δεξιὰ ἀριστερὰ | ἔμπροσθεν ὄπισθεν. 3
ἔχειν δέ ἐστιν οὐσίας περὶ οὐσίαν περίθεσις· σημαίνει γὰρ τὸ ὑποδεδέσθαι τὸ ὡπλίσθαι καὶ ἄλλα τοιαῦτα. |
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.