ΙΩΑΝΝΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΣΧΟΛΙΚΑΙ ΑΠΟΣΗΜΕΙΩΣΕΙΣ 1 EK ΤΩΝ ΣΥΝΟΥΣΙΩΝ ΑΜΜΩΝΙΟΥ ΤΟΥ ΕΡΜΕΙΟΥ META ΤΙΝΩΝ ΙΔΙΩΝ Ε\ΠΙΣΤΑΣΕΩΝ ΕΙΣ TO ΠΡΩΤΟΝ ΤΩΝ ΠΕΡΙ ΓΕΝΕΣΕΩΣ ΚΑΙ ΦΘΟΡΑΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ.
τῶν φυσικῶν πραγμάτων, λέγω δὲ ὕλης καὶ εἴδους, καὶ περὶ τῶν κοινῇ πᾶσι τοῖς φυσικοῖς παρακολουθούντων, τόπος δὲ ταῦτα καὶ χρόνος καὶ κίνησις, σκοπὸν ἔθετο λοιπὸν ἐν ταῖς ἐφεξῆς πραγματείαις περὶ αὐτῶν τῶν φυσικῶν πραγμάτων διαλαβεῖν. τῶν δὲ φυσικῶν πραγμάτων τὰ μὲν
ἀγένητά ἐστι καὶ ἄφθαρτα, τὰ δὲ γενητὰ καὶ φθαρτά· τῶν δὲ ἀφθάρτων
καὶ ἀιδίων τὰ μὲν καὶ κατὰ τὴν ὁλότητα καὶ κατὰ τὰ μέρη ἐστὶν ἀίδια, καθάπερ τὰ οὐράνια, τὰ δὲ κατὰ μὲν τὴν ὁλότητα ἀίδια κατὰ δὲ τὰ μέρη γενητὰ καὶ φθαρτά. οἷά ἐστι τὰ τέσσαρα στοιχεῖα. περὶ μὲν οὖν τῶν ἐν τοῖς φυσικοῖς ἀιδίων, τῶν τε κατὰ τὴν ὁλότητα καὶ τὰ μέρη καὶ τῶν
κατὰ τὴν ὁλότητα μὲν τοιούτων κατὰ δὲ τὰ μέρη φθαρτῶν, ἐν τῇ Περὶ
οὐρανοῦ πραγματείᾳ διέλαβεν. οὐδὲ γάρ, ὡς ἄν τις οἴοιτο, ἀσύμφωνος ἡ περὶ τῶν τεσσάρων στοιχείων διδασκαλία τῇ περὶ οὐρανοῦ ὑποθέσει, τῆς τοῦ οὐρανοῦ προσηγορίας τὸν πάντα κόσμον δηλούσης παρὰ τοῖς παλαιοῖς. ἐν γοῦν Τιμαίῳ φησὶν ὁ Πλάτων “ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος ἢ ἄλλο
ὅ τι ποτὲ ὀνομαζόμενος μάλιστα ἄν δέχοιτο, τοῦτο ἡμῖν ὠνομάσθω”, καὶ ἐν Πολιτικῷ “ὃν δὴ οὐρανὸν ἢ κόσμον ἐπωνομάκαμεν”. ὥστε καὶ Ἀριστοτέλης “Περὶ Περὶ οὐρανοῦ” ἐπιγράψας οὐ τὰ ἄνω σώματα μόνον, ἀλλὰ
πάντα κόσμον ἐσήμανεν. ἐν μὲν οὖν ταύτῃ, καθὼς εἴρηται, τῇ πραγ- 2 ματείᾳ περὶ τῶν ὁπωσποτεοῦν λεγομένων ἀιδίων διαλαμβάνει, ἐν δὲ ταῖς 3 ἑξῆς περὶ τῶν ὑπολοίπων, λέγω δὲ τῶν ἐν γενέσει καὶ φθορᾷ καὶ πάντων τῶν παρακολουθούντων αὐτοῖς. πάλιν δ’ αὖ τῶν παρακολουθούντων τοῖς ἐν γενέσει καὶ φθορᾷ πράγμασι τὰ μὲν κοινῶς πᾶσιν αὐτοῖς παρακολουθεῖ,
τὰ δὲ ἰδίᾳ τισί· καὶ τῶν ἰδία τισὶ παρακολουθούντων τὰ μὲν τοῖς περὶ γῆν ἰδίᾳ παρακολουθεῖ, τὰ δὲ τοῖς ὑπὲρ γῆν, τουτέστι μεταξὺ γῆς καὶ οὐρανοῦ,
ἅπερ καὶ μετέωρα καλεῖται· καὶ τῶν περὶ γῆν τὰ μὲν ὡς ἐμψύχοις παρακολουθεῖ, τὰ δὲ ὡς ἀψύχοις· καὶ τῶν ὡς ἐμψύχοις τὰ μὲν ὡς αἰσθητικοῖς, τὰ δὲ ὡς ἀναισθήτοις. ἀκολούθως τοίνυν τῇ διαιρέσει ταύτῃ ὁ Ἀριστοτέλης
καὶ τὰς φυσικὰς αὑτοῦ πραγματείας διεῖλεν. ὥσπερ γὰρ ἐν τῇ Φυσικῇ ἀκροάσει περὶ τῶν κοινῇ πᾶσι τοῖς φυσικοῖς παρακολουθούντων διέλαβεν, οὕτως ἐν τῇ προκειμένῃ πραγματεία περὶ τῶν κοινῇ πᾶσι τοῖς ἐν
γενέσει καὶ φθορᾷ διαλέξεται, ἐν δὲ τοῖς Μετεώροις περὶ τῶν ὑπὲρ γῆν συνισταμένων καὶ τῶν παρακολουθούντων αὐτοῖς διέλαβεν, ἐν δὲ ταῖς
Περὶ ζῴων πραγματείαις περὶ τῶν ὡς ἐμψύχοις καὶ αἰσθητικοῖς (πλεῖσται δὲ αὗται διὰ τὸ πολυειδὲς τῆς τῶν ζῴων φύσεως), ἐν δὲ τοῖς Περὶ φυτῶν περὶ τῶν ἐμψύχων μὲν οὐκ αἰσθητικῶν δέ, περὶ δὲ τῶν ἀψύχων ἐν τοῖς Περὶ τῶν μετάλλων καὶ ἐν τῷ τετάρτῳ τῶν Μετεωρολογικῶν.
πραγματειῶν τοῦ Ἀριστοτέλους, ὡς συντόμως εἰπεῖν, αὕτη ἐστίν. ἀλλ’ ἐπειδὴ πολλή ἐστι τῆς παρούσης πραγματείας ἡ συνέχεια πρὸς τὴν Περὶ οὐρανοῦ, ὡς δηλοῖ ὁ “δέ” σύνδεσμος ὁ κατὰ τὸ προοίμιον (φησὶ γὰρ περὶ δὲ γενέσεως καὶ φθορᾶς) ὡς πρὸς τὸν “μέν” ἀποδεδομένος τὸν ἐν τῷ πέρατι τῆς Περὶ οὐρανοῦ τεταγμένον (ἔστι γὰρ
συνέχεια μία λόγου συναπτόντων ἡμῶν τῷ ἐκείνης πέρατι τὸ ταύτης προοίμιον τοῦτον τὸν τρόπον “περὶ μὲν οὖν βαρέος καὶ κούφου καὶ τῶν
περὶ αὐτὰ συμβεβηκότων διωρίσθω ἡμῖν τοῦτον τὸν τρόπον, περὶ δὲ γενέσεως καὶ φθορᾶς τῶν φύσει γινομένων καὶ φθειρομένων” καὶ τὰ ἑξῆς), ἐπεὶ τοίνυν, ὡς δέδεικται, συνεχὴς ἡ παροῦσα πραγματεία καὶ ἐκείνη,
εὔλογον μὴ ἀνεννοήτους ἡμᾶς εἶναι τῶν ἐν τῇ Περὶ οὐρανοῦ διδασκομένων, ἀλλὰ κεφαλαιωδέστερον ἐπιδραμεῖν τοῖς ἐκεῖσε γυμναζομένοις.
4 ἀλλ’ ἐν μὲν τῷ πρώτῳ βιβλίῳ ζητεῖ περὶ τῆς οὐσίας τοῦ οὐρανίου σώματος, 5 καί φησιν ὅτι ἑτέρα παρὰ τὰ τέσσαρα στοιχεῖά ἐστι τὴν φύσιν, ἀγένητος οὖσα καὶ ἄφθαρτος οὐ μόνον κατὰ τὴν ὁλότητα ἀλλὰ καὶ κατὰ τὰ μέρη, οὐδεμίαν ἐπιδεχομένη μεταβολὴν πλὴν τῆς κατὰ τόπον. ζητεῖ
δὲ καὶ πότερον ἄπειρόν ἐστιν ἢ πεπερασμένον, καὶ ἀποδείκνυσιν ὅτι πεπερασμένον ἄλλοις τε πολλοῖς καὶ ἀστείοις λόγοις καὶ ἑνὶ τοιούτῳ, φάσκων
ὅμοιον εἶναι ἄπειρον λέγειν πῆχυν καὶ κύκλον ἄπειρον· ὥσπερ γὰρ πῆχυν εἰπὼν μεμετρημένον τι λέγει καὶ πεπερασμένον, οὕτω καὶ ὁ κύκλον εἰπὼν σχῆμά τε ὀνομάζει καὶ συναναλαμβάνει τῇ τούτου ἐννοία τὰ
πέρατα. δείξας τοίνυν ὅτι πεπερασμένον ἐστὶ τὸ τοῦ οὐρανοῦ σῶμα, ἐπὶ τούτοις ἀποδείκνυσιν ὡς οὐδέν ἐστιν ἔξωθεν αὐτοῦ μὴ ὅτι σῶμα, ἀλλ’ οὐδὲ τόπος οὐδὲ κενόν· οὐδὲ γὰρ ἐν | τόπῳ, φησί, τὰ ἐκεῖ πέφυκεν, οὐδὲ 1v χρόνος αὐτὰ ποιεῖ γηράσκειν. ταῦτα μὲν οὖν ἐν τῷ πρώτῳ βιβλίῳ διδάσκει, κατὰ δὲ τὸ δεύτερον περὶ τοῦ σχήματος τοῦ παντὸς οὐρανοῦ
καὶ τῶν ἐν αὐτῷ ἀστέρων ὅτι σφαιροειδές ἐστι, καὶ τῆς κινήσεως τῆς τούτων ὅτι κυκλοφορητική. ἐπὶ τούτοις λοιπὸν περὶ τῆς ὁλότητος τῶν τεσσάρων στοιχείων διδάσκει, ζητῶν καὶ τούτων τὸ σχῆμα καὶ δεικνὺς αὐτὸ σφαιρικὸν εἶναι. περὶ δὲ τῆς γῆς πολὺν καταβάλλεται λόγον,
ζητῶν τέσσαρά τινα, τὸ μέγεθος αὐτῆς τὸ σχῆμα τὴν θέσιν τὴν κίνησιν.
τὸ μὲν μέγεθος ὅτι οὐχ ὥσπερ οἱ πολλοὶ νομίζουσιν ἄπειρον ἔχει μέγεθος ἀλλ’ ἔστι πεπερασμένη καὶ τῶν πλείστων σχεδὸν δὲ πάντων τῶν ἀστέρων πλὴν τῆς σελήνης ἐλάττων, τὸ δὲ σχῆμα δείκνυσι καὶ αὐτὸ σφαιροειδὲς ὄν, τὴν δὲ θέσιν ὅτι μέση τέτακται οὐ βίας δεομένη πρὸς τὸ ἀνέχεσθαι, ὡς ἄν τις οἴοιτο, ἀλλὰ τοὐναντίον βίας δεομένη πρὸς μετάστασιν τῆς
μέσης χώρας, ἀκίνητος οὖσα ἐν τῷ οἰκείῳ τόπῳ. τοσαῦτα τοίνυν ζητήσας περί τε τοῦ οὐρανοῦ καὶ τῆς τῶν τεσσάρων στοιχείων ὁλότητος, καθ’ ἃς ἀγένητά ἐστι καὶ ἄφθαρτα, διὰ τοῦ πρώτου καὶ δευτέρου βιβλίου, λοιπὸν ἀπὸ τοῦ τρίτου βιβλίου μέλλων διδάξαι περὶ τῶν τεσσάρων στοιχείων, καθ’ ὃ γενητά ἐστι καὶ φθαρτά (ἔστι δὲ τοιαῦτα δηλονότι κατὰ τὰ μέρη.
ἐκ γὰρ τῶν μερῶν τῶν στοιχείων γίνεται τὰ γινόμενα, καὶ εἰς ταῦτα φθείρεται τὰ φθειρόμενα), μέλλων οὖν περὶ τῶν γινομένων καὶ φθειρομένων
μένων διαλαβεῖν ἐκ τίνων καὶ πόσων ἐστὶ στοιχείων, πρῶτον ζητεῖ εἰ ὅλως ἐστὶ γένεσις· μήποτε γὰρ οὐκ ἔστιν ὅλως γένεσις, ὥσπερ οἱ ὑποτιθέμενοι μηδεμίαν εἶναι κίνησιν μηδὲ μεταβολήν, καθάπερ οἱ περὶ Παρ
μενίδην. καὶ δείκνυσιν εἶναι γένεσιν, τὸ μὲν ἀνελὼν καὶ λύσας τὰς κατὰ τῆς γενέσεως φερομένας ἀπορίας, τὸ δὲ τῇ ἐναργείᾳ μάρτυρι χρησάμενος 6 τῶν γινομένων καὶ φθειρομένων. ὅλως τε δὴ ἐζήτησε πόθεν ποτ’ εἰς 7 ἔννοιαν ἦλθον τοῦ οἴεσθαι μὴ εἶναι γένεσιν οἱ τοῦτο ἀποφηνάμενοι, καί
φησιν ὅτι πεπεισμένοι εἶναι ἐν τοῖς πράγμασιν ἐπιστήμην, ταύτην δὲ ἑστώτων καὶ ἀεὶ ὡσαύτως ἐχόντων εἶναι λέγοντες, ὑπέθεντο ἑστῶτα
εἶναι πάντα τὰ ὄντα. ὁ δὲ πρὸς ταῦτα δέδειχεν ὅτι καὶ ἐπιστήμη ἐστὶ καὶ αὕτη ἑστώτων καὶ ἀεὶ ὡσαύτως ἐχόντων τυγχάνει, καὶ ὅμως οὐκ ἀναγκαζόμεθα τὴν κίνησιν ἀνελεῖν πάντα ἑστῶτα ὑποθέμενοι. ἐνδέχεται γὰρ τῶν πάντων τὰ μὲν ἑστῶτα ὑποτίθεσθαι καὶ ἀίδια, ὧν ἡ ἐπιστήμη, τὰ δὲ γενητὰ καὶ φθαρτά, ἐν οἷς ἡ κίνησις. καὶ ἐν αὐτοῖς δὲ τοῖς γενητοῖς
ἔστι τι ἑστὼς καὶ μένον καθ’ ὃ καὶ ἐπιστήμη αὐτῶν ἐστι, λέγω δὲ τὸ εἶδος· τῶν γὰρ κατὰ μέρος φθειρομένων καὶ μεταβαλλόντων τὸ εἶδος ἀεὶ κατὰ διαδοχὴν φυλάττεται. διὰ τούτων τοίνυν καὶ τῶν τοιαύτων δείξας ὅτι ἔστι γένεσις καὶ τὰ γινόμενα καὶ φθειρόμενα, ζητεῖ ἐκ τίνος γίνεται τὰ γινόμενα, ἆρα ἐξ ἀσωμάτου τινὸς ἢ ἔκ τινος σωματικοῦ στοιχείου,
καὶ δείκνυσιν ὅτι οὐκ ἐξ ἀσωμάτου. δυοῖν γὰρ ὄντων ἀτόπων θάτερον ἐξ ἀνάγκης ἕψεται· ἢ γὰρ κενὸν ἔσται ὃ καταλήψεται τὸ ἐξ ἀσωμάτου γινόμενον
ἤ, εἴπερ οὐκ ἔστι τόπος κενός, σῶμα διὰ σώματος διελεύσεται. λείπεται οὖν ἐκ σωματικοῦ στοιχείου γίνεσθαι τὰ γινόμενα. ἔνθα καὶ τὸ στοιχεῖον ὁρίζεται φάσκων στοιχεῖον εἶναι σωμάτων εἰς ὃ ἔσχατον τὰ
σύνθετα σώματα διαλύεται, ἐνυπάρχον δυνάμει ἢ ἐνεργείᾳ τοῦτο γὰρ ὁποτέρως ἔχει τέως ἀμφισβητήσιμον), αὐτὸ δὲ ἀδιαίρετον εἰς ἕτερα τῷ εἴδει. ἀμφισβητήσιμον δὲ τέθεικε τὸ εἴτε ἐνεργείᾳ εἴτε δυνάμει ἐνυπάρχειν
τὸ στοιχεῖον, διὰ τὸ μήπω διδάξαι καθ’ ὃν τρόπον γίνεται ἡ γένεσις. εἰ μὲν γὰρ κατὰ σύγκρισιν καὶ διάκρισιν ἡ γένεσις καὶ ἡ φθορά, ἐνεργείᾳ
ἐνυπάρχει τὰ στοιχεῖα τοῖς συνθέτοις· εἰ δὲ κατὰ μεταβολὴν τῆς οὐσίας, δυνάμει καὶ οὐκ ἐνεργείᾳ.
φησίν, ἀδύνατον· πόθεν γὰρ ἡ τοσαύτη διαφορὰ ἐν τοῖς γινομένοις, εἴπερ ὢ ἑνὸς ἐγίνοντο; καὶ πόθεν αἱ διάφοροι κ̣αὶ ἐναντίαι κινήσεις τῶν μὲν ἀνω- φόρων ὄντων τῶν δὲ κάτω ῥεπόντων; οὐ γὰρ οἷόν τε ἐν ἑνὶ καὶ τῷ αὐτῷ τὰ ἐναντία εἶναι. καὶ γὰρ καθ’ Ἱπποκράτην “εἰ ἓν ἦν ὁ ἄνθρωπος οὐκ 8 ἄν ἤλγεεν, εἰ δὲ καὶ ἤλγεεν ἓν ἦν καὶ τὸ ἰώμενον αὐτόν“. οὐκ ἐξ ἑνὸς 9 οὖν, ἀλλ’ ἐκ πλειόνων. οὐ μὴν ἀπείρων· δέδεικται γὰρ ὡς ἀδύνατον τὸ ἄπειρον ἐνεργείᾳ ὑποστῆναι. οὐ λέγω δὲ κατὰ τὸν ἀριθμὸν μόνον ἀδύνατον τὰ στοιχεῖα ἄπειρα εἶναι, ἀλλ’ οὐδὲ κατὰ μέγεθος· εἰ γὰρ ὁ οὐρανὸς ὁ
πάντα περιέχων δέδεικται πεπερασμένος ὤν, σχολῇ γε ἂν τῶν στοιχείων τι εἴη ἄπειρον. πεπερασμένα οὖν τὰ στοιχεῖα καὶ οὐχ ἐν. πόσα δέ ἐστι καὶ τίνα μὴ προσθείς, ἀλλ’ ὡς ὁμολογούμενον λαβὼν ὅτι τέσσαρά ἐστι, συμβαλλομένης δὲ εἰς ἀπόδειξιν τοῦ τοσαῦτα εἶναι τῆς περὶ τοῦ εἰ γενητά ἐστιν ἢ ἀγένητα σκέψεως, εἰς ταύτην μετήνεγκε τὸν λόγον· καὶ δείξας ὅτι
οὐκ ἀγένητα ἀλλὰ γενητά, καὶ μάλιστα ἐκ τῆς ἐναργείας (ὁρῶμεν γὰρ ἅπαν
ὕδωρ φθειρόμενον καὶ γινόμενον ἀέρα, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως), ἐφεξῆς ζητεῖ πόθεν γίνονται, πότερον ἐξ ἀλλήλων ἡ ἐξ ἄλλου τινὸς ὑποκειμένου, ὥσπερ ὑπετίθεντο οἱ τὸ μεταξὺ ὕδατος καὶ ἀέρος ὑποτιθέμενοι σῶμα. δείκνυσι δὲ ὅτι οὐκ ἐξ ἄλλου τινός. ἐκεῖνο γάρ, φησί, τὸ ἄλλο
στοιχεῖον σῶμα ὂν ἐν τόπῳ ἐστὶν ἐξ ἀνάγκης. ἢ οὖν ἄνω ἔσται ἢ κάτω· καὶ εἰ ἄνω, ἤτοι κατὰ φύσιν ἢ παρὰ φύσιν· καὶ κάτω ὡσαύτως, ἢ κατὰ φύσιν ἢ παρὰ φύσιν. ἄνω μὲν οὖν ὂν κατὰ φύσιν, πῦρ ἔσται | ἢ ἀήρ· 10 παρὰ φύσιν δὲ ἄνω ὄν, ἢ ὕδωρ ἔσται ἢ γῆ. τὰ αὐτὰ δὲ ἕψεται ἀντι- στρόφως κάτω ὑποτεθέντος αὐτοῦ. κατὰ φύσιν μὲν γὰρ ὂν κάτω, γῆ
ἔσται ἢ ὕδωρ· παρὰ φύσιν δέ, πῦρ ἢ ἀήρ. ἔτι τοῦτο τὸ σῶμα οὐ δήπου ἄποιον ἔσται καὶ ἀνείδεον· τοῦτο γὰρ ἀδύνατον. τῇ ὕλῃ γὰρ τοῦτο προσεστιν ἀσωμάτῳ οὔσῃ, ἡμῖν δὲ πρόκειται σωματικὰ στοιχεῖα ζητῆσαι. εἰ τοίνυν πεποίωται, ἢ θερμὸν ἔσται ἢ ψυχρόν, καὶ ἤτοι ξηρὸν ἢ ὑγρόν.
εἰ μὲν οὖν θερμὸν εἴη καὶ ξηρόν, πῦρ ἔσται· εἰ δὲ θερμὸν καὶ ὑγρόν,
ἀήρ· ἔτι δὲ ὑγρὸν μὲν καὶ ψυχρὸν ὑποτεθέν, ὕδωρ ἔσται· ψυχρὸν δὲ καὶ ξηρόν, γῆ. οὐκ ἄρα ἐξ ἄλλου τινὸς γίνονται· ἐξ ἀλλήλων ἄρα. εἰ δὲ ἐξ ἀλλήλων, ἤτοι δυνάμει ἀλλήλοις ἐνυπαρχόντων ἢ ἐνεργείᾳ. ἀλλ’ εἰ μὲν ἐνεργείᾳ ἀλλήλοις ἐνυπάρχοντα γεννᾶται ἐξ ἀλλήλων, κατὰ ἔκκρισιν ἔσται ἡ γένεσις, καθάπερ οἱ περὶ Ἀναξαγόραν ὑπετίθεντο. ἀλλὰ τοῦτο, φησίν,
ἀδύνατον· εἰ γάρ, φησί, τῷ ἐκκρίνεσθαι γεννᾶται ταῦτα ἐξ ἀλλήλων, οἷον
εἰ τῷ ἐνυπάρχειν ἐν τῷ ὕδατι κατ’ ἐνέργειαν ἀέρος ὁμοιομερείας γεννᾶται [δὲ] ἐξ ὕδατος ἀήρ , καὶ τῶν ἄλλων ἕκαστον, ἀνάγκη ἤτοι στῆναί ποτε τὴν γένεσιν, τῶν μὲν ἄλλων ὁμοιομερειῶν ἐξαναλωθεισῶν (ἀέρος φημὶ καὶ πυρὸς καὶ γῆς) τῶν δὲ τοῦ ὕδατος μόνων ὑπολειφθεισῶν, ὡς μηκέτι ἐξ αὐτῶν 11 ἄλλο τι δύνασθαι τῶν στοιχείων ἐκκρίνεσθαι· ἢ οὖν τοῦτο τὸ εἰρημένον 12 συμβήσεται, τὸ στῆναι τὴν γένεσιν, ἢ εἴπερ εἰσαεὶ δοίης γίνεσθαι ἐξ ἀλλήλων τὰ στοιχεῖα, ἄπειρα ἀνάγκη ὑποθέσθαι σώματα ἐν τῷ αὐτῷ ἐνεργείᾳ
ὑπάρχοντα, ὅπερ ἀδύνατον. λείπεται οὖν ἐξ ἀλλήλων γεννᾶσθαι τὰ
στοιχεῖα, τῷ δυνάμει ἐνυπάρχειν ἀλλήλοις. δυνάμει δὲ ἀλλήλοις ἐνυπάρχουσιν ἢ τῷ ἀναλύεσθαι εἰς πρῶτα καὶ κοινὰ τῶν πάντων στοιχεῖα, ἅπερ οἱ μὲν ἄτομα σώματα ἔλεγον (καθάπερ οἱ περὶ Λεύκιππον καὶ Δημόκριτον) οἱ δὲ ἐπίπεδα (ὥσπερ Πλάτων), ἢ τῷ δύνασθαι εἰς ἄλληλα μεταβάλλειν. ἀλλ’ ὅτι μὲν οὐ τῷ ἀναλύεσθαι εἰς πρῶτα στοιχεῖα ἔδειξεν (οὕτε γὰρ
ἄτομα σώματα δυνατὸν εἶναι, καὶ τὸ εἰς ἐπίπεδα διαλύειν τὸ σῶμα εὔηθες
εἶναί φησι· τοῦ γὰρ αὐτοῦ ἄν εἴη σώματα εἰς ἐπίπεδα διαλύειν καὶ ἐπίπεδα εἰς γραμμὰς καὶ ταύτας εἰς σημεῖα, ὡς εἶναι τὰ σώματα ἐκ σημείων συγκείμενα, ὅπερ ἔσχατόν ἐστιν ἄτοπον)· λείπεται τοίνυν ἄλλον τρόπον ὑποθέσθαι ἐξ ἀλλήλων γίνεσθαι τὰ στοιχεῖα.
