κατηγορίαν, οὐκέτι δὲ καὶ τὰ γένη τοῖς εἴδεσι· τὰ μὲν γὰρ γένη κατὰ τῶν εἰδῶν κατηγορεῖται (λέγομεν γὰρ ῾ πᾶς ἄνθρωπος ζῷον᾿, καὶ ὑπόκειται μὲν ἄνθρωπος, τοῦτ’ ἔστι τὸ εἶδος, κατηγορεῖται δὲ τὸ ζῷον, ἤγουν τὸ γένος), τὰ δὲ εἴδη κατὰ τῶν γενῶν οὐκ ἀντιστρέφει· οὐκέτι γὰρ δυνάμεθα λέγειν ῾ πᾶν ζῷον ἄνθρωπος᾿ , ὡς λέγομεν ῾ πᾶς πᾶς ἄνθρωπος ζῷον᾿ . ὥστε καὶ ἐκ
τούτων τὸ εἶδος τοῦ γένους μᾶλλον οὐσία.
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.