ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
τί ποτέ ἐστι φιλοσοφία. δεῖ γὰρ τὸν ἀρχόμενόν του πρότερον μαθεῖν τί
μανθάνομεν δὲ τὰ πράγματα ἐκ τῶν ὁρισμῶν. καὶ πῶς δυνατὸν δι’ ὁρισμοῦ μαθεῖν πρᾶγμα ἀγνοουμένου τοῦ τί ἐστιν ὁρισμός; ὁρισμὸς τοίνυν ἐστὶ λόγος σύντομος δεικνὺς τὴν τοὐ πράγματος φύσιν. ὁρισμὸς δὲ λέγεται ἀπὸ μεταφορᾶς
τῶν ἐν τοῖς χωρίοις ὅρων· ὥσπερ γὰρ ἐκεῖνοι περιλαμβάνουσι τὸ χωρίον καὶ χωρίζουσι τῶν ἀλλοτρίων, οὕτω καὶ οἱ ὁρισμοὶ περιλαμβάνουσι
τὸ πρᾶγμα καὶ χωρίζουσι τῶν ἄλλων ἀπάντων. δεῖ τοίνυν ὁρισμὸν τῆς φιλοσοφίας εἰπεῖν, ὥσπερ καὶ τῆς γραμματικῆς ἀρχόμενοι τὸν ὁρισμὸν ἐμανθάνομεν, ὅτι γραμματική ἐστιν ἐμπειρία τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ὡς ἐπὶ τὸ πολὺ λεγομένων· ὁμοίως καὶ ῥητορικῆς ἀρχόμενοι
τὸν ὁρισμὸν ἐμάθομεν, ὅτι ῥητορική ἐστι δύναμις τεχνικὴ πιθανοῦ λόγου
ἐν πράγματι πολιτικῷ τέλος ἔχουσα τὸ εὖ λέγειν· δεῖ οὖν καὶ τῆς φιλοσοφίας τὸν ὁρισμὸν μαθεῖν, αὕτη γάρ ἐστιν ἡ καὶ ταῖς ἄλλαις ἐπιστήμαις τε καὶ τέχναις τοὺς ὁρισμοὺς παρέχουσα.
ἢ ἐκ τοῦ τέλους ἢ καὶ ἀπὸ συναμφοτέρου· ἐκ μὲν τοῦ ὑποκει- μένου ὡς ὅταν εἴπωμεν ’ἰατρική ἐστιν τέχνη περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένη’, ἐκ δὲ τοῦ τέλους ὡς ὅταν εἴπωμεν ‘ὑγείας περιποιητική’, ἐκ δὲ τοῦ συναμφοτέρου ‘τέχνη τέχνη περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένη
ὑγείας περιποιητική’. ὁμοίως δὲ καὶ ἡ ἀστρονομία ἐπιστήμη οὖσα ἔχει
ὑποκείμενον τὰ οὐράνια σώματα, τέλος δὲ τὸ γνῶναι τὰς κινήσεις αὐτῶν. μάθωμεν οὖν καὶ τί ὑπόκειται τῇ φιλοσοφίᾳ καὶ τί τὸ τέλος αὐτῆς· καὶ οὕτω δυνησόμεθα τὸν ὁρισμὸν αὐτῆς ἀποδοῦναι. ἰστέον οὖν, ὅτι αἱ μὲν ἄλλαι ἐπιστῆμαι καὶ τέχναι περί τινα μερικὰ καταγίνονται, οἷον ἡ τεκτονικὴ περὶ μόνα τὰ ξύλα, ἡ ἀστρονομία περὶ μόνα τὰ οὐράνια, μόνη δὲ ἡ
φιλοσοφία περὶ πάντα τὰ ὄντα καταγίνεται, τέλος δὲ ἔχει οὐ ποιῆσαι ταῦτα
ἀλλὰ γνῶναι αὐτά. παραλαμβάνονται οὖν τῆς φιλοσοφίας ὁρισμοὶ πολλοί· πολλοὶ γὰρ καὶ πολλαχῶς ὡρίσαντο τῶν παλαιοτέρων αὐτὴν. ἵνα δὲ μὴ 4 τοῖς φιλαιτίοις ἀκαίρου φιλοτιμίας ἐν τῷ παρόντι δῶμεν ἔγκλημα τοὺς ἑκάστου διεξιόντες ὅρους, ἀπόχρη πέντε ἢ ὀλίγῳ πλείους ἐπελθεῖν. δύο
μὲν οὖν εἰσιν ἐκ τοῦ ὑποκειμένου δύο δὲ ἐκ τοῦ τέλους καὶ ἕτερος ἐκ ἵης ὑπεροχῆς, ἧς ἔχει πρὸς τὰς ἄλλας τέχνας.
πάντας τοὺς ἐν τῷ κόσμῳ ἀνθρώπους εἰδέναι κατὰ ἀριθμόν, ἀλλὰ
τίς ποτέ ἐστιν ἡ τοῦ ἀνθρώπου φύσις. τὴν γὰρ οὐσίαν ἑκάστου πράγματος 5 καὶ τὸ εἶναι σκοπεῖ ὁ φιλόσοφος. τινὲς δὲ ὁρίζονται οὕτως· “φιλοσοφία 6 ἐστὶ θείων τε καὶ ἀνθρωπίνων πραγμάτων γνῶσις”. καὶ δῆλον ὅτι ὁ αὐτός ἐστι τῷ πρὸ αὐτοῦ, διαφέρει δὲ μόνῳ τῷ σαφεῖ τε καὶ ἀσαφεῖ·
διεῖλε γὰρ τὰ ὄντα εἰς τά θεῖα καὶ ἀνθρώπινα τὰ μὲν ἀίδια εἰπὼν θεῖα,
τὰ δὲ ἐν γενέσει καὶ φθορᾷ εἰπὼν ἀνθρώπινα. οὗτος οὖν ὁ ὁρισμὸς καὶ ὁ πρῶτος ἐκ τοῦ ὑποκειμένου ἀποδίδονται, διενηνόχασι δὲ ἀλλήλων, ὡς εἴρηται, τῷ σαφεῖ τε καὶ ἀσαφεῖ. ἔστι δὲ καὶ τοιοῦτος ὁρισμὸς ἀπὸ τοῦ τέλους ὁ λέγων ‘‘φιλοσοφία ἐστὶ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθφώπῳ.” οὕτω γὰρ ὁ Πλατῶν ὡρίσατο. ὁ γὰρ θεὸς διττὰς ἔχει τὰς
ἐνεργείας, τὰς μὲν γνωστικάς, καθ’ ἃς τὰ πάντα γινώσκει, ὡς καὶ οἱ ποιηταὶ
σημαίνουσι λέγοντες
δικάζει καὶ νόμους τίθησιν)· ὥστε εἰκότως ἡ φιλοσοφία ὁμοίωσίς ἐστι θεῷ.
τὸ δὲ “κατά τὸ δυνατὸν ἀνθρώπῳ” καλῶς πρόσκειται· οὕτε γὰρ ἡ γνῶσις ὁμοία οὔτε ἡ πρόνοια ἡ αὐτή
καὶ ἔστιν ἰδεῖν τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ζῴων· ἐπειδὴ γὰρ ὁ ἄνθρωπος καὶ ὁ ἵππος διάφορον ἔχουσι τὴν οὐσίαν, διάφορον ἔχουσι καὶ τὴν τελειότητα·
τητᾷ· ἀνθρώπου μὲν γὰρ τελειότης τὸ μετὰ λόγου καὶ φρονήσεως ζῆν, ἵππου δὲ τὸ ὀξέως θεῖν καὶ ἐν πολέμοις ἐπιτήδειον εἶναι. καὶ ἐν αὐτοῖς δὲ τοῖς ἀλόγοις πολλὴ διαφορὰ ὑπάρχει τῶν τελειοτήτων, ἐπειδὴ καὶ τῆς 7 οὐσίας αὐτῶν· ἄλλη μὲν ὑπάρχει κυνὸς τελειότης, ἄλλη δὲ ἵππου. εἰ οὖν 8 μᾶλλον ἐπὶ ἀνθρώπου τε καὶ θεοῦ. ἐπεὶ οὖν πολὺ διαφέρουσι κατὰ τὴν οὐσίαν, εἰκότως καὶ τὰς τελειότητας διαφερούσας ἔχουσι. καλῶς οὖν πρόσκειται
τῷ ὅρῳ “τὸ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ " . ἔστιν οὖν ἡ φιλοσοφία
‘‘ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ ’’. ἐκ ποίας δὲ αἰτίας ὥρμησεν οὕτως ὁρίσασθαι τὴν φιλοσοφίαν, ῥητέον. ἐπειδὴ γάρ, ὡς εἶπον, διτταί εἰσιν αἱ τοῦ θεοῦ δυνάμεις, αἵ τε γνωστικαὶ καὶ αἱ πρακτικαί, διτταὶ δὲ καὶ αἱ τῆς ἡμετέρας ψυχῆς, αἵ τε θεωρητικαὶ καὶ πρακτικαί. ὁ δὲ φιλόσοφος
ἑκάτερον τῶν μερῶν τῆς ψυχῆς κοσμεῖν βούλεται τῇ πρὸς τὸν θεὸν μιμήσει. τὸ μὲν τὴν τῶν ὄντων Φύσιν ὅπως ἔγει ἐπισκεπτόμενος. τὸ δὲ τὰς παθητικὰς τῆς ψυχῆς κοσμῶν δυνάμεις καὶ τῶν ἄλλων ἀπιμελούμενος, εἰκότως ὁ Πλάτων ὁμοίωσιν εἶναι θεῶ τὴν φιλοσοφίαν κατὰ τὸ δυνατὸν ἀνθρώπῳ ὡρίσατο.
ἀνελθὼν ἀπὸ τοῦ τείχους ἑαυτὸν κατεκρήμνισε. τούτου μαρτύριον ὁ τὸ εἰς
αὐτὸ τὸ Ἀμβρακιωτικὸν μειράκιον ἐκθέμενος ἐπίγραμμα ποιητής· φησὶ γὰρ
10 ἐν ἀπορρήτως περὶ αὐτῶν λεγόμενος λόγος, ὡς ἔν τινι φρουρᾷ ἐσμεν οἱ 11 ἄνθρωποι καὶ οὐ δεῖ ἑαυτοὺς ἐκ ταύτης ἐξάγειν οὐδὲ ἀποδιδράσκειν, μέγας τίς μοι φαίνεται καὶ οὐ ῥᾴδιος διιδεῖν‘. οὐ δεῖ δὴ ἐξαίειν ἑαυτόν· ὥσπερ γὰρ ὁ ἐν φρουρᾷ ὑπάρχων καὶ καταδεθεὶς διά τι πλημμέλημα, εἰ βουληθείη
ἀποδράσαι, ἀνατρέπει ὅσον ἐφ’ ἑαυτῷ τοὺς νόμους, οὕτω καὶ ὁ σπεύδων δων διαλῦσαι τὸν δεσμὸν τοὐ σώματος τὸν δεθέντα ὑπὸ τῆς προνοίας ἀνατρέπει
τρέπει τοὺς δημιουργικοὺς νόμους· οὐ δεῖ οὖν θανατᾶν. εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει, πῶς μελέτην θανάτου τὴν φιλοσοφίαν φαμέν, πρόσεχε τοῖς λεγομένοις, καὶ λυθήσεται ἡ ἀπορία. ἰστέον ὅτι τοῦ ἀνθρώπου συνθέτου
ὄντος ἐκ ψυχῆς καὶ σώματος καὶ ὁ σύνδεσμος διττὸς καὶ ἡ τῆς ψυχῆς λύσις διττή· ἔστι γὰρ ὁ φυσικὸς λεγόμενος δεσμός, καθ’ ὃν τῇ ψυχῇ δέδεται τὸ σῶμα καὶ ζωοποιεῖται ἐξ αὐτῆς, ἔστι καὶ ὁ προαιρετικὸς δεσμός, καθ’ ὃν ἡ ψυχὴ τῷ σώματι δέδεται δουλεύουσα αὐτῷ κεκρατημένη ὑπ’
αὐτοῦ. διττὴ οὖν καὶ ἡ λύσις, ἡ μὲν τοῦ σώματος ἀπὸ τῆς ψυχῆς, ἡ δὲ
τῆς ψυχῆς ἀπὸ ἰοῦ σώματος. καὶ ὁ θάνατος διττός, ὁ μὲν φυσικός, καθ’ ὃν πάντες οἱ ἄνθρωποι ἀποθνήσκομεν, τοῦτ’ ἔστι καθ’ ὃν χωρίζεται τὸ σῶμα ἀπὸ τῆς ψυχῆς, ὁ δὲ προαιρετικός, καθ’ ὃν οἱ φιλόσοφοι μελετῶσι χωρίζειν τὴν ψυχὴν ἀπὸ τοῦ σώματος. καὶ κατὰ τοῦτο λέγονται μελετᾶν θάνατον, τοῦτ’ ἔστι χωρισμὸν ψυχῆς ἀπὸ τοῦ σώματος. ἰστέον δὲ ὅτι οὗ
πάντως τοῦ σώματος χωρισθέντος τῆς Ψυχῆς καὶ ἡ ψυχὴ χωρίζεται τοῦ
σώματος· αἱ γὰρ φιλοσώματοι ψυχαὶ καὶ μετὰ θάνατον τὸν τῶν σωμάτων ἔτι περιέπουσιν ἔρωτα, καὶ τούτων εἶναί φασι τὰ φαινόμενα περὶ τοὺς τάφους σκιοειδῆ φαντάσματα. ἀλλ’ οὐδὲ τῆς ψυχῆς ἀπὸ τοῦ σώματος χωριζομένης τὸ σῶμα παντελῶς Κωρίζεται τῆς ψυχῆς· οἱ γὰρ φιλοσόφως
ζῶντες καὶ ἐν τῇ ζωῇ ὄντες ἔτι χωρίζουσιν ἑαυτοὺς ἰοῦ σώματος. ἔστιν οὖν ἡ φιλοσοφία μελέτη θανάτου, τοῦτ’ ἔστι μελέτη χωρισμοῦ ψυχῆς ἀπὸ
τοῦ σώματος.
ἐστί”, καὶ πάλιν “γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων ”, ἐκ 12 τοῦ ὑποκειμένου φαμὲν καὶ οὐκ ἐκ τοῦ τέλους. ὡς γὰρ τὴν ἰατρικὴν 13 ἐπιστήμην περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένην ἐκ τοῦ ὑποκειμένου φαμὲν ὁρίζεσθαι, ὅταν δὲ ὑγείας περιποιητικήν, ἐκ τοῦ τέλους, ὅτι τούτου στοχάζεται.. οὕτω δὴ καὶ ἐπὶ τῆς φιλοσοφίας, εἰ τέλος ἔχει τὴν τῶν ὄντων
γνῶσιν, ἐκ τοῦ τέλους εἶναι λέγειν δεῖ τοὺς ἀποδιδομένους ὁρισμούς. ἐκεῖνο δὲ πρῶτον σκοπητέον, ὡς ἡ μὲν φιλοσοφία τὸ μέν τι ἔχουσα μέρος θεωρητικὸν τὸ δὲ πρακτικὸν διττὸν ἔχει καὶ τὸ τέλος· ὅταν γὰρ λέγωμεν εἶναι θανάτου μελέτην τὴν φιλοσοφίαν, ἐκ τοῦ πρακτικοῦ τέλους αὐτὴν ὁριζόμεθα, | ὅταν δὲ γνῶσιν τῶν ὄντων ᾗ ὄντα ἐστίν, ἐκ τοῦ γνωστικοῦ, 14
ὅταν δὲ ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ, ἐξ ἀμφοῖν. ἡ μὲν οὖν ἰστρικὴ μικτὴ οὖσα, ὅταν μὲν κατὰ μόνον τὸ θεωρητικὸν αὐτῆς ὁρίζηται, λέγεται ἐπιστήμη περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένη (καὶ εἰκότως ἐκ τοῦ ὐποκειμένου αὐτῆς τὸν ὁρισμόν φαμεν τοῦτον), ὅταν δὲ κατὰ τὸ οὗ ἔνεκεν τοιαύτῃ χρῆται θεωρίᾳ, ὑγείας εἶναι περιποιητική, καὶ ἐκ τοῦ
τέλους εἶναι τοῦτον λέγομεν τὸν ὁρισμόν. ἡ δὲ φιλοσοφία ἁπλοῦν ἔχουσα τὸ θεωρητικὸν εἶδος αὐτοῦ γάρ καὶ μόνου ἕνεκεν γίνεται τοῦ γνῶναι τὰ πράγματα) οὐκ ἄν ἄλλον μὲν ἐκ τοῦ ὑποκειμένου δέξαιτο ὁρισμόν. ἄλλον δὲ ἐκ τοῦ τέλους. ἡ γὰρ γνῶσις τινῶν ἐστι γνῶσις· ἅμα οὖν καὶ ὅτι γνῶσις καὶ τινῶν γνῶσις συμπεριλήφεται. καὶ οἶμαί γε, εἴτε ἐκ τοῦ ὑποκειμένου
τὸν τοιοῦτον ὁρισμὸν εἴτε ἐκ τοὺ τέλους εἴποι τις, οὐκ ἄν ἁμάρτοι, μᾶλλον μᾶλλον δὲ ἐξ ἀμφοῖν εἴη ἄν. ἀλλ’ ἴσως πρὸς διαστολὴν τῶν ἄλλων
ὁρισμῶν, τοῦ τε λέγοντος “ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ οὐ προσδιορίζοντος ἐν τίσιν ἡ ὁμοίωσις, καὶ τοῦ λέγοντος “ μελέτη θανάτου” ἐκ τοῦ ὑποκειμένου τοὺς εἰρημένους ὅρους προσηγοπεύσαμεν.
τέχναις πρέπουσαι, αἱ δὲ ἐπιστήμαις. αὗται δὲ αἱ τέχναι καὶ ἐπιστῆμαι 15 κατὰ μὲν τοὺς λόγους οὐδὲν διαφέρουσιν ἀλλήλων (οί γάρ ἑκάστης λόγοι 16 καθ' ἑαυτοὺς μὲν ἄπταιστοί εἰσι), κατὰ δὲ τὴν ὔλην διαλλάττουσιν· αἱ μὲν γὰρ ἐπιστῆμαι περὶ τὰ ὡσαύτως ἔχοντα καταγίνονται, οἷον ἀστρονομία γεω- μετρία ἀριθμητική, αἱ δὲ τέχναι περὶ τὰ ὡς ἐπὶ τὸ πολὺ καὶ μετταβαλλόμενα.
ὅθεν τῆς γεωμετρίας οἱ λόγοι ἄπταιστοι μένουσιν, ὣ ἔχει ἐκεΤνος
‘παντὸς κύκλου τὰ ἀπὸ τοῦ κέντρου ἐπὶ τὴν περιφέρειαν δ,-αστήματα ἴσα εἰσὶν ἀλλήλοισ’’ (τοῦτο γὰρ ὡσαύτως ἔχον ἐστίν), οἱ δὲ τῆς ἰατρικῆζ- πταίπταίουσίν, ὡς ὁ λέγων ‘τὰ ἐναντία τῶν ἐναντίων ἰάματα’, διὰ τὸ μὴ περὶ τὸ ὡσαύτως ἔχον ἀεὶ καταγίνεσθαι· πρῶτον μὲν γὰρ οὐδὲ πάντων τῶν νοση-
μάτων ἰάματά ἐστι· τί γάρ, ἐάν ἡ νόσος ὀλεθρία ᾖ; ἄλλως τε ἔστιν ὅτε οὐ τὰ ἐναντία προσάγουσιν, ἀλλὰ τὰ ὅμοια, ὡς ἐπὶ τῶν κατὰ συμβεβηκός· πολλάκις γὰρ ψυχρὸν ὕδωρ ἐπιχεόμενον ἠτονηκυῖαν ἤδη θερμότητα ἀνεκαλέσατο.
πάσαις τοίνυν ταῖς ἐπιστήμαις καὶ τέχναις ἡ φιλοσοφία τὰς ἀρχάς δίδωσι· τῇ μὲν γὰρ γεωμετρίᾳ τοὺς καθολικοὺς λόγους (φιλοσόφων γὰρ τὸ
καθόλου ζητεῖν), ἄλλως τε ὁ γεωμέτρης τὸ σημεῖον ἀμερὲς λαμβάνει καὶ τὸ μέγεθος ἐπ’ ἄπειρον διαιρεῖ καὶ ταύταις ἀναποδείκτως ταῖς ἀρχαῖς κέχρηται, ὁ δὲ φιλόσοφος ταῦτα δείκνυσιν. ἐπειδὴ γάρ ύͅησι πᾶν τὸ περατοῦν τοῦ περατουμένου λείπεται μιᾷ διαστάσει· τὸ γὰρ σῶμα τρεῖς ἔχον διαστάσεις περατοῦται ὑπὸ τῆς ἐπιφανείας, ἥτις ἔχει δύο διαστάσεις, μῆκος
καὶ πλάτος (βάθος γάρ οὐκ ἔχει ᾦ λείπεται τοῦ σώματος), ἡ δὲ ἐπιφάνεια δύο ἔχουσα διαστάσεις περατοῦται ὑπὸ τῆς γραμμῆς, ἥτις μίαν ἔχει διάστασιν τὸ μῆκος μόνον, ἡ δὲ γραμμὴ περατοῦται ὑπὸ τοῦ σημείου, ὃ δῆλον ὅτι οὐχ ἕξει οὐδεμίαν διάσιασιν, ἀλλ’ ἔσται ἀμερές, εἴ γε, ὡς εἴρη- τᾶι, πᾶν πέρας τοῦ περατουμένου λείπεται μιᾷ διαστάσει. ὅτι δὲ καὶ πᾶν
μέγεθος -ἐπ’ ἄπειρόν ἐσ· τι διαιρετόν, δείκνυσι λαμβάνων, ὅτι ἡ τομὴ κατὰ
σημεῖα γίνεται, ἅπερ οὐ συντίθενται οὐδὲ ποιοῦσι σῶμα. οὐκοῦν τὸ σῶμα τρεῖς ἔχει διαστάσεις κατὰ σημεῖα διαιρούμενον, οὐδὲν γὰρ ἀφαιρεῖται ἡ διαίρεσις τοῦ σώματος πλὴν τοῦ ποσοῦ τοῦ μεγέθους, τὸ δὲ ῳεῖς ἔχειν διαστάσεις οὐκ ἀφαιρεῖται· οὐκοῦν ὁ λόγος τοῦ σώλuατος ἐπιδέχεται τὴν 17
εἰς ἄπειρον τομήν· εἰ δὲ ἡμῖν ἀδύνατός ἐστι διὰ τὴν σύμφυτον ἀσθένειαν ἀνυσθῆναι, οὐ διὰ τοῦτο ἀνῄρηται. τῇ δὲ ἰατρικῇ τὰ τέσσαρα στοιχεια· τῶν γὰρ φιλοσόφων ἀποδεικνύντων τέσσαρα εἶναι τῶν ἐν γενέσει σωμάτων 18 τὰ στοιχεῖα, ταῦτα δὴ τὰ πολυθρύλλητα, καὶ οὔτε πλείονα οὔτε ἐλάττονα, 19 ἐκεῖνοι ὡμολογημένον τοῦτο λαμβάνοντες ἐκ τούτων προσεχῆ στοιχεῖα τοὺς
χείοις τούτους λαμβάνοντες. ἔτι μὴν καὶ ῥητορικῇ φιλοσοφία τὰς ἀρχὰς
δίδωσιν· ἀναλόγως γὰρ τῇ τε ἐπαγωγῇ καὶ τῷ συλλογισμῷ τὸ παράδειγμα καὶ τὸ ἐνθύμημα ὁ ῥήτωρ λαμβάνει· ὥσπερ γὰρ ὁ συλλογισμὸς ἀληθής ἐστιν, ἐπειδὴ τὸ ἀναγκαῖον ἔχει, οὕτως καὶ τὸ ἐνθύμημα ἀληθὲς βούλεται εἶναι, μιᾷ μέντοι προτάσει τοὐ συλλογισμοῦ λείπεται, ὅθεν καὶ συλλογισμὸς
ἀτελὴς λέγεται. συλλογισμὸς δέ ἐστι λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν
τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει τῷ ταῦτα εἶναι. τὸν αὐτὸν δὲ τρόπον ἀναλογεῖ καὶ τῇ ἐπαγωγῇ τὸ παράδειγμα· ὥσπερ γὰρ ἐκείνη τὸ ὡς ἐπὶ τὸ πολὺ ἔχει καὶ τὸ εἰκός, οὐ πάντως δὲ τὸ ἀληθές, οὕτω καὶ τὸ παράδειγμα. διαφέρει δὲ καὶ ταῦτα ἀλλήλων, ὅτι ἡ μὲν ἐπαγωγὴ λόγος ἐστὶν ἀπὸ τῶν μερικῶν τὰ καθόλου πιστούμενος, τὸ δὲ παράδειγμα ἀπὸ
τῶν μερικῶν τὰ ἐπὶ μέρους πιστοῦται. καὶ τὰ ἐπιχειρήματα δὲ ἐκεῖθεν λαμβάνει· περὶ γὰρ τοπικῶν ὁ Ἀριστοτέλης ἐν τῇ λογικῇ διείλεκται καὶ ὅλως ῥητορικὰς τέχνας ἐπραγματεύσατο. οὐκοῦν καὶ ἡ ῥητορικὴ παρὰ φιλοσοφίας τὰς ἀρχὰς εἴληφεν, ἄλλως τε καὶ ὁ ῥήτωρ κέχρηται τῷ καλῷ καὶ τῷ δικαίῳ καὶ τῷ συμφέροντι οὐκ εἰδὼς ποῦ ποτε θεωρεῖται τὸ δίκαιον,
οὐδὲ εἰ ταὐτόν ἐστι τῷ συμφέροντι· ἔστι γὰρ ὅπου εἰς ταὐτὸν αὐτὸ κομίζουσι τῷ δικαίῳ, ἔστι δ’ ὅτε καὶ διαιροῦσιν αὐτὸ καὶ ἐναντίον τίθενται· δείκνυται δὲ ὅτι ταῦτά ἐστι καὶ ἀντιστρέφει. καὶ γραμματικῇ δὲ ὁμοίως· περὶ γὰρ τόνους καὶ χρόνους καταγίνεται, ἅπερ ἐστὶ μουσικῆς, ἡ δὲ μουσικὴ φιλοσοφίας ἐστὶ μέρος. οὐ μόνον δὲ αἱ λογικαὶ τέχναι καὶ ἐπιστῆμαι
δέονται φιλοσοφίας ἀλλὰ καὶ αἱ βάναυσοι λεγόμεναι τέχναι. ὁ γοῦν αἰκοδόμος
μος τῇ καθέτῳ χρῆται πρὸς τὸ διακρῖναι, εἴτε ὄρθιός ἐστιν ὁ τοῖχος ἢ οὔ, τίς μέντοι ἡ κάθετος οὐκέτι οἶδεν. ὁ μέντοι φιλόσοφος οἶδεν εὐθὺς τὴν αἰτίαν· ἐρεῖ γὰρ ὅτι πάντα τὰ βάρη αὐτοφυῶς ἐπὶ τὸ κέντρον ὁρμᾷ, ὅθεν πρὸς ὀρθὰς γωνίας πανταχόθεν τὰ βάρη καταφέρεται, αἱ δὲ ὀρθαὶ 20 γωνίαι ἀπαρέγκλιτοί εἰσι. καὶ ὁ τέκτων δὲ πρὸς τὸ εὐθὲς ποιῆσαι τὸ ξύλον 21 τῇ στάθμῃ κέχρηται· τίς μέντοι ἡ ἰῆς εὐθείας φύσις, οὐκέτι οἶδεν. ἡ δὲ γεωμετρία μέρος τι οὖσα καὶ αὐτὴ φιλοσοφίας ἐρεῖ· εὐθεῖα γάρ ἐστιν
ἥτις ἐξ ἴσου τοῖς ἐφ’ ἑαυτῆς σημείοις κεῖται. ὁμοίως δὲ καὶ πάσας τὰς
ἄλλας ἐπιστήμας καὶ τέχνας ἀπὸ φιλοσοφίας τὰς ἀρχὰς ἐχούσας ἔστιν εὑρεῖν. ἔστιν οὗν ἡ φιλοσοφία τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν.
λέγων
προσαγοπεύει τοὺς τὴν τῶν φυσικῶν θεωρίαν ἀσκοῦντας φιλοσόφους οἱονεὶ φιλοῦντας τὸν σοφόν, ὅπερ ἠξίου καλεῖν τὸν θεόν, τὴν δὲ τούτων γνῶσιν φιλοσοφίαν ἀναλόγως τὴν φιλίαν τῆς σοφίας· σοφίαν γὰρ, ὡς ἤδη εἴρηται, τὴν τοὐ θεοῦ γνῶσιν ὠνόμαζε. ταῦτα Πυθαγόρας. εἰσὶ δὲ καὶ ἄλλοι τῆς φιλοσοφίας ὁρισμοί, ἀρκοῦσι δὲ καὶ οὗτοι.
ἡμᾶς εἰπεῖν, πότερον ἡ φιλοσοφία διαιρετὴ ἢ οὔ. πρὸ δὲ τούτου δίκαιόν ἐστιν εἰπεῖν, τί ὅλως ἐστὶ διαίρεσις καὶ τί ἐπιδιαίρεσις καὶ τί ὑποδιαίρεσις· τὸν γὰρ περὶ διαιρέσεως διαλεγόμενον χρὴ πρότερον εἰπεῖν ὅ τι ποτέ ἐστι τούτων ἔκαστον. ἔστι μὲν οὖν διαίρεσις ἡ κατὰ πρώτην ἐπιβολὴν τομὴ 23 τοῦ πράγματος, ἐπιδιαίρεσις δὲ ἡ κατὰ δευτέραν ἐπιβολὴν τομὴ τοῦ αὐτοῦ 24 πράγματος, οἷον κατὰ πρώτην ἐπιβολὴν τέμνω τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον τοῦτο διαίρεσις), κατὰ δευτέραν δὲ ἐπιβολὴν τὸ αὐτὸ εἰς θνητὸν καὶ ἀθά. νατον (τοῦτό ἐστιν ἐπιδιαίρεσις)· μόνῃ δὲ τῇ τάξει διαφέρουσιν ἀλλήλων.
ὑποδιαιρεσις δέ ἐστιν ἡ τοῦ διαιρεθέντος ἤδη πράγματος τοῦ μέρους ἤτοι τοῦ εἴδους τομή εἶδος δὲ λέγω νῦν τὸ ὑπάλληλον), οἷον ὅτι τοῦ ἐπουρανίου τὸ μέν ἐστιν ἀπλανὲς τὸ δὲ πλανώμενον· τὸ γὰρ ἐπουράνιον εἶδος ἢν
τοῦ ζώου, τοῦτο δὲ ὑποδιείλομεν εἴς τε τὸ ἀπλανές καὶ τὸ πλανώμενον. διδαξάντων οὗν ἡμῶν τί ἐστι διαίρεσις, τί ἐπιδιαίρεσις καὶ τί ὑποδιαίρεσις,
ἀκόλουθον καὶ περὶ τῆς ἐν τῇ φιλοσοφίᾳ διαιρέσεως λέγειν. [διαιρεῖται γάρ, ὡς ἀνωτάτω διελεῖν ἔστι, κατὰ μέν τινας εἰς δύο, κατὰ δὲ ἑτέρους εἰς τρία· τινὲς γὰρ εἰς τρία διαιροῦσι τὸν φιλοσοφίαν, εἰς θεωρητικὸν καὶ πρακτικὸν καὶ λογικὸν. εἰ δ’ οὕτως ἔχει ἢ μή, ἐπισκεφώμεθα. ἰστέον ὅτι τῆς διαιρέσεως τῇ ἀληθείᾳ τὸ θεολογικὸν πρῶτόν ἐστιν· ἀρχαὶ γὰρ πάντων
τὰ θεῖα. διὸ καὶ οὐκ ἀκαίρως οἱ παλαιοὶ τοῦτο προέθηκαν. τὸ δὲ φυσιολογικὸν ὡς μὲν πρὸς ἡμᾶς πρῶτον (οὐ γὰρ ἄν γνοίημεν τὴν νοητὴν οὐσίαν πρὸ τῆς αἰσθητῆς), ὡς δὲ πρὸς τὸ ἀληθὲς ἔσχατον· ἐσχάτη γὰρ οὐσία ἡ ἔνυλος, διὸ καὶ τὴν ἐσχάτην εἴληφε τάξιν. μέσον δὲ τούτων τὸ μαθηματικόν, ἐπειδὴ καὶ κατὰ φύσιν μέσην ἔχει τάξιν. τοῦτο δέ τινες τῶν
πάλαι προέταξαν τοῦ φυσιολογικοῦ, οἱ μὲν κατὰ Πλάτωνα, ἵνα, φασί, τὰς
ἰδέας ἐν τῇ ψυχῇ ἤδη ἀποκειμένας ἐπιγινώσκωμεν ἤτοι ἀναμιμνησκώμεθα τὰ ἐν τοῖς καθ’ ἕκαστα θεωροῦντες, ὁδῷ τινι ἢ κλίμακι τῷ μαθηματικῷ χρώμενοι· οἱ δὲ κατὰ Ἀριστοτέλην βουλόμενοι ἡμάς ἐθίζειν ἀπὸ τῆς ἐνύλου οὐσίας γινώσκειν τὴν νοητήν, ἥτις ἐστὶ μὲν ἀόρατος, πλείονα δὲ ἔχει καὶ
ἐναργεστέραν τὴν ὑπόστασιν ἢ κατὰ τὴν ὕλην· καὶ γὰρ ἐνταῦθα τὴν γραμμὴν τὴν ἐν τῇ ὕλη μανθάνομεν, οὐχ ὅπως τὴν ὕλην ἢ τὸν κηρὸν ἡ τὸν
χαλκὸν γνοίημεν, ἀλλ’ ἵνα ἀποσυλήσαντες αὐτὴν ἀποθώμεθα εἰς τὸν νοῦν, 25 ἔνθα βεβαιοτέραν ὁρῶμεν αὐτῆς τὴν ὑπόστασιν· ὅτι δὲ οὐ κοινωνεῖ τῷ 26 κηρῷ κατὰ τὴν οὐσίαν τὸ σχῆμα οἷον ἡ γραμμὴ ἢ τὸ τρίγωνον, αὐτόθεν δῆλον· αὐτίκα γοῦν τριγώνου σχήματος μεταβληθέντος ἀφαιρεθείσης τῆς μιᾶς πλευρᾶς οὐ συμμεταβάλλεται ὁ κηρός, καίτοι εἰ ἐκοινώνει κατὰ τὴν
οὐσίαν, ἔδει συμμεταβάλλεσθαι].
πρακτικόν. ἄξιον δὲ ζητῆσαι, δι’ ἣν αἰτίαν εἰς δύο καὶ διὰ τί εἰς ταῦτα διαιρεῖται καὶ μήτε εἰς πλείονα μήτε εἰς ἐλάττονα. καὶ εἰς ἐλάττονα μὲν ἀδύνατον ἦν ποιῆσαι τὴν διαίρεσιν· οὐδὲ γὰρ ἂν τὸ ἓν εἰς ἓν διαιρεθείη.
διὰ τί οὖν μὴ εἰς πλείονα ἀλλ’ εἰς δύο; τούτου δὲ αἰτίαι δύο εἰσίν. ἐπειδὴ 27 γὰρ ἐλέγομεν τὴν φιλοσοφίαν ὁμοίωσιν θεῷ εἶναι, ὁ δὲ θεὸς διττὰς ἔχει τὰς ἐνεργείας, τὰς μὲν γνωστικὰς πάντων τῶν ὄντων, τὰς οε προνοητικὰς ἡμῶν τῶν καταδεεστέρων, εἰκότως ἡ φιλοσοφία διαιρεῖται εἰς τὸ θεωρητικὸν καὶ πρακτικόν· διὰ γὰρ τοῦ θεωρητικοῦ γινώσκομεν τὰ ὄντα, διὰ δὲ
τοῦ πρακτικοῦ προνοούμεθα τῶν καταδεεστέρων, καὶ οὕτως ἐξομοιοῦμεν ἑαυτοὺς τῷ θεῷ. πάλιν δὲ τῆς ἡμετέρας ψυχῆς διτταὶ αἱ ἐνέργειαι, αἱ μὲν γνωστικαὶ οἷον νοῦς διάνοια δόξα φαντασία καὶ αἴσθησις, αἱ δὲ ζετικαὶ καὶ ὀρεκτικαὶ οἷον βούλησις θυμὸς ἐπιθυμία. ὁ οὖν φιλόσοφος πάντα τὰ τῆς ψυχῆς μέρη βούλεται κοσμῆσαι καὶ εἰς τελείωσιν ἀγαγεῖν· διὰ οὖν
τοῦ θεωρητικοῦ τελειοῦται τὸ ἐν ἡμῖν γνωστικόν, διὰ δὲ τοῦ πρακτικοῦ τὸ
ζωτικόν. εἰκότως οὖν ἡ φιλοσοφία εἰς δύο διαιρεῖται, εἴς τε θεωρητικὸν καὶ πρακτικόν. πάλιν τὸ θεωρ·ητικὸν διαιρεῖται εἰς θεολογικὸν μαθηματικὸν καὶ φυσιολογικόν. εἰκότως καὶ τοῦτο· ἐπειδὴ γὰρ πάντα τὰ ὄντα βούλεται θεωρεῖν ὁ φιλόσοφος, τῶν δὲ ὄντων πάντων τρεῖς εἰσι τάξεις·
τὰ μὲν γὰρ τῶν πραγμάτων παντάπασίν ἐστι χωριστὰ τῆς ὅλης καὶ τῇ ὑποστάσει καὶ τῇ περὶ αὐτῶν ἐπινοίᾳ, οἷά ἐστι τὰ θεῖα, τὰ δὲ παντάπασιν ἀχώριστα τῆς ὕλης καὶ τῇ ὑποστάσει καὶ τῇ περὶ αὐτῶν ἐπινοίᾳ,
οἷά ἐστι τὰ φυσικὰ καὶ ἔνυλα εἴδη, ξύλον καὶ ὀστοῦν καὶ σὰρξ καὶ πάντα ἁπλῶς τὰ σώματα ταῦτα δὲ φυσικὰ καλοῦμεν ὡς ὑπὸ φύσεως δημιουργούμενα
προσεχῶς), τὰ δὲ μέσα τούτων ὄντα κατά τι μέν ἐστι χωριστὰ κατά τι δὲ ἀχώριστα, οἷά ἐστὶ τὰ μαθηματικά· κύκλος γὰρ καὶ τρίγωνον 28 καὶ τὰ τοιαῦτα καθ’ ἑαυτὰ ὑποστῆναι δίχα ὕλης τινὸς οὐ δύνανται καὶ 29 κατὰ τοῦτο ἀχώριστά ἐστι τῆς ὕλης, ἐπειδὴ δὲ θεασάμενοι κύκλον ξύλινον
καὶ χαλκοῦν καὶ λίθινον ἀνεμαξάμεθα αὐτοῦ τοῦ κ.ύκλου τὸ εἶδος ἐν τῇ διανοίᾳ καὶ ἔχομεν παρ’ ἑαυτοῖς δίχα τῆς ὕλης ὥσπερ εἰ κηρὸς λάβοι τὸ
ἐκτύπωμα τοὺ δακτυλίου μὴ προσλαβών τι τῆς ὕληζ̣), κατὰ τοῦτο χωριστά ἐστι τῆς ὕλης, καθὸ τῇ ἐπινοίᾳ χωρίζεται. τῶν οὗν ὄντων τά μέν ἐστι πανταπασι χωριστὰ τὰ οε παντάπασιν ἀχώριστα τὰ δὲ κάτα τι μὲν χωριστὰ
κατά τι δὲ ἀχώριστα· τὸ οὖν θεωρητικὸν διαῳεἰται εἰς θεολογικὸν μαθηματικὸν καὶ φυσιολογικόν. τὰ μὲν οὖν παντάπασι χωριστὰ ἀπονέμουσι
τῷ θεολογικῷ μέρει, τὰ δὲ παντάπασιν ἀχώριστα τῷ φυσιολογικῷ, τὰ δὲ κατά τι μὲν χωριστὰ κατά τι δὲ ἀχώριστα τῷ μαθηματικῷ. ὅτι δὲ τὰ μὲν ἔνυλα εἴδη παντάπασιν ἀχώριστά ἐστι τῆς ὕλης τὰ δὲ μαθηματικὰ ·χωριστά, δῆλον καὶ ἐκ τῶν ὁρισμῶν· κύκλον γὰρ ὁριζόμενοι οὐδεμίαν ὕλην παραλαμβάνομεν λέγοντες ‘ κύκλος ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς
περιεχόμενον, πρὸς ἣν ἀφ’ ἕνος σημείου τῶν ἐντὸς τοῦ σχήματος κειμένων πᾶσαι αἱ προσπίπτουσαι εὐθεῖαι πρὸς τὴν τοῦ κύκλου περιφέρειαν ἴσαι ἀλλήλαις εἰσίν’. οἶκον δὲ ὁριζόμενοι ἄνευ ὕλης ἀδυνατοῦμεν ὁρίζεσθαι· φαμὲν οὖν ‘ἐστι ἐστι σκέπασμα κωλυτικὸν ὄμβρων καὶ καυμάτων ἐκ λίθων καὶ ξύλων’. εἰ γὰρ μὴ προσθῶμεν τὴν ὕλην, δυνατὸν καὶ σκηνὴν καὶ ἑτέραν
τοιαύτην νοῆσαι σκέπην. μέσον δέ ἐστι τὸ μαθηματικὸν εἰκότως· ἐπεὶ
γὰρ οὐ δυνάμεθα ἀμέσως ἀπὸ τῶν φυσικῶν ἐπὶ τὰ θεῖα ἀνάγεσθαι καὶ ἀπὸ τῶν παντάπασιν ἀχωρίστων τῆς ὕλης ἐπὶ τὰ παντάπασι χωριστά, όδεύομεν διὰ τῶν μαθημάτων, τῶν κατά τι μὲν χωριστῶν κατά τι δὲ ἀχωρίστων. διὰ τοῦτο γὰρ καὶ μαθήματα λέγεται, ὅτι δεῖ αὐτὰ μαθόντας 30
καὶ ἐθισθέντας νοεῖν ἀσωμάτως ἀνάγεσθαι ἐπὶ τὰ θεῖα. καὶ γὰρ ὁ θεῖός φησι Πλωτῖνος· “ παραδοτέον τοῖς νέοις τὰ μαθήματα πρὸς συνεθισμὸν τῆς ἀσωμάτου φύσεως”. ἐὰν γὰρ βουληθῶμεν εὐθὺς ἀπὸ τῶν φυσιολογικῶν 31 ἐπὶ θεολογίαν ἀμέσως αὑτοὺς ἀναγαγεῖν, τυφλώττομεν, καθάπερ οἱ ἐκ σκοτεινοτάτου 32 οἴκου εἰς πεφωτισμένον ἀμέσως εἰσερχόμενοι· δεῖ γὰρ πρότερον
ἐν οἴκῳ διατρίβειν σύμμετρον ἔχοντι φῶς, εἶθ’ οὕτως ἐλθεῖν εἰς τὸν φωτεινότατον. οὔτως οὖν μεῖά τὰ φυσικὰ δεῖ διατρίψαντας ἐν ἰοῖς μαθήμασιν
ἀνάγεσθαι ἐπὶ θεολογίαν· κλῖμαξ γάρ τις καὶ γέφυρά ἐστι. τὰ μαθήματα κοινωνοῦντα μὲν τοῖς φυσικοῖς καθὸ ἀχώριστα τοῖς δὲ θείοις καθὸ χωριστὰ.
εἰσγωγικαῖς ἀκοαῖς σιωπήσωμεν, τὸ δὲ μαθηματικὸν διαιρεῖται εἰς τέσσαρα, εἰς γεωμετρίαν καὶ ἀστρονομίαν καὶ μουσικὴν καὶ ἀριθμητικήν. καὶ ἡ μὲν ἀριθμητικὴ τοὺς ἀριθμοὺς ἐπισκέπτεται ἔστι δὲ θεῖα τὰ ἀριθμητικὰ θεωρήματα· οὐ γὰρ τὸν λεγόμενον ἀριθμὸν παρὰ τοῖς ἰδιώταις, καθ’ ὃν ἀπαριθμοῦνται, θεωρεῖ ἡ ἀριθμητική, ἀλλὰ τὰ εἴδη τοῦ ἀριθμοῦ ὁποίαν
σχέσιν ἔχουσι πρὸς ἄλληλα, οἷον ὁ ἓξ πρὸς τὰ τρία τὸν διπλάσιον ἔχει
λόγον καὶ ὁ ἐννέα π.ρὸς τὸν ἓξ τὸν ἡμιόλιον. ἔτι γε μὴν καὶ τὰς γενέσεις τῶν ἀριθμῶν τοῦ τε ἀρτίου καὶ τοῦ περιττοῦ καὶ τοῦ περισσαρτίου καὶ ἄλλα πολλὰ τῶν τοιούτων ἐπισκέπεται), ἡ δὲ γεωμετρία τὰ μεγέθη καὶ τὰ αχήματα, ἡ δὲ μουσικὴ τὰς τῶν χορδῶν συμφωνίας. ἐπιτηδεύει δὲ
καί τινα μέλη κοιμίζοντα μὲν τὰ τῆς ψυχῆς πάθη, διεγείροντα δὲ αὐτὴν ἐπὶ ἀρετήν. ὅτι δὲ τοῦτο οὕτως ἔχει, δηλοῖ τὰ ἔτι σωζόμενα ἴχνη καὶ
οἷον ἀποπτώσεις τῆς μουσικῆς· ἀκούοντες γοῦν σάλπιγγος θυμικώτερον διατιθέμεθα καὶ διὰ τοῦτο ἐν τοῖς πολέμοις ἡ σάλπιγξ ἐπιτηδεύεται), ἀκούοντες δὲ θεατρικῶν μελῶν ἐκλυτώτερον διακείμεθα τὰς ψυχάς. φέρεται
δὲ καὶ ἱστορία τοιαύτη, ὅτι ὁ Πυθαγόρας ἑωρακώς τινα νέον αὐλητρίᾳ ἔκλυτον μέλος αὐλούσῃ ἑπόμενον κελεύσαι αὐτὴν στρέψασαν τὸν αὐλὸν αύλῆσαι, καὶ τούτου γενομένου παύσαι τοῦ νέου τὴν ἐπιθυμίαν· ὥστε οὐ δεῖ ἀπιστεῖν τοῖς λεγομένοις περὶ τῆς θείας μουσικῆς. διὰ τοῦτο καὶ ὁ θεῖος
Πλατῶν παρακελεύεται τοὺς νέους καὶ διὰ μουσικῆς καὶ διὰ γυμναστικῆς
ἰέναι, ἵνα διὰ μὲν τῆς μουσικῆς. τὴν ψυχὴν ἐπικοσμῶσι, διὰ δὲ τοῦ γυμνασίου τὸ σῶμα. ἡ δὲ ἀστρονομία καταγίνεται περὶ τὰς ἐποχὰς τῶν ἀστέρων.
