IN LIBRUM VI.
1ὅπερ γάρ ἐστιν ἐν τοῖς μεγέθεσι τὸ σημεῖον, τοῦτο ἐν τῷ χρόνῳ τὸ νῦν καὶ ἐν τῆ κινήσει τὸ κίνημα), καὶ πρότερον περὶ τοῦ μεγέθους ποιεῖται τὸν λόγον. ὅτι δὲ συνεχές ἐστι τὸ βιβλίον τοῦτο τῷ πρὸ αὐτοῦ, δῆ- λον καὶ ἐξ αὐτοῦ τοῦ προοιμίου · τοῖς γὰρ ἐκεῖ δεδειγμένοις κέχρηται ἐνταῦθα ὡς ὁμολογουμένοις εἰς κατασκευὴν τοῦ προκειμένου.
2
τῆς διαιρέσεως. εἰ γὰρ ἐξ ἀμερῶν σύγκειται, φησί, καὶ εἰς ἀμερῆ διαλύεται. τοῦτο δὲ ἀδύνατον· ἔσονται γὰρ ἁπτόμενα ἀλλήλων τὰ ἀδιαίρετα, ὅπερ ἀδύνατον ἐδείχθη· οὕτω γὰρ οὐκ ἄν εἰσὶν ἀδιαίρετα. εἰ δὲ εἰς ἀδιαίρετα τὸ συνεχὲς μὴ διαιρεῖται, πᾶσα ἀνάγκη εἰς διαιρετὰ διαιρεῖσθαι αὐτό· οὐδὲν γάρ ἐστι μεταξὺ διαιρετοῦ καὶ ἀδιαιρέτου· ἔοικε γάρ πὼς τῇ ἀντιφάσει.
εἰ δὲ μηδὲν μεταξύ, ἀνάγκη καθ’ ἕτερον τρόπον διαιρετὸν εἶναι τὸ συνεχές. εἰ τοίνυν μὴ ἐνδέχεται εἰς ἀδιαίρετα διαιρετὸν εἶναι, ἀνάγκη εἰς 5 διαιρετά, καὶ εἰς διαιρετὰ πάλιν εἰς ἀεὶ διαιρετὰ ἀνάγκη διαιρεῖσθαι· εἰ γὰρ μὴ τοῦτο, εἰς ἀδιαίρετα, τοῦτο δὲ ἀδύνατον. εἰ δὲ μὴ δυνατὸν εἰς ἀδιαίρετα, οὐδὲ συγκεῖσθαι ἐξ ἀδιαιρέτων· ἐξ ὧν γὰρ σύγκειταί τι, εἰς ταῦτα καὶ διαιρεῖται.
6
δὲ ὅτι τὸ ἀπό τινος εἴς τι κινούμενον ἀνάγκη μὴ ἅμα καὶ ἤδη κεκινῆσθαι καὶ εἶναι ὅπου ἐπείγεται φθάσαι. ἀκριβῶς δὲ πάνυ προσέθηκε τὸ ὅτε ἐκινεῖτο· δυνατὸν γάρ ἐστι καὶ κινεῖσθαι καὶ κεκινῆσθαι ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ, οἷον Θήβαζε νῦν βαδίζειν βεβαδικότα ἄλλοτε, ἀλλ’ ἐν τῷ αὐτῷ χρόνῳ ἀδύνατον ὅτε βαδίζει Θήβαζε ἅμα καὶ βεβαδικέναι Θήβαζε.
9
κίνησις τοῦ τε ἐξ οὗ καὶ τοῦ εἰς ὅ· ἐν μὲν γὰρ τῷ ἐξ οὗ ἔτι ἠρεμεῖ, ἐν δὲ τῷ εἰς ὃ κεκίνηται, κινεῖται δὲ μεταξὺ τούτων. εἰ δὲ μεταξύ, ἔχει τὸ πρότερον καὶ ὕστερον· ὥστε οὐκ ἔσται ἀμερές.
