τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ ὁ γὰρ Σωκράτης ἄνθρωπος λέγεται καὶ ζῶον λογικὸν θνητόν), ὅσα δὲ ἐν ὑποκειμένῳ ἐστί, τοῦ μὲν ὁρισμοῦ οὐδέ- ποτε μεταδίδωσι, τοῦ δὲ ὀνόματος ἐνίοτε· ἡ γὰρ λευκότης ἐν σώματί ἐστι καὶ τοῦ μὲν ὁρισμοῦ οὐ μεταδίδωσιν οὐ γὰρ ἂν εἴποιμεν τὸ σῶμα χρῶμα διακριτικὸν ὄψεως) τοὐ δὲ ὀνόματος μεταδίδωσι· λέγομεν γὰρ λευκὸν
σῶμα.᾿ ἰστέον δὲ ὅτι οὐκ ἀεί· ἰδοὺ γὰρ ἡ ἀρετὴ οὔτε τοῦ ὀνόματος οὔτε τοῦ ὁρισμοῦ μεταδίδωσι τῷ ὑποκειμένῳ· οὐ γὰρ λέγεται ἀρεταῖος ὁ ἀρετῆς μετέχων ἀλλὰ σπουδαῖος.
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.