ποσοῦ τὰ μὲν ὡρισμένα, τὰ δὲ ἀόριστα· ὡρισμένα μὲν ὡς τὸ δίπηχυ καὶ τὸ τρίπηχυ, ἃ καὶ κυρίως ποσά ἐστιν, ἀόριστα δὲ ὡς τὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον. ἔστι δὲ τὸ μὲν μέγα καὶ μικρὸν ἀπὸ τοῦ συνεχοῦς μέγα γὰρ σῶμα καὶ μικρὸν λέγομεν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων συνεχῶν καὶ θέσιν ἐχόντων), τὸ δὲ πολὺ καὶ ὀλίγον ἀπὸ τοῦ διωρισμένου καὶ θέσιν
μὴ ἔχοντος· πολὺς γὰρ ὁ χρόνος καὶ ὀλίγος λέγεται, ὁμοίως καὶ ὁ ἀριθμός. μός. διὸ καὶ ἐπὶ τῶν παραδειγμάτων γυμνάσας τὸ μέγα καὶ μικρὸν ἐπὶ τοῦ ὄρους ἔλαβε καὶ τῆς κέγχρου, ἅπερ ἦν τοῦ συνεχοῦς· σῶμα γὰρ ἑκάτερον.
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.