αὐτῶν διεξελθεῖν, τάς τε κατὰ τὰς δυνάμεις ἤιοι ῥοπὰς αὐτῶν ἐξεταζομένας καὶ τὰς κατὰ ποιότητα, τάς τε ποιητικὰς καὶ παθητικάς, ἐν τῷ
τετάρτῳ βιβλίῳ διαλέγεται περὶ βαρύτητος καὶ κουφότητος, καθ’ ἃς ἡ φυσικὴ κίνησις αὐτῶν γίνεται καὶ τόπον οἰκεῖον ἕκαστον μετείληχε. μέλλων δὲ καὶ περὶ τῶν ἄλλων διαφόρων δυνάμεων αὐτῶν εἰπεῖν, καθ’ ἃς γίνεται αὐτοῖς καὶ ἡ εἰς ἄλληλα μεταβολή, δι’ ὧν καὶ ὁ τρόπος τῆς
ἐξ ἀλλήλων γενέσεως σαφηνίζεται καὶ ὁ ἀριθμὸς αὐτῶν ἀναφαίνεται πόσα
τέ ἐστι καὶ τίνα, εἰκότως πρὸ τῆς ἐξ ἀλλήλων γενέσεως τῶν στοιχείων περὶ τῆς ἁπλῆς γενέσεως καὶ φθορᾶς ποιεῖται τὴν διδασκαλίαν ἐν τῷ πρώτῳ τῆς προκειμένης πραγματείας βιβλίῳ, οὐ ζητῶν εἰ ἔστι γένεσις (τοῦτο γὰρ ἐν τῇ Περὶ οὐρανοῦ παραδέδωκεν), ἀλλὰ διδάσκων τί τέ καὶ τίνι τῶν ἄλλων διενήνοχε μεταβολῶν, ἀλλοιώσεως τε καὶ αὐξήσεως.
καὶ γυμνάσας πάντα ὅσα ἐχρῆν ζητῆσαι τὸν περὶ τῆς καθόλου γενέσεως
καὶ φθορᾶς ποιούμενον λόγον, ἐφεξῆς προτίθεται περὶ τῆς ἐξ ἀλλήλων γενέσεως τῶν ἁπλῶν σωμάτων διαλαβεῖν, ἅπερ στοιχεῖά ἐστι πάντων τῶν ἐν γενέσει καὶ φθορᾷ συνθέτων σωμάτων. ἐπειδὴ δὲ πρὸς τὴν τούτων διδασκαλίαν ἀναγκαῖος ὁ περὶ ἁφῆς καὶ τοῦ ποιεῖν καὶ πάσχειν καὶ μίξεως
λόγος, προλαμβάνει τὴν περὶ τούτων ζήτησιν. καὶ ἐν τούτῳ τὸ πρῶτον συμπληρώσας βιβλίον, ἐν τῷ δευτέρω λόγῳ εἰς τὴν τῶν στοιχείων ἐμβάλλει διδασκαλίαν, ζητῶν τὰς ποιητικὰς αὐτῶν καὶ παθητικὰς διαφοράς, καὶ διὰ
13 τούτων, καθὼς προείρηται, τὸν τρόπον τῆς ἐξ ἀλλήλων γενέσεως ἀνευρίσκων 2r καὶ τὴν ἀπόδειξιν τοῦ τοσαῦτα μόνα εἶναι τὰ στοιχεῖ. ἐξ ἀρχῆς <γὰρ> τῇ Περὶ οὐρανοῦ ὡς ὁμολογούμενον λαβὼν ὅτι τέσσαρά ἐστιν, εἰσύστερον τὴν τούτων ἀπόδειξιν καταλέλοιπε.
14
γίνονται γάρ τινα καὶ κατὰ τέχνην καὶ κατὰ προσίρεσν· καὶ κατὰ προαίρεσιν μὲν οἷον φιλίαι καὶ ἔχθραι, κατὰ τέχνην δὲ οἷον οἰκία ναῦς. ἀλλ’
οὐ περὶ τούτων ὁ λόγος, ἀλλὰ τῶν φύσει γινομένων καὶ φθειρομένων, καὶ τούτων οὐκ ἐνίων, ἀλλ’ ὁμοίως κατὰ πάντων φησίν, τουτέστι καθόλου περὶ πάντων τῶν γινομένων καὶ φθειρομένων ζητητέον. εἴρηται γὰρ
καὶ κατ’ ἀρχάς, ὅτι οὐ περὶ τῶνδέ τινων ἡ παροῦσα πραγματεία διαλαμβάνει, ἀλλὰ κοινῇ περὶ πάντων τῶν ἐν γενέσει καὶ φθορᾷ· κατὰ μέρος γὰρ περὶ
τούτων αἱ ἐφεξῆς πραγματεῖαι διδάσκουσιν, αἱ μὲν περὶ τῶν ἐν τῷ μετεώρῳ συμβαινόντων, ἄλλαι δὲ περὶ ζῴων καὶ φυτῶν.
τὸ εἶδος καὶ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τουτέστιν ἡ ποιητική, αἰτία δὲ καὶ τὸ οὗ ἕνεκα, ἥτις ἐστὶ τὸ τέλος· περὶ γὰρ τούτων ἁπασῶν διαλέξεται· τὸ δὲ τοὺς λόγους αὐτῶν ἐκ παραλλήλου μὲν ταὐτὸν οὐκ ἄν σημαίνοι,
ὡς δηλοῖ ὁ “τε” σύνδεσμος, τινὲς δὲ αἰτίας μὲν τὰς καθόλου καὶ κοινὰς πάντων τῶν γινομένων ἤκουσαν αἰτίας (οἶον τί τὸ καθόλου ποιητικὸν αἴτιον
φθορᾶς καὶ γενέσεως; τίς ἡ κοινὴ αὐτῶν ὕλη ; καὶ τὰ λοιπὰ ὡσαύτως), λόγους δὲ τὰς μερικὰς καὶ τὰς προσεχεῖς ἑκάστου αἰτίας (τίς ὕλη ζῳων; ὅτι τυχὸν οἱ τέσσαρες χυμοί. τίς ὕλη τῶν ἐν μετεώροις γινομένων, ὑετοῦ χαλάζης χιόνος βροντῶν ἀστραπῶν ἀνέμων; ὅτι τῶν μὲν ἡ ὑγρὰ ἀναθυμίασις ὑετοῦ χιόνος δρόσου χαλάζης, τῶν δὲ λοιπῶν ἡ ξηρά. καὶ ἔπι
17 μετάλλων καὶ τῶν λοιπῶν· τίς ἡ ἑκάστου ὕλη; ὁμοίως τί τὸ προσεχὲς ἑκάστου 18 ποιητικὸν αἴτιον καὶ τὸ εἶδος;). ἐμοὶ δὲ δοκεῖ αἰτίας μὲν τὰς εἰρημένας τέσσαρας λέγειν, εἴτε τὰς κοινὰς εἴτε τὰς προσεχεῖς ἑκάστου τῶν γινομένων, λόγους δὲ τοὺς ποιητικοὺς καθ’ οὓς ἕκαστον γίνεται ἡ φθείρεται.
οἷον ὅτι τοῦ ἡλίου ἀποστάντος καὶ τῆς ἀτμίδος περιψυχθείσης πύκνωσις γίνεται, καὶ ταύτῃ μεταβολὴ εἰς ὕδωρ, ἐπιτ.εινομένης δὲ τῆς ψύξεως, πῆξις·
ἀλλ’ εἰ μὲν ὕδατος γένηται πῆξις, ποιεῖ χάλαζαν ἡ κρύσταλλον, εἰ δὲ ἀτμίδος, χιὼν γίνεται. ὁμοίως περὶ ἀστραπῆς καὶ βροντῆς, ὅτι τὸ πνεῦμα τὸ ἐν τοῖς νέφεσιν ἀπολαμβανόμενον ἢ διαφορούμενον ἐκ τοῦ ἄνω τῶν νεφῶν
μέρους τῇ κατὰ φύσιν ἐπὶ τὸ ἄνω φορᾷ πυκνοῖ αὐτὰ κατ’ ἐκεῖνο ἅτε τοῦ θερμοῦ στερηθέντα, εἶτα τῇ τούτου πιλήσει τοὐ μέρους τὸ ἐν τοῖς κάτω μέρεσιν ἀποληφθὲν πνεῦμα ἐπκυρηνίζεται, εἶτα ἐξακοντιζόμενον καὶ προσρηγνύμενον τοῖς ὑποκειμένοις νέφεσι τῇ μὲν πληγῇ τὸν ψόφον, τῇ δὲ σφοδρᾷ
κινήσει καὶ παρατρίψει ἐκπυρωθὲν τὴν ἀστραπὴν ἀπεργάζεται. ἔοικεν οὖν
ὁ Ἀριστοτέλης τὰς τοιαύτας ἀποδόσεις τῶν γινομένων καὶ φθειρομένων λόγους ἀποκαλεῖν· οὐ γὰρ ἀρκεῖ εἰπεῖν ὅτι ὕλη ἀστραπῆς ἢ βροντῆς τὸ πνεῦμα, οὐδ’ ὅτι ποιητικὸν αἴτιον ἡ τῶν οὐρανίων κίνησις, ἀλλὰ δεῖ προσθεῖναι καὶ τὸν λόγον καθ’ ὃν τοῦ μὲν ποιοῦντος τοῦ δὲ πάσχοντος ἡ γί- νεται τὰ γινόμενα ἢ φθείρεται τὰ φθειρόμενα.
19
γὰρ ταὐτόν ἐστι γένεσις καὶ ἀλλοίωσις, εἴτε ἕτερον ὥσπερ καὶ τοῖς ὀνόμασι κεχώρισται, ῥᾷον γνωσθήσεται γνωσθείσης τῆς ἀλλοιώσεως ἥτις ποτέ ἐστιν.
20
ἀλλοίωσις δὲ μεταβολὴ περί τι εἰδοποιημένον ἰατά τι τῶν συμβεβηκότων αὐτῷ. οὕτω γοῦν καὶ Ὅμηρος τὴν περὶ τὰ συμβεβηκότα τοῦ Ὀδυσσέως
μεταβολὴν ἀλλοίωσιν ὠνόμασεν εἰπὼν 21
φησί, ταὐτόν ἐστι γένεσις καὶ ἀλλοίωσις μόνοις ὀνόμασι διαφέροντα, ἢ τοῖς ὀνόμασι καὶ τὰ πράγματα συνδιῄρηται;
πρῶτον, ὡς ἔθος αὐτῷ, τὰς τῶν ἀρχαίων δόξας ἃς εἶχον περὶ γενέσεως, ἵνα ἐπὶ ταύταις ἐξετασθείσαις τὰ αὑτῷ δοκοῦντα κατασκευάσῃ. λέγει δὲ
τοὺς μὲν αὐτῶν τὸ αὐτὸ ὑπολαβεῖν τὴν κυρίως γένεσιν τῇ ἀλλοιώσει, τοὺς δὲ ἕτερον. καὶ τίνες οἱ τῆς δόξης ἑκατέρας προστάται προστίθησιν.
ἐνὸς γεννῶσι.
ἓν ὑπέθεντο τῶν πάντων στοιχεῖον, οἱ δὲ πλείονα. οἱ μὲν οὖν ἓν ὑποθέμενοι θέμενοι εἰς ταὐτὸν ἄγουσι γένεσιν καὶ ἀλλοίωσιν· τίνα δὲ τρόπον ῥητέον.
ἐπειδὴ γὰρ τὸ πρώτιστον στοιχεῖον ἓν ὑπετίθεντο, ἐξ οὗ τὰ ἄλλα πάντα γίνεσθαι, ἀνάγκη πᾶσα τὸ αὐτὸ μένον κατ’ οὐσίαν ποιεῖν τὰ ἄλλα· εἰ γὰρ μεταβληθείη κατ’ οὐσίαν, οὐκ ἔσται πρῶτον στοιχεῖον, ἀλλ’ ἕξει πρὸ αὑτοῦ περὶ ὃ γέγονεν ἡ μεταβολὴ τὸ αὐτὸ μένον καὶ ἀμετάβλητον, οἵαν ἡμεῖς 3r ὑποτιθέμεθα τὴν ἀνείδεον ὕλην. εἰ τοίνυν εἰδοπεποιημένον ὑπάρχον τὸ
στοιχεῖον (τοιοῦτον γὰρ αὐτοὶ ὑπετίθεντο) ἀμετάβλητόν ἐστι κατ’ οὐσίαν, ἐπεὶ οὐκέτ’ ἔσται πρῶτον στοιχεῖον, λείπεται τὴν μεταβολὴν μηκέτι εἶναι τὴν κατ’ οὐσίαν, καθ’ ἣν μεταβάλλον ποιεῖ τἆλλα. εἰ δὲ τοῦτο, πρόδηλον ὅτι οὐκ ἔσται γένεσις, ἀλλὰ ἀλλοίωσις· ἔστι γάρ, ὡς εἶπον, γένεσις μὲν
μεταβολὴ κατ’ οὐσίαν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἀλλοίωσις δὲ μεταβολὴ
περί τι εἰδοπεποιημένον κατά τι τῶν περὶ αὐτὸ συμβεβηκότων. σκόπει δὲ μὴ οὐκ ἀναγκαίως αὐτοῖς τοῦτο ἐπάγομεν. ἡ γὰρ γένεσις οὐ τοῦ ὑποκεινέον] 25 μένου ἐστὶ καὶ τῆς ὕλης, κἄν τε ἀμετάβλητος μένῃ κἄν τε μή, ἀλλὰ τοῦ 26 ἐξ αὐτῆς καὶ τοῦ εἴδους συγκειμένου. καὶ ἡμεῖς οὖν τὴν γένεσιν περὶ τὴν πρώτην ὕλην φαμὲν συνίστασθαι ἀμετάβλητον οὖσαν (δεῖ γὰρ ἀεὶ μένειν τὸ πρῶτον ὑποκείμενον), ἀλλ’ ὅμως ἐξ αὐτῆς καὶ τῶν ἐπιγινομένων ποιοτήτων
τὰ στοιχεῖα ποιοῦμεν. τί οὖν κωλύει καὶ αὐτοὺς τὸ πρῶτον στοιχεῖον ποιεῖν ἀμετάβλητον, καὶ μὴ διὰ τοῦτο γένεσιν ἀναιρεῖν, ἔστω οὖν τὴν συνδρομὴν τῶν τοιῶνδε καὶ τοσῶνδε ποιοτήτων περὶ τὸ πρῶτον στοιχεῖον ποιεῖν τὰ πράγματα, περὶ ταῦτα δὲ λοιπὸν γίνεσθαι τὴν ἀλλοίωσιν, πλὴν εἰ μὴ ἐκεῖνο φήσαιμεν, ὅτι ἡμεῖς μὲν ἀνείδεον τὸ πρῶτον ποιοῦμεν ὑποκείμενον καὶ τῇ
συνόδῳ τῶν ποιοτήτων εἰδοποιοῦντες αὐτὸ ποιοῦμεν τὰ πράγματα, αὐτοὶ δὲ εἰδοπεπιημένον αὐτὸ ὑποτιθέμενοι καὶ ἀμετάβλητον * * * ἐπεὶ καὶ πρῶτον
ἄλλο τι γεννᾶν ἐξ αὑτοῦ εἶδος μένοντος ἀμεταβλήτου οὐ δύναται, πλὴν εἰ μὴ περὶ τὰ συμβεβηκότα αὐτῷ δοῖεν τὴν μεταβολήν.
εἰς ταὐτὸν ἄγειν τῇ ἀλλοιώσει, ὅσοι δὲ πλείω τὰ στοιχεῖα ὑποτίθενται, δύνανται χωρίζειν γένεσιν ἀλλοιώσεως, συγκρίσει μὲν καὶ διακρίσει τ·ὴν γένεσιν καὶ τὴν φθορὰν ὑποτιθέμενοι, τῇ μεταθέσει δὲ καὶ τῇ μετατάξει τὴν
ἀλλοίωσιν, καθάπερ οἱ περὶ Δημόκριτον καὶ Λεύκιππον ὑπέθεντο. ὅμως φησὶ καὶ περὶ πάντων τῶν πλείω στοιχεῖα ὑποθεμένων δυναμένων σῴζειν
καὶ γένεσιν καὶ ἀλλοίωσιν· οὐ πάντες ἔσωσαν. ἀμέλει τοι Ἐμπεδοκλῆς τέσσαρα ὑποθέμενος τὰ στοιχεῖα ἀλλοίωσιν ἀνεῖλεν, ἀπαθῆ εἰπὼν τὰ στοιχεῖα καὶ τὰς ἐν αὐτοῖς ποιότητας ἀμεταβλήτους, ὡς γένεσιν μόνην εἰσάγεσθαι διὰ τῆς τούτου ὑποθέσεως, εἰ καὶ κατ’ ἄλλον τρόπον ἢ ὥσπερ ἡμεῖς ὑποτιθέμεθα καθάπερ ἐν τοῖς ἐφεξῆς δειχθήσεται.
γινομενον εἶπεν·
οὐκ εἰπὼν δὲ τίνες ἓν τὸ στοιχεῖον ὑπέθεντο, τοὺς πλείω λέγοντας προσέθηκεν, εἰπὼν Ἐμπεδοκλέα οὗτος γὰρ τέσσαρα στοιχεῖα ὑπέθετο, πῦρ
καὶ ἀέρα καὶ ὕδωρ καὶ γῆν), καὶ Ἀναξαγόραν ἀπείρους ὁμοιομερείας ὑποθέμενον, καὶ Λεύκιππον· οὗτος γὰρ καὶ Δημόκριτος ἄπειρα ὑπέθεντο σώματα, ἄπειρα δὲ καὶ πλήθει καὶ τῇ τῶν σχημάτων διαφορᾷ. εἰσὶ δὲ καὶ
οἱ ἓν τὸ ὑποκείμενον ποιοῦντες, ὡς Θαλῆς μὲν τὸ ὕδωρ, Ἀναξιμένης δὲ καὶ Διογενὴς τὸν ἀέρα, Ἀναξίμανδρος δὲ τὴν μεταξὺ φύσιν ἀέρος καὶ ὕδατος οὖσαν ἄπειρον, Ἡράκλειτος δὲ τὸ πῦρ.
γένεσιν ἀλλοιώσεως, μέμφεται Ἀναξαγόραν μὴ κυρίως κατὰ τῆς γενέσεως τῷ τῆς ἀλλοιώσεως χρώμενον ὀνόματι. οὗτος γὰρ στοιχεῖα ποιῶν τὰ ὁμοιομερῆ, ἄπειρα ὄντα καὶ ἀμετάβλητα κατ’ αὐτόν, καὶ τῇ τούτων συγκρίσει καὶ διακρίσει καὶ ἐκκρίσει ποιῶν τὴν γένεσιν, τὸ γίνεσθαι καὶ φθείρεσθαι
ἀλλοιοῦσθαι ἐκάλεσεν.
32
ἄπειρα ὑπετίθεντο σώματα· ἀλλ’ ὁ μὲν Ἀναξαγόρας τὰ ὁμοιομερῆ τί δέ
ἐστιν ὁμοιομερές, αὐτὸς προσέθηκεν εἰπὼν ὧν ἑκάστου συνώνυμον τὸ μέρος ἐστί· σαρκὸς γὰρ τὸ μέρος σάρξ, καὶ ὀστοῦ καὶ νεύρου πάλιν ὁμοίως, 33 χει|ρὸς δὲ καὶ τῶν ἄλλων ἀνομοιομερῶν τὰ μέρη οὐκ ἔστι συνώνυμα τῷ 34 ὅλῳ· οὐ γὰρ λέγεται τὰ μέρη τῆς χειρὸς χεῖρες), ὁ δὲ Δημόκριτος καὶ λεύκιππος ἄτομα ὑπετίθεντο σώματα οὐ μόνον τῷ πλήθει ἄπειρα, ἀλλὰ
καὶ τῇ τῶν σχημάτων διαφορᾶ, ὡς συμβαίνειν ἐκ τῶν τούτου λόγων τοῦ
ἀπείρου εἶναί τι ἀπειρότερον· ἕκαστον γὰρ τῶν σχημάτων οὐκ ἐν μιᾷ ἀτόμῳ, ἀλλ’ ἐν πλείοσι τιθέασιν. οἱ δὲ περὶ Ἐπίκουρον, ὥς φησιν Ἀλέξανδρος, οὐκέτι κατὰ τοῦτο συνεφώνησαν Δημοκρίτῳ· ἐκεῖνοι μὲν γὰρ κατὰ μὲν τὸ πλῆθος ἀπείρους τὰς ἀτόμους ὑποτίθενται, κατὰ δὲ τὰ σχήματα ἀπεριλήπτους μὲν οὐκ ἀπείρους δέ. καὶ τούτους δὲ πολλαπλασιάζειν τὸ ἄπειρον
ἀνάγκη. ἔστω γὰρ πεπερασμένα εἶναι τὰ τῶν ἀτόμων σχήματα, ἀνάγκη δὲ πᾶσα ἕκαστον τῶν σχημάτων ἢ ἐν πεπερασμέναις εἶναι ἀτόμοις ἢ ἐν ἀπείροις. εἰ μὲν οὖν ἕκαστον σχῆμα πεπερασμένας ἀτόμους μορφοῖ, καὶ τὸ ἐκ πάντων συναγόμενον πλῆθος πεπερασμένον ἔσται. ἢ οὖν οὐ πάσας ἐσχηματίσθαι τὰς ἀτόμους ἀνάγκη, ἡ εἰ πᾶσαι ἐσχηματισμέναι εἰσί, πεπερασμέναι
ἔσονται. ἀλλ’ ὑπόκειται ἀπείρους αὐτὰς εἶναι· ὥστε ἀδύνατον τῶν σχημάτων ἕκαστον ἐν πεπερασμέναις εἶναι ἀτόμοις. οὐκοῦν ἢ ἕκαστον
ἐν ἀπείροις, ἢ τὰ μὲν τῶν σχημάτων ἐν ἀπείροις τὰ δὲ ἐν πεπερασμέναις. εἰ μὲν οὖν πάντα ἐν ἀπείροις, πολλαπλασιασθήσεται τὸ ἄπειρον· εἰ δὲ τινὰ μὲν ἐν ἀπείροις τινὰ δὲ οὔ, ἢ πάλιν πολλαπλασιαθήσεται τὸ ἄπειρον, εἰ
καὶ τρία μόνα εἴη σχήματα ἐν ἀπείροις ἀτόμοις ἢ δύο, ἢ πάντως μεῖζόν τι τοῦ ἀπείρου ἔσται, κἂν ἓν μόνον εἴη ἐν ἀπείροις. τὸ γὰρ ἐκ πάντων συναγόμενον πλῆθος τῶν ὑπὸ τὸ ἓν σχῆμα ἀτόμων πλεῖόν ἐστιν. εἰ οὖν τούτων ἕκαστον ἀδύνατόν ἐστιν, ἀνάγκη δὲ πᾶσα ἓν τούτων ἀκολουθῆσαι
τῶν ἀτόμων ἀπείρων εἶναι ὑποκειμένων, ψευδὴς ἄρα ἡ περὶ τοῦ ἄτομα εἶναι
ἄπειρα ὑπόθεσις.
τὰ σύνθετα. ταῦτα οὖν, φησί, τὰ σύνθετα κατὰ τρεῖς τρόπους ἀλλήλων διαφέρει κατὰ Δημέκριτον, καθ’ ἕνα μὲν τῷ ἐκ διαφόρων ἀτόμων συγκεῖσθαι κατὰ τὸ σχῆμα, ὅπερ αὐτῷ σημαίνει τὸ τούτοις ἐξ ὧν εἰσίν· οὐ 36 γὰρ ἐκ τῶν αὐτῶν ἀτόμων πῦρ καὶ 77], ἀλλὰ πῦρ μὲν ἐκ σφαιρικῶν σύγκειται 37 ἀτόμων, τῇ δὲ οὐκ ἐκ τοιούτων, κυβικῶν δὲ τυχόν. ἀλλά, φησί, καὶ θέσει καὶ τάξει τῶν ἀτόμων διενήνοχεν ἀλλήλων τὰ σύνθετα. πολλάσις γὰρ δύο τινῶν ἐκ τῶν αὐτῶν ἀτόμων συγκειμένων ἡ διαφορὰ ἔσται
ὁ παρὰ τὴν τάξιν τῶν ἀτόμων, τῷ ἐπὶ τοῦδε μὲν λόγου χάριν πρώτας μὲν τὰς σφαιρικὰς ἀτόμους τελευταίας δὲ τὰς πυραμοειδεῖς τετάχθαι, ἐπὶ δὲ τοῦ ἑτέρου ἔμπαλιν πρώτας μὲν τὰς πυραμοειδεῖς ὑστέρας δὲ τὰς σφαιρικάς, καθάπερ ἐπὶ τῆς ΩΣ καὶ ΩΣ συλλαβῆς ἔχει· τῶν γὰρ αὐτῶν στοιχείων ἡ τάξις τὴν διαφορὰν ἐργάζεται. ὡσαύτως δὲ καὶ παρὰ τὴν θέσιν τῶν
ἀτόμων ἡ τῶν συνθέτων διαφορὰ γίνεται, ποτὲ μὲν πλαγίων, ποτὲ δὲ ὀρθῶν, ἐπ’ ἄλλων δὲ ὑπτίων οὐσῶν· τοῦ γοῦν Z στοιχείου ὡς πρὸς τὸ Ν
κατὰ τὴν θέσιν μόνον ἡ διαφορά, καὶ τοῦ Γ πρὸς τὸ Λ. εἰδέναι δὲ χρὴ ὅτι τῶν εἰρημένων τριῶν διαφορῶν ἡ μὲν προτέρα, καθ’ ἣν ἐκ τοίων ἢ τοίων σύγκειται ἀτόμων, ἄλλα ποιεῖ τὰ σύνθετα καὶ παντάπασιν ἕτερα, ἡ
δὲ παρὰ τὴν θέσιν καὶ τὴν τάξιν ἑτεροῖα μὲν οὐχ ἕτερα δέ.