δὲ τούτων ἕκαστον εἰς δύο· τὸ μὲν συνεχὲς εἴς τε τὸ κινητὸν καὶ
τὸ ἀκίνητον τοῦ κινητοῦ πάλιν τὸ μὲν ἀεικίνητον τὸ δὲ οὐκ ἀεικίνητον), τὸ δὲ διωρισμένον ποσὸν εἰς τὸ καθ’ αὑτὸ καὶ τὸ πρός τι. ποσὸν συνεχὲς ἐν θέσει ἀκίνητόν ἐστιν ἡ γῆ, περὶ ἣν καταγίνεται ἡ γεωμετρία· ἔστιν οὖν ἡ γεωμετρία γνῶσις ποσοῦ συνεχοῦς ἀκινήτου ἐν θέσει. ποσὸν ἀεικίνητόν ἐστιν ὁ οὐρανός, περὶ ὃν καταγίνεται ἡ ἀστρονομία· καὶ ἔστιν ἡ
ἀστρονομία γνῶσις ποσοῦ συνεχοῦς ἀεικινήτου. καταγίνεται δὲ ἡ ἀστρονομία καὶ ἡ γεωμετρία περὶ τὸ συνεχὲς ποσόν, συνεχὲς δέ ἐστιν οὗ τὰ μόρια
πρός τινα κοινὸν ὅρον συνάπτει. ἐλέγομεν δὲ καὶ τοῦ διωρισμένου ποσοῦ τὸ μὲν εἶναι καθ’ αὑτὸ τὸ δὲ πρός τι· ποσὸν διωρισμένον καθ’ αὑτό ἐστιν ὁ ἀριθμός, ὅταν αὐτὸν καθ’ ἑαυτὸν σκοπῶμεν, οἷον τὸν ἀρτιά|κις ἄρτιον ἢ 35
τὸν περισσάρτιον ἀριθμόν, καὶ μὴ τὴν πρὸς ἕτερον αὐτοῦ σχέσιν κατὰ τὸ συμβεβηκὸς τοῦτο γὰρ μουσικῆς, καταγίνεται οὖν περὶ τοῦτο), ποσὸν οὖν διωρισμένον καθ’ αὑτό ἐστιν ὁ ἀριθμὸς ἐφ’ ἑαυτοῦ σκοπούμενος. ἡ ἀριθμητικὴ οὖν ἐστι γνῶσις ποσοῦ καθ’ αὑτὸ διωρισμένου. ποσὸν δὲ διωρισμένον μένον πρὸς ἕτερόν ἐστιν ἡ σχέσις ἡ πρὸς ἄλληλα τῶν τόνων, περὶ ἣν ἡ
ἁρμονία καταγίνεται, ἣν δι’ ἀριθμοῦ γνωρίζομεν, περὶ ἣν καταγίνεται ἡ μουσική. καὶ ἔστιν ἡ μουσικὴ γνῶσις ποσοῦ διωρισμένου σχέσιν ἔχοντος ἑτέρου πρὸς ἕτερον· δέδεικται οὖν ὅτι ἡ μουσικὴ καὶ ἡ ἀριθμητικὴ περὶ τὸ διωρισμένον ποσὸν καταγίνονται. διωρισμένον δέ ἐστιν οὗ τὰ μόρια καθ’ αὑτὰ θεωρεῖται ὡς μὴ συνεφέλκεσθαι ἀλλήλοις. εἰς πόσα μὲν οὖν
καὶ τίνα τὸ θεωρητικὸν διαιρεῖται καὶ τί ἔχει πέρας; ἐκ τῶν εἰρημένων δῆλον.
οἶκον καὶ λέγεται οἰκονομικός, ἢ τὴν ὅλην κοσμεῖ πόλιν καὶ λέγεται πολιτικός. τινὲς δέ φασιν ὅτι ὁ πολιτικὸς καὶ ἠθικός ἐστι καὶ οἰκονομικός (ό γὰρ πόλιν ὅλην δυνάμενος κοσμῆσαι πολλῷ μᾶλλον καὶ ἑαυτὸν καὶ τὸν οἶκον), καὶ εἰς ταὐτὸν ἄγουσι τῷ πρακτικῷ τὸ πολιτικόν. πρὸς οὓς ἐροῦμεν
ὅτι πολλοί τινες κενοδοξίᾳ νικώμενοι τὴν μὲν πόλιν κοσμοῦσιν, ἑαυτῶν δὲ
καταφρονοῦσιν. ὥστε διῄρηται τὰ εἰρημένα τρία τοῦ πρακτικοῦ εἴὸη ἀπ’ ἀλλήλων. τούτων δὲ ἕκαστον διαιρεῖται εἴς τε τὸ νομοθετικὸν καὶ δικαστικόν· ὁ γὰρ πολιτικὸς φιλόσοφος ἢ νόμους τίθησι, καθ’ οὓς δεῖ ζῆν τοὺς ἐν τῇ πόλει, ἢ δικάζει κὰλ τοὺς μὲν γερῶν ἀξιοῖ τοὺς δὲ παρατρέψαντάς τι τῶν κειμένων νόμων κολάζει. εἰδέναι δὲ χρὴ ὅτι καὶ ἐν τῷ οἰκονομικῷ
θεωρεῖται τὸ νομοθετεῖν καὶ δικάζειν· καὶ γὰρ ἐν τῷ οἴκῳ νόμους τίθεμεν καὶ δικάζομεν τῶν οἰκετῶν ἢ υἱῶν τοὺς παραβαίνοντας. οὐ μόνον δὲ ἐν τῷ οἰκονομικῷ ταῦτα θεωρεῖται, ἀλλὰ καὶ ἐν τῷ ἠθικῷ. καὶ γὰρ καὶ ὁ ἠθικὸς νόμους τίθησιν ἑαυτῷ, ὅταν λέγῃ
ὑπάρχουσι. καὶ δικάζει δ’ ἑαυτὸν ὅτε φησὶν καὶ περὶ μὲν τοῦ οἰκονομικοῦ καὶ πολιτικοῦ καὶ κατὰ τὸν οἰκεῖον καιρὸν εἰρήσεται.
τί ἐστιν ἦθος. ἦθος τοίνυν ἐστὶν ἀνθρώπου κόσμος, κόσμος δὲ ἡ ἑκάστου τελειότης , ἣ διὰ τῆς τῶν ἄκρων στερήσεως ἤγουν παρατηρήσεως κατορθοῦται τῆς τε ὑπεροχῆς καὶ τῆς ἐνδείας. ἀκοσμία γὰρ ὅ τε πλεονασμὸς καὶ ἡ ἔλλειψις· καὶ γὰρ εἴποι τις ἄκοσμον τὸν ἄνθρωπον ἐνδεᾶ τινος μορίου
οἷον χειρὸς ἢ ἑτέρου μορίου, εἴποι δὲ ἄκοσμον πάλιν καὶ τὸν περιττεύοντα μορίοις τισὶ τοῦ ἀνενδεοῦς οἷον ἑξαδάκτυλον ἡ ἑξάχειρα, ὡς τοὺς κατὰ
Ἀπολλώνιον τὸν ποιητὴν γίγαντας. οὐκοῦν ἀκοσμία ἥ τε ὑπεροχὴ καὶ ἡ ἔλλειψις, αἱ δὲ ἀκοσμίαι ἀτελεῖς εἰσι, τὸ γὰρ ἐναντίον ταύταις ὁ κόσμος· τελειότης ἄρα ἐκ τῆς παρατηρήσεώς ἐστι τοῦ τε πλεονασμοῦ καὶ τῆς ἐνδείας,
αἵπερ εἰσὶν ἀτέλειαι· τελειότης γὰρ ἐναντίον ἀτελείᾳ· τὰ δὲ ἐναντία διὰ 40 τῆς τῶν ἐναντίων παρατηρήσεως κατορθοῦται.
φιλοσοφίας εἰρήσθω· ἰδία δὲ περὶ τοῦ προκειμένου βιβλίου λέγομεν ταῦτα.
41
βούλεται ὑπὸ τῆς γνώσεως περιλαμβάνεσθαι, τὸ δὲ ἄπειρον ἀπερίληπτον), ἀνήγαγον ἑαυτοὺς ἀπὸ τῶν κατὰ μέρος ἐπὶ τὰ καθόλου ἀίδια ὄντα καὶ
πεπερασμένα. ὡς γάρ φησιν ὁ θεῖος πλάτων, ‘ἐπιστήμη εἴρηται παρὰ τὸ ἐπὶ στάσιν ἡμᾶς καὶ ὅρον τινὰ ἄγειν τῶν πραγμάτων’. τοῦτο δὲ ποριζόμεθα διὰ τῆς εἰς τὰ καθόλου ἀναὸρμῆς. ἀνέδραμον οὖν ἀπὸ τῶν κατὰ
μέρος ἀνθρώπων ἐπὶ τὸν καθόλου ἄνθρωπον· οὐ προτίθενται γὰρ οἱ φιλόσοφοι πόσοι εἰσὶν ἐν τῷ κόσμῳ ἄνθρωποι γνῶναι, ἀλλά τίς ἡ φύσις τοῦ ἀνθρώπου, ὅτι ζῷον λογικὸν θνητόν ἐστιν· ὁ γὰρ τοῦτο ἐγνωκὼς εἴσεται καὶ πάντας τοὺς ἐν τῷ κόσμῳ ἀνθρώπους καὶ τοὺς ἤδη γενομένους καὶ
τοὺς αὖθις ἐσομένους. οὕτως οὖν ἀπὸ τῶν κατὰ μέρος ἀνθρώπων ἀνήγαγον
ἑαυτοὺς εἴς τινα κοινότητα τὴν τοῦ ἀνθρώπου, πάλιν ἀπὸ τῶν κατὰ μέρος ἵππων ἐπί τινα κοινότητα τὴν τοῦ ἵππου περιεκτικὴν πάντων τῶν κατὰ μέρος, εἰρηκότες ὅτι ἵππος ἐστὶ ζῷον τετράπουν χρεμετιστικόν· οὐ γὰρ τοὺς κατὰ μέρος ἵππους βούλεται γνῶναι ὁ φιλόσοφος, οἷον τίς ἐστιν ὁ Ξάνθος
καὶ τίς ὁ Βαλίας, ἀλλὰ τίς ὁ καθόλου ἵππος. τὰ γὰρ καθόλου ἀεὶ ὡσαύτως
ἔχουσι καὶ οὐ νῦν μὲν οὕτως, αὖθις δὲ ἑτέρως, ὥσπερ καὶ τὰ μερικά· ἄλλη γὰρ φύσις ἡ τοῦ Βαλίου ἵππου καὶ ἄλλη ἡ τοῦ Ξάνθου, ὥσπερ ἄλλη φύσις Πλάτωνος καὶ ἄλλη Ἀλκιβιάδου, ὁ δὲ καθόλου ἄνθρωπος καὶ ὁ καθόλου ἵππος ἀεὶ ὡσαύτως ἔχει· πᾶς γὰρ ἵππος ζῷόν ἐστι τετράπουν χρεμετιστικόν, καὶ πάλιν πᾶς ἄνθρωπος ζῷον λογικὸν θνητόν. ὁμοίως καὶ
ἐπὶ κυνὸς καὶ τῶν ἄλλων εἰδῶν τοῦ ζῴου. θεασάμενοι οὖν ταῦτα τὰ εἴδη, εἰ
καὶ πεπερασμένα, ἀλλ’ οὖν τῇ ἀνθρωπίνῃ διανοίᾳ ἀπερίληπτα οὐδὲ γὰρ θαυμαστὸν πολλὰ ἡμῖν εἶναι ἄγνωστα ζῷα), ἀνήγαγον ἑαυτοὺς ἐπί τινα κοινότητα τὴν τοῦ ζῴου περιεκτικὴν πάντων τῶν κατὰ μέρος. καὶ γὰρ ὁ ἄνθρωπος ζῷον καὶ ὁ ἵππος καὶ ὁ κύων καὶ τὰ ἄλλα καθὸ ζῷα οὐδὲν 43 διαφέρουσι· πάντα γὰρ οὐσία ἔμψυχος αἰσθητικὴ ὑπάρχουσιν. ὁ οὗν ἐγνωκὼς 44 κὼς τί ποτέ ἐστι τὸ ζῷον, ἐγνωκὼς ἔσται πάντα τὰ ζῷα. πάλιν ἀπὸ
τῆσδε τῆς συκῆς ἢ τῆσδε τῆς ἀμπέλου καὶ τῆσδε τῆς πλατάνου καὶ τῆσδε τῆς ἐλαίας ἀνήγαγον ἑαυτοὺς ἐπὶ τὴν καθόλου συκῆν καὶ ἄμπελον καὶ
ἐλαίαν καὶ πλάτανον. πάλιν ταῦτα τήν τε καθόλου συκῆν καὶ ἄμπελον καὶ ἐλαίαν καὶ τὰ ἄλλα ἐπί τι κοινὸν γένος ἀνήγαγον τὸ φυτὸν περιέχον τὰ κατὰ μέρος φυτά. ἔσχον οὖν δύο κοινότητας τήν τε τοῦ ζῴου καὶ τοῦ φυτοῦ. πάλιν τό τε ζῷον καὶ τὸ φυτὸν ἀνήγαγον εἰς τὸ ἔμψυχον· καὶ γὰρ τὸ φυτὸν ἔμψυχόν ἐστιν · αὔξεται γὰρ καὶ τρέφεται καὶ γεννᾶ ὅμοιον
ἑαυτῷ. ἐπειδὴ δὲ τῷ ἐμψύχῳ ἀντίκειται τὸ ἄψυχον, ἄψυχον δέ ἐστι τὸ
μὴ μετέχον ψυχῆς οἷον λίθος ξύλον καὶ ὅσα τούτοις παραπλήσια πολλὰ δέ εἰσι ταῦτα ἐν τοῖς κατὰ μέρος καὶ ἄπειρα), διὰ τοῦτο πάλιν ἀπὸ τῶν κατὰ μέρος λίθων ἀνήγαγον ἑαυτοὺς ἐπὶ τὸν καθόλου λίθον καὶ ἀπὸ | τῶν 45 κατὰ μέρος ξύλων ἐπὶ τὸ καθόλου ξύλον καὶ ἀπὸ τῶν λοιπῶν ὁμοίως, καὶ
ἀπὸ τοῦ καθόλου λίθου καὶ τοῦ καθόλου ξύλου ἐπί τι κοινὸν γένος, τὸ ἄψυχον, ὃ περιέχει ταῦτα πάντα. ἔσχον οὖν δύο κοινότητας τὸ ἔμψυχον καὶ τὸ ἄψυχον. ταῦτα πάλιν ἀνήγαγον ἐπί τι κοινὸν γένος τὸ σῶμα, ὅ
ἐστι τριχῇ διαστατόν· καὶ λίθος δὴ καὶ ξύλον καὶ ἄνθρωπος καὶ πάντα ἁπλῶς ὅσα σώματά ἐστι τἀς τρεῖς ἔχουσι διαστάσεις. πάλιν ἀπὸ ψυχῆς
καὶ ἀγγέλου καὶ τῶν τοιούτων ἀνήγαγον ἑαυτοὺς ἐπί τινα κοινότητα τὴν τοῦ ἀσωμάτου ἀντιπεπονθότως τῷ σώματι ἔχουσαν· τὸ μὲν γὰρ τριχῆ διαστατόν ἐστι καὶ πάντῃ μεριστόν, τὸ δὲ παντελῶς ἀμερές τε καὶ ἀδιάστατον. ἐζήτησαν οὖν τί ἐστι κοινὸν ἐν ἀμφοτέροις καὶ εὗρον ὡς οὐσία ἐστὶν 46 ἑκάτερον· καὶ γὰρ τὸ σῶμα οὐσία ἐστὶ καὶ τὸ ἀσώματον οἷον ψυχὴ ἄγγελος 47 θεός. ἔσχον οὗν ἀναγαγεῖν ἑαυτοὺς ἐπί τι κοινὸν γένος τὴν οὐσίαν
τοῦ τῆς οὐσίας ὀνόματος αὐθυπόστατον πρᾶγμα δηλοῦντος. μάθοιμεν δ’ ἄν τὸ λεγόμενον ἐκ τοῦ ἐναντίου· ἔστι τινὰ τῶν πραγμάτων ἃ μὴ δύναται
αὐτὰ καθ’ ἑαυτὰ ὑποστῆναι, ἀλλ’ ἐν ἄλλοις τὸ εἶναι ἔχει, ἃ καὶ συμβεβηκότα καλεῖται, λευκότης μελανία γλυκύτης καὶ τὰ τοιαῦτα· ταῦτα γὰρ αὐτὰ μὲν καθ’ ἑαυτὰ οὐ δύνανται ὑποστῆναι, ἀλλὰ πάντως ἡ λευκότης ἢ ἐν ψιμμυθίῳ ἢ ἐν γάλακτι σώμασιν οὖσιν ὐφέστηκεν, ὁμοίως δὲ καὶ τὰ 15 ἄλλα. ὅσα οὖν ἐστιν αὐτὰ καθ’ ἑαυτὰ ὐποστῆναι δυνάμενα καὶ μὴ δεόμενα
πρὸς τὸ ὑποστῆναι ἄλλου τινός, οὐσίαι λέγονται, οἷον ἄνθρωποι ψυχαὶ λίθοι καὶ ὅσα τοιαῦτα. ἀνῆλθον οὖν, ὡς εἴρηται, ἐπί τινα κοινότητα τὴν οὐσίαν.
δύο πού τινα καὶ δέκα καὶ εἴκοσιν, ἅπερ ἀνήγαγον ἐπί τι κοινὸν γένος τὸν
ἀριθμόν. πάλιν εὗρόν τι μέγα καὶ μικρὸν καὶ ταῦτα ἐκάλεσαν συνεχῆ. ἐπεὶ οὖν ὁ ἀριθμὸς καὶ τὸ συνηχὲς κοινωνοῦσιν ἀλλήλοις, καθὸ ποσά ἐστι (ποσὸν γὰρ ἑκάτερον), ἀνήγαγον ταῦτα ἐπὶ τὸ καθόλου ποσόν. ἔσχον οὖν κοινότητας δύο περιεκτικὰς πραγμάτων πολλῶν τὴν οὐσίαν καὶ τὸ ποσόν.
πάλιν ἔστι τι λευκὸν καὶ πολλαὶ αἱ καιὰ μέρος λευκότητες· τὸ γὰρ λευκὸν ἢ ἐν ψιμμυθίῳ ἐστὶν ἢ ἐν χιόνι ἢ ἐν κύκνῳ· ταῦτα οὖν πάντα ὑπὸ τὸ
αὐτὸ ἁπλῶς λευκὸν ἀνήγαγον. ὡσαύτως δὲ καὶ τὸ μέλαν καὶ τὸ φαιόν. καὶ τὰ τοιαῦτα ἀνήγαγον ὑπὸ τὸ χρῶμα. ἔστι δὲ πάλιν γλυκὺ πικρὸν θερμὸν ψυχρόν. ταῦτα οὖν πάντα τὰ ἀπηριθμημένα τὸ χρῶμα τὸ γλυκὺ τὸ
θερμὸν. καὶ τὰ παραπλήσια πάντα ἀνήγαγον ὑπό τι κοινὸν γένος τὸ ποιόν. ποιὸν δέ ἐστιν ἀφ’ οὗ παρωνύμως τὸ μετέχον ὀνομάζεται· ἀπὸ γὰρ τῆς λευκότητος λέγεται λευκὸς καὶ ἀπὸ τῆς γραμματικῆς λέγεται γραμματικός. πάλιν ἔστι τι δεξιὸν ἀριστερὸν διπλάσιον ἥμισυ, καὶ ταῦτα πάντα ἀνήγαγον
ὑπό τι κοινὸν γένος τὸ πρός τι, ὅ ἐστι σχέσις ἑτέρου πρὸς ἕτερον. πάλιν 48 δὲ ἔστι τι τὸ ἐν τῷ Λυκείῳ εἶναι ἢ ἐν ἀγορᾷ καὶ ὅσα τοιαῦτα, ἅπερ ἀνή. 49 γαγον ὑπὸ τὸ ποῦ, ὅπερ ἐστὶ τόπου σημαντικόν. πάλιν ἔστι τι χθὲς πέρυσιν αὔριον καὶ ὅσα τοιαῦτα, ἅπερ ἀνήγαγον ὑπὸ τὸ ποτέ, ὅπερ ἐστὶ χρόνου σημαντικόν. πάλιν ἔστι τι τὸ ἀνακεῖσθαι τὸ ἑστάναι τὸ καθῆσθαι,
ἅπερ ἀνήγαγον ὑπὸ τὸ κεῖσθαι· κεῖσθαι δέ ἐστιν ἡ τοιάδε θέσις τοῦ σώ· μάτος. πάλιν δὲ ὑποδεδέσθαι ὡπλίσθαι δακτύλιον φέρειν· τὰ τοιαῦτα ἀνήγαγον
ὑπὸ τὸ ἔχειν· ἔχειν γάρ ἐστιν οὐσίας περὶ οὐσίαν περίθεσις. πάλιν ἔστι τι τύπτειν θερμαίνειν ψύχειν· τὰ τοιαῦτα ἀνήγαγον ὑπὸ τὸ ποιεῖν· ποιεῖν δέ ἐστι τὸ δρᾶν περί τι. πάλιν θεασάμενοί τινα λευκαινόμενα τυπτόμενα 50
ἀνήγαγον ταῦτα ὑπὸ τὸ πάσχειν, ὅπερ ἐστὶν ἀλλοιοῦσθαι ὑφ’ ἑτέρου. ἔσχον οὖν δέκα τοιαύτας κοινότητας· οὐσίαν ποσὸν ποιὸν πρός τι ποῦ ποτὲ κεῖσθαι ἔχειν ποιεῖν πάσχειν. ἕκαστον οὖν τῶν ὄντων πάντων ὑπὸ μίαν τούτων τελεῖ τῶν κοινοτήτων. ταύτας δὲ ἐκάλεσαν κατηγορίας ὡς κατά
τινων τῶν ὑπ’ αὐτὰς τελούντων ἀγορευομένας καὶ λεγομένας.
δυνηθῶμεν παρακολουθεῖν τοῖς ὑπὸ τοῦ Ἀριστοτέλους λεγομένοις
περὶ τῶν κατηγοριῶν. ὁ οὖν τοῦ Πορφυρίου σκοπὸς οὗτός ἐστιν. ἐπέγραψε δὲ τὸ βιβλίον εἰσαγωγήν, ἐπειδὴ ὁδός ἐστι πρὸς πᾶσαν φιλοσοφίαν· προηγοῦνται γὰρ τῶν φιλοσόφων πάντων συγγραμμάτων αἱ Κατηγορίαι, τούτων δὲ ἡ Εἰσαγωγή.
τοῦτο οἱ γραμματικοὶ ἐπὶ τῶν φωνῶν πεποίηκασι· βουλόμενοι γὰρ τῇ ἀπειρίᾳ τῶν φωνῶν ἐπεξελθεῖν καὶ μὴ δυνηθέντες συνήγαγον τὰς μὲν τοιάσδε 51 φωνὰς ὲπί τινα κοινότητα τὴν τοῦ ὀνόματος. τὰς δὲ τοιάσδε ἐπί 52 τινα κοινότητα τὴν τοῦ ῥήματος, καὶ οὕτως ἐποίησαν τὰ ὀκτὼ παρ’ αὐτοῖς τοὺ λόγου μέρη, ὑφ’ ἃ πᾶσαι αἱ κατὰ μέρος ἀνάγονται σημαντικαὶ
φωναί.]
καὶ ὑπὸ ποῖον μέρος ἀνάγεται τὸ παρὸν σύγγραμμα. ταῦτα δὲ ἐπενόησαν
οἱ φιλόσοφοι προλέγειν οὐχ ὡς περιττόν τι προσεπινοοῦντες αὐτοῖς ἢ κατὰ τὰς ἄλλας τέχνας, ἀλλὰ προθυμοτέρους ποιεῖν βουλόμενοι τοὺς ἀναγινώσκοντας. ἀναγινώσκων γάρ τις ἐὰν ἀγνοῇ τὸν σκοπὸν τοῦ βιβλίου, ὀκνεῖ καὶ ἀφίησι διὰ μέσου καὶ ταὐτὰ πάσχει τοῖς ὁδοιποροῦσιν ἐφ’ ἃ μὴ ἴσασι.
διὰ τοῦτο οὖν τὸν σκοπὸν λέγουσιν. οὐ μὴν οὐδὲ ὁ τὸν σκοπὸν ἐγνωκὼς ἐγχειρεῖ προθύμως τῷ ἔργῳ, πρὶν ἂν καὶ τὸ ἀπ’ αὐτοῦ χρήσιμον μάθῃ·
ὥστε εἰκότως καὶ τὸ χρήσιμον λέγουσιν. ἔτι δὲ καὶ ταῦτα μαθόντες ἀπιστοῦμεν εἰ χρήσιμόν ἐστι, πρὶν γνῶμεν εἰ γνήσιόν ἐστι τὸ βιβλίον τοῦ παλαιοῦ, ὃν ἴσμεν ἔνδοξον ὄντα, οἷον τοῦ Ἀριστοτέλους ἢ Πλάτωνος· ἐκείνους
γὰρ ὑπολαμβάνομεν χρήσιμα πάντα εἰρηκέναι. διὰ τοῦτο οὖν καὶ τὸ γνήσιον λέγομεν. ἐκ δὲ τῆς τούτων γνώσεως ἀνακύπτει καὶ ἡ περὶ τάξεως ζήτησις, πότερον πρῶτον αὐτὸ δεῖ τάττεσθαι ἢ ὕστερον· καὶ διὰ τοῦτο
καὶ τὴν τάξιν λέγουσι. τὴν δὲ ἐπιγραφήν, ἐπειδὴ ὡς ἐν συντόμῳ τὸν σκοπὸν ἔχει. ἔτι δὲ καὶ τὸ ὑπὸ ποῖον μέρος ἀνάγεται τῆς φιλοσοφίας διὰ τὸ 53 εἰδέναι ποῦ μάλιστα συντελεῖ. δεδειγμένου δὲ τίνος ἕνεκα ταῦτα προλέγουσιν 54 οἱ φιλόσοφοι, καιρὸς ἤδη καὶ ἡμᾶς λέγειν τὰ προλεγό|μενα τοῦ βιβλίου.
γένος εἶδος διαφορὰ ἴδιον καὶ συμβεβηκός. χρήσιμον δέ ἐστι τὸ βιβλίον εἰς πᾶσαν φιλοσοφίαν· διδάσκει γὰρ ἡμᾶς τὰ καθ’ αὑτὰ προσόντα τοῖς εἴδεσιν, ἅπερ αὐτῶν ἐστιν αἴτια τῆς συστάσεως· ἐκ δὲ τῶν αἰτίων τῆς
συστάσεως τὰς ἀποδείξεις λαμβάνομεν. ὥστε ἀπόδειξιν διδάσκει καὶ πρὸς πᾶσαν φιλοσοφίαν χρήσιμον· διὰ γὰρ τῆς ἀποδείξεως τὰ τέλη αὐτῆς γινώσκομεν.
τὸ δὲ γνήσιον δηλοῖ μὲν καὶ ἡ φράσις σαφὴς οὖσα καὶ τὸ ἐν ἄλλοις αὐτὸν βιβλίοις τῶν ἐν τῷδε τῷ βιβλίῳ θεωρημάτων μεμνῆσθαι. ἔτι δὲ καὶ τὸ προσφωνεῖν αὐτὸν τῷ Χρυσαορίῳ· τούτῳ γὰρ καὶ ἄλλα τινὰ προσφωνήσας βιβλία καὶ τοῦτο προσφωνεῖ διὰ τοιαύτην αἰτίαν. διδάσκαλος
ἦν τοῦ Χρυσαορίου καὶ ἐξηγούμενος αὐτῷ τὰ μαθήματα. ἐδέησεν οὖν
ἱστορῆσαι τὸ πῦρ τῆς Αἴτνης καὶ ἐξεδήμησε. τούτῳ τῷ χρόνῳ εὑρίσκει ὁ Χρυσαόριος τὰς Ἀριστοτέλους Κατηγορίας, καὶ οὐδὲ ὅλως παρηκολούθει ἐγκύπτων. δηλοῖ οὖν τῷ Πορφυρίῳ ἐκεῖ ὄντι γράψας τὸ συμβάν, καὶ εἰ μὲν ἱστόρησε τὸ πῦρ, ἐλθεῖν, εἰ δὲ μή, εἰσαγωγὴν αὐτῷ τινα γράψαι, δι’ ἧς ἄν μέλλοι παρακολουθεῖν τῷ βιβλίῳ. ἐπειδὴ τοίνυν ὁ Πορφύριος οὐκ
ἠδύνατο τέως ὑποστρέψαι, γράφει αὐτῷ τὸ βιβλίον τοῦτο ἐκ τῶν εἰρημένων μένων τῷ Πλάτωνι καὶ Ταύρῳ ταυτὶ συλλέξας σχεδὸν καὶ δι’ αὐτῶν τῶν ῥημάτων ἐλθών. καὶ ἐκ τούτων μὲν δῆλον ὅτι γνήσιον τοῦ παλαιοῦ τὸ βιβλίον. πρῶτον δέ ἐστι τῇ τάξει· εἰ γὰρ εἰς τὰς Ἀριστοτέλους Κατηγορίας εἰσάγει, αἳ περὶ τῶν ἁπλῶν εἰσι φωνῶν, αὗται δὲ τῆς λογικῆς εἰσιν
ἀρχαί, δῆλον ὅτι πρῶτόν ἐστι τῇ τάξει τῆς λογικῆς. εἰκότως οὖν πρὸ αὐτοῦ 56 τάττεται. καὶ ταῦτα μὲν περὶ τῆς τάξεως. εἰσαγωγὴ δὲ ἐπιγέγραπται. 57 καὶ ἀποροῦσί τινες, διὰ τί ἀπροσδιορίστως ἐπέγραψεν εἰσαγωγή· ἄδηλον
γὰρ πότερον ῥητορικὴ ἢ λογικὴ ἢ γραμματική. φαμὲν οὖν πρὸς αὐτοὺς ὅτι τὰ ὑπερέχοντα τῶν πραγμάτων ἀορίστως εἰώθαμεν σημαίνειν, ὥπερ ὅτε
τὸν Ὅμηρον βουλόμεθα σημᾶναι, ‘ὁ ποιητής’ λέγομεν κατ’ ἐθοχήν. τί οὖν ἐκώλυε τὸν βουλόμενον τὴν φιλοσοφίαν σημᾶναι ἀορίστως εἰπεῖν κατ’ ἐξοχήν; ἔπειτα δὲ καὶ τοῦτό φαμεν, ὅτι ἡ εἰσαγωγὴ τέχνης ἢ ἐπιστήμης ἐστὶν εἰσαγωγὴ ἀναμφισθητήτως, ἡ δὲ φιλοσοφία τέχνη ἐστὶ τεχνῶν καὶ
ἐπιστήμη ἐπιστημῶν· πῶς οὖν εἰς ταύτην ἡμᾶς μέλλων εἰσάγειν, διὰ μέσης
δὲ ταύτης εἰς ἁπάσας τὰς τέχνας, εἴπερ ἀληθῶς ὁ ὅρος ἔχει, ἤμελλε μιᾶς τέχνης εἰσαγωγὴν τὸ βιβλίον ἐπιγράφειν; τοσαῦτα μὲν οὖν καὶ περὶ τῆς ἐπιγραφῆς. ἰστέον δ’ ὅτι διῄρηται τὸ σύγγραμμα τοῦτο εἰς τρία, καὶ ἐν μὲν τῷ πρώτῳ μέρει διδάσκει περὶ τῶν εἰρημένων πέντε φωνῶν, ἐν δὲ τῷ δευτέρῳ συμπλέκει αὐτὰς κατὰ δύο καὶ διδάσκει τί κοινὸν αὐταῖς καὶ
τί ἴδιον, οἷον τί κοινὸν γένει καὶ εἴδει καὶ τί ἴδιον, καὶ γένει καὶ διαφορᾷ, καὶ ἐπὶ πάντων ὡσαύτως. ἐν δὲ τῷ τρίτῳ διδάσκει τίνα πάντων ἅμα κοινά ἐστι. πρὸ δὲ τούτων ἐν τῷ προοιμίῳ προανακρουεται τὸν σκοπὸν τοῦ βιβλίου καὶ τὸ χρήσιμον διδάσκει καὶ τὸν τρόπον τῆς διδασκαλίας, ὅτι ἁπλούστερος καὶ εἰσαγωρικώτερος ἔσται. ὑπὸ δὲ τὸ λογικὸν ὄργανον ἀνά·
γεται τῆς φιλοσοφίας τὸ προκείμενον βιβλίον· διδάσκει γὰρ τὰ εἰς τὰς
ἀρχὰς τῆς ἀποδείξεως συντελοῦντα, ἥτις ἐστὶ τῷ γένει συλλογισμός, ὃς εἶδός ἐστι τοῦ συνθέτου λόγου, ὃς πάλιν γένει ἐστὶ λόγος. ἔπειτα δὲ καὶ εἰς τὰς Ἀριστοτέλους Κατηγορίας εἰσάγει, αἵπερ εἰσὶ τῆς λογικῆς. ἡ δὲ λογικὴ οὐ μέρος τῆς φιλοσοφίας ἀλλ’ ὄργανον, ὡς ἐν ἑτέρῳ δείξομεν.
κατὰ τὰ οἰκεῖα μέτρα. οὐδεὶς οὗν κακοῦ ἐφίεται, ἀλλὰ καὶ οἱ τούτου ἐφιέμενοι ὡς ἀγαθοῦ αὐτοῦ ὀρέγονται τῇ ἀλόγῳ δόξῃ ἑπόμενοι. ἡνίκα οὖν βούλεταί τίς τινα ἐπί τι προτρέψασθαι, τὸ ἐκ τούτου ἀγαθὸν ἀναφαίνει,
ὡς ἐκ τούτου ἐφέλκειν αὐτόν. τοῦτο τοίνυν ὁ φιλόσοφος Πορφύριος ποιεῖ· βουλόμενος γὰρ τοὺς εἰσαγομένους προτρέψασθαι ἐπὶ τὴν τοῦ βιβλίου ἀνάγνῶσιν
τὸ ἐκ τούτου ἐσόμενον ἀγαθὸν μηνύει κατ’ ἀρχάς. ἐπειδὴ δὲ διττόν ἐστι τὸ ἀγαθόν, τὸ μὲν ὡς τέλος, τὸ δὲ ὡς πρὸς τὸ τέλος, καὶ τὸ μὲν ὡς τέλος ὡς ὅταν εἴπωμεν ἀγαθὸν τὴν ὑγείαν, τὸ δὲ ὡς πρὸς τὸ τέλος ὡς ὅταν εἴπωμεν ἀγαθὸν τὸ φλεβοτομεῖν οὐ καθ’ αὑτὸ ἀλλὰ διὰ τὴν ὑγείαν, τὸ ἀναγκαῖον κυρίως οὐ λέγεται ἀγαθὸν ἀλλ’ ὡς πρὸς τὸ
μεῖζον ἀγαθὸν ἀναφερόμενον· λέγομεν γὰρ ‘εἰ μέλλει ὑγιαίνειν, ἀνάγκη φλεβοτομεῖσθαι’. διὸ οὕτως εἶπεν ἀναγκαῖον, ἐπειδὴ ὡς πρός τι ἄλλο τέλος ἀναφέρεται τὸ βιβλίον, δηλαδὴ τὰς Κατηγορίας, καὶ οὐκ ἔστιν ἀγαθὸν ὡς τέλος ἀλλ’ ὡς πρὸς ἄλλο παραλαμβόμενον. καὶ ἀπλῶς εἰπεῖν ἀναγκαῖον ἐνταῦθα λέγει τὸ βιβλίον ὡς πρὸς μεῖζον ἀγαθὸν αὐτὸ ἀνάγων.
καὶ ἤτοι ὡς χρήσιμον ἢ ὡς καθ’ αὑτὸ ἀναγκαῖον καὶ χωρὶς αὐτοῦ τὰ ἄλλα μὴ δύνασθαι τῶν φιλοσόφων ἀναλέγεσθαι συγγράμματα· ἰστέον γὰρ
ὅτι οἱ φιλόσοφοι τὸ ἀναγκαῖον διχῶς λέγουσιν· ἀναγκαῖον γὰρ καλοῦσιν ἡ 62 τὸ χρήσιμον ἢ τὸ ἀντιδιαιρούμενον τῷ ἐνδεχομένῳ. καὶ χρήσιμον μὲν 63 λέγουσι τὸ συμβαλλόμενον εἴς τι οἷον τὸ ὑποδεδέσθαι τὸ ἐνδύεσθαι· συμβάλλεται γὰρ εἰς τὸ ἧττον διαφθέίρεσθαι τὰ σώματα καὶ διὰ τοῦτο διαρκεῖν ἐπὶ πλείονα χρόνον. λέγεται δὲ ἀναγκαῖον, ὡς εἶπον, καὶ τὸ τῷ ἐνδεχομένῳ
ἀντιδιαιρούμενον, οὗτινος χωρὶς εἶναι ἀδύνατον. οἷον ἀνάγκη τὰ
ζῷα τὰ ἔχοντα πνεύμονα ἀναπνεῖν πάντως, ἵνα ζῶσιν· ἀναγκαῖον οὖν τι χρῆμα ἡ ἀναπνοή· χωρὶς γὰρ ταύτης ζῆν ἀδύνατον τὰ ἔχοντα πνεύμονα ζῷα. ἀναγκαῖον οὖν τοῦτο λέγεται τὸ βιβλίον εἶναι ἢ κατὰ τὸ πρῶτον σημαινόμενον ἢ κατὰ τὸ δεύτερον. καί φαμεν οὐχὶ κατὰ τὸ δεύτερον,
ἀλλὰ κατὰ τὸ πρῶτον· καὶ γὰρ πρὸ τοῦ γενέσθαι Πορφύριον ἐνοοῦντο δῆλον ὅτι αἱ τῶν φιλοσόφων πραγματεῖαι. δῆλον οὖν ὡς χρήσιμον καὶ εὐμαρῆ
ποιοῦν τὴν ἐκείνων νόησιν, οὕτως ἀναγκαῖον εἶναι λέγεται. μήποτε δὲ δυνατὸν καὶ κατὰ τὸ δεύτερον σημαινόμενον ἀναγκαῖον λέγεσθαι, οὗ χωρὶς ἐκεῖνα νοηθῆναι ἀδύνατον, οὐχὶ ἐπ’ αὐτοῦ τοῦ συγγράμματος νοούντων
ἡμῶν τὸ ἀναγκαῖον ἀλλ’ ἐπ’ αὐτῆς τῆς τῶν εἰρημένων πέντε φωνῶν θεωρίας· ρίας· ἄνευ γὰρ τῆς τούτων γνώσεως τἄλλα ἀκριβῶς γνωσθῆναι ἀδύνατον· ὅθεν καὶ ὁ Πορφύριος οὐκ εἶπεν ‘ἀναγκαίου ὄντος τούτου τοῦ συγγράμματος ἀλλὰ ἀναγκαίας οὕσης τῆς τούτων θεωρίας. καὶ πρὶν Πορφύριον
γράψαι περὶ τούτων, ἀναγκαία ἦν ἡ περὶ αὐτῶν θεωρία εἰς τὴν τῶν
φιλοσόφων θεωρημάτων νόησιν, καὶ ἄνευ ταύτης ἐκείνα νοηθῆναι ἀδύνατον· τοσοῦτον οὖν τὸ ἐκ τοῦ προκειμένου βιβλίου γέγονε χρήσιμον, ὅτι τὰ σποράδην παρὰ τοῖς πρεσβυτέροις εἰρημένα συνήγαγε καὶ εὐμαρεστέραν ἡμῖν καὶ σύντομον τὴν περὶ αὐτῶν θεωρίαν ἐποίησεν. ὅθεν οὐδὲ ὁ Πορφύριος ἰδιοποιεῖται τὴν εὕρεσιν τῆς περὶ αὐτῶν θεωρίας, ἀλλὰ τὰ παρὰ τοῖς
πρεσβυτέροις φησὶν ἐπελθεῖν πειράσομαι.
βιβλίου ἐκλογήν. ὁ δὲ καὶ σύνδεσμος σημαίνει ἡμῖν, ὡς οὐ μόνον εἰς 10 τὴν τῶν κατηγορίων διδασκαλίαν συμβάλλεται τὸ βιβλίον, ἀλλὰ καὶ εἰς πᾶσαν φιλοσοφίαν. ἄλλως τε καὶ εἰς τὴν τῶν παρὰ Ἀριστοτέλει εἶπεν, ἐπειδὴ συμβάλλεται οὐ μόνον εἰς τὸ βιβλίον τῶν Κατηγοριῶν Ἀριστοτέλους, ἀλλὰ καὶ εἰς τὰς ἄλλων Κατηγορίας· εἰδέναι γὰρ χρὴ ὡς πολλοὶ τῶν Ἀριστοτέλους ἑταίρων κατὰ ζῆλον τοῦ διδασκάλου ἔγραψαν Κατηγορίας
καὶ Περὶ ἑρμηνείας καὶ Ἀναλυτικά. συμβάλλεται οὖν τὸ βιβλίον τοῦτο οὐ μόνον εἰς τὰς Ἀριστοτέλους Κατηγορίας, ἀλλὰ καὶ εἰς τὰς Ἀρχύτου καὶ εἰς πάσας τὰς τῶν φιλοσόφων πραγματείας].
τῶν ἐπιλύσεων θεωρίαν γλαφυρωτέραν καὶ ὠφέλιμον οὖσαν. ἀποροῦσιν οὖν οὕτως· τοῦ ὄντος τὸ μέν φασιν ἀναγκαῖον τὸ δὲ ἐνδεχόμενον τὸ δὲ
ὑπάρχον. ἀναγκαῖον μὲν οὖν ἐστι τὸ ἀεὶ ὡσαύτως ἔχον καὶ ἐξ ἀνάγκης ὄν, οἷον τὸ ἡλίου ὑπὲρ γῆν ὄντος ἡμέραν εἶναι. ἐνδεχόμενον δὲ τὸ δυνάμει ἔχον τὴν τῶν δύο ἐναντίων ὕπαρξιν οἷον τὴν τοῦ ἀναγνῶναι καὶ τοῦ μὴ
ἀναγνῶναι, οὔπω δὲ οὐδέτερον ὂν ἀλλ’ ἐν τῷ δυνάμει μόνον εἶναι θεωρούμενον. ὑπάρχον δέ ἐστι τὸ εἰς ἐνέργειαν προαχθὲν καὶ ἐνεστὸς ἐνδεχόπροοιμίω 67 μενον. τούτων τοίνυν τὸ ὂν οὐκ ἔστιν ἐπίσης· οὐ γὰρ ἀντιστρέφει κατὰ 68 τὴν τοῦ εἶναι ἀκολουθίαν ὡς τὸ ἴδιον καὶ ὁ ὅρος, κατηγορούμενα ἢ ὐποκείμενα
ἀλλήλοις. δύο γάρ ταῦτα ἐξισάζει, τοῖς τε ὑποκειμένοις κατηγορούμενα καὶ τοῖς κατηγορουμένοις ὑποκείμενα τό τε ἴὸιον καὶ ὁ ὅρος.
