ὡς ἴσμεν, ἐκ γένους καὶ συστατικῶν διαφορῶν λαμβάνεσθαι, τῆς οὐσίας το ἵδιον ἐπιζητεῖ· ἔοικε γάρ πως τοῦτο τῷ ὁρισμῷ· ὥσπερ γὰρ ὁ ὁρισμὸς μόνῳ καἴ παντὶ ὑπάρχει, οὗ ἐστιν ὁρισμός, καὶ πρὸς τὸ ὁριστὸν ἀντιστρέφει, οὕτω τὸ ἴδιον μόνῳ καὶ παντὶ ὑπάρχει, οὗ ἐστιν ἴδιον, καὶ ἀντιστρέφουσι πρὸς ἄλληλα. διὰ ταύτην οὖν τὴν αἰτίαν ἴδιον τῆς οὐσίας
ἀποδοῦναι βούλεται· οὐ παραδίδωσι δὲ εὐθὺς τὰ ἀρέσκοντα αὐτῷ, ἀλλὰ πρῶτον τοῦτο λέγει τῆς οὐσίας ἴδιον τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, ὃ πάσῃ μὲν ἁρμόζει, οὐ μόνῃ δέ, ἀλλὰ καὶ ταῖς διαφοραῖς. δεῖ δὲ τὸ ἴδιον μόνῳ καὶ παντὶ ὑπάρχειν. διὰ δὲ τοῦ εἰπεῖν κοινὸν δὲ δοκεῖ ἐναντία ἑαυτῷ λέγειν· εἰ γὰρ ἴδιον βούλεται τῆς οὐσίας ἀποδοῦναι, πῶς φησι
κοινόν; λέγομεν ὅτι δεῖ πάντως δύο τινὰ ὑπάρχειν τῷ ἰδίῳ, λέγω δὴ τὸ μόνῳ καὶ παντί· διὰ οὖν τοῦ εἰπεῖν κοινὸν ἐσήμανε τὸ πάσῃ. τὸ δὲ ἀποδοθὲν ἴδιον φανερὸν μέν ἐστι καὶ ἐπὶ τῶν πρώτων οὐσιῶν, δῆλον δὲ ὅτι καὶ ταῖς δευτέραις ὑπάρχει ἐκ τούτου· τὸ γὰρ ζῷον καὶ ὁ ἄνθρωπος ἐν τῷ μερικῷ ἀνθρώπῳ πώς εἰσιν οὐχ ὡς ἐν ὑποκειμένῳ ἀλλ’ ὡς καθ’
ὑποκειμένου.
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.