τέσσαρα στοιχεῖα, ἐκ τούτων δὲ συγκρινομένων γεννᾶσθαι τὰ ὁμοιομερῆ,
ὀστοῦν καὶ σάρκα, Ἀναξαγόρας δὲ ἔμπαλιν σύνθετα φάσκων εἶναι τὰ τέσσαρα στοιχεῖα ἐκ τῶν ὁμοιομερῶν· καὶ γὰρ ὀστοῦ καὶ νεύρου καὶ τῶν ἄλλων ἑκάστου ὁμοιομερείας ἔλεγεν ὑπάρχειν τῷ πυρὶ καὶ τῷ ὕδατι καὶ τοῖς ἄλλοις, ἐπειδὴ πάντα ἐκ τούτων ἑώρα γινόμενα. ἀλλ’ ὥσπερ ὀστοῦ καὶ
σαρκὸς ὁμοιομερείας ἔλεγεν καὶ τῶν λοιπῶν, ἅπερ ἡμεῖς σύνθετά φαμεν, οὕτω καὶ πυρὸς καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς· καὶ πάντα μὲν εἶναι ἐν πᾶσι, φαίνεσθαι δὲ ἕκαστον καὶ ὀνομάζεσθαι κατὰ τὸ ἐπικρατοῦν. ὥστε
οὐκ ἐναντίως ἔλεγε τοῖς περὶ Ἐμπεδοκλέα· οὐδὲ γὰρ συνθετώτερα τὰ στοιχεῖα σαρκὸς καὶ ὀστοῦ καὶ τῶν λοιπῶν. διαφέρουσι δὲ ὅτι ὁ μὲν
Ἐμπεδοκλῆς ἀρχὰς ἔλεγε τῶν λοιπῶν τὰ στοιχεῖα, Ἀναξαγόρας δὲ πάντων τὰς ὁμοιομερείας ἀρχάς, φαίνεσθαι δὲ καὶ λέγεσθαι ἕκαστον κατὰ τὸ ἐπι- κρατοῦν, εἴπερ δεῖ ἄρα ἐκ τῶν ἀρχῶν | εἶναι τὰ ἀνομοιομερῆ.
τοῦτο εἰπὼν μόνον, τί ἕπεται ἑκατέρᾳ τῶν ὑποθέσεων ἀπήγγειλε, νυνὶ δὲ
αὐτὸ τοῦτο ἀποδείκνυσιν.
45
ἀλλοίωσις ἡ σύγκρισις δύναται εἶναι. μαρτυρεῖ δὲ καὶ Ἐμπεδοκλῆς τὸ κατὰ
σύγκρισιν γενέσθαι τὴν γένεσιν, λέγων φύσιν μὲν ἰδίαν μηδενὸς εἶναι τῶν συνθέτων, ἀλλὰ ταῦτα πάντα ἐν τῇ συγκρίσει τῶν συμμιγέντων τὴν οὐσίαν ἔχειν· φύσις γάρ, ἔφη, οὐδενός ἐστιν,
φάναι, δῆλον.
προσφυέστερον τοῦτο ἐξηγήσαιο. τῇ γὰρ ὑποθέσει, φησί, τῇ πλείονα τοιχεῖα ὑποτιθεμένῃ οἰκεῖος ὁ λόγος ὁ φάσκων τοῦτον τὸν τρόπον γίνεσθαι
τὴν γένεσιν καὶ τὴν φθοράν, τουτέστι κατὰ διάκρισιν καὶ σύγκρισιν, διότι ἀναγκαῖόν ἐστιν αὐτοῖς χωρίζειν γένεσιν ἀλλοιώσεως. σαφῶς δὲ καὶ Ἐμπεδοκλῆς εἴρηκε συγκρίσει τὴν γένεσιν γίνεσθαι γίνεσθαι “φύσις οὐδενός ἐστιν” εἰπὼν “ἀλλὰ μόνον μίξις τε διάλλαξίς τε μιγέντων”. καὶ οἱ περὶ Δημόκριτον
δὲ τῇ συγκρίσει τῶν ἀτόμων τὴν γένεσιν ἔλεγον γίνεσθαι, τῇ διακρίσει
δὲ τὴν φθοράν. ἀλλὰ δὴ καὶ Ἀναξαγόρας ἐκκρινομένας τὰς ὁμοιομερείας καὶ συνιούσας ἀλλήλαις δηλονότι ἢ σάρκα ποιεῖν ἢ ὀστοῦν, οὐ γινομένης τῆς σαρκὸς φύσεως, ἀλλὰ φαινομένης, τῷ πλείονας σαρκὸς ὁμοιομερείας εἰς ταὐτὸν συνελθεῖν.
μόνον μίξις τε διάλλαξίς τε μιγέντων”, κἀξ ὧν ὁ Δημόκριτος ἔφη τὰ σύνθετα “διαφέρειν τούτοις ἐξ ὧν εἰσίν”.
φάναι.
καὶ τούτοις εἶναι τὴν ἀλλοίωσιν λέγειν καὶ μὴ τὴν αὐτὴν τῇ γενέσει, ἀδύνατον μέντοι κατὰ τοὺς ἐκείνων λόγους ἀλλοίωσιν εἶναι. τοῦτο δὲ οὐκέτι
κοινὸν πρὸς φάντας τοὺς κατὰ σύγκρισιν τὴν γένεσιν ποιοῦντας, ἀλλ’ ἰδίως πρὸς Ἐμπεδοκλέα. πρῶτον μέντοι δείκνυσιν ὅτι ἀναγκαῖον λέγειν εἶναί τι τὴν ἀλλοίωσιν ἕτερον οὖσαν παρὰ τὴν γένεσιν, εἶθ’ ὅτι ἀναιροῦσι τοῖς ἑαυτῶν λόγοις τὴν ἀλλοίωσιν.
ὁρῶμεν, φησί, καὶ ἐναργές ἐστι σῳζομένης τῆς οὐσίας μεταβολὴν κατά ποσὸν γίνεσθαι, οὕτως ἐναργὲς τὸ σῳζομένης τῆς οὐσίας γίνεσθαι κατὰ
ποιὸν μεταβολήν, ὅπερ ἐστὶν ἀλλοίωσις. ὥστε διὰ τὸ ἐναργὲς ἀναγκαῖον αὐτοῖς λέγειν εἶναι ἀλλοίωσιν. ὅτι δὲ ἀδύνατον κατὰ τοὺς λόγους τῆς παρὰ τοῦ Ἐμπεδοκλέους λεγομένης, ἐφεξῆς δείκνυσιν. οὕτως μὲν οὖν ὁ Ἀλέξανδρος ἐξηγήσατο, ἔστι δὲ καὶ κατ’ ἄλλον τρόπον τὴν ἐξήγησιν ἀποδοῦναι τοῦ ῥητοῦ <τοῦ> “ἀναγκαῖον δὲ καὶ τούτοις τὴν ἀλλοίωσιν εἶναι μέν τι
φάναι” καὶ τὰ ἑξῆς. οἱ πλείονα, φησί, στοιχεῖα ὑποθέμενοι διὰ μὲν τῆς ὑποθέσεως ἀναγκαίως εἰσάγουσι τὴν ἀλλοίωσιν, ἑτέραν οὖσαν γενέσεως καὶ φθορᾶς, τῷ ταύτας μὲν κατὰ σύγκρισιν καὶ διάκρισιν θεωρεῖσθαι, καθὼς προείρηται, τὴν δὲ ἀλλοίωσιν κατ’ ἄλλο τι τῶν περὶ τὴν σύγκρισιν θεωρουμένων, τὴν θέσιν ἢ τὴν τάξιν· ὅμως, | φησί, καίπερ τῆς ὑποθέσεως
χωρούσης ἀμφότερα καὶ γένεσιν καὶ ἀλλοίωσιν, τοιούτους ἀποδεδώκασιν ἔνιοι λόγους, ὧν ἐστιν Ἐμπεδοκλῆς, ἐξ ὧν ἀδύνατον ἀλλοίωσιν σῴζεσθαι. τὰς γὰρ ποιότητας, περὶ ἃς ἡ κὰτ ἀλλοίωσιν μεταβολὴ θεωρεῖται, εἰδοποιοὺς διαφορὰς τῶν στοιχείων εἴρηκεν, ἄφθαρτα καὶ ἀμετάβλητα τὰ στοιχεῖα ὑποθέμενος.
αὐτὸς τοῖς λόγοις ἀνεῖλε τὴν ἀλλοίωσιν. εἶτα λοιπὸν μέλλων δεῖξαι ὅτι ἀναιρεῖ δι’ ὧν λέγει τὴν ἀλλοίωσιν ὁ Ἐμπεδοκλῆς, πρῶτον αναμιμνῄσκει τί ἐστιν ἀλλοίωσις ὅτι μεταβολὴ περὶ τὴν οὐσία ἀκίνητον μέ·
νουσαν. παραδείγματι δὲ κέχρηται τῇ αὐξήσει, δι’ ὧν φησιν ὥσπερ γὰρ ὁρῶμεν ἠρεμούσης τῆς οὐσίας, καὶ τὰ ἑξῆς. τὴν δὲ αὔξησιν ὡς ἐναργῆ καὶ παρὰ πάντων ὁμολογουμένην παρέλαβεν. πρὸς μὲν γὰρ τὴν ἀλλοίωσιν
ἴσως ἄν τις καὶ κακομαχεῖν δύναιτο, ὡς Πρωταγόρας, οὐκ εἶναι φύσιν ὡρισμένην οὐδενὸς λέγων, ἀλλὰ πρὸς τὴν σχέσιν τοῦ αἰσθητικοῦ τὴν
διαφορὰν τῶν αἰσθητῶν ποιοτήτων γίνεσθαι· πρὸς μέντοι τὴν αὔξησιν οὐδεὶς ἄν ἀντείποι, ὡς ἔστι κατὰ ποσὸν μεταβολὴ τῆς ὑποκειμένης οὐσίας ἀμεταβλήτου μενούσης, ἐξ ἧς ἄν τις καὶ τὰ περὶ τῆς ἀλλοιώσεως συλλογισαιτο.
τὴν ἀλλοίωσιν γίνεσθαι, εἴδη εἶναι τῶν στοιχείων, εἴδη δὲ ὄντα ἀεὶ τοις
αὐτοῖς τὰ αὐτὰ μένει· ἀμετάβλητα γὰρ καὶ ἀπαθῆ κατ’ αὐτοὺς τὰ εἴδη. οὐ πάντες δὲ οἱ πλείους ἀρχὰς ὑποθέμενοι ἀναιροῦσι τὴν ἀλλοίωσιν, ἀλλ’ ὁ Ἐμπεδοκλῆς. καὶ παραθέμενος δι’ ὧν ταῦτά φησιν ὁ Ἐμπεδοκλῆς, ἀποδιδοὺς τῷ πυρίῳ σώματι καὶ τῷ ἡλίῳ (πύρια γὰρ τὰ οὐράνια ᾤετο)
λευκότητα καὶ τὴν θερμότητα, τῷ δὲ ὕδατι τὴν μελανότητα καὶ τὴν ψυχρότητα, ὁμοίως φησὶ καὶ περὶ τῶν λοιπῶν παθῶν λέγειν αὐτόν, οἷον ὑγότητος
καὶ ξηρότητος καὶ πυκνότητος καὶ συντόμως φάναι τῶν ἄλλων παθῶν, ὁμοίως δὲ δηλονότι τῷ διαφορὰς αὐτὰ τῶν στοιχείων εἶναι καὶ εἰδοποιεῖν αὐτὰ τὰ αὐτὰ μένοντα. κατὰ μὲν οὖν Ἐμπεδοκλέα οὐκ ἔστιν ἀλλοίωσις,
ὡς δέδεικται, κατὰ δὲ Ἀναξαγόραν αἱ ὁμοιομέρειαι τούτοις εἰδοποιοῦνται τοῖς πάθεσιν, κατὰ δὲ τοὺς περὶ Δημόκριτον εἴδη τῶν στοιχείων ἐστὶ τὰ σχήματα, τῶν δῖέ ἄλλων ἐστὶν ἀνεπίδεκτα παθῶν, οἷον θερμότητός τε καὶ ψύξεως, λευκότητός τε καὶ μελανίας, καὶ τῶν ἄλλων τῶν τοιούτων,
φαίνεσθαι δὲ μόνον τούτων μετέχοντα τὰ σύνθετα τῇ πρὸς ἡμᾶς
σχέσει. τούτων δὲ τῶν παθῶν, τῶν ἡμῖν μὲν φαινομένων φύσει δὲ μὴ ἐνυπαρχόντων τοῖς σώμασι, τὰ μὲν τῇ ἐκ τῶν τοιῶνδε ἀτόμων συγκρίσει ἕπεται, ὥσπερ ἡ θερμότης τῷ πυρὶ ἐκ σφαιρικῶν ἀτόμων συντεθεισῶν φαίνεται διὰ τὸ τῆς σφαίρας εὐκίνητον (τῷ γὰρ ῥᾳδίως διικνεῖσθαι, κατὰ σημεῖον ἡ κίνησις τῇ σφαίρᾳ, τὸ θερμὸν εἶναι δοκεῖν ποιεῖ, ὥσπερ
τοὐναντίον ὁ κύβος τῇ πιλήσει καὶ τῷ δυσκινήτῳ τὸ ψυχρόν), ἔνια δὲ σῳζομένων τῶν συγκριμάτων τῇ μεταθέσει καὶ τῇ μετατάξει τῶν ἀτόμων τὴν φαντασίαν τῆς μεταβολῆς ἴσχει, ὅπερ ἔφαμεν ἀναλογεῖν τῇ ἀλλοιώσει. τὸ γὰρ αὐτὸ σῶμα ὁτὲ μὲν λευκὸν ὁτὲ δὲ μέλαν καὶ ψυχρὸν, καὶ θερμὸν δοκεῖ, τῷ μετατίθεσθαι καὶ μετατάττεσθαι τὰς ἀτόμους ἐν τῷ συνθέτῳ. ἀμέλει
τὸ πῦρ ἀεὶ ὡσαύτως ἔχειν δοκεῖ, τῷ εἰ καὶ μετατεθεῖεν τὰ ἐξ ὧν σύγκειται ἄτομα, διὰ τὸ εἶναι σφαιρικὰ πανταχόθεν τὴν αὐτὴν ἀεὶ ἔχειν σχέσιν
πρὸς ἡμᾶς. τὰ γὰρ ἐκ τριγώνων φέρε οὐχ ἕξει ὁμοίως, ἔξω μὲν τῶν βάσεων οὐσῶν ἐντὸς δὲ τῶν κορυφῶν, ἢ ἔμπαλιν. πάντα δὲ ἀπλῶς τὰ 57 τε ἄλλως μεταλλαττόμενα, φαίνεσθαι μόνον ἡμῖν ἔφασκον, φύσει δὲ ἐνυπαρχειν οὐδαμὼς.
ὕλην.
ἡ ἀλλοίωσις, δεῖ τοίνυν ἕν τι εἶναι ὅπερ ὑπομένει καὶ μεταβάλλει εἰς τὰ ἐναντία. εἴτε οὖν ἔστιν ἀλλοίωσις καὶ ὅλως μεταβολή, ἓν τὸ ὑποκείμενον, εἴτε ἓν τὸ ὑποκείμενον, ἀνάγκη πᾶσα μεταβολὴν εἶναι· οὐ γὰρ
ὁμοειδῆ ἐστι τὰ ὄντα, ὡς ἡ ἐνάργεια μαρτυρεῖ. ἑνὸς οὖν ὄντος ὑποκειμένου, ἐκεῖνο δηλονότι ἐστὶ τὸ κατὰ τὰς ἐναντίας μεταβάλλον ποιότητας.
κοινὸν δὲ ἐπὶ πάσης μεταβολῆς ἐποιήσατο τὸν λόγον.
τῶ κοινῶ ὑποκειμένω ἥ τε τοῦ κοινοῦ ὑποκειμένου θέσις τῇ ἀλλοιώσει.
(??) τόδε τῶν ἐχόντων εἰς ἄλληλα μεταβολὴν εἶπε διὰ τὰ οὐράνια· κατὰ τόπον γὰρ μόνον ταῦτα μεταβάλλειν νοεῖται.
ὡς καὶ τοῖς φαινομένοις καὶ ἑαυτῷ τἀναντία λέγοντος. πρὸς μὲν γὰρ τὰ φαινόμενα ἐναντία λέγει ἀναιρῶν τὴν ἀλλοίωσιν ἐναργῆ οὖσαν,
πρὸς ἑαυτὸν δὲ διότι λέγει μὲν ἀμετάβλητα τὰ στοιχεῖα, καὶ αὐτὰ μὲν μὴ γίνεσθαι ἐξ ἀλλήλων τὰ δὲ ἄλλα ἐκ τούτων , πάλιν δέ φησι τῆς φιλίας κρατούσης τὰ πάντα ἓν γίνεσθαι καὶ τὸν σφαῖρον ἀποτελεῖν ἄποιον ὑπάρχοντα,
ὡς μηκέτι μήτε τὴν τοῦ πυρὸς μήτε τῶν ἄλλων τινὸς σώζεσθαι ἐν αὐτῷ ἰδιότητα ἀποβάλλοντος ἑκάστου τῶν στοιχείων τὸ οἰκεῖον εἶδος. ὡς
δῆλον ὅτι ἀφαιρετὰς ὑποτίθεται τὰς εἰδοποιοὺς διαφορὰς τῶν στοιχείων. ἔτι δὲ καὶ ἐξ ὧν φησιν αὐτὰς γίνεσθαι, εἰσάγει ὅτι καὶ χωρίζονται. λέγει δὲ αὐτὰς γίνεσθαι, ἐπειδὰν τοῦ σφαίρου γενομένου καὶ πάντων εἰς αὐτὸν συνελθόντων τὸ νεῖκος κρατήσῃ πάλιν. τότε γάρ, φησίν, ἐκ τοῦ σφαίρου ἑνὸς ὄντος καὶ ἀδιαφόρου σώματος γίνεται τὰ τέσσαρα στοιχεῖα, διαφορῶν τινων
δηλονότι καὶ παθῶν προσγενομένων τῷ ἑνὶ ἄλλων ἐν ἄλλῳ μέρει αὐτοῦ, αἷστισιν ἀλλήλων διορίζονται τὰ. ἐξ ἐκείνου γενόμενα στοιχεῖα. ὥστε εἰ γεγόνασι, καὶ ἀφαιρεθεῖεν ἄν, καὶ μάλιστα τοῦ νείκους καὶ τῆς φιλίας ἔτι μαχομένων· ὥστε καὶ γένοιτ’ ἄν ἐξ ἀλλήλων. εἰ γὰρ μὴ διακεκριμένον μηδὲ ἀφωρισμένον ἐν τῷ σφαίρῳ τὸ τοῦ πυρὸς σῶμα ὕστερον τὰς διαφορὰς
προσλαβὸν γέγονε πῦρ, καὶ αἱ διαφοραὶ αἱ τοῦ πυρός, ὡς ἐν τῷδε τῷ μέρει τοῦ σφαίρου γενόμεναι τὸ πῦρ ἐποίησαν, οὕτω καὶ ἐν ὁτῳοῦν ἄλλῳ μέρει
αὐτοῦ ἠδύναντο γενέσθαι, ἐν ᾧ φέρε αἱ τοῦ ὕδατος νῦν καὶ τῆς γῆς καὶ τοῦ ἀέρος διαφοραὶ γεγόνασι, πρόδηλον ὅτι καὶ εἰς ἄλληλα πεφύκασι μεταβάλλειν. τοῦτο γάρ ἐστι τὸ δύνασθαι τὰ στοιχεῖα μεταβάλλειν εἰς ἄλληλα,
τὸ ἐν ἑνὶ καὶ τῷ αὐτῷ ὑποκειμένῳ ἀνὰ μέρος ποτὲ μὲν τὰς τούτου ποτὲ δὲ τὰς ἄλλου τινὸς εἰδοποιοὺς διαφορὰς δύνασθαι γίνεσθαι. οὐδὲ γὰρ ἔστιν εἰπεῖν ὡς αὐτὸ τὸ σῶμα τοῦ πυρὸς τὸ συνελθὸν ἐν τῇ τοῦ σφαίρου γενέσει, αὐτὸ ὕστερον τὰς διαφορὰς τοῦ πυρὸς ἐδέξατο καὶ γέγονε πῦρ. ἀποκληρωτικὸν
γὰρ τοῦτο· ἦν γὰρ ὁ σφαῖρος ἀδιάφορον σῶμα καὶ ὁμοειδὲς
αὐτὸ ἑαυτῷ, καὶ κοινὸν πάντων ὑποκείμενον. εἰ γάρ τις εἴποι μὴ δύνασθαι ἐν ὁτῳοῦν τοῦ σφαίρου μέρει τὰς ἑκάστου στοιχείου εἰδοποιοὺς διαφορὰς ἐγγίνεσθαι, δῆλον ὅτι οὐκ ἀδιάφορον ποιεῖ τὸ τοῦ σφαίρου σῶμα οὐδὲ ἕν, ἀλλ’ ἄλλας ἐν ἄλλῳ μέρει αὐτοῦ ἀποτίθεται ἰδιότητας, δι’ ἃς ἐν τῶδε μὲν πῦρ καὶ οὐδὲν τῶν λοιπῶν, ἐν ἄλλῳ δὲ ἄλλο τι συνίσταται. εἰ οὖν
ωνο- 64 ἀδιάφορον παντελῶς τὸ τοῦ σφαίρου σῶμα ὑποτίθεται, καὶ ἀνὰ μέρος ποτὲ 65 μὲν ἐπικρατεῖν τὸ νεῖκος καὶ ποιεῖν τὰ στοιχεῖα, ποτὲ δὲ τὴν φιλίαν καὶ ποιεῖν τὸν σφαῖρον , ἀνάγκη πᾶσα κατὰ ταύτας τὰς ὑποθέσεις πάντα τὰ στοιχεῖα μεταβάλλειν εἰς ἄλληλα.
66
68
κατὰ τὴν ὑπὸ τοῦ νείκους κίνησιν μεταβάλλοντα καὶ εἰδοποιούμενα γίνεται
τὰ τέσσαρα στοιχεῖα, ταύτῃ δόξειεν <ἂν> ἐν ἀρχῆς καὶ ὕλης λόγῳ τὸν σφαῖρον τίθεσθαι δεῖ γὰρ τὴν πρώτην ἀρχὴν ἄποιον εἶναι)· ᾗ δὲ πάλιν ἐκ τῆς τῶν τεσσάρων συνθέσεως τῆς φιλίας συγκρινούσης τὸν σφαῖρον ἔλεγε γίνεσθαι, ταῦτα δὲ ἐκ τῆς ἐκείνου διαλύσεως, ἐν ἀρχῆς λόγῳ ἄν τις θείη
τὰ τέσσαρα στοιχεῖα· ἀρχῆς γὰρ ἴδιον τὸ ἁπλούστερον, ἁπλούστερα δὲ τὰ στοιχεῖα τοῦ ἐξ αὐτῶν συγκειμένου σφαίρου· σύνθετος γὰρ ἐκ τούτων ὁ
σφαῖρος.
ἔστι γένεσις, καὶ τὸν τρόπον καθ’ ὅν ἐστι, καὶ περὶ τῶν ἄλλων δὲ τῶν φυσικῶν μεταβολῶν· ἀναγκαῖος γὰρ ὁ περὶ τούτων λόγος μάλιστα, διότι
τῶν παλαιῶν οὐδένα ἔχομεν περὶ τούτων ἀξιόλογόν τι εἰρηκότα.
λέγοντα τὸν Πλάτωνα τῆς τῶν στοιχείων μὴ εἰρηκέναι καθόλου περὶ γενέσεως
ἀπόδειξις τὸ μὴ δύνασθαι τῷ τῆς γενέσεως τῶν στοιχείων λόγῳ ὑποτάττεσθαι τὴν σαρκῶν καὶ ὀστῶν γένεσιν. τὰ μὲν γὰρ στοιχεῖά φησιν ἐξ ἐπιπέδων γεγενῆσθαι τριγώνων, προθέμενος δὲ εἰπεῖν περὶ ὀστῶν γενέσεως οὐκέτι οὐδὲ τὴν τῶν ἐπιπέδων οὐδὲ τὴν ἐκ τῶν ἐπιπέδων γεγονότων, λέγω δὲ τῶν στοιχείων, αἰτιᾶται σύνθεσιν. λέγει γὰρ ὅτι ‘γῆν διαπλάσας
καθαρὰν ὁ δημιουργὸς καὶ λείαν ἀνεφύρασε καὶ ἔδευσε μυελῷ, καὶ
μετὰ ταῦτα εἰς πῦρ αὐτὸ ἐντίθησι, μετ’ ἐκεῖνο δὲ εἰς ὕδωρ αὐτὸ βάπτει, πάλιν δὲ εἰς πῦρ, καὶ αὖθις εἰς ὕδωρ, μεταφέρων τε οὕτως πολλάκις εἰς ἑκάτερον ὑπὸ ἀμφοῖν ἄτηκτον εἰργάσατ’· ὁ δὲ μυελός, ἐξ οὗ καὶ ἐκ τῆς γῆς ποιεῖ τὰ ὀστᾶ, οὔτε στοιχεῖόν ἐστιν οὕτε ἐπίπεδον. ποιότητος γὰρ
καὶ πάθους μεταβολὴ γεννᾷ τὰ ὀστᾶ, ποιότητα δὲ καὶ πάθος οὐχ οἷόν τε ἐκ τῶν ἐπιπέδων γεννηθῆναι. αὐτὸς γὰρ ἐρεῖ προελθὼν ‘πάθος γὰρ ἐκ τῶν ἐπιπέδων οὐδὲ ἐπιχειροῦσι γεννᾶν’, διότι τὰ στοιχεῖα αὐτῶν τοῖς σχήμασιν
ἀλλ’ οὐ ποιότησιν οὐδὲ πάθεσιν εἰδοποιεῖται. καταλιπὼν δὲ πρὸς ταῦτα ἀντιλέγειν ὁ Ἀριστοτέλης ὄντα ἄτοπα , οὐδὲν ὅλως εἰρηκέναι περὶ
ὀστῶν γενέσεως αὐτόν φησι· παντάπασι γὰρ ἀπίθανά ἐστιν ὡς πρὸς τὸ φαινόμενον, εἰ οὕτως ἔλεγεν ὁ Πλατῶν. εἰ γὰρ μυελὸς ἦν τοῦ ὀστοῦ πρότερον, καὶ ὀστοῦν ἦν ἐξ ἀνάγκης· ὀστογενῆ γοῦν καὶ αὐτὸς ὁ Πλατῶν καλεῖ τὸν μυελόν, ὡς ἐν ἐκείνῳ τὸ εἶναι ἔχοντα. ὥστε πρὶν ὀστοῦν γένηται,
ἦν ὀστοῦν. ἔτι εἰ καὶ ὅτι μάλιστα ἐκεῖνο τὸ πρῶτον ὀστοῦν ἐποίησεν
οὕτως ὁ δημιουργός, ἀλλ’ οὐχ οὕτως γίνεται τὰ ἐν τοῖς ζῴοις φύσει γινόμενα. ὁ μὲν οὖν Πλατῶν τοσοῦτον μόνον περὶ γενέσεως εἴρηκεν, οὐδὲ τῶν ἄλλων δὲ οὐδεὶς εἴρηκέ τι παρὰ τὰ ἐπιπολῆς ἔξω Δημοκρίτου· οὗτος γάρ, φησί, παρὰ τοὺς ἄλλους φαίνεται πάντων πεφροντικὼς καὶ ἀρχὰς ὑποθέμενος εἰς πάντα αὐτῷ ἁρμόττειν δυναμένας.