ποῖον δέ ἐστι κατηγορούμενον καὶ ποῖον ὑποκείμενον; ὑποκείμενον μέν, ἐν ᾦ τὸ ἄρθρον πρόσκειται, κατηγορούμενον δέ, ἐν ᾧ τὸ ἔστιν ἢ δυνάμει ἡ ἐνεργείᾳ συνέζευκται. τῶν γὰρ κατηγορουμένων ἢ ὀνομάτων ὄντων ἢ ῥημάτων, τοῖς μὲν ὀνόμασιν ἐνεργείᾳ συνέζευκται ἡ ἔστι φωνή, τοῖς δὲ ῥήμασι
δυνάμει, οἷον ἐὰν εἴπω ‘ὁ ἄνθρωπος’, ὑποκείμενον εἶπον, ἐὰν δὲ
προσθῶ ‘ζῷόν ἐστι’, κατηγορούμενον εἶπον. τὸ οὖν ὂν ἐπίσης οὐκ ἔστιν οὔτε ὑποκείμενον οὔτε κατηγορούμενον τῷ ἀναγκαίῳ ἢ τῷ ἐνδεχομένῳ ἢ τῷ ὑπάρχοντι, ἀλλ’ ἐπὶ πλέον, ἐπεὶ οὐκ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολουθίαν· πᾶν μὲν γὰρ εἴ τί ἐστιν ἀναγκαῖον ἢ ἐνδεχόμενον ἢ ὑπάρχον, τοῦτο καὶ ὄν ἐστιν, οὐκ ἔτι δὲ εἴ τί ἐστιν ὄν, τοῦτο πάντως ἢ ἀναγκαῖόν
ἐστιν ἡ ἐνδεχόμενον ἡ ὑπάρχον, ἀλλ’ ὅ τι ἕν τι τούτων ᾖ, τὰ ἄλλα οὐκ ἔστιν, οἷον ἐὰν ἐνδεχόμενον ᾖ, οὔτε ἀναγκαῖόν ἐστιν οὔτε ὑπάρχον. εἰ τοίνυν οὐκ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολουθίαν τὸ ὄν, ἐπὶ πλέον ἐστὶν ἄρα τοῦ τε ἀναγκαίου καὶ τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος. τί δήποτε οὗν ὁ Πορφύριος πάσης κατηγορίας ἢ ἐπὶ πλέον ἢ ἐπίσης βουλομένης
εἶναι τοὐ ὑποκειμένου, οὐδέποτε δὲ ἐπ’ ἔλαττον, αὐτὸς τὸ ἀναγκαῖον
ἐπ’ ἔλαττον ὂν τοῦ ἐπὶ πλέον κατηγόρησε, λέγω δὴ τοῦ ὄντος, εἰπὼν ὄντος ἀναγκαίου;
γὰρ ἐκεῖνά ἐστιν ἐπὶ I πλέον ὀνόματα, ὅσα κατὰ πολλῶν κατηγορούμενα. καὶ 69 ἐν πολλοῖς ἔχοντα ὑπόστασιν καὶ ἕν τι πρᾶγμά ἐστι ἰδίαν ὑπόστασιν ἔχον αὐτὸ καθ’ αὑτὸ θεωρούμενον ὡς τὸ ζῷον· κατηγορεῖται γὰρ κατὰ κυνὸς καὶ ἀνθρώπου καὶ ἵππου, καὶ ἔχει μὲν ἐν τούτοις ὑπόστασιν, καὶ ἰδίαν 70 πάλιν ἔχει οὐσίαν αὐτὸ καθ’ αὑτὸ θεωρούμενόν τε καὶ νοούμενον (όριζόμεθα 71 οὖν τὸ ζῷον οὐσίαν αὐτὸ εἶναι λέγοντες ἔμψυχον αἰσθητικήν)· ἐπεὶ
ὅσα μὴ ἔχει ὑπόστασιν οἰκείαν, ἀλλ’ εἰσὶ φωναὶ ὁμώνυμοι ὡς ὁ κύων καὶ ὁ Αἴας καὶ ὅσα τοιαῦτα, ταῦτα οὐκ ἔστιν ἐπὶ πλέον· ψιλαὶ γάρ εἰσι φωναὶ
καὶ οὐ πράγματα. τὸ δὲ ἐπὶ πλέον τινὸς εἶναί τι δεῖ πρότερον αὐτὸ καθ’ αὑτό εἶναι, εἶτ’ ἐπὶ πλέον ἑτέρων εἷναι. τὸ οὖν ὂν ἐπειδὴ οὐκ ἔχει ἰδίαν ὑπόστασιν, ἀλλ’ ὀνόματος μόνον ἐστὶν ἐν τούτοις κοινωνία τῷ τε ἀναγκαίῳ καὶ τῷ ἐνδεχομένῳ καὶ τῷ ὑπάρχοντι, οὐκ ἔστιν οὐδενὸς αὐτῶν ἐπὶ πλέον·
φωνὴ γάρ ἐστι ψιλή. ἔπειτα δὲ εἰ ἐπὶ πλέον λέγουσιν εἶναι τὸ ὄν, ὡς
γένος αὐτὸ πάντως ἀξιοῦσιν εἶναι ἐπὶ πλέον· τὸ δὲ γένος τεμνόμενον κατὰ τὸν αὐτὸν χρόνον τὰ εἴδη ποιεῖ ὑφεστάναι καὶ πάντως οὐδενὸς οὔτε προτέρου ὄντος οὔθ’ ὑστέρου· ἀνάγκη οὖν αὐτοὺς ὁμολογεῖν κατὰ τὸν αὐτὸν χρόνον γίνεσθαι τό τε ἀναγκαῖον καὶ τὸ ἐνδεχόμενον καὶ τὸ ὑπάρχον, ὅπερ ἄτοπον· τὸ μὲν γὰρ ἀναγκαῖον τὸ ἀεὶ ἔχει, τὸ δὲ ἐνδεχόμενον καὶ τὸ
ὑπάρχον τὸ ποτέ· οὐκ ἄρα γένος τὸ ὂν τῶν εἰρημένων, οὐδ’ ἄρ ἐξ ἀνάγκης ἐπὶ πλέον. ἔστι γὰρ τὸ ὂν φωνὴ ὁμώνυμος καὶ οὐ γένος, οὐδὲ φύσις ἀφωρισμένη ὑπάρχουσα ἑκάστῳ τῶν κατὰ μέρος, ὡς τὰ γένη ἐστίν. ἄλλως τε δὲ ἅπαντα τὰ πράγματα ἢ ἀπροσδιορίστως λέγομεν ἢ μετὰ προσδιορισμοῦ. προσδιορισμοὶ δὲ εἰσι τέσσαρες· πᾶς, τί., οὐ πᾶς, οὐδείς. καί φασιν
αὐτοὺς εἰρῆσθαι προσδιορισμούς διὰ τὸ ἐξ αὐτῶν ὁρίζειν τὸν διαλεγόμενον, εἴτε περὶ καθολικοῦ διαλέγεταί τινος εἴτε καὶ μερικοῦ· ἐὰν μὲν γὰρ εἴπῃ ‘πᾶς’, καθολικὸν σημαίνει, ἐὰν δὲ ‘τίς’, μερικόν. τούτων τοίνυν οὕτως ἐχόντων, ἐπειδὴ δέδεικται τοῖς φιλοσόφοις ἅπασιν ὅτι τὸ ἀπροσδιορίστως τι λέγειν ἰσοδυναμεῖ τῷ μετὰ προσδιορισμοῦ μερικοῦ οἷον τοῦ τίς τῷ γὰρ
‘τὶς ἄνθρωπος ἦλθεν’ ταὐτόν ἐστι τὸ ‘ἄνθρωπος ἦλθεν’), εἰ ταῦθ’ οὕτως ἔχει, καὶ ὁ Πορφύριος ἄρα ἀπροσδιορίστως εἰρηκὼς ὄντος καὶ προσθεὶς τὸ
ἀναγκαῖον ἔλαβε μερικὸν τὸ ὄν, ὡς ἂν εἰ ἔλεγε ‘τὶ ὂν ἀναγκαῖόν ἐστ‘· μερικὸν δὲ ὂν ἐπίσης ἐστὶ τῷ ἀναγκαίῳ, ὡς καὶ αὐτοὶ ὁμολογοῦσιν. ὥστε καὶ εἰ μὴ φωνὴ ψιλὴ τὸ ὂν ἦν, ἀλλὰ πρᾶγμα ἰδίαν ὑπόστασιν ἔχον ὡς 72 τὸ ζῶον, οὐ κακῶς κατηγόρησε τὸ ἀναγκαῖον τοῦ ὄντος ἀτͅροσδιορίστως 73 αὐτοῦ κατηγορήσας. ἔτι δὲ ὅτε μὲν τὰ πράγματα βουλόμεθα σημᾶναι, ἕκαστον αὐτῶν ὅλον, κατ’ εὐθεῖαν πτῶσιν σημαίνομεν ὁ ἄνθρωπος ὁ ἵππος
ὁ βοῦς, ὅτε δὲ μέρος τι τῶν πραγμάτων ἡ περὶ τὰ πράγματά τι ὑπάρχον,
διὰ τῆς γενικῆς σημαίνομεν· οἷον ἐὰν εἴπωμεν τοῦ Σωκράτους, ἢ τῶν μερῶν αὐτοῦ τι σημαίνομεν ὡς τὴν χεῖρα ἢ τὴν κ̓α-ὁ̔ͅ Ἀ-́ίν.ι ἢ τῶν περὶ αὐτόν τι οἷον τὸν οἶκον ἢ τὸ βιβλίον. ὁ ’JV Πορφύριος εἰ μὲν εἰρήκει ιτὸ ὂν ἀναγκαῖόν ἐστι’ διὰ τῆς εὐθείας, τὸ πρᾶγμα αὐτὸ ἔμελλε σημάναι, καὶ οὕτως ἂν ἔδοξεν ἴσως τοῦ ὅλου τὸ μέρος κ̔ -.rιγορ-αῖν· ἐπειδὴ δὲ εἶπεν
ὄντος ἀναγκαίου διὰ τῆς γενικῆς, ἀνάγκη δήπου ἢ κdρος τοὐ πράγματος
ἢ τῶν περὶ τὸ πρᾶγμά τι δηλοῦν. μέρους δέ τινος τῶν περὶ τὸ ὂν ἐπίσης ἐστὶ τὸ ἀναγκαῖον, ὡς ἄνθρωπος ἐπίσης ἐστί τινος ζώ1 οὐ καὶ ἡ χεὶρ ἐπίσης ἐστί τινος τῶν τοῦ ἀνθρώπου. καὶ κατὰ τοῦτον οὖν τὸν λόγον, εἰ καὶ ἰδίαν ὑπόiσιασιν ἔχειν τις λέγει τὸ ὄν, οὐ κακῶς κατηγόρησε τοῦ 74
ὄντος τὸ ἀναγκαῖον ὁ Πορφύριος, ἐπειδὴ καὶ τοῦτο δεδώκαμεν· κατὰ γὰρ τοῦ ἴσου τὸ ἴσον κατηγόρησεν. ἔτι μέντοι καὶ κατὰ ἄλλον λόγον δείκνυται μὴ ὂν γένος τὸ ὂν μήτε τῶν εἰρημένων τριῶν, μήτε ἰῆς οὐσίας καὶ τοῦ
συuι βα-βηὶ̣ότο καὶ τῶν λοιπῶν κατηγοριῶν. ἐν οἷς γὰρ πρῶτόν τι καὶ δεύτερον, τούτων τὸ κοινῶς κατηγορούμενον γένος οὐκ ἔστιν· τὸ γὰρ γένος
εἰδῶν ἐστι γένος, τὰ δὲ εἴδη κατὰ τὸν αὐτὸν χρόνον ὑφίσταται, καὶ ἐν ἑαυτῷ ἕκαστον ἔχει τὸ εἶναι, οὐκ ἐν ἄλλοις. εἰ δὲ καὶ τὸ συμβεβηκὸς δεύτερόν ἐστι τῆς οὐσίας καὶ ἐν ἐκείνῃ ἔχει τὸ εἶναι, καὶ τὸ ὑπάρχον δεύτερον τοῦ ἐνδεχομένου καὶ ἐν ἐκείνῳ ἔχει τὸ εἶναι, ὁμωνύμως ἄρα κατὰ τούτων ἀλλ’ οὐ συνωνύμως τὸ ὂν κατrιγορηθγ́ͅσεται· οὐ γάρ ἐστι γένος,
ἐπειδὴ πρῶτά τινα καὶ δεύτερα ἐν τούτοις φαίνεται. πόθεν δῆλον ὅτι τὸ συμβεβηκὸς ἐν τῇ οὐσίᾳ ἔχει τὸ εἶναι καὶ ἐν τῷ ἐνδεχομένῳ τὸ ὑπάρχον, ἀλλ’ οὐκ ἐν ἑαυτοῖς; ὅτι ἀναιρουμένης τῆς οὐσίας καὶ τοῦ ἐνδεχομένου συναναιρεῖται καὶ τὸ συμβεβηκὸς καὶ τὸ ὑπάρχον. εἰ δὲ ἦν εἴδη ἐκ τοῦ 75 ὄντος αὐτοῖς ἀντιδιῃρημένα καὶ μὴ ἐν ἐκείνοις εἶχε τὸ εἶναι, οὐκ ἂν τούτων 76 τῶν εἰδῶν ἀναιρουμένων οἷον τῆς οὐσίας καὶ τοῦ ἐνδεχομένου συνανῃρεῖτο
τὸ ἕτερον· οὗ γὰρ εἴ τι εἶδος φθαρῇ τοῦ ζῴου οἷον κύων ἢ ἵππος, συναναιρεῖ καὶ τὰ ἄλλα εἴδη οἷον ἄνθρωπον ἢ βοῦν ἢ κάμηλον ἢ ἄλλο τι
τῶν λοιπῶν εἰδῶν. κατὰ τοσούτους γοῦν τρόπους καὶ τὸ τῆς ἀπορίας ἄλογον δέδεικται καὶ τὸ τῶν λύσεων γλαφυρόν.
τί διαφορά.
ἐπειδὴ οὐ μόνον εἰς τὰς Ἀριστοτέλους Κατηγορίας ἐστὶ χρήσιμον, ἀλλὰ καὶ εἰς ἅπερ ὑποκατιὼν αὐτὸς λέγει. τινὲς δέ φασιν αὐτὸν εἰρηκέναι
καὶ εἰς τὰς Ἀριστοτέλους Κατηγορίας ὡς καὶ εἰς τὰς Ἀρχύχρησιμευούσης του τῆς τούτων τῶν πέντε φωνῶν γνώσεως· καὶ γὰρ καἰ κεῖνος ἔγραψε Κατηγορίας. ἄτοπον δὲ τοῦτο λέγειν αὐτοῦ τοῦ Πορφυρίου
καὶ τὰ λοιπὰ διασαφήσαντος, εἰς ἅ ἐστιν ἥ τε τοῦ γένους καὶ ἡ τῆς διαφορᾶς καὶ ἡ τῶν λοιπῶν γνῶσις χρήσιμος. τὴν δὲ διαφορὰν προέταξε τοῦ
εἴδους, ἐπειδὴ φυσικῶς προτερεύει τοῦ εἴδους. καὶ τοῦτο ἐν τῷ οἰκείῳ τόπῳ ἐπελθόντες δείξομεν. καὶ νῦν περὶ ὧν ὁ Πορφύριος προτίθεται τὴν διδασκαλίαν ποιεῖσθαι (περὶ γὰρ γένους, διαφοράς, εἴδους, ἰδίου καὶ συμβεβηκότος) ἐστὶν ἡ διδασκαλία.
φωνὰς ὁ φιλόσοφος· οὐ γάρ ἀνάγκην εἶχε τοῦτο μάτην ποιῆσαι. ἀλλ’ εἰ βουλόμεθα τοῦτο γνῶναι, μικρὸν ἄνωθεν ἀρξώμεθα. εἰδέναι δεῖ ὅτι ἔστι τινὰ ἐν τοῖς πράγμασι καὶ μερικὰ καὶ καθολικά. ἐπειδὴ γὰρ ἔμελλον τὰ μερικὰ φθείρεσθαι καὶ οἷον ἀπόλλυσθαι, γενικώτερόν τι τούτων ἐπενόησεν ἡ φύσις περιλαμβάνον πάντα καὶ διασῶζον τὴν ἑκάστου μορφήν, καὶ τοῦτο
γένος ἢ εἶδος καλεῖται. ἵνα δὲ μὴ ἀνεννόητοι αὐτῶν ὦμεν καὶ τῆς τάξεως
τὴν αἰτίαν μάθωμεν, εἴπωμεν ὡς ἐν παραδείγυματι τί ἐστιν ἕκαστον. Σωκράτην μὲν οὖν καὶ Πλάτωνα καὶ Ἀλκιβιάδην καὶ τοὺς κατὰ μέρος καλοῦκαὶ 81 σιν οἱ φιλόσοφοι μερικὰ καὶ ἄτομα, ὁμοίως δὲ καὶ Ξάνθον καὶ βαλίαν καὶ 82 τόνδε τὸν ἵππον. τὰ δὲ τῶν κατὰ μέρος περιεκτικὰ προσεχῶς καλοῦσιν εἴδη, οἷον τὸν καθόλου ἄνθρωπον (περιέχει γὰρ τοὺς κατὰ μέρος ὁ καθόλου) καὶ τὰ ἄλλα ὁμοίως, τὰ δὲ τούτων πάλιν περιεκτικὰ καλοῦσι γένη
οἷον τὸ ζῷον· περιέχει γὰρ ἵππον καὶ ἄνθρωπον. μέσαι δὲ τούτων αἱ διαφοραί εἰσιν. διαφορὰ δέ ἐστιν, ὡς αὐτὸς ὁ Πορφύριος προιὼν ἐρεῖ, ᾗ διενηνοχεν ἕτερον ετερου· κάτα ταύτην γὰρ ἡ διαφορὰ τῶν πραγμάτων διαφαίνεται, ἐπεὶ κατὰ γένος οὐδεμία γίνεται διαφορὰ ἔκδηλος· οἷον τὸ ζῷον γένος ὑπάρχει, καθ’ ὃ οὐδὲν ἄλλο διαφέρει ἄλλου (πάντα γὰρ ζῷα
καλοῦνται καὶ ἵππος καὶ κύων καὶ βοῦς καὶ ἄνθρωπος), ἐὰν δὲ εἴπω ὅτι
τοῦ ζῴου τὸ μέν ἐστι λογικὸν τὸ δὲ ἄλογον, ὑποδιελὼν ἐποίησα τὴν δια- φοράν, καθ’ ἣν ἐφάνη διαφέρων ὁ ἄνθρωπος τοῦ ἵππου καὶ τοῦ βοὸς καὶ τῶν λοιπῶν ἀλόγων· λογικὸν μὲν γὰρ λέγεται τὸ μετὰ λόγου καὶ κρίσεως τινος διάγον οἷον ἄνθρωπος ἄγγελος, ἄλογον δὲ τὸ χωρὶς λόγου καὶ κρίσεως| 83
οἷον ἵππος καὶ βοῦς καὶ τὰ ἄλλα ἄλογα ζῷα. ὥστε οὖν αὕτη μερι- κωτέρα μέν ἐστι τῶν γενῶν, καθολικωτέρα δὲ τῶν εἰδῶν, οἷον τὸ λογικὸν καὶ τὸ θνητόν· τὸ γὰρ λογικὸν μερικώτερον τοῦ ζῴου (περιέχει γὰρ τοῦτο τὸ ζῷον τὸ λογικόν τε καὶ ἄλογον), καθολικώτερον δὲ τοῦ εἴδους· περιέχει γὰρ πολλὰ εἴδη τὸ λογικόν, ἄγγελον γὰρ καὶ ἄνθρωπον.
ἄλλως τε δὲ μερικώτερόν ἐστι τοῦ γένους ἡ διαφορά, καθὸ ὑπὸ τὸ γένος πέπτωκε, καθολικώτερον δὲ τοῦ εἴδους. καθὸ αὕτη δύο τινῶν ἐστι περι- εκτικὴ τοῦ λογικοῦ τε καὶ ἀλόγου, ὑφ’ ἃ πάντα τὰ δῷα πέπτωκε. τὸ δὲ εἶδος ἑνὸς μόνου ἐστὶ περιεκτικὸν οἷον ἀνθρώπου ἵππου ἢ ἄλλου τινός. τὸ δὲ ἴδιον ἑνὶ μόνῳ εἴδει ὑπάρχει, οἷον ἴδιον τοῦ ἀνθρώπου τὸ γελαστικὸν
λέγεται· αὐτῷ γὰρ μόνῳ ὑπάρχει καὶ παντί. συμβεβηκὸς· δέ ἐστι τὸ
84 δυνάμενον δίχα τινὸς βλάβης ἀπογενέσθαι τοῦ ἐν ᾧ ἐστιν, οἷον λευκὸν μέλαν 85 καθῆσθαι ἑστάναι. τούτων οὖν τὰ μὲν συμπληρωτικά ἐστι τῆς οὐσίας ἤγουν τῆς ὑπάρξεως, τὸ γένος κ·αὶ τὸ εἶδος καὶ ἡ τούτων μέση διαφορά, ἅτινα οὐσιώδη καλεῖται· ταῦτα γὰρ συμπληρωτικά εἰσι παντὸς ζῴου· ἕκαστον
γὰρ τούτων τῶν τριῶν μετέχει, οἷον Σωκράτης, καθὸ μὲν ζῷον, ἔχει
τὸ γένος, καθὸ δὲ λογικὸν θνητόν, ἔχει τὴν διαφοράν, καθὸ δὲ ἄνθρωπος, τὸ εἶδος· ὁμοίως δὲ καὶ Πλάτων καὶ Ἀλκιβιάδης. τὰ δὲ ἄλλα δύο ἐπεισοδιώδη καλεῖται, τὸ ἴδιον λέγω καὶ τὸ συμβεβηκός, διότι οὐδὲν εἰς τὸν τῆς οὐσίας τοῦ ὑποκειμένου συμβάλλεται λόγον. ὧν τὸ μὲν μὲν πλησιέστερον
ὑπάρχει τῶν οὐσιωδῶν, ἐπειδὴ ἀεὶ ὑπάρχει τινί, τὸ δὲ συμβεβηκὸς πόρρω ὑπάρχει, ἐπειδὴ πῇ μὲν ὑπάρχει πῇ δὲ οὐχ ὑπάρχει. τὰ αὐτὰ τὰ δὲ καὶ χωριστὰ καλεῖται, ἐπειδὴ κατ’ ἐπίνοιαν χωριζόμενα οὐδὲν λυμαίνεται
τῇ οὐσίᾳ τοῦ ὑποκειμένου, ἐπειδὴ εἰ τοῦτο ἦν, ἔδει τοὺς μέλανας ἀνθρώπους μὴ εἷναι, ὅπερ ἄτοπον, κἂν τοῦ γελᾶν δὲ τὴν δύναμιν ἀποβάλλωμεν,
οὐδὲν ἧττόν ἐσμεν ἄνθρωποι πάσας τὰς τῶν ἀνθρώπων ἐνεργείας ἐνεργοῦντες. τούτων οὖν οὕτως ἐχόντων ὅρα πῶς ὁ Πορφύριος κατὰ τάξιν προῆλθε· προέταξε μὲν γὰρ τὰ οὐσιώδη καὶ συμπληρωτικὰ τῆς οὐσίας,
ὕστερον δ’ ἔταξε τὰ ἐπεισοδιώδη. καὶ πάλιν τῶν οὐσιωδῶν προέταξε μὲν πρῶτον τὸ γένος ὡς καθολικώτερον, εἶτα τὴν διαφορὰν ὡς τούτου
μερικωτέραν, εἶτα το ειοος ὡς ταύτης μερικώτερον. τῶν δὲ ἐπουσιωδῶν ἐπειδὴ τὸ μὲν ἴδιον πλησιέστερόν ἐστι τῆς οὐσίας, προέταξε μὲν αὐτὸ ὡς καὶ μᾶλλον συγγενέστερον τοῖς εἰρημένοις, τὸ δὲ συμβεβηκὸς τῆς ἐσχάτης τετύχηκε τάξεως ὡς μὴ κοινωνοῦν τοῖς εἰρημένοις καὶ αὐτὸ μόνον γινόμενόν τε καὶ ἀπογινόμενον χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς.
86
μὲν γὰρ αὐτὸ καθ’ αὑτὸ ἕκαστον ὅ τι ποτέ ἐστι σκοποῦμεν, φαμὲν τὸ μέν τι εἶναι οὐσίαν τὸ δὲ ποσὸν τὸ δὲ ποιὸν καὶ τὰ λοιπά· ὅταν δὲ ἀπίδωμεν εἰς τὰς μετὰ τὴν οὐσίαν κατηγορίας ὡς μὴ ὑφεστηκυίας καθ’ αὑτὰς ἀλλὰ
δεομένας ἐκείνης πρὸς ὕπαρξιν, συμβεβηκέναι αὐτὰς τῇ οὐσίᾳ φαμέν. πάλιν ἐν ἑκάστῃ τῶν κατηγοριῶν ὅταν ἀποβλέψαντες ἴδωμεν τὸ μέν τι καθολικώτερον 10 τὸ δὲ εἰδικώτερον τὸ δὲ ᾧ τὰ εἰδικώτερα τέμνεται | ἀπὸ τῶν γενικωτέρων, 88 κωτέρων, τούτων τὸ μέν τι καλοῦμεν γένος τὸ δὲ διαφορὰν τὸ δὲ εἶδος· ὥστε τὸ αὐτὸ ἄλλως μὲν θεωρούμενον γένος λέγεται ἢ εἶδος ἢ διαφορά (καθὸ οὐδὲν διαφέρουσι κατὰ τὰς κατηγορίας), ἄλλως δὲ τὸ μέν τι οὐσία τὸ δὲ συμβεβηκός.
τετραχῶς γίνεται, κατὰ διαίρεσιν καὶ ὁρισμὸν καὶ ἀπόδειξιν καὶ ἀνάλυσιν. τὸ οὖν χρήσιμον εἴς τε τὴν τῶν ὁρισμῶν ἀπόδοσιν καὶ εἰς τὰ περὶ διαιρέσεως καὶ ἀποδείξεως χρήσιμον ἔσται δῆλον ὅτι καὶ εἰς τὴν κατὰ Πλάτωνα διαλεκτικήν· εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ πρὸς πᾶσαν φιλοσοφίαν.
εἰσὶ δέ, ὡς εἴρηται, διαιρετικὴ ὁριστικὴ ἀποδεικτικὴ καὶ ἀναλυτική.
οὕτως οὖν ἐκληπτέον τὸν νοῦν τοῦ χωρίου, ὡς ἂν εἰ ἔλεγεν ὁ Πορφύριος ὅτι τοῦτο τὸ σύγγραμμα οὐ μόνον εἰς τὰ τῶν φιλοσόφων συγγράμματα συμβάλλεται, ἀλλ’ ὡς εἰ καὶ μὴ ἦν συγγράμματα, εἰς αὐτὰς τὰς 90 τῶν φιλοσόφων μεθόδους συμβάλλεται, δι᾿ ὦν δύνανται εὑρεῖν οἱ φιλόσοφοι 91 ἕκαστον τῶν πραγμάτων. τί δέ ἐστιν ἑκάστης τούτων ἔργον, κατὰ τάξιν
εἴπωμεν.
εἰς τὰς οἰκείας διαφοράς, οἷον τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον εἰς θνητὸν καὶ ἀθάνατον, καὶ μὴ λέγειν ὅτι τοῦ ζῴου τὸ μέν ἐστιν ἄνθρωπος τὸ δὲ ἵππος τὸ δὲ ἄλλο τι καὶ ἄλλο· ἐοίκασι γὰρ οὗτοι, ὡς ὁ θεῖός φησι Πλάτων, τοῖς κακῶς τέμνουσι μαγείροις καὶ μὴ κατ’ ἄρθρα τὰ ὄψα, τοῦτ’ ἔστιν ἰδιώταις καὶ ἀμεθόδοις ἀνδράσιν. ὁριστικῆς δέ ἐστι τὸ τὸν ὁρισμὸν
οἰκείως ἑκάστου τῶν πραγμάτων ἀποδιδόναι. οὗτος δὲ ἕπεται τῷ διαιρε- τικῷ πρώτῳ ὄντι, ἐπειδὴ καὶ χρῄζει αὐτοῦ· οἱ γὰρ ὁρισμοὶ ἐκ γένους εἰσὶ καὶ συστατικῶν διαφορῶν· ἐκ τοῦ οὖν διαιρεθέντος ἤδη γένους ὁ ὁριστικὸς ἐκλέγεται τὰ χρήσιμα πρὸς τὸν ὁρισμόν, οἷον διαιρεθέντος τοῦ ἐμψύχου εἰς ζῷον καὶ φυτὸν καὶ τοῦ ζῴου εἰς λογικὸν καὶ ἄλογον εἰς θνητὸν καὶ
ἀθάνατον, ὁ ὁριστικὸς βουλόμενος τὸν ἄνθρωπον ὁρίσασθαι ἐκλέγεται τὸ ζῶον τὸ λογικὸν καὶ τὸ θνητόν. ἀποδεικτικῆς δὲ ἔργον τὸ τὴν ἀπόδειξιν
τῶν πραγμάτων ποιεῖσθαι ἐξ αὐτῆς τῆς ἰδίας αὐτῶν οὐσίας· οὐ γὰρ ὥσπερ οἱ ῥήτορες ἐξ ἐνδόξων καὶ πιθανῶν προτάσεων τὰς πίστεις φέρουσι, τοιοῦ- τόν τι χρῆμά ἐστιν ἡ ἀπόδειξις, ἀλλ’ ὥσπερ ὁ Πλατῶν τὸν περὶ τῆς ἀθανασίας
τῆς ψυχῆς λόγον ἀποδεῖξαι βουλόμενος τῷ λόγῳ τῆς οὐσίας αὐτῆς ἐχρήσατο, λέγων ὅτι ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, τὸ ἀεικίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος. οὕτω χρὴ καὶ τὸν ἀποδεῖξαι
βουλόμενον ποιεῖν· αἱ γὰρ ὄντως. ἀποδείξεις ἐκ τῶν ὁρισμῶν γίνονται· οἱ γὰρ ὁρισμοὶ δηλοῦσι τὴν φύσιν τοῦ πράγματος, καὶ δεῖ τὰς ἀποδείξεις γίνεσθαι
ἐκ τῆς φύσεως αὐτῆς τῶν πραγμάτων καὶ οὐκ ἐκ τῶν ἔξωθεν παρεπομένων οὐκ ἀναγκαίως. ὥστε οὖν τρίτην τάξιν ἐπέχει ἡ ἀπόδειξις, εἴ γε] 92 τῷ ὁριστικῷ, ὁ δὲ ὁριστικὸς τῷ διαιρετικῷ. ἀναλυτικῆς δὲ ἔργον 93 τὸ τὰ σύνθετα ἀναλύειν εἰς τὰ ἀπλᾶ, ἐξ ὧν σύγκεινται, οἷον τὸν λόγον εἰς
ὀνόματα καὶ ῥήματα, καὶ ταῦτα εἰς τὰς συλλαβάς, καὶ ταύτας εἰς τὰ στοιχεῖα. καὶ ταῦτα μὲν οἱ γραμματικοί. οἱ δὲ φιλόσοφοι ἐπὶ τῶν πραγμάτων,
οἷον τὸν ἄνθρωπον εἰς κεφαλὴν καὶ χεῖρας καὶ πόδας, | καὶ ταῦτα 94 εἰς ὀστᾶ καὶ σάρκας καὶ νεῦρα, καὶ ταῦτα εἰς τὰ τέσσαρα στοιχεῖα, καὶ ταῦτα εἰς ὕλην καὶ εἶδος. χρώμεθα δὲ τῇ ἀναλυτικῇ καὶ ἐπὶ συλλογισ- μῶν ἀναλύοντες αὐτοὺς εἰς τὰς προτάσεις καὶ ταύτας εἰς τοὺς ὅρους, ὡς ἐν τοῖς Ἀναλυτικοῖς διδάσκει. πρώτη οὖν πασῶν ἡ διαιρετική, δευτέρα ἡ
ὁριστική, τρίτη ἡ ἀποδεικτική, τετάρτη ἡ ἀναλυτική. τῶν δὲ τριῶν μόνων
ἐμνημόνευσε, διότι τὸ βιβλίον εἰς ταῦτά ἐστι χρήσιμον· διδάσκει γὰρ περὶ γενῶν καὶ διαφορῶν. ἡ μὲν δὴ διαιρετικὴ διαιρεῖ εὐτάκτως τὰ γένη εἰς τὰ εἴδη διἁ τῶν οἰκείων διαφορῶν, ἡ δὲ ὁριστικὴ ὁρίζεται ἐκ γένους καὶ διαφορῶν, ἡ δὲ ἀποδεικτικὴ τὰς ἀποδείξεις ποιεῖται ἐκ τῶν ὁρισμῶν, οἱ
δὲ ὁρισμοί, ὡς εἴρηται, ἐκ γένους καὶ συστατικῶν διαφορῶν. [ἄλλως τε διὰ τὸ τἀς τρεῖς ἀλλήλων δεῖσθαι· τῆς μὲν γὰρ διαιρετικῆς χρῄζει ἡ ὁριστική, ἡ δὲ ἀποδεικτικὴ ἀμφοτέρων, εἴ γε ὁ ἀποδεικνύων τοὺς ὁρισμοὺς
τῶν πραγμάτων λαμβάνει διὰ τὸ γνῶναι τὴν οὐσίαν τοῦ πράγματος, ἡ δὲ ὁριστικὴ χρῄζει τῆς διαιρετικῆς. ἡ δὲ ἀναλυκτικὴ οὐδεμιᾶς χρῄζει· τῇ
μὲν γὰρ διαιρετικῇ ἐναντιοῦται, καθὸ ἐκείνη μὲν ἓν λαμβάνουσα πολλὰ ποιεῖ, ἡ δὲ ἀναλυτικὴ εἰς ἓν τελευτᾷ· λαμβάνουσα γὰρ καὶ ἀναλύουσα τὸν ἄνθρωπον ποιεῖ εἰς μόρια, καὶ ταῦτα εἰς χυμούς, καὶ τοὺς χυμοὺς εἰς
στοιχεῖα, καὶ ταῦτα εἰς ὕλην καὶ εἶδος· τὰ γὰρ στοιχεῖα ἐξ ὕλης καὶ εἴδους σύγκειται. ἄλλως τε ὅτι ἡ μὲν διαιρετικὴ πρόεισιν ἀπὸ τῶν ἁπλῶν
ἐπὶ τὰ σύνθετα, ἡ δὲ ἀναλυτικὴ ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλούστερα. τῷ δὲ ὁριστικῷ, καθὸ οὗτος μὲν συναπτικός ἐστι τῆς οὐσίας, ἐκείνη δὲ 95 διαλυτική. ἄλλως τε εἰ τῷ διαιρετικῷ ἐναντιοῦται, οὗτινος ὁ ὁριστικὸς 96 χωρὶς οὐ δύναται ὁρίσαι, δῆλον ὅτι καὶ τῷ ὁριστικῷ. ἀλλὰ δὴ καὶ τῷ
ἀποδεικτικῷ· εἰ γὰρ ἡ ἀπόδειξις χρῄζει τῆς ὁριστικῆς καὶ διαιρετικῆς, ταύταις δ’ ἐναντιοῦται ἡ ἀναλυτική, καὶ τῇ ἀποδεικτικῇ ἄρα ἐναντιοῦται
ἡ ἀναλυτική. καὶ διὰ τί τῆς ὁριστικῆς πρῶτον ἐμνημόνευσε, καὶ μὴ τῆς διαιρετικῆς, καὶ ταῦτα πρώτης ὑπαρχούσης; ἐπειδήπερ προκείμενον ἦν αὐτῷ τῶν προτεθέντων τοὺς ὁρισμοὺς ἀποδοῦναι. διαφέρει δὲ ἡ σύνθεσις) τῆς ἀναλύσεως κατὰ μὲν τὸ ὑποκείμενον οὐδέν· ὥσπερ γὰρ τὸ ἄναντες ἐστι πάντως καὶ κάταντες, οὕτως καὶ ἡ ἀνάλυσις πάντως ἐστὶ καὶ σύνθεσις.
κατὰ δὲ τὴν σχέσιν διαφέρει (ὅταν μὲν γὰρ ἄνωθεν πρόεισιν καὶ ἐκ τῶν πρώτων ἀρχῶν ἐπὶ τὰ ἔσχατα, σύνθεσίς ἐστιν, ὅταν δ’ ἐκ τῶν ἐσχάτων ἐπὶ τὰς πρώτας ἀρχὰς ἀναβαίνῃ, ἀνάλυσις) καὶ ὅτι ἡ μὲν σύνθεσις πρὸς τὸ σύνθετον τελευτᾷ, ἡ δὲ ἀνάλυσις πρὸς τὸ ἁπλοῦν. ὁ γὰρ) ἀναλύων σύνθετόν τι δῆλον ὅτι ἀναλύει, εἴ γε μὴ μέλλοι ταλαιπωρεῖν καὶ
ἀδύνατα μοχθεῖν ἁπλοῦν ἀναλῦσαι σπεύδων· τὸ δὲ σύνθετον ἐκ πλειόνων
σύγκειται· οὐκοῦν ὁ ἀναλύων εἰς πλείονα ἀναλύει. ψεῦδος ἄρα τὸ τὴν ἀνάλυσιν εἰς ἁπλοῦν ἀναλύειν τὸ σύνθετον. καὶ τοῦτο μὲν ἐγγὺς ἀληθές, πλὴν ἔστιν εἰπεῖν, ὅτι εἰς προσεχῆ μὲν πλείονα ἀναλύει, τὸ δὲ ἔσχατον οὔ. ἔδει οὖν εἰδέναι, ὡς σαφῶς εἰπεῖν, ὅτι τὸ ἁπλοῦν μὲν εἰς πολλὰ σύντίθεται,
εἰς οὐδὲν δὲ ἀναλύεται, τὸ δὲ ἔσχατον συντεθὲν ἀναλύεται μὲν εἰς πλείονα, εἰς τὸ ἀνώτατον δὲ συντίθεται οὐκέτι. ἀποροῦσι δέ τινες, διὰ τί
τὸν ὁρισμὸν ὕστερον ὄντα τῆς διαιρέσεως προέταξε. καί φαμεν ὅτι πρῶτον μὲν ὡς ἐν ὑποκειμένῳ ἀδιάφορόν ἐστι ὁπωσοῦν συντάττειν, ἔπειτα δὲ καὶ ὡς πρὸς ἡμᾶς πρῶτόν ἐστι τὰ σύνθετα τὰ διὰ τοῦ ὁρισμοῦ γνωχωρὶς 97 ριζόμενα, ὥστε εἰ καὶ μὴ εἰκῇ συνέταττεν, εἰκότως τὸν ὁρισμὸν προέταξε. 98 τὴν δὲ ἀνάλυσιν διὰ τοῦτο παρέλιπεν εἰπεῖν ἴσως, ὅτι ταὐτόν ἐστι τῇ συνθέσει τῷ ὑποκειμένῳ κατὰ τὴν σχέσιν μόνον, ὡς προείρηται, διαλλάτ- τουσα].
ἐπελθεῖν.
τοῖς τῶν παλαιῶν συγγράμμασι, τὸ μῆκος τῶν λεγομένων ὡς τὰ Γαλήνεια,
τὸ ἀσαφὲς τῆς λέξεως ὡς τὸ περὶ Ἑρμηνείας, τὸ βάθος τῶν νοημάτων ὡς ἡ Ἀποδεικτική. προτρεπόμενος οὖν ὁ Πορφύριος τὸν ἀκροατὴν ἐπαγγέλλεται τούτων τὸ βιβλίον ἀπηλλάχθαι καὶ μήτε πολύστιχον εἶναι μήτε ἀσάφειαν ἔχειν περὶ τὴν λέξιν, ὡς δηλοῖ τὸ ἐν εἰσαγωγῆς τρόπῳ, μήτε
ζητήματα βαθύτερα. ἀλλὰ διὰ τοῦ εἰπεῖν τῶν μὲν βαθυτέρων ἀπε- χόμενος ζητημάτων ἐδήλωσεν ἀπηλλάχθαι τοῦτο τοῦ βάθους τῶν διανοημάτων,
νοημάτων, διὰ δὲ τοῦ εἰπεῖν τῶν δὲ ἁπλουστέρων ἐδήλωσεν αὐτὸ 102 ἀπηλλάχθαι τοῦ ἀσαφοῦς τῶν λέξεων, διὰ δὲ τοῦ εἰπεῖν συμμέτρως 103 χῶν. τῶν δὲ ἁπλουστέρων συμμέτρως στοχαζόμενος οὐ πρὸς τὰ πράγματα εἶπεν (οὐ γάρ ἐστι φιλοσόφου τὸ στοχάζεσθαι, ἀλλ’ ἐπιστημόνως
πάντα δεικνύναι· ῥητόρων γὰρ ὁ στοχασμός), ἀλλά πρὸς τὸν ἀκροατὴν χρυσαόριον, τοῦτ’ ἔστι ᾿στοχαζόμενος τῆς σῆς διανοίας᾿. ὃ γὰρ ἄν προτίθηται
διδάσκειν ὁ φιλόσοφος, ἐπιστημονικῶς παραδίδωσιν.
λέξιν σαφῆ καὶ τῶν βαθυτέρων ἀπέχεσθαι ζητημάτων. ἵνα οὖν μή τις εἴπῃ, ὅτι οὐκ ἦν τι περὶ τούτων βαθὺ ζήτημα, αὐτὸ τοῦτο βούλεται παραστῆσαι ἡμῖν ὁ φιλόσοφος διὰ τούτου, ὅτι ἦν μὲν περὶ τούτων βαθύτερόν τι ζήτημα, ἐξεπίτηδες δὲ παρέλιπεν. ἵνα δὲ σαφὲς γένηται τὸ λεγόμενον, εἴπωμεν οὕτως. τῶν ὄντων τὰ μὲν ὑφέστηκε, τὰ δὲ ἐν ψιλαῖς
ἐπινοίαις ὑπάρχει οἷον ἱπποκένταυρος τραγέλαφος, ἅτινα ἐπινοούμενα μὲν 105 ὑφίσταται, μὴ ἐπινοούμενα δὲ οὐχ ὑφίσταται, ἀλλὰ παυσαμένης τῆς ἐπινοίας 106 καὶ αὐτὰ συμπαύεται· οὐ γάρ ἐστιν ὁ ἱπποκένταυρος ἐν ὑποστάσει, ἀλλὰ θεασάμενοι ἵππον καὶ ἄνθρωπον ἀνεπλάσαμεν τῇ ἐπινοίᾳ σύνθετόν τι τὸν ἱπποκένταυρον. ὁμοίως δὲ καὶ τράγον μὲν ἐποίησεν ἡ φύσις καὶ ἔλαφον, ἀναπλάσαντες
δὲ καθ’ ἑαυτοὺς τῇ ἐπινοίᾳ ἀποτελοῦμεν σύνθετόν τι τὸν τραγέλαφον,
καὶ ταύτῃ τὸ εἶναι ἔχει. ὁ τοίνυν Ἀντισθένης ἔλεγε τὰ γένη καὶ τὰ εἴδη ἐν ψιλαῖς ἐπινοίαις εἶναι λέγων ὅτι “ἵππον μὲν ὁρῶ, ἱππότητα δὲ οὐχ ὁρῶ” καὶ πάλιν “ἄνθρωπον μὲν ὁρῶ, ἀνθρωπότητα δὲ οὐχ ὁρῶ.” ταῦτα ἐκεῖνος ἔλεγε τῇ αἰσθήσει μόνῃ ζῶν καὶ μὴ δυνάμενος τῷ λόγῳ 107
εἰς μείζονα εὕρεσιν ἑαυτὸν ἀνενεγκεῖν. τῶν οὖν ὑφεστηκότων τὰ μὲν σώματά ἐστι, τά δὲ ἀσώματα. ὅλως δὲ τῶν παλαιῶν οἱ μὲν ἔλεγον εἶναι ταῦτα, οἱ δὲ μὴ εἶναι. τῶν δὲ λεγόντων εἶναι οἱ μὲν ἔλεγον σώματα, οἱ δὲ ἀσώματα. καὶ οἱ μὲν λέγοντες σώματα εἶναι πάντες ἐπὶ τῆς αὐτῆς δόξης ἔμειναν, τῶν δὲ λεγόντων εἶναι ἀσώματα, ἐπειδὴ τῶν ἀσωμάτων, ὡς
διῄρηται, τὰ μὲν καθ’ ἑαυτὰ ὑφέστηκεν ὡς ἄγγελος καὶ θεός, τὰ δὲ ἐν ἑτέροις ὡς ἡ λευκότης καὶ τὰ σχήματα· ταῦτα οὖν οἱ μὲν καθ’ αὑτά, οἱ δὲ ἐν τοῖς αἰσθητοῖς ὑφεστάναι ἔλεγον. πάλιν δὲ ἐπειδὴ τὰ ἐν τοῖς αἰσθητοῖς ὑφεστῶτα ἀσώματα ἢ δι’ ὅλου ἐστὶν ὡς ἡ ἐν τῷ ψιμμυθίῳ λευ- κότης ἢ κατὰ τὴν ἐπιφάνειαν ὡς τὸ σφαιροειδὲς σχῆμα, τῶν λεγόντων
ἐν τοῖς αἰσθητοῖς ὑφεστάναι οἱ μὲν αὐτὰ δι’ ὅλου ἔλεγον εἶναι, οἱ δὲ κατὰ τὴν ἐπιφάνειαν. ἕτεροι δὲ πάλιν περὶ τὰ ὑφεστῶτα ἔλεγον αὐτὰ
108 ὑφεστάναι. τί δέ ἐστι ‘περὶ τὰ ὑφεστῶτα᾿; οἷον ὡς ὅ τε τόπος (οὖτος γὰρ 109 περιέχει τὰ αἰσθητά) καὶ ὁ χρόνος. τοσούτων οὖν οὐσῶν αἱρέσεων περὶ τοὐ εἶναι ταῦτα καὶ μὴ εἶναί φησι δυνατὸν ἦν ζητεῖν περὶ γενῶν τε καὶ εἰδῶν εἴτ’ εἰσὶν εἴτε ἐν ψιλῇ ἐπινοίᾳ κεῖνται· οὕτω γὰρ ὁ Ἀντισθένης
ᾤετο. καὶ εὑρὼν δὲ αὐτὰ ὑφεστηκότα ἠδύνατο πάλιν ζητεῖν, εἴτε σώματά ἐστιν εἴτε ἀσώματα· γεγόνασι γὰρ ἑκατέρου τῆς διαιρέσεως τμήματος προστάται. στάται. πάλιν δὲ εὑρὼν αὐτά, εἰ τύχοι, ἀσώματα ζητεῖν ἠδύνατο, εἰ ἀχώριστά ἐστι τῆς ὕλης καὶ ἐν τοῖς πολλοῖς ἢ πρὸ τούτων καὶ κεχώρισται.
οὐδὲ γὰρ ἀπλῶς οὕτως καὶ ὡς ἔτυχεν οἱ μὲν σώματα αὐτὰ λέγουσιν οἱ δὲ ἀσώματα, ἀλλὰ μετὰ λογισμοῦ τινος, οὐδὲ ἐναντιοῦνται ἀλλήλοις· εἰκότα γὰρ ἕκαστοι λέγουσιν. ἐννοείσθω τοίνυν δακτύλιός τις ἐκτύπωμα ἔχων, εἰ τύχοι, Ἀχιλλέως καὶ κηρία πολλὰ παρακείμενα, ὁ δὲ δακτύλιος σφραγιζέτω
τοὺς κηροὺς πάντας. ὕστερον δέ τις εἰσελθὼν καὶ θεασάμενος τὰ κηρία, ἐπιστήσας ὅτι πάντα ἐξ ἑνός εἰσιν ἐκτυπώματος, ἐχέτω παρ’ αὑτῷ τῷ τὸν τύπον ὅ ἐστι τὸ ἐκτύπωμα ἐν τῇ διανοίᾳ. ἡ τοίνυν σφραγίς ἡ ἐν τῷ δακτυλιδίῳ λέγεται πρὸ τῶν πολλῶν εἶναι, ἡ δὲ ἐν τοῖς κηρίοις ἐν τοῖς πολλοῖς, ἡ δὲ ἐν τῇ διανοίᾳ τοῦ ἀπομαξαμένου ἐπὶ τοῖς πολλοῖς καὶ
ὑστερογενής. τοῦτο οὖν ἐννοείσθω καὶ ἐπὶ τῶν γενῶν καὶ εἰδῶν· ὁ γὰρ
δημιουργὸς πάντα ἔχει παρ’ ἑαυτῷ τὰ πάντων παραδείγματα, οἷον ποιῶν ἄνθρωπον ἔχει παρ’ ἑαυτῷ τὸ εἶδος τοῦ ἀνθρώπου, πρὸς ὃ ἀφορῶν πάντας ποιεῖ. εἰ δέ τις ἐνσταίη λέγων, ὡς οὐκ εἰσὶν ἐν τῷ δημιουργῷ τὰ εἴδη, ἀκουέτω ταῦτα, ὡς ὁ δημιουργὸς δημιουργεῖ ἢ εἰδὼς τὰ ὑπ’ αὐτοῦ
δημιουργούμενα ἢ μὴ εἰδώς· ἀλλ’ εἰ μὲν μὴ εἰδώς, οὐκ ἄν δημιουργήσαι· 110 τίς γὰρ ποιήσειέ τι ἀγνοῶν ὃ μέλλει ποιεῖν; οὐ γὰρ ὡς ἡ φύσις ἀλόγῳ 111 δυνάμει ποιεῖ, ὅθεν καὶ ποιεῖ ἡ φύσις οὐκ ἐφιστάνουσα γνωστικῶς τῷ γινομένῳ.
εἰ δέ τι καθ’ ἕξιν λογικὴν ποιεῖ, οἶδέ που πάντως τὸ γινόμενον. εἰ τοίνυν μὴ χεῖρον ἢ κατὰ ἄνθρωπον ὁ θεὸς ποιεῖ, οἶδε τὸ ὑπ’ αὐτοῦ
γινόμενον. εἰ δ’ οἶδεν ὃ ποιεῖ, αὐτόθεν δῆλον, ὡς ἔστιν ἐν τῷ δημιουργῷ τὰ εἴδη. ἔστι δὲ τὸ εἶδος ἐν τῷ δημιουργῷ ὡς ὁ ἐν τῷ δακτυλιδίῳ τύ- πος, καὶ λέγεται τοῦτο τὸ εἶδος πρὸ τῶν πολλῶν καὶ χωριστὸν τῆς ὕλης. ἔστι δὲ τὸ εἶδος τοῦ ἀνθρώπου καὶ ἐν τοῖς καθ’ ἕκαστον ἀνθρώποις, ὡς
τὰ ἐν τοῖς κηροῖς ἐκτυπώματα, καὶ λέγεται τὰ τοιαῦτα ἐν τοῖς πολλοῖς
εἶναι καὶ ἀχώριστα τῆς ὕλης. θεασάμενοι δὲ τοὺς κατὰ μέρος ἀνθρώπους ὅτι πάντες τὸ αὐτὸ εἶδος τοῦ ἀνθρώπου | ἔχουσιν, ὡς ἐπὶ τοῦ ὕστερον ἐλθόντος 112 καὶ θεασαμένου τὰ κηρία. ἀνεμαξάμεθα αὐτὸ ἐν τῇ διανοίᾳ, καὶ λέγεται τοῦτο ἐπὶ τοῖς πολλοῖς ἢ μετὰ τοὺς πολλοὺς καὶ ὑστερογενές. εἰσὶ δὲ τὰ τοιαῦτα σωμάτων μὲν χωριστά (οὐδὲ γὰρ ἐν σώματι ὑφέστηκεν,
ἐν ψυχῇ), οὐχ ἁπλῶς δὲ χωριστά· οὐδὲ γὰρ αὐτὰ καθ’ αὑτὰ γνωρίζεσθαι δύναται, οἷα τὰ πρὸ τῶν πολλῶν εἴδη ὑποτίθεται ὁ Πλατῶν· οὐδὲ γὰρ
ἀπλῶς νοήσεις αὐτὰ εἶναι τοῦ δημιουργοῦ βούλεται, ἀλλὰ πάντως οὐσίας νοητάς, πρὸς ἃς ἀφορῶντα τὸν δημιουργὸν ὡς πρὸς ἀρχετύπους εἰκόνας τὰ τῇδε ποιεῖν. τοῦτο οὖν φησι ζητεῖν ἦν, εἴτε ἀσώματα ὄντα χωριστά
ἐστιν ὡς τὰ παρὰ τῷ δημιουργῷ, ἢ ἀχώριστα ὡς τὰ ἐν τοῖς πολλοῖς, ἢ μετὰ τὰ αἰσθητά, τοῦτ’ ἔστι τὰ ἐπὶ τοῖς πολλοῖς. ταῦτα δὲ πάντα παραιτεῖται τεῖται λέγειν. ἰστέον δὲ ὅτι περὶ ταῦτα δοκοῦσιν διαφωνεῖν Ἀριστοτέλης
καὶ Πλατῶν· ὁ μὲν γὰρ Ἀριστοτέλης ἀχώριστα αὐτὰ εἶναί φησι τῆς ὕλης, ὁ δὲ Πλατῶν χωριστά. εἴτε δὲ διαφωνοῦσι πρὸς ἑαυτοὺς οἱ φιλόσοφοι
εἴτε μή δοκεῖ γὰρ τούτοις Ἀριστοτέλης ὡς φυσικοῖς κεχρῆσθαι), ἐπισκοπεῖν οὐ τοὐ παρόντος καιροῦ.