εἰ τοίνυν κινεῖταί τι τὴν ὅλην ’δες κίνησιν ἐφ’ ὅλης τῆς αβγ γραμμῆς, ἐν ἑκάστῳ δὲ τῶν ἀμερῶν οὐ κινεῖται ἀλλὰ κεκίνηται, σύγκειται δὲ ἐκ τῶν ἀμερῶν ἡ κίνησις, συμβήσεται τὴν κίνησιν μὴ κίνησιν εἶναι, καὶ εἶναί τι κεκινημένον μηδέποτε κινηθέν. εἰ γὰρ ἐν ἑκάστῳ τῶν ἀμερῶν οὐ κινεῖται ἀλλὰ κεκίνηται, μηδὲ κινηθὲν ἄρα κεκινημένον ἔσται, καὶ ἢ ἀνάγκη ἠρεμεῖν
ἐν ἑκάστῳ τῶν ἀμερῶν, ἢ κινεῖσθαι· οὐ κινεῖται δέ· ἠρεμεῖ ἄρα. σύγκειται δὲ ἐξ αὐτῶν ἡ κίνησις· ἐξ ἠρεμιῶν ἄρα ἡ κίνησις.
δεῖξαι ὅτι οὐδὲ ὁ χρόνος. δείκνυσι δὲ τοῦτο τῷ δεῖξαι ὅτι πᾶσα ἀνάγκη ἕπεσθαι αὐτὸν τῆ· κινήσει καὶ τῷ μεγέθει, καὶ ὡς ἂν ἔχωσιν ἐκεῖνα οὕτως ἔχειν καὶ τοῦτον, καὶ ἀντιστρέφειν, εἰ μὲν διαιρετὰ ταῦτα, καὶ ὁ χρόνος, καὶ ἔμπαλιν εἰ ὁ χρόνος, καὶ ταῦτα. δεδειγμένου οὖν τοῦ περὶ τῆς κινήσεως καὶ τοῦ μεγέθους, ὅτι συνεχῆ καὶ οὐκ ἐξ ἀμερῶν, συναποδέδεικται
καὶ τὸ περὶ τοῦ χρόνου.
χρόνῳ αὐτὴν κινεῖται ἢ ἐν πλείονι ἢ ἐν ἐλάττονι, καὶ οὐκ ἐστι παρὰ ταῦτα· ἐπεὶ οὖν ὑπόκειται τὸ θάττον καὶ τὸ βραδύτερον μίαν καὶ τὴν αὐτὴν κινούμενα, ἀνάγκη ἢ ἐν ἴσω ἢ ἐν ἐλάττονι ἡ ἐν πλείονι κινεῖσθαι. ἀλλ’ εἰ μὲν ἐν πλείονι κινοῖτό τι, βραδύτερόν ἐστιν, εἰ δὲ ἐν ἴσῳ τὸ ἰσοταχές ἐστι· τὸ δὲ θᾶττον κινούμενον, περὶ οὗ νῦν ὁ λόγος, οὔτε ἰσοταχὲς ἔσται οὔτε βραδύτερον.
εἰ τοίνυν μήτε ἐν πλείονι μήτε ἐν ἴσῳ, πᾶσα ἀνάγκη ἐν ἐλάττονι τὴν ἴσην κινεῖσθαι. ἄλλως τε εἰ τὴν ἴσην κτλ. (p. 802, 2.3)
16
ἀδιεξίτητον, ὡς λέγομεν τοῦ ἀριθμοῦ ἐπὶ θάτερα ἔσχατον μὴ εἶναι· παντὸς γὰρ ἀριθμοῦ ἔστι λαβεῖν τὸν μείζονα. τῇ ἐκτάσει οὖν τοῦτο ἄπειρον, ἐκεῖνο δὲ τῇ διαιρέσει), διχῶς οὖν τοῦ ἀπείρου λεγομένου, ἀνάγκη πᾶσα ὡς ἄν ᾖ ἄπειρον τὸ μέγεθος, οὕτως εἶναι καὶ τὸν χρόνον, καὶ ὡς ὁ χρόνος, οὕτως καὶ τὸ μέγεθος.
19
γὰρ πλησιαίτερον τοὐ κυρίως νῦν, διὰ τοῦτο καὶ αὐτὸ νῦν λέγεται. οὔτε οὖν καθ’ αὑτὸ τοῦτο, ἀλλὰ κατὰ συμβεβηκός, διότι γὰρ] συμβέβηκεν αὐτῷ πλησιαίτερον εἶναι· διότι γὰρ ἐκεῖνο νῦν, καὶ τὸ πλησιάζον αὐτῷ βραχὺ τοῦ χρόνου διάστημα καὶ αὐτὸ νῦν.
μὲν παρῳχηκὸς τὸ δὲ μέλλον.
