οὐ γὰρ ἐροῦμεν τὸ ζῷον κεφαλῇ ζῷον· εἰσὶ γάρ τινα ζῷα κεφαλὴν μὴ ἔχοντα ὡς ὁ καρκίνος. ἀνάγκη οὖν ὀνοματοθετεῖν καὶ τὴν συνήθειαν καινοτομεῖν διὰ τὸ οἰκείως ποιεῖσθαι τὴν ἀντιστροφήν· οἰκείως οὖν ἀποδίδοται, ἐὰν οὕτως εἴπωμεν ‘ἡ κεφαλὴ κεφαλωτοῦ κεφαλή’· οὕτω γὰρ καὶ ἀντιστρέφειν δυνάμεθα τὸ κεφαλωτὸν κεφαλὴ κεφαλωτὸν εἰπόντες.
καὶ καθόλου ὅταν ὀνοματοποιεῖν βουλώμεθα, ἀπὸ τῶν πρώτων καὶ ἀντιστρεφόντων παρώνυμον ποιήσομεν ὄνομα οἷον ἀπὸ τοῦ πηδαλίου τὸ πηδαλιωτὸν καὶ ἀπὸ τῆς κεφαλῆς τὸ κεφαλωτόν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. καὶ οὕτω πάντα τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται.
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.