72
τὸν ὅρμον γὰρ αἰτιατικὴν εἶπεν ἀντὶ τοῦ ὅρμου· ἡ βάλανος ἐκ τοῦ τρήματος του ὅρμου ἐκπέπτωκεν.
εἶναι τὴν γένεσιν, μεταθέσει δὲ καὶ μετατάξει τὴν ἀλλοίωσιν. καὶ περὶ αὐξήσεως δὲ οἱ μὲν ἄλλοι τοσοῦτον εἰρήκασιν, ὅσονπερ ἄν λέγοι καὶ
ὁ τυχών, ὅτι προσιόντος τινὸς γίνεται αὔξησις πῶς δὲ πρόσεισιν, ἆρα διὰ πόρων ἢ σῶμα διὰ σώματος διιόν, οὐκέτι προστεθείκασι· ταῦτα γὰρ πάντα ἔχει ἀπορίαν· καὶ περὶ τοῦ ποιεῖν δὲ καὶ πάσχειν αἱ αὐταὶ ἀπορίαι, πῶς
τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει), ὅτι δὲ Δημόκριτος περὶ αὐξήσεως ἀπεφήνατο ὑποκατιὼν προστίθησιν.
διαβῶσιν) ἢ ἐπὶ πλέον τῆς κράσεως ἡ μίξις· τῶν γὰρ μίξεων ἡ μέν ἐστι κρᾶσις ὡς ἐπὶ τοῦ οἰνομέλιτος, ἡ δὲ παράθεσις ὡς ἐπὶ τῆς πανσπερμίας, ἡ δὲ διαπλοκὴ ὡς ἐπὶ τῆς ὕλης καὶ τοῦ εἴδους. δεῖ δὲ τῷ περὶ γενέσεως διαλεγομένῳ καὶ τοῦ περὶ τούτων λόγου, εἰς τὸ εἰδέναι τίνι τρόπῳ τὸ γινόμενον γίνεται καὶ εἴτε δεῖ τούτων τινὸς εἰς τὴν γένεσιν εἴτε οὐ δεῖ.
οἰκείων ἀρχῶν σῴζειν οἱ περὶ Δημόκριτον, ὑποθέμενοι ἄπειρα εἶναι τῶν στοιχείων τὰ σχήματα. ταῦτα γὰρ τήν τε τάξιν ἀμείβοντα καὶ τὴν θέσιν
μεταλλάττοντα, ἐκ τῆς πρὸς τοὺς ὁρῶντας σχέσεως καὶ τοῦ διαστήματος ἄλλοτε ἄλλην καὶ ἐν τῷ αὐτῷ ἄλλῳ ἄλλην φαντασίαν παρέχεται. οὕτω γοῦν ὁ τῆς περιστερᾶς τράχηλος, προσβαλλούσης αὐτῷ τῆς τοῦ ἡλίου ἀκτῖνος,
διαφόρων χρωμάτων φαντασίαν παρέχεται· πρὸς ἄλλην γὰρ καὶ ἄλλην τοῦ ὄμματος θέσιν τοῖς μὲν κύανός φαίνεται, τοῖς δὲ χρυσίζων, τοῖς δὲ μέλας, καὶ ἄλλοις ἀλλοῖος. καὶ τὰ τετράγωνα δὲ τῶν σχημάτων κυκλοτερῆ
πόρρωθεν φαίνεται, καὶ κύκλον δὲ πόρρωθεν κείμενον, εἰ κατὰ τοῦ κροτάφου θεασώμεθα, εὐθεῖαν ὁρῶμεν, καὶ τὸ μέλι τῷ μὲν ἰκτεριῶντι
πικρὸν φαίνεται τῷ δὲ ὑγιαίνοντι γλυκύ, καὶ τὸ Z γοῦν πρὸς ἄλλην καὶ ἄλλην τοῦ ὁρῶντος σχέσιν ἢ Ν ἢ Z ὁρᾶται.
ἕτερον [,φησί,] φαίνεσθαι ἑνὸς μετακινηθέντος.
φαντασία. οὕτω μὲν ὁ Ἀλέξανδρος ἐξηγήσατο, ἴσως δὲ ἄν τις εἴποι ὅτι
τοῦτο τῇ κατὰ αὔξησιν μεταβολῇ ἁρμόττει· κατὰ γὰρ τὴν ἀπορροὴν καὶ εἴσκρισιν τῶν ἀτόμων τὴν αὔξησιν καὶ φθίσιν ἔφασκον γίνεσθαι οἱ περὶ Δημόκριτον, ταύτην δὲ οὐ φαινομένην ἔλεγον τὴν μεταβολὴν καθάπερ τὴν ἀλλοίωσιν. καὶ ἐν τῇ ἀπορροῇ δὲ μικροῦ ἀπορρέοντος ἀλλοῖον τὸ ὅλον γίνεται. εἰ γοῦν ἐκ τοῦ ‘ ἀδυνάτο’ ἀφέλῃς τὸ α(??) μόνον, τὸ ‘δυνατὸν᾿
ὥστε μικρὰ ἀπορροὴ ἐναντίον τῷ ἐξ ἀρχῆς τὸ καταλειφθὲν ἐποίησεν·
83 84
καὶ κωμῳδίαν, ἐργάζεται.
εἶναι καὶ σύγκρισιν, καὶ ταύτην ἐχώρισαν τῆς ἀλλοιώσεως, ὥσπερ οἱ περὶ Δημόκριτον, περὶ τούτων διαλαβεῖν χρή· ἔχει γὰρ πολλὰς ἀπορίας ὁ λόγος. καὶ γὰρ συγκρίσει ὑποθεμένοις τὴν γένεσιν ἕψεται πολλὰ ἄτοπα· καὶ γὰρ
καὶ τὰ πάθη ἀναιρήσομεν καὶ τὴν τῶν σωμάτων συνέχειαν. οἵ τε δεικνύντες λόγοι ὡς οὐκ ἐνδέχεται ἄλλως ἔχειν, εἰ μὴ συγκρίσει, τὴν γένεσιν
εἶναι, οὐ ῥᾴδιοι διαλυθῆναι. ἔτι δὲ πρὸς τῷ ἰσχυροὺς καὶ δυσλύτους εἶναι τοὺς λόγους, καθ’ οὓς σύγκρισις ἡ γένεσις δοκεῖ, εἴπερ καὶ ὑποτεθῇ μὴ εἶναι σύγκρισις ἡ γένεσις, ἄδηλον μήποτε οὐκ ἔστιν ὅλως γένεσις, ἢ ἔστι μὲν ταὐτὸν δὲ τῇ ἀλλοιώσει. καὶ τοῦτο οὖν δυσδιάλυτον ὂν ἐξεταιστέον.
88
γὰρ ἔστι τοιαῦτα σώματα ἄτομα καὶ ἀπαθῆ, ἀνάγκη συγκρίσει εἷναι τὴν γένεσιν· εἰ δὲ μὴ δυνατὸν ἄτομα σώματα ὑποθέσθαι, ἀναιρεθήσεται μὲν
τὸ ἐξ ἀνάγκης κατὰ σύγκρισιν εἶναι τὴν γένεσιν, οὐ μὴν εἰσάγεται τὸ ἀδύ- νατον οὕτως ἔχειν. ἀτόμων μὲν γὰρ ὄντων ἐξ ἀνάγκης κατὰ σύγκρισιν ἡ γένεσις, μὴ ὄντων δὲ τῶν ἀτόμων οὐ πάντως ἀνῄρηται ἡ σύγκρισις· δυνατὸν μὴ ὄντων ἀτόμων στοιχείων κατὰ σύγκρισιν εἶναι τὴν γένεσιν, ὡς δηλοῖ ἡ Ἐμπεδοκλέους δόξα. μὴ ὄντων οὖν ἀτόμων σωμάτων μόνον
89 τὸ ἐξ ἀνάγκης κατὰ σύγκρισιν εἶναι τὴν γένεσιν ἀναιρεῖται, τοῦ δὲ ἐξ 6v ἀνάγκης ἀναιρεθέντος χώραν λοιπὸν ἕξει τὸ εὐλογώτερον. ἐπειδὴ τοίνυν τῇ μὲν θέσει τῶν ἀτόμων ἕπεται τὸ κτὰ σύγκρισιν εἶναι τὴν γένεσιν, τῇ οε αναιρεσει τῶν ἀτόμων οὐκ ἀκολουθεῖ ἡ ἀναίρεσις τῆς κατὰ σύγκρισιν
γενεσεως, εἰκότως πλεῖστον καὶ οὐ παντί φησι διαφέρειν πρὸς τὸ προκείμενον τὴν περὶ τῶν ἀτόμων ἐξέτασιν.
σώματά ἐστιν, ἤ, ὡς Πλάτων, ἐπίπεδα. εἶθ’ ὑπομνήσας τῆς ἀτοπίας ταύτης τῆς δόξης ἐπὶ πλέον γὰρ ἐν τῷ λόγῳ τῆς Περὶ οὐρανοῦ περὶ αὐτῆς εἴρηκεν) ἐπὶ ζητεῖν ἔ οἶον τε εἶναι σώματα ἀδιαίρετα μεταβαίνει ὡς
ἔφασκε Δημόκριτος· φησὶ δὲ καὶ ταύτην τὴν δόξαν πολλὴν ἔχειν ἀτοπίαν, ὅμως πρὸς τὴν Πλάτωνος συγκρινομένη δόξαν πολλῷ καὶ πιθανωτέρα καὶ
φυσικώτερα τυγχάνει, εἴπερ ἡ μὲν Δημοκρίτου δύναται καὶ γένεσιν σῶσαι καὶ ἀλλοίωσιν, ἡ δὲ τὰ ἐπίπεδα ἀρχὰς σωμάτων ποιοῦσα γένεσιν μέν πως δοκεῖ σῴζειν, ποιότητα δὲ καὶ πάθος οὐδὲ τὴν ἀρχὴν ἐπιχειρεῖ γεννᾶν. καὶ τὰς αἰτίας δὲ προστίθησι, δι’ ἃς πιθανωτέρας τῶν περὶ Τίμαιον ὁ Δημόκριτος
ἀρχὰς ὑπέθετο. οἱ μὲν γάρ, φησίν, ὑπὸ τῆς περὶ τὰ μαθήματα
σχολῆς ἄπειροι τῶν φυσικῶν ὑπῆρχον, τῇ δὲ ‘ἀπειρίᾳ’ τὸ ‘ἐνῳκηκέναι τῇ φύσει᾿ ἀντέθηκεν, τουτέστι τὸ ἐν πείρᾳ αὐτῆς γεγονέναι. οἱ γὰρ περὶ Δημόκριτον ἐγγυμνασθέντες τοῖς φυσικοῖς πράγμασιν ἀρχὰς ὑπέθεντο ἐπὶ πολὺ δυναμένας σῴζειν ὁμολογίαν πρὸς τὰ φύσει γινόμενα. πρὸς πίστιν δὲ τῶν εἰρημένων γυμνάζει τοὺς ἑκατέρων λόγους, οἷς χρώμενοι πειρῶνται
δεῖξαι ὅτι ἔστι μεγέθη ἀδιαίρετα, καὶ δείκνυσι πολλὴν οὖσαν ὑπεροχὴν
τῶν Δημοκρίτου λόγων πρὸς τοὺς Πλάτωνος κατὰ τὸ πιθανόν, καὶ τῶν μὲν προφανῆ τὴν ἀτοπίαν εἶναι, τοὺς δὲ Δημοκρίτου χαλεπὴν ἔχειν τὴν λύσιν.
ἄλογον μέχρι ἐπιπέδων διαλῦσαι.
πάντα ἐκ σημείων. πρὸς δὲ τὴν δόξαν ταύτην καὶ ἐν τῷ τρίτῳ τῆς Περὶ
οὐρανοῦ ὑπήντηκε.
μὲν τῆς πυραμίδος κάτω εἴη, ἡ κορυφὴ δὲ ἄνω· ἢ ἔμπαλιν), διαθιγὴν δὲ τὴν τάξιν ὅτι αἵδε μὲν εἰ τύχοι πρῶται, ἕτεραι δὲ ὕστεραι). ὅτι δὲ κατ’ αὐτὸν τὰ σχήματα συγκρινόμενα μὲν τὴν γένεσιν, μετατιθέμενα δὲ καὶ μεταταττόμενα τὰ πάθη τὰ φαινόμενα ἐργάζεται, εἴρηται πρότερον. οὐδὲν γὰρ ἔφασκε φύσιν εἶναι χρωμάτων ἢ τῶν ἄλλων παθῶν· τροπῇ
γάρ φησι χρωματίζεσθαι.
δύνανται συνείρειν.
τουτέστι τῶν ἐν ὑποστάσει καὶ ὑπάρξει ὄντων οἷα τὰ φυσικά, ῥᾳδίως
περὶ τῶν ἀρχῶν αὐτῶν ἀπεφήναντο, ὅθεν καὶ ῥᾳδίως ἐλέγχονται.
εἰ πᾶν, φησί, μέγεθος διαιρετόν ἐστιν, ἔσται καὶ τὸ αὐτοτρίγωνον διαιρετόν, ὅπερ ἐστὶν ἡ ἰδέα τοῦ τριγώνου· καὶ οὕτως ἔσται τινὰ πρότερα
τοῦ αὐτοτριγώνου εἰς ἃ διαιρεῖται, ὅπερ ἀδύνατον, εἶναι τῆς ἰδέας τι πρότερον. εἰ τοίνυν τὸ αὐτοτρίγωνον οὐκ ἔστι διαιρετόν, οὐκ ἄρα πᾶν μέγεθος διαιρετόν. εἰ οὖν μὴ πᾶν μέγεθος διαιρετόν, ἔστιν ἄρα τινὰ μεγέθη ἀδιαίρετα. ταῦτα δὲ οὐδαμοῦ λέγων ὁ Πλατῶν φαίνεται, ὅτι ἔστιν ἄτομα μεγέθη, ἀλλ’ ἢ ἐκ τῶν ἀγράφων αὐτοῦ συνουσιῶν ταῦτα ἱστορεῖ ὁ Ἀριστοτέλης,
ἤ, ὅπερ καὶ μᾶλλον, τινὲς τῶν ἀξιούντων Πλατωνικῶν εἶναι τοὺς λόγους τούτους προέφερον. οὐδὲ γὰρ εἰκὸς οὕτω τοῖς μαθήμασιν ἐσχολακότα Πλάτωνα, καὶ εἰδότα ὡς ἐνδέχεται πᾶσαν τὴν δοθεῖσαν εὐθεῖσαν δίχα τεμεῖν, ἀδιαίρετα λέγειν εἶναι μεγέθη, εἰ μὴ οὕτως ἔλεγεν ἀδιαίρετα εἶναι τὰ τρίγωνα, ἐξ ὧν συνετίθει τὰ σώματα, ὡς εἰς ἕτερα μὴ δυνάμενα μεταβληθῆναι
καὶ διαλυθῆναι σχήματα. πάντα μὲν γὰρ τὰ εὐθύγραμμα εἰς
τρίγωνα ἀναλύεται τὸ μὲν γὰρ τετράγωνον τῇ διαγωνίῳ εἰς δύο τέμνεται τρίγωνα (??) τὸ δὲ πεντάγωνον εἰς τρία (??) καὶ τὰ λοιπὰ ὡσαύτως), αὐτὸ μέντοι τὸ τρίγωνον εἰς ἕτερα σχήματα οὐ διαιρεῖται, ἀλλ’ εἰς εὐθείας. ἴσως οὖν ταύτῃ ἔλεγεν εἶναι μεγέθη ἀδιαίρετα. ῥητέον δὲ πρὸς
ταῦτα λέγοντας, ὅτι ἡ ἰδέα τοῦ τριγώνου ὅλως οὐδὲ μέγεθός ἐστιν, ἀλλὰ λόγος μεγέθους. ὥστε οὗτος μὲν εὐλόγως ἀδιαίρετος, ἡμεῖς δὲ τὰ μεγέθη φαμὲν εἶναι διαιρετά. οὐκ ἀνάγκη δέ, εἰ ὁ λόγος τοῦ μεγέθους ἀδιαίρετος,
καὶ μέγεθός τι εἶναι ἀδιαίρετον· οὐ γάρ, ὡς οἱ λόγοι ἔχουσιν, οὕτως ἀνάγκη ἔχειν καὶ τὰ πράγματα ἀπαραλλάκτως, ἐπεὶ καὶ ἡ ἔννοια τῆς οἰκίας
καὶ ὁ λόγος καθ’ ὃν αὐτὴν ποιεῖ ὁ οἰκοδόμος ἀσώματός ἐστιν, ἡ δὲ οἰκία οὐκ ἀσώuατος.
καὶ συμμαχεῖ τῷ τῆς δόξης πιθανῷ τε καὶ εὐλόγῳ, καὶ τίθεται ἐξ ἀρχῆς ταὐτὸν εἶναι ἐπ’ ἄπειρον λέγων γίνεσθαι τὴν τομὴν τοῦ συνεχοῦς 101 καὶ τὸ ἅμ πάντῃ δύνασθαι διαιρεῖσθαι τὸ συνεχές, ἐξ οὗ τὸ ἄτοπον συνάγεται 102 τὸν τρόπον τοῦτον. εἰ γὰρ ἕκαστον τῶν ἐκ τῆς τομῆς ἀεὶ γινομένων
μονάδων δυνατὸν πάλιν ἐπιδιελεῖν, δῆλον ὡς πάντῃ διαιρετόν ἐστι τὸ σῶμα. εἰ οὖν πάντῃ, φησίν, ἐστὶ διαιρετὸν τὸ σῶμα, τουτέστιν εἰ δυνατὸν πάντῃ
διαιρεθῆναι, καὶ ἅμα πάντῃ δυνατὸν διαιρεθῆναι. πᾶν δὲ ὅ ἐστι δυνάμει, τοῦτο ὑποθέσθαι ἐνεργείᾳ ἐκβεβηκὸς οὐκ ἄτοπον· καθόλου γὰρ τοὐ δυνάμει | ὑποτεθέντος ἐνεργείᾳ ἐκβεβηκέναι ψεῦδος μὲν ἕψεται, οὐ μὴν ἀδύνατον. 103 εἰ οὖν μὴ ἀδύνατον, ὑποκείσθω ὅτι πάντῃ διῃρημένον. ἀλλ’ εἰ πάντῃ διῄρηται, οὐκ εἰς μεγέθη ἔσται διῃρημένον τὸ μέγεθος, ἀλλ’ ἢ εἰς
στιγμὰς ἢ εἰς οὐδέν. εἰ γὰρ εἰς μεγέθη, οὐκέτι ἄν εἴη πάντῃ διῃρημένον· εἰ δὲ πάντῃ, ἢ εἰς στιγμὰς ἢ εἰς οὐδὲν ἔσται διῃρημένον, καὶ ἐκ τούτων ἔσται συγκείμενον. πᾶν γὰρ εἰς ἃ διαιρεῖται, ἐκ τούτων καὶ σύγκειται.
ἔσται ἄρα ἐξ οὐδενὸς ἢ ἐκ στιγμῶν τὸ μέγεθος συγκείμενον, ὅπερ ἄτοπον. οὐκ ἄρα πάντῃ δυνατὸν τὸ μέγεθος διαιρεθῆναι. εἰ δὲ τοῦτο, ἔστιν ἄρα
τινὰ ἄτομα μεγέθη. ἡ μὲν ἀγωγὴ τοῦ λόγου τοιαύτη. ἑπομένου δὲ τῷ φάσκειν εἰς οὐδὲν ἢ εἰς ἄτομα διαιρεῖσθαι τὸ μέγεθος τοῦ ἐξ οὐδενὸς ἢ στιγμῶν συγκεῖσθαι τὸ μέγεθος, δείκνυσι παντοίως ὂν τοῦτο ἀδύνατον, τὸ ἐκ στιγμῶν γίνεσθαι ποσόν. αἱ γὰρ στιγμαὶ τῷ ποσῷ προστιθέμεναι οὔτε μεῖζον οὔτε ἔλαττον ἀπεργάζονται· ὁρῶμεν γὰρ ὅτι ποσοῦ τινος εἰς πλείονα
διαιρεθέντος, ὡς ἐνεργείᾳ γενέσθαι στιγμὰς πλείους στικγμαὶ γὰρ τὰ πέρατα τοῦ διῃρημένου), καὶ πάλιν συντεθέντος μηδὲν μεῖζον ἐν τῇ συνθέσει γινόμενον τὸ πᾶν μηδὲ ἔλαττον ἐν τῇ διαιρέσει ο.ὗ ἦν ἐξ ἀρχῆς πρὶν διαιρεθῇ. εἰ δὲ αἱ τοσαῦται οὐ συναύξουσι τὸ μέγεθος προστεθεῖσαι, τῷ μὴ φύσιν ἔχειν τὸ ἀμερὲς καὶ ἀμέγεθες ποιεῖν μέγεθος, δῆλον ὡς οὐδὲ ἂν
πᾶσαι ἐν τῷ μεγέθει, εἰς ἃς ὑπόκειται διῃρῆσθαι, συντεθῶσι, ποιήσουσί τι
μέγεθος. καὶ ὅλως ἀδύνατον σημεῖον σημείῳ συντεθὲν ποιῆσαί τι ποσόν· ἀνάγκη γὰρ ἤτοι καθ’ ὅλα ἑαυτὰ τὰ συντιθέμενα σημεῖα ἅπτεσθαι ἀλλήλων, ἢ κατά τι μὲν ἅπτεσθαι κατά τι δὲ μὴ ἅπτεσθαι. εἰ μὲν οὗν καθ’ ὅλα ἐφαρμόσουσιν ἀλλήλοις, ἔσται πάλιν πάντα ἓν σημεῖον. εἰ δὲ κατά τι μὲν
μέρος ἁψάμενα ἑνωθεῖεν, κατά τι δὲ μὴ ἅψωνται, μέρος ἕξει τὸ σημεῖον 104 καὶ οὐκ ἔσται ἀμερές, ὅπερ ἀδύνατον· ἀναιρήσομεν γὰρ τὴν ἔννοιαν τοῦ 105 σημείου. τούτων οὕτως εἰρημένων τῇ λέξει ἐπέλθωμεν.
106
ἀσθένειαν, οὐκ ἀδύνατος οὐδὲ ἄτοπος ἡ ὑπόθεσις. τὸ μὲν οὖν τοῦτο ὑποθέσθαι
οὐκ ἄτοπον. τῷ δὲ πάντῃ διαιρετῷ ὡς ἀκολουθοῦν ἔλαβε τὸ ἅμα πάντῃ διαιρετὸν εἶναι. καὶ εἰδέναι χρὴ ὅτι κατὰ τοῦτο γίνεται ἡ παραγωγὴ τοῦ λόγου, ὡς ἐφεξῆς δείκνυται. τῷ γὰρ λόγῳ τῷ φάσκοντι τὸ συνεχὲς ἐπ’ ἄπειρον εἶναι διαιρετὸν οὐκ ἀκολουθεῖ τὸ ἅμα πάντῃ διῃρῆσθαι·
ὅλως γὰρ ἐπὶ τοῦ φάσκοντος λόγου τὴν· τομὴν τοῦ μεγέθους μὴ ἐπιλείπειν, ἀλλ’ ἐπ’ ἄπειρον αὔξεσθαι, οὐ δοκεῖ ἔχειν χώραν τὸ ἅμα πάντῃ διῃρῆσθαι· διαιρεθέντος γὰρ ἐπιλείπειν ἀνάγκη τὴν ἐπ’ ἄπειρον τομήν.
ἀλλὰ τοῦτο μὲν ἐν τοῖς ἐφεξῆς ἀκριβέστερον ἐξετασθήσεται, ἔνθ’ αὐτὸς τὴν τῆς λύσεως ἀπορίαν ἐκτίθεται.
107
ἀδύνατον γεγονός· τῷ γὰρ δυνατῷ ὑποτεθέντι ψεῦδος μὲν ἴσως ἀκολουθεῖ, ἀδύνατον δὲ οὐδέν. οἷον δυνατὸν ἐν θέρει ὗσαι· εἰ οὖν ὑποθώμεθα ἐν θέρει ὕειν, ψεῦδος μὲν ἴσως ὑποτιθέμεθα, οὐκ ἀδύνατον δέ. εἰ δὲ μὴ ἀδύνατον, ἐνδέχοιτ’ ἂν γίνεσθαι· εἰ δὲ ἐνδέχεται γίνεσθαι, κἂν γένοιτο τῷ
μακρῷ χρόνῳ.
καὶ ἥνωντο, ὅπερ ἐκάλεσεν ‘ἅπτεσθαι’, οὐδὲν παρ’ αὐτὰς τὸ μέγεθος μεῖζον ἐγίνετο. καὶ εἰς ἀπόδειξιν τούτου παρατίθεται τὸ ἐφεξῆς.