καὶ τοῖς μέρεσι τοῦ κινουμένου. καὶ ὅτι μὲν διαιρετή ἐστι τῷ χρόνῳ, πρόδηλον καὶ σαφὲς δι’ ὀλίγων ὕστερον δείκνυσιν, ὅτι δὲ κατὰ <τὰ> τοῦ κινουμένου, πρότερον κατασκευάζει.
μέρη τῆς (??) κινήσεως· τί οὖν διὰ τοῦτο καὶ τὴν ὅλην ἐς κίνησιν τὸ 23 αγ κινηθήσεται; πόθεν γὰρ δῆλον μὴ ἄλλο τι κινηθήσεται τὴν ὅλην κίνησιν;' νησιν;’ πρὸς τοῦτο οὖν ἀπαντῶν φησιν ὅτι εἰ μὴ τὸ ὅλον τὴν ὅλην κινηθήσεται, συμβήσεται ἄτοπόν τι τὸ τὴν ἄλλου κίνησιν ἄλλο κινεῖσθαι, ὅπερ ἀδύνατον. πῶς οὖν τοῦτο συμβαίνει, λέγω δὴ τὸ τὴν ἄλλου κίνησιν ἄλλο
κινεῖσθαι, εἰ τὴν ὅλην μὴ τὸ ὅλον κινηθήσεται ἀλλ’ ἄλλο τι, διὰ τῶν ἑξῆς ἐπήγαγεν.
25
ὅλης κινήσεως τὰς τῶν μερῶν κινήσεις· αὗται δὲ ἴσαι ἔσον ται ταῖς δε ἐς· μία γὰρ ἑνὸς κίνησις, φησίν. ἐὰν οὗν ἀφαιρεθεισῶν ἐκ τῆς ὅλης κινήσεως τῶν κινήσεων τῶν μερῶν καταδαπανηθῇ ἡ ὅλη εἰς τὰς τῶν μερῶν κινήσεις, ἀνάγκη τὰς αὐτὰς εἶναι ταύτας ταῖς δὲ ἐς κινήσεσι τῶν μερῶν, ἐπειδὴ δύο κινήσεις τοῦ αὐτοῦ εἶναι ἀδύνατον. ἴσαι γάρ φησιν
ἀντὶ τοῦ αἱ αὐταί.
εἴτε ἐπ’ ἄπειρον διαιρετόν, εἴτε ὁπωσοῦν ἄλλως. τὴν κίνησιν καὶ τὸ κινεῖσθαι εἰς ταὐτὸν ἄγει. ἡ τὸ μὲν ὡς ἕξιν τινὰ λαμβάνει τὴν κίνησιν, τὸ δὲ κινεῖσθαι ἐνέργειαν. τὸ δὲ ἐν ᾧ τὸ εἶδός φησι καθ’ ὃ ἡ κίνησις, τουτέστι φορὰν ἀλλοίωσιν αὔξησιν. δείκνυσιν οὖν ἐξ ἀρχῆς ὅτι ἕπονται ἀλλήλοις ταῦτα κατὰ τὴν διαίρεσιν, καὶ γυμνάζει τὸν λόγον ἐπὶ
τοῦ χρόνου καὶ τῆς κινήσεως καὶ τοῦ κινεῖσθαι· τούτων γὰρ δεδειγμένων συναποδέδεικται καὶ τὰ λοιπά.
ἄπειρον κατὰ τὴν ἔκτασιν, ἀνάγκη καὶ τὴν κίνησιν καὶ τὸν χρόνον τοιοῦτον εἶναι, ἐν τοῖς ἑξῆς φησι δείξειν.
μεταβέβληκε. τὸ δὲ πρῶτον προσέθηκε διότι δύναταί τι μεταβεβληκὸς πρὸ ἐνιαυτοῦ μὴ εἶναι νῦν ἐν ᾧ μεταβέβληκε τότε, οἷον εἰ εἰς λευκὸν μετέβαλε· τῷ γὰρ χρόνῳ ἴσως οὐκ ἐφύλαξε τὸ αὐτὸ εἶδος. διὰ τοῦτο οὖν φησιν ὅτι ὅτε πρῶτον. — Εἰ ἔκ τινος εἴς τι ἡ μεταβολή, τὸ δὲ μεταβεβληκὸς ἀπολείπει τὸ ἐξ οὗ, ἀνάγκη δὲ αὐτὸ εἶναι ἔν τινι, ἢ ἐν τῷ εἰς
ὃ ἔσται ἢ ἐν ἄλλῳ· ἀλλὰ μὴν ἐν ἄλλῳ οὐ δυνατόν, ὡς δείξει ἐφεξῆς, ἀνάγκη ἄμ ἐν τῷ εἰς ὃ εἶναι.
