εἶναι.
τοῦτο γὰρ λέγομεν τὰ Μηδικὰ πρότερα τῶν Πελοποννησιακῶν, ὅτι αὐτῶν πλείων ἡ ἀπόστασίς ἐστιν ἀπὸ τοῦ νῦν ἢ τῶν Πελοποννησιακῶν. ἐπὶ δὲ τοῦ μέλλοντος τὸ ἐναντίον πρότερόν ἐστιν οὗ ἐλάττων ἀπὸ τοῦ νῦν ἡ ἀπόστασις· πρότερον γὰρ | τὸ αὔριον τοῦ μεταύριον. καὶ οὕτω μὲν τὸ τῷ 2 χρόνῳ πρότερον. τὸ δὲ φύσει πρότερόν ἐστι τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον
δὲ καὶ τὸ συνεισφερόμενον μὲν μὴ συνεισφέρον δέ, ὡς ἐπὶ τοῦ ζῴου καὶ ἀνθρώπου. τὸ γὰρ ἐπιστητὸν τῆς ἐπιστήμης πρότερον ἄν δόξειεν εἶναι· μὴ ὄντος γὰρ ἐπιστητοῦ οὐδὲ ἐπιστήμη ἐστίν, ἐπιστήμης δὲ μὴ οὔσης τὸ ἐπιστητὸν δύναται εἶναι. ὡσαύτως αἰσθητοῦ μὴ ὄντος οὐδὲ αἴσθησίς ἐστιν, αἰσθήσεως μέντοι μὴ οὔσης οὐδὲν κωλύει τὰ αἰσθητὰ
εἶναι, οἷον πῦρ γῆν καὶ τὰ ὅμοια.
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.