ἔχει πρὸς αὐτό. ὄντος δὲ τοῦ πρός τι τοιούτου οὐκέτι τὰ μέρη τῶν δευτέρων οὐσιῶν πρός τι γίνεται· ἡ γὰρ κεφαλὴ λέγεται μὲν πρὸς ἄλλο καὶ ἄλλο, ὥσπερ οὖν καὶ πᾶν μέρος (παν γὰρ μέρος ἄλλου ἐστὶ μέρος), οὐ μὴν χαρακτηρίζεται τὸ εἶναι αὐτὴν κεφαλὴν ἐκ τῆς σχέσεως ἧς ἔχει πρὸς ἐκεῖνο οὗ ἐστι κεφαλή. ἔστιν οὖν κεφαλῆς ὡς κεφαλῆς ἀποδοῦναι
λόγον αὐτῆς καθ’ αὑτήν· οὐσία γάρ ἐστι καὶ ὑποκείμενόν τι ἡ κεφαλή. οὐδὲν δὲ τῶν πρός τι καθ’ αὑτό ἐστι πρός τι· τὸ γοῦν ὅμοιον καὶ τὸ ἴσον ὁμολογουμένως ἐστὶ πρός τι, οὐ σημαίνει δὲ πρᾶγμά τι οἰκείαν ἔπι· βολὴν ἔχον, ἀλλ’ ἔστι τούτων ἑκάστῳ τὸ εἶναι ἐν σχέσει. [τὸν ἴδιον πρός τι ὁρισμὸν ἐκτίθεται· ὁ γὰρ πρῶτος ὁρισμὸς παρακολούθημα μόνον
ἐστίν· εἴ τι γάρ ἐστι πρός τι, τοῦτο καὶ λέγεται, οὐ μέντοι εἴ τι λέγεται, τοῦτο καὶ ἔστι πρός τι διὰ τὰ προειρημένα].
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.