32
λαμβάνει οὖν τὸ μὲν ἐξ οὗ μετ’ ........, τὸ δὲ εἰς ὃ β, καὶ πρόεισιν οὕτως· ἐπειδὴ τὸ μεταβεβληκὸς ἐκ τοῦ ἁ μεταβέβληκε τὸ ᾱ, ἀνάγκη δὲ αὐτὸ εἶναι ἔν τινι, ἢ ἐν τῷ β ἔσται ἢ ἐν ἄλλῳ τινί· ἀλλὰ μὴν ἐν ἄλλῳ ἀδύνατον, ἐν τῷ β ἄρα ἔσται. εἰ γὰρ ἐν ἄλλῳ εἴη, ἔστω ἐν τῷ γ· συμβήσεται οὖν ἅμα τὸ αὐτὸ καὶ μεταβάλλειν καὶ μεταβεβληκέναι ἐν τῷ β,
ὅπερ ἀδύνατον. πῶς; ἐπεὶ γὰρ οὐκ ἔστιν ἐχόμενον τὸ y τῷ β, ἀλλ’ ἔστι διαιρετὸν τὸ μεταξὺ εἰς ἀεὶ διαιρετά κτλ. (p. 808,3.6), ὅπερ ἀδύνατον.
εἴδει. εἰ μὲν οὖν ἐν ἄλλῳ, οἷον ἐν τῷ γ. δυνατὸν τὸ ἄλλῳ διχῶς 34 ἐκλαβεῖν· ἢ γὰρ τῷ μεταξύ τι (οἶον εἰ ἐκ λευκοῦ εἰς μέλαν ἡ δυνατὸν τὸ μεταβεβληκὸς εἰς τὸ μέλαν λέγειν ὅτι ἐν τῷ φαιῷ ἐστιν), ἡ οὖν οὕτως τὸ ἐν ἄλλῳ, ἢ ἐν ἄλλῳ γένει, οἷον ἐν θερμῷ. εἰ οὖν ἐν τῷ μεταξὺ λέγει τις, τὸ εἰρημένον ἄτοπον ἕψεται, εἰ δὲ ἐν ἄλλῳ γένει, οἷον
ἐν θερμῷ, ἀδύνατον κατὰ μίαν καὶ τὴν αὐτὴν συνεχῆ μεταβολὴν κατ·ὰ εἴδη τὰ μὴ συνεχῆ μεταβάλλειν· οὐ γὰρ συνεχὲς τὸ θερμὸν τῷ λευκῷ τε καὶ μέλανι.
πάλιν ἐν τῇδε τῇ ἡμέρᾳ λέγομεν πρῶιον γεγενῆσθαί τι, διότι ἡ ὥρα, ἐν ᾗ πρώτως γεγένηται, τῆς ἡμέρας μόριόν τι ἐστιν. ὁμοίως καὶ ἐν μηνὶ πρῶτον διὰ τὴν ἡμέραν, καὶ ἐν ἐνιαυτῷ διὰ τὸν μῆνα. τὸ οὖν κυρίως πρῶτον τὸ δι’ ἑαυτό, καὶ μὴ τῷ αὐτοῦ τι τοιοῦτον εἶναι λεγόμενον, τοῦτο ἀνάγκη ἄτομον εἶναι.
38
ἓν γὰρ καὶ ταὐτὸν ὑπόκειται τὸ νῦν, τό τε πέρας τῆς προλαβούσης ἠρεμίας καὶ ἐν ᾧ πρώτῳ μεταβάλλει), ἐν τῷ αὐτῷ ἄρα καὶ ἠρεμεῖ καὶ μεταβάλλει.