εὐκτικὸν κλητικὸν προστακτικὸν πυσματικόν, καὶ ἄλλα δέ ἐστιν, εἰ κατὰ τὸ λεπτὸν σκοπήσομεν. ἀλλ’ ἐν ταῖς Κατηγορίαις οὐ περὶ πάντων διαλέγεται, ἀλλὰ περὶ μόνου τοὐ ἀποφαντικοῦ· οὗτος γὰρ καὶ ὁ τῆς γνωστικῆς ψυχῆς ἄγγελος· οἱ γὰρ ἄλλοι τῆς ὀρεκτικῆς ψυχῆς ὑπάρχουσιν· ὁ γὰρ εὐχόμενος ὀρεγόμενός τινος εὔχεται, καὶ ὁ προσαγορεύων τινὰ ὀρεγόμενός
τινος προσαγορεύει, ὁμοίως δὲ καὶ ὁ προσφωνῶν τινα πράττει. μόνος δὲ ὁ ἀποφαντικὸς λόγος περιέχει τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος· οἱ γὰρ ἄλλοι οὔτε ἀληθεύουσιν οὔτε ψεύδονται· κἂν γὰρ καλῇ τίς τινα, οὔτε ἁληθεύει οὔτε ψεύδεται ὁμοίως δὲ καὶ εἰ εὔχεται ἢ προσαγορεύει. ὁ δὲ ἀποφαντικὸς λόγος ἢ ἀληθεύει ἢ ψεύδεται, οἷον ἀποφαίνεται περὶ ψυχῆς, ὅτι
θνητή ἐστιν ἢ ἀθάνατος, καὶ πάντως ἢ ἀληθεύει ἢ ψεύδεται. ἀποφαντικὸς γὰρ λόγος ἐστὶν ὁ ἄλλῳ ἄλλο τι ὡς ὑπάρχον ἢ μὴ ὑπάρχον ἀποφαινόμενος.
περίεχει δὲ οὗτος ἐν ἑαυτῷ δύο τινά, τό τε κατηγορούμενον καὶ τὸ ὑποκείμενον. ἵνα δὲ σαφὴς γένηται ἡμῖν ὁ λόγος, εἴπωμεν οὕτως· δεῖ εἰδέναι ὅτι ὑποκείμενον λέγεται περὶ οὗ ὁ λόγος, κατηγορούμενον δὲ τὸ
περὶ ἐκείνου λεγόμενον. οἷον ὁ ἄνθρωπος ζῷόν ἐστιν· ὑπόκειται μὲν ὁ ἄνθρωπος, κατηγορεῖται δὲ τὸ ζῷον. ὁμοίως δὲ καὶ περὶ ψυχῆς, ὅτι ἀθά· νατός ἐστι· περὶ τίνος νῦν διαλέγομαι; ἢ δῆλον ὅτι περὶ ψυχῆς· καὶ ὑπόκειται
κειται ἡ ψυχή, κατηγορεῖται δὲ αὐτῆς τὸ ἀθάνατον. ὥστε οὖν καλῶς εἴρηται, ὅτι ὁ ἀποφαντικὸς λόγος ὑποκείμενον ἔχει καὶ κατηγορούμενον.
δὲ ὡς ὅταν ἐπισκοπῶμεν, ἆρά γε ἡ φύσις ἐν ἑαυτῇ ἔχει τοὺς λόγους τῶν γενῶν τε καὶ εἰδῶν, ἢ οὐκ ἔχει· οὐδὲ γὰρ ὥσπερ ἡ χιὼν ἀλόγως ψύχει ἢ ὥσπερ τὸ πῦρ καίει, οὕτως καὶ ἡ φύσις ποιεῖ, ἀλλὰ δῆλον ὅτι λόγῳ τινὶ πάντα εἰ καὶ μὴ γινώσκουσα ἃ | ποιεῖ. ἄλλως τε καὶ οὕτως ἔστι φυσικῶς 118 περὶ αὐτῶν ζητεῖν, ἆρά ἐστι ταῦτα ἐν τοῖς πολλοῖς, τὸ ἁπλῶς ζῷον
ἐν πᾶσι τοῖς καθ’ ἕκαστα καὶ ὁ ἀπλῶς ἄνθρωπος, ἢ οὔ (καὶ τίς κοινή οὐσία ἐν πᾶσι τοῖς καθ’ ἕκαστα θεωρουμένη), ἀλλὰ πᾶν ὅτι ἂν θεωρῆται ἐν τοῖς καθ’ ἕκαστον, ἄτομόν ἐστιν. ἔστι δὲ καὶ λογικῶς περὶ τούτων, τοῦτ’ ἔστιν ἀποφαντικῶς καὶ πρεπόντως τῇ λογικῇ θεωρίᾳ, ζητεῖν. πρέπει
δὲ αὐτῇ τὸ ζητεῖν, τίνα μὲν τούτων τίσιν ὑπόκειται, τίνα δὲ τίνων κατηγορεῖται,
ὅτι τὰ γένη κατηγορεῖται τῶν διαφορῶν καὶ τῶν εἰδῶν, οὐ μὴν ἔμπαλιν. εἰρήκαμεν γὰρ ὅτι τάξιν τινὰ εἰς ἄλληλα ἀποσώζουσιν τὸ γένος καὶ ἡ διαφορὰ καὶ τὸ εἶδος, καὶ ὅτι πρωτεύει μὲν τὸ γένος, δευτέραν δὲ τάξιν ἔχει τὸ εἶδος, μέσην δὲ ἡ διαφορά, καὶ δεῖ τὰ μὲν ἄνω τῶν ὑποκάτω κατηγορεῖσθαι, οὐ γὰρ τὰ ὑποκάτω τῶν ἐπάνω. οἷον ἐὰν εἴπωμεν
᾿πᾶς ἄνθρωπος ζῷον᾿ ἀληθεύομεν, ἐὰν δὲ ἀντιστρέψαντες εἴπωμεν ᾿πᾶν
ζῷον ἄνθρωπος᾿ ψευδόμεθα. καὶ πάλιν ἐὰν εἴπωμεν ἶπάς ἵππος ἄλογον᾿ ἀληθεύομεν, εἰ δὲ ἀντιστρέψαντες εἴπωμεν ᾿πᾶν ἄλογον ἵππος᾿ ψευδόμεθα. οὐ γὰρ ἔστι τὸ τυχὸν ποιῆσαι ὑποκείμενον· οὐ γὰρ ἔστιν εἰπεῖν ‘τὸ ζῷον ἄνθρωπός ἐστιν᾿, ὡς ἤδη εἴρηται. δεῖ οὖν εἰπεῖν ποῖα δεῖ ποιεῖν ὑποκείὁπόταν 119 μένα, ποῖα δὲ κατηγορούμενα, ἃ καὶ διδάξει ὁ φιλόσοφος. καὶ διὰ τοῦτο 120 εἶπε λογικώτερον, ἀντὶ τοῦ πρεπόντως τῇ λογικῇ πραγματείᾳ.
ὡς καὶ Ἀριστοτέλης διέλαβε περὶ αὐτῶν), καὶ θεολογικῶς ὡς ὅταν περὶ τῶν ἐν τῷ δημιουργῷ ζητήσωμεν, ὥσπερ ὁ Πλατῶν ἐν τῷ Παρμενίδῃ διέλαβεν), ἔστι λογικώτερον περὶ αὐτῶν διαλαβεῖν, ἐπειδὴ ἐν τῇ λογικῇ πραγματείᾳ δεόμεθα τῶν ἀποφαντικῶν λόγων, ἐν δὲ τοῖς ἀποφαντικοῖς λόγοις τὰ μὲν ὑπόκειται τὰ δὲ κατηγορεῖται, τὸ δὲ ὑποκείμενον καὶ κατηγορούμενον
ἢ γένος ἐστὶν ἢ εἶδος ἢ διαφορὰ ἢ ἴδιον ἢ συμβεβηκός. τὸ δὲ
ὅπως περὶ αὐτῶν ἀντὶ τοῦ περὶ τῶν γενῶν καὶ τῶν εἰδῶν· καὶ γὰρ προσεχῶς περὶ αὐτῶν ἐποιεῖτο τὸν λόγον. προσθεὶς δὲ καὶ τὸ περὶ τῶν προκειμένων ἐσήμανε καὶ τὰ λοιπὰ τρία, τὴν διαφοράν φημι καὶ τὸ ἴδιον καὶ τὸ συμβεβηκός. ἢ τὸ ἀνάπαλιν δεῖ λέγειν, ὅτι εἰρηκὼς μὲν τὸ
ὅπως περὶ αὐτῶν ἐδήλωσε τὸ γένος καὶ τὴν διαφορὰν καὶ τὸ εἶδος, εἰ- ρηκὼς δὲ καὶ τῶν προκειμένων ἐδήλωσε τὰ περὶ τῶν ἄλλων δύο, τοῦ τε ἰδίου καὶ τοῦ συμβεβηκότος.
διδασκαλίαν, ἀλλά φησιν ὅτι τῶν πάλαι διαλαβόντων λογικῶς περὶ αὐτῶν οἱ Περιπατητικοὶ μάλιστα τοῦτο τὸ μέρος ἐξηκριβώσαντο. τὸ δὲ τῶν Περιπατητικῶν
ὄνομα ἐκ τοιαύτης γέγονεν αἰτίας. φασὶν ὅτι ὁ θεῖος Πλάτων ἐν Ἀκαδημίᾳ βαδίζων ἐποιεῖτο τὰς πρὸς τοὺς ἑταίρους συνουσίας διὰ τὸ
τὸ σῶμα ἐπιτήδειον ποιεῖν διὰ τῶν γυμνασίων πρὸς ψυχῆς ἔλλαμψιν· ὡς γὰρ ἄν ἔχῃ τὸ ὄργανον, οὕτως καὶ ἡ ἐνέργεια τοῦ τεχνίτου διαφαίνεται. καὶ τούτου χάριν ἐλέγοντο Περιπατητικοί. μετὰ γοῦν τὴν τοῦ Πλάτωνος
τελευτὴν διεδέξαντο τὴν διατριβὴν αὐτοῦ ὅ τε Ἀριστοτέλης καὶ ὁ Ξενοκράτης, 125 καὶ ὁ μὲν Ἀριστοτέλης ἐν Λυκείῳ ὁ δὲ Ξενοκράτης ἐν τῇ Ἀκαδημίᾳ. ἐλέγοντο οὖν οἱ μὲν τοῦ Ἀριστοτέλους Περιπατητικοὶ ἐκ Λυκείου, οἱ δὲ τοῦ Ξενοκράτους Περιπατητικοὶ ἐξ Ἀκαδημίας. ὕστερον δὲ οἱ μὲν τοῦ Ἀριστοτέλους ἀπέλαβον τὴν ἐκ τῆς ἐνεργείας ἐπωνυμίαν τὴν ἐκ τοῦ
τόπου ἀπολέσαντες καὶ ἐκλήθησαν Περιπατητικοί, οἱ δὲ τοῦ Ξενοκράτους
τὴν ἐκ τοῦ τόπου ἀπολαβόντες καὶ τὴν ἐκ τῆς ἐνεργείας ἀπολέσαντες ἐκλήθησαν Ἀκαδημαϊκοί. ἐπεὶ οὖν ὁ φιλόσοφος ἔμελλέ τινα ὑπόληψιν ἐν τῇ διδασκαλίᾳ ἔχειν τῶν ὑπὸ Πλάτωνος παραδοθέντων Πλατωνικὸς ὢν καὶ αὐτός, ἐπειδήπερ ὡς χρήσιμον εἰς τὰς Ἀριστοτέλους Κατηγορίας ἔγραψε
τὸ βιβλίον, εἶπεν ὅτι ᾿διδάξω περὶ αὐτῶν, ὡς οἱ παλαιοὶ διέλαβον, καὶ τούτων οἱ Ἀριστοτελικοί᾿ διὰ τοῦ εἰπεῖν καὶ μάλιστα οἱ ἐκ τοῦ περιπάτου.
126
ὅτι τῶν βαθυτέρων ἀπέχεσθαι ζητημάτων τῶν δὲ ἁπλουστέρων στοχάζεσθαι,
καὶ τίνα τὰ βαθύτερα καὶ τίνα τὰ ἁπλούστερα, ἀκολούθως ἐπὶ τὴν κατὰ μέρος διδασκαλίαν εἰσέβαλε. καὶ πρῶτον περὶ γένους διαλαμβάνει, ὅτι πρώτην τάξιν ἔχει τὸ γένος ἐν τοῖς ἀπηριθμημένοις καὶ ὅτι πλειόνων ἐστὶ περιεκτικὸν εἰδῶν. πρῶτον δέ ἐστι τὸ γένος τῶν εἰδῶν κατ’ αἰτίαν, καίτοι τῶν πρός τί ἐστι τὸ γένος καὶ τὸ εἶδος. ἀλλ’ ἔστι τινὰ τῶν πρός
τι, ἐν οἷς τὰ ἕτερα τῶν ἑτέρων πρεσβύτερα καὶ αἴτια λέγομεν, οἷον τὸν πατέρα τοῦ υἱοῦ καθὸ ἄνθρωπον αἴτιόν φαμεν καὶ πρῶτον, καίτοι ἅμα γινωσκομένων καὶ ἀλλήλων συστατικῶν γινομένων τῶν πρός τι, ᾗ πρός τί ἐστι· τὰ γὰρ πρός τι ἀνάγκη πρότερον οὐσίας εἶναι· σκοποῦντες οὖν τὴν προϋπάρχουσαν οὐσίαν τῶν πρό τι ἣν ἂν προυφεστῶσαν εὕρωμεν ἢ χρόνῳ
ἡ φύσει, ἐκείνην πρεσβυτέραν κατ’ αἰτίαν λέγομεν. ἐν γοῦν τῷ πατρὶ καὶ
τῷ υἱῷ πρεσβύτερός ἐστιν ὁ πατὴρ χρόνῳ, καθὸ ἄνθρωπός ἐστιν, ὅπερ αὐτοῦ ἐστιν ἡ οὐσία, ἥτις συστατικὴ γίνεται τῆς τοῦ υἱοῦ οὐσίας. διὰ τοῦτο οὖν τὸν πατέρα πρεσβύτερον λέγομεν εἶναι τοῦ υἱοῦ καίτοι πρὸς ἄλληλα λεγομένων. ὁ δὲ ἄρχων τοῦ ἀρχομένου καὶ ὁ διδάσκαλος τοὐ μαθητοῦ
κατὰ μόνην αἰτίαν πρεσβύτεροι, οὐ τῷ χρόνῳ· τῷ χρόνῳ γὰρ ἔσθ’ ὅτε καὶ ὕστεροι εἶεν ὡς ἄνθρωποι, φημὶ δὴ ὁ ἄρχων τοῦ ἀρχομένου καὶ ὁ διδάσκαλος
τοῦ μαθητοῦ. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ γένους καὶ τοῦ εἴδους. τὸ γὰρ γένος καὶ τὸ εἶδος τῶν πρός τι· τὰ δὲ πρός τι ἀνάγκη οὐσίας πρότερον εἶναι· τὸ δὲ γένος κατὰ τὴν οὐσίαν φύσει προϋφέστηκεν, οὐ χρόνῳ,
καὶ συστατικὸν γίνεται ἵης οὐσίας τοῦ εἴδους· τὸ γὰρ γένος τέμνεται εἰς εἴδη· | πᾶν δὲ τεμνόμενον πρῶτον φύσει τοῦ τμήματος καὶ συστατικόν· οὐκτίς] 129 130 οὗν εἰ πρῶτον κατὰ τὴν οὐσίαν τὸ γένος τοῦ εἴδους, τὰ δὲ πρῶτα κατὰ 131 τὴν οὐσίαν τῶν πρός τι κατ’ αἰτίαν πρῶτα· πρεσβύτερον ἄρα τὸ γένος τοῦ εἴδους, καὶ εἰκότως αὐτὸ προτάττει τῶν λοιπῶν. ταύτῃ γοῦν καὶ ἡ φύσις ἐν τῇ γενέσει τῇ τάξει κέχρηται· παραλαβοῦσα γὰρ τὸ σπέρμα πρῶτον
μὲν ζωοποιεῖ αὐτὸ καὶ ψυχοῖ, εἶτα προἰοῦσα αἴσθησιν παρασχοῦσα ποιεῖ ζῷον, εἶτα θυμὸν καὶ ἐπιθυμίαν ποιεῖ ἄλογον ζῷον, εἶτα τέλος τὸν λόγον παρασχοῦσα ποιεῖ ἄνθρωπον. ὥστε ὡς μὲν οὐσίαι προϋπάρχει τὰ γένη τῶν εἰδῶν, ὡς δὲ γένη καὶ εἴδη συνυφέστηκεν ἀλλήλοις καὶ συναναιρεῖται· τῆς γὰρ πρὸς ἄλληλα αὐτῶν σχέσεως ὀνόματά ἐστι τὸ γένος καὶ
τὸ εἶδος.
καὶ τὸ εἶδος πρός τί ἐστι, καθάπερ εἰρήκαμεν, (καὶ γὰρ τὸ εἶδος γένους ἐστὶν εἶδος καὶ τὸ γένος εἴδους ἐστὶ γένος), καὶ διὰ τοῦτο εἰκότως
ἐμνήσθη τοῦ εἴδους ἅμα τῷ γένει· ἐν γὰρ τῇ τῶν πρός τι διδασκαλίᾳ ἀνάγκη πᾶσα τὸν περὶ θατέρου τούτων διδάσκοντα, καθὸ πρός τί ἐστι, καὶ τοῦ λοιποῦ μνησθῆναι.
κανὼν οὗτος· δεῖ τὸν μέλλοντα ποιήσασθαι περί τινος διδασκαλίαν ὁμωνύμου,
τοῦτ’ ἔστιν εἰ ὑπὸ τοῦ αὐτοῦ ὀνόματος σημαίνονται πολλά, διελεῖν πρῶτον τὰ ὑπὸ τοῦ ὀνόματος πολλὰ σημαινόμενα, εἶθ’ οὕτως εἰπεῖν περὶ ποίου τῶν σημαινομένων τὴν διδασκαλίαν ποιεῖται· ἡ γὰρ ὁμωνυμία εἴωθεν ἀσάφειαν καὶ πλάνην γεννᾶν τοῦ μὲν διδάσκοντος ἐπὶ ἄλλου σημαινομένου (??) τοῦτο τὸ ὄνομα λαμβάνοντος, τοῦ δὲ διδασκομένου ἐπ’ ἄλλου. οἷον εἴ τις
περὶ τοῦ ἀστρῴου κυνὸς διδάσκειν βουλόμενος εἴποι ᾿ὁ κύων καύματα 132 ποιεῖ ἤ διακρίνει τοὺς καρπούς᾿ μὴ πρότερον εἰπὼν περὶ ποίου κυνὸς ποιεῖται 133 τὸν λόγον πλάνην ἐμποιήσει τῷ ἀκροατῇ · δεῖ οὗν πρότερον ἀπαριθμησάμενον τὰ σημαινόμενα τοῦ κυνός, ὅτι ὁ μὲν ἀστρῷός ἐστιν ὁ δὲ χερσαῖος ὁ δὲ θαλάττιος ὁ δὲ φιλόσοφος, εἰπεῖν ὅτι περὶ τοῦ ἀστρῴου ποιοῦμαι
τὸν λόγον. τοῦτο οὖν φιλοσόφως ποιῶν ὁ Πορφύριος ἀπαριθμεῖται τὰ
σημαινόμενα τοῦ γένους καὶ δηλοῖ περὶ ποίου αὐτῶν ὁ λόγος.
᾿καὶ ἀπλῶς εἰπεῖν᾿ ἀντὶ τοῦ ᾿καθόλου εἰπεῖν᾿, καὶ τὸ κυρίως, ὡς ὅταν εἴπῃ ὁ Ἀριστοτέλης ᾿ἡ ἁπλῶς γένεσις’ τοῦτ’ ἔστιν ἡ κυρία, καὶ τὸ μάτην καὶ ἄνευ τινὸς λόγου, ὡς ὅταν εἴπωμεν ᾿ἀπλῶς αὐτὸν τύπτει᾿ ἀντὶ τοῦ μάτην. σημαίνει δὲ καὶ τὸ μοναχῶς, ὡς ὅταν παρ’ Εὐριπίδῃ λέγηται
νῦν δὲ ἀντὶ τοῦ μοναχῶς κεῖται· λέγει γὰρ ὅτι φαίνεται μήτε τὸ γένος μήτε τὸ εἶδος μήτε τὰ λοιπὰ μοναχῶς λεγόμενα.
Ἡρακλειδῶν πρὸς ᾿Ηρακλέα, καθὸ ἐξ ἐκείνου λέγονται ἔχειν τὸ γένος, καὶ
αὐτῶν τούτων πρὸς ἀλλήλους, καθὸ ἀλλήλοις λέγονται θεῖοι καὶ ἀνεψιοὶ ἡ ὁπωσοῦν ἄλλως. τὸ δὲ πὼς προσέθηκεν καλῶς· ἄλλῳ γὰρ ἄλλη ἔσται 136 σχέσις τῶν ὑπὸ τὸ αὐτὸ γένος ὄντων· ἢ γὰρ θεῖοί εἰσιν ἄλλοι ἄλλων ἢ 137 τέκνα ἢ ἀδελφοὶ ἢ ἄλλο τι τῶν τοῦ τοιούτου γένους συμπληρωτικῶν. |
Τανταλιδῶν καὶ τῶν ἄλλων.
τοῦ Ἡρακλέους αἰτιατοῦ δὲ τοῦ ἀπ’ ἐκείνου), ἢ τῆς πατρίδος καὶ τοῦ ἐν
αὐτῇ τραφέντος, καθὸ λέγομεν Πλάτωνα μὲν Ἀθηναῖον τὸ γένος Πίνδαρον δὲ Θηβαῖον. ἰστέον δὲ ὅτι ἡ σχέσις λέγεται ἢ κατὰ τέχνην ὡς τοῦ διδασκάλου πρὸς τὸν μαθητὴν ἢ κατὰ τύχην ὡς τοῦ δεσπότου πρὸς τὸν δοῦλον ἢ κατὰ προαίρεσιν ὡς τοῦ φίλου πρὸς τὸν φίλον ἢ κατὰ φύσιν ὡς
τοῦ πατρὸς πρὸς τὸν υἱόν· ἡ οὖν τῶν εἰρημένων σχέσις φύσει ἐστί.
παρὰ τἀς ἄλλας διδάσκειν τέχνας τοῖς οἰκείοις ὀργάνοις ὀνόματα ἐπιτίθησιν,
142 ἴνα ἔχῃ πῶς αὐτὰ σαφηνίσει· οὕτως γὰρ οἱ γεωμέτραι πολλὰς διαφορὰς 143 τριγώνων εὑρηκότες οἷον τὸ μὲν ἴσας ἔχον τὰς τρεῖς πλευρὰς τὸ δὲ τὰς δύο μόνον τὸ δὲ τὰς τρεῖς ἀνίσους, οἰκείοις ὀνόμασιν κεχρημένοι τὸ μὲν ἴσας ἔχον τὰς τρεῖς πλευρὰς ἐκάλεσαν ἰσόπλευρον, τὸ δὲ τὰς δύο μόνον
ἴσας ἰσοσκελὲς τὸ δὲ τὰς τρεῖς ἀνίσους σκαληνόν, βουλόμενοι διὰ τῶν ὀνομάτων ἕκαστον τούτων δηλῶσαι. οὕτως ἄρα τὰ ὀνόματα σημαίνει τὰ
πράγματα·
τοῦ γένους ἐπελθὼν καὶ μὴ ἐπισημηνάμενος αὑτὸ τοῦτο· ὤφειλε γὰρ διορίσασθαι περὶ ποίου σημαινομένου τοῦ γένους διαλέγεται. ὅτι γὰρ περὶ τοῦ προτέρου ποιεῖται τὸν λόγον καὶ οὐ περὶ τοῦ προσεχῶς ἡμῖν εἰρημένου, δηλοῖ τὰ ὑποδείγματα ἃ τίθησι· φησὶ γὰρ ὅτι τοῦτο τὸ σημαινόμενον τοῦ
γένους πρόχειρον ἔοικεν ἡμῖν ἐκ τῆς συνηθείας εἶναι καὶ γνωριμώτερον.
πρόχειρον δὲ τῇ συνηθείᾳ λέγει σημαινόμενον τὴν ἀφ’ ἑνὸς εἰς πολλοὺς καὶ ἀπὸ πολλῶν εἰς πλῆθος σχέσιν.
ὅτι τὸ μὲν δεύτερον σημαινόμενον τοῦ γένους, ὅ ἐστιν ὡς πρὸς ἡμᾶς δεύτερον, 30 τῇ φύσει πρῶτόν ἐστιν (ἀπὸ γὰρ τοῦ Ἡρακλέους πρότερον εἷς εἶθ’ οὕτως τὸ πλῆθος), τὸ δὲ πρῶτον σημαινόμενον τῇ φύσει ἐστὶ δεύτερον; καὶ τὸ τῇ φύσει δεύτερον ἡμῖν πρῶτον. καὶ καθόλου τὰ τῇ 145 φύσει πρῶτα ἡμῖν ὕστερά εἰσι, τὰ δὲ τῇ φύσει δεύτερα ἡμῖν πρῶτα, οἷον 146 φύσει πρότερον ἡ ὕλη καὶ τὸ εἶδος, ἔπειτα τὰ τέσσαρα στοιχεῖα, εἶτα σάρ- κες καὶ ὀστέα καὶ τὰ λοιπὰ τῶν ὁμοιομερῶν, εἶτα ἄνθρωπος. καὶ ἡ μὲν
φύσις οὕτως ἀπὸ τῶν ἀνωτέρω ἐπὶ τὰ δεύτερα φέρεται, ἡμεῖς δὲ ὡς ἅτε
κατωκάρα βαίνοντες καὶ ὕπτια βλέποντες καὶ ἀπὸ τῶν προσεχεστέρων ἐπὶ τὰ πόρρω καὶ ἀπὸ τῶν ἐνυλοτέρων ἐπὶ τὰ ἄυλα βουλόμενοι | ἔρχεσθαι 147 πρῶτον μὲν γινώσκομεν τὸν ἄνθρωπον, εἶτα ὅτι σύγκειται ἐξ ὀστέων καὶ σαρκῶν, εἶτα ὅτι σύγκειται ταῦτα ἐκ τῶν τεσσάρων στοιχείων, εἶτα ὅτι ταῦτα ἐξ ὕλης καὶ εἴδους. ὥστε τὰ τῇ φύσει πρότερα τῇ γνώσει ἡμῶν
ὕστερα γίνονται καὶ τὰ τῇ φύσει ὕστερα ἡμῶν τῇ γνώσει πρότερα· σαφέστερον οὖν τὸ πρῶτον, ἀσαφέστερον δὲ τὸ δεύτερον. διὰ τοῦτο τὴν περὶ
αὐτῶν διδασκαλίαν οὕτω προεχειρίσατο ὁ Πορφύριος (δεὶ γὰρ ἐκ τῶν ἡμῖν ποιεῖσθαι τὴν διδασκαλίαν). καὶ ὅτι τὸ παρὰ τοῖς φιλοσόφοις γένος, περὶ οὗ ὁ λόγος, ἔοικε τοῖς εἰρημένοις γένεσιν ὁμοιότητά τέ τινα
πρὸς ταύτα ἔχει.
ταὐτότητα ἑτερότητα κίνησιν καὶ στάσιν. ταῦτα τοίνυν οὐκ ἀπηριθμήσατο,
ἐπειδὴ προέκειτο αὐτῷ, καθὼς προεσήμανε, περὶ τῶν Ἀριστοτέλει δοκούντων γράψαι. φαίνεται δὲ καὶ ὁ Ἀριστοτέλης αὐτὸς γένος καλῶν ἐν τῇ Φυσικῇ τὴν ἑκάστῃ τέχνῃ ὑποκειμένην ὕλην, ὡς ἐν τεκτονικῇ τὰ ξύλα καὶ ἐν ἰατρικῇ τὰ ἀνθρώπινα σώματα καὶ ἐν τοῖς φυσικοῖς ἅπασι τὴν 148 πρώτην ὕλην· ἀλλ’ οὐ πρόκειται τῷ Uορφυρίῳ περὶ τούτων φυσικῶς εἰ- 149 πεῖν, ἀλλὰ πρεπόντως τῇ λογικῇ πραγματείᾳ.
γένος καὶ πρὸς ἄλληλα ἔχει. πάλιν ὥσπερ τὸ δεύτερον σ-́ιal αινόμεν().ν σχέσιν
ἔχει ἑνὸς πρὸς ἕνα καὶ τὴν τοῦ αἰτίου καὶ τοῦ αἰτιατοῦ, οὕτω καὶ τοῦτο σχέσιν ἔχει ἑνὸς πρὸς ἕνα, οἷον τοὺ ζῴου πρὸς ἄνθρωπον. αἰτιατοῦ πρὸς αἴτιον. ἴσως μὲν οὖν οἱ ὀνουἱτοθὂ́ται πρῶτοι τὰς διαφόρους τῶν ἀνθρώ- πων γενέσεις διακρῖναι βουλόμενο-́ ἐκάλεσαν τὸ μὲν ‘Hρακλειδῶν γένος τὸ δὲ Αἰακιδῶν τὸ δὲ Πελοπιδῶν, εἶθ’ ὕστερον οἱ φιλόσοφοι κατὰ̣ μίμησιν
τὴν τούτων τὰ παρ’ αὐτοῖς -ὠνόμασαν γένη· ὡς γὰρ ‘Uρακλειδῶν γένος οἱ ἐξ ‘Πρακλέους γενόμενοι, οὕτω δὴ λέγεται καὶ τὸ ζῷον γένος· τῶν γὰρ μερικῶν ζῴων, ἀνθρώπου κυνὸς ἵππου καὶ τῶν ἄλλων, γένος λέγεται τὸ ἁπλῶς ζῷον. πολλάκις δὲ οἱ φιλόσοφοι εὗρον πρότερον τὰ παρ’ αὐτοῖς γένη, εἶθ’ ὕστερον ἐπιγινόμενοι οἱ ὀνοματοθέται κατὰ μίμησιν τούτων τὰ
ἐν τῇ συνηθείᾳ τῶν ἀνθρώπων γένη ὠνόμασαν· δυνατὸν γὰρ ἑκάτερον ἐπινοεῖν. ἐπεὶ οὖν ἀμφίβολον ὑπάρχει τοῦτο, εἴτε οἱ φιλόσοφοι εὗρον τὴν
ἀρχὴν τῆς τοιαύτης ὀνομασίας εἴτε οἱ ὀνοματοθέται, διὰ τοῦτο ἴσως εἶπεν ἀμφιβάλλων καὶ αὐτός.
διαφέρει ὁρισμὸς ὑπογραφῆς, εἶθ’ ἑξῆς τὴν αἰτίαν ζητῆσαι, τίνος ἕνεκεν δι’ ὑπογραφῆς αὐτὸ διδάσκει καὶ μὴ δι’ ὁρισμοῦ, καίτοι γε εἰώθασιν οἱ ὁρισμοὶ τὴν οὐσίαν τοῦ ὑποκειμένου σημαίνειν πράγματος καὶ περικλείειν
μὲν τὰ οἰκεῖα οὐδὲν δὲ ἀφαιρεῖ|σθαι τῶν ἀλλοτρίων. ῥητέον οὖν ὡς ἕκαστον 155 τῶν πραγμάτων καὶ ἕν ἐστι καὶ πολλά. καὶ διὰ τοῦτο σημαίνεται ἕκαστον καὶ δι’ ὀνόματος καὶ διὰ λόγου· δι’ ὀνόματος μὲν ὅταν ὡς ἕν τι θεωρῆται, διὰ λόγου δὲ ὅταν ὡς πολυμερές. οἷον τὸν ἄνθρωπον σημαίνομεν καὶ διὰ τοῦ ᾿ἄνθρωπος᾿ ὀνόματος καὶ διὰ τοῦ λόγου τοὐ λέγοντος ᾿ζῷον λογικὸν θνητὸν
νοῦ καὶ ἐπιστήμης δεκτικόν.’ οὗτος δὲ ὁ λόγος ὁ σημαντικὸς τῶν ὑποκειμένων
πραγμάτων ἢ ἐκ τῶν κατ’ οὐσίαν ὑπαρχόντων τοῖς πράγμασιν εἰλημμένος ἐστὶν ἢ ἐκ τῶν συμβεβηκότων αὐτοῖς· εἰ μὲν οὖν ἐκ τῶν οὐσιωδῶς ὑπαρχόντων αὐτοῖς λαμβάνεται, καλεῖται ὁρισμὸς ὡς ζῷον λογικὸν θνητόν (συμπληροῖ) γὰρ ταῦτα τὴν οὐσίαν τοῦ ἀνθρώπου), εἰ δ’ ἐκ τῶν συμβεβηκότων
αὐτοῖς εἰλημμένος ᾖ, καλεῖται ὑπογραφή, οἷον ἄνθρωπός ἐστι ζῷον ὀρθοπεριπατητικὸν πλατυώνυχον χερσὶ χρώμενον· ταῦτα γὰρ ἐπισυμβέβηκε τῇ
τοῦ ἀνθρώπου οὐσίᾳ· οὐ γὰρ συμπληροῖ ταῦτα τὴν τοῦ ἀνθρώπου οὐσίαν, ἀλλ’ ἐπισυμβέβηκεν αὐτῇ. ταύτῃ οὖν διαφέρει ὁ ὁρισμὸς τῆς ὑπογραφῆς 156 τῷ τὸν ὁρισμὸν ἐκ τῆς οὐσίας δεικνύναι τὰ πράγματα, τὴν δὲ ὑπογραφὴν 157 ἐκ τῶν συμβεβηκότων. ὑπογραφὴ δὲ λέγεται οἷον σκιαγραφία τις οὖσα· ὥσπερ γὰρ ἡ παρὰ τοῖς γραφεῦσι σκιαγραφία δηλοί μὲν τὸ μίμημα τῆς εἰκόνος, οὐ μὴν διηρθρωμένως, οὕτως καὶ ἡ ὑπογραφὴ δηλοῖ μέν πως τὸ
πρᾶγμα, οὐ μέντοι διηρθρωμένως· ὁ δὲ ὁρισμὸς αὐτὸ ἡμῖν τὸ πρᾶγμα σαφῶς παρίστησιν. ἀναλογεῖ οὖν ὁ μὲν ὁρισμὸς τῇ τελείᾳ γραφῇ, ἡ δὲ ὑπογραφὴ τῇ σκιαγραφίᾳ· διὸ καὶ ὑπογραφὴ λέγεται.
τὸν τοῦ γένους ἀποδῷ ὁρισμόν, περὶ δὲ τοῦ καθολικωτάτου γένους
αὐτῷ νῦν ὑπάρχει ὁ λόγος· διὰ τοῦτο μὴ δυνάμενος ὁρισμὸν τοῦ γένους ἀποδοῦναι ὁ Πορφύριος, δι’ ὑπογραφῆς αὐτὸ ἐσήμανεν· ἐφ’ ὧν γὰρ πραγ- μάτων μὴ δυνάμεθα ὁρισμοὺς ἀποδοῦναι, ἀγαπῶμεν δι’ ὑπογραφῆς αὐτὰ σημαίνειν. ἀποροῦμεν δὲ ὁρισμῶν ἐπὶ τοῦ γένους πρῶιον μέν, ὡς ἤδη
εἴπομεν, διότι περὶ τοῦ ἀπλῶς γένους ποιούμεθα τὸν λόγον τὸν παντὶ γένει ἐφαρμόσαι δυνάμενον, οὐκ ἔστι δὲ τοῦ καθολικωτάτου γένους εὑρεῖν γένος
οὕτω γὰρ οὐκ ἂν εἴη καθολικώτατον), γένους δὲ μὴ ὄντος οὐδὲ ὁρισμὸν ἐνδέχεται εἶναι· πᾶς γὰρ ὁρισμὸς ἐκ γένους σύγκειται καὶ διαφορῶν τῶν συστατικῶν τοῦ ὁριστοῦ, γένους δὲ μὴ ὄντος οὐδὲ τὰς συστατικὰς διαφορὰς
ἐνδέχεται εἶναι· αἱ γὰρ συστατικαὶ διαφοραὶ τῶν εἰδῶν αἱ αὐταὶ τῶν γενῶν εἰσι διαιρητικαί, ὡς προϊόντες μαθησόμεθα· οὗ ἄρα μὴ ἔστι γένος, τούτου οὐδὲ συστατικὰς διαφορὰς εἶναι ἐνδέχεται· μήτε οὗν γένους
ὄντος μήτε συστατικῶν διαφορῶν τοῦ καθολικωτάτου γένους οὐδ’ ὁρισμὸν αὐτοῦ εἶναί ἐνδέχεται. πρῶτον μὲν οὗν διὰ τοῦτο οὐκ ἔστιν ὁρισμὸν ἀποτῶ 158 δοῦναι τοῦ γένους. ἔπειτα καὶ διότι ὁμώνυμόν ἐστι τὸ γένος (δεκαχῶς 159 γὰρ λέγεται, ὡς ἐν ταῖς Κατηγορίαις ἔστι μαθεῖν)· τῶν δὲ ὁμωνύμων οὐκ ἔστιν ὅρους ἀποδοῦναι, ἐπειδὴ καὶ ὀνόματά ἐστι μόνον ψιλὰ τοῖς πράγμασι τοῖς ὑπ’ αὐτῶν σημαινομένοις διαφέροντα· ὁ δὲ ὁρισμὸς οὐσίαν σημαίνει·
ὧν δὲ οἱ ὁρισμοὶ οἱ αὐτοί, τούτων καὶ τὰ πράγματα τὰ αὐτά· οὐκ ἄρα ἐνδέχεται τῶν ὁμωνύμων ἕνα κοινὸν ὁρισμὸν ἀποδοῦναι. ὅθεν καὶ δι’ ὑπογραφῆς αὐτὰ σημαίνομεν· ἐνδέχεται γὰρ καὶ τοῖς κατ’ οὐσίαν διαφέ- ρουσι τὰ αὐτὰ συμβεβηκότα ὑπάρ|χειν, ὥσπερ κἀνταῦθα πολλοῖς οὖσι καὶ 160 διαφόροις κατ’ οὐσίαν τοῖς γένεσι μία καὶ ἡ αὐτὴ σχέσις αὐτοῖς συμβέβηκε
πρὸς τὰ ὑποβεβλημένα αὐτοῖς εἴδη, καθ’ ἣν τὰ μὲν γένη κέκληται, τὰ δὲ εἴδη. διὰ ταῦτα οὖν ὁ Πορφύριος οὐχ ὁρισμὸν τοῦ ἁπλῶς γένους ἀλλ’ ὑπογραφὴν ἀποδέδωκεν, ἵνα κατὰ τῶν δέκα γενῶν αὐτὴν ἁρμόσαι δύνηται. Ἴσως δέ τις καὶ πρὸς ταῦτα ἡμῖν ἀπορήσειεν, ὅτι εἰ τὰ ὁμώνυμα οὐχ
ὁριζόμεθα ὁ γὰρ ὁρισμὸς οὐσίαν σημαίνει, ἐκεῖνα δὲ ψιλά ἐστιν ὀνόματα),
διὰ τί αὐτῶν ὑπογραφὴν ἀποδίδομεν· καὶ γὰρ ἡ ὑπογραφὴ διὰ τῆς τῶν συμβεβηκότων συνδρομῆς τὴν ὑποκειμένην αὐτοῖς οὐσίαν σημαίνει· εἰς ἔν- νοιαν γὰρ ἄγει ἡμάς τῆς οὐσίας, ᾗ ταῦτα συμβέβηκεν. ἐπεὶ οὖν μίαν ὑπογραφὴν τῶν ὁμωνύμων ἀποδίδομεν καὶ διὰ τῆς ὑπογραφῆς εἰς ἔννοιαν τῆς ὑποκειμένης οὐσίας ἐρχόμεθα, εὐρεθήσεται οὐ μόνον ὀνόματα ἀλλὰ
καὶ πράγματα τὰ αὐτὰ, ὅπερ ἄτοπον· εὑρεθήσεται γὰρ τὰ δέκα γένη ταὐτὰ οἷον ἡ οὐσία καὶ τὸ ποσὸν καὶ τὸ ποιὸν καὶ τὰ ἄλλα, οἷς ἐστι τὸ γένος ὁμώνυμον. ἡ μὲν ἀπορία τοιαύτη. δυνάμει δὲ αὐτὴν ἀρτίως προεπελυσάμεθα, ἐν οἷς ἐλέγομεν ἐνδέχεσθαι καὶ τοῖς διαφέρουσι κατ’ οὐσίαν τὰ 161 αὐτὰ συμβεβηκέναι, καθ’ ἃ καὶ ἡ ὑπογραφὴ γίνεται. ὥσπερ οὖν καὶ ταῖς 162 δέκα κατηγορίαις τὴν αὐτὴν συνέβη πρὸς τὰ ὑπ’ αὐτὰς σχέσιν ἀναδέξασθαι·
ὡς γὰρ ἡ οὐσία περιεκτικὴ οὖσα σώματος καὶ ἀσωμάτου γένος αὐτῶν ἐστὶν ἐκείνων εἰδῶν ὄντων, οὕτω καὶ τὸ ποσὸν δύο εἰδῶν τοῦ συνεχοῦς
καὶ τοὺ διωρισμένου περιεκτικὸν ὂν γένος αὐτῶν ἐστιν, καὶ τὸ ποιὸν ὡσαύτως πλείονα εἴδη περιέχον γένος αὐτῶν ἐστι, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ὥστε ἡ αὐτὴ σχέσις πάσαις ταῖς κατηγορίαις συμβέβηκε, καὶ οὐ δεῖ θαυμάζειν, εἰ τῶν κατ’ οὐσίαν διαφερόντων ἐνδέχεται μίαν ὑπογραφὴν ἀποδιδόναι
καὶ μὴ ταὐτὰ ποιεῖν τὰ ὑπογραφόμενα πράγματα. αὐτίκα γοῦν ἐν
τοῖς δέκα γένεσιν ὅμοιόν ἐστι τὸ κατὰ πλειόνων κατηγορεῖσθαι, ἀλλ’ οὐ κατὰ τῶν αὐτῶν ἢ κατὰ τοσούτων (τὸ μὲν γάρ, εἰ τύχοι, κατηγορεῖται κατὰ τεσσάρων εἰδῶν τὸ δὲ κατὰ τοσῶνδε ἢ τοσῶνδε), καὶ πάντα ὁμώνυμά ἐστι καὶ κατὰ πλειόνων κατηγορεῖται, οὐ μὴν ἢ τῶν αὐτῶν ἢ ὁμοίως.
συμβεβηκότων συνδρομῆς. ἣ καὶ κυρίως ὑπογραφὴ λέγεται. ἐξ ἐτυμολογίας γίας μὲν οἷον ᾿ἅνθρωπός ἐστι τὸ δυνάμενον ἄνω ἀθρεῖν ἢ ἀναθρεῖν ἃ ὄπωπεν ἢ τὸ ἄνωθεν ἔχον τοὺς ὦπας᾿, ἐκ τῶν συμβεβηκότων δέ, ὡς ἔφθημεν ἤδη εἰπόντες. ὁ δὲ ὁρισμὸς ἢ ἐξ ὕλης λαμβάνεται, ὥσπερ ὁριζόμεθα τὸν θυμὸν ᾿ζέσιν τοῦ περικαρδίου αἵματος᾿, ἢ ἐξ εἴδους ὡς τὸ ᾿ὄρεξις
ἀντιλυπήσεως᾿ ἢ ἐκ τοῦ συναμφοτέρου ὡς τὸ ᾿ζέσις ζέσις τοῦ περικαρδίου αἵματος
δι’ ὄρεξιν ἀντιλυπήσεως᾿. καὶ ὅτε μὲν ἐξ ὕλης μόνης ἢ ἐξ εἴδους μόνου ἐλήφθη, ἀτελής ἐστιν, ὅτε δὲ ἐκ τοῦ συναμφοτέρου, τότε ἐστὶ τέλειος ὅρος, ἑπειδὴ τὸ συναμφότερον σημαίνει. ἔστι δὲ τέλειος ὅρος ὁ ἐκ γένους καὶ συστατικῶν διαφορῶν·· ἐπέχει γὰρ τὴν μὲν τῆς ὕλης τάξιν τὸ
γένος, τὴν δὲ τοῦ εἴδους αἱ διαφοραί. τοῦτον τοίνυν τὸν ὅρον τὰ μέσα τῶν πραγμάτων ἐπιδέχεται, οὔτε δὲ τὰ πρώτιστα οὔτε τὰ ἔσχατα·
163 οὔτε γὰρ τὰ ἔσχατα γένη ἔχει οὔτε μὴν συστατικὰς διαφορὰς ἀλλ’ εἴδη. οἷον 164 τὰ ἄτομα· ὅθεν καὶ αὐτῶν ὑπογραφὰς καὶ οὐχ ὁρισμοὺς ἀποδίδομεν, οἷον Σωκράτης ἐστὶν υἱὸς Σωφρονίσκου Ἀθηναῖος φιλόσοφος προγάστωρ φαλα- κρὸς γρῦ πὸς καὶ εἴ τι ἄλλο συμβέβηκεν αὐτῷ. ὅσοι δὲ λέγουσι διαφορὰς 165
ἔχειν τὰ γενικώτατα συστατικάς, οὐκ ὀρθῶς λέγουσιν· οὐ γὰρ συστατικὰς ἔχει διαφορὰς ἀλλὰ διαιρετικάς, εἴ γε πᾶν τὸ συστατικὸν πρεσβύτερόν ἐστι τοῦ συνισταμένου· ὡς γὰρ καὶ πρὸ ὀλίγου εἶπον, αἱ συστατικαί τινων δια- φοραὶ πολλῷ πρότερον τῶν γενικωτέρων εἰσὶ διαιρετικαί· τὸ γὰρ λογικὸν
καὶ τὸ θνητὸν ‘συστατικὰ τοῦ ἀνθρώπου ὄντα καὶ τὸ θνητὸν καὶ τὸ ἄλογον
τοῦ ἵππου διαιρετικά ἐστι τοῦ γένους, λέγω δὴ τοῦ ζῴου· τοῦτο γὰρ διι- ῥεῖται εἰς λογικὸν καὶ ἄλογον, εἰς θνητὸν καὶ ἀθάνατον. καλῶς ἄρα εἴρη- τᾶι ὅτι αἱ συστατικαί τινων διαφοραὶ πρεσβύτεραι αὐτῶν εἶναι βούλονται, τοῦ δὲ γενικωτάτου πρεσβύτερον οὐδέν. τούτων οὖν οὕτως ἐχόντων εἰκό- εἰκότως τὴν τοῦ γένους τοῦ καθόλου διδασκαλίαν δι’ ὑπογραφῆς ποιεῖται ὁρι-
σμὸν αὐτοῦ ἀποδοῦναι μὴ ἔχων.
