τούτῳ τῷ λευκῷ σώματι, καὶ ἄνισον δὲ ὡσαύτως, οὐ καθὸ λευκὸν ἀλλὰ καθὸ σῶμα· εἴποι δ’ ἄν τις τῶν ἀκριβῶς ἀκροωμένων ῾ πῶς ὁ ᾿ Αριστοτέλης 112ν τὸ σῶμα ἔταξεν ὑπὸ τὴν οὐσίαν καὶ πάλιν ὑπὸ τὸ ποσόν, καίτοι εἴπομεν ἐν τοῖς προοιμίοις ὅτι οὐδὲν τῶν ὄντων ὑπὸ δύο κατηγορίας ἀνάγεται;᾿ γεται;’ φαμὲν οὖν ὅτι κατ’ ἄλλο καὶ ἄλλο λαμβάνει τὸ σῶμα· ἔστι γὰρ 2 ἔνυλον σῶμα, οἷον φέρε εἰπεῖν λίθος ἢ ξύλον, ἔστι δὲ καὶ τὸ λόγῳ θεω- ρούμενον σῶμα <οἶον> μαθηματικόν. ἐν οὖν τῇ οὐσίᾳ τὸ ἔνυλον ἔλαβεν, ἐν δὲ τῷ ποσῷ τὸ λόγῳ θεωρούμενον ἔλαβεν· |
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.