42
καθ’ ὃ μεταβάλλει. τέως οὖν περὶ τοῦ μεταβάλλοντος τὸν λόγον ποιεῖται. ἔστω οὖν τὸ μεταβάλλον τὸ δε. εἰ τοίνυν ἐστὶ τούτου μόριον ὃ πρῶτον μεταβάλλει, ὑποκείσθω τὸ δζ, χρόνος δὲ ἐν ὧ τὸ πρῶτον τοῦτο μόριον μεταβάλλει ὁ θι. εἰ οὖν τὸ ὅλον δζ ἐν ὅλῳ τῷ θι χρόνῳ μεταβέβληκε, τὸ ἥμισυ αὐτοῦ ἐν τῷ ἡμίσει τοῦ χρόνου μεταβάλλει δέδεικται δὲ ὅτι πᾶν
τὸ μεταβάλλον μεριστόν ἐστι), καὶ πάλιν τὸ ἐκείνου ἥμισυ εἰς τὸ τοῦ χρόνου τέταρτον, καὶ τοῦτο ἐπ’ ἄπειρον. εἰ δὲ τοῦτο, καὶ ἀεὶ τοῦ ληφθέντος εὑρίσκομέν τι μόριον ὅπερ τοῦ ὅλου πρότερον μεταβέβληκεν, οὐκ ἄρα ἐστὶ τοῦ μεταβάλλοντός τι ὃ πρῶτον μεταβέβληκεν.
44
τοῖς προλαβοῦσιν, ἀλλ’ ἐπειδὴ οἶδεν ἡ συνήθεια τὸ κτὰ πλάτος πρῶτον, 47 οἷον ὅτι ἐν τῇδε τῇ ἡμέρᾳ πρώτῃ γέγονεν ὁ πόλεμος ἢ ἡ ἔκλειψις, περὶ τούτου τῇ θέσει πρῶτον νῦν διαλαμβάνει, καί φησιν ὅτι διχ’ ὡς λέγεται τὸ ἐν ᾧ πρώτῳ μεταβάλλει, τὸ μὲν δι’ αὑτὸ τὸ δὲ δι’ ἕτερον. λέγομεν γὰρ ὅτι αὕτη <ἡ> ἡμέρα πρώτη ἐστὶ τῆς ἐκλείψεως, οὐ διότι ἐν πάσῃ
ἡμέρᾳ γέγονεν, ἀλλ’ ὅτι ἡ ὥρα ἐν ᾗ γέγονε περιέχεται ὑπὸ τῆς ἡμέρας· δι’ ἕτερον οὖν <ἡ> ἡμέρα πρώτη καλεῖται, ἡ μέντοι ὥρα, καθ’ ἣν ἡ ἔκλειψις, οὐ δι’ ἕτερον ἀλλὰ δι’ αὑτὴν πρώτη λέγεται. δείκνυσιν οὖν ἐν τούτοις ὅτι ἐν ᾧ πρώτῳ δι’ ἑαυτὸ μεταβάλλει τὸ μεταβάλλον, κατὰ πάντα αὐτοῦ τὰ μέρη μεταβάλλει, καὶ οὐκ ἔστιν αὐτοῦ μόριον καθ’ ὃ οὐ
μεταβάλλει.
τῷ (??) κινεῖσθαι, ἢ ἐν ἀμφοτέροις. εἰ μὲν οὖν ἐν μηδετέρῳ κινεῖται, ἐν τῷ ὅλῳ κινηθήσεται, εἰ δὲ ἐν θατέρῳ μόνῳ,. οὐκέτι καθ’ αὑτὸν πρῶτος ὁ (??) χρόνος, ἀλλὰ καθ’ ἕτερον τῷ τὸ μόριον αὐτοῦ εἶναι ἀνάγκη ἄρ ἐν πᾶσι τοῖς μέρεσι κινεῖσθαι.
καὶ οὗτος), ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ ποιοῦ. μεταβαλλέτω οὖν τι ἐκ τοῦ (??) εἰς τὸ δ. εἰ τοίνυν μὴ ἔστιν ἀδιαίρετον τὸ γδ τοῦτο γὰρ διὰ τὸ μὴ δύνασθαι ἀμερὲς ἀμεροῦς ἔχεσθαι), διαιρετὸν ἀνάγκη εἶναι εἰς ἄπειρα τὸ μεταξύ· ὥστε ἀνάγκη καθ’ ἕκαστον μὲν τῶν σημείων μεταβεβληκέναι, ἐν δὲ τῷ μεταξὺ αὐτῶν χρόνῳ μεταβάλλειν.
50
μεῖζον διάστημα κινεῖται τὸ κινούμενον.
ἀπείρω χρόνῳ ἀνακυκλοῦντα, οἷά ἐστι τὰ οὐράνια· ἐν γὰρ τῷ ἀπείρῳ χρόνῳ τὴν αὐτὴν ἀεὶ κινεῖται κίνησιν ἐν πεπερασμένῳ μεγέθει, οὐ τῷ προσάπαξ τὸ ὅλον ἐν τῷ ἀπείρῳ κινεῖσθαι, ἀλλὰ τῷ ἀεὶ ἀνὰ τὸν ἄπειρον χρόνον ἔν τινι μέρει κινεῖσθαι ἐκείνου. τοῦτο μὲν οὖν δυνατόν, τὸ δὲ ἐν ἅπαντι τῷ ἀπείρῳ χρόνῳ ἅπαν διελθεῖν πεπερασμένον προσάπαξ ἀδύνατον. τὸ δὲ
ἑξῆς οὕτως· ‘ἀδύνατόν ἐστιν ἐν τῷ ἀπείρῳ χρόνῳ πεπερασμένην κινεῖσθαι μὴ τὴν αὐτὴν ἀεὶ κινούμενον καὶ τὸ ἐν ἐκείνῃ τινὰ κινεῖσθαι᾿· κατὰ κοινοῦ γὰρ τὸ κινεῖσθαι.
54
εἴρηται πρὸς κατασκευὴν τοῦ τὸ ἄπειρον μὴ καταμετρεῖσθαι. ὁ δὲ νοῦς· ἐπειδὴ τὸ μὲν πεπερασμένον διάστημα, λέγω δὴ τὸ αβ, μετρεῖται ὑπὸ τοῦ Γε μορίου πεντάκις τυχόν, ἑκάστου δὲ τῶν μορίων τοῦ χρόνου ὁ χρόνος πεπερασμένος, καταμετρηθήσεται ἄρα καὶ ὁ χρόνος ὑπό τινος τῶν αὑτοῦ μορίων· ἀλλὰ μὴν τὸ ἄπειρον οὐ καταμετρεῖται· οὐκ ἄρα ἐν ἀπείρῳ τὸ πεπερασμένον
κινήσεται, ἀλλ’ ἐν πεπερασμένῳ.
καὶ ἐπὶ τοῦ ἠρεμίζεσθαι. καὶ ἐντεῦθέν τινες καὶ ἐν τῷ πρὸ τούτου τὸ τῆς ἠρεμίσεως ὄνομα ἀντὶ τοῦ ἠρεμίζεσθαι ἐξελάμβανον. ἡ αὐτὴ δὲ πάλιν καὶ ἐπὶ τούτου ἀπόδειξις· εἰ γὰρ τὸ ἄπειρον ἐν πεπερασμένῳ χρόνῳ κινεῖται, ἐὰν ληφθῇ μόριόν τι τοῦ χρόνου, δῆλον ὅτι ἐν τούτῳ οὐ τὸν ἄπειρον 56 κινηθήσεται, ἀλλὰ μόριόν τι πεπερασμένον. ἐὰν οὖν εἰς ἴσα τὸν ὅλον χρόνον κατατέμω, ἀφαιρεθήσεται καὶ ἐκ τοῦ ἀπείρου μεγέθους ἴσα μόρια· ὥστε ἐπειδὴ τὰ τοῦ χρόνου μόρια πεπέρανται καὶ πλήθει καὶ μεγέθει, ἴσα δὲ τούτων τῷ πλήθει ἀφαιρεῖται καὶ ἐκ τοῦ ἀπείρου μεγέθους πεπερασμένα
τῷ μεγέθει, τὸ δὲ ἐκ πεπερασμένων συγκείμενον πεπερασμένον ἐστί, πεπερασμένον ἄρα μέγεθος ἐν πεπερασμένῳ κινήσεται καὶ οὐκ ἄπειρον. ὁμοίως κἀν εἰς ἄπειρα τέμνηται, ὁ αὐτὸς λόγος, ὥσπερ καὶ ἀπορώτερος· ὁ γὰρ· ἐλάχιστος μέτρον ἔσται τῶν λοιπῶν κατατεμνομένων εἰς ἴσα τῷ ἐλαχίστῳ.
ἔχον; ὥστε οὕτως ἂν λέγοιτο διὰ τῆς πεπερασμένης διιέναι ἡ ἄπειρος. τῷ τὴν πεπερασμένην διὰ πάντων αὐτῆς τῶν μορίων διιέναι.