111
ᾧ δηλονότι οὐδὲν ἡ πρόσθεσις τῶν στιγμῶν συμβάλλεται εἰς αὔξησιν τοῦ
μεγέθους, οὐδὲ ἡ ἀφαίρεσις εἰς μειῶσίν. οὐκ ἄρα οὐδὲ συντεθεῖσαι ἐργά- σαιντο ποσὸν ἢ μέγεθος.
διῃρημένον λέγειν εἰς ἐκπρίσματα καταναλίσκεσθαι, ὁ αὐτὸς ἁρμόσει λόγος. τὸ γὰρ ἔκπρισμα, εἴπερ μὴ ἔστι στιγμὴ ἀλλὰ μέγεθος, διαιρεθήσεται καὶ
αὐτό, εἴπερ πάντῃ διαιρετὸν τὸ μέγεθος· εἰ δὲ μὴ διαιρεθήσεται, ὁ Δη- μοκρίτου λόγος ἀληθής, τὸ εἶναι σώματα ἄτομα ὧν τῇ συγκρίσει τὰ ἄλλα γίνεσθαι ἔλεγε, καὶ οὐ πάντῃ διαιρετὸν τὸ μέγεθος.
τὸ μὴ δυνάμενον αὐτὸ καθ’ αὑτὸ ὑποστῆναι χωρὶς ὑποκειμένου,
ἀλλ’ ἀεὶ ἐν τῷ συνθέτῳ ὄν, ὡς πάντα τὰ ἔνυλα εἴδη· εἰ δὲ χωριστὸν εἴη γεγραμμένον, σημαίνοι ἄν τὸ πεφυκὸς καὶ δυνάμενον χωρισθῆναι τοῦ ὑποκειμένου φθαρέντος. καὶ ἔστι ταὐτὸ τῇ δυνάμει ἑκάτερον καὶ ἐπὶ τοῦ αὐτοῦ λεγόμενον. διαφέρει δὲ ἡ ἐπιχείρησις αὕτη τῶν πρὸ αὐτῆς, ὅτι ἄνω 115 μὲν τὸ μέγεθος ἐλάμβανε καὶ διαιρῶν ηὕρισκε στιγμὰς καταλειπομένα ἐξ 116 ὧν οὐκ ἦν δυνατὸν συντεθεισῶν μέγεθός τι γενέσθαι, ἐνταῦθα δέ φησιν εἰ ὑπόθοιτό τις μέγεθος μὴ ἐκ μεγεθῶν συγκεῖσθαι ἀλλ’ ἐκ στιγμῶν εἶδός
τι καὶ πάθος προσλαβουσῶν ἐν τῇ συνθέσει καὶ ποιουσῶν οὕτως τὸ μέγεθος,
ὅπερ εἶδος ἢ πάθος ἐν τῇ διαιρέσει χωρίζεται ὡς καταλιμπάνεσθαι τὰς στιγμάς, τὰ αὐτὰ ἄτοπα ἕψεται, τὸ ἐκ μὴ μεγεθῶν ποιεῖν τι μέγεθος. εἰ δέ τις ἀπορεῖ πῶς τοῦτο ὡς ἄτοπον συνάγει, τὸ ποιεῖν ἐκ μὴ μεγέθους μέγεθος καὶ γὰρ καὶ οἱ τὴν πρώτην ὕλην λέγοντες προσλαβοῦσαν τὸ εἶδος ἀποτελεῖν τὸ σῶμα, ἐκ μὴ σωμάτων σῶμα γεννῶσι), γινωσκέτω ὁ τοιοῦτος
ὅτι εἰ καί φαμεν ἐξ ὕλης καὶ εἴδους συγκεῖσθαι τὰ σώματα, οὐκ ἐκ
προϋπαρχούσης τῆς ὕλης καθ’ αὑτήν φαμεν γίνεσθαι τὸ σῶμα. λόγῳ γὰρ μόνῳ χωρίζοντες τοὐ εἴδους αὐτὴν καθ’ αὑτὴν θεωροῦμεν, μηδέποτε αὐτὴν καθ’ αὑτὴν δυναμένην ὑποστῆναι· ἀεὶ γὰρ τοῦ τοιοῦδε σώματος εἰς τὸ τοιόνδε μεταβάλλοντος γίνεται ἡ γένεσις καὶ ἡ φθορὰ τῶν σωμάτων, καὶ
ὅλως τῶν πρός τι ἡ ὕλη καὶ τὸ εἶδος καὶ οὐδέτερον χωρὶς ἑτέρου εἶναι δύναται. οἱ δὲ ἐκ τῆς διαιρέσεως ὑπολιμπάνεσθαι φάσκοντες τὰς στιγμὰς
τοῦ εἴδους χωρισθέντος, καὶ ἐξ ἀμεγεθῶν ἐνεργείᾳ προὐπαρχόντων ἀμεγεθῶν γεννῶσι τὸ μέγεθος καὶ εἰς ἀμεγέθη ἐνεργείᾳ ὑφεστῶτα αὐτὰ καθ’ αὑτὰ ἀναλύουσι τὸ μέγεθος, ὅπερ ἐστὶν ἄτοπον. καὶ ἄλλως εἰ καὶ ἀσώματος
τῷ ἰδίῳ λόγῳ ἡ ὕλη, ἀλλὰ πάντῃ οὖσα ἀνείδεος δυνάμει ἐστὶ σῶμα, τὰ δὲ σημεῖα οὐκ ἔστιν ἀνείδεα οὐδὲ δυνάμει μεγέθη, οὐδὲ ὑποκείμενον ἑτέρῳ εἶναι δύναται αὐτὰ δεόμενα ἑτέρου εἰς ὕπαρξιν· ἐν γραμμῇ γὰρ τὸ εἶναι ἔχουσιν αὐτὰ καθ’ αὑτὰ ὕπαρξιν οὐκ ἔχοντα. πῶς οὖν ἐν τοὐτοῖς
τὸ μέγεθος ὑπάρξαι δυνήσεται;
117
ἀφορίσεις· ἀκίνητοι μὲν γὰρ οὖσαι οὐκ ἄν συνέλθοιεν διῃρημέναι εἰς τὸ
ποιῆσαι γένεσιν, κινουμένας δὲ εἴπερ ὑποθώμεθα, πρῶτον μὲν ἄτοπον κινούμενόν τι μὴ εἶναι σῶμα, ἔπειτα δὲ ποίαν κίνησιν ἀφωρισμένην ἕξουσιν; ὁ αὐτὸς γὰρ λόγος τῷ περὶ τόπου. εἰ δὲ ἀποφαντικῶς ἀκούοις τοῦ λόγου, 118 ἐρεῖς ὅτι ἀνάγκη αὐτάς που εἶναι· εἰ γὰρ μὴ καθέξουσι τόπον ἐκ σώματος 119 ἀναλυθέντος γενόμεναι, ἔσται κενὸν ὃ ἐπεῖχε τὸ σῶμα τὸ εἰς αὐτὰς διαλυθέν. ἀλλὰ καὶ τοῦτο πάλιν ἀδύνατον· πῶς γὰρ αἱ ἀσώματοι καὶ ἀδιάστατοι παντελῶς τοπικὸν καθέξουσι διάστημα;
120
ἁπτόμενα παρὰ τὴν ἁφὴν ἢ τὴν στιγμὴν ἢ τὴν διαίρεσιν ταὐτὸν γὰρ
πάντα σημαίνει), δηλοῖ τὸ μίαν μὲν εἶναι τὴν ἁφήν, δύο δὲ τὰ ἁπτόμενα. δυνατὸν μὲν οὖν οὕτως ἀκούειν τοῦ λόγου, δηλοῦντος ὅτι ἀδύνατον εἰς στιγμὰς διαλυθῆναι τὸ σῶμα. δυνατὸν δὲ καὶ πρὸς τὸ μὴ δύνασθαι τὰς στιγμάς συντεθείσας ποιεῖν μέγεθος ἀκούειν τοῦ λόγου· πῶς γὰρ ὅλως συντίθενται μὴ δυνάμεναι ἀλλήλων ἅπτεσθαι; τὰ γὰρ ἁπτόμενα κατά τι μέρος
αὑτῶν ἅπτεται ὡς εἶναί τινα αὐτῶν παρὰ τὴν ἁφήν, τὰς δὲ στιγμὰς οὐ δυνατὸν κατά τι ἀλλήλων ἅπτεσθαι.
εἴπερ εἰς στιγμὰς γίνοιτο ἡ διαίρεσις τῶν σωμάτων, ταύτας πάλιν συντιθεμένας ποιεῖν τὸ μέγεθος. ὅτι οὖν τοῦτο οὕτως ἔχειν ἀνάγκη, παρίστησι καὶ δι’ ὑποδείγματος. ὥσπερ γὰρ ἐὰν λαβὼν ξύλον ἤ τι ἄλλο μέγεθος διέλω κατά τι μέρος ἔπειτα συνθῶ, ἴσον γίνεται τῷ πρόσθεν τὸ ἐκ τῆς τῶν διῃρημένων συνθέσεως γενόμενον, οὕτως κἄν πάντῃ διέλω τὸ ξύλον
ἔχει γὰρ οὕτως ὡς δύνασθαι πάντῃ διαιρεῖσθαι) ὡς μηδὲν ἕτερον εἶναι ἢ στιγμάς διαίρεσιν γὰρ καλεῖ τὰς στιγμάς, καθ’ ἃς γέγονεν ἡ διαίρεσις
καὶ ἡ τομή), δεήσει ὥσπερ ἐπὶ τῆς προτέρας τομῆς τὰ μέρη εἰς ἃ διῃρέθη συντεθέντα ἴσον πεποίηκε τῷ ἐξ ἀρχῆς, οὕτως κἂν πάντῃ διέλω ὡς μηδὲν ἄλλο καταλιπεῖν ἢ στιγμάς, ἀνάγκη τὰς στιγμὰς συντεθείσας ποιεῖν ἴσον 123 τῷ ἐξ ἀρχῆς τῷ διαιρετῷ μεγέθει τὸ ἐξ αὐτῶν συντεθέν. τοῦτο δὲ ἀδύνατον 124 δέδεικται· οὐδὲ γὰρ ἄπειρα ἀμερῆ συντιθέμενα τὸ τυχὸν μέγεθος ποιῆσαι δύνανται. οὐκ ἄρα εἰς σημεῖα ἐνδέχεται τὰ μεγέθη διῃρῆσθαι. εἰ δὲ τοῦτο,
οὐ πάντῃ εἰσὶ τὰ μεγέθη διαιρετά· τούτῳ γὰρ εἵπετο τὸ εἰς σημεῖα αὐτὰ
διῃρῆσθαι. εἰ δὲ μὴ πάντῃ διαιρετά, ἔστιν ἄρα σώματα ἀδιαίρετα.
ἐκβαίη ποτέ. τούτου δὲ δοθέντος ἕπεται τὸ εἰρημένον ἄτοπον , τὸ ἐκ σημείων τὰ μεγέθη συγκεῖσθαι.
126
φημὶ καὶ στιγμάς; καὶ πῶς ἐκ τούτων συντίθεται; πῶς δὲ δυνατὸν χωρισθῆναι ταῦτα ἐξ ἀλλήλων, ὡς ἐκτὸς τοῦ πάθους ὑφίστασθαι τὰς στιγμάς; κἄν γὰρ ὕλης λόγον πρὸς τὸ πάθος ἐπέχωσι, καὶ τοῦτο αὐταῖς εἴη τὸ εἶναι, ὡς ἡ ὑπόθεσις βούλεται ἡ ἐκ στιγμῶν καὶ παθῶν τὰ μεγέθη ὑποτιθεμένη, ἀλλ’ οὖν ὅτι] ἡ ὕλη καθὸ ὕλη ἐστὶ πρός τι οὖσα χωρὶς τοῦ
εἴδους οὗ ἐστιν ὕλη εἶναι οὐ δύναται, ὡς ἔμπροσθεν εἴπομεν· ὥστε ἀδύνατον τὰς στιγμὰς καθ’ αὑτὰς χωρὶς εἴδους εἶναι.
τομὴν ἀναιρεῖ. σημειωτέον οὖν ὅτι νῦν οὐ πρόκειται αὐτῷ προηγουμένως δεῖξαι μὴ εἶναι ἄτομα μεγέθη ἐν γὰρ τοῖς εἰρημένοις βιβλίοις αὐτὸ καθ’ αὑτὸ τὸ δόγμα τοῦτο ὡς ἀδύνατον ἤλεγξεν), ἀλλὰ λῦσαι τοὺς εἰσάγοντας τὰ ἄτομα μεγέθη λόγους. ἀναλαμβάνει οὖν τὸν τοῦ Δημοκρίτου λόγον ἐν συντόμῳ καὶ διαρθροῖ μᾶλλον, καὶ οὕτως τὸν ἔλεγχον ἐπιφέρει.
130
ὁτιοῦν σημεῖον καὶ ἀδιαίρετον οὐδὲν ἄτοπον.
ἄτοπα τὰ προειρημένα, πῶς δὲ νοηθέντι οὐδὲν ἀκολουθεῖ ἄτοπον. καὶ εἰκότως τοῦτο πρῶτον διαρθροῖ, ἵνα δείξας καθ’ ὃ σημαινόμενον τοῦ πάντῃ
διαιρετοῦ τὸ ἄπορον ἕπεται, κατὰ τοῦτο καὶ τὴν λύσιν ἐπαγάγῃ. ἔστι δέ, ὡς ἐν κεφαλαίῳ συνελόντι φάναι, τὰ διὰ τῆς λέξεως πάσης δηλούμενα τοιαῦτα. δύο ἐστὶ τὰ σημαινόμενα τοῦ πάντῃ διαιρετὸν εἶναι τὸ συνεχὲς
φάσκοντος λόγου, ἓν μὲν τὸ καθ’ ὁτιοῦν μόριον αὐτὸ διαιρετὸν εἶναι δηλοῦν, τουτέστιν οὐ κατὰ τουτὶ μὲν τὸ μόριον τὴν τομὴν ἐπιδέχεσθαι δυνατὸν κατ’ ἄλλο δὲ μὴ δυνατόν, ἀλλ’ ἀδιαφόρως πανταχοῦ· οὐδὲν γάρ ἐστιν
ἐν τῷ συνεχεῖ ὃ τὴν τομὴν κωλύσει. εἰ γὰρ καὶ κατ’ ἐνέργειαν ἐν τῷδε τῷ μορίῳ πρώτῳ τὴν τομὴν ἐδέξατο, ἡ καθ’ ἕτερον μόριον δυνάμει ἐνυπάρχουσα
διαίρεσις καὶ μήπω γεγονυῖα οὐδὲν ἧττον πρὸ τῆς ἤδη γενομένης ἐδύνατο γενέσθαι. καὶ συντόμως φάναι κατὰ τοῦτο τὸ σημαινόμενον πάντῃ διαιρετὸν τὸ σῶμα λέγεται τὸ πάσας τὰς τομὰς οἷόν τε ὂν ἀναδέξασθαι, πάσας δὲ οὕτως ὡς ἐκ πασῶν ἡντιναοῦν, οὐχ ὡς πάσας ἅμα· ὡς ἄν εἰ λέγοι τις τὸν ἄνθρωπον πάσης ἐπιστήμης εἶναι δεκτικόν, οὐχ ὅτι
πάσας ἅμα κατορθοῖ, ἀλλ’ ὅτι πασῶν ἡντιναοῦν καὶ οὐκ ἀφωρισμένως ταύτην ἢ ταύτην. κατὰ τοῦτο μὲν τὸ σημαινόμενον οὐδέν φησιν ἄτοπον ἀκολουθεῖν, ἐὰν τὸ ἀδιαίρετον ἐνεργείᾳ πάντῃ διαιρετὸν ὑποθώμεθα ὡς καθ’ 131 ὁτιοῦν μόριον τὴν διαίρεσιν ἐπιδέξασθαι δυνάμενον· οὐδὲ γὰρ τῷ τοιούτῳ 132 σημαινομένῳ ἕπεται τὸ ἅμα πάντῃ διαιρετὸν εἶναι τὸ μέγεθος. τοῦτο γὰρ τὸ δεύτερόν ἐστι σημαινόμενον τοῦ πάντῃ διαιρετοῦ, λέγω δὲ | τὸ ἅμα πάντῃ 133 διαιρετὸν εἶναι τὸ σῶμα δυνάμει, ὅπερ ἐστὶν ἀδύνατον· οὐ γὰρ οἷόν τέ
ἐστιν ἐνεργείᾳ γενέσθαι ἅμα πάντῃ διῃρημένον, ᾧ δὲ κατ’ ἐνέργειαν ὑποτεθέντι ἀδύνατον ἕπεται, τοῦτο οὐδὲ δυνάμει τὴν ἀρχὴν ὑπῆρχεν. ὅτι δὲ ἀδύνατον εἶναί τι ἅμ ἐνεργείᾳ πάντῃ διῃρημένον, ἐκεῖθεν δῆλον· εἰ γὰρ ἡ διαίρεσις κατὰ σημεῖον καὶ στιγμὴν γίνεται, οὐκ ἔστι δὲ στιγμὴ στιγμῆς ἐχομένη, ἀλλ’ ἀεὶ δύο σημείων λαμβανομένων μεταξὺ μέγεθός ἐστι, πρόδηλον
ὡς ἀδύνατον ἅμα πάντῃ διαιρετὸν εἶναι. κατὰ τοῦτο τοίνυν τὸ σημαινόμενον ἐκλαβὼν τὸ πάντῃ διαιρετὸν ὁ Δημόκριτος, εἰς ἄτοπον ἀπάγει τὸν λόγον, πρὸς τὴν οἰκείαν ὑπόληψιν ἀπορῶν, οὐ τὸ κείμενον ἐξελέγχων.
διαιρετὸν εἶναι εἴληπται, ὡς κἀν τοῖς προλαβοῦσιν εἴπομεν. εἰ γὰρ δυνάμει ἐπ’ ἄπειρον διαιρεῖται, δυνατόν ἐστιν αὐτὸ διαιρεθῆναι ἐπ’ ἄπειρον,
τὸ δὲ δυνατὸν γενέσθαι, ὑποθέσθαι ἐκβεβηκέναι οὐκ ἀδύνατον. εἰσάξομεν οὖν ἐνεργείᾳ τὸ ἄπειρον, ὅπερ ἄτοπον. οὐκ ἄρα ἐπ’ ἄπειρον πρόεισι τῶν συνεχῶν ἡ τομή, ἀλλὰ στήσεταί που· ἔσται οὖν ἄτομα μεγέθη. ἔστι δὲ
ἡ τοῦ ἀπόρου λύσις ῥᾳδία προδιελομένοις ἐκεῖνο, ὅπερ κἀν τῇ Φυσικῇ ἀκροάσει εἴρηται, ὅτι καθάπερ τὴν ἡμέραν ἐνεστηκέναι φαμὲν οὐ τῷ πᾶσαν ἅμα παρεῖναι ἀλλὰ τῷ ἀεὶ μέρος αὐτῆς ἐνεστηκέναι, καὶ τὸν ἀγῶνα δὲ ἐνεργείᾳ παρεῖναί φαμεν οὐ τῷ ἅμα καὶ πάλην καὶ πυγμὴν καὶ στάδιον
καὶ ἅλμα καὶ τὰ λοιπὰ ἐπιτελεῖσθαι, ἀλλὰ τῷ μέρος τι αὐτοῦ παρεῖναι
ἢ ἅλμα τυχὸν ἢ πάλην ἢ τῶν ἄλλων τι, οὕτω καὶ τὸ μέγεθος ἐπ’ ἄπειρόν φαμεν τέμνεσθαι οὐ τῷ δύνασθαι ἄπειρα τμήματα αὐτοῦ ὑφεστῶτα ἅμα γενέσθαι, ἀλλὰ τῷ λαμβάνεσθαι τῶν ἀπείρων τμημάτων τινὰ καὶ μέρη τοῦ ἀπείρου. τὰ μὲν οὖν λαμβανόμενα ἀεὶ τμήματα ἐκ τῆς διαιρέσεως τοῦ συνεχοῦς πεπέρανται, τῷ δὲ τὰ ληφθέντα πάλιν δύνασθαι τέμνεσθαι
ἐπ’ ἄπειρον λέγεται γίνεσθαι ἡ διαίρεσις, διὰ τὸ μὴ ἐπιλείπειν τὴν
διαίρεσιν μηδὲ εἶναί τι μόριον ληφθὲν ὅπερ οὐ δυνατόν ἐστι τὴν τομὴν ἐπιδέξασθαι. οὕτω καὶ τὸν ἀριθμόν φαμεν ἐπ’ ἄπειρον αὔξεσθαι οὐ τῷ δύνασθαι αὐξόμενον ἄπειρον κατ’ ἐνέργειαν γενέσθαι (ἀεὶ γὰρ ὁ λαμβανόμενος ἀριθμὸς περερασμένος ἔσται), ἀλλὰ τῷ μὴ ἐπιλείπειν αὐτοῦ τὴν 134 αὔξησιν ἀλλ’ εἶναι τοῦ λαμβανομένου ἀεὶ ἄλλον πλείονα λαμβάνειν. καὶ 135 ἵνα σαφῶς διορίσαντες εἴπωμεν, εἰς ἄπειρα μὲν διαιρετὸν τὸ μέγεθος οὐκ ἔστιν οὐδὲ δυνάμει, τῷ μηδὲ δύνασθαι εἰς ἄπειρα διαιρεθῆναι ἐπεὶ μηδὲ στιγμὴν στιγμῆς ἐφεξῆς εἶναι ἐνδέχεται· ἀεὶ γὰρ δύο στιγμῶν τὸ
μεταξὺ μέγεθός ἐστιν), ἐπ’ ἄπειρον μέντοι, τῷ μὴ ἐπιλείπειν ποτὲ δυνάμει τὴν τομήν. οὕτως γοῦν καὶ πάντῃ διαιρετὸν ἐλέγομεν τὸ μέγεθος, τῷ καθ’ ὁτιοῦν μόριον δύνασθαι διαιρεθῆναι καὶ μὴ εἶναί τι ληφθὲν μόριον ὅπερ ἄτμητον ἔσται δυνάμει. διὰ τοῦτο γὰρ ὁπῃοῦν ἀδιαφόρως δυνατόν ἐστι διαίρεσιν γενέσθαι, τῷ μηδὲν εἶναι μόριον δυνάμει ἀδιαίρετον. τὸ δ’ ἅμα
πάντῃ διαιρετὸν καὶ τὸ εἰς ἄπειρα διαιρετόν, ψευδῆ ἄμφω· τῷ μὲν γὰρ ἕπεται εἰς στιγμὰς διαιρεῖσθαι τὸ μέγεθος καὶ ἐκ στιγμῶν συγκεῖσθαι, τῷ
δὲ εἰς ἄπειρα διαιρετῷ καὶ ἐνεργείᾳ τὸ ἄπειρον ὑφίστασθαι, ὅπερ ἄτοπον· τὸ γὰρ ἄπειρον ὡς μὲν γινόμενον ἐστίν, ὡς δὲ ὑφεστὼς οὐκέτι. καὶ ἄλλως ἐν τῇ Φυσικῇ αὐτὸς εἶπεν ὅτι οὐκ ἔστι λίνον λίνῳ συνάπτειν, τὸ ὅλον
καὶ πᾶν τῷ ἀπείρῳ. τὸ μὲν γὰρ ὅλον καὶ πᾶν τέλειον, τὸ δὲ τέλειον τέλος ἔχει, τοῦ δὲ ἀπείρου οὐκ ἔστι τέλος· καὶ ὅλον μέν ἐστι καὶ πᾶν οὗ μηδὲν τῶν μερῶν ἐστιν ἔξω, ἄπειρον δέ ἐστιν οὗ ἀεί τί ἐστιν ἔξω· οὗ ταὐτὸν ἄρα τὸ πᾶν καὶ τὸ ἄπειρον. ὥστε ὅταν λέγωμεν ‘πάντῃ
διαιρετόν’, δι’ αὐτῆς τῆς φωνῆς ἐνδεικνύμεθα ὅτι οὐκ εἰς ἄπειρά φαμεν
τὰ μεγέθη κατατείνεσθαι, ἀλλ’ εἰς πεπερασμένα, καὶ ἑκάστου πάλιν τῶν μερῶν πάντῃ διαιρετοῦ ὄντος. δοκοῦμεν δέ, φησίν, ὅταν λέγωμεν πάντῃ διαιρετόν’, οὕτως λέγειν τὸ ‘πάντῃ’ ὡς μηδὲν μεῖναι ἐκ τῆς διαιρέσεως ἀδιαίρετον, ὅπερ ἐστὶ ψεῦδος καὶ ἐναντίον τῷ παρ’ ἡμῶν λεγομένῳ. ἐπ ἄπειρον γὰρ διαιρετόν φαμεν εἶναι τὸ μέγεθος, καὶ ταύτῃ πάντῃ διαιρετὸν
ὡς πᾶι τὸ ληφθὲν μόριον δύνασθαι τέμνεσθαι καὶ μηδέποτε τοῦτο ἀπολείπειν.
ὥστε εἰ οὕτω διαιρεθείη ὡς ἐπιλείπειν τὴν τομὴν τῷ μηδὲν εἶναι λεῖπον τὸ δυνάμενον διαιρεθῆναι, οὐκέτι ἄν ἐπ’ ἄπειρον εἴη διαιρετόν · τὸ γὰρ ἐπ’ ἄπειρον οὐκ ἐπιλείπει ποτέ. ὥστε εἰ ἐπιλείποι, οὐκ ἐπ ἄπειρον, οὐδ’ οὕτω πάντῃ ὡς ἀεὶ τὸ διαιρεθὲν μόρων δύνασθαι διαιρεῖσθαι.