καθ’ ἕκαστα, ἢ κατὰ πλειόνων, αἵτινες ἢ κατ’ οὐσιωδῶν κατηγοροῦνται ἢ κατ’ ἐπουσιωδῶν· ἢ κατὰ διαφερόντων τῷ εἴδει ὡς τὰ γένη καὶ αἱ διαφοραί
(ταῦτα δὲ ἐν τῷ τί ἐστι κατηγορεῖται ὡς τὸ γένος ἢ ἐν τῷ ὁποῖόν τί ἐστι ὡς ἡ διαφορά), ἢ κατὰ διαφερόντων τῷ ἀριθμῷ ὡς τὸ εἶδος· ἢ καθ’ ἑνὸς εἴδους κατηγορεῖται ὡς τὸ ἴδιον ἢ κατὰ πλειόνων ὡς τὸ συμβεβηκός. καὶ ἐκ ταύτης τῆς διαιρέσεως φαίνεται ὅτι ἀνάγκη πᾶσα ταῖς
εἰρημέναις πέντε κεχρῆσθαι φωναῖς καὶ οὔτε πλείοσιν οὔτε ἐλάττοσιν· εἰρήκαμεν
γὰρ ὅτι τῶν φωνῶν αἱ μέν εἰσιν ἄσημοι αἱ δὲ σημαντικαί, καὶ τῶν σημαντικῶν αἱ μὲν καθ’ ἑνὸς κατηγοροῦνται αἱ δὲ κατὰ πλειόνων. τῶν δὲ κατὰ πλειόνων τὸ γένος ἐστὶ καὶ τὸ εἶδος καὶ ἡ διαφορὰ καὶ τὸ ἰήιον καὶ τὸ συμβεβηκός. ἑπτὰ οὖν οὐσῶν φωνῶν τῶν ἀσήμων καὶ τῶν καθ’ ἑνὸς λεγομένων καὶ τῶν κατὰ πλειόνων, γένους λέγω καὶ διαφορᾶς
καὶ εἴδους καὶ ἰδίου καὶ συμβεβηκότος, τῶν δύο ἐξαιρεθεισῶν φωνῶν αἱ πέντε ὑπολείπονται· ἐξαιροῦνται μὲν γὰρ αἱ ἄσημοι ὡς μηδὲν συμβαλλόμεναι μήτε γραμματικοῖς μήτε ῥήτορσι, πολὺ δὲ μᾶλλον φιλοσόφοις. ἐκβάλλονται δὲ καὶ αἱ καθ’ ἑνός, ἐπειδὴ μερικαὶ ὑπάρχουσι, τὰ δὲ κατὰ μέρος ἄπειρα καὶ ἀπερίληπτα· οἱ δὲ φιλόσοφοι ἐπιστημονικῶς πάντα ἐπαγγέλλονται
ἐπίστασθαι· ὡς δέ φησιν ὁ Πλάτων ἐν τῷ Κρατύλῳ ὅτι ᾿ἐπιστήμη
εἴρηται παρὰ τὸ ἐπὶ στάσιν τινὰ ἄγειν ἡμᾶς καὶ ὅρον τῶν πραγμάτων καὶ τῶν ζητήσεων᾿. ἐπεὶ οὖν τὰ κατὰ μέρος πολλὰ ὄντα καὶ ἄπειρα 168 ἐπιστήμην οὐ ποιοῦσιν, αἱ δὲ καθ’ ἑνὸς κατηγορούμεναι τῶν μερικῶν κατηγοροῦνται, 169 εἰκότως ἐκβάλλονται, καὶ λοιπὸν ἀπομένουσιν αἱ πέντε φωναί, τὸ γένος καὶ τὸ εἶδος καὶ ἡ μέση τούτων διαφορά, τὸ ἴδιον καὶ τὸ συμβεβηκός, ὑφ’ ἃς φωνὰς εὑρήσεις ἅπαντα τελοῦντα καὶ πᾶσαν ἄλλην φωνήν,
κἄν κίνησιν εἴπῃς κἂν ἄπειρον. καὶ ταῦτα μὲν νῦν εἴρηται κεφαλαιωδῶς ἐν τῇ διαιρέσει· τὴν δὲ πλατυκὴν αὐτῶν ἐξήγησιν ἐφεξῆς ἐξετάσωμεν.
καὶ τῶν σημαντικῶν αἱ μὲν καθ’ ἑνὸς λέγονται εἶναι ὡς Σωκράτης Πλάτων, αἱ δὲ κατὰ πλειόνων, ὡς τὰ γένη καὶ τὰ εἴδη καὶ αἱ διαφοραὶ φοραὶ καὶ τὰ ἴδια καὶ τὰ συμβεβηκότα. εἴρηται δὲ ὅτι περὶ τῶν μερικῶν οὐδεὶς λόγος τοῖς φιλοσόφοις. τῶν δὲ κατὰ πλειόνων λεγομένων αἱ μὲν
οὐσιωδῶς κατηγοροῦνται ὡς τὰ γένη καὶ αἱ διαφοραὶ καὶ τὰ εἴδη συμπληρωτικὰ
γάρ ἐστι τῆς οὐσίας), αἱ δὲ οὐκ οὐσιωδῶς ὡς τὰ ἴδια καὶ τὰ συμβεβηκότα· οὐ γὰρ συμπληροῖ ταῦτα τὴν τῶν ὑποκειμένων οὐσίαν. τῶν δὲ οὐσιωδῶς κατηγορουμένων τὰ μὲν κατὰ διαφερόντων τῷ εἴδει λέγεται ὡς τὰ γένη καὶ αἱ διαφοραί, τὰ δὲ κατὰ διαφερόντων τῷ ἀριθμῷ, ὡς τὰ εἴδη τῶν ἀτόμων, ἅτινα διαφέρει ἀλλήλων οὐ τῷ εἴδει ἀλλὰ τῇ ὔλῃ, οἷον
Ξάνθον τὸν ἵππον λέγω καὶ Βαλίαν· οὗτοι γὰρ οὐ τῷ εἴδει διαφέρουσιν ἀλλήλων, ἀλλὰ τῇ ὕλῃ. * * καὶ πάλιν ὁ δέκα ἀριθμὸς σύγκειται ἐκ δέκα μονάδων οὐ συγκεχυμένων ἀλλ’ ἀλλήλων ἀποκεχωρισμένων· εἰ γὰρ συνεχέοντο αἱ μονάδες, οὐκ εἴχομεν ἐκ μονάδων λέγειν συγκεῖσθαι τὸν δέκα ἀριθμόν. καὶ τέως ἐκ τούτου ἔχομεν τὴν διαφορὰν τοῦ τε εἴδους καὶ τοῦ 171 γένους καὶ τῆς διαφοράς· διαφέρουσι γὰρ ἀλλήλων τῷ τὸ μὲν εἶδος κατὰ 172 διαφερόντων τῷ ἀριθμῷ κατηγορεῖσθαι, τὸ δὲ γένος καὶ τὴν διαφορὰν κατὰ
διαφερόντων TU εἴδει. τῶν δὲ κατὰ διαφερόντων τῷ εἴδει κατηγορουμένων τὰ μὲν ἐν τῷ τί ἐστι κατηγορεῖται (ἐν τῷ τί ἐστι δὲ κατηγορεῖσθαι λέγομεν,
ὅταν ἐρωτώμενοι τὸ τί ἐστιν ἄνθρωπος, εἰ τύχοι, εἴπωμεν ὅτι ζῶον, ὅπερ ἐστὶ γένος, ὥστε τὸ γένος ἐν τῷ τί ἐστι λέγεται κατηγορεῖσθαι), τὰ δὲ ἐν τῷ ὁποῖόν τί ἐστι, ὡς ὅταν ἀποκρινώμεθα ἐρωτηθέντες, ὁποῖόν τί ἐστι ζῷον ὁ ἄνθρωπος, ὅτι λογικόν, ὅπερ ἐστὶ διαφορά· ὥστε ἐν τῷ ὁποῖόν
τί ἐστιν ἡ διαφορὰ κατηγορεῖται. καὶ ἐν τούτοις ἀνεφάνη ἡμῖν καὶ ἡ τοῦ
γένους καὶ τῆς διαφορᾶς διαφορά· κἀν τούτῳ γὰρ ἀλλήλων διαφέρουσι, καθὸ τὸ μὲν γένος ἐν τῷ τί ἐστι κατηγορεῖται, ἡ δὲ διαφορὰ ἐν τῷ ὁποῖόν τί ἐστι. τῶν δὲ μὴ οὐσιωδῶς λεγομένων τὰ μὲν ἑνί τινι ὑπάρχει εἴδει ὡς τὰ ἴδια, τὰ δὲ πλείοσιν ὡς τὰ συμβεβηκότα. ἐκ ταύτης οὖν τῆς διαιρέσεως
ἀνεφάνη ἡμῖν καὶ ἡ τοῦ ἰδίου καὶ τοῦ συμβεβηκότος διαφορά· κατὰ
τοῦτο γοῦν διαφέρουσιν, καθὸ τὸ μὲν ἴδιον ἑνὶ εἴδει ὑπάρχει, τὸ δὲ συμβεβηκὸς πλείοσιν. δῆλον τοίνυν ἐκ τῆς διαιρέσεως ταύτης ὅτι ἀνάγκη πᾶσαν φωνὴν ὑπὸ μίαν τούτων τῶν πέντε φωνῶν τελεῖν, καὶ ἅμα δῆλον ὅτι δυνατὸν ἐκ τῆς προκειμένης διαιρέσεως τὸν ἑκάστου ὁρισμὸν ἤιοι ὑπο- γραφὴν ἀποδοῦναι ἐκλεγομένους τὰ χρήσιμα πρὸς τὴν ἑκάστου ἀπόδοσιν,
ὡς καὶ αὐτὸς ἐποίησε. φησὶ γάρ· γένος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον· τὸ γὰρ κατὰ πλείονων διακρίνει αὐτὸ τῶν ἀτόμων (ἐκείνων καθ’ ἑνὸς λεγομένων), τὸ δὲ διαφερόντων τῷ εἴδει διακρίνει αὐτὸ εἴδους καὶ ἰδίου, τὸ δὲ ἐν τῳ τι ἐστι κατηγορούμενον διακρίνει αὐτὸ διαφορᾶς καὶ 173 συμβεβηκότος, καὶ ἡμεῖς μὲν οὔτω πλατοκώτερον ἀποδεδώκαμεν τὴν διαίρεσιν 174 βουλόμενοι διδάξαι τήν τε διαφορὰν τῶν φωνῶν καὶ ὅτι πᾶσα ἀνάγκη ἐστὶ
τῷ Ἀριστοτέλει ταύταις μόναις ταῖς πέντε φωναῖς χρήσασθαι καὶ οὔτε πλείοσιν οὔτε ἐλάττοσιν· ἑπτὰ γὰρ ὑπαρχουσῶν πασῶν τῶν φωνῶν καὶ
τῶν δύο ἐξαιρεθεισῶν αἱ πέντε μόναι ὑπολείπονται. ὁ δὲ φιλόσοφος Πορφύριος μὴ βουλό|μενος τοῦτο νῦν ἀποδεῖξαι, διὰ τί ταῖς πέντε μόναις φωναῖς 175 ὁ Ἀριστοτέλης ἐχρήσατο, ἀλλὰ τὴν διαφορὰν μόνην τῶν πέντε σημαντικῶν φωνῶν, στενοτέραν ποιούμενος τὴν διαίρεσιν λέγει οὕτως· τῶν σημαντικῶν φωνῶν αἱ μὲν καθ’ ἑνὸς λέγονται αἱ δὲ κατὰ πλείονων (καταλιμπάνει
γὰρ τὸ ἀνώτερον μέρος τῆς διαιρέσεως), καὶ καθ’ ἑνὸς μὲν κατηγοροῦνται ὡς τὰ ἄτομα οἷον Σωκράτης Πλατῶν Ἀλκιβιάδης, τῶν δὲ
κατὰ πλειόνων αἱ μὲν κατὰ διαφερόντων τό, εἴδει ὡς τὸ γένος καὶ ἡ διαφορὰ καὶ τὸ συμβεβηκός· καὶ γὰρ τὸ γένος οἷον τὸ ζῷον κατηγορεῖται κατὰ πολλῶν εἰδῶν οἷον ἀνθρώπου καὶ ἵππου καὶ κυνός, καὶ ἡ διαφορὰ
δὲ οἷον τὸ λογικὸν κατηγορεῖται καὶ κατὰ ἀνθρώπων καὶ κατὰ ἀγγέλων, καὶ τὸ θνητὸν κατὰ ἵππου καὶ ἀνθρώπου καὶ τῶν λοιπῶν ζῴων, καὶ τὸ
συμβεβηκὸς δὲ κατὰ πολλῶν εἰδῶν κατηγορεῖται· καὶ γὰρ κατὰ λευκότητος καὶ κατὰ μελανίας καὶ κατὰ τοῦ ἑστάναι καὶ κατὰ τοῦ καθέζεσθαι. τῶν δὲ κατὰ διαφερόντων τῷ ἀριθμῷ ὑπάρχει τὸ εἶδος καὶ τὸ ἴδιον. τῶν δὲ
κατὰ διαφερόντων τῷ εἴδει κατηγορουμένων τὰ μὲν ἐν τῷ τί ἐστι κατηγορεῖται τὰ δὲ ἐν τῷ ὁποῖόν τί ἐστι καὶ πῶς ἔχον ἐστί. καὶ ἐν μὲν τῷ τί ἐστι τὸ γένος, ἐν δὲ τῷ ὁποῖόν τί ἐστιν ἡ διαφορά, ἐν δὲ τῷ πῶς ἔχον
ἐστὶ τὸ συμβεβηκός· ἐρωτώμενοι γάρ, πῶς ἔχει ὁ Πλατῶν, φαμὲν ὅτι ὑγιαίνει ἢ νοσεῖ ἢ κάθηται ἢ ἵσταται καὶ τὰ τοιαῦτα.
τὰ γενικώτατα οὐκέτι ἐπί τι κοινότερον ἀνάγεται.
καὶ τῇ αἰσθήσει ὑποπίπτουσιν. ὁ γὰρ καθόλου ἄνθρωπος καὶ τὸ καθόλου
ζῷον ταῦτα ἐν τῷ δημιουργῷ ὄντα οὔτε τῇ δείξει οὔτε τῇ αἰσθήσει ὑποπίπτουσι. καλῶς οὖν τὰ καθ’ ἕκαστα ὑπὸ τὴν δεῖξιν ἀνήγαγον, οὐ γὰρ τὰ καθόλου. ἄτομα δὲ λέγεται ταῦτα, ἐπεὶ μὴ τέμνεται μήτε εἰς ὁμοιοειδῆ μήτε εἰς ἀνομοιοειδῆ, ὥσπερ τὰ γένη καὶ τὰ εἴδη, ἀλλ’ ἅμα τῇ τομῇ φθείρεται· τὸ γὰρ ἐν ἐμοὶ ζῷον οὐκ ἔστι κοινόν, ἀλλ’ ἐν ἐμοί περιγέγραπται,
ὁμοίως καὶ τὸ λογικόν· καὶ τὸ ἐκ πάντων σύγκριμα ὁ ἄνθρωπος περιώρισται.
ἀντὶ τοῦ τὰ καθόλου καὶ μὴ τὰ μερικά.
τὰ γένη τῷ ταῦτα κατὰ πλειόνων ἀποδοθέντα κατηγορεῖσθαι. |
ποιεῖσθαι ἑκάστης φωνῆς τὸν ὁρισμὸν ἤτοι ὑπογραφὴν οὕτως· ὅτι γένος μέν ἐστι φωνὴ σημαντικὴ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορουμένη , διαφορὰ δέ ἐστι σημαντικὴ φωνὴ κατὰ πλειόνων
καὶ διαφερόντων τῷ εἴδα ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορουμένη, εἶδος δὲ φωνὴ σημαντικὴ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί
ἐστι κατηγορουμένη, ἴδιον δὲ ὑπάρχει φωνὴ σημαντικὴ μὴ οὐσιώδης καθ’ ἑνὸς εἴδους κατηγορουμένη, συμβεβηκὸς δὲ πέφυκε φωνὴ σημαντικὴ ἐπουσιώδης κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ πῶς ἔχον ἐστὶ
κατηγορουμένη.
ὁ λόγος. εἰδέναι δὲ δεῖ, ὅτι τὸ ταὐτὸν τριττὸν ὑπάρχει· ἢ γὰρ
τῷ γένει ἐστὶ τḍ̔ὐτὸν ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ. καὶ τῷ μὲν γένει ἐστι ταὐτὸν ὡς ἄνθρωπος ἵππος βοῦς (ταῦτα γὰρ τῷ γένε-́ ταὐτὰ ὑπάρχει· ἅπαντα γὰρ ζῷά ἐστι), τῷ δὲ εἴδει ταὐτόν ἐστιν ὡς Θέων καὶ Πλατῶν καὶ Ἀλκιβιάδης (οὗτοι γὰρ οἱ αὐιοὶ καὶ ἓν x(p εἴδει ὑπάρχουσι), τῷ δὲ
ἀριθμῷ ταὐτόν ἐστιν ὡς ἄνθρωπος καὶ βροιός, ξίφος καὶ μάχαιρα. εἰ γοῦν τὸ ταὐτὸν τριττὸν ὑπάρχει, ἐξ ἀνάγκης καὶ τὸ ἕτερον τριττὸν ὑπάρ- ὑπάρχει ἢ γὰρ τῷ γένει τινὰ διαφέρει καὶ ἕτερά ἐστιν ἀλλήλων ἢ τῷ εἴδει
ἢ τῷ ἀριθμῷ. καὶ τὰ μὲν τῷ γένει διαφέροντα ἀλλήλων πάντως καὶ τῷ εἴδει διαφέρει καὶ τῷ ἀριθμῷ, οἷον τῷ γένει διαφέρει ἀλλήλων ὡς ὁ
ἄνθρωπος καὶ τὸ λευκόν (ὁ μὲν γὰρ ἄνθρωπος ζῷον ὑπάρχει, τὸ δὲ λευ- κὸν ποιόν), ἀλλὰ καὶ τῷ εἴδει (ἄλλο γὰρ εἶδος ἀνθρώπου καὶ ἄλλο λευκοῦ· ὁ μὲν γὰρ ἄνθρωπος εἶδός ἐστι τοῦ ζῴου γένους ὄντος, τὸ δὲ λευκὸν εἷ- δός ἐστι τῆς ποιότητος καὶ τοῦ χρώματος), ἀλλὰ δὴ καὶ τιδ ἀριθμῷ· ὁ γὰρ αἰσθητὸς ἄνθρωπος οἷον Σωκράτης ἕτερός ἐστι Πλάτωνος. ὥστε οὖν
καλῶς εἰρήκαμεν ὅτι τὰ τῷ γένει ἀλλήλων διαφέροντα καὶ τῷ εἴδει δια- φέρει καὶ τῷ ἀριθμῷ, τὰ δὲ τῷ εἴδει διαφέροντα διαφέοͅε-- μὲν πάντως xto ἀριθμῷ , οὐκέτι δὲ πάντως καὶ τῷ γένει, οἷον ἄνθρωπος ἵππος· ταῦτα γὰρ διαφέρει ἀλλήλων τῷ εἴδει (ἄλλο γὰρ εἶδος ἀνθρώπου καὶ ἄλλο ἵπ- που), ἀλλὰ δὴ καὶ τῷ ἀριθμῷ (ἄλλη γὰρ ὕλη ἀνθρώπου καὶ ἄλλη ἵππου),
οὐ μὴν τῷ γένει διαφέρει· ἀμφότερα γὰρ ζῷα ὑπάρχει. τὰ δὲ τῷ ἀριθ-
μῷ διαφέροντα οὔτε πάντως τῷ εἴδει οὔτε xdp γένει διαφέρει. διὰ τοῦτο 189 οὖν εἶπεν οἱ διαφέρουσιν ἀλλήλων καὶ τῷ εἴδει, οὐ μόνον τῷ 190 ἀριθμῷ πάντως διαφέρει.
τὸ γένος.
τῷ ταῦτα μὲν ἐν τῷ ὁποῖόν τί ἐστιν ἢ πῶς ἔχον κατηγορεῖσθαι, τὸ δὲ γένος ἐν τῷ τί ἐστιν.
αὐτὸ ἀπὸ τῶν καθ’ ἑνὸς μόνου τῶν ἀτόμων κατηγορουμένων.
κατηγοροῦνται, ἀλλὰ καὶ ἐν τῷ πῶς ἔχον ἐστίν· ἐρωτηθέντες γὰρ πῶς ἔχει Σωκράτης ἀποκρινόμεθα ἢ ὑγιαίνει ἢ νοσεῖ· αἱ γὰρ ἄλλαι διαφοραὶ πρὸς τοῖς συμβεβηκόσιν εἰσὶν οἷον τὸ σιμὸν καὶ τὸ γρυπὸν καὶ τὸ φαλακρόν.
τὰ κοινῇ συμβεβηκότα. φασὶ δέ τινε.ς ὅτι εἰπὼν ἢ πῶς ἔχον περιέλαβε καὶ τὰ ἰδίως τινὶ συμβεβηκότα. λέγομεν οὖν ὅτι εἰ καὶ ἐν τῷ πῶς ἔχον ἐστὶ κατηγορεῖται καὶ αὐτά, ἀλλ’ ὅμως τῶν καθ᾿ ἑνός ἐστι κατηγορουμένων· ἐκείνων δὲ ἄνω ἐχώρισε τὸ γένος εἰρηκὼς τὸ μὲν κατὰ πλειόνων λέγεσθαι
γεσθαι τὸ γένος διαστέλλει αὐτὸ ἀπὸ ἀπὸ τῶν καθ᾿ ἑνὸς μόνου τῶν ἀτόμων κατηγορουμένων.
ῥηθεῖσα ὑπογραφὴ τῆς ἐννοίας.
αὐτὸ περιλαμβάνειν· διὰ τοῦτο γὰρ καὶ ὁρισμοὶ λέγονται, ὡς περιλαμβάνοντες τὸ ὁριστὸν ἀπὸ τῶν ἐν τοῖς χωρίοις ὅρων μετειλημμένοι. κακύνονται δὲ οἱ ὁρισμοὶ κατὰ δύο τρόπους, ἢ περιττεύοντες ἢ ἐλλείποντες· καλῶς γὰρ εἴρηται τοῖς φιλοσόφοις, ὅτι ἑκάστη συμμετρία μία τις οὖσα δύο ἔχει
ἀμετρίας παρακειμένας· οὕτω γὰρ καὶ ἡ δικαιοσύνη μία μέν τις ὑπάρχει
ἀρετή, παράκειται δὲ αὐτῇ ἡ μειονεξία καὶ ἡ πλεονεξία· καὶ μειονέκτης μέν ἐστιν ὁ ἧττον τοῦ δέοντος ἑαυτῷ τι περιποιῶν, πλεονέκτης δὲ ὁ πλέον τοῦ δέοντος. καὶ πάλιν ἡ σωφροσύνη ἀρετὴ ὑπάρχει, παράκειται δὲ αὐτῇ ἥ τε ἠλιθιότης καὶ ἡ ἀκολασία· καὶ ἠλίθιος μέν ἐστιν ὁ ἧττον ‘κινούμενος
198 ἀκόλαστος δὲ ὁ μᾶλλον καὶ ἀτάκτως κινούμενος. ὥσπερ ὦν ἐπὶ τούτων 199 ἔχει, οὕτως καὶ ἐπὶ τοῦ ὁρισμοῦ· ἐκεῖνος γάρ ἐστιν ἄριστος ὅρος ὁ περιορίζων μὲν τὸ οἰκεῖον πρᾶγμα καὶ μηδὲν ἔξω αὐτοῦ καταλιμπάνων, τῶν δὲ παρακειμένων μηδὲν ἀφαιρούμενος. παράκειται δὲ τούτῳ, ὥσπερ καὶ ταῖς
ἄλλαις ἀρεταῖς, ἥ τε ὑπερβολὴ καὶ ἡ ἔλλειψις, ὡς ἤδη εἴρηται. καὶ περιττεύοντες
μὲν ποιοῦσι τὰ πράγματα ἐλλείπειν, ἐλλείποντες δὲ ποιοῦσι τὰ πράγματα περιττεύειν· οἷον ὁ τοῦ ἀνθρώπου ὁρισμός ἐστι ζῷον λογικὸν θνητόν, καὶ οὗτος ὁ ὁρισμὸς χωρίζει τὸν ἄνθρωπον ἀπὸ τῶν ἄλλων πάντων καὶ περιλαμβάνει πάντας τοὺς ἀνθρώπους. ἐλλείπων δὲ ποιεῖ τὸ πρᾶγμα
περιττεύειν, οἷον ζῷον θνητόν· οὐ μόνον γὰρ ὁ ἄνθρωπος ζῷον θνητὸν ἀλλὰ καὶ ὁ ἵππος καὶ ὁ κύων καὶ ἄλλα πολλά πάλιν δὲ περιττεύων ποιεῖ
τὸ πρᾶγμα ἐλλείπειν, οἷον ζῷον λογικὸν θνητὸν γραμματικόν· οὐκέτι γὰρ πάντας ἀνθρώπους περιλαμβάνει, ἀλλὰ μόνους τοὺς γραμματικούς. καὶ τοῦτο εἰκότως· συνθετώτερα γὰρ γινόμενα τὰ πράγματα μᾶλλον στενοῦται,
ἁπλούστερα δὲ ὄντα ἐπὶ πλέον ἐκτείνεται καὶ ἐπὶ πλειόνων φέρεται, ἅτε δὴ καὶ πλησιέστερα ὄντα τῆς πρώτης ἀρχῆς καὶ κοινῆς πάντων. διὰ 200 τοῦτο τὸ μὲν ζῷον αὐτὸ καθ’ αὑτὸ ἐπὶ πλειόνων φέρεται, συντεθὲν δὲ τῷ λογικῷ ἐπ’ ἐλαττόνων. τὸ δὲ λογικὸν ζῷον τῷ θνητῷ συνδυαζ(,όμενον ἔτι ἐλάττονα περιέχει, εἰ δὲ προστεθῇ καὶ τὸ γραμματικόν, ἔτι μερικώτερον
γίνεται. ὥστε ἐλλείποντες μὲν οἱ ὁρισμοὶ ποιοῦσι τὰ πράγματα περιττεύειν, περιττεύοντες δὲ ποιοῦσιν ἐλλείπειν. ταῦτα οὖν ἐπισημηνάμενος ὁ Πορφύριός
φησιν ὅτι ὁ ἀποδοθεὶς τοῦ γένους ὁρισμὸς ἤτοι ὑπογραφὴ τῶν δύο ἀπήλλακται τῶν κακυνόντων τοὺς ὁρισμούς· οὔτε γὰρ περιττεύει οὔτε ἐλλείπει.
διδάξαι περὶ γενῶν οὔτε περὶ τῶν πρὸ τῶν πολλῶν οὔτε περὶ τῶν ἐν τοῖς πολλοῖς ἀλλὰ περὶ τῶν ἐπὶ τοῖς πολλοῖς, τοῦτ’ ἔστι περὶ τῶν ἐννοηματικῶν.
διά τοῦτο τοίνυν εἶπεν ὑπογραφὴν τῆς ἐννοίας, τοῦτ’ ἔστι τοῦ ἐννοηματικοῦ γένους. ἐννοηματικὸν ὅ δὲ γένος ἐστί, καθ’ ἣν ἔννοιαν λαμβάνοντες τὰ πράγματα πρὸς αὐτὴν ὁριζόμεθα, οἷον λαμβάνομεν καιὰ τὴν οἰκείαν δ̓ ἄνοιαν τὸν ἄνθρωπον καὶ πρὸς αὐτὴν ἀναλογιζόμενοι λέγομεν. ὅτι
ὁ ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν. φησὶν οὖν ὁ Πορφύριος ὅτι ταύτης
τῆς ἐννοίας οὐδὲν ὑπερβάλλον οὐδὲ ἐλλεῖπον ἔχει ἡ τοῦ γένους ὑπογραφή.
τούτοις αἱ διαφοραί· ἀλλ ἐπειδήπερ τὸ γένος καὶ τὸ εἶδος πρός τι καὶ ἅμα ὑφίσταται καὶ ἅμα νοεῖται, διὰ τοῦτο τὸ εἶδος τῆς διαφορᾶς προέταξεν. οὐ διὰ τὴν φυσικὴν τάξιν ἀλλὰ διὰ τὴν ὃιδασὶίλικr̀ιὶ ἀκολουθίαν, καὶ ὅτι ἐν τῇ τοὺ γένους διδασκαλίᾳ ἐμνημόνευσε τοῦ εἴδους, καὶ ἔδει μὴ ἐπὶ πολὺν χρόνον τούτου ἀνεννόητον εἶναι τὸν ἀκροατήν. τῷ δὲ εἰωθότι καὶ
νῦν κανόνι χρώμενος ἀπαριθμεῖται πρότερον τά σημαινόμενα τοῦ εἴδους
πάντα, εἶθ’ οὕτως προσδιορίζεται περὶ ποίου ποιεῖται τὸν λόγον· εἰσὶ γὰρ ἕτερα σ hυαινόμενα τοῦ εἴδους, περὶ ὧν οὐ πρόκειται λέγειν, ἀλλ’ ἐκεῖνα μεὶται τοῦ εP̀οους τὰ σημαινόμενα τὰ πρὸς τὴν λογικὴν ἁρμόζοντα πραγματείαν. λέγει οὖν ὅτι διττὸν ὑπάρχει τὸ σημαινόμενον τοῦ εἴδους·
εἶδος μὲν γὰρ λέγεται καὶ ἡ ἑκάστου μορφή, καθ’ ὃ σημαινόμενον λέγομεν 204 τοὺς εὐειδεῖς καὶ δυσειδεῖς, εἶδος δὲ λέγεται καὶ τὸ ὑπὸ τὸ γένος πεπτωκὸς 205 κὸς ἢ οὗ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται. ἀλλ’ οὗτος ὁ ὁρισμός ἐστι
καὶ τοῦ εἰδικωτάτου εἴδους καὶ τοῦ μὴ εἰδικωτάτου. λέγεται δὲ καὶ ἄλλως εἶδος τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον.
ἐπεὶ δὲ τὰ τῶν ὀνομάτων τούτων σημαινόμενα, λέγω δὴ τοῦ μὴ εἰδικωτάτου εἴδους καὶ τοῦ εἰδικωτάτου, ἀσαφῆ ὑπάρχει τῇ κοινῇ συνηθείᾳ, προ·ἰόντος τοῦ λόγου σαφηνίζει αὐτὰ προχειριζόμενος τὴν καλλίστην
τῶν κατηγοριῶν, λέγω δὴ τὴν οὐσίαν, ἥτις αὐθυπόστατον ὑπάρχει πρᾶγμα καὶ γενικώτατον γένος· αἱ γὰρ ἄλλαι κατηγορίαι συμβεβηκότα
ὑπάρχουσιν αὐτῆς· εἰ γὰρ πᾶσαι αἱ ἄλλαι ἐν τῇ οὐσίᾳ ὑπάρχουσι καὶ ἐν αὐτῇ θεωροῦνται καὶ χωρὶς αὐτῆς συστῆναι | οὐ δύνανται, δῆλον ὅτι ἡ μὲν 206 οὐσία ἐστὶν αὐθυπόστατος, αἱ δὲ ἄλλαι ἐννέα κατηγορίαι συμβεβήκασιν αὐτῇ. λαμβάνει οὗν τὴν οὐσίαν καὶ πλέκει ἐξ αὐτῆς σειρὰν τοιαύτην, ὅτι τῆς οὐσίας τὸ μέν ἐστι σῶμα τὸ δὲ ἀσώματον, καὶ τοὐ σώματος τὸ μέν
ἐστιν ἔμψυχον τὸ δὲ ἄψυχον, καὶ τοῦ ἐμψύχου τὸ μὲν ζῷον τὸ δὲ φυτὸν τὸ δὲ ζωόφυτον, καὶ τοῦ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον, καὶ τοῦ λογικοῦ
τὸ μὲν ἄγγελος τὸ δὲ ἄνθρωπος τὸ δὲ δαίμων. ἐν τούτοις οὖν γενικώτατον μὲν γένος ἡ οὐσία, εἰδικώτατον δὲ εἶδος ὁ ἄνθρωπος, τὰ δὲ μέσα γένη τὰ αὐτὰ καλοῦνται καὶ εἴδη, εἴδη μὲν τῶν πρὸ αὐτῶν, γένη δὲ τῶν
μετ’ αὐτά. κοινῶς μὲν οὖν πάντα τὰ εἴδη τά τε εἰδικώτατα καὶ τὰ ὑπάλληλα ἡ προτέρα ὑπογραφὴ περιέχει ἡ λέγουσα εἶδος εἶναι τὸ ὑπὸ τὸ γένος
πεπτωκὸς ἢ οὗ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται· τούτων γὰρ τῶν ὑπογραφῶν ἑκατέρα τῷ μὲν ὑποκειμένῳ ἡ αὐτή ἐστι τῇ λοιπῇ, τῇ δὲ σχέσει μόνον ἀλλήλων διαφέρουσι. πολλὰ γὰρ ἐστι καὶ ἄλλα πράγματα,
ἅτινα τῷ μὲν ὑποκειμένῳ ταὐτά ἐστι, τῇ δὲ σχέσει διάφορα, ὡς ἡ ἀνάβασίς τε καὶ ἡ κατάβασις· τούτοις γὰρ τοῖς πράγμασιν ὑπόκειται μὲν τὸ αὐτό, ἡ κλῖμαξ, διαφέρει δὲ ἡ ἀνάβασις τῆς καταβάσεως τῇ σχέσει μόνῃ, ὅτι ἡ μὲν ἀνάβασις ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω ἄνοδος ὑπάρχει, ἡ δὲ κατάεὐειδεῖς 207 βάσις ἀπὸ τῶν ἄνω ἐπὶ τὰ κάτω οὖσα κάθοδος ὑπάρχει. καὶ τὸ σπέρμα 208 δὲ καὶ ὁ καρπὸς τῷ μὲν ὑποκειμένῳ ταὐτά ἐστι, τῷ λόγῳ δὲ μόνῳ καὶ τῇ
σχέσει διάφορα. ὥσπερ οὖν ἐπὶ τούτων ἔχει, οὕτως καὶ ἐπὶ τοῦ διττοῦ τῆς ὑπογραφῆς τοῦ εἴδους· διαφέρουσι γὰρ ἀλλήλων τῷ τὴν μὲν ἀπὸ τοῦ
γένους ἄρχεσθαι λήγειν δὲ εἰς τὸ εἶδος, τὴν δὲ ἑτέραν ἀπὸ τοῦ εἴδους μὲν ἄρχεσθαι λήγειν δὲ εἰς τὸ γένος· ὥστε οὖν καὶ ταῦτα τῇ σχέσει μόνῃ
διαφέρει ἀλλήλων, τῷ δὲ ὑποκειμένω ταὐτά ἐστιν. ἄρχεται δὲ πάλιν ἀπὸ τοῦ γνωριμωτέρου σημαινομένου τοῦ εἴδους, διότι ὁμοιότητα. ἔχει πρὸς τὸ παρὰ τοῖς φιλοσόφοις· ὥσπερ γὰρ τὸ εἶδος τὸ ἐπὶ τῆς μορφῆς περιεκτικόν
ἐστι πάντων τῶν μερῶν, οὕτω καὶ τὸ παρὰ τοῖς φιλοσόφοις τῶν κατὰ μερος.
αὐτῷ ἐδίδασκε σημανομένων τοῦ γένους, εἶθ’ οὕτως περὶ τοὺ προκειμένου, τὸν αὐτὸν τρόπον καὶ ἐνταῦθα τὴν ὁμωνυμίαν πρότερον διαστέλλεται, εἶθ οὕτως τί ἐστιν εἶδος λέγει καὶ ποῖον αὐτοῦ τὸ σημαινόμενον.
γένους ὄντος τοῦ ζῴου, τὸ δὲ λευκὸν τοῦ χρώματος εἶδος, τὸ δὲ τρίγωνον τοῦ σχήματος εἰδος.
γειν, νῦν παραδείγματι τὸ προκείμενον τοῦ εἴδους σημαινόμενον διδάσκει, πῶς ὑπὸ τὸ γένος ἀνάγεται τὸ εἶδος. λαμβάνει γὰρ τὸ τρίγωνον καὶ τὸ
σχῆμα, τὸ μὲν σχῆμα ὡς γένος τὸ δὲ τρίγωνον ὡς εἶδος. ἐπιλαμβάνονται δέ τινες αὐτοῦ ὡς μὴ κυρίως εἰρηκότος τὸ σχῆμα τοῦ τριγώνου γένος ἢ τὸ τρίγωνον τοῦ σχήματος εἶδος. ἐν οἷς γὰρ πρῶτόν τι καὶ δεύτερόν
φασι, τούτων τὸ κοινῶς κατηγορούμενον γένος οὐκ ἔστι· τὸ δὲ τρίγωνον 211 τοῦ τετραγώνου πρῶτον· τὸ μὲν γὰρ ἐκ τριῶν ἐστι γραμμῶν τὸ δὲ ἐκ τεττάρων, 212 τὰ δὲ τρία τῶν τεσσάρων πρῶτα. καὶ ἄλλως· πᾶν τετράγωνον εἰς δύο τρίγωνα ὀρθογώνια διαιρεῖται (ἠ γὰρ τοῦ ᾶ β (??) δ | τετραγώνου ἐπίζευξις 213 ζεῦξις τῇ (??) (??) διαμέτρω διαιρεθήσεται εἰς δύο τρίγωνα ὀρθογώνια τό τε α
β (??) καὶ τὸ (??) δ (??))· ὥστε ἀναιρουμένου τοῦ τετραγώνου οὐκ ἀναιρεῖται τρίγωνον, τριγώνου δὲ ἀναιρεθέντος ἀδύνατον εἶναι τετράγωνον· ὥστε πρῶτον τῇ φύσει τὸ τρίγωνον τοῦ τετραγώνου. τῷ αὐτῷ δὲ τρόπῳ καὶ τῶν λοιπῶν πάντων εὐθυγράμμων σχημάτων πρῶτον δειχθήσεται, πενταγώνου
φημὶ καὶ ἑξαγώνου καὶ τῶν λοιπῶν· ἕκαστον γὰρ τούτων εἰς τρίγωνα διαιρεῖται.
εἰ οὖν τὸ μὲν τρίγωνον πρῶτον, τὸ δὲ τετράγωνον καὶ τὰ λοιπὰ δεύτερα, τὸ ἄρα κατὰ τούτων κοινῶς κατηγορούμενον, λέγω δὴ τὸ σχῆμα, οὐκ ἔστιν αὐτῶν γένος, οὐκοῦν οὐδὲ ταῦτα ἐκείνου εἴδη. λείπεται τοίνυν μὴ κυρίως εἰρηκέναι τὸν Πορφύριον τὸ τρίγωνον τοῦ σχήματος εἶδος. πρὸς τοῦτο πάντες ἠπόρησαν ἀπολογίας οἱ ἐξηγηταὶ καί φασιν αὐτὸν ὑποδείγματος
χάριν καταχρηστικώτερον γένος καλέσαι τοῦ τριγώνου τὸ σχῆμα. ἐπιλυόμενοι λυόμενοι δὲ ἡμεῖς τὴν ἀπορίαν φαμὲν ὅτι εἰ μὲν στοιχεῖα ἦν τῷ ὄντι τοῦ τετραγώνου τὰ τρίγωνα, ὡς μὴ ἄλλως τετράγωνον ἐνδέχεσθαι γενέσθαι, εἰ μὴ ἐκ τριγώνων σύγκειται, ὡς καὶ ἐν Τιμαίῳ διδάσκει λέγων ὁ Πλατῶν πάντα τὰ εὐθύγραμμα σχήματα ὡς εἰς στοιχεῖα ἁπλούστατα ἀναλύων τὰ
τρίγωνα, ἀληθὲς ἂν ἦν τὸ λεγόμενον καὶ πρῶτον ὑπῆρχε τῶν σχημάτων
τὸ τρίγωνον καὶ οὐκ ἂν ἦν τὸ σχῆμα γένος αὐτῶν, εἴπερ ἀληθὲς ὅτι ἐν οἷς τὸ πρῶτον καὶ τὸ ὕστερον, τούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος. νῦν δὲ οὐδεμία ἐστὶν ἀνάγκη, ἵνα γένηται τετράγωνον, προϋποκεῖἐστι 214 σθαι τρίγωνα, εἶτα τῇ συνθέσει τούτων τὸ τετράγωνον γίνεσθαι· οὐδὲν γὰρ 215 κωλύει καὶ τριγώνου μὴ ὄντος τέσσαρας εὐθείας ἐπιζεύξαντας ποιῆσαι τετράγωνον.
ὥστε οὐκ ἀληθὲς τὸ ἀναιρουμένου τοὐ τριγώνου συναναιρεῖσθαι καὶ τὸ τετράγωνον. εἰ δὲ ὅτι τὴν διάμετρον ἐπιζευγνύντες διαιροῦμεν τὸ
τετράγωνον εἰς δύο τρίγωνα, διὰ τοῦτό φασι πρῶτον εἶναι καὶ οἷον στοιχεῖον ἡ μέρος τοῦ τετραγώνου τὸ τρίγωνον, ἐπειδὴ ἐπειδὴ ἐνδέχεται τὸ αὐτὸ τετράγωνον καὶ εἰς δύο ἑτερομήκη διελεῖν τὰς ἀντικειμένας πλευρὰς δίχα διαιροῦντας
καὶ ἐπιζευγνύντας οἷον ἀπὸ τοῦ α) ἐπὶ τὸ β καὶ ποιῆσαι δύο ἑτερομήκη χωρία τὸ γ καὶ τὸ δ, λέγεται ὡσανεὶ καὶ τὰ ἑτερομήκη πρῶτα
εἶναι τοῦ τετραγώνου. οὕτω δὲ καὶ τὸ ἐναντίον τὸ τετράγωνον πρῶτόν ἐστι τοῦ ἑτερομήκους, εἰ ἑτερόμηκες τὸ τὴν μίαν ἔχον πλευρὰν διπλασίονα ἰῆς ἑτέρ·ας διέλωμεν δίχα εἰς δύο τετράγωνα. ἀλλὰ δὴ καὶ εἰ ἐπὶ τοῦ κύκλου τὴν διάμετρόν τις ἀγάγοι, διαιρήσει τὸν κύκλον εἰς δύο ἡμικύκλια τό τε 7. καὶ τὸ β, καὶ δῆλον ὅτι ἕκαστον τῶν ἡμικυκλίων σχῆμά ἐστιν
ἐκ περιφερείας ἰῆς τοῦ ἡμικυκλίου γραμμῆς καὶ εὐθείας τῆς διαμέτρου συγκείμενον. ὥστε συμβήσεται τὸ ἁπλοῦν σχῆμα τὸν κύκλον ἐκ μικτῶν ἡμικυκλίων συγκεῖσθαι, καὶ τοῦ ἁπλοῦ, λέγω τοῦ κύκλου, πρῶτον ἔσται φύσει τὸ μικτόν. ὥσπερ οὖν ἐπὶ τούτων ἡ ἐπίνοια ἡ ἡμετέρα τὴν τοιαύτην ποιεῖται διαίρεσιν καὶ οὐχὶ διὰ τοῦτο ἀνάγκη τοῦ τετραγώνου πρῶτα
εἶναι τῇ φύσει τὰ ἑτερομήκη, ἐπειδὴ καὶ τὰ ἑτερομήκη ἐνδέχεται διελεῖν
εἰς δύο τετράγωνα, εἴπερ ἡ ἑτέρα τῶν πλευρῶν διπλασίων ᾖ τῆς ἑτέρας, εἰ γοῦν πάλιν τοῦ κύκλου τὰ μικτὰ σχήματα ἐξ εὐθειῶν καὶ περιφερειῶν συγκείμενα <μὴ> πρῶτά ἐστιν, οὕτως οὐδὲ τὸ τετράγωνον εἰ ἐνδέχεται 216 διαμέτρῳ εἰς δύο τρίγωνα διελεῖν, ἤδη διὰ τοῦτο καὶ ἐκ τριγώνων αὐτὸ 217 συγκεῖσθαι ἀνάγκη καὶ πρῶτα αὐτοῦ εἶναι φύσει τὰ τρίγωνα. καλῶς ἄρα ὁ Πορφύριος γένος εἶπεν εἶναι τοῦ τριγώνου τὸ σχῆμα.
κατηγορούμενον καὶ τὸ εἶδος ὁριζόμενοι πάλιν γένους ἐμεμνήμεθα φάσκοντες εἶδός ἐστι τὸ ὑπὸ τὸ ἀποδοθὲν γένος, μηδεὶς μέμφοιτο. κατὰ ἀλήθειαν γὰρ ταῦτα λέγων ὁ Πορφύριος νομίζεται τῇ διαλλήλῳ δείξει κεχρῆσθαι.