59
καὶ ἡ κίνησις ἄπειρος, οὐδ’ ἄρα κίνησιν ἄπειρον δυνατὸν ἐν πεπερασμένῳ χρόνῳ γεέσθαι.
κινεῖσθαι τὸ ἠρεμίζεσθαι), τὸ δὲ ἠρεμίζεσθαι), ἵστασθαί ἐστι, τὸ ἄρα ἵστασθαι κινεῖσθαί ἐστιν. εἰ γὰρ μὴ ἔστι τὸ ἵστασθαι κινεῖσθαι, ἐπειδὴ πᾶν ἢ κινεῖται ἢ ἠρεμεῖ ὅτε πέφυκε καὶ οὗ καὶ ὥς, ἠρεμεῖν ἄρα ὠτὶ τὸ ἵστασθαι. τοῦτο δὲ ἀδύνατον· τὸ γὰρ ἵστασθαι ἠρεμίζεσθαι, τοῦτο δὲ κινεῖσθαί ἐστιν.
63
64
γενέσθαι, ἀλλ’ ἐν ὅλῃ. ἐν ᾧ πρώτῳ χρόνῳ, φησί, τὸ ἱστάμενον ἵσταται, τουτέστιν ἠρεμίζεται, ἐν παντὶ μέρει αὐτοῦ ἵσταται· εἰ γὰρ διέλοιμεν τὸν χρόνον, εἰ μὲν ἐν μηδετέρῳ μορίῳ ἵσταται, οὐδ’ ἄν ἐν τῶ ὅλω, εἰ δὲ ἐν ἑκατέρῳ, οὐκέτι ἐν τῷ ὅλῳ πρώτως, ὠὰ καθ’ ἕτερον ἐν τῷ μορίῳ τινὶ αὐτοῦ, ὡς ἐν τῇ ἡμέρά ἡ ἔκλειψις διὰ τὴν ὥραν·
λείπεται οὖν ἐν ἀμφοτέροις. ὥστε ἐν τῷ νῦν ἵσταται, ὅπερ ἔδει δεῖξαι.
67
καὶ πρότερον ἢ τῷ ὁμόλογον εἶναι ἢ τοσόνδε ἢ ἐν τῷδε τῷ τόπῳ, οὐκ ἂν εἴη ἀμερὲς ἐν ᾧ ἠρεμεῖ οὐ γὰρ ἔστιν ἐν τῷ ἀμερεῖ τὸ πρότερον καὶ τὸ ὕστερον), ὥστε μεριστόν· εἰ δὲ μεριστόν, χρόνος, ὁ δὲ χρόνος συνεχής, τοῦτο δὲ εἰς ἄπειρον διαιρετόν· ὥστε οὐκ ἂν ἔχοι τὸ πρῶτον.
ἐκεῖνον, ἀληθές ἐστιν εἰπεῖν ὅτι ἐν ἑκάστῳ τῶν τοῦ χρόνου μορίων ὑπῆρχε τὸ κινούμενον κατὰ τὸ αὐτὸ εἶδος καὶ αὐτὸ καὶ τὰ μέρη αὐτοῦ· ἀλλὰ μὴν ἠρεμεῖν τοῦτό ἐστι τὸ ἐν ἄλλῳ καὶ ἄλλῳ τῶν τοῦ χρόνου x003E; εἶναι τὸ πρᾶγμα καθ’ ἓν καὶ τὸ αὐτὸ εἶδος, τὸ δὲ κινούμενον κατὰ τὴν νῦν ὑπόθεσιν κατὰ τὸ αὐτὸ εἶδος ἐν ἄλλῳ καὶ ἄλλῳ μέρει τῶν τοῦ χρόνου
ὑπῆρχε· συμβήσεται ἄρα τὸ κινούμενον ἠρεμεῖν. ὥστε ἀδύνατον ἔν τινι τοῦ χρόνου μέρει καθ’ ὃ κινεῖται ἐν τῷ αὐτῷ εἶναι τὸ κινούμενον. ὥσπερ γὰρ τὸ μέγεθος ἐπ’ ἄπειρον διαιρετόν, οὕτω καὶ ὁ χρόνος καὶ ἡ κίνησις· συνεχῆ γὰρ πάντα.
In Aristotelis Physicorum Libros Commentaria. John Philoponus. ed. Girolamo Vitelli. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.