συλλαβῶν· οὐ γὰρ καθὸ σημαίνει τι οὐδὲ καθὸ σύνθετος· εἰ γάρ τι ὑπό τινος καταμετρεῖται, τὸ καταμετρούμενον τοῦ καταμετροῦντος ἢ διπλάσιον ἢ πολυπλάσιόν ἐστι· ταῦτα δὲ ἴδια τοῦ ποσοῦ. εἰ οὖν φαίνεται τῷ λόγῳ τὸ ἴδιον τοῦ ποσοῦ παρακολουθοῦν, ποσὸν ἄν καὶ ὁ λόγος εἴη. ἀλλὰ πῶς ὁ λόγος ὢν τῶν ἐν συμπλοκῇ θεωρουμένων, εἴ γε ἐξ ὀνόματος καὶ ῥήματος
σύγκειται, ὑπὸ μίαν τῶν κατηγοριῶν πίπτει, εἴ γε αἱ κατηγορίαι τῶν ἄνευ συμπλοκῆς εἰσιν; ἐροῦμεν πρὸς τοῦτο ὅτι δεῖ κοινότερον ἀκούειν τοῦ λόγου ὡς σημαίνοντος τὴν λέξιν. ἐπειδὴ δὲ ὁ λόγος πολλαχῶς λέγεται λέγεται λέγεται γὰρ καὶ ὁ προφορικὸς λόγος, λέγεται καὶ ὁ ἐνδιάθετος λόγος), νῦν περὶ τοῦ προφορικοῦ λόγου φησίν.
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.