εἶπεν ἢ τὸ φυσικόν, οὐχ ὡς μὴ καὶ τῶν ἄλλων σωμάτων διαιρετῶν ὄντων καὶ γὰρ τὸ μαθηματικὸν τοιοῦτον), ἀλλ’ ὡς περὶ τούτου ὄντος τοῦ
λόγου· ἢ αἰσθητόν φησι τὸ ἐνεργείᾳ ὄν. τὸ γὰρ μὴ ὂν ἐνεργείᾳ, οὐδὲ διαιρετόν ἐστι. τοιοῦτον δὲ ἡ ὕλη κατὰ τὸν ἴδιον λόγον· σῶμα μὲν γὰρ καὶ αὐτή, ἀλλ’ οὐκ αἰσθητόν, ἀλλὰ δυνάμει σῶμα. προθέμενος δὲ ὡς ἐν κεφαλαίῳ τὴν Δημοκρίτου ἀπορίαν ἀναλαβεῖν, πρῶτον διορίζεται ποίῳ
136 μὲν σημαινομένῳ τοῦ πάντῃ διαιρετοῦ οὐδὲν ἄτοπον ἀκολουθεῖ, ποίῳ δὲ 137 ἕπεται ὅσα παρὰ Δημοκρίτου ἄτοπα συνῆκται. καί φησιν ὅτι τὸ μὲν λέγειν παιντῃ διαιρετὸν τὸ καθ’ ὀτικοῦν <μόριον> δυνάμενον διαιρεθῆναι, εἰ καὶ μήπω διῄρηται, ἀληθὲς καὶ οὐδὲν ἔχει ἄτοπον ἑπόμενον καὶ γὰρ τὸ ἐνεργείᾳ
ἀδιαίρετον δυνατὸν οὕτω λέγειν πάντῃ διαιρετόν· τῷ γὰρ δύνασθαι ἐπὶ τοῦ συνεχοῦς ὁπῃοῦν σημεῖον λαμβάνεσθαι δῆλον ὅτι καὶ διαίρεσις ἔσται ἐν ἑκάστῳ μέρει τοῦ συνεχοῦς), τὸ δὲ λέγειν πάντῃ διαιρετὸν ὡς ἅμα πάντῃ δυνάμενον διαιρεθῆναι, | ἄτοπον. πῶς δὲ καὶ διὰ τί ἄτοπον, πάλιν 138 προστίθησιν ἀναλαμβάνων τὴν Δημοκρίτου ἀπορίαν · καὶ τότε ὕστερον τὴν
λύσιν ἐπιφέρει, φάσκων παραλογίζεσθαι τὸν Δημόκριτον οὐ τὸν λόγον ἐλέγχοντα τὸν φάσκοντα πάντῃ διαιρετὸν τὸ μέγεθος, ἀλλὰ σημαινόμενόν τι τοῦ πάντῃ διαιρετοῦ κατὰ τὴν ἐκείνου ὑπόληψιν λαμβανόμενον.
ἄμφω.
δυνάμει ἅμα πάντῃ διαιρετόν ἐστι, καὶ εἰς ἐνέργειαν ἐκβαίη ἄν , ὡς εἶναι αὐτὸ εἰς σημεῖα διῃρημένον· τοῦτο γὰρ σημαίνει τὸ ‘καθ᾿ ὁτιοῦν σημεῖον διῃρημένον᾿. πόσα δὲ ἕπεται ἄτοπα τῷ ὑποτίθεσθαι εἰς σημεῖα διῃρημένον τὸ μέγεθος, ἐφεξῆς ἐπιφέρει ἀναλαμβάνων τὴν Δημοκρίτου ἀπορίαν. ἔστι δὲ τὰ ἄτοπα ὅσα καὶ ἐξ ἀρχῆς προείρητο. εἰ γάρ, φησίν, ὑποτεθείη πάντῃ
ἅμα διῃρημένον, οὐδὲν ἔσται λοιπὸν ἀλλ’ ἢ εἰς ἀσώματον τὸ σῶμα ἐφθαρμένον. καὶ ἐπειδὴ εἰς ἃ διαιρεῖταί τι ἐκ τούτων καὶ σύγκειται, ἐπιφέρει
ὅτι εἰ μὲν εἴη εἰς ἀσώματον, τουτέστιν εἰς στιγμάς, διῃρημένον, ἔσται καὶ ἐκ στιγμῶν συγκείμενον· εἰ δὲ εἰς μηδέν, ἔσται ἐκ μηδενός.
ἐλάττω.
τὰ μεγέθη, νῦν ἐκ τῆς ἐναργείας λαμβάνει, ὡς παρὰ Δημοκρίτου 141 ποιούμενος τὸν λόγον, ὅτι ἡ διαίρεσις ἀεὶ εἰς χωριστά, τουτέστιν εἰς 142 ματα γίνεται ἡ διαίρεσις, ἀλλ’ οὖν εἰς ὑφεστῶτα καὶ καθ’ αὑτὰ ὑποστῆναι δυνάμενα. εἰ δὲ τοῦτο ἐναργές, πρόδηλον ὡς οὐχ ἅμα ἄπειρά ποτε τὰ
διαιρεθέντα οὐδὲ ἐπ’ ἄπειρον ἡ διαίρεσις, διὰ τὸ μὴ εἶναι ἄπειρα χωριστὰ μέρη ἐν τοῖς πεπερασμένοις μεγέθεσι. τὸ δὲ ἀεὶ οὐ τὸ ἐπ’ ἄπειρον
σημαίνει ἐν τούτοις ὡς γὰρ ἀπὸ Δημοκρίτου ὁ λόγος συμπεραινομένου τὰ εἰρημένα), ἀλλ’ ἀεὶ εἰς ἐλάττω διαιρεῖται, φησί, “μέχρι τούτου’’, ὡς ἐν τοῖς ἑξῆς φησι, μέχρις οὗ καταντήσει ἡ διαίρεσις εἰς ἄτομα.
143
εἴτε καὶ κατὰ μέρος, εἰς σημεῖα διαιρεθήσεται, καὶ ἔσται ἐκ σημείων, τοῦτο δὲ ἀδύνατον. ἀδυνάτου δὲ ὄντος κατὰ πᾶν σημεῖον διαιρεθῆναι τὸ
σῶμα, οὐκ ἔσται ἐπ’ ἄπειρον ἡ τομή. εἰ γὰρ εἰς σημεῖα διῃρεῖτο, τοῦτο συνέβαινεν εἰκότως, τῷ ἄπειρα εἶναι δυνάμει τὰ ἐν τῷ μεγέθει σημεῖα. μὴ προιούσης τοίνυν ἐπ’ ἄπειρον τῆς διαιρέσεως μηδὲ εἰς σημεῖα γινομένης,
καταλείπεται στῆναί που τὴν διαίρεσιν καὶ ὑπολείπεσθαι ἄτομα σώματα μηκέτι τμηθῆναι δυνάμενα.
144
ἡ γένεσις. ἀτόμων μὲν γὰρ ὑποκειμένων ἔσται κατὰ σύγκρισιν ἡ γένεσις, κατὰ σύγκρισιν δὲ οὔσης τῆς γενέσεως οὐκ ἀνάγκη ἄτομα
ὑποθέσθαι μεγέθη. ἀλλὰ δὴ καὶ ὅτι μὲν ἔστιν ἄτομα ὁ Δημοκρίτειος λόγος δοκεῖ ἀποδεδειχέναι, οὐ μὴν ὅτι κατὰ σύγκρισιν ἡ γένεσις. ὥστε δεῖ ἐκ τοῦ εἶναι ἄτομα συλλογίζεσθαι ὅτι καὶ ἡ γένεσις κατὰ σύγκρισιν,
οὐκ ἔμπαλιν ὡς ἡ λέξις δοκεῖ ὑποφαίνειν. χρὴ οὖν ἁπλούστερον ἐκλαβεῖν τὴν λέξιν, οὕτως εἰπόντα ἀνάγκη ἄρα ἄτομα μεγέθη ὑπάρχειν, καὶ ὑποστίξαντα ἐνταῦθα ὡς ἐξ ἄλλης ἀρχῆς εἴπερ οὖν ἐστὶ γένεσις καὶ 145 φθορά, ἡ μὲν διακρίσει ἔσται ἡ δὲ συγκρίσει. ἢ οὕτως ἀνάγκη 146 ἄρα ἄτομα μεγέθη ὑπάρχειν, ἐξ ὧν εἴπερ ἐστὶ γένεσις καὶ φθορά, ὅπερ ἐναργές ἐστιν, ἡ μὲν διακρίσει ἔσται ἡ δὲ συγκρίσει.
ἀόρατα δὲ εἶπε μεγέθη τὰ ἄτομα, ἵν’ ἐκφύγῃ τὸν ἐκ τῆς
αἰσθήσεως ἔλεγχον· οὐδὲν γὰρ τῶν φαινομένων μεγεθῶν ἀδιαίρετόν ἐστιν. ἀόρατα οὖν ἡμῖν διὰ σμικρότητα ἔλεγεν εἶναι τὰ ἄτομα. καὶ οὐδέν γε θαυμαστὸν εἶναι μέν, διὰ σμικρότητα δὲ μὴ ὁρᾶσθαι. ὥσπερ καὶ τὰ ἐν τῷ ἀέρι κονιορτώδη ψήγματα πρότερον ἡμῖν ἀόρατα ὄντα, ἐπειδὰν ἀκτὶς
διὰ θυρίδος εἰσβάλῃ, ὁρατὰ ἐν αὐτῇ διὰ τὴν τοῦ φωτὸς λαμπρότητα
γίνεται.
[ὅτι] κατὰ ποῖον σημαινόμενον τοῦ πάντῃ διαιρετοῦ ἕπεται τὰ συνηγμένα ἄτοπα, λοιπὸν τὴν λύσιν τῇ ἀπορίᾳ ἐπιφέρει ἐλέγχων τὸν παραλογισμὸν ὡς κατά τινα ἰδίαν ἐξήγησιν τοῦ ἐπ’ ἄπειρον διαιρετοῦ προιόντα. καὶ πάλιν τῆς ‘πάντῃ διαιρετόν’ φωνῆς διάφορον ἐκτίθεται τὸ σημαινόμενον, καί φησιν ὅτι τὸ μὲν τῶν σημαινομένων ἀδύνατον συστῆναι τὸ δὲ δυνατόν·
τὸ γὰρ πάντῃ, φησί, διαιρετὸν ἔστι μὲν ὡς ὑπάρχει τοῖς μεγέθεσιν, ἔστι δὲ ὡς οὐχ ὑπάρχει· οὐχ ὑπάρχει μέν, ὡς Δημόκριτος ἀκούσας εἰς ἄτοπον ἀπήγαγε τὸν λόγον, κατὰ τὸ ἅμα πάντῃ διαιρετὸν εἶναι, τοῦτο δὲ ἀδύνατόν ἐστι, διότι, φησίν, οὔκ ἔστι στιγμὴ στιγμῆς ἐχομένη. λαμβάνει γὰρ τοῦτο Ἀριστοτέλης ὡς ἐναργές· καὶ γὰρ καὶ παρὰ τῶν περὶ Δημόκριτον ὡμολογεῖτο.
εἰς τοῦτο γοῦν ὡς ἄτοπον ἀπῆγον τὸν λόγον. εἰ δέ τις καὶ τούτου ζητεῖ αἰτίαν, λέγω δὲ τοῦ μὴ εἶναι σημεῖον σημείου ἐχόμενον ἐπὶ
τοῦ συνεχοῦς, μηδ’ ὅλως ἐκ σημείων συγκεῖσθαι τὸ μέγεθος, λεκτέον καὶ πρὸς αὐτόν. ἀνάγκῃ γὰρ τὰ σημεῖα, ἐξ ὧν συγκεῖσθαι τὸ μέγεθος ἡ ὑπόθεσις ἔχει, ἢ ἀπεράντῳ μεγέθει ἐφεξῆς ἀλλήλων εἶναι ὑποτιθέμεθα, ἤτοι
διεστάναι ἀλλήλων, ἢ κατά τι μὲν ἀλλήλων διεστάναι κατά τι δὲ ἅπτεσται, ἣ καθ’ ὅλα ἑαυτὰ ἀλλήλων ἅπτεσθαι. εἰ μὲν οὖν διεστήξονται ἀλλήλων, οὐκ ἔσται ἅμα ἐχόμενα οὐδὲ ποιήσουσι μέγεθος· εἰ δὲ κατά τι μὲν διεστήξονται κατά τι δὲ ἅψονται, μέρη ἕξει ὑπόκειται δὲ ἀμερῆ εἶναι
149 τὰ σημεῖα)· εἰ δὲ καθ’ ὅλα ἑαυτὰ ἀλλήλων ἅψονται, δύο σημεῖα ἐφαρμόσουσιν 150 ἀλλήλοις * * * ἐφαρμοζόντων τῶν σημείων πάντων, ἐξ ὧν τὸ μέγεθος δοκεῖ συγκεῖσθαι, ἔσται τὸ ὅλον μέγεθος σημεῖον ἕν. ἀδύνατον ἄρα σημεῖον σημείου ἔχεσθαι, τοῦτο δὲ εἰσάγει ὁ ἅμα πάντῃ διαιρετὸν
εἶναι τὸ μέγεθος ὑποτιθέμενος οὕτως ὡς μηδὲν καταλειφθῆναι μόριον ἐκ τῆς διαιρέσεως ὃ καὶ αὐτὸ διαιρεθῆναι δύναται. οὐ γάρ ἐστιν ἐχομένη στιγμὴ στιγμῆς, ὡς δέδεικται, ἀλλὰ πάντως μεταξὺ δύο στιγμῶν μέγεθος ἐστίν. ὥστε ταύτῃ οὐκ ἂν εἴη πάντῃ διαιρετὸν τὸ μέγεθος· ἕψεται γὰρ
τὰ προειρημένα ἄτοπα. πῶς οὖν καὶ διὰ τί ὑπάρξει τὸ πάντῃ διαιρετὸν
τῷ συνεχεῖ; διὰ τὸ ὁπῃοῦν τοῦ συνεχοῦς εἶναι δυνάμει σημεῖον. εἰ δὲ ὁπῃοῦν τοῦ συνεχοῦς δυνατὸν σημεῖον λαβεῖν, δυνατὸν καὶ ὁπῃοῦν τοὐ συνεχοῦς διαίρεσιν γενέσθαι , καὶ ταύτῃ πάντῃ διαιρετὸν λεχθείη ἂν τὸ μέγεθος, τῷ ὁπῃοῦν δύνασθαι διαιρεθῆναι.
πασῶν ὡσαύτως δυνατὸν γενέσθαι· καὶ γὰρ καὶ ὁ ἄνθρωπος ὡσαύτως ἑκάστης τῶν πασῶν ἐπιστημῶν ἐστι δεκτικός.
μένειν ἀδιαίρετον κατὰ μέσον ἢ καὶ ὁπωσοῦν ἄλλως διαιρεθέν, διῃρεῖτο ἄν καὶ κατ’ ἐχομένην στιγμήν᾿ . καὶ λοιπὸν ἀκόλουθον ἦν ἐπαγαγεῖν ‘τοῦτο
δὲ ἀδύνατον᾿, ὁ δὲ μὴ ἐπενεγκὼν ὅτι ἀδύνατον, διὰ τί ἀδύνατόν ἐστι κατ’ ἐχομένην στιγμὴν διαιρεθῆναι ἐφεξῆς προστίθησι, φάσκων οὐ γάρ ἐστιν ἐχόμενον σημεῖον σημείου, τοῦτο δ’ ἐστὶ διαίρεσις ἢ σύνθεσις. τουτέστι τὸ ὑποτίθεσθαι σημεῖον σημείου ἐχόμενον εἶναι οὐδὲν ἕτερόν ἐστιν ἢ
λέγειν ὅτι τὸ μέγεθος διαίρεσις μόνον ἐστὶ καὶ σύνθεσις, οὐκέτι δὲ εἰς
μεγέθη διαιρεῖσθαι ἢ ἐκ μεγεθῶν συγκεῖσθαι. δύναιο δ’ ἂν καὶ οὕτως ἀκούειν τῆς λέξεως ὡς πρὸς τὸ προσεχές· οὐ γὰρ δυνατόν, φησί, πάντῃ ἅμα διαιρετὸν εἶναι. διὰ τί; ἐπειδὴ οὐκ ἔστιν ἐχόμενον σημεῖον σημείου, τοῦτο δὲ τὸ σημεῖον καὶ κατὰ τοῦτο τὸ σημεῖον ἡ διαίρεσίς ἐστι καὶ σύνθεσις τῶν μεγεθῶν. καὶ δῆλον ὅτι εἰ μὴ ταῦτα εἴη ἐφεξῆς, λέγω δὲ τὰ
σημεῖα, οὐκ ἄν πάντῃ ἅμα διαιρεθείη.
οὐκ ἀνάγκη δὲ συγκρίσεως οὔσης καὶ διακρίσεως διὰ τοῦτο ἄτομα
ἤδη ὑπάρχειν μεγέθη, οὐδὲ εἰ ἔστι σύγκρισις καὶ διάκρισις, καὶ πάντῃ διαιρετὸν ἔσται τὸ μέγεθος ὡς εἰς σημεῖα καταλήγειν ἢ οὐδέν· ἀλλ’ ἔστιν ἡ σύγκρισις ἐξ ἐλαττόνων εἰς μείζονα ἀεὶ καὶ ἡ διάκρισις ἐκ μειζόνων μεγεθῶν εἰς ἐλάττονα, οὔτε δὲ εἰς ἄτομα οὔτε ἐξ ἀτόμων. πολλὰ γὰρ
τὰ ἄτοπα ἀτόμων ὑποτεθέντων· ἥ τε γὰρ ἀλλοίωσις ἅμα κυρίως καὶ ἡ συνέχεια καὶ ἡ συμπάθεια ἀναιρεθήσεται.
159 περ φασί τινες τιθέμενοι τὴν μὲν γένεσιν καὶ φθορὰν σύγκρισιν εἶναι καὶ
διάκρισιν, ἀλλοίωσιν δὲ τὴν τοῦ συνεχοῦς μεταβολήν. κατὰ πάντα γὰρ τρόπον σφάλλονται οἱ οὕτω διορίζοντες· οὔτε γὰρ πᾶσα συνεχοῦς μεταβολὴ ἀλλοίωσίς ἐστιν, ἀλλ’ ἐνδέχεται γένεσιν αὐτὴν εἶναι καὶ γὰρ ὕδωρ
εἰς ἀέρα καὶ μόλιβδος εἰς ψιμύθιον μεταβάλλει συνεχῆ ἀεὶ ὄντα ἄνευ διακρίσεως ἢ συγκρίσεως), οὔτε δὲ διακρίσει καὶ συγκρίσει πάντως ἕπεται γένεσις καὶ φθορά. ἐὰν γὰρ διακρίνῃς μόλιβδον κατακερματίσας εἰς λεπτὰ καὶ
πάλιν χωνεύσας συναγάγῃς, οὔτε γένεσιν οὔτε φθορὰν πεποίηκας. τίς οὖν ἡ γένεσις καὶ τίς ἡ ἀλλοίωσις, ἐφεξῆς διδάσκει.
160
ταῦτα δὲ γίνεται ἡ μεταβολή, ὅταν ἡ ὕλη παθοῦσά τι καὶ ἀποβαλοῦσα
τὸ πρότερον εἶδος εἰς ἄλλο μεταβάλῃ. ἡ μὲν οὖν κατὰ ταῦτα μεταβολὴ γένεσίς ἐστι καὶ φθορά· εἰ δὲ τούτων μενόντων κατά τι τῶν συμβεβηκότων μεταβάλῃ, ἀλλοίωσις τοῦτο.
φθορᾷ, συμβάλλονται δὲ τῇ γενέσει καὶ τῇ φθορᾷ. καὶ γὰρ διαχυθὲν καὶ διακριθὲν ὕδωρ θᾶττον ἐξαεροῦται, ὡς εἴ τις ἐπὶ τραπέζης καταχέει ὀλίγον ὕδωρ· εὐπαθέστερον γὰρ οὕτως γίνεται. καὶ ὁ ἀὴρ δὲ συγκριθεὶς καὶ πυκνωθεὶς ῥᾳδίως ἐξυδατοῦται.
τινες φασιν.
εἶναι τὴν γένεσιν.
τὴν γένεσιν καὶ τὴν φθορὰν γίνεσθαι, καὶ ὅτι τούτου ἀνῃρημένου οὐ ταὐ- τὸν ἔσται ἀλλοίωσις καὶ γένεσις περὶ τούτων γὰρ ἀπάντων προυβάλετο ζητῆσαι), ἐπὶ τούτοις ἀκολούθως φησὶ χρῆναι ζητῆσαι, εἰ ὅλως ἐστὶν ἡ
ἁπλῆ γένεσις, τουτέστι πότερον οἷόν τε οὐσίας γένεσιν εἶναι ἢ οὔ· τὴν γὰρ κυρίως λεγομένην γένεσιν καὶ χωρὶς προσθήκης τινός, ταύτην ἀπλῶς
γένεσίν φησιν εἶναι. πότερον οὖν, φησίν, ἔστιν οὐσίας γένεσις , ἢ οὐδὲν γίνεται κατ’ οὐσίαν οὐδὲ ἔστιν οὐσίας γένεσις οὐδὲ φθορά, ἀλλὰ μόνον τὰ ταῖς οὐσίαις συμβεβηκότα γίνεται, ἅπερ οὐδὲ λέγεται ἀπλῶς γίνεσθαι ἀλλὰ μετὰ προσθήκης; οὕτω γὰρ καὶ τὸ ἐκ κάμνοντος ὑγιαῖνον γίνεται καὶ τὸ ἐκ μικροῦ μέγα· ἐπὶ τούτων γὰρ ἀπάντων ὑποκειμένῃ τινὶ οὐσίᾳ
συμβεβηκότα τινὰ προσγίνεται καὶ ἀπογίνεται. ζητεῖ οὖν, ὅπερ εἶπον τὴν ἀρχήν, μήποτε τῶν συμβεβηκότων μόνων ἐστὶ γένεσις καὶ φθορά, οὐσίας δὲ οὐδαμῶς. τὸν γὰρ βουλόμενον διδάξαι πῶς γίνεται γένεσις καὶ φθορὰ δεῖ πρότερον δεῖξαι εἰ ὅλως ἐστὶ γένεσις· ἠλίθιον γὰρ τοῦ προτέρου ἀγγνοουμένου ἐπὶ τὴν τοῦ δευτέρου διδασκαλίαν χωρεῖν, ὥσπερ ἄν εἴ τις ἀθάνατον
ἡμῶν τὸ σῶμα κατασκευάζειν ἐπηγγέλλετο μὴ πρότερον δείξας εἰ ὅλως ἐστὶν ἀθανασίας δεκτικόν. οὕτως οὖν κἀνταῦθα πρὶν διδάξει πῶς ἡ τῶν
οὐσιῶν γένεσις καὶ φθορὰ γίνεται, ἀπορεῖ πρότερον εἰ ὅλως ἐστὶν οὐσίας γένεσις. βουλόμενος δὲ ἡμᾶς ἐνστατικωτέρους ποιεῖν καὶ μὴ ὡς ἔτυχεν ἀβασανίστως δέχεσθαι τὰ λεγόμενα, πειρᾶται πρῶτον ἀναιρεῖν τὴν γένεσιν
διά τινων πιθανῶν λόγων ὡς οὐκ ἔστι δεικνύναι πειρώμενος, εἶτα τὴν ἀπορίαν ἐπιλυσάμενος ἐξ αὐτῆς τῆς λύσεως εἰς ἑτέραν περὶ τῆς γενέσεως ἐμπίπτει ἀπορίαν, εἶτα τρίτην προσθεὶς ἀπορίαν καὶ ζητήσας πόθεν οὐκ ἐπιλείπει ἡ γένεσις ἐκ τῆς λύσεως τῆς τρίτης ἀπορίας καὶ τὴν δευτέραν
ἐπιλύεται. ζητεῖ οὖν ἐξ ἀρχῆς εἰ ὅλως ἐστὶν οὐσίας γένεσις· ἔχει γὰρ
ἀπορίαν. εἰ γὰρ ἐστὶ τοῦ ἀπλῶς ὄντος γένεσις, ἐπειδὴ πᾶν τὸ γινόμενον ἐξ οὐ τοιοῦδε γίνεται, ἡ τῆς οὐσίας ἄρα γένεσις τοῦτο γάρ ἐστιν ἡ ἀπλῶς γένεσις) ἐκ τοῦ ἀπλῶς μὴ ὄντος ἔσται. τοῦ δὲ ἀπλῶς δύο σημαίνοντος, ἢ τὸ πρῶτον καθ’ ἑκάστην κατηγορίαν, τουτέστι τὸ καθόλου καὶ 166 κοινὸν γένος ἑκάστης κατηγορίας, ἢ τὸ κοινὸν κατὰ πασῶν τῶν κατηγοριῶν, 167 ἐπειδὰν λέγωμεν τὸ ἀπλῶς γινόμενον, τουτέστι τὴν οὐσίαν, ἐκ τοῦ ἀπλῶς
μὴ ὄντος γίνεσθαι, ἤτοι τὸ ἐκ μὴ οὐσίας σημαίνομεν, τουτέστιν ἔκ τινος μὴ ἀναγομένου ὑπὸ τὸ γένος τὴν οὐσίαν, ἢ τὸ ἐκ μηδαμῇ μηδαμῶς ὄντος.