ἡ δὲ διάλληλος δεῖξις διαβέβληται παρὰ τοῖς φιλοσόφοις ὡς τὰ αὐτὰ καὶ πρῶτα ποιοῦσα καὶ δεύτερα καὶ ἀμείβουσα τὴν τάξιν τῶν προτάσεων καὶ τῶν συμπερασμάτων· ποιεῖ γὰρ τὸ μὲν δεύτερον πρῶτον καὶ τὸ πρῶτον δεύτερον,
καὶ τὰ αὐτὰ τῶν αὐτῶν σαφέστερά τε ποιεῖ καὶ ἀσαφέστερα. οἷον ἐὰν εἴπῃ μοί τις, ὅτι ἡ ψυχὴ ἀθάνατος, λέγω ὅτι ναί· πῶς; ὅτι ἡ ψυχὴ αὐτοκίνητος,
τὸ αὐτοκίνητον ἀεικίνητον, τὸ ἀεικίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος. ἐὰν δὲ εἴπῃ μοι, πόθεν δῆλον ὅτι αὐτοκίνητος ἡ ψυχή; εἶτα τοῦτο δεῖξαι βουλόμενος εἴπω, ὅτι ἡ ψυχὴ ἀθάνατος, τὸ ἀθάνατον ἀεικίνητον, τὸ ἀεὶ κίνητον αὐτοκίνητον, ἡ ψυχὴ ἄρα αὐτοκίνητος· ἡ τοιαύτη διάλληλος λέγεται
ται δεῖξις. βουλόμενος γὰρ δεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατος ἔλαβον τὸ αὐτοκίντον
πρῶτον, συνεπέρανα δὲ τὸ ἀθάνατον, βουλόμενος δὲ πάλιν δεῖξαι ὅτι ἡ ψυχὴ αὐτοκίνητος ἔλαβον πρῶιον τὸ ὕστερον λεχθὲν τὸ ἀθάνατον καὶ συνεπέρανα ὅτι αὐτοκίνητος, τὸ πρῶτον ὕστερον ποιήσας. ὥστε διάλληλος δεῖξίς ἐστιν ἡ τὰς προτάσεις συμπεράσματα ποιοῦσα καὶ πάλιν τὰ συμπεράσματα προτάσεις, ὅθεν καὶ διαβέβληται· πάσα γὰρ ἀπόδειξις τὰς
μὲν προτάσεις σαφεῖς καὶ ὁμολογουμένας λαμβάνει, τὸ δὲ συμπέρασμα 219 ἀσαφὲς ὄν σαφηνίζει καὶ φανερὸν ποιεῖ διὰ τῶν προτάσεων· εἰκότως σῦν 220 διαβολῆς ἀξία ἡ τὴν τάξιν τούτων ἀντιστρέφουσα καὶ τὸ μὲν συμπέρασμα, ὅπερ πρότερον ὡς ἀσαφὲς ἐλαμβάνετο, σαφὲς ποιοῦσα τῷ ἐν τάξει προ- τάσεως παραλαμβάνειν, τὴν δὲ πρότασιν, ἣν ὡς ὁμολογουμένην πρὶν ἐλαμβάνομεν,
νὺν ἄδηλον συμπέρασμα ποιοῦσα. πάλιν ἄν βουληθέντες δεῖξαι,
ὅτι ἥδε ἡ γυνὴ γάλα ἔχει, εἴπωμεν ὅτι ἥδε ἡ γυνὴ τέτοκεν. ἡ δὲ τετοκυῖα γάλα ἔχει, ἥδε ἄρα ἡ γυνὴ γάλα ἔχει· βουληθέντες δὲ αὐτὸ τοῦτο δεῖξαι πάλιν ὅτι τέτοκεν εἴπωμεν, ἥδε ἡ γυνὴ γάλα ἔχει, ἡ δὲ γάλα ἔχουσα τέτοκεν, ἥδε ἄρα ἡ γυνὴ τέτοκεν· ἐνταῦθα δὲ πάλιν τὰ αὐτὰ τῶν
αὐτῶν καὶ πρότερα ἐλάβομεν καὶ ὕστερα καὶ σαφέστερα καὶ ἀσαφέστερα· πρότερον μὲν γὰρ ἐλαμβάνομεν σαφὲς μὲν· καὶ πρότερον τὸ τετοκέναι, ἀσαφὲς δὲ καὶ ὕστερον τὸ γάλα ἔχειν, ὕστερον δὲ ἐλάβομεν σαφὲς μὲν καὶ
πρότερον τὸ γάλα ἔχειν, ἀσαφὲς δὲ καὶ ὕστερον τὸ τετοκέναι. ὥστε ἐν τῇ τοιαύτῃ δείξει τῶν· αὐτῶν τὰ αὐτὰ καὶ πρότερα λαμβάνεται καὶ ὕστερα
καὶ σαφέστερα καὶ ἀσαφέστερα. πᾶσα γὰρ δεῖξις ἢ ἐκ τοῦ σαφοῦς τὸ ἀσαφὲς δείκνυσιν ἢ ἐκ τοῦ ἀσαφοῦς τὸ σαφὲς ἢ ἐκ τοῦ ἀσαφοῦς τὸ ἀσαφὲς ἢ ἐκ τοῦ σαφοῦς τὸ σαφές. καὶ δῆλον ὅτι μόνη ἐστὶ κυρίως δεῖξις
ἡ ἐκ τοῦ σαφοῦς δεικνύουσα τὸ ἀσαφές. αἰ οὖν ἄλλαι τρεῖς ψεκταὶ καὶ οὐδ’ ὅλως δείξεις ἂν εἶεν· οὐ γὰρ οἷόν τε τὸ σαφὲς ἐκ τοῦ ἀσαφοῦς δεικνύειν,
οὐδὲ τὸ σαφὲς ἐκ τοῦ σαφοῦς· οὐδὲ γὰρ τὸ σαφὲς δείξεως δεῖται, ἵνα ἐξ ἄλλου σαφοῦς δηλωθῇ. πολλῷ οὗν ἀτοπώτερον τὸ ἐκ | τῶν 221 ἀσαφῶν τὰ ἀσαφῆ δείκνυσθαι λέγειν. μία οὖν μόνη ἐστὶ κυρίως δεῖξις ἡ ἐκ τοῦ σαφοῦς τὸ ἀσαφὲς δεικνύουσα. εἰκότως ἄρα ἡ διάλληλος διαβέβληται δεῖξις τὰ σαφῆ καὶ πρῶτα ἀσαφῆ ποιοῦσα καὶ ὕστερα καὶ ἔμπαλιν τὰ
ἀσαφῆ καὶ ὕστερα σαφῆ καὶ πρῶτα ποιοῦσα. ἐπεὶ οὖν ὁ φιλόσοφος Πορφύριος ᾔσθετο ἑαυτοῦ τῇ διαλλήλῳ δείξει χεχρημένου (ἔν τε γὰρ τῇ τοῦ
222 γένους διδασκαλίᾳ παρέλαβε τὸ εἶδος καὶ ἔμπαλιν ἐν τῇ τοῦ εἴδους τὸ γέ. 223 νος, ὅπερ ἄν τις ἴσως ἐμέμψατο), αὐτὸς φθάσας ἀπελογήσατο· ἔφησε γὰρ ὅτι τὸ γένος εἴδους ἐστὶ γένος καὶ τὸ εἶδος γένους ἐστὶν εἶδος· ἀνάγκη τοίνυν διδάσκοντα περὶ γένους μνημονεῦσαι καὶ τοῦ εἴδους, καὶ περὶ εἴδους
λέγοντα μνησθῆναι καὶ τοῦ γένους· τὰ γὰρ πρός τι καὶ ἅμα. συνυφίσταται καὶ ἅμα νοεῖται· τὸ γὰρ γένος τινός ἐστι γένος, τοῦτ’ ἔστιν εἴδους,
καὶ τὸ εἶδος τινός ἐστιν εἶδος, τοῦτ’ ἔστι γένους, καὶ ἀδύνατον τούτων θάτερον χωρὶς θατέρου γνῶναι. ὥστε ἀνάγκη πᾶσα τὸν περὶ θατέρου τούτων διδασκαλίαν ποιούμενον καὶ τοὺ λοιποῦ μνησθῆναι· ὁ γὰρ τὸ ἕτερον
τῶν πρός τι ἀγνοῶν οὐδὲ τὸ λοιπὸν εἴσεται.
(ἀμφότεραι γὰρ κατὰ πλειόνων κατηγοροῦνται), τῇ σχέσει δὲ διαφόρους,
ὡς ἡ ἀνάβασις καὶ ἡ κατάβασις τῷ μὲν ὑποκειμένῳ μία οὖσαι τῇ σχέσει διάφοροί εἰσιν· ἄνωθεν γὰρ ἀρχόμενοι κατάβασιν αὐτὴν λέγομεν, κάτωθεν δὲ ἀνάβασιν. ὡσαύτως ἰαὶ ἐνταῦθα σχέσεις εἰσὶ δύο, τοὐ τε εἴδους πρὸς τὸ γένος, καθὸ ὑπ’ αὐτό ἐστι, καὶ τοῦ γένους πρὸς τὸ εἶδος, καθὸ περι- εκτικὸν αὐτοῦ ἐστι. καὶ ἔοικεν ἡ σχέσις ἡ ἀπὸ τοῦ γένους ἐπὶ τὸ εἶδος
καταβάσει, ἡ δ’ ἀπὸ τοῦ εἴδους ἐπὶ τὸ γένος ἀναβάσει. καὶ αὗται μὲν
ὁλοσχερέστεραι ὑπογραφαί· ἑξῆς δὲ μετὰ ταῦτα τὴν τελείαν ὑπογραφὴν ἀποδίδωσι τὴν ἀπὸ τῆς διαιρέσεως τῶν φωνῶν ληφθεῖσαν ὅτι εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον.
225 τίαν, ὅτι οἱ ὁρισμοὶ πραγμάτων εἰσὶν ὁρισμοὶ τὰς φύσεις αὐτῶν δηλοῦντες, 226 τὰ δὲ γένη καὶ τὰ λοιπὰ οὐκ εἰσὶ πράγματα οὐδ’ αφωρισμένην φύσιν ἔχει, διὸ οὐδ’ ὑπὸ μίαν τινὰ ἀνάγεται τῶν κατηγοριῶν, ἀλλ’ ἐν πάσαις θεωρεῖται· καὶ γὰρ καὶ ἐν τῇ οὐσίᾳ καὶ ἐν τῷ ·ποσῷ καὶ ἐν τῷ ποιῷ καὶ ταῖς
λοιπαῖς κατηγορίαις εἰσὶ καὶ γένη καὶ εἴδη καὶ διαφοραί. διὸ οὐκ εἰσὶ πράγματα ἀλλὰ σχέσεις πραγμάτων δηλωτικαί. ἐπεὶ οὖν οἱ ὁρισμοί, ὡς
εἴρηται, πραγμάτων εἰσὶν ὁρισμοί, αὗται δὲ αἱ Φωναὶ οὐκ εἰσὶ πράγματα εὶκότως οὐδ᾿ ὁρισμοὺς αὺτῶν δυνατὸν ἀποδοῦναι.
ἐφαρμόζει ἀλλὰ μόνοις τοῖς εἰδικωτάτοις. ἵνα δὲ μάθωμεν τίνα ἐστὶ τὰ
εἰδικώτατα εἴδη, κέχρηται διαιρέσει τοιαύτῃ· τῆς οὐσίας τὸ μέν ἐστι σῶμα τὸ δὲ ἀσώματον, καὶ τοὐ σώματος τὸ μέν ἐστιν ἔμψυχον τὸ δὲ ἄψυχον, καὶ τοὐ ἐμψύχου τὸ μὲν ζῷον τὸ δὲ φυτὸν τὸ δὲ ζωόφυτον (τὸ μὲν γὰρ φυτὸν τὰς τρεῖς ἔχει δυνάμεις μόνας, τὴν θρεπτικὴν τὴν αὐξητικὴν καὶ 229
τὴν γεννητικήν, τὸ δὲ ζῷον πρὸς ταύταις ἔχει καὶ τὴν αἰσθητικὴν δύναμιν καὶ τὴν μεταβατικὴν τὴν ἀπὸ τόπου εἰς τόπον· τὸ οὖν ζωόφυτον μέσον ἐστὶν ἀμφοτέρων, ἔχει γὰρ πρὸς ταῖς τρισὶ δυνάμεσι καὶ τὴν ἁπτικὴν αἴσθησιν, οὐκέτι μέντοι ἀπὸ τόπου ἐπὶ τόπον ἀμείβει, οἷά ἐστι τὰ ὄστρεα καὶ οἱ σπόγγοι· προσπεφύκασι μὲν γὰρ ταῖς πέτραις, προσιόντος δέ τινος
230 ἀντιτύπου μὲν συστέλλονται, ἡδέος δὲ διαχέονται), πάλιν δὲ τοῦ ζῴου τὸ 231 μέν ἐστι λογικὸν τὸ δὲ ἄλογον, καὶ τοὐ λογικοῦ τὸ μὲν θεὸς τὸ δὲ ἄνθρωπος, πάλιν δὲ τοῦ ἀνθρώπου τὸ μὲν Σωκράτης τὸ δὲ Πλάτων καὶ οἱ κατὰ μέρος· ἀλλ’ οὐδεὶς τοῖς φιλοσόφοις λόγος τούτων, καθὰ πολλάκις εἴρηται.
ἐν ταύτῃ οὖν τῇ διαιρέσει πρώιόν ἐστιν ἡ οὐσία, ὕστερον δὲ ὁ ἄνθρωπος, τὰ δὲ καλούμενα ὑπάλληλα μέσα, ἃ καὶ γένη καὶ εἴδη πρὸς
ἄλλο καὶ ἄλλο. λέγεται δὲ ἡ μὲν οὐσία γένος γενικώτατον, ὁ δὲ ἄνθρωπος εἶδος εἰδικώτατον, τὰ δὲ λοιπὰ καὶ γένη καὶ εἴδη πρὸς ἄλλο καὶ ἄλλο λαμβανόμενα· τὸ γὰρ σῶμα εἶδος μέν ἐστι τῆς οὐσίας γένος δὲ τοῦ ἐμψύχου,
καὶ τὸ ἔμψυχον εἶδος μὲν τοῦ σώματος γένος δὲ τοῦ ζῴου, καὶ τὸ ζῷον εἶδος μὲν τοῦ ἐμψύχου γένος δὲ τοῦ ἀνθρώπου, ὁ δὲ ἄνθρωπος εἶδος μὲν τοὺ ζῴου, οὐκέτι δὲ καὶ γένος· κατηγορεῖται γὰρ οὐ διαφερόντων
τῷ εἴδει ἀλλὰ τῷ ἀριθμῷ, οἷον Σωκράτους Ἀλκιβιάδου· οὐκ ἔστιν οὖν γένος, ἀλλ’ οὐδὲ ἄτομον, ἐπειδὴ τῶν κατὰ μέρος ἀτόμων ἐστὶ περιεκτικόν·
λείπεται ἄρα τὸν ἄνθρωπον εἶδος εἰδικώτατον εἶναι. φησὶν οὖν ὅτι ἡ τοῦ εἴδους ἀποδοθεῖσα ὑπογραφὴ ὑστέρα οὐ παντὶ εἴδει ἐφαρμόζει· οὐ γὰρ δὴ καὶ τῷ ζῴῳ καὶ τῷ ἐμψύχῳ, ἀλλὰ μόνοις τοῖς εἰδικωτάτοις εἴδεσιν, οἷον ἀνθρώπῳ καὶ ἵππῳ καὶ κυνί, ἃ μόνως ἐστὶν εἴδη.
μὲν οὐσία τὸ γενικώτατον καὶ ὃ μόνον γένος (οὐδὲν γὰρ πρότερον τῆς
233 οὐσίας), ὁ δὲ ἄνθρωπος εἰδικώτατον καὶ ὃ μόνον εἶδος οὐδὲν γάρ ἐστι 234 μετὰ τὸν ἄνθρωπον ἐν τοῖς καθόλου), τὸ δὲ σῶμά ἐστι καὶ γένος καὶ εἶδος, ἀλλ’ εἶδος μὲν τῆς οὐσίας γένος δὲ τοῦ ἐμψύχου, τὸ δὲ ἔμψυχον εἶδος μέν ἐστι τοῦ σώματος γένος δὲ τοῦ ζῴου· ζῷον γὰρ λέγεται τὸ ἔμψυχον
καὶ αἰσθήσεως μετέχον, ἔμψυχον δέ ἐστι τὸ τρεφόμενον καὶ αὐξανόμενον καὶ γεννῶν ὅμοιον ἑαυτῷ· τὰ οὖν φυτὰ τούτων μετέχοντα τῶν
δυνάμεων ἔμψυχα μέν ἐστιν, οὐ μέντοι καὶ ζῷα. τὰ δὲ ὄστρεα καὶ οἱ σπόγγοι ἔμψυχά τέ ἐστι καὶ πρὸς τούτοις μετέχει τῆς αἰσθητικῆς δυνάμεως προσιόντος γὰρ αὐτοῖς τινος ἀντιτύπου συστέλλονται, ἀπιόντος δὲ ἥδονται),
καὶ κατά τι μὲν τοῖς φυτοῖς ὅμοιά ἐστι τὸ ἐρριζῶσθαι καὶ τρέφεσθαι, κατά τι δὲ τοῖς ζῴοις τὸ αἰσθάνεσθαι. πάλιν τὸ ζῷον εἶδος μὲν τοῦ ἐμψύχου γένος δὲ τοῦ λογικοῦ, καὶ τὸ λογικὸν γένος μέν ἐστι τοῦ θνητοῦ
εἶδος δὲ τοῦ ζῴου, καὶ τὸ θνητὸν εἶδος μὲν τοῦ λογικοῦ γένος δὲ τοῦ ἀνθρώπου.
αὐτὸ οὐκ ἔχει· οὐδὲν γάρ ἐστι μετ’ αὐτὸ εἶδος. τὰ δὲ μέσα δύο ἔχει σχέσεις, τήν τε πρὸς τὰ πρὸ αὐτῶν, καθ’ ἣν εἴδη λέγεται, καὶ τὴν πρὸς
τὰ μετ’ αὐτά, ἀλλὰ κατὰ μὲν τὴν πρώτην σχέσιν εἴδη λέγονται, κατὰ δὲ τὴν δευτέραν γένη. τὰ δὲ ἄκρα μίαν ἔχει σχέσιν τό τε γενικώτατον καὶ τὸ εἰδικώτατον.
ἀλλ’ οὐ τὴν αὐτὴν ἔχει σχέσιν καὶ πρὸς τὰ πρὸ αὐτοῦ· ὁ γὰρ ἄνθρωπος Σωκράτους καὶ Πλάτωνος οὐ λέγεται γένος, ἀλλ’ εἶδος ὡς περιέχον τὰ ἄτομα.
εἰδικώτατον, νῦν λοιπὸν ὑπογράφει αὐτὰ καί φησι, τί μὲν τὸ γενικώτατον γένος, ὅτι ὃ γένος ὂν οὐκ ἔστιν εἶδος καὶ ὑπὲρ ὃ οὐκ ἂν εἴη ἄλλο
ἐπαναβεβηκὸς γένος, τί δὲ τὸ εἰδικώτατον, ὃ εἶδος ὂν οὐκ ἔστι γένος καὶ ὃ οὐκ ἄν διελοίμεθα εἰς εἴδη, τί δὲ ἰά ὑπάλληλα, ὅτι τὰ αὐτὰ καὶ γένη καὶ εἴδη τυγχάνει. περὶ τούτων οὖν θέλει διαλεχθῆναι,
καὶ σαφηνείας χάριν παραλαμβάνει παράδειγμα τὸ τῆς γενεαλογίας· φησὶ γὰρ ὅτι ὥσπερ ἐπὶ τῶν γενεαλογιῶν ἐστιν ὁ Ζεὺς ἀρχή τις καὶ μόνος πατήρ, οὐκέτι δὲ εἰ τύχοι υἱός, ὁ ὸὲ Ὀρέστης εἰ τύχοι μόνος υἱός, 242 ὁ δ’ Ἀγαμέμνων πατὴρ μὲν τοὐ Ὀρέστου, υἱὸς δὲ τοῦ Ἀτρέως, ὁ δὲ 243 Ἀτρεὺς πατὴρ μὲν τοῦ Ἀγαμέμνονος, οἱὸς δὲ τοῦ Πέλοπος, οὔτω καὶ ἐπὶ
μόνως γένη, ὡς ἡ οὐσία, τὰ δὲ μόνως εἴδη, ὡς ὁ ἄνθρωπος.
Πορφύριος ἐπιλύεται· ὑπέλαβε γὰρ ἄν τις, μήποτε ὡς ἐπὶ τῶν γενεαλογιῶν σειραὶ σχεδὸν ἐπὶ μίαν ἀρχὴν ἀνατρέχουσι, φέρε εἰπεῖν τὸν Δία (πάντων
γὰρ τῶν ὄντων ἡ μυθοποιία πατέρα ἀνδρῶν τε καὶ θεῶν καλεῖ τὸν Δία), οὕτως καὶ ἐνταῦθα πᾶσαι αἱ κατηγορίαι ἐπὶ μίαν τινὰ ἀρχὴν ἀνατρέχουσιν, οἷον τὴν τοῦ ὄντος· καὶ γὰρ καὶ ἡ οὐσία ὄν ἐστι καὶ τὸ ποσὸν καὶ αἱ ἄλλαι κατηγορίαι. καὶ εἰ τοῦτο οὕτως, οὐκέτι ἔσονται γένη δέκα γενικώτατα, ἀλλὰ τὸ ὂν πάντων ἕν τι κοινὸν γένος. τοῦτ’ οὖν ἐπισημηνάμενος
ὁ Πορφύριός φησι μὴ εἶναι τὸ ὂν γένος τῶν κατηγοριῶν.
καὶ εἰς ὁμοιομερῆ μὲν διαιροῦν.ται φλέβες, ἀρτηρίαι, ὀστᾶ, ταῦτα γὰρ διαιρούμενα
ἔχει τὰ μέρη καὶ ἀλλήλοις ὅμοια καὶ τῷ ὅλῳ, εἰς ἀνομοιομερῆ δέ, ὡς ὅταν εἴπωμεν, ὅτι τοῦ σώματος τὸ μέν ἐστι κεφαλὴ τὸ δὲ χεὶρ τὸ δὲ πούς), ἢ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα, ὡς ὅταν εἴ- 245 246 πωμεν, τοῦ κονὸς ὁ μὲν ἐστι χερσαῖος ὁ δὲ θαλάττιος ὁ δὲ ἀστρῷος, ἐὰν 247 οὖν δειχθῇ ὅτι τὸ ὂν οὔτε ὡς γένος εἰς εἴδη οὔτε ὡς ὅλον εἰς μέρη διαιρεῖται εἰς τὰς κατηγορίας, λείπεται ὡς ὁμώνυμος φωνὴ τέμνεσθαι εἰς διάφορα σημαινόμενα. ὅτι μὲν οὗν οὐ διαιρεῖται ὡς γένος εἰς εἴδη, ἐν-
τεῦθεν δῆλον· τὸ γένος διαιρούμενον εἴς εἴδη πᾶσι τοῖς εἴδεσιν ἐξ ἴσου
πάρεστι, καὶ οὐ θεωρεῖται ἐν τοῖς εἴδεσι τὸ πρῶτον καὶ τὸ ὕστερον καὶ τὴν τοῦ γένους μετοχήν (οὐδὲ γὰρ μᾶλλον ὁ ἄνθρωπος τοῦ ἵππου ζῷόν ἐστι. καὶ πάλιν ἀναιρεθέντος ἑνὸς εἴδους οὐκ ἀνάγκη τὰ λοιπὰ εἴδη ἀναιρεθῆναι· ἀναιρεθέντος γὰρ τοῦ ἀνθρώπου οὐκ ἀναιρεῖται τὸ ζῷον οὐδὲ τὰ
λοιπὰ εἴδη οἷον ἵππος καὶ κύων τὰ ἄλλα)· εἰ οὖν τὸ ὃν διαιρεῖται εἰς τὰς δέκα κατηγορίας ὡς γένος εἰς τὰ εἴδη, οὐκ ἔδει ἐν αὐταῖς εἶναι τὸ πρῶτον
καὶ τὸ δεύτερον οὐδὲ τὸ μὲν αὐτῶν μᾶλλον τοῦ ὄντος μετέχειν τὸ δὲ ἧττον. νῦν δὲ ἔστι τὸ πρῶιον καὶ τὸ ὕστερον· πρότερον γὰρ λέγομεν τὴν οὐσίαν καὶ τὰ λοιπὰ καθεξῆς, εἴ γε ἀναιρουμένης συναναιρεῖται καὶ τὰ
συμβεβηκότα. ὅθεν καὶ μᾶλλον αὐτὴν τοῦ ὄντος μετέχειν φαμέν, εἴπερ ἡ οὐσία τοῖς συμβεβηκόσι τὸ εἶναι δίδωσι (ἐν αὐτῇ γὰρ ὑφεστήκασι) αὕτη μὲν τῶν συμβεβηκότων αὐιῇ εἰς τὸ εἶναι οὐ δεῖται, τὰ δὲ συμβεβηκότα
οὐκ ἂν εἴη μὴ οὔσης αὐτῆς, ᾗ καὶ συμβέβηκε· τὸ γὰρ συμβεβηκός τινι προεπινοούμενον ἔχει τὸ ᾧ συμβέβηκεν. οὐκ ἄρα τὸ ὂν ὡς γένος εἰς
εἴδη διαιρεῖται εἰς τὰς δέκα κατηγορίας· οὐ γὰρ ἂν ἑνὸς εἴδους ἀναιρεθέντος ἀναρεῖται τὸ γένος, ὡς εἴπομεν. νῦν δὲ τῆς οὐσίας ἀναιρεθείσης ἀναιροῦνται καὶ αἷ λοιπαὶ κατηγορίαι· ἐν αὐτῇ γὰρ τὸ εἶναι ἔχουσιν. οὐκ ἄρα τὸ ὂν ὡς γένος διαιρεῖται. ὥστε οὐ δύναται τὸ ὂν διαιρεῖσθαι εἰς
τὰς δέκα κατηγορίας ὡς γένος εἰς εἴδη. λέγω δὲ οὐδὲ ὡς· ὅλον εἰς μέρη· 248 τοῦτο γὰρ ἢ ὡς ὁμοιομερὲς ἢ ὡς ἀνομοιομερὲς διαιρεῖται, ὡς εἴρηται. 249 καὶ ὁμοιομερὲς μέν ἐστι τὸ ἔχον τὰ μέρη ὅμοια τῷ ὅλῳ, ὡς τὰ μέρη ὀνομάζεσθαι τῷ τοῦ ὅλου ὀνόματι καὶ μηδὲν ἀλλήλων διαφέρειν· τοῦ γὰρ ξύλου τὰ μέρη ξύλον ἕκαστον προσαγορεύεται καὶ οὐδὲν ἀλλήλων διαφέρει,
ὁμοίως δὲ καὶ τοῦ νεύρου τὸ μέρος τῇ τοῦ ὅλου φωνῇ προσαγορεύεται καὶ ἡ σὰρξ καὶ ἡ φλέψ. ἀδύνατον ἄρα τὸ ὂν ὡς ὁμοιομερὲς διαιρεῖσθαι εἰς
τὰς δέκα κατηγορίας· τὰ γὰρ μέρη, τοῦτ’ ἔστιν αἱ κατηγορίαι, εἰ καὶ τῇ τοῦ ὅλου προσηγορίᾳ προσαγορεύονται (ὄντα δὲ πᾶσαι καλοῦνται), ἀλλ’ ἀλλήλων διαφέρουσιν ὀνόματι καὶ πράγματι καὶ οὐκ εἰσὶν ὅμοιαι ἀλλήλαις·
ἄλλο γὰρ σημαίνει ἡ οὐσία καὶ ἄλλο τὸ ποσόν. πάλιν τὸ ὡς ἀνομοιομερὲς διαιρούμενον οὐκ ἔχει τὰ μέρη ὀνομαζόμενα τῇ τοῦ ὅλου προσηγορίᾳ, ἃ
καὶ διαφέρει ἀλλήλων· οἷον τοῦ προσώπου τὰ μέρη ἐστὶν ἡ ῥὶς καὶ οἱ ὀφθαλμοί, ἃ οὔτε τῷ τοῦ ὅλου ὀνόματι προσαγορεύεται οὔτε ἀλλήλοις ἐστὶν ὅμοια· οὐ γὰρ τὴν ῥῖνα εἴποιμεν ἂν πρόσωπον ἢ τὸν ὀφθαλμόν. οὐδὲ
οὖν ὡς ἀνομοιομερὲς τὸ ὃν δύναται διαιρεῖσθαι· εἰ γὰρ καὶ τὰ μέρη εἰσὶν ἀλλήλων διαφέροντα καὶ ὀνόματι καὶ πράγματι καὶ διὰ τοῦτο δόξει ἀνομοιομερὲς εἶναι τὸ ὄν, ἀλλ’ οὖν τῷ τοῦ ὅλου ὀνόματι τὰ μέρη προσαγορεύεται (ὃν γάρ ἐστι καὶ ἡ οὐσία καὶ τὸ ποσὸν καὶ τὸ ποιόν), τὰ δ’ ἀνομοιομερῆ
τῷ τοῦ ὅλου ὀνόματι οὐ προσαγορεύεται. εἰ οὖν μήτε ὡς ὁμοιομερὲς
μήτε ὡς ἀνομοιομερὲς τὸ ὂν δύναται εἰς τὰς δέκα κατηγορίας διαιρεῖσθαι, ἐδείχθη δὲ ὅτι οὐδὲ ὡς γένος εἰς εἴδη, λείπεται ἄρα ὡς φωνὴ ὁμώνυμος εἰς διάφορα σημαινόμενα διαιρεῖσθαι.
νῦν δὲ ὑποκείσθω μόνον ὡς ὁμολογούμενον.
ἀλλ’ οὐ συνωνύμως.
οἷον ὁ ἀστρῷος κύων καὶ ὁ χερσαῖος· κοινωνοῦντες γὰρ τῷ ὀνόματι διαφέρουσι τοῖς πράγμασι τοῖς ὑπὸ τῶν ὀνομάτων σημαινομένοις, συνώνυμα δέ ἐστιν, ὧν καὶ τὸ ὄνομα κοινὸν καὶ ὁ κατὰ τὸ ὄνομα ὁρισμός,
οἷον καὶ ὁ ἄνθρωπος καὶ ὁ ἵππος ζῷον ἑκάτερον· καὶ γὰρ ὄνομα κοινὸν ἔχουσι τὸ τοῦ ζῴου καὶ ὁρισμὸν τὸν αὐτὸν τὸν κατὰ τὸ ζῷον, ὅς ἐστιν οὐσία
ἔμψυχος αἰσθητική. φησὶν οὖν ὅτι εἰ καὶ πάντα ὄντα καλοῦμεν, ὁμωνύ- μως λέγομεν, οὐ συνωνύμως· καθὰ γὰρ εἴρηται, ὁμώνυμά ἐστι τὰ μόνου ὀνόματος κοινωνοῦντα, συνώνυμα δὲ τὰ καὶ τοῦ ὀνόματος καὶ τοὐ ὁρισμοῦ. τὸ οὖν ὂν μόνου ὀνόματος κοινωνίαν παρέχει τοῖς ὑπ’ αὐτό (λέγονται ὄντα αἱ δέκα κατηγορίαι), οὐκέτι δὲ καὶ κατὰ τὸν τοῦ ὀνόματος ὁρισμὸν
κοινωνοῦσιν ἀλλήλοις· ἄλλη γὰρ ἄλλου κατηγορία, καθὸ τὸ εἶναι ἔχει, ὀνόματός τε καὶ τοῦ κατὰ τοὔνομα τετύχηκεν ὁρισμοῦ. ὅθεν ὡς ὁμώνυμος φωνὴ τὸ ὂν εἰς δέκα κατηγορίας διαιρεῖται τὰς γενικωτάτας, εἰς ουσιαν ποσὸν ποιὸν πρός τι ποῦ πότε ποιεῖν πάσχειν κεῖσθαι ἔχειν.
δὲ διαφοραῖς ἀντὶ τοῦ ταῖς οὐσιώδεσι διαφοραῖς, οἷον τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον· εἰσὶ γὰρ καὶ μὴ οὐσιώδεις διαφοραί.
ἐστιν οὔτ’ ἐπιστήμη, ἀλλὰ μόνων τῶν καθόλου.
φησὶν οὖν ὅτι τὰ μὲν γενικώτατα καὶ πεπερασμένον ἔχει ἀριθμὸν καὶ ἡμῖν γνώριμον (δέκα γάρ εἰσι τὰ γενικώτατα γένη), τὰ δὲ εἰδικώτατα εἴδη, οἷον ἄνθρωπος ἵππος βοῦς κύων ἄμπελος ἐλαία, μεθ’ ἃ ἡ τῶν ἀτόμων
ἐστὶ διαίρεσις, τῇ μὲν αὑτῶν φύσει πεπερασμένα εἰσὶ καὶ αὐτά, ἡμῖν δὲ ἄγνωστα ἄλλων ἄλλοις τόποις γινομένων. ὅτι δὲ πεπερασμένα ἐστὶν ὅσα
ποτ’ ἄν εἴη, δείξομεν λαβόντες λημμάτιόν τι ἐναργές, ὅτι τοὺ ἀπείρου μεῖζον οὐκ ἔστι πλῆθος. τούτου τοίνυν προληφθέντος ὑποκείσθω τὰ εἴδη
τὰ εἰδικώτατα ἄπειρα εἶναι. ἐπεὶ οὖν καθ’ ἕκαστον εἶδος πολλά ἐστιν ἄτομα (ἓν γὰρ ὂν τὸ ἀνθρώπειον εἶδος εἰς μυρία ἴσα διαιρεῖται ἄτομα 260 κατὰ μέρος ἀνθρώπους, ὁμοίως καὶ τὸ ἵππειον εἶδος ἓν ὂν πλεῖστα ἔχει 261 τὰ ὑφ’ αὑτὸ ἄτομα, καὶ ἐπὶ τῶν λοιπῶν ἑκάστου ὡσαύτως), παντὶ δῆλόν 262 ἐστιν, ὡς τοῦ παντὸς τῶν εἰδῶν ἀθροίσματος πολλαπλάσιόν ἐστι καθ’ ὑπερ(?) βολὴν τὸ τῶν ἀτόμων ἄθροισμα. εἰ δὲ πολλαπλάσιά ἐστι τῶν εἰδῶν τὰ
ὑπὸ τὰ εἴδη ἄτομα, ἄπειρος δέ ἐστιν ὁ τῶν εἰδικωτάτων εἰδῶν ἀριθμός, ὁ ἄρα τῶν ἀτόμων ἀριθμὸς μείζων ἐστὶ τοῦ ἀπείρου τῶν εἰδῶν ἀριθμοῦ καὶ πολλαπλάσιος. εἰ οὖν ἀδύνατον τοῦ ἀπείρου πολλαπλάσιον εἶναι ἢ ὅλως
μεῖζον, ἀδύνατον ἄρα τὸν τῶν εἰδῶν ἀριθμὸν εἶναι ἄπειρον· αὐτῷ γὰρ τῷ λέγειν μείζονα εἶναι ἀριθμὸν ἀριθμοῦ, ὁρίζομεν καὶ περατοῦμεν τὸν ἐλάττονα·
ὁ γὰρ μείζων τινὸς ὑπάρχων ὑπεροχῇ τινι μείζων ἐστίν· ἀφαιρουμένης οὖν τῆς ὑπεροχῆς ὥρισται τὸ λοιπὸν καὶ πεπέρασται. οὕτω μὲν οὖν ἐδείχθη, ὅτι τὰ εἰδικώτατα εἴδη οὐκ ἔστιν ἄπειρα. ὁμοίως δὲ δείξομεν, ὅτι οὐδὲ τὰ ἄτομα τὰ ὑπὸ τὰ εἰδικώτατά ἐστιν ἄπειρα, καίτοι πολλαπλασίονα
τῶν εἰδῶν ὄντα· εἰ γάρ τις λέγει τὰ ἄτομα ἄπειρα εἶναι, ἤτοι τὰ
ὑφ’ ἕκαστον εἶδος ἄτομα ἄπειρα λέξει (οἶον φέρε τὰ τοῦ ἀνθρωπείου αὐτὰ καθ’ αὑτὰ ἄπειρα, ὁμοίως καὶ τὰ τοῦ ἱππείου εἴδους ἄτομα καὶ ταῦτα ἄπειρα, καὶ ἰὰ ὑφ’ ἕκαστον τῶν λοιπῶν εἰδῶν ὁμοίως), ἢ τὰ μὲν ὑφ’ ἕκαστον εἶδος ἄτομα πεπερασμένα φησὶν εἶναι, τὸ δὲ ἐκ πάντων ὁμοῦ τῶν ὑπὸ πάντα τὰ εἴδη ἀτόμων ἄθροισμα ἄπειρον εἶναι. εἰ μὲν οὖν
τὰ ὑφ’ ἕκαστον εἶδος ἄτομα ἄπειρα εἶναι λέγει, συμβήσεται πάλιν τοῦ ἀπείρου μεῖζον εἶναί τι καὶ πολλαπλάσιον· ἐπεὶ γὰρ οἱ κατὰ μέρος ἄνθρωποι ἄπειροι καὶ οἱ κατὰ μέρος ἵπποι ἄπειροι, τὸ ἐξ ἀμφοῖν ἄρα διπλάσιον ἔσται τοῦ ἀπείρου καὶ τὸ ἐκ πάντων πολλαπλάσιον, ὅπερ ἄτοπον. ἀδύνατον ἄρα τὰ ὑφ’ ἕκαστον εἶδος ἄτομα ἄπειρα εἶναι. εἰ γοῦν τὰ ὑφ’
ἕκαστον εἶδος ἄτομα πεπερασμένα ἐστίν, καὶ τὸ ἐκ πάντων ἄρα συγκείμενον
πλῆθος πεπερασμένον ἐστί· τὸ γὰρ ἐκ πεπερασμένων συγκείμενον πεπερασμένον ἐστίν. ὥστε πεπερασμένος ἐστὶν ὁ τῶν ἀτόμων ἀριθμός, τῷ δὲ ἀεὶ γίνεσθαι εἰς τὸ πᾶν ἀίδιον ὂν τὴν ἀπειρίαν ἔχει, ὥσπερ καὶ ὁ ἀριθμὸς λέγεται ἄπειρος τῷ ἀεὶ δύνασθαι αὔξεσθαι καὶ μὴ ἐλλείπειν, ὁ μέντοι 263 ἔνεργείᾳ λαμβανόμενος ἀεὶ πεπέραστοι. ὁμοίως δὲ δείκνοται καὶ ἡ ψάμμος 264 μος πεπερασμένη, ὅθεν καὶ ὁ χρησμὸς
τὸ ἐξ ἀμφοῖν μεῖζον θατέρου ποιεῖ, ἔσται ἄρα τοῦ ἀπείρου τι μεῖζον ὅπερ ἀδύνατον. οὐκοῦν τὰ μὲν εἰδικώτατα τῇ μὲν φύσει ὥρισται ἡμῖν δέ ἐστιν ἄγνωστα, τὰ δὲ ἄτομα τῇ μὲν φύσει οὐχ ὥρισται τῷ πάλιν καὶ πάλιν γίνεσθαι, ἡμῖν δὲ τὰ γινόμενα καὶ ἐνεργείᾳ. ὄντα καὶ τὰ ἤδη γεγενημένα,
εἰ ἀρχὴν ἔσχεν ἡ γένεσις, εἰ καὶ μὴ ἔγνωσται πόσα ἐστίν, ἀλλ’ οὖν γνωσθῆναι
ὅσον ἐπὶ τῇ φύσει τῇ ἑαυτῶν ἐδύνατο, ὥσπερ τὰ εἰδικώτατα εἴδη, ἐπειδήπερ καὶ δέδεικται ὡς ὡρισμένος ἐστὶν ὁ τούτων ἀριθμός.
τῶν εἰδικωτάτων εἰς τὰ γενικώτατα, τί δὲ κατιοῦσιν ἀπὸ τῶν γενικωτατων
ἐπὶ τὰ εἰδικώτατα.
πλήθει μὲν τὰ πράγματα στενοῦται, δυνάμει δὲ αὔξεται· ἰά γάρ εἴδη 267 τῶν μὲν ἀτόμων πλήθει ἐστὶν ἐλάττονα, δυνάμει δὲ ὑπέρκειται καὶ αὔξει. ὁμοίως δὲ καὶ τῶν εἰδῶν τὰ γένη, μέχρις ἂν εἰς ἓν τὸ γενικώτατων φθάσωμεν. καὶ τοῦτο εἰκότως· ἐπειδὴ γὰρ μία ἐστὶν ἡ πάντων αἰτία καὶ ἀρχή, διὰ τοῦτο τὰ μὲν ταύτῃ πλησιάζοντα στενοῦται πλήθει, αὔξεται δὲ
δυνάμει, τὰ δὲ πορρωτέρω αὐτῆς ὄντα τὸ ἔμπαλιν πληθύνεται μὲν ἀριθμῷ,
μειοῦται δὲ δυνάμει.
περὶ γένους καὶ εἴδους τί ἐστιν ἑκάτερον βούλεται προσθεῖναι, πῶς χρησίμη ἐστὶν ἡ περὶ αὐτῶν θεωρία ἐν τῇ λογικῇ πραγματείᾳ· ἐπειδὴ γὰρ ἡ λογικὴ πραγματεία καταγίνεται περὶ τὴν ἀπόδειξιν, ἡ δ’ ἀπόδειξίς
ἐστι συλλογισμός τις, ἐν δὲ τῷ συλλογισμῷ δεόμεθα προτάσεων, ἡ δὲ πρότασις ἐκ δύο ὅρων σύγκειται, ὧν ὁ μέν ἐστιν ὑποκείμενος ὁ δὲ κατηγορούμενος,
καὶ ὑποκείμενος μέν ἐστι περὶ οὗ ὁ λόγος, κατηγορούμενος δὲ ὁ περὶ ἐκείνου λεγόμενος, οἷον Σωκράτης περιπατεῖ (ὑπόκειται μὲν γὰρ Σωκράτης περὶ οὗ ὁ λόγος, κατηγορεῖται δὲ τὸ περιπατεῖν, ὅπερ κατ’ ἐκείνου λέγεται· πάλιν ἐὰν εἴπω ὅτι ἡ ψυχὴ αὐτοκίνητος, ὑπόκειται μὲν ἡ
ψυχή, κατηγορεῖται δὲ τὸ αὐτοκίνητον, καὶ ἐπὶ πάσης προτάσεως ὡσαύτως)·
βούλεται περὶ τῶν γενῶν καὶ εἰδῶν τίνα τίνων κατηγορεῖται εἰπεῖν καὶ τίνα τίσιν ὑπόκειται. καὶ ἵνα γνῶμεν, πῶς συμπλεκόμενα προτάσεις ποιοῦσιν, ἐξ ὧν ὁ συλλογισμὸς γίνεται, περὶ ὃν ἡ λογικὴ καταγίνεται πραγματεία, φησὶν ὅτι τὸ μὲν γένος ἀεὶ τοῦ εἴδους κατηγορεῖται, οἷον τοῦ ἀνθρώπου τὸ ζῷον καὶ τούτου ἡ οὐσία, τὸ δ’ εἶδος οὐδέποτε τοῦ γένους
κατηγορεῖται· οὐ γὰρ ἀληθὲς εἰπεῖν, ὅτι ἡ οὐσία ζῷόν ἐστιν ἢ ὅτι τὸ ζῷον ἄνθρωπος. δῆλον οὖν ὅτι ἀεὶ τὰ μὲν γένη τῶν εἰδῶν κατηγορεῖται, τὰ δὲ εἴδη τῶν γενῶν οὐδέποτε. καὶ ἁπλῶς εἰπεῖν, δεῖ τὰ κατηγορούμενα ἢ ἐπὶ πλέον εἶναι τῶν ὑποκειμένων ὡς τὸ ζῷον τοῦ ἀνθρώπου, ἢ ἐξισάζειν ὡς τὸ γελαστικὸν τῷ ἀνθρώπω. τὰ δ’ ἐξισάζοντα καὶ ἀντικατηγορεῖται·
ὡς γὰρ λέγομεν, πᾶς ἄνθρωπος γελαστικόν, οὕτως καὶ πᾶν γελαστικὸν ἄνθρωπος.
ἔστι δὲ τοιοῦτον· ἐὰν τὸ εἶδος κατηγορῆταί τινος, κατὰ τοῦ αὐτοῦ
κατηγορηθήσεται καὶ τὸ τοῦ εἴδους αὐτοῦ γένος, καὶ τοῦτο γίνεται μέχρι τοῦ γενικωτάτου. οἷον τοὐ Σωκράτους κατηγορεῖται ὁ ἄνθρωπος τούτου δὲ κατηγορεῖται τὸ ζῷον· τοῦτο ἄρα καὶ κατὰ τοῦ Σωκράτους κατηγορηθήσεται. ὡσαύτως καὶ τὸ ἔμψυχον κατὰ τοῦ ζῴου, οὐκοῦν καὶ κατὰ τοῦ ἀνθρώπου καὶ κατὰ τοῦ Σωκράτους. πάλιν τὸ σῶμα κατὰ τοῦ ἐμψύχου
καὶ ἡ οὐσία κατὰ τοῦ σώματος, καὶ διὰ τοῦτο καὶ ἡ οὐσία καὶ τὸ
σῶμα κατὰ τοῦ ἐμψύχου καὶ κατὰ τοῦ ζῴου καὶ κατὰ τοῦ ἀνθρώπου καὶ κατὰ τοῦ Σωκράτους κατηγορηθήσονται.
ἐστὶ λευκόν.
278
γένοιντ’ ἂν αι αύται.
ἐστιν. ἰστέον οὖν ὅτι τὸ γένος ἔχει τινὰς ἰδιότητας καὶ τὸ εἶδος καὶ τὸ
ἄτομον. ἀλλ’ αἱ μὲν τοῦ γένους καὶ τοῦ εἴδους πλείοσιν ὑπάρχειν δύνανται, αἱ δὲ τοῦ ἀτόμου ἀθροιζόμεναι ἐκείνῳ μόνῳ τῷ ἀτόμῳ καὶ οὐδενὶ ἄλλῳ. οἷόν τι λέγω· εἰσὶν ἰδιότητες τοῦ γένους, οἷον τοῦ ζῴου, ἡ οὐσία τὸ ἔμψυχον τὸ αἰσθητικόν· αὗται δὲ πλείοσιν ὑπάρχουσι· καὶ γὰρ ἀνθρώπῳ καὶ ἵππῳ καὶ κυνὶ καὶ τοῖς κατὰ μέρος ζῴοις. ἔλθωμεν ἐπὶ τὸ εἶδος οἷον
τὸν ἄνθρωπον· ἰδιότητες αὐτοῦ τὸ ζῷον τὸ λογικὸν τὸ θνητὸν τὸ ἐπιστήμης
δεκτικόν· πᾶσι τοῖς ἀνθρώποις ταῦτα πάντα ὑπάρχει. ἔλθωμεν ἐπὶ τὸ ἄτομον οἷον τὸν Σωκράτην· ἰδιότητες αὐτοῦ τὸ φιλόσοφον τὸ φαλακρὸν τὸ προγάστορα εἶναι τὸ Σωφρονίσκου υἱὸν τὸ Ἀθηναῖον καὶ εἴ τι τοιοῦτον. ἕκαστον οὖν τούτων καθ’ ἑαυτὸ μὲν δύναται καὶ ἄλλοις ὑπάρχειν (εἰσὶ
καὶ ἄλλοι φαλακροὶ καὶ σιμοὶ καὶ φιλόσοφοι καὶ Ἀθηναῖοι, εἰ τύχοι δὲ καὶ Σωφρονίσκου υἱοί), τὸ δ’ ἐκ πάντων ἄθροισμα, τὸ φαλακρὸν τὸ φιλόσοφον
τὸ σιμὸν τὸ προγάστορα εἶναι καὶ ἐν τῷδε γενέσθαι τῷ χρόνῳ, μόνῳ Σωκράτει ὑπάρχει καὶ οὐδενὶ ἄλλῳ.
μὲν κατ’ ὀρθὴν πτῶσιν λέγομεν, τὰ δὲ κατά τινα τῶν πλαγίων, οἷον ὁ
πατὴρ υἱοῦ πατήρ (ἐνταῦθα πρὸς γενικὴν ἡ ἀπόδοσις, κατὰ δὲ δοτικὴν ἀπόδοσις, ἐὰν εἴπω ὁ φίλος φίλῳ φίλος, εἰ δὲ λέξω ὁ τύπτων τυπτόμενον τύπτει, πρὸς αἰτιατικήν)· ἐπεὶ οὖν τοῦθ’ οὕτως ἔχει, διὰ τοῦτο εἶπε τὸ μέρος ἄλλου, τὸ δὲ ὅλον ἐν ἄλλοις· λέγομεν γὰρ τὸ μὲν μέρος τοῦ
ὅλου μέρος καὶ ποιοῦμεν τὴν ἀπόδοσιν πρὸς γενικὴν δηλονότι, τὸ δὲ ὅλον
οὐκέτι λέγομεν μέρους ὅλον (οὐ γὰρ σύγκειται ὃ ὅλον ἐξ ἑνὸς μέρους ἐκ πολλῶν), ἀλλὰ λέγομεν τὸ ὅλον τοῖς μέρεσιν ὅλον, καὶ γίνεται ἡ ἀπόδοσις πρὸς δοτικήν· τοῖς γὰρ μέρεσίν ἐστιν ὅλον τὸ ὅλον. καλῶς οὖν εἶπε τὸ ὅλον οὐκ ἄλλου ἀλλ’ ἐν ἄλλοις. ἰστέον δὲ ὅτι δυνατὸν καὶ πρὸς
γενικήν, οὐχ ἑνικὴν ἀλλὰ πληθυντικήν, ἀποδοῦναι καὶ εἰπεῖν ‘τὸ ὅλον μερῶν ἐστιν ὅλον’, ἀλλ’ ὁ Πορφύριος τῇ πολλῇ χρήσει ἀκολουθεῖ πρὸς δοτικὴν ποιούμενος τὴν ἀπόδοσιν.
περὶ τοῦ εἴδους διελέχθη, ἤδη λέλεκται. νῦν οὖν περὶ τῆς διαφορᾶς
290 ποιεῖται τὸν λόγον καὶ τῷ εἰρημένῳ κανόνι πάλιν χρώμενος ἀπαριθμεῖται 291 τῆς διαφορᾶς τὰ σημ·αινόμτηα. ἵνα δὲ τοῖς μέλλουσι λέγεσθαι παρακολουθήσωμεν, εἴπωμεν οὕτως· ἡ διαφορὰ ἑτερότης ἐστί τινων πρὸς ἄλληλα. αὕτη οὖν ἡ ἑτερότης ἢ χωριστή ἐστι καὶ κατὰ συμβεβηκός, ἥτις πέφυκε
χωρίζεσθαι ἐκείνων ὧν ἐστιν ἑτερότης, ἢ ἀχώριστος. οἷον διαφέρουσιν ἀλλήλων τινὲς τῷ τὸν μὲν ἑστάναι τὸν δὲ καθῆσθαι, καὶ δύναται ὁ καθήκαθήμενος στῆναι καὶ ὁ ἱστάμενος καθῆσθαι, καὶ διαφέρουσι κτὰ τοῦτο ἀλλήλων·
αὕτη οὖν ἡ διαφορὰ λέγεται χωριστή, ἣν καλεῖ ὁ Hορφύριος κοινῶς, ἐπειδήπερ οὐκ ἰὑ̣ωρισuένω,́ τῷδέ τινι ὑπάρχει, ἀλλὰ κοινῶς πᾶσι.
καὶ αὕτη μέν ἐστι χωριστὴ καὶ κατὰ συμβεβηκὸς ἡ διαφορά. εἰ δ’ ἀχώρισιος ἡ διαφορὰ ὑπάρχει, ἢ καθ’ αὑτὸ ὑπάρχει, τοὐτ’ ἔστι συμπληρωτική ἐστι τῆς τοῦ ὑποκειμένου οὐσίας, ἢ κατὰ κατὰ συμβεβηκός, τοῦτ’ ἔστι μηδὲν συντελοῦσα εἰς τὸ εἶναι τοῦ πράγματος. καὶ αὕτη μέν· ἐστιν ἀχώριστος
καὶ κατὰ συμβεβηκὸς οἷον γρυπότης σιμότης γλαυκότης· διαφέρουσι γὰρ
ἀλλήλων τινὲς τῷ τὸν μὲν σιμὸν εἶναι τὸν δὲ γρυπόν. αὗται δὲ κτὰ συμβεβηκὸς μέν εἰσιν ὡς μὴ οὖσαι τῶν οὐσιῶν συμπληρωτικαὶ τῶν ὑποκειμένων ἠδύνατο γὰρ ὁ Σωκράτης μὴ εἶναι σιμός, καὶ ὅμως εἶναι Σωκράτης), ἀχώριστοι δέ (οὐ γὰρ πεφύκασι χωρίζεσθαι τοῦ ὑποκειμένου), ἃς καλεῖ ὁ Πορφύριος ἰδίως, ἐπειδὴ ἀφωρισμένως τῷδέ τινι ὑπάρχει τὸ σιμόν.
ἀχώριστον δέ ἐστι καὶ οὐ κατὰ συυͅσυμβεβηκὸς ἀλλὰ συuτͅληρωτικ̀ὸν τῆς οὐσίας οἷον τὸ λογικὸν τὸ θνητόν· διαφέρομεν μὰρ τῶν ἀλόγων ζῴων καθὸ ἡμεῖς μὲν λογικοί, ἐκεῖνα δὲ ἄλογα. ταύτην οὖν τὴν διαφορὰν ἰδιαίτάτα ἐκάλεσε. τῆς οὗν διαφορᾶς ἡ μὲν λέγεται κοινῶς ἡ δὲ ἰδίως ἡ δὲ ἰδιαίιατα· κοινῶς μὲν αἱ κατὰ συμβεβηκὸς καὶ χωρισταί, ἰδίως δὲ αἱ κτὰ
συμβεβηκὸς καὶ ἀχώριστοι, αἱ δὲ ἀχώριστοι μὲν συμτͅληοωτι .αὶ δὲ τῆς
οὐσίας τοῦ ὑποκειμένου καὶ οὖσαι καθ’ αὑτὸ ἰδιαίταια λέγονιαι. πρώτη 292 μὲν οὖν διαίρεσις τῶν διαφορῶν αὕτη. πάλιν δὲ ἐπιδιαιρῶν αὐτάς φησιν 293 ὅτι τῶν διαφορῶν αἱ μὲν ἀλλοῖον ποιοῦσι τὸ ὑποκείμενον, αἱ δὲ
ἄλλο, ἡ μὲν κοινῶς καὶ ἰδίως λεγομένη διαφορὰ ἀλλοῖον (ἀλλοῖον γὰρ καθέζεσθαι καὶ τὸ ἑστάναι καὶ ἀλλοῖον τὸ σιμὸν καὶ τὸ γρυπόν), αἱ δὲ
ἰδιαίτατα ἄλλο· ἄλλο γὰρ τὸ λογικὸν καὶ ἄλλο τὸ ἄλογον. τὸ μὲν γὰρ ἀλλοῖον κατά τι τῶν τοῦ πράγματος ἐναλλαγὴν ποιεῖται, τὸ δὲ ἄλλο πάντως ἕτερον ποιεῖ· τὸ μὲν γὰρ λογικὸν ζῷον ἄλλο παρὰ τὸ ἄλογον, ὁ δὲ καθεζόμενος τοῦ ἑστῶτος οὐκ ἄλλο, ἀλλοῖον δέ, ὁμοίως καὶ ὁ γρυπὸς τοῦ
σιμοῦ. τριχῶς οὖν τῶν διαφορῶν λεγομένων τῶν μὲν κοινῶς τῶν δὲ ἰδίως
τῶν δὲ ἰδιαίτατα περὶ τῶν ἰδιαίτατα παρὰ τοῖς φιλοσόφοις ὁ λόγος· αἱ γὰρ ἰδίως καὶ αἱ κοινῶς εἰς διαίρεσιν τῶν γενῶν οὐ χρησιμεύουσιν· οὐ|δεὶς 26v γὰρ λέγει ὅτι τῶν ζῴων τὰ μὲν κάθηται τὰ δὲ ἵσταται (οὐ γὰρ περιλαμβάνομεν), οὐδὲ ὅτι τὰ μὲν σιμὰ τὰ δὲ γρυπὰ διὰ τὸ αὐτό. εἰ δὲ μὴ εἰς τὴν διαίρεσιν χρήσιμοι, οὐδ’ εἰς τοὺς ὁρισμούς· μόναι ἄρα αἱ ἰδιαίτατα
χρησιμεύουσι.
εἰώθασι γὰρ οἱ παλαιοί, ὅταν ὀνόματί τινι τῶν φερομένων κέχρηνται, λέγειν ‘λέγεται’, ὅταν δὲ αὐτοὶ ὀνόματα θῶσιν, εἰώθασι τὸ ‘καλείσθω’ λέγειν ἢ
τὸ ‘λεγέσθω’.
Τοῦτ᾿ ἔστιν· αὗται αἱ διαφοραὶ κατὰ συμβεβηκὸς θεωροῦνται. ἀντὶ δὲ τοῦ εἰπεῖν ‘κατὰ συμβεβηκὸς’ εἶπεν ἐν τῖς τοῦ πῶς ἔχειν ἑτερότησιν, 297 τησιν, ἐπειδήπερ τὸ συμβεβηκὸς ἐν τῷ πῶς ἔχειν κατηγορεῖται.
φαλακρὸν καὶ κομήτην ἐπινοῆσαι. τὴν δὲ ἰδιαίτατα οὐκέτι χωρίσαι αὐτοῦ
οὐδὲ κατ’ ἐπίνοιαν δύναμαι· οὐδὲ γὰρ ἐπινοῆσαι τὸν ἄνθρωπον ἐκτὸς τοῦ λογικοῦ δυνατόν, ἐπειδὴ οὐκέτι ἔσται ἄνθρωπος· πάντες γὰρ ἄνθρωποι λογικοὶ καὶ πάντες θνητοί. ὥστε τὸν μὲν σιμὸν δύναμαι γρυπὸν νοῆσαι τοῦ αὐτοῦ ἀνθρώπου μένοντος, τὸν δὲ ἄνθρωπον οὐκέτι ἐκτὸς τοῦ λογικοῦ ἢ τοῦ θνητοῦ· οὐκέτι γὰρ ἄνθρωπος. ὥστε οὖν αἰ ἰδίως καὶ κοινῶς λεγόμεναι
διαφοραὶ χωρισταί εἰσιν· ὅταν γὰρ ὁ ἱστάμενος καθίσῃ, οὐκ ἐγένετο ἄλλος, ἀλλὰ μόνον ἀλλοῖος, ὡς δηλοῖ τοῦτο καὶ ὁ ποιητὴς περὶ τοῦ Ὀδυσσέως κατὰ τὰ περὶ αὐτὸν συμβεβηκότα μεταβεβλημένου ὑπὸ τῆς Ἀθηνᾶς λέγων
τὸν ἄνθρωπον παρὰ τὸν ἵππον, ἀλλά ἄλλον· ἄλλα γὰρ λέγομεν τὰ τῇ
οὐσίᾳ διαφέροντα. ὡς εἰρήκαμεν νῦν, οἷον ἄνθρωπον ἵππον.
γὰρ τί ἐστιν ἄνθρωπος, ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης οεκτικον.
μέν εἰσι χωρισταὶ αἱ δὲ ἀχώριστοι, καὶ ταύτῃ διακρίνονται αἱ κοινῶς τῶν ἰδίως καὶ ἰδιαίτατα. πάλιν τῶν διαφορῶν αἱ μὲν ποιοῦσιν ἄλλο αἱ δὲ ἀλλοῖον, καὶ ταύτῃ διακρίνονται αἱ ἰδιαίτατα τῶν ἰδίως καὶ κοινῶς. ἐκ τούτων οὖν τῶν ἀντιθέσεων, ἐξ ὧν διακρίνονται αἱ διαφοραὶ ἀλλήλων, γίνονται συζυγίαι ἕξ, ὧν αἱ δύο ὁμολογουμένως μέν εἰσιν ἀσύστατοι (οὐ γὰρ
συνίσταται τὸ χωριστὸν καὶ τὸ ἀχώριστον ἢ τὸ ἀλλοῖον καὶ ἄλλο), τῶν δὲ τεσσάρων συζυγιῶν τῶν λοιπῶν μία ἐστιν ἀσύστατος, ἡ χωριστὴ καὶ ἄλλο ποιοῦσα, αἱ δὲ λοιπαὶ τρεῖς συνίστανται· αἱ μὲν γὰρ χωρισταὶ καὶ ἀλλοῖον ποιοῦσαί εἰσιν αἱ κοινῶς, αἱ δὲ ἀχώριστοι καὶ ἄλλο ποιοῦσαι αἱ ἰδιαίτατα, αἱ δ’ ἀχώριστοι καὶ ἀλλοῖον αἱ κατά συμβεβηκός εἰσι καὶ ἰδίως 305 ὥσπερ ἡ γρυπότης. δόξειε δ’ ἂν καὶ ἕτερόν τι διάφορον εἶναι, τὸ τῶν 306 χωριστῶν καὶ ἄλλο ποιουσῶν· κατὰ ἀλήθειαν δὲ καὶ αὕτη ἡ συζυγία ἀσύστατός
ἐστι· τὸ μὲν γὰρ λογικὸν καθ’ αὑτὸ ὑπάρχει τῷ ἀνθρώπῳ (καθ αὑτὸ γὰρ ὁ ἄνθρωπος λογικὸς ὑπάρχει, διὸ καὶ ἄνθρωποι πάντες λογικοί),
τὸ δὲ γρυπὸν ἢ μέλαν ἢ ἑστάναι ἤ τι τῶν παραπλησίων οὐ καθ’ αὑτό· οὐ γὰρ καθὸ ἄνθρωπος. γρυπός ἐστιν ἡ μέλας ἤ τι τῶν λοιπῶν, ἐπεὶ ἔδει πάντας ἀνθρώπους μέλανας ἢ γρυποὺς εἶναι. ὥστε κἄν μὴ ᾖ τις γρυπὸς
ἢ μέλας, οὐδὲν ἧττον ἄνθρωπός ἐστιν. οὐδεμία ἄρα τῶν τοιούτων διαφορῶν ποιεῖ ἄλλο τι πρᾶγμα· ἀσύστατος ἄρα.
τοῦτ’ ἔστι τῶν εἰδοποιῶν, αἵτινες οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον· οὐ γὰρ λέγεταί τις μᾶλλον λογικὸς οὐδὲ μᾶλλον θνητὸς καὶ
ἧττον λογικὸς ἢ ἧττον θνητός· καὶ γὰρ καὶ οἱ μικροὶ παῖδες ὁμοίως εἰσὶ λογικοί, ἐμποδίζονται δὲ ὑπὸ τοῦ ὀργάνου πρὸς τὰς λογικὰς ἐνεργείας. καὶ ἀπλῶς δεῖ εἰδέναι, ὅτι ἐκεῖνα ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον, ὅσα περὶ τὰ αὐτὰ ὑποκείμενα συνίστανται ἐναντία ὄντα, ἅτινα καὶ μίγνυνται
ἀλλήλοις· οἷον λευκὸν λευκοῦ μᾶλλον γίνεται λευκὸν καὶ ἧττον, ἐπειδὴ τὸ
αὐτὸ ὑποκείμενον ποτὲ μὲν λευκὸν γίνεται ποιὲ δὲ μέλαν καὶ μίγνυται ταῦτα ἀλλήλοις, τὸ λευκὸν λέγω τῷ μέλανι, καὶ ποῦ μὲν καθαρώτερα ποῦ δὲ ἐπιμεμιγμένα συμβαίνει γίνεσθαι. ἐπὶ δὲ τῶν οὐσιῶν οὐκ ἔστι τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐπειδὴ οὐδὲ ἐναντίον ἐστὶ τῇ οὐσίᾳ, οὐδὲ τὸ λογικὸν
308 καὶ τὸ ἄλογον περὶ τὸ αὐτὸ ὑποκείμενον συνίστανται. εἰ δέ τις εἴποι ‘πῶς 309 οὖν ὁ Ἀριστοτέλης ἐν Κατηγορίαις εἶπεν “οὐσία δέ ἐστιν ἡ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα λεγομένη”; ἰδοὺ γὰρ “μάλιστα” εἶπεν ὡς ἂν τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδεχομένης’, φαμὲν ὡς πρῶτον μὲν ὡς πρὸς τὴν
ἡμετέραν γνῶσιν ἐκεῖνο λέγεται· πρώτην γὰρ εἶπε καὶ μάλιστα τὴν ἄτομον διὰ τὸ συνεγνῶσθαι μᾶλλον ἡμῖν καὶ πρώτην κατειλῆφθαι· ἐκ ταύτης γὰρ
χρόνῳ καὶ ἐπιστήμῃ προκόψαντες πρόιμεν καὶ ἐπὶ τὴν δευτέραν, τὴν κατὰ τὰ γένη καὶ εἴδη. ἔπειτα εἰ καὶ συγχωρήσειέ τις ἐν αὐταῖς τὸ μᾶλλον καὶ τὸ ἧττον εἶναι, οὐκ ἐν ταῖς κατὰ πλάτος ἔσται, ἀλλ’ ἐν ταῖς κατὰ
βάθος· οὐ γὰρ ἄνθρωπος ἀνθρώπου μᾶλλον ἄνθρωπος ἢ μᾶλλον λο|γικὸς 310 οὐδ’ ὁ ἵππος τοῦ βοὸς μᾶλλον ζῷον ἢ τούτων ὁ ἄνθρωπος, ἀλλ’ ἐν ταῖς κατὰ βάθος, ὡς εἶπον, δυνατόν πως θεωρῆσαι τοῦτο· αἱ γὰρ ἐπάνω τῶν ὑποκάτω τρανέστεραι, ὅσῳ καὶ ἀπολαύουσι τῶν κρειττόνων, οἷον μᾶλλον τὸ λογικὸν ἐν νῷ ἧττον δὲ ἐν τῇ ψυχῇ, καὶ μᾶλλον ἐν ἀγγέλοις, ἧττον δὲ
ἐν οὐρανίοις σώμασιν, εἴπερ καὶ αὐτὰ ἔμψυχά εἰσι καὶ λογικά, καὶ εἰ τοῦτο, μᾶλλον ἐν τούτοις ἢ ἐν ἡμῖν. καὶ ἄλλως· ἡ οὐσία μᾶλλον ἐν τῷ ζῴῳ ἢ
ἐν τῷ ἀνθρώπῳ, καὶ μᾶλλον ἐν τούτῳ ἢ ἐν τῷ Σωκράτει· εἰ γὰρ μὴ ἀμέσως ἡ οὐσία τῷ Σωκράτει, ἀλλὰ διὰ μέσου τοῦ ζῴου, κἀκ τούτου πάλιν διὰ μέσου τοῦ ἀνθρώπου ἐπιφοιτᾷ, πρόδηλον ὅτι τὰ πρώτως καὶ ἀμέσως
τινὸς μετέχοντα τῶν δευτέρων καὶ διὰ μέσου μετεχόντων μᾶλλον μετέχει, καὶ καλῶς εἴρηται, ὡς αἱ μὲν κατὰ πλάτος οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ
τὸ ἧττον, αἱ δὲ κατὰ βάθος ἐπιδέχονται· εἰ γὰρ αἱ κατὰ πλάτος ἐπεδέχοντο τὸ μᾶλλον καὶ τὸ ἧττον, οὐκ ἄν οὐδὲ ἡ αὐτὴ ἀπόστασις ἦν αὐτῶν ἀπὸ τοῦ γένους, τοῦ τε λογικοῦ φημι καὶ τοῦ ἀλόγου καὶ τοῦ θνητοῦ καὶ
τοῦ ἀθανάτου.
σφοδρὸν ἀποτελεῖ ψόφον ἡ δ’ ἀνειμένη ἐλάττονα. οὕτως οὗν οἱ φιλόσοφοι ἐπίτασιν μὲν λέγουσι τὴν σφοδρὰν ἀντίληψιν τοῦ πράγματος, ἄνεσιν δὲ τὴν ἐλάττονα.
εἰσι συμπληρωτικαί· οἱ δὲ ὁρισμοὶ τοῦ αὐτοῦ οἱ αὐτοί εἰσιν ἀεί· οὐ γὰρ ποτὲ μὲν ζῷον λογικὸν ὁ ἄνθρωπος ποτὲ δὲ οὔ, ἀλλ’ ἀεὶ ὡσαύτως οὔτε
ἐπίτασιν οὔτε ἄνεσιν ἐπιδεχόμενος.
γὰρ ἄλλο ἄλλου λευκότερον καὶ μελανώτερον.
τοῦ ζῴου εἰσὶ διαφοραί, καὶ εἰσὶν αὗται διαιρετικαὶ (τὸ γὰρ εἰς ταῦτα διαιρεῖται)· ἐὰν δὲ αἱ δυνάμεναι συμπλακῆναι ἅμα ληφθῶσιν
οἷον τὸ λογικὸν καὶ τὸ θνητόν, γίνονται συστατικαὶ τοῦ ἀνθρώπου διαφοραί· συνιστῶσι γὰρ καὶ συμπληροῦσιν αὐτοῦ τὴν φύσιν. δῆλον οὖν ὅτι αἱ μὲν διαιρετικαὶ διαφοραὶ χρησιμεύουσι πρὸς τὴν διαιρετικὴν μέθοδον, εἴπερ κατὰ ταύτας γίνονται αἱ τῶν γενῶν εἰς τὰ εἴδη διαιρέσεις, αἱ δὲ συστατικαὶ
εἰς τὴν ὁριστικήν, εἴπερ οἱ ὁρισμοὶ ἐκ γενῶν εἰσι καὶ τῶν τοιούτων
διαφορῶν. ἰστέον δ’ ὅτι συντιθέμεναι αὗται ποιοῦσι τέσσαρας συζυγίας, ὧν αἱ μὲν τρεῖς συνίστανται ἡ δὲ μία ἀσύστατός ἐστιν. οἷον ἔστω λογικὸν καὶ ἄλογον, θνητὸν καὶ ἀθάνατον. ἰδοὺ τοί|νυν λογικὸν καὶ θνητὸν συνίσταται, 319 ἔστι γὰρ ὁ ἄνθρωπος, λογικὸν καὶ ἀθάνατον ὁ θεός, ἄλογον δὲ καὶ θνητὸν ὁ ἵππος, οὐκ ἔστι δέ τι ἄλογον καὶ ἀθάνατον· ζητεῖται γὰρ περὶ
τῆς λοιπῆς συζυγίας, τῆς τοῦ ἀλόγου φημὶ καὶ τοῦ ἀθανάτου, πότερον συνέστηκε καὶ ἔστι τι ἄλογον καὶ ἀθάνατον, οἷόν τι δοκεῖ καὶ περὶ τῆς Σκύλλης ὁ ποιητὴς λέγειν
ἢ οὔ· οἱ μὲν γάρ φασιν εἶναί τι δαιμονίων ἀλόγων γένος ἀθάνατον, ὅπερ
δὴ μείονα ἐπέχει τάξιν, οὓς καὶ ἀποτρεπόμεθα. οἱ δέ φασι καὶ τὸ τοιοῦτον οῦτον γένος θνητὸν εἶναι· ὃ γάρ ἐστιν ἀθάνατον, καὶ λογικόν ἐστι πάντως. ἔλθωμεν καὶ ἐπὶ τὴν οὐσίαν, καὶ τὰ αὐτὰ εὑρήσομεν· καὶ γὰρ καὶ ἐνταῦθα δύο οὐσῶν ἀντιθέσεων, ἐμψύχου καὶ ἀψύχου, αἰσθητικοῦ καὶ ἀναισθήτου, καὶ τούτων συμπλεκομένων τρεῖς μόναι συνίστανται συζυγίαι, ἡ
δὲ λοιπὴ ἀσύστατός ἐστι· τὸ μὲν γὰρ ἔμψυχον καὶ αἰσθητικὸν τὸ ζῷον, τὸ δὲ ἔμψυχον καὶ ἀναίσθητον τὸ φυτόν, τὸ δὲ ἄψυχον καὶ ἀναίσθητον ὁ λίθος, ἄψυχον δὲ καὶ αἰσθητικὸν οὐδέν ἐστιν· ὃ γὰρ ἂν ἔχῃ αἴσθησιν, πολλῷ μᾶλλον τὴν φυσικὴν ἔχει ψυχήν· ὅπου γὰρ φυσική, οὐ πάντως καὶ αἰσθητική, ὅπου δὲ αἰσθητική, πάντως καὶ φυσική.
τῶν γὰρ εἰδοποιῶν διαφορῶν αἱ μέν εἰσι μόνως διαιρετικαὶ αἱ τῶν γενικωτάτων, αἱ δὲ μόνως συστατικαὶ αἱ τῶν εἰδικωτάτων, αἱ δὲ συστατικαί τε
καὶ διαιρετικαὶ αἱ τῶν ὑπαλλήλων· αἱ μὲν γὰρ τῆς οὐσίας διαφοραί, τὸ σῶμά φημι καὶ τὸ ἀσώματον, διαιρετικαὶ μόνως τῆς οὐσίας, οὐδαμῶς δὲ συστατικαί. αἱ δὲ τοῦ ἀνθρώπου διαφοραί, οἷον τὸ λογικὸν καὶ τὸ θνητόν, μόνως συστατικαὶ τοῦ ἀνθρώπου, αἱ δὲ τῶν μέσων, οἷον αἱ τοῦ ζῴου
τὸ θνητὸν καὶ ἀθάνατον, τὸ λογικὸν καὶ τὸ ἄλογον, καὶ συστατικαὶ καὶ διαιρετικαί,
διότι ἔχουσί τι πρὸ αὐτῶν ἐπαναβεβηκός· αἱ μὲν γὰρ ἐναντίαι διαιρετικαὶ τοῦ ζῴου, ὅτι αὗται διαιροῦνται εἰς ἕτερα εἴδη, οἷον τὸ θνητὸν καὶ ἀθάνατον (εἰς ταῦτα γὰρ διαιρεῖται τὸ ζῷον), καὶ τὸ λογικὸν καὶ ἄλογον ὁμοίως. αἱ δὲ ὑπάλληλοι τῶν εἰδῶν εἰσι συστατικαί· λογικὸν μὲν γὰρ καὶ θνητὸν ἀνθρώπου συστατικά, λογικὸν δὲ καὶ ἀθάνατον ἀγγέλου,
ἄλογον δὲ καὶ θνητὸν ἵππου, αἰ δὲ τοῦ ἀλόγου καὶ τοῦ θνητοῦ τῶν ἀλόγων
ζῴων. παρέλειψεν ὁ Πορφύριος τὸ ἄλογον καὶ τὸ ἀθάνατον ὡς ἀμφιβαλλόμενον, εἴτε εἰσὶ τοιαῦται οὐσίαι εἴτε οὕ· εἰσὶ γάρ, ὡς εἶπον, τὰ ἄλογα δαιμόνια μείω τάξιν ἐν τῷ παντὶ ἐπέχοντα καὶ ἀφορισθέντα πρὸς τὸ τὰς ἀξίας κολάζειν ψυχάς, ἅπερ ὑπό τινων μὲν ἀθάνατα ὑπό τινων δὲ
θνητὰ εἶναι νενόμισται.
χρεμετιστικόν, τὸ ἰήιον ἐπουσιῶδες ὂν ἀντὶ διαφοράς οὐσιώδους λαμβάνομεν διὰ τὸ μὴ δύνασθαι οὐσιώδη διαφορὰν ἵππου | φέρε καὶ ὄνου εὑρεῖν.
εἶδος τοῦ γένους· ὁ γὰρ ἄνθρωπος τῷ λογικῷ καὶ τῷ θνητῷ περιττεύει
τοῦ ζῴου. ἀπορίαν δέ τινα ἀπορεῖ ὁ Πορφύριος ἐκ τοῦ ὁρισμοῦ τούτου καὶ ἐπιλύεται ταύτην. προλαμβάνει δὲ τῆς ἀπορίας δύο ἐναργῆ τινα ἀξιώματα, ἃ οὕτω καλοῦνται ὑπὸ τῶν Περιπατητικῶν ὡς οἴκοθεν τὸ ἀξιόπιστον ἔχοντα. εἰσὶ δὲ τὰ ἀξιώματα ταῦτα· πρῶτον μὲν ὅτι οὐδὲν γίνεται
ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, οἷον τὸ ἀβάκιον γέγονεν ἐκ τοῦ ξύλου, ὃ πῇ μὲν ὂν ὑπῆρχε (ξύλον γὰρ ἦν), πῇ δὲ μὴ ὄν· οὔπω γὰρ ἦν ἀβάκιον·
εἰ γὰρ ἦν, οὐκ ἔχρηζε τέκτονος τοῦ ποιοῦντος. καὶ οἱ λίθοι πῇ μέν εἰσιν ὄντες ὡς λίθοι, πῇ δὲ οὐκ ὄντες, ὅτι οὔπω οἶκος. ἐκ δὲ τοῦ μηδαμῇ μηδαμῶς ὄντος πῶς ἄν τι γένοιτο; δεύτερον δὲ ὅτι τὰ ἐναντία ἐν τῷ αὐτῷ
ὑποκειμένῳ κατὰ τὸν αὐτὸν χρόνον ἅμα οὐκ ἐνδέχεται εἶναι· ἀναιρετικὰ γὰρ ἀλλήλων τὰ ἐναντία εἰσί. τούτων προλεχθέντων ἡ ἀπορία προβαίνει βαίνει τοῦτον τὸν τρόπον· ἀνάγκη τὰς διαφορὰς ἢ ἐκ τοῦ γένους τοῖς εἴδεσιν
ἐπιγίνεσθαι προϋπαρχούσας ἐν αὐτῷ ἢ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος. ἑκάτερον δὲ τούτων ἄτοπον· εἰ γάρ εἰσιν ἐν τοῖς γένεσιν αἱ διαφοραί,
ἔσονται τὰ ἐναντία ἐν τῷ αὐτῷ κατὰ τὸν αὐτὸν χρόνον, τὸ θνητὸν καὶ τὸ ἀθάνατον, τὸ λογικὸν καὶ τὸ ἄλογον, ὅπερ ἄτοπον. εἰ δὲ μὴ εἰσὶν αἱ διαφοραὶ φοραὶ ἐν τοῖς γένεσι, πόθεν γίνονται ἐν τοῖς εἴδεσιν; ἔσται γάρ τι γινόμενον ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, ὅπερ ἄτοπον· οὐ γὰρ ἐξ ἄλλου
327 τινὸς δύνανται εἶναι, ἐπεὶ μηδὲ ἔστι μεταξὺ γένους καὶ εἴδους ἄλλο, εἰ νὴ 328 αἰ διαφοραὶ. δῆλον οὖν ὅτι ἀπορώτατος ὁ λόγος.
μὲν εἶναι οὐ δύναται, δυνάμει μέντοι δύναται εἶναι. ἵνα δὲ σαφῆ γένηται τὰ λεγόμενα, εἴπωμεν οὕτως· ἄλλο τί ἐστι τὸ δυνάμει εἶναί τι καὶ ἄλλο τὸ ἐνεργείᾳ· δυνάμει μὲν γὰρ λέγεται τὸ ἀτελὲς καὶ μὴ προαχθὲν εἰς ἐνέργειαν,
δυνάμενον μέντοι καὶ ἐπιτηδείως ἔχον ἐνεχθῆναι ἐπὶ τὸ ἐνεργείᾳ· οἷον τὸ παιδίον δυνάμει μὲν γραμματικόν ἐστι (δύναται γὰρ γενέσθαι
καὶ τὸ ψυχρὸν ὕδωρ λέγεται δυνάμει θερμόν. τοῦτο οὖν ἐστι τὸ δυνάμει. ἐνεργείᾳ δὲ λέγεται γραμματικὸς ὁ ἤδη τὴν γραμματικὴν ἐπιστήμην κατὰ τὴν ἕξιν τελειωθεὶς καὶ παραδιδοὺς τοὺς γραμματικοὺς λόγους, καὶ τὸ μὲν ψυχρὸν ὕδωρ δυνάμει λέγεται εἶναι θερμόν, τὸ δ’ ἤδη θερμανθὲν
λέγεται ἐνεργείᾳ θερμόν. φησὶν οὖν ὅτι τὰ ἐναντία οἷον τὸ ψυχρὸν
καὶ τὸ θερμὸν ἐνεργείᾳ μὲν ἅμα τινὶ παρεῖναι ἀδύνατον, δυνάμει δὲ δύνα· τόν· τὸ γὰρ χλιαρὸν ὕδωρ οὔτε θερμὸν οὔτε ψυχρόν ἐστιν ἐνεργείᾳ, δυνάμει δέ ἐστιν ἀμφότερα, καὶ τὸ βρέφος δυνάμει καὶ ἀρετὴν ἔχει καὶ κακίαν, καὶ ἡ ὕλη δυνάμει πάντα ἐστὶ τὰ ἐναντία. εἰ οὖν καὶ τὸ γένος ὕλης λόγον ἐπέχει, ὡς ἑξῆς φησι, δῆλον ὅτι ἕξει ἐν ἑαυτῷ δυνάμει πάσας τὰς
ἐναντίας διαφοράς. καὶ ἄλλως δὲ δυνατὸν ἐν ἑνὶ τὰ ἐναντία εἶναι, εἰ μὲν τὸ ἕτερον ἐνεργείᾳ ἔχει τὸ δὲ λοιπὸν δυνάμει· τὸ γὰρ ἐνεργείᾳ ψυχρὸν δυνάμει ἐστὶ θερμόν, εἰ πεφύκοι μεταβάλλειν εἰς τὸ θερμόν. τοῦτο δὲ εἶπον, ἐπειδή ἐστί τινα | θατέρου μόνου τῶν ἀντικειμένων δεκτικά· ὁ γὰρ 329 κρύσταλλος ψυχρὸς ὢν οὐδέποτε ἄν θερμανθείη, οὐδὲ τὸ πῦρ τὴν ἐναντίαν
ψῦξιν δέξαιτο ἄν. ὁ ἀὴρ μέντοι καὶ τὸ ὕδωρ παρὰ μέρος ἑκατέρου τῶν 330 ἐναντίων ἐστὶ δεκτικά· δύναται γὰρ τὰ ἐναντία ἐν τῷ αὐτῷ παρεῖναι ἅμα 331 δυνάμει· εἰ μὴ γὰρ τὰ δύο ειχε δυνάμει, οὐκ ἄν καὶ ἐνεργείᾳ εἰς ἑκάτερον μετέβαλλεν, ἀλλ’ ἐπειδὴ τὰ ἐναντία ἔχει δυνάμει, διὰ τοῦτο εἰς ἑκάτερον
μεταβάλλει παρὰ μέρος. οὕτως οὖν φησι καὶ τὰ γένη ἔχειν τὰς ἐναντίας
διαφορὰς δυνάμει, καὶ οὔτε ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεται οὔτε τὰ ἐναντία ἐν τῷ αὐτῷ ἐστιν ἐνεργείᾳ. ταύτῃ τῇ λύσει κέχρηνται οἱ ἐκ τοῦ Περιπάτου, ἣν καὶ ὁ Πορφύριος ἀπέδωκεν, ἐπειδήπερ, ὡς ἤδη εἴρηται, χρησιμεῦον πρὸς τὰς Ἀριστοτέλους Κατηγορίας γράφει τὸ βιβλίον.
ἐνεργείᾳ εἶναι λέγουσι τὰς διαφορὰς ἐν τοῖς γένεσι, καί φασιν ὅτι οὐ δεῖ φοβεῖσθαι ἐνεργείᾳ ὑποθέσθαι ἐν τοῖς γένεσι τὸ λογικὸν καὶ τὸ ἄλογον, τὸ θνητὸν καὶ τὸ ἀθάνατον. κέχρηνται δὲ εἰς ἀπόδειξιν τούτου τοιούτοις λόγοις· γοις· πρῶτον μὲν γάρ φασιν, οὐκ ἔστιν ἐναντίον τὸ λογικὸν τῷ ἀλόγῳ οὐδὲ τὸ θνητὸν τῷ ἀθανάτῳ· τὰ γὰρ ἐναντία φθείρει ἄλληλα, ταῦτα δὲ
οὐ μόνον οὐ φθαρτικά ἐστιν ἀλλήλων ἀλλὰ καὶ ὑποστατικὰ ἀλλήλων· τὸ
γὰρ λογικὸν καὶ τὸ ἀθάνατον ὑποστατικά ἐστι τοῦ θνητοῦ καὶ τοῦ ἀλόγου· ὁ γὰρ θεὸς ἀθάνατος ὢν καὶ λογικὸς ὑφίστησι τὰ θνητὰ καὶ ἄλογα, καὶ ὁ ἄνθρωπος λογικὸς ὢν κηδεμὼν τοῦ ἀλόγου γίνεται καὶ σωτήρ, καὶ οἱ ἄγγελοι ἀθάνατοι ὄντες τῶν θνητῶν εἰσι κηδεμόνες καὶ φύλακες. ὥστε οὐκ
ἐναντία τὸ λογικὸν καὶ τὸ ἄλογον οὐδὲ τὸ θνητὸν καὶ τὸ ἀθάνατον· εἰ δὲ μὴ ἐναντία, οὐκ ἀδύνατον ἅμα εἶναι ταῦτα ἐν τῷ γένει, ἐπεὶ καὶ αἱ ἄλογοι
δυνάμεις, θυμός φημι καὶ ἐπιθυμία καὶ αἴσθησις καὶ ἡ λογικὴ ζωή, ἅμα ἐν ἑνὶ ζῴῳ τῷ ἀνθρώπῳ θεωροῦνται. ἔπειτα δέ φασιν, εἰ καὶ ἐναντία ἐστίν, οὐδὲν ἄτοπον εἶναι αὐτὰ ἐν τῷ γένει τῷ αὐτῷ ἐνεργείᾳ, ἐπειδὴ οὐχ
ὡς ἐν ὑποκειμένῳ εἰσὶ σώματι ἀλλ’ ἔν τινι ἀσωμάτῳ (ἀσώματον γὰρ γένος), δύνανται δὲ ἐν ἀσωμάτοις τὰ ἐναντία εἶναι· διὰ τοῦτο γὰρ ἐν ὑποκειμένῳ τινὶ σώματι τὰ ἐναντία οὐ δύνανται εἶναι διὰ τὸ βούλεσθαι ἀμφότερα
μετέχειν τοῦ ὑποκειμένου· μεριστὸν δὲ ὂν τὸ σῶμα ἅμα κατὰ ταὐτὸν τὰ φθαρτικὰ ἀλλήλων οὐ δύναται δέξασθαι· ἐπὶ δὲ τῶν ἀσωμάτων 332 οὐκ ἔστι τοῦτο. ἀμέλει καὶ ἡ φύσις ἔχει τοὺς λόγους πάντων τῶν ἐναντίων 333 καὶ ὑφεστῶσα, οἷον ὁ ὀφθαλμὸς ἅμα προβάλλεται τοὺς τοῦ λευκοῦ καὶ τοῦ μέλανος λόγους καὶ ἡ ψυχὴ ἅμα κατὰ ταὐτὸν τὸν τῶν ἐναντίων ἔχει λόγον, ἀγαθοῦ καὶ κακοῦ, ψυχροῦ καὶ θερμοῦ, εἴπερ τῶν ἐναντίων
μία ἐστὶν ἐπιστήμη. ὥστε οὐδὲν ἄτοπον συμβαίνει τῷ λόγῳ τῷ λέγοντι τὰς διαφορὰς ἐνεργείᾳ ἐν τοῖς γένεσιν εἶναι. ὡσαύτως καὶ ἐν τῷ ἀβακίῳ σωματικῶς μὲν καὶ κατὰ ταὐτὸν καὶ τρίγωνον καὶ τετράγωνον καὶ στρογγύλον ποιῆσαι οὐ δυνάμεθα, ἐπειδὴ ὑπ’ ἀλλήλων συγχέονται οἱ τύποι, ἐν δὲ τῇ ψυχῇ ἔχομεν ταῦτα πάντα ἀσυγχύτως, ὅθεν καὶ ἀσυγχύτως προβαλλόμεθα
αὐτὰ καὶ δείκνυμεν καὶ τὸ πρῶτον θεώρημα καὶ τὸ δεύτερον
καὶ τὸ τρίτον καὶ περὶ στρογγύλου καὶ περὶ τετραγώνου καὶ περὶ τριγώνου. ὥστε ἐπὶ ἀσωμάτων δυνατὸν ἅμα τὰ ἐναντία εἶναι ἐνεργείᾳ. ἄλλως τε δέ εἰ δυνάμει εἰσὶν αἱ διαφοραὶ ἐν τοῖς γένεσι, τί ἐστι τὸ ποιῆσαν αὐτὰς ἐνεργείᾳ ἐν τοῖς εἴδεσι; πᾶν γὰρ τὸ δυνάμει ὂν ἄγεται εἰς ἐνέργειαν | διά 334
τινος ἐνεργείᾳ τοιούτου ὄντος· τὸ γὰρ ὕδωρ τὸ ψυχρὸν δυνάμει ὂν θερμὸν γίνεται ἐνεργείᾳ θερμὸν διὰ τοὐ πυρὸς ἐνεργείᾳ ὄντος θερμοῦ, καὶ τὸ παιδίον δυνάμει ὂν γραμματικὸν ἐνεργείᾳ γίνεται γραμματικὸν διὰ τοὐ ὄντος ἐνεργείᾳ γραμματικοῦ. εἰ οὖν δυνάμει εἰσὶν ἐν τοῖς γένεσιν αἱ διαφοραί, προάγονται δὲ εἰς ἐνέργειαν, δεήσονται ἄλλου τινὸς ἐνεργείᾳ ἔχοντος τὰς
διαφοράς· οὐδὲν δέ ἐστιν ἄλλο παρὰ ταῦτα· οὐκ ἄρα δυνάμει εἰσὶν αἱ διαφοραὶ ἐν τοῖς γένεσιν. πάλιν δὲ πᾶν μὲν τὸ δυνάμει ὂν ἀτελές ἐστι, τὸ δὲ ἐνεργείᾳ τέλειον· εἰ οὖν τὰ μὲν εἴδη ἐνεργείᾳ ἔχει τὰς διαφορὰς τὰ δὲ γένη δυνάμει, ἔσται τὰ μὲν εἰδικώτατα πάντων τελεώτερα καὶ ἐντιμότερα τὰ δὲ γενικώτατα πάντων ἀτελέστερα καὶ ἀτιμότερα, ὅπερ ἄτοπον· ἔσονται
γὰρ τὰ αἰτιατὰ τελεώτερα καὶ κρείττονα τῶν αἰτίων. ἀνάγκη ἄρα τὰς διαφορὰς
ἐν τοῖς γένεσιν ἐνεργείᾳ εἶναι.
τῶν πολλῶν γένεσιν ἐνεργείᾳ ὑπάρχουσιν αἱ διαφοραί· οἱ γὰρ λόγοι πάντων ἐκεῖ εἰσιν ἐνεργείᾳ), οἱ δὲ Περιπατητικοὶ περὶ τῶν ἐν τοῖς πολλοῖς· ἰστέον γὰρ ὅτι ἡ φύσις ἀπὸ τῶν καθολικωτέρων ἐπὶ τὰ μερικώτερα ὁδεύει
335 καὶ τὰ μερικὰ δυνάμει ἐν τοῖς καθολικωτέροις προϋπέστησεν, οἷον ἐκ τοῦ 336 καταβληθέντος σπέρματος δημιουργεῖ πρῶιον τὸ σαρκίον, ὥς φασιν οἱ ἰατροί. ἐν τῇ μήτρᾳ, ὃ σῶμά ἐστι· τὸ δὲ σῶμα καθολικόν· ἀλλὰ τοῦτο ὡς μὲν σῶμα ἐνεργείᾳ ἐστίν, ὡς δὲ ἔμψυχον δυνάμει· οὔπω γάρ ἐστιν ἐνεργείᾳ
ἔμψυχον. ὅταν δὲ τραφὲν καὶ αὐξηθὲν ψυχωθῇ, ἐνεργείᾳ μὲν λέγεται ἔμ· ψῦχον, δυνάμει δὲ ζῷον , μήπω τυχὸν αἰσθήσεως καὶ κινήσεως. ὅταν δὲ
ἤδη τούτων μετάσχῃ, γίνεται ἐνεργείᾳ ζῷον. ὅταν δὲ ἐκκριθῇ καὶ λόγου μετάσχῃ, γίνεται ἐνεργείᾳ λογικόν. ἰδοὺ οὖν ἐν τοῖς γένεσι τοῖς ἐν τοῖς πολλοῖς δυνάμει θεωροῦνται αἱ διαφοραί, καὶ καλῶς οἱ φυσικοὶ οὕτω λέγουσιν.
ὅθεν ὁ Πορφύριος ἐπειδὴ προέθετο ἐκθέσθαι τὸ σύγγραμμα τοῦτο οὐ πρὸς Πλατωνικὰς συμβαλλόμενον πραγματείας ἀλλὰ πρὸς Ἀριστοτελικάς,
διὰ τοῦτο τῇ τῶν Περιπατητικῶν ἐχρήσατο ἐπιλύσει. πάντα ἤδη προκατεβαλλόμεθα· 337 λοιπὸν σαφὴς ἡ λέξις. ἀναγνῶμεν οὖν αὐτήν, καὶ εἴ πού τι προσπίπτει, σαφηνίσωμεν.
μετεῖχε λογικοῦ καὶ θνητοῦ τὸ ζῷον, πόθεν εἶχε τὸ εἶδος δέξασθαι;
εἶπεν ὡς ἀξιοῦσιν οἱ Περιπατητικοί· φυσιολογοῦντες γὰρ καλῶς οὕτω πρεσβεύουσιν, ὅτι τὰ καθόλου δυνάμει πρότερον ἔχει τὰ μερικά, καὶ οὕτως εἰς τὴν ενεργειαν προκοπτει.
διαιρέσεως τῆς λεγούσης, τῶν φωνῶν αἱ μὲν ἄσημοι αἱ δὲ σημαντικαί.
σύστασιν ἔχουσι. πᾶσι μὲν οὖν τοῖς φυσικοῖς πράγμασίν ἐστι τὸ ὑποκείμενον, ὃ καλοῦσι κυρίως ὕλην, τὴν ἀκαλλῆ καὶ ἀνείδεον. ἔστι δὲ καὶ κυρίως εἶδος τὸ κοσμοῦν αὐτὴν καὶ ἐν αὐτῇ γινόμενον. οὕτως μὲν οὖν ἡ κυρίως ὕλη καὶ τὸ κυρίως εἶδος ἐν τοῖς φυσικοῖς πράγμασι θεωρεῖται, ἐν δὲ τοῖς τεχνητοῖς τὸ ἀνάλογον. οἷον ἐκ χαλκοῦ γίνεται ἀνδριάς· οὐκοῦν ὁ
χαλκὸς λέγεται ὕλη, ἀλλ’ οὐ κυρίως, ἀναλόγως δέ· οὐ γὰρ ἀνείδεος ὁ χαλκός, ἀλλ’ ἐπειδὴ ὑπέστρωται τῷ τεχνίτῃ καὶ ἐπιδέχεται τὸ τοῦ ἀνδριάντος
εἶδος, ὥσπερ καὶ ἡ κυρίως ὕλη, διὰ τοῦτο ὕλη λέγεται. καὶ τὸ σχῆμα δὲ εἴδει ἀνάλογον καλεῖται, ἐπειδὴ τυποῖ τὸν χαλκόν· διότι γὰρ ὑπόκειται τοῖς φυσικοῖς μία τις ὕλη, διὰ τοῦτο καὶ εἰς ἄλληλα μεταβάλλουσι πάντα.
ἔχοντα μίαν ὕλην οὐ δύναται μεταβάλλειν εἰς ἄλληλα· οὐ γὰρ ἂν γένοιτό
ποτε ἐκ λέβητος τὸ ἀβάκιον. γίνεται δὲ ἐξ ἀέρος ὕδωρ καὶ ἐξ ὕδατος ἀὴρ καὶ ἐξ ἀέρος πῦρ τῷ μίαν ἔχειν τὴν ὑποκειμένην ὕλην· δῆλον ὅτι δεξαμένη αὐτὴ ψυχρότητα καὶ ὑγρότητα γίνεται ὕδωρ, θερμότητα δὲ καὶ ξηρότητα γίνεται πῦρ, καὶ τὰ ἄλλα ὁμοίως. πάντα οὖν τὰ φυσικὰ πράγματα
ἐξ ὕλης ἐστὶ κυρίως καὶ εἴδους, ὥσπερ ἄνθρωπος καὶ ἵππος καὶ τὰ ἄλλα,
τὰ δὲ τεχνητὰ ἐξ ἀναλόγου μὲν τῇ ὕλῃ, οἷον τῶν ξύλων, ἐξ ἀναλόγου δὲ τῷ εἴδει, τοῦ τοιούτου σχήματος. φησὶν οὖν ὅτι τὸ μὲν γένος ὕλης ἔχει λόγον, αἱ δὲ διαφοραὶ εἴδους· ὥσπερ γὰρ κατὰ μὲν τὴν οὐσίαν οὐδὲν διαφέρει ἀλλήλων οἷον τὰ χαλκᾶ σκεύη, ἡ δὲ διαφορὰ κατὰ τὸ σχῆμα γίνεται, οὕτω κατὰ μὲν τὸ γένος, καθ’ ὃ ζῷά ἐσμεν, οὐδὲν διαφέρει ἄνθρωπος,
ἵππος, κύων καὶ τὰ ἄλλα, κατὰ μέντοι τὰς διαφορὰς διαφέρει· τὸ γὰρ
ζῷον δεξάμενον τὸ λογικὸν καὶ τὸ θνητὸν ποιεῖ τὸν ἄνθρωπον, τὸ δ’ ἄλογον καὶ τὸ θνητὸν πάλιν δεξάμενον ποιεῖ τὸν ἵππον. ὥστε ὕλῃ μὲν ἀναλογεῖ τὸ γένος, εἴδει δὲ αἱ διαφοραί. ἐπεὶ οὖν ἡ μὲν ὕλη ἑκάστῳ τὸ εἶναι παρέχει, τὸ δ’ | εἶδος τὸ τοιόνδε καὶ τὸ τοιόνδε, εἰκότως τὸ μὲν γένος ἐν 347
τῷ τί ἐστι κατηγορεῖται ὡς. ἀναλογοῦν τῇ ὕλῃ, ἡ δὲ διαφορὰ ἐν τῷ ὁποῖόν τί ἐστιν ὡς ἀναλογοῦσα τῷ εἴδει.
πεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος.
μόνῳ ἀνθρώπῳ ὑπάρχει, ἐπεὶ οὐδὲ θεῷ ὡς κρείττονι πάσης γνώσεως, οὐδὲ τοῖς ἀλόγοις ὡς μηδὲ πεφυκόσι, καὶ πάλιν οὐ τῆσδέ τινος ἐπιστήμης
(ἐπεὶ εἰ γραμματικῆς μόνης, γραμματικὸν παραλαμβάνεις), ἀλλὰ ἐπιστήμης.
Ἀριστοτέλει τὸν ὁρισμόν (ὥσπερ <παρὰ> τοῖς γραμματικοῖς ἡ μῆνις τὴν ὀργήν), ἐπειδὴ ὁ ὁρισμὸς τὸ τί ἐστιν ἑκάστου καὶ τὸ εἶναι σημαίνει. ὃ οὖν μέρος ἐστὶ τοῦ ὁρισμοῦ, ἐκεῖνο διακρίνει· τὸ γὰρ νοῦ καὶ ἐπιστήμης δεκτικὸν μέρος γίνεται τοῦ ὅρου· διὰ τοῦτο αὕτη ἡ διαφορὰ ἀπὸ τῶν ἄλλων διακρίνει τὸν ἄνθρωπον.
καὶ τὰ οὐσιώδη (καὶ γὰρ ταῦτα καὶ πᾶσι καὶ ἀεὶ ὑπάρχει, οἷς κοινωνεῖ δὲ καὶ τοῖς συμβεβηκόσιν, ὅτι ὥσπερ ἐκεῖνα τῇ ἐπινοίᾳ χωρίζεται τοῦ ὑποκειμένου, οὕτω καὶ τὸ ἴδιον τῇ ἐπινοίᾳ χωρίζεται. πάλιν δὲ κατὰ τὸ αὐτὸν τύπον τῆς διδασκαλίας πρότερον τὰ σημαινόμενα ἀπαριθμεῖται, καὶ οὕτως λέγει ποίου πέρι τοῖς φιλοσόφοις ὁ λόγος. τρόπον οὖν τινα
διαιρεῖ εἰς τέσσαρα τὸ ἴδιον καί φησιν οὕτως· τὸ ἴδιον ἢ μόνῳ τινὶ εἴδει
ὑπάρχει ἡ οὐ μόνῳ, καὶ εἰ μόνῳ, ἢ παντὶ τῷ εἴδει ἢ οὐ παντί, καὶ εἰ μὴ μόνῳ, πάλιν ἢ παντὶ ἢ οὐ παντί, ἡ ἀεὶ ἢ οὐκ ἀεί. ἡ μὲν οὖν διαίρεσις αὕτη. καὶ ἔστιν ἓν μὲν σημαινόμενον καὶ πρῶτον ὃ μόνῳ τινὶ συμβέβηκεν, οὐ παντὶ δέ, ὡς τῷ ἀνθρώπῳ τὸ ἰατρεύειν τὸ φιλοσοφεῖν τὸ ἀστρονομεῖν
τὸ γεωμετρεῖν ἤ τι τῶν τοιούτων. δεύτερον δὲ ὃ παντὶ μέν, οὐ μόνῳ δέ, ὡς ἀνθρώπῳ τὸ εἶναι δίποδι· παντὶ γὰρ ἀνθρώπῳ ὑπάρχει, οὐ μόνῳ δέ·
καὶ γὰρ καὶ πετεινοῖς ὑπάρχει τὸ δίποσιν εἶναι. τρίτον δὲ ὃ καὶ μόνῳ καὶ παντί, οὐκ ἀεὶ δὲ ἀλλὰ ποτέ, ὡς ἀνθρώπῳ τὸ ἐν γήρᾳ πολιοῦσθαι· μόνῳ γὰρ καὶ παντί, ἀλλ’ οὐκ ἀεὶ πεπολίωται, ἀλλ’ ἐν γήρᾳ. τέταρτον δὲ ἐφ
οὗ συνδεδράμηκε καὶ τὸ μόνῳ καὶ παντὶ καὶ ἀεί, οἷον τῷ ἀνθρώπῳ τὸ 359 γελαστικὸν καὶ τῷ ἵππῳ τὸ χρεμετιστικὸν καὶ κυνὶ τὸ ὑλακτικόν. τούτων δὲ ἕκαστον λέγεται κατὰ δύναμιν, οὐ κατ’ ἔνεργειαν· οὐ γὰρ καθὸ γελᾷ ἢ χρεμετίζει, γελαστικὸν λέγεται ἡ χρεμετιστικόν, ἀλλὰ καθὸ πέφυκε.
τοῦτο γάρ ἐστι τὸ κυρίως διὸν τὸ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὑπάρχον, ᾧτινι
ὁ Πορφύριος κατεχρήσατο ἐπὶ τῶν ἄλλων σημαινομένων καὶ ἁπλῶς τὸ κοινότερον λεγόμενον ἴδιον λαβὼν εἰς τέσσαρα διεῖλε. τριῶν οὖν οὐσῶν ἀντιθέσεων, ἐξ ὧν τὰ τοῦ ἰδίου σημαινόμενα εἴληπται, τούτων πρὸς ἄλληλα συμπλεκομένων, πλείονες γίνονται σχέσεις αὐτῶν, ἐξ ὧν αἱ μέν εἰσιν ἀσύστατοι αἱ δὲ συνιστάμεναι, ὡς διὰ τῶν ὑπογραμμάτων δείκνυται.
τὴν ἐνέργειαν· εἰ γὰρ καὶ μὴ ἀεὶ γελῶμεν, ἀλλὰ γελαστικοὶ εἶναι λεγόμεθα ἀεί· δυνάμει γὰρ ἔχομεν τὸ γελᾶν ἀεὶ καὶ πεφύκαμεν γελᾶν ἀεί. γελαστικοὶ
οὖν ἐσμεν οὐ γελῶντες ἀεί· ἄλλο γὰρ τὸ γελᾶν καὶ ἄλλο τὸ γελαστικόν, καὶ ἄλλο τὸ χρεμετίζειν καὶ ἄλλο τὸ χρεμετιστικόν.
σημαινόμενα καὶ τότε ἔλεγε περὶ ποίου τοῖς φιλοσόφοις ὁ λόγος· ἐνταῦθα
δὲ οὐ τοῦτο ποιεῖ, ἀλλ’ εὐθὺς τὴν ὑπογραφὴν τοῦ συμβεβηκότος λέγει εἰδὼς ὅτι περὶ πάντων τῶν σημαινομένων τοῦ συμβεβηκότος ὁ λόγος τοῖς φιλοσόφοις. εἰ δὲ τὸ συμβεβηκὸς γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, δῆλον ἐντεῦθεν, ὡς οὐκ εἰσὶ σώματα τὰ συμβεβηκότα· εἰ γὰρ ἦσαν σώματα, προστιθέμενα μὲν τοῖς σώμασιν εἶχον αὐτὰ
δηλονότι αὔξειν, ἀφαιρούμενα δὲ μειοῦν· εἰ δὲ μήτε προστιθέμενα μήτε ἀφαιρούμενα λυμαίνεται τὰ σώματα, ἀσώματα ἄρα ἐστί. καὶ ἄλλως· εἰ ἦσαν σώματα, ἔμελλεν εἷς τόπος σωμάτων εἶναι περιεκτικὸς πλειόνων, ὅπερ ἀδύνατον· ἐν γὰρ τῷ μήλῳ ἔστι καὶ εὐωδία καὶ χροιὰ καὶ γλυκύτης, καὶ ταῦτα εἰ ἦν σώματα, οὐκ ἔμελλεν ἕνα ἔχειν τόπον, ὅπερ ἀδύνατον·
σῶμα γὰρ διὰ σώματος χωρῆσαι ἀδύνατον. καὶ ὅτι μὲν τὰ χωριστὰ συμβεβηκότα
τὸ ὑποκείμενον οὐ λυμαίνεται αὐτῷ γινόμενα καὶ ἀπογινόμενα, 365 δῆλον (τὸ γὰρ καθῆσθαι ἢ ἑστάναι ἢ θερμαίνεσθαι ἢ ψύχεσθαι γίνονται 366 καὶ ἀπογίνονται μὴ φθείροντα τὸ ὑποκείμενον)· ἆρα οὖν καὶ τὰ ἀχώριστα ἀπογίνεται μὴ λυμαινόμενα τὸ ὑποκείμενον, σιμότης λέγω καὶ γρυπότης καὶ μελανία ἡ ἐν τῷ κόρακι; φαμὲν οὖν ὅτι εἰ καὶ μὴ τῇ ἐνεργείᾳ, ἀλλ’
οὖν γε τῇ ἐπινοία καὶ ταῦτα χωρίζεται· κἀν γὰρ εὐθεῖαν ἢ καμπύλην
νοήσῃς τὴν ῥῖνα, μένει ῥὶς οὐδὲν ἧττον.
ἢ τῷ κόρακι μέλαν ἀδύνατον ἀπογίνεσθαι χωρὶς τῆς τοὺ ὑποκειμένου φθορᾶς. εἴπομεν δὲ ἤδη ὅτι εἰ καὶ μὴ κατ’ ἐνέργειαν ἀπογίνεται, ἀλλ’ οὖν τῇ ἐπινοίᾳ ὁ κόραξ καὶ ὁ Αἰθίοψ λευκός, τοῦ δὲ ἀνθρώπου τὸ ζῷον οὐδὲ τῇ ἐπινοίᾳ χωρίσαι δυνατόν· ἅμα γὰρ τῷ νοῆσαι ἄνθρωπον μὴ εἶναι ζῷον φθείρομεν αὐτόν, ἐπινοήσαντες δὲ τὸν κόρακα μὴ εἶναι μέλανα ἢ τὸν Αἰθίοπα
οὐ φθείρομεν αὐτοῦ τὴν οὐσίαν ὡς κόρακος ἢ ἀνθρώπου. ἀμέλει καὶ εἰ ἀφέλοι τις τοῦ κόρακος τὰ πτερά, οὐδὲν ἧττον ἔσται κόραξ, καὶ τὸν Αἰθίοπα εἰ λευκὸν ἐπινόησεις, οὐδὲν ἧττόν ἐστιν ἄνθρωπος, ὥστε καὶ τὰ ἀχώριστα εἰ καὶ μὴ τῇ ἐνεργείᾳ ἀπογίνεται, ἀλλ’ οὖν τῇ ἐπινοίᾳ. ἀπορεῖται δὲ καὶ τοῦτο, πῶς λέγεται γίνεσθαι καὶ ἀπογίνεσθαι χωρὶς
τῆς τοῦ ὑποκειμένου φθορᾶς· ὁ γὰρ πυρετὸς γινόμενος φθείρει τὸν
ἄνθρωπον. φαμὲν οὖν ὅτι καθάπερ ἐν ταῖς χορδαῖς ἐπιτεινομένων καὶ ἀνιεμένων τὴν ἁρμονίαν λύεσθαι συμβαίνει, τὸ μέντοι ὑποκείμενον οὐ φθείρεται, οὕτω καὶ ἐνταῦθα θερμότητος ἢ ψύξεως ἀμέτρου γινομένης ἤ τινος τῶν παραπλησίων τὴν μὲν συμμετρίαν καὶ ἁρμονίαν τὴν ἐν τῷ ζῴῳ συμβαίνει
φθείρεσθαι, σώζεται δὲ τὸ ὑποκείμενον, τοῦτ’ ἔστι τὸ σῶμα· τὸ γὰρ τῇ θέρμῃ ἢ τῇ ψύξει ὑποκείμενον οὐχ ἁπλῶς τὸ ζῷόν ἐστιν, ἀλλὰ τὸ σῶμα. σύνθετον δὲ τοῦτό ἐστιν ἐκ τῶν ἐναντίων ψυχρῶν καὶ θερμῶν, 368 ξηρῶν καὶ ὑγρῶν (“εἰ γὰρ ἓν ἦν ὁ ἄνθρωπος”, φησὶν ὁ Ἱπποκράτης, “οὐκ 369 ἄν ἤλγεεν, εἰ δὲ καὶ ἤλγεεν, ἓν ἦν καὶ τὸ ἰώμενον αὐτόν”) κραθέντων ἀλλήλοις καὶ εἰς ἕνωσιν καὶ φιλίαν ἁρμοσθέντων· οὐκ ἐκ τῶν εἰρημένων
δὲ μόνον ἐναντίων ποιοτήτων συντίθεται τοῦ ζῴου τὸ σῶμα, ἀλλὰ καὶ ἐξ
ὑποκειμένου τινὸς τριχῇ διαστατοῦ κατὰ τὸν ἴδιον λόγον ἀποίου σώματος, ἐν ᾧ ὑφίσταται πᾶσα ποιότης. οὐδεμία δὲ ποιότης μάχεται τῷ ἰδίῳ ὑποκειμένῳ ἢ φθείρει τὸ ἐν ᾧ τὴν ὑπόστασιν ἔχει· φθείρουσα γὰρ τὸ ὑποκείμενον καὶ ἑαυτὴν συμφθείρει· τοὐ γὰρ ἐν ᾧ τὴν ὕπαρξιν ἔχει φθαρέντος καὶ αὐτὴν συμφθείρεσθαι ἀνάγκη καθ’ ἑαυτὴν εἶναι μὴ δυναμένην. οὐδὲν
δέ ἐστιν ἑαυτοῦ φθαρτικόν· ποιότης γὰρ ποιότητι μάχεται, οὐχ ὑποκειμένῳ καὶ σώματι. ὥστε ἀδύνατον τὸν πυρετὸν ἢ ἑτέραν ὅλως ποιότητα φθείρειν τὸ ἴδιον ὑποκείμενον· ἕκαστον γὰρ τοῦ εἶναι ἐφίεται. ἐπειδὰν γοῦν μίαν τῶν ἐναντίων τούτων ποιοτήτων ἐξ ὧν τὸ σῶμα κέκραται πλεονάσαι σ υμβαίη, φθείρεσθαι τὴν τοῦ παντὸς σώματος ἁρμονίαν ἀνάγκη·
καταλαβεῖν γὰρ σπουδάζουσα τὸ ὑποκείμενον ὡς ἐν τούτῳ σωζομένη φθείρει
τὴν μαχομένην αὐτῇ , ἵν’ ἐκείνην ἐξωθήσασα τὸν αὑτῆς καταλάβῃ τόπον, ὥσπερ οἱ περὶ κοινοῦ χωρίου πολεμοῦντες ἀλλήλοις· σπεύδει γὰρ ἕκαστος τὸν ἀντικείμενον ἀπωθήσας αὐτὸς ἐν καθέξει τοῦ χωρίου γενέσθαι. οὕτως οὖν φέρε καὶ τοῦ θερμοῦ καὶ ψυχροῦ μαχομένων περὶ τὸ αὐτὸ ὑποκείμενον
ἐν ὅσῳ μὲν οὐδέτερον ἐπικρατεῖ, ἐν συμμετρίᾳ ἐστὶ τούτων τὸ ὑποκείμενον θατέρου δ’ ἐπικρατήσαντος τὸ μὲν ἀντικείμενον φθαρὲν ὑπὸ
τοῦ ἐπικρατήσαντος ἐξίσταται, τὸ δ’ ὑποκείμενον οὐδὲν πάσχει, οὐδ’ ὑπὸ τῆς ἐπικρατούσης ποιότητος φθείρεται. ὥστε ὑπὸ τοῦ πυρετοῦ ἡ μὲν ἁρμονία καὶ ἡ εὐκρασία τῶν ἐν τῷ σώματι ποιοτήτων φθείρεται, αὐτὸ δὲ
τὸ σῶμα, ὅπερ ὑποκείμενον ἦν ταῖς ποιότησιν, οὐ φθείρεται.
τὸ εἶναι ἔχων. ἐπιλυόμεθα οὖν τὴν ἀπορίαν ταύτην ἐς ἀρχῆς τοῦτον τὸν τρόπον· αἱ κινήσεις καὶ αἱ μεταβολαὶ ἐν τέσσαρσι γίνονται κατηγορίαις· ἢ γὰρ ἐν οὐσίᾳ ἢ ἐν ποσῷ ἢ ἐν ποιῷ ἢ ἐν τῇ ποῦ κατηγορίᾳ. καὶ ἡ μὲν κατ’ οὐσίαν μεταβολὴ ποιεῖ τὴν γένεσιν καὶ τὴν φθορὰν (γένεσις μὲν ἐστιν ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν μεταβολή, φθορὰ δὲ ἡ ἐκ τοῦ ὄντος
εἰς τὸ μὴ ὄν), κατὰ ποσὸν δὲ αὔξησις καὶ μείωσις, κατὰ ποιὸν δὲ ἀλλοίωσις
λεύκανσις μέλανσις καὶ θέρμανσις καὶ αἱ κατὰ τὰς λοιπὰς ποιότητας κινήσεις, ἔτι δὲ καὶ ἡ κατὰ τόπον μεταβολή, ἣν καλοῦσι φοράν. εἰ τοίνυν ἡ γένεσις· οὐσιώδης ἐστὶ μεταβολὴ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν ἄγουσα καὶ ἡ ἀντικειμένη ἄρα ταύτῃ φθορὰ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὂν ἄγουσα, καὶ
αὕτη κατ’ οὐσίαν ἐστί μεταβολή· ὥστε ὁ πυρετὸς εἰ φθείρει τὸ ὑποκείμενον, οὐκ ἂν εἴη συμβεβηκὸς ἀλλὰ κατ’ οὐσίαν μεταβολή· ἐπειδὴ γὰρ
ἡ γένεσις καὶ ἡ φθορὰ ἀλλοίωσις μὲν οὐκ ἔστιν, οὐκ ἄνευ δὲ ἀλλοιώσεως γίνονται, ὅταν μὲν οὖν μετρία γένηται ἀλλοίωσις, θερμασία ἢ ψῦξις, ὥστε μὴ φθείρειν τὴν τοῦ ζῴου συμμετρίαν, συμβεβηκὸς ἡ τοιαύτη ποιότης
ἐστίν, ἥτις καὶ ἀπογίνεται μὴ φθείρουσα τὸ ὑποκείμενον, ὅταν δὲ ἐπὶ πλεῖστον ἐκταθῇ, ὡς τὴν συμμετρίαν τῆς τοῦ ὑποκειμένου κράσεως φθεῖραι,
τότε λοιπὸν οὐκ ἔστιν ἀλλοίωσις τὸ τοιοῦτον οὐδὲ κατὰ συμβεβηκὸς μεταβολὴ ἀλλ’ αὐτῆς τῆς οὐσίας. ὥστε οὐ πᾶς πυρετὸς φθείρει τὸ ὑποκείμενον, ἀλλ᾿ ὁ ἄμετρος, ὃς οὐδὲ συμβεβηκός ἐστιν, ἀλλ’ εἰς τὸ μὴ ὂν
μεταβολή.
ἃ λευκαίνονται. εἶπον δὲ ὅτι καὶ τὰ ἀχώριστα συμβεβηκότα ἔστι χωρίσαι
τῇ ἐπινοίᾳ, τὰς δὲ ἰδιαίτατα διαφορὰς οὐδὲ τῇ ἐπινοίᾳ· οὐδὲ γὰρ τὸν ἄνθρωπον ἐκτὸς τοῦ λογικοῦ ἐννοῆσαι δυνατόν, ἐπεὶ οὐδ’ ἄν εἴη ἄνθρωπος, οὔτε τοὺς ἀγγέλους τοῦ ἀθανάτου, ἐπεὶ οὐκέτι ἄγγελοί εἰσι.
μᾶλλον γὰρ ἐφαρμόζει καὶ τοῖς ἀχωρίστοις τὸ εἰπεῖν ὃ ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν ἢ μὴ ὑπάρχειν.
καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. ἀλλ’ ἐκείνας οὕτως οὐχ ὡρίσατο, ἐπειδὴ ἄγνωστοι ἦσαν αἱ | ἐφεξῆς φωναί, νῦν δὲ μετὰ τὸ πάσας διδάξαι εἰκότως 32v
οὕτως ὡρίσατο τὸ συμβεβηκός. ἐπειδὴ δὲ ἡ τῶν τεσσάρων ἀναίρεσις οὐ μόνον τὸ συμβεβηκὸς εἰσφέρει, ἀλλὰ καὶ τραγέλαφον καὶ ἄλλα πλεῖστα, προσέθηκεν ὅτι ἀεὶ δὲ ἐν ὑποκειμένῳ τὸ εἶναι ἔχει.
οὐσίαν λέγω οὐ τὴν ἀντικειμένην τοῖς συμβεβηκόσιν, ἀλλὰ τὴν ἑκάστου ὕπαρξιν, διὸ καὶ ὄντα λέγεται. ἔχει δὲ καὶ ταὐτότητα· ἐπεὶ γὰρ μία τῶν πάντων ἀρχή, ἀνάγκη τὰ πάντα κοινωνίαν τινὰ ἔχειν πρὸς ἄλληλα. πάλιν ἐπειδὴ καὶ πολλά ἐστι πάντα τὰ ὄντα, ἀνάγκη καὶ ἑτερότητά τινα ἔχειν, ἵνα καὶ πολλὰ ᾖ· ὅπου γάρ τι πλῆθος, ἐκεῖ καὶ ἑτερότης. δεῖ
οὖν καὶ ἐπὶ τῶν προκειμένων πέντε ζητεῖν οὐσίαν ταὐτότητα καὶ ἑτερότητα. ἀλλὰ περὶ τῆς οὐσίας ἤδη προείρηται (ἔφη γὰρ τὴν ὕπαρξιν αὐτῶν)· δὲ τῆς ταὐτότητος καὶ ἑτερότητος νῦν λέγει, κατὰ τί κοινωνοῦσι καὶ κατὰ τί διαφέρουσι. καὶ δύνανται μὲν οἱ εὐφυεστέρως διακείμενοι ἐκ τῶν ἤδη ῥηθέντων τούτοις ἐπιστῆσαι, ἀλλ’ ἐπειδὴ τὸ βιβλίον πρός τινα τῶν ἐπιπολαιοτέρων
γράφει (τοῦτο δὲ δῆλον ἐκ τοῦ τὰ ἐπιπόλαια τῶν θεωρημάτων πρὸς αὐτὸν γράφειν), αὐτὸς ἐκ τῶν ῥηθέντων ἐκλεξάμενος ταῦτα λέγει. καὶ πρότερον μὲν λέγει τὰ κοινὰ παρὰ πἆσι παρακολουθοῦντα, ἵν’ ἓν ἕκαστον λοιπὸν παραβάλλῃ πρὸς τὰ λοιπὰ τέσσαρα καὶ λέγῃ κατὰ τί μὲν κοινωνοῦσι, κατὰ τί δὲ διαφέρουσιν.
τοιαύτῃ ὀφείλομεν χρήσασθαι· δεῖ γὰρ λαμβάνειν τὸν μονάδι ἐλάττονα ἀριθμὸν καὶ πολυπλασιάζειν ἐπὶ τὸν ἐξ ἀρχῆς προκείμενον καὶ τὸν γενόμενον μερίζειν δίχα, καὶ τοσαύτας συμπλοκὰς λέγειν γίνεσθαι. οἷον πέντε
εἰσὶν αἱ φωναὶ αἱ νῦν συγκρινόμεναι πρὸς ἀλλήλας· λαβὲ τὸν μονάδι ἐλάττονα τοῦ πέντε τὸν τέσσαρα καὶ ποίησον τετράκις πέντε. καὶ γίνονται 381 εἴκοσι· τούτων λαβὲ τὸ ἥμισυ, ὅπερ ἐστὶ δέκα, καὶ τοσαύτας λέγε γίνεσθαι 382 τῶν πέντε τὰς πρὸς ἀλλήλας συμπλοκάς τε καὶ συγκρίσεις. λαμβάνομεν
δὲ τὸν μονάδι ἐλάσσονα, ἐπειδὴ αὐτό τι πρὸς αὑτὸ οὐδὲν παραβάλλεται, ἀλλὰ ἄλλο πρὸς ἄλλο. πρὸς ἀλλήλους δὲ πολυπλασιάζομεν, ἐπειδὴ τὴν
πρὸς ἄλληλα παραβολὴν ζητοῦμεν. τοῦ δὲ γενομένου ἀριθμοῦ λαμβάνομεν τὸ ἥμισυ, ἐπειδὴ ἐκ τοῦ γενομένου πολλαπλασιασμοῦ συμβαίνει δὶς τὰ αὐτὰ
πρὸς ἄλληλα παραβάλλεσθαι· ἕκαστον γὰρ τῶν πέντε πρὸς τὰ λοιπὰ τέσ- σαρα πολλαπλασιάζεται, οἷον τὸ γένος π·ρὸς τὰ ἐφεξῆς τέσσαρα καὶ πάλιν τὸ εἶδος πρὸς τὸ γένος καὶ τὰ λοιπὰ τρία, καὶ συμβαίνει δὶς τὴν αὐτὴν
ἑκάστου παραβολὴν ποιεῖσθαι. | διὰ τοῦτο οὖν τοῦ γενομένου ἀριθμοῦ τὸ 383 ἥμισυ λαμβάνομεν.
καὶ αἱ διαφοραὶ κατηγοροῦνται τῶν εἰδῶν καὶ τῶν ἀτόμων (λέγεται γὰρ ζῷον ὁ ἄνθρωπος καὶ ὁ Σωκράτης), ἀλλὰ προηγουμένως μὲν τῶν εἰδῶν
κατηγοροῦνται, κατὰ δὲ δεύτερον λόγον διὰ ταῦτα καὶ τῶν ἀτόμων· ἐπειδὴ γὰρ ὁ ἄνθρωπος ζῷον, καὶ ὁ Σωκράτης ζῷον, καὶ ἐπειδὴ ὁ ἄνθρωπος λογικόν, καὶ ὁ Σωκράτης λογικόν. κατηγορεῖται δὲ καὶ τὰ ἴδια καὶ τὰ
συμβεβηκότα καὶ τῶν εἰδῶν καὶ τῶν ἀτόμων (λέγεται γὰρ γελαστικὸς ἄνθρωπος καὶ ὁ Σωκράτης καὶ λευκὸς ὁ ἄνθρωπος καὶ ὁ Σωκράτης), ἀλλὰ προηγουμένως μὲν τῶν ἀτόμων, κατὰ δὲ δεύτερον λόγον καὶ τῶν εἰδῶν·
οὐ γὰρ τῷ τὸν καθόλου ἄνθρωπον εἶναι γελαστικὸν λέγομεν γελαστικοὺς καὶ πάντας τοὺς κατὰ μέρος (ὁ γὰρ καθόλου ἄνθρωπος ἀσώματός ἐστι
οὐχ ὑπάρχει γελαστικός), ἀλλὰ τῷ τοὺς κατὰ μέρος ἀνθρώπους εἶναι 385 γελαστικούς, καθόλου δὲ περὶ τῶν ἐν τοῖς πολλοῖς ἢ ἐπὶ τοῖς πολλοῖς 386 λέγει.
εἰδῶν.
εἰδῶν.
κατηγορεῖται τὸ γένος λέγομεν γὰρ τὸ ζῷον γένος), διὰ τοῦτο καὶ εἴδους καὶ ἀτόμου κατηγορηθήσεται; εἰ γὰρ τοῦτο, καὶ ἄνθρωπος καὶ ὁ Σωκράτης γένος, ὅπερ οὐκ ἔστι, καὶ ἐπειδὴ τὸ γένος δισύλλαβον, ἄρα καὶ ὁ ἄνθρωπος.
ῥητέον τοίνυν, ὅτι διὰ τοῦτο κοινῶς ὁ Πορφύριος προσέθηκε τὸ ὡς γένους ἀντὶ τοῦ ὡς πράγματος· οὐ γὰρ ὡς σχέσιν ἔχοντος· τὸ γὰρ γένος καὶ τὸ δισύλλαβον καὶ ὅσα τοιαῦτα τὴν σχέσιν τοῦ ζῴου δηλοῖ. ὅσα
οὖν τοὐ ζῴου ὡς ζῴου κατηγορεῖται (τοῦτο γὰρ αὐτὸ δηλοῖ τὸ ὡς ταῦτα πάντως καὶ τῶν εἰδῶν καὶ τῶν ἀτόμων κατηγορεῖται. τὸ δὲ γένος
τοῦ ζῴου οὐχ ὡς ζῴου κατηγορεῖται, ἀλλὰ σχετικῶς· λέγεται γὰρ οὐ μόνον τὸ ζῷον γένος τοὐ ἀνθρώπου καὶ τοῦ ἵππου καὶ τῶν λοιπῶν, ἀλλὰ καὶ τὸ χρῶμα γένος λευκοῦ καὶ μέλανος καὶ τῶν ἄλλων. ὁμοίως καὶ ἐν 390 ταῖς ἄλλαις κατηγορίαις εὐρήσεις. ὥστε τὸ γένος τοῦ ζῴου οὐχ ὡς ζῴου 391 κατηγορεῖται, ἀλλὰ ποιὰν σχέσιν ἀνειληφότος πρὸς τὰ ὑφ’ αὑτό, καὶ διὰ
τοῦτο οὐ κατηγορηθήσεται κατὰ τῶν εἰδῶν καὶ τῶν ἀτόμων. ὁ αὐτὸς δὲ καὶ ἐπὶ τῆς διαφορᾶς λόγος, ὅτι ὅσα τῆς διαφορᾶς ὡς διαφορὰς, καὶ οὐ
σχέσιν δηλοῦντα κατηγορεῖται, τοσαῦτα καὶ τῶν ὑπ’ αὐτὴν εἰδῶν πάντων.
ἤπερ ἡ διαφορά.
λαμβάνειν οὐ τὰς συστατικάς (ἐκεῖναι γὰρ οὐκέτι ὡς γενῶν εἰσι ἀλλ’ ὡς εἰδῶν), δεῖ οὖν τὰς διαιρετικὰς λαμβάνειν· αὗται γάρ εἰσι τῶν γενῶν. καὶ ἁπλῶς δεῖ τὰς διαιρετικὰς λαμβάνειν· τούτων γὰρ ἐπὶ πλέον ἐστὶ τὸ ζῷον, ἐπεὶ τῶν συμπληρωτικῶν καὶ ἐπ’ ἔλαττόν ἐστι.
γὰρ μέλαν, εἰ τύχοι, οὐκ ἐπὶ ζώων μόνον, ἀλλὰ καὶ ἐπὶ ἀψύχ‘ων. πῶς οὖν ἐπ’ ἔλαττον; φαμὲν ὅτι τὰ ὑπὸ τὸ αὐτὸ γένος οἷον τὸ συμβεβηκὸς τὸ ἐν ζῴοις ἐπ’ ἔλαττον τοῦ ζῴου· τὸ γὰρ μέλαν οὐ πᾶσι τοῖς ζῴοις ὑπάρχει, καὶ τὸ ἐν φυτοῖς ἐπ’ ἔλαττον τοῦ φυτοῦ.
πλείους καθ’ ἕκαστον εἶδος.
γένος, οὕτως καὶ ἡ διαφορά. κοινὸν αὐτῶν καὶ τὸ συνωνύμως κατηγορεῖ- σθαι· ὥσπερ γὰρ τὸ γένος τῶν ὑπ’ αὐτὸ συνωνύμως κατηγορεῖται, οὕτω
καὶ ἡ διαφορά. ἔστι δὲ καὶ ἴδιον ἑκάστῳ παρὰ τὰ εἰρημένα, ὅτι τὸ μὲν γένος οἷον τὸ ζῷον μετ’ ἄλλου γένους οὐ συμπλέκεται πρὸς τὸ συμπληρῶσαί τι, αἱ δὲ διαφοραὶ συμπλέκονται καὶ ποιοῦσί τι· τὸ γὰρ λογικὸν μετὰ τοῦ θνητοῦ, νοῦ καὶ ἐπιστήμης δεκτικοῦ καὶ τῶν τοιούτων συμπλέκεται
καὶ συμπληροῖ τὸν ἄνθρωπον.
γὰρ οὐκέτι κατὰ πλειόνων κατ|ηγορεῖται) ἢ τὸ ὑπάλληλον· ὡς ὑπάλληλον 406 γὰρ καὶ εἶδος καὶ γένος ἐστὶ τῶν μετὰ ταῦτα καὶ εὑρίσκεται πάλιν γένος. ἀλλ’ εἰ καὶ ὑπάλληλόν ἐστιν, ὡς εἶδος αὐτὸ λάβε καὶ μηκέτι ὡς γένος, ἵνα σύγκρισιν ποιήσῃς εἴδους καὶ γένους καὶ μὴ γενῶν ἀμφοτέρων.
ἵνα εἴπῃ καὶ πρότερόν ἐστιν ἐκείνων ὧν κατηγορεῖται.
ἄνθρωπος εἶδος· πρότερα οὖν τῇ φύσει τὰ γένη. δύο εἰσὶ κανόνες, ὡς ἤδη ἔφαμεν, καθ’ οὓς διακρίνονται τὰ πρότερα τῇ φύσει, καὶ ἔστι πρότερος μὲν ὁ λέγων πρῶιον εἶναι τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον δέ, οἷον τὸ ζῷον ἀναιρούμενον μὲν συναναιρεῖ τὸν ἄνθρωπον, ὁ δὲ ἄνθρωπος ἀναιρεθεὶς οὐ συναναιρεῖ τὸ ζῷον. πρότερον οὖν τῇ φύσει τὸ γένος
τοῦ εἴδους. ἔστι δὲ δεύτερος κανὼν ὁ φάσκων φύσει πρότερον εἶναι τὸ συνεισφερόμενον μὲν μὴ συνεισφέρον δέ, οἷον ἀνθρώπου ὄντος πάντως συνεισφέρεται καὶ τὸ ζῷον, ζῴου δὲ ὄντος οὐκ ἀνάγκη συνεισφέρεσθαι καὶ τὸν ἄνθρωπον. καὶ ἐνταῦθα δὲ τὸ γένος πρότερον φύσει τοῦ εἴδους· τὸ γὰρ γένος ὑπάρχον οὐ συνεισφέρει καὶ τὸ εἶδος, τὸ μέντοι εἶδος εἰ τεθείη,
συνεισφέρει καὶ τὸ γένος.
ἴδιον. ἕπεσθαι δὲ λέγεται ἢ τὸ μεῖζον τῷ ἐλάττονι ἐξ ἀνάγκης ὡς τῷ ἀνθρώπῳ τὸ ζῷον (εἴ γὰρ ἄνθρωπος, καὶ ζῷον), ἢ τὸ ἴσον τῷ ἴσῳ, ὡς
τῷ ἀνθρώπῳ πάλιν τὸ γελαστικόν· εἰ γὰρ ἄνθρωπος, καὶ γελαστικόν.
τῶν οὐσιωδῶν καὶ ἐπουσιωδῶν καὶ πλησιάζειν αὐτὸ μᾶλλον τοῖς οὐσιώδεσι.
τὸ ἴδιον.
τῶν γενῶν ἀναιρεθήσονται καὶ τὰ ἴδια.
τὴν μὲν κοινωνίαν εἰπεῖν δυσχερές, ἐπειδὴ ὀλίγη ἡ κοινωνία, τὴν δὲ διαφορὰν ῥᾴδιον (τὰ γὰρ πολὺ διεστηκότα ἐν πολλοῖς ἑαυτῶν
σιν), ὥσπερ καὶ τῶν πλεῖστον συνεγγιζόντων τὴν μὲν διαφορὰν εἰπεῖν
δυσχερές, τὴν δὲ κοινωνίαν εὐχερές, οἷον τὴν μὲν κοινωνίαν λύκου καὶ κυνὸς καὶ ἵππου εἰπεῖν καὶ φάττης καὶ περιστερᾶς εὐχερές, τὴν δὲ διαφορὰν οὐ ῥᾴδιον. πάλιν κατὰ τί μὲν διαφέρει ὁ ἄνθρωπος μύρμηκος εὐχερὲς εἰπεῖν, κατὰ τί δὲ κοινωνοῦσι δυσχερές. καὶ ἀπλῶς τὰ μὲν πόρρω
ἀπ’ ἀλλήλων ὄντα καὶ πολὺ διεστηκότα κοινωνίαν μὲν ὀλιγοστὴν ἔχει, πλείστην δὲ διαφοράν, τὰ δὲ μὴ πολὺ διεστηκότα ἀλλὰ πλησιάζοντα ἀλλήλοις
ὀλιγοστὴν μὲν κέκτηται τὴν διαφοράν, πολλὴν δὲ τὴν κοινωνίαν. ἐπεὶ οὗν τὸ γένος τοῦτο καὶ τὸ συμβεβηκὸς πλεῖστον ἀλλήλων ἀπέχουσιν, ὀλιγοστὴ
μὲν αὐτῶν ἡ κοινωνία, πολλὴ δ’ ἡ διαφορά, ὅθεν καὶ μίαν μόνην
αὐτῶν κοινωνίαν ἐξέθετο ὁ Πορφύριος, ἑτερότητας δὲ πλείονας.
τοὐ μέλανος· λέγεται γὰρ μᾶλλον καὶ ἧττον εἶναι λευκὸν καὶ μέλαν.
λοιπὰ τέσσαρα καὶ παραδίδωσι τὴν μέθοδον, ἣν ἤδη προεξεθέμεθα, δι’ ἧς εὑρίσκομεν πόσαι γίνονται σχέσεις τῶν προκειμένων ὅρων ἐκ τῆς πρὸς ἀλλήλους παραβολῆς. φησὶ γάρ, ὡς ἤδη παρ’ ἡμῶν λέλεκται, ὅτι δεῖ τὸν
422 προτεθέντα τῶν ὄρων ἀριθμὸν πολλαπλασιάζειν ἐπὶ τὸν μονάδι ἐλάττονα 423 καὶ τῶν γινομένων λαβεῖν τὸ ἥμισυ, καὶ τοσαύτας λέγειν γίνεσθαι τὰς σχέσεις· οἷον ἐπὶ τῶν προκειμένων πέντε δεῖ πολλαπλασιάσαι τὸν πέντε ἐπὶ τὸν μονάδι ἐλάττονα, τοῦτ’ ἔστι τὸν τέσσαρα, καὶ γίνονται εἴκοσιν· εἶτα
τούτων τὸ ἥμισυ· γίνονται δέ κα. τοσαῦτα ἄρα τῶν πέντε γίνονται αἱ 424 πρὸς ἄλληλα σχέσεις. ἡ δὲ αἰτία, δι’ ἣν τὸν τρόπον τοῦτον ποιοῦμεν, ἔστιν αὕτη· δεῖ ἕκαστον τῶν πέντε πρὸς τὰ λοιπὰ τέσσαρα παραβάλλειν· διὰ τοῦτο οὖν πεντάκις ποιοῦμεν τὰ τέσσαρα, καὶ γίνονται σχέσεις εἴκοσιν. ἐπεὶ δὲ συμβαίνει δὶς τὰς αὐτὰς σχέσεις περιλαμβάνειν, διὰ τοῦτο ποιοῦμεν
τὸ ἥμισυ· παραβάλλοντες γὰρ τὸ γένος πρὸς τὰ λοιπὰ τέσσαρα δῆλον ὅτι καὶ πρὸς τὴν διαφορὰν αὐτὸ παραβάλλομεν· ἐὰν οὖν τὴν διαφορὰν πρὸς τὰ λοιπὰ τέσσαρα παραβάλλωμεν, συμβαίνει δὶς ἡμάς τὸ γένος πρὸς τὴν διαφορὰν παραβάλλειν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν. ἔστι δὲ καὶ ἄλλος κανών, καθ’ ὃν μανθάνομεν πόσαι σχέσεις γίνονται τῶν προτεθέντων ὅρων·
ἐὰν γὰρ ὦσί τινες ὅροι καὶ προστεθῶσιν ἑτέροις, καθ’ ἕκαστον ὅρον τοσαῦται
προστίθενται σχέσεις, ὅσοι ἦσαν οἱ προκείμενοι ὅροι. οἷον τοῦ πρώτου σχέσις οὐκ ἔστιν, ἐὰν δὲ προστεθῇ ἕτερος ὅρος, γίνεται μία σχέσις, ἐπειδὴ εἷς ἦν ὅρος ὁ προκείμενος. πάλιν κἀν ἕτερος προστεθῇ, δύο προστίθενται σχέσεις, ὅσοι ἦσαν οἱ προκείμενοι ὅροι. γίνονται οὖν ἅπασαι τρεῖς σχέσεις.
ἐὰν δὲ ἕτερος ὅρος προστεθῇ τρεῖς προστίθενται σχέσεις, καὶ γίνονται αἱ πᾶσαι σχέσεις ἕξ. ἐὰν δὲ ἄλλος ὅρος προστεθῇ, τέσσαρες προστίθενται
σχέσεις, ὥστε γενέσθαι τῶν πέντε ὅρων τὰς πάσας σχέσεις δέκα. καὶ ἄλλως δέ· ἕκαστον τῶν πέντε πρὸς τὰ λοιπὰ τέσσαρα παραβάλλειν δεῖ· τὸ γένος οὖν πρὸς τὰ λοιπὰ τέσσαρα παραβαλλόμενον ποιεῖ σχέσεις τέσσαρας,
ἡ δὲ διαφορὰ πρὸς μὲν τὸ γένος ἤδη παραβέβληται, ὅτε τὸ γένος παρέβαλλον (ταὐτὸν γάρ ἐστι), πρὸς δὲ τὰ λοιπὰ τρία παραβαλλομένη σχέσεις τρεῖς, ὥστε γίνεσθαι ἑπτά. πάλιν τὸ εἶδος πρὸς τὸ γένος καὶ τὴν
διαφορὰν ἤδη παραβέβληται, ὥστε κἀκεῖνα πρὸς τοῦτο, πρὸς δὲ τὰ λοιπὰ δύο παραβαλλόμενον ποιεῖ σχέσεις δύο, ὡς γίνεσθαι ἐννέα σχέσεις. πάλιν 425 τὸ Pοιον πρὸς μὲν τὸ γένος καὶ τὴν διαφορὰν καὶ τὸ εἶδος ἤδη παραβέβλη- 426 τᾶι, πρὸς δὲ τὸ συμβεβηκὸς παραβαλλόμενον ποιεῖ μίαν σχέσιν, ὥστε πάσας γίνεσθαι δέκα. τὸ δὲ συμβεβηκὸς πρὸς οὐδὲν ἔχει παραβάλλεσθαι· ἤδη γὰρ πρὸς πάντα παραβέβληται, ὅτε ἐκεῖνα πρὸς αὐτὸ παρεβάλλετο. δῆλον
οὖν ὅτι πᾶσαι αἱ σχέσεις γίνονται τέσσαρες, τρεῖς, δύο, μία, τοῦ μὲν γένους τέσσαρες, τῆς δὲ διαφορᾶς τρεῖς, τοῦ δὲ εἴδους δύο, τοῦ δὲ ἰδίου μία, ὥστε αἱ πᾶσαι γίνονται δέκα. [καὶ τὸ ἴδιον οὐκέτι παραβέβληται πρὸς τὸ γένος, ἤδη γὰρ παραβέβληται, ὅτε τὸ γένος πρὸς αὐτό.]
πρὸς τὸ γένος παραβάλλεται, ἀλλὰ πρὸς τὰ μετ’ αὐτήν.
καὶ ἐπὶ αὐτοῖς καταπαύει τὸν λόγον.
τί ἐστι, καίτοι καὶ ὁ ἄνθρωπος ποῖόν τι ζῷον λέγεται· φαμὲν γάρ, τί 431 ἐστι Σωκράτης, ζῷον, ποῖον ζῷον, ἄνθρωπος. ὥστε καὶ τὸ εἶδος ἐν τῷ 432 ὁποῖόν τί ἐστι κατηγορεῖται, φησὶ τοίνυν ὅτι τὸ εἶδος ποῖόν ἐστιν οὐχ ἁπλῶς, ἀλλὰ καθὸ μετέχει τῶν διαφορῶν· τὸ μὲν γὰρ ἐν τῷ τί ἐστι
κατηγορεῖσθαι ἔχει τὰ εἴδη ἐκ τῶν γενῶν, τὸ δὲ ἐν τῷ ὁποῖον ἐκ τῶν
διαφορῶν· ποῖον γὰρ ζῷον ἐρωτηθέντες λέγομεν λογικὸν θνητόν. ὥστε καθ’ ἑαυτὰς μὲν αἱ διαφοραὶ τὸ ποῖον ἔχουσι, τὰ δὲ εἴδη διὰ τὰς διαφορας.
ὁ δὲ καθόλου ἄνθρωπος συντεθεὶς μετὰ ἄλλου τινὸς οὐδὲν ἀποτελεῖ. εἰ δὲ γίνεται ἡμίονος ἐξ ἵππου καὶ ὄνου, οὐκέτι ἐκ τῶν καθόλου ἀλλ’ ἐκ τῶν μερικῶν· ὅδε γὰρ ὁ ἵππος προσελθὼν τῷ ὄνῳ ποιεῖ ἡμίονον. καὶ ἄλλως· αἱ μὲν διαφοραὶ συνιοῦσαι εἰς ἑνὸς εἴδους γένεσιν οὐδὲν ὑπ’ ἀλλήλων
παθοῦσαι ἑκάστη τὴν ἑαυτῆς οὐσίαν φυλάττει, οἷον συνῆλθον εἰς ἑνὸς
εἴδους γένεσιν τοῦ ἀνθρώπου τὸ λογικὸν καὶ τὸ θνητὸν καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ οὐκ ἐβλάβησαν ὑπό τινος τούτων. ἵππος δὲ καὶ ὄνος συνελθόντες καὶ ἀποτελέσαντες ἡμίονον διὰ τὸ μὴ εἶναι εἴδη ἀλλὰ ἄτομα οὐδὲ τὴν φύσιν τὴν ἑαυτῶν εἰλικρινῆ ἐφύλαξαν ἐν τῇ ἡμιόνῳ· ἄλλο γάρ τι παρ’ ἀμφοτέροις τῆς ἑκάστου οὐσίας φθαρείσης γέγονεν. ὥστε
εἶδος ειοει οὐ συνέρχεται.
γὰρ τὴν λογικὴν οὐσίαν ζητοῦμεν, ἀλλὰ τὴν ἐν μαθήμασι λογικὴν ἕξιν, ἥτις ἐπιτηδειότης ἐστὶ ψυχῆς.
κεραννύμενα ποιεῖ τὸ φαιόν.
In Porphyrii Isagogen Sive Quinque Voces. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.