‘ὁ δεσπότης δούλου δεσπότης’. ἐὰν μέντοι ὁ δοῦλος μὴ οἰκείως ἀποδοθῇ, ἤγουν δεσπότου, ἀλλὰ ἀνθρώπου, οὐκέτι ἀντιστρέφει· οὐδὲ γὰρ δυνατὸν λέγειν ὁ ἄνθρωπος δούλου ἄνθρωπος’. ὥστε ἐὰν μὴ οἰκείως 〈ἀποδοθῇ〉, οὐκέτι ἀντιστρέφει· ἡ γὰρ ἀντιστροφὴ ἐν μόνῃ καὶ πάσῃ τῇ οἰκείᾳ ἀποδόσει γίνεται.
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.