εἰ μὲν οὖν ἐκ μὴ οὐσίας λέγοι τις τὰ ἀπλῶς γινόμενα γίνεσθαι, δῆλον ὡς εἴπερ οὐκ ἔστιν οὐσία, οὐδὲ ποιὸν ἔσται οὐδὲ ποσὸν οὐδὲ τῶν ἄλλων τις κατηγοριῶν οὐδεμία· οὐδὲ γὰρ δύναται τῶν ἄλλων τις ἐκτὸς τῆς οὐσίας ὑποστῆναι· οὐδὲν ἄρα ἔσται ἐξ οὗ ἡ τῆς οὐσίας γένεσις. εἰ δὲ ἁπλῶς μὴ ὃν λέγοις τὸ κατὰ κοινοῦ πασῶν τῶν κατηγοριῶν ἀποφασκόμενον, ἐξ οὗ
ἡ τῆς οὐσίας ὑπάρχει γένεσις, ἔσται πάλιν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος ἡ τῆς οὐ|σίας γένεσις. ὥστε καθ’ ἑκάτερον τῶν σημαινομένων τοῦ ἁπλῶς 168 μὴ ὄντος τὸ αὐτὸ ἕψεται ἄτοπον. ἀλλὰ τὸ μηδαμῇ μηδαμῶς ὂν οὔτε ῥητόν ἐστιν οὕτε δοξαστόν, ὡς Πλατῶν ἐν τῷ Σοφιστῇ φησιν· εἴτε γὰρ ῥητὸν εἴη εἴτε δοξαστὸν εἴτε ἐν φαντασίᾳ ὑφεστήκοι μόνῃ, ὡς ἡ Σκύλλα
φέρε καὶ ὁ τραγέλαφος, οὐκ ἄν εἴη μηδαμῶς ὄν· ἐστὶ γὰρ ῥητὸν ἢ φανταστὸν ἢ δοξαστόν. ἐκ τοῦ οὖν οὕτως μὴ ὄντος πῶς ἄν τι γένοιτο; ἔνθεν
καὶ κοινὴ τῶν φυσικῶν γέγονε δόξα, τὸ μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι. οὕτως ἀπορήσας ἐπιλύεται λέγων ὅτι τὸ ἐξ οὗ τὸ ἁπλῶς γινόμενον γίνεται, πῇ μὲν ἀπλῶς μὴ ὄν ἐστι πῇ δὲ ἀπλῶς ὄν, αἰνιττόμενος
τὴν ὕλην· αὕτη γὰρ πῇ μὲν ἀπλῶς μὴ ὄν ἐστι πῇ δὲ ἁπλῶς ὄν. ᾗ μὲν γὰρ ἐνεργείᾳ οὐδέν ἐστιν, ἁπλῶς μὴ ὄν· ᾗ δὲ δυνάμει πάντα ἡ ὕλη ἐστίν, ἁπλῶς ὂν ἂν εἴη. καὶ οὕτως ἡ γένεσις ἐξ ὄντος. ὅταν δὲ λέγω ἐνεργείᾳ ὄν, τὸ ἐν ὑπάρξει ἀκουστέον, ἐπεὶ καὶ ἡ ὕλη δυνάμει τἆλλα οὖσα ἐνεργείᾳ ἐστὶν ὕλη· εἰ γὰρ καὶ ὕλη δυνάμει ἐστίν, οὐκέτ’ ἄν εἴη
ὕλη. οὕτως ἐπιλύσας ταύτην τὴν ἀπορίαν, ἐκ τῆς λύσεως γεννᾷ ἀπορίαν ἑτέραν. ἐπειδὴ γάρ, φησί, τὴν τῆς οὐσίας γένεσιν ἔφαμεν ἐκ δυνάμει μὲν οὐσίας ἐνεργείᾳ δὲ μὴ οὐσίας εἶναι, ζητητέον τὸ δυνάμει οὐσία τοῦτο ἆρα μετέχει ἐνεργείᾳ τινὸς τῶν ἄλλων κατηγοριῶν ἢ οὐδενός. εἰ μὲν οὑν μετέχει, ἔσται χωριστὰ τὰ πάθη, τουτέστι δυνάμενα ὑποστῆναι κατ’ ἐνέργειαν
ἐκτὸς τῆς κατ’ ἐνέργειαν οὐσίας· εἰ δὲ μηδεν·ὸς μετέχει, ἔσται τι ὑφεστὼς ὃ μηδὲν ὑπάρχει κατ’ ἐνέργειαν, τουτέστιν ἔσται ἡ ὕλη ἡ ἀνείδεος
αὐτὴ καθ’ αὑτὴν ὑφεστηκυῖα, ὅπερ ἄτοπον. οὕτως ζητήσας καὶ εἰς ἀπορίαν ἀγαγὼν τὸν λόγον, πρὶν τὴν λύσιν εἰπεῖν συνάπτει ἑτέραν ἀπορίαν, ὅπερ πολλάκις εἴωθε ποιεῖν , καὶ διὰ τῆς λύσεως τῆς δευτέρας ἀπο- 169 ρίας ἐπιλύεται καὶ τὴν προτέραν. ἔστι δὲ ἡ δευτέρα ἀπορία τοιαύτη τις. 170 πόθεν οὐδέποτε ἐπιλείπει ἡ γένεσις; εἰ γάρ, φησί, τὸ φθειρόμενον εἰς τὸ μὴ ὂν χωρεῖ, πῶς ποτε οὐ πάλαι καταδεδαπανημένων τῶν ὄντων ἀπολέλοιπεν ἡ γένεσις; δέδεικται γὰρ ἐν τῇ Φυσικῇ ὡς πάντα τὰ σώματα
καὶ ἀριθμῶ καὶ μεγέθει πεπερασμένα ἐστίν. εἰ οὖν τὸ φθειρόμενον εἰς τὸ πάντῃ μὴ ὂν χωρεῖ, δεῖ τῷ ἀπείρῳ χρόνῳ τὸ πᾶν ἐπιλείπειν. τίς οὖν ἡ τοὐ εἱρμοῦ αἰτία; αἰτίαν δὲ ζητεῖ τὴν ὡς ὕλην, τίς ἡ ὕλη τῶν γινομένων δι’ ἣν οὐδέποτε ἐκλείπει ἡ γένεσις. ἦ ὅτι, φησί, τὸ φθειρόμενον οὐκ εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν χωρεῖ, ἀλλ’ ἡ τοῦδε φθορὰ ἄλλου
ἐστὶ γένεσις; ἐντεῦθεν δὲ καὶ τῆς προτέρας ἔχεις τὴν λύσιν. εἰ γὰρ ἡ ἄλλου γένεσις ἄλλου ἐστὶ φθορὰ καὶ ἡ ἄλλου φθορὰ ἄλλου γένεσις, πρόδηλον
ὡς οὐκ ἀναγκαζόμεθα ἐνεργείᾳ, τουτέστιν ὑφεστηκυῖαν, τὴν ὕλην ὑποτίθεσθαι χωρὶς παντὸς εἴδους. ἀεὶ γὰρ προκατειλημμένη εἴδει τινὶ ἀποβάλλει μὲν τὸ πρότερον εἶδος μεταβάλλει δὲ εἰς ἕτερον, καὶ γίνεται
φθορὰ μὲν τοὐ προτέρου γένεσις δὲ τοῦ ἐπιγενομένου, ὥστε τὸ μὲν ὑφεστὼς καὶ ἐν ὑπάρξει ὂν εἰδοπεποιημένον ἐστὶ καὶ σύνθετον ἐξ ὕλης καὶ εἴδους, ἡ δὲ μεταβολὴ οὐ περὶ τὸ συναμφότερον· οὐ γὰρ τὸ ἐξ ὕλης καὶ εἴδους ὑπόκειται τῇ γενέσει καὶ φθορᾷ, ἀλλ’ ἡ ὕλη μόνη ἡ ἀνείδεος.
διὸ εὐλόγως τὴν τῆς οὐσίας γένεσιν ἐκ τῆς ὕλης, τῆς δυνάμει οὐσίας
λέγομεν εἶναι καὶ τὸ ἀπλῶς γινόμενον ἐκ τοῦ ἁπλῶς μὴ ὄντος· ὡς ἐξ ὑποκειμένου γὰρ τῆς ὕλης ἡ τῆς οὐσίας γένεσις. τούτων οὕτως προτεθεωρη- μένων ἐπεξέλθωμεν τῇ λέξει.
μὲν γινόμενον λέγει τὸ κατ’ οὐσίαν τὸ γὰρ κατ’ οὐσίαν γινόμενον ἄνευ προσθήκης ἀπλῶς φαμεν γεγενῆσθαι· γέγονε γὰρ ἄνθρωπος, καὶ γέγονεν ἵππος), τὶ δὲ γινόμενον κατὰ συμβεβηκός· οὐ γὰρ ἄνευ προσθήκης προφερόμεθα τὴν τῶν συμβεβηκότων γένεσιν. ὅταν γὰρ εἰ τύχοι ὁ ἄνθρωπος μεταβάλλῃ κατὰ χρῶμα, οὔ φαμεν τὸν ἄνθρωπον γεγονέναι, διότι τὸ γεγονέναι
ἀπλῶς καὶ ἄνευ προσθήκης τὴν κατ’ οὐσίαν μεταβολὴν σημαίνει,
ἀλλά φαμεν αὐτὸν γεγονέναι τὶ ἢ λευκὸν φέρε ἢ μέλαν. ἡ γὰρ προσθήκη τὴν διαφορὰν ἐνδείκνυται, οἷον ὁ ἄνθρωπος γέγονε λευκός, ὁ Σωκράτης γέγονε μουσικὸς. ἐνδεικνύμενος δὲ τι αὐτῷ σημαίνει τὸ ἐκ τινος καὶ τι, ἐπιφέρει τὸ ἐκ κάμνοντος ὑγιαῖνον καὶ κάμνον ἐξ ὑγιαίνοντος.
ὥστε εἰ καὶ τὸ ἔκ τινος καὶ τὶ τὴν κατὰ συμβεβηκὸς δηλοῖ γένεσιν, 171 πρόδηλον ὡς τὸ ἀπλῶς γινόμενον τὸ κατ’ οὐσίαν σημαίνει· ἡ γὰρ κατὰ 172 συμβηκὸς γένεσις τῆς κατ’ οὐσίαν ἀντίκειται.
173
το μη ον.
γινόμενον ἔκ τινος γίνεται, ἔκ τινος δὲ οὐ τοιούτου πᾶν γὰρ τὸ γινόμενον ἐξ οὐ τοιοῦδε γίνεται, τὸ λευκὸν ἐξ οὐ λευκοῦ καὶ τὸ θερμὸν ἐξ οὐ θερμοῦ),
καὶ ἁπλῶς εἰπεῖν εἰ ἕκαστον ἐκ τῆς ἰδίας ἀποφάσεως γίνεται, δῆλον ὅτι καὶ τὸ ἀπλῶς γινόμενον ἐκ τῆς ἰδίας ἀποφάσεως γίνεται, τουτέστιν ἐκ τοῦ ἁπλῶς μὴ ὄντος. εἰ δὲ τοῦτο, ἔστιν ἄρα τὸ ἁπλῶς μὴ ὃν καὶ ὑφέστηκε· τοῦτο γὰρ δηλοῖ τὸ ὑπάρχει τισὶ τὸ μὴ ὄν, τουτέστιν ὑπάρχει τισὶ τὸ ἁπλῶς μὴ ὄν, ὡς εἴ τις λέγοι ‘ὑπάρχει ἀνθρώπῳ τὸ μὴ ζῴῳ εἶναι᾿ |
174
ἁπλῶς μὴ ὄντος γινόμενον, ἤτοι ἀπλῶς λέγεται μὴ εἶναι τῷ μὴ ἐξ ἐκείνης τῆς κατηγορίας τυγχάνειν ὑφ’ ἣν τὸ γινόμενον τάσσεται, οἷον ἐν
ποιότητι ἀπλῶς μὴ ὄν ἐστι τὸ ὑπὸ τὴν ποιότητα μὴ ἀναγόμενον· τὸ γὰρ πρῶτον καθ’ ἑκάστην κατηγορίαν δηλωτικόν ἐστι τοῦ ἀνωτάτω γένους. πρῶτον γάρ ἐστι καθ’ ἑκάστην κατηγορίαν τὸ γενικώτατον· τοῦ μὲν γὰρ
λευκοῦ τὸ χρῶμα, τοῦ δὲ χρώματος τὸ πάθος, τούτου δὲ τὸ ποιόν, ὃ πρῶτόν ἐστιν ἐν ταύτῃ τῇ κατηγορίᾳ. τὸ τοίνυν ἁπλῶς μὴ ὂν ἐν ποιότητι
τὸ μὴ ποιόν, καὶ τὸ ἐκ τοῦ ἀπλῶς μὴ ὄντος γινόμενον ἐκεῖνό ἐστιν ὅπερ ἐκ τοῦ ποιοῦ οὐ γίνεται· οὐ γὰρ τὸ ἐκ μὴ λευκοῦ γινόμενον λευκὸν ἐξ ἀπλῶς μὴ ὄντος οὐ γὰρ πρῶτον τὸ λευκὸν ἐν ποιότητι), ἀλλ’ ἔκ τινος μὴ ὄντος. πάντα γὰρ τὰ ὑπὸ τὸ πρῶτον τινά. τοῦτο μὲν οὖν τὸ ἒν σημαινόμενον τοῦ ἀπλῶς, ὅπερ ἐδήλωσε διὰ τοῦ πρώτου καθ’ ἑκάστην
κατηγορίαν. ἕτερον δὲ σημαινόμενον τὸ πάντῃ μὴ ὂν καὶ ἀπόφασις
ὂν καθόλου τῶν ὄντων, ὅπερ ἐδήλωσεν εἰπὼν τὸ καθόλου. ταῦτα τοίνυν τὰ δύο σημαινόμενα καὶ κατὰ τὴν οὐσίαν θεωρηθήσεται. τὸ γὰρ ἁπλῶς μὴ ὂν ἐν οὐσίᾳ ἡ τὸ μὴ ἀναγόμενον ὑπὸ τὴν οὐσίαν ἢ τὸ μηδαμῶς ὂν καὶ ἐκ τοῦ ἀπλῶς μὴ ὄντος γινόμενον ἢ τὸ ἐκ μὴ οὐσίας οὐ 175 γὰρ εἰ ἄνθρωπος ἐκ μὴ ἀνθρώπου, ἤδη ἐκ τοῦ ἁπλῶς μὴ ὄντος· οὐ γὰρ 176 τὸ πρῶτον ἐν τῇ οὐσίᾳ ὁ ἄνθρωπος) ἤγουν τὸ ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος. δείκνυσι δὲ ὅτι καθ’ ἑκάτερον τῶν σημαινομένων ἄτοπον ἕψεται
τῷ τὸ ἀπλῶς καὶ κατ’ οὐσίαν γινόμενον ἐκ τοῦ ἀπλῶς μὴ ὄντος φάσκειν
γίνεσθαι. εἰ μὲν γάρ, φησί, τὸ ἁπλῶς τὸ πρῶτον γένος σημαίνει, εἴη ἄν ἡ τῆς οὐσίας γένεσις ἐκ μὴ οὐσίας· ὃ δὲ μὴ ἔστιν οὐσία, οὐδὲ τῶν ἄλλων τίς ἐστι κατηγοριῶν, διότι ἐν οὐσίᾳ τὰ ἄλλα ἔχουσι τὴν ὕπαρξιν· ὃ δὲ μηδὲ οὐσία ἐστὶ μηδὲ τῶν ἄλλων τι, οὐδὲν ἔσται πάντῃ· ἡ ἄρα τῆς οὐσίας γένεσις ἐκ τοῦ πάντῃ μηδαμῶς ὄντος ἔσται, ὅπερ ἄτοπον. τὸ
αὐτὸ δὲ ἀκολουθήσει ἄτοπον, κἄν εἰ τὸ ἀπλῶς τὴν ἀπόφασιν τῶν ὄντων
σημαίνει· ἔσται γὰρ πάλιν ἡ τῆς οὐσίας γένεσις ἐκ τοῦ πάντῃ μὴ ὄντος. ἐκεῖνο μόνον ἐπισημαίνεσθαι χρή, ὅτι ἐξ ἀρχῆς λαβὼν τὸ σημαινόμενον τοῦ ἀπλῶς τὸ δηλοῦν τὸ κυρίως ὅταν γάρ φημι τὸ κατ’ οὐσίαν γινόμενον ἁπλῶς γίνεσθαι, τούτῳ κέχρημαι τῷ σημαινομένῳ, καὶ αὐτὸς δὲ ἐδήλωσε
τοῦτο διὰ τῆς ἀντιθέσεως· τῷ γὰρ ‘ἁπλῶς᾿ τὸ ‘μὴ κυρίως᾿ ἀντέθηκεν), εἶτα εἰπὼν ἐκ τοῦ ἀπλῶς μὴ ὄντος γίνεσθαι τὸ ἁπλῶς ὄν, οὐκέτι τὸ ἀπλῶς μὴ ὂν θεωρεῖ κατὰ τὸ πρῶτον σημαινόμενον, τὸ δηλοῦν τὸ κυρίως
μὴ ὄν, ἡνίκα λέγει τὸ δὲ ἀπλῶς ἤτοι τὸ πρῶτον σημαίνει καθ’ ἑκάστην κατηγορίαν καὶ τὰ ἑξῆς. ἔοικε γὰρ ἐνταῦθα τὸ ἁπλῶς εἰς
τὸ καθόλου μεταλαβεῖν· ὅλως γὰρ τὸ κυρίως ὂν οὐ καθ’ ἑκάστην κατηγορίαν θεωρεῖται ἀλλὰ μόνον κατὰ τὴν οὐσίαν, καὶ τὸ μὴ κυρίως ὂν οὐχ ἑκάστης κατηγορίας δηλοῖ ἀπόφασιν ἀλλὰ μόνης τῆς οὐσίας. ἀλλ’ εἰ καὶ τὸ κυρίως μὴ ὂν μετέλαβεν εἰς τὸ ἁπλῶς μὴ ὄν, οὐδὲν ἐκ τούτου ἡ ἀπορία σαλεύεται. κἂν γὰρ τὸ κυρίως μὴ ὂν λάβωμεν, ἐξ οὗ τὴν τῆς
οὐσίας γένεσίν φαμεν εἶναι, ἀνάγκη πάλιν τοῦτο τὸ κυρίως μὴ ὂν ἢ ὡς
ἀπόφασιν τῆς οὐσίας μόνης λαβεῖν ἢ ὡς πάντων κοινῶς ἀπόφασιν τῶν ὄντων· καὶ οὕτω πάλιν δι’ ἑκατέρου τὸ αὐτὸ συνάγεται, τὸ μηδαμῶς ὂν εἶναι ἐξ οὗ ἡ τῆς οὐσίας ὑφίσταται γένεσις.
διώρισται τοῖς λόγοις.
ἀπλῶς ἡ ἀπλῶς γένεσις. ταύτης οὖν τῆς ἀπορίας τὴν λύσιν φησὶν ἐν 178 ἄλλοις αὐτῷ εἰρῆσθαι, εἴρηται δὲ ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως. 179 ἐκεῖ γὰρ ζητῶν πόθεν ἡ γένεσις, φησὶν ὅτι ᾗ μὲν ἡ στέρησις περὶ τὴν ὕλην θεωρεῖται, ταύτῃ ἐκ τοῦ μὴ ὄντος· ᾗ δὲ ἡ ὕλη ἐστί τι ἐστὶ δὲ δυνάμει τὸ γινόμενον), ἐξ ὄντος· ὡς μὲν γὰρ ἐξ ὑπομένοντος τῆς ὕλης,
ὡς δὲ οὐκ ἐξ ὑπομένοντος τῆς στερήσεως. σύμφωνα δὲ καὶ νῦν τοῖς ἐκεῖσε λελεγμένοις ἀποφαίνεται. τρόπον γάρ τινα, φησίν, ἐκ μὴ ὄντος ἀπλῶς ἡ γὰρ ὕλη, ἐξ ἧς ἡ ἁπλῆ γένεσις, μηδὲν οὖσα ἐνεργείᾳ καὶ τὴν στέρησιν ἔχουσα ἐν ἑαυτῇ θεωρουμένην, ἁπλῶς μὴ ὂν δόξαι ἂν εἶναι), τρόπον δὲ ἄλλον ἐξ ὄντος, τῷ ἐκ δυνάμει ὄντος· ἡ γὰρ ὕλη τοιαύτη.
ἰστέον δέ, ὅπερ καὶ πρότερον εἴρηται, ὅτι ἐνεργείᾳ ὄντα νῦν φαμεν τὰ ἐν ὑπάρξει ὄντα, ἐπεὶ καὶ ἡ ὕλη, δυνάμει τἆλλα οὖσα ὅσα ὕπαρξιν ἔχει καὶ αὐθυπόστατά ἐστιν, ἐνεργείᾳ ἐστὶν ὕλη· εἰ γὰρ δυνάμει φῄς αὐτὴν ὕλην
εἶναι, οὐκέτ’ ἂν εἴη ὕλη. ἐκεῖνο δὲ θεωρητέον, ὅπως διὰ τῆς λύσεως καὶ τὴν ἁπλῆν γένεσιν ἔσωσεν καὶ ἔφυγε τὸ πάντῃ μὴ ὂν εἶναι λέγειν·
ἐκ γὰρ τοῦ πάντῃ μὴ ὄντος ἐνεργείᾳ εἶπε τὴν τοιαύτην γένεσιν εἶναι, οὐχ ἁπλῶς ἐκ τοῦ πάντῃ μὴ ὄντος.
γίνεται, ὅτι ἐκ τοὐ δυνάμει μὲν ὄντος ἐνεργεία δὲ μὴ ὄντος, φησὶν ἐκ τῆς
λύσεως ἑτέραν ἰσχυροτέραν ἀπαντᾶν ἀπορίαν. τούτῳ γὰρ τῷ δυνάμει, ἐξ οὗ γίνεται τὸ γινόμενον, πότερον ὑπάρξει τι τῶν ἄλλων κατηγοριῶν ἐνεργείᾳ, οἷον τὸ ποσὸν ἢ τὸ ποιὸν ἢ τῶν ἄλλων τις, ἢ οὐδὲν κατ’ ἐνέργειαν ὑπάρξει τούτῳ τῷ δυνάμει οὐσίᾳ ὄντι; εἰ μὲν γὰρ μηδὲν αὐτῷ ὑπάρξει,
ἔσται τὸ μηδὲν ὂν κατ’ ἐνέργειαν, ὅπερ ἐκάλεσε τὸ μὴ οὕτως ὄν, τουτέστι κατ’ ἐνέργειαν χωριστὸν καὶ ὑφεστώς, ὅπερ ἄτοπον. ὡς ἄτοπον γὰρ συνάγει τὸ λέγειν τὸ μὴ ο ὕτως ὄν, τουτέστι καὶ κατ’ ἐνέργειαν
μηδὲν ὂν χωριστὸν καὶ ὑφεστηκός. εἰ δέ τις τοῦτο φεύγων λέγοι μὴ ὑπάρχειν τοῦτο μηδὲ ὑφεστάναι, εἰς ἀτοπώτερον ἐκπεσεῖται ἐκ μηδενὸς
προϋπάρχοντος φάσκων γίνεσθαι τὸ γινόμενον· τοῦτο γάρ, φησί, κοινῇ πάντες οἱ φιλοσοφήσαντες εὐλαβήθησαν, τὸ ἐκ μηδενὸς προϋπάρχοντος φάσκειν γίνεσθαι τὰ γινόμενα. ταῦτα μὲν οὖν ἕψεται, ἐὰν τῷ δυνάμει 182 ὄντι καὶ δυνάμει οὐσίᾳ μηδὲν ὑπάρξῃ τῶν ἄλλων κατ’ ἐνέργειαν· εἰ δὲ 183 ὑπάρξει τι τῇ δυνάμει οὐσίᾳ τῶν ἄλλων κατ’ ἐνέργειαν, συμβήσεται τὰ
πάθη χωριστὰ εἶναι τῆς οὐσίας, εἴπερ μὴ ὄντος τοῦ ὑποκειμένου ἐνεργείᾳ οὐσίας ταῦτα ἔσται ἐνεργείᾳ, ὅπερ οὐ δύνατον· πάθη γὰρ ταῦτα τῆς ἐνεργείᾳ
οὐσίας, τὸ δὲ πάθος χωριστὸν εἶναι οὗ πάθος ἐστὶν ἀδύνατον.
κατὰ μέρος.
δὲ καὶ ἑτέραν συνάπτει ἀπορίαν λέγων χρῆναι ἐπισκέψασθαι πῶς ποτε οὐδέποτε ἐπιλείπει ἡ γένεσις, ἀλλ’ ἀεὶ ἔστι καὶ ἡ ἁπλῶς καὶ ἡ κατὰ μέρος. ἁπλῶς δὲ καὶ κατὰ μέρος ἢ τὴν τῶν οὐσιῶν καὶ τὴν τῶν συμβεβηκότων
φησίν, ἁπλῶς μὲν τὴν τῶν οὐσιῶν κατὰ μέρος δὲ τὴν τῶν συμβεβηκότων, ἤ, ὅπερ καὶ ἀληθέστερον, καὶ τὴν ἀπλῶς καὶ τὴν κατὰ μέρος ἐπὶ τῆς οὐσίας τάττει. καὶ τὰς διαφορὰς αὐτῶν ὀλίγον ὕστερον ἐκθήσεται, ἀπλῆν μὲν γένεσιν λέγων τὴν τῆς κυριωτέρας οὐσίας, κατὰ
μέρος δὲ τὴν τῆς ἀντικειμένης ταύτῃ. τίς δὲ τούτων ἑκατέρα δείξει
προιών.
αἰτίαι τῶν γινομένων; καὶ ποίαν νῦν ῥητέον; αἰτίαι μὲν οὖν ἥ τε ὑλικὴ καὶ ἡ ποιητική· αὕτη γάρ ἐστιν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως. ταύτας δὲ μόνας τὰς αἰτίας ἐξέθετο, ὡς χρησιμευούσας μᾶλλον πρὸς γένεσιν τῷ προϋπάρχειν· τὸ γὰρ εἶδος καὶ τὸ οὗ ἕνεκα ἐπιγίνεται. τούτων οὖν, φησί, τῶν αἰτιῶν, τῆς ποιητικῆς φημι καὶ ὑλικῆς, τὴν ποιητικὴν νῦν μὴ λεκτέον, 187 ἀλλὰ τὴν ὑλικήν. μνησθεὶς δὲ τῆς ποιητικῆς αἰτίας, ἐπ’ ὀλίγον ἅπτεται 188 τοῦ περὶ αὐτῆς λόγου φάσκων τῶν ποιητικῶν, καθάπερ κἀν τῷ ὀγδόῳ
τῆς Φυσικῆς φησι, τὸ μὲν εἶναι ἀκίνητον ἀεὶ τὸ δὲ κινούμενον ἀεί, ἀκίνητον μὲν τὸ πρώτως κινοῦν, ὅπερ καὶ ἀρχὴν ὠνόμασεν· ἀρχὴ γὰρ ἡ
κυριωτάτη ἐκεῖνο. περὶ μὲν οὖν ἐκείνου εἰπεῖν τῆς πρώτης, φησίν, ἐστὶ φιλοσοφίας θεολογίᾳ γὰρ οἰκεῖον καὶ τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ, μᾶλλον δὲ πρὸ τῶν φυσικῶν· πρὸς ἡμᾶς γὰρ ὕστερα τὰ τῇ φύσει πρότερα· εἶπε δὲ περὶ τῆς ἀκινήτου αἰτίας καὶ ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως), περὶ δὲ τοῦ κυκλοφορητικοῦ σώματος, ὃ διὰ τὸ συνεχῶς κινεῖσθαι
τἆλλα κινεῖ, ἐν τῷ μετὰ τοῦτον λόγῳ ἐρεῖ.
ἀναδεχομένη | τὰ ἐναντία, τοῦ μὴ ἐπιλείπειν φθορὰν καὶ γένεσιν τῇ φύσει 191 αἴτια ἐστιν.
ἐπιλείπει, σὺν τούτῳ φανερωθήσεται καὶ τὸ ἀνωτέρω ἀπορηθέν, εἰ τῇ δυνάμει οὐσίᾳ ὑπάρξει τι τῶν ἄλλων ἐνεργείᾳ ἢ οὔ.
ἀεὶ τὴν γένεσιν.
γένεσιν δεικνὺς εὔλογον οὖσαν, τίθησι κατασκευὴν αὐτῆς τοῦτον ἔχουσαν
τὸν τρόπον. εἰ γάρ, φησί, τὸ φθειρόμενον εἰς τὸ μὴ ὃν ἀπέρχεται, τὸ δὲ μὴ ὂν οὐδὲν τῶν ὄντων ἐστίν, ὡς ἔδειξεν ἐν τῇ τῶν ὄντων κατὰ γένος παραθέσει οὔτε γὰρ τόδε, ὅπερ σημαίνει τὴν οὐσίαν, οὔτε ποσὸν οὔτε ποιὸν οὔτε τῶν ἄλλων τι), πῶς οὐκ ἐπιλείψει ἡ γένεσις; εἰ γὰρ ἀεί <τι> τοῦ ὄντος ἀπέρχεται, πεπερασμένον δὲ τὸ ὄν, πάλαι ἄν κατηνάλωτο τὰ
ὄντα εἰς τὸ μὴ ὄν. ὅτι γὰρ πεπερασμένον τὸ ὄν, δέδεικται ἐν τῇ Φυσικῇ· οὐδὲν γὰρ ἄπειρον ἐνεργεία. δυνάμει γὰρ ἐδείχθη τὸ ἄπειρον ὄν· ἡ γὰρ τοῦ συνεχοῦς τομὴ ἐπ’ ἄπειρον δυνάμει. ταύτην οὖν μόνην ἔδει μὴ ἐπιλείπειν, τὴν τῶν συνεχῶν δηλονότι διαίρεσιν, ἐπειδὴ ἐν ταύτῃ τὸ ἄπειρον μόνῃ. ἐγένετο δ’ ἄν τοῦτο τῷ ἀεὶ ἐλάττω γίνεσθαι τὸ προυπάρχον μέγεθος
τοὐ ὄντος, τῇ ἀφαιρέσει ἀεὶ καὶ τῇ φθορᾷ τῶν κατὰ μέρος.
195
ἄλλου φθορά. αὕτη οὖν ἡ ἐνάλλαξις καὶ ἄμειψις τοῦ ὑποκειμένου, τουτέστι τῆς ὕλης κατὰ τὰ εἴδη μεταβαλλούσης, καὶ ὁ δίαυλος ὁ τοιοῦτος αἴτιος τοῦ συνείρειν τὴν γένεσιν. λύοιτο δ’ ἄν τούτῳ καὶ ἣν ἀνωτέρω εἶπεν ἀπορίαν
περὶ τῆς ἁπλῆς γενέσεως. εἰ γὰρ μηδὲν εἰς τὸ μηδαμῶς ὂν ἐνεργείᾳ φθείρεται, οὐδ’ ἄν γένοιτο ἐκ τοῦ μηδαμῶς ὄντος ἐνεργείᾳ, ἀλλὰ πᾶν τὸ γινόμενον ἐξ ἐνεργείᾳ τινὸς ὄντος καὶ εἰδοπεποιημένου γίνεται. ἀλλὰ γίνεται ἐξ αὐτοῦ, οὐχ ᾗ ἐνεργείᾳ ἐστὶν ἀλλ’ ᾗ δυνάμει, τὸ γινόμενον. ἐπειδὴ γὰρ
τὸ δυνάμει ἀδύνατον καθ’ ἑαυτὸ ὑποστῆναι, τοῦτο τὸ δυνάμει ὂν τόδε τι
ἄλλο τί ἐστιν ἐνεργείᾳ ὃ πρὸς τὸ εἶναι μόνον αὐτὸ συμβάλλεται, οὐκέτι μέντοι καὶ πρὸς τὸ γενέσθαι ἐξ αὐτοῦ ἐκεῖνο ὃ δύναται· τὸ μὲν γὰρ ἐνερ- 197 γείᾳ εἶναι κατὰ τὸ εἶδος ἔχει, τὸ δὲ γίνεσθαι ἐκεῖνο ὃ δύναται κατὰ τὴν 198 ὕλην.
κατὰ μέρος. ἐφεξῆς δὲ λεχθήσεται ἡ διαφορὰ τούτων.
φθείρεσθαι, τὰ δ’ οὐχ ἀπλῶς.
ἀπορία, ὡς καὶ αὐτός φησιν, ἐκ τοῦ κεῖσθαι τὴν τοῦδε γένεσιν ἄλλου εἶναι
φθοράν, καὶ τὴν τοῦδε φθορὰν ἄλλου εἶναι γένεσιν. ὁμοιότης γὰρ οὕτω πᾶσι τοῖς ἐξ ἀλλήλων γινομένοις καὶ εἰς ἄλληλα φθειρομένοις ὑπάρχει, ὡς μηδὲν μᾶλλον τόδε ἢ τόδε φάσκειν γίνεσθαι. ὥστε δῆλον ἐκ τῆς κατασκευῆς ὅτι ὁ λόγος αὐτῷ περὶ τῶν οὐσιῶν ἐστι μόνων, διὰ τί τινῶν μὲν οὐσιῶν ἁπλαῖ γενέσεις λέγονται τινῶν δὲ οὐχ ἁπλαῖ ἀλλὰ τινὲς γενέσεις,
καὶ οὐχ, ὥσπερ τινὲς ἐνόμισαν, περὶ τῶν συμβεβηκότων, ὡς ἁπλῶς μὲν
τῶν οὐσιῶν γινομένων οὐχ ἀπλῶς δὲ τῶν συμβεβηκότων. περὶ μὲν γὰρ τούτων ἤδη καὶ προλαβὼν εἶπεν καὶ ἐν τοῖς ἑξῆς ζητήσει, τὸ δὲ νῦν περὶ τῶν οὐσιῶν ἐστιν αὐτῷ ὁ λόγος, τῶν καὶ ἐξ ἀλλήλων γινομένων, τὰ δὲ συμβεβηκότα οὐκ ἐξ οὐσιῶν οὐδὲ οὐσίαι ἐκ τούτων οὐδὲ πάντως ἐξ ἀλλήλων.
τὸ γὰρ τρίγωνον οὐ πάντως ἐξ ἑτέρου σχήματος ἀλλὰ καὶ ἐξ ἀσχηματίστου, καὶ τὸ κεχρωσμένον ὡσαύτως ἐκ στερήσεως, εἰ ὡς ἐξ ὕλης τοῦ ἀέρος γένοιτο ἄχρους γὰρ ὁ ἀήρ), καὶ τὸ ἐπιστῆ|μον πολλάκις ἐξ 201 ἀνεπιστήμονος. ὥστε οὐ περὶ τῆς τῶν συμβεβηκότων γενέσεως ὁ λόγος, ἀλλὰ περὶ τῆς τῶν οὐσιῶν· αὗται γὰρ πάντως ἐξ ἀλλήλων, καὶ τούτων
αἱ μὲν ἁπλῶς εἰσι γενέσεις καὶ λέγονται αἱ δὲ τινές. ζητεῖ οὖν τῆς τοιαύτης χρήσεως τὴν αἰτίαν, καί φησιν ὅτι κατὰ τρεῖς χρὴ διαφορὰς δια- 202 στέλλεσθαι τὴν τινὰ γένεσιν πρὸς τὴν ἁπλῆν, πρώτην μὲν διαφορὰν τὴν 203 τῆς ὑλικωτέρας οὐσίας καὶ εἰδικωτέρας, ὧν τὴν μὲν ὑλικωτέραν μὴ ὂν
ἐκάλουν οἱ Παρμενίδην Παρμενίδην τὴν δὲ εἰδικωτέραν ὄν· διὰ γάρ τοι τοῦτο οὗτος ὁ ἀνὴρ τὴν μὲν γῆν μὴ ὂν ὠνόμαζεν ὡς ὕλης λόγον ἐπέχουσαν,
τὸ δὲ πῦρ ὂν ὡς ποιοῦν καὶ εἰδικώτερον. ὥστε εἴη ἂν κατὰ Παρμενίδην ἡ μὲν τοῦ πυρὸς γένεσις ἁπλὴ γένεσις, ἡ δὲ τῆς γῆς γένεσις τὶς γένεσις· καὶ φθορὰ δὲ ὡσαύτως, ἡ μὲν τοῦ πυρὸς ἁπλῆ, ἡ δὲ τῆς γῆς τὶς φθορά. κατὰ μὲν οὖν Παρμενίδην ταῦτα ἂν εἴη παραδείγματα τῆς ἁπλῆς καὶ τῆς τινὸς γενέσεως, τὴν μὲν γῆν τιθέμενον ὑλικὴν τὸ δὲ πῦρ εἰδικόν. εἴποις
δ’ ἄν οὕτως ἔχειν καὶ τὴν τῶν ἁπλῶν στοιχείων γένεσιν πρὸς τὴν τῶν συνθέτων. τῶν μὲν γὰρ ἁπλῶν στοιχείων ἡ γένεσις, ὡς ἂν ὑλικωτέρων καὶ ἐν ὕλης τάξει ὑποκειμένων τοῖς συνθέτοις, τὶς γένεσις, τῶν δὲ συνθέτων, οἷον ἀνθρώπου καὶ ἵππου, ἁπλῆ γένεσις. ἀλλὰ δὴ καὶ κατ’ αὐτὰ τὰ ὑλικώτερα, λέγω δὲ τὰ ἁπλᾶ σώματα ὕλη γὰρ ταῦτα, καθὼς εἴρηται,
τῶν συνθέτων), ἔστι τις ἑτέρα διαφορά, καθ’ ἣν τὰ μὲν μᾶλλον ἢ κρεῖττον οὐσία, τὰ δὲ ἧττον ἡ χεῖρον. τὰ μὲν γὰρ ἔχοντα ποιητικὰς διαφορὰς
μᾶλλον οὐσία καὶ κρεῖττον οὐσία, τὰ δὲ ἔχοντα παθητικὰς καὶ στερητικὰς ἧττον οὐσία καὶ χεῖρον. ἔστι δὲ ἡ μὲν θερμότης δραστικὴ μᾶλλον καὶ εἶδος, ἡ δὲ ψυχρότης παθητικὴ μᾶλλον καὶ στέρησις. οὐκοῦν ἔσται τὸ
μὲν πῦρ μᾶλλον οὐσία, καὶ ἡ τοῦδε γένεσις ἁπλὴ γένεσις· ἡ δὲ γῆ ἧττον οὐσία, καὶ ἡ ταύτης γένεσις τὶς οὐχ ἁπλῆ. τοῦ οὖν πυρὸς μεταβάλλοντος εἰς γῆν φθορὰ μὲν ἁπλὴ ἔσται, γένεσις δὲ τὶς, τῆς δὲ‘ γῆς εἰς πῦρ μεταβαλλούσης ἔμπαλιν φθορὰ μὲν τὶς, γένεσις δὲ ἁπλὴ·
τρίτη δέ ἐστι διαφορὰ ἐκ τῆς τῶν πολλῶν ἐννοίας εἰλημμένη, οὐκ
ἐκ τῆς ἀληθείας. δοκεῖ γὰρ τοῖς πολλοῖς τὸ μᾶλλον αἰσθητὸν μᾶλλον ὂν εἶναι, τὸ δὲ ἧττον αἰσθητὸν ἧττον ὃν εἶναι. ὥστε κατ’ ἐκείνους ἡ τῶν μᾶλλον αἰσθητῶν, οἷον γῆς, ἁπλῆ γένεσις, ἡ δὲ τοῦ ἀέρος τὶς γένεσις ἦττον γὰρ αἰσθητὸν ὁ ἀήρ), κατὰ δὲ τὴν ἀλήθειαν ἔμπαλιν· μᾶλλον γὰρ ὂν ὁ ἀὴρ τῆς γῆς, εἴπερ ἡ θερμότης μὲν ποιητικὴ καὶ εἰδιχωτέρα,
ὡς εἴρηται, ἡ δὲ ψῦξις οἷον στέρησίς τις. τρεῖς μὲν αὗται διαφοραὶ ἐπὶ τῶν οὐσιῶν θεωρούμεναι, ἡ μὲν κατὰ τὸ ἁπλούστερον καὶ συνθετώτερον
ἤτοι ὑλικώτερόν τε καὶ εἰδικώτερον, ἡ δὲ κατὰ τὸ μᾶλλον ἡ ἧττον εἶναι οὐσίαν ἤγουν κατὰ τὸ κρεῖττον καὶ χεῖρον, τρίτη δὲ κατὰ τὸ μᾶλλον ἢ ἧττον αἰσθητόν, καθ᾿ ἃς ἐπὶ τῶν ἐξ ἀλλήλων γινομένων ἡ μὲν 204 ἁπλῆ γένεσις λέγεται ἡ δὲ τὶς γένεσις. ὕστερον δὲ ζητεῖ οὐκέτι περὶ 205 τῶν ἐξ ἀλλήλων γινομένων, ἀλλ’ ἁπλῶς καθόλου διὰ τί τῶν ὄντων τὰ μὲν ἁπλῶς φαμεν γίνεσθαι καὶ χωρὶς προσθήκης, τὰ δὲ ἀεὶ μετὰ προσθήκης ἁπλῶς δὲ οὐδέποτε, εἴ γε πάντα ὄνι·α ἐστί. καί φησιν ὅτι ἐνταῦθα
τὸ ἀπλῶς καὶ μὴ ἀπλῶς ταῖς κατηγορίαις ὥρισται. ἐπεὶ γὰρ τὰ μὲν οὐσίαν σημαίνει τὰ δὲ ποιὸν τὰ δὲ ποσόν, τὰ μὲν κατ’ οὐσίαν μεταβάλλοντα ἁπλῶς γίνεσθαι λέγομεν, τὰ δὲ κατὰ ἄλλην τινὰ κατηγορίαν ἀεὶ μετὰ προσθήκης. εἰκότως, ἐπειδὴ καὶ κυρίως ὂν ἡ οὐσία. ἀλλὰ δή, φησί, καὶ ἐν ταῖς ἄλλαις πάσαις κατηγορίαις τῶν συμβεβηκότων καθόλου ἡ μὲν
εἰς τὰ τιμιώτερα μεταβολὴ γένεσις ἁπλῆ, οἷον ἡ εἰς λευκὸν ἀλλοίωσις, ἡ δὲ εἰς τὰ χείρω, οἷον ἡ εἰς τὸ μέλαν, οὐκέτι.
206
καὶ οὐ μόνον μετὰ προσθήκης λέγουσαν τάδε τινὰ γίνεσθαι, ἀλλ’ ἔστιν ὅτε καὶ ἄνευ προσθήκης· ὥστε εὔλογον εἶναι ἐπεξελθεῖν τῇ ζητήσει.
τῶν συμβεβηκότων, ἀπλῆν μὲν γένεσιν τὴν τῶν οὐσιῶν λέγοντι, τινὰ δὲ γένεσιν τὴν τῶν συμβεβηκότων. τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλ’ ὁ μὲν
λόγος ἐστὶν αὐτῷ, καθὰ προείρηται, περὶ τῶν οὐσιῶν, ὅπως αἱ μὲν ἀπλῶς λέγονται γίνεσθαι αἱ δὲ μετὰ προσθήκης· τὸ δὲ κατὰ τὸν μανθάνοντα παράδειγμα πρὸς μαρτυρίαν ἤγαγε τοῦ τὴν χρῆσιν διορίζειν, καὶ τὰ
μὲν ἀπλῶς λέγειν γίνεσθαι τὰ δὲ οὐχ ἁπλῶς ἀλλὰ μετὰ προσθήκης.
οἷον γῆς, ἡ δὲ γῆς γένεσις γένεσις τὶς, φθορὰ δ’ ἁπλῆ, οἷον πυρός, ὥσπερ Παρμενίδης λέγει δύο τὸ ὂν καὶ μὴ ὄν.
γένεσις, ἡ δὲ τῶν συνθέτων, ὡς τρανότερον τὸ εἶδος ἐχόντων, ἁπλῆ γένεσις. κατὰ ταύτην τὴν ἔννοιαν καὶ ὁ Παρμενίδης, ἐπειδὴ γῆν καὶ πῦρ ὑποθέμενος στοιχεῖα τὴν μὲν γῆν ὡς ὕλην ὑποκεῖσθαι τὸ δὲ πῦρ ὡς εἰδοποιὸν ἐθεώρει, τὴν μὲν γῆν μὴ ὂν τὸ δὲ πῦρ ὂν ὠνόμασεν. τοιγαροῦν κατ’ ἐκείνην, φησίν, ἡ μὲν τοῦ πυρὸς γένεσις ἁπλῆ γένεσις ἂν
εἴη, ἡ δὲ <τῆς> γῆς τὶς γένεσις καὶ οὐχ ἁπλῆ. δοκεῖ δὲ ἀντιπίπτειν ταύτην τὴν ἐξήγησιν | τό τε μηδαμοῦ φαίνεσθαι τὸν Ἀριστοτέλην τοῦ 211 ἁπλουστέρου καὶ συνθετωτέρου μεμνημένον, ἔτι μέντοι κἀκεῖνο. εἰ γὰρ τὸ ἀπλοῦν τοῦ συνθέτου τῷ ὑλικωτέρῳ καὶ εἰδικωτέρῳ διαφέρει, ἔσται ἡ αὐτὴ διαφορὰ τῇ ἐφεξῆς καὶ δευτέρᾳ λεγομένῃ, καθ’ ἣν τὴν μὲν μᾶλλον
οὐσίαν φησὶν εἶναι τὴν δὲ ἧττον· τὸ γὰρ μᾶλλον εἷναι οὐσίαν καὶ ἧττον ἐκ τοῦ ὑλικωτέρου καὶ εἰδικωτέρου σκοπεῖ. καὶ δηλοῖ τοῦτο σαφῶς αὐτὸς ἐν τῷ περὶ τῆς δευτέρας διαφορᾶς λόγῳ φάσκων “οἶον τὸ θερμὸν
κατηγορία τις καὶ εἶδος, ἡ δὲ ψυχρότης στέρησις”, πρὸς τῷ μηδὲν μεμνῆσθαι αὐτὸν τοῦ ὑλικωτέρου καὶ εἰδικωτέρου ἐν τῷ περὶ τῆς πρώτης
διαφορᾶς λόγῳ, ἀλλὰ μόνον τοῦ ὄντος καὶ μὴ ὄντος. διὰ τοῦτο ἀληθεστέρα μοι δοκεῖ εἶναι καὶ τῇ λέξει σύμφωνος ἡ παρὰ Ἀλεξάνδρῳ ἐξήγησις. φησὶ δὲ ἐκεῖνος τὴν πρώτην διαφορὰν γίνεσθαι κατά τε ὂν καὶ μὴ ὄν, οὐχ ὡς Ἀριστοτέλει δοκοῦσαν, ἀλλ’ ὅτι ὅταν ὑποθῆταί τις εἶναι τὸ ὂν καὶ τὸ μὴ ὄν, καθάπερ ὁ Παρμενίδης ἔλεγε τὸ μὲν πῦρ ὂν τὴν δὲ γῆν μὴ ὄν,
ἕψεται κατὰ ταύτην τὴν ὑπόθεσιν τὴν μὲν εἰς τὸ μὴ ὂν ὁδὸν ἐκ τοῦ ὄντος φθορὰν μὲν ἀπλῆν εἶναι γένεσιν δὲ τινὰ, κατὰ δὲ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν ὁδὸν τἀναντία, φθορὰν μὲν τινὰ γένεσιν δὲ ἁπλῆν. ὅλως γὰρ κατὰ Ἀριστοτέλην οὐδεμία οὐσία εἰς τὸ μὴ ὂν μεταβάλλει. ἡ γὰρ ἄλλου, φθορὰ ἄλλου γένεσις. ὥστε οὐδὲν μεταβάλλει ἐπὶ τῶν
οὐσιῶν εἰς στέρησιν ἀπλῶς, ἀλλὰ τὸ εἰς τὴν τοῦδε στέρησιν μεταβάλλον εἰς ἄλλο ὂν μεταβάλλει. τὸ δὲ ἐπὶ τῶν οὐσιῶν προστέθεικα, διότι ἐπὶ τῶν συμβεβηκότων δυνατόν ἐστι· δυνατὸν γὰρ τὸν μουσικὸν εἰς τὸ ἄμου-
212 σὸν καὶ εἰς τὴν στέρησιν μεταβαλεῖν, μηδὲν ἕτερον ἐν τῇ ἀποβολῇ τῆς 213 μουσικῆς προσλαβόντα εἶδος ἢ πάθος, ἀλλ’ ἢ μόνον τὴν στέρησιν, διότι πρὸς τὸ εἶναι τὴν ὕλην ἐν ὑποστάσει οὐδὲν συμβάλλεται τὸ μουσικὸν ἢ τὸ ἄμουσον. ἐπὶ δὲ τῶν οὐσιῶν αἱ τῶν εἰδῶν ἀπουσίαι καὶ στερήσεις
ἀνυπόστατον τὴν ὕλην ποιοῦσιν, ἄν μὴ εἰς ἄλλο τι ὂν ἐνεργείᾳ καὶ εἶδος γένηται ἡ μεταβολή.
ἀλλ’ αὐτὰς τὰς διαφορὰς καὶ τὸν τῆς ἀντιδιαστολῆς τρόπον, καθ’
ὃν ἡ τὶς γένεσις πρὸς τὴν ἁπλῆν διαστέλλεται. τὴν γὰρ διαφορὰν προέθετο τῶν εἰς ἃ μεταβάλλει τὰ μεταβάλλοντα, καθ’ ἃς διαφορὰς διαστέλλομεν τὴν ἁπλῆν τῆς τινὸς γενέσεως.
φθορᾷ τῶν συνθέτων. καὶ δόξει ταύτῃ τὰ σύνθετα κατὰ τὸ εἶδος χαρακτηρίζεσθαι
μᾶλλον, καὶ ἡ προειρημένη ἐξήγησις συμφωνεῖν τῷ προκειμένῳ, καθ’ ἣν ἐλέγομεν τὸν Ἀριστοτέλην τὴν πρώτην διαφορὰν ἐκτίθεσθαι κατὰ τὸ ἁπλούστερον καὶ συνθετώτερον, διότι τὸ μὲν ὕλῃ ἀναλογεῖ τὸ δὲ σύνθετον εἴδει, νῦν δὲ ὡς καὶ ἐν αὐτῇ τῇ ὕλῃ, λέγω δὲ τοῖς ἁπλοῖς σώμασι,
θεωρουμένης διαφορᾶς ἐκτίθεσθαι ταύτην δευτέραν. ἡ δὲ διαφορά ἐστι, καθάπερ προειρήκαμεν, τὸ τὰ μὲν τῶν ἁπλῶν μᾶλλον εἶναι οὐσίαν τὰ δὲ ἧττον, μᾶλλον μὲν τὰ ποιητικὰ μᾶλλον ἔχοντα διαφορὰς καὶ εἴδει ἀναλο-
217 γούσς, οἵα ἐστὶν ἡ θερμότης. τὸ γὰρ θερμόν, φησί, κατηγορία τις, 218 τουτέστιν ὕπαρξις καὶ ἕξις, ἡ δὲ ψυχρότης οἷον στέρησις, καὶ τὰ κατ’ αὐτὴν εἰδοποιούμενα ἧττον οὐσία καὶ χεῖρον. ὥστε, φησίν, ἐπειδὴ πῦρ καὶ γῆ διαφέρει ταύταις ταῖς διαφοραῖς, τουτέστι τῇ ἕξει καὶ τῇ στερήσει,
ἔσται τὸ μὲν πῦρ μᾶλλον οὐσί ἡ δὲ γῆ ἧττον, καὶ ἡ ἀπὸ γῆς εἰς πῦρ μεταβολὴ ἔσται τὶς μὲν φθορὰ γένεσις δὲ ἁπλῆ, ἐπὶ δὲ τῆς ἐναντίας μεταβολῆς τὸ ἀνάπαλιν.
διορίζουσιν.
τε καὶ γνωστόν, τὸ δὲ μὴ ὂν ἄγνωστόν τε καὶ ἀνεπίστητον), νομίζουσι τῇ αἰσθήσει καὶ τῇ ἀναισθησίᾳ διορίζεσθαι τὰ ὄντα καὶ τὰ μὴ ὄντα.
μὴ ὄντα, ἐκ τοῦ ὑπολαμβάνειν | καὶ ἑαυτοὺς εἶναί τε καὶ ζῆν καθὸ 221 αἰσθάνονται ἢ δύνανται αἰσθάνεσθαι. ὥσπερ γὰρ τοῖς αἰσθανομένοις τὸ ζῆν καὶ εἶναι τῷ αἰσθάνεσθαι ὁρίζουσιν, οὕτω καὶ τοῖς αἰσθητοῖς τὸ εἶναί φασι τῷ αἴσθησιν κινεῖν δύνασθαι. τὸ γὰρ οὕτως καὶ τὰ πράγματα οὐ ‘τῷ αἰσθάνεσθαι᾿ δηλοῖ, ἀλλὰ ‘τῷ κινεῖν αἴσθησιν᾿, ὥστε πάντα μὲν
ὡρίσθαι αἰσθήσει καὶ ἀναισθησίᾳ, ἀλλὰ τὰ μὲν ζῶντα τῷ αἰσθάνεσθαι, τὰ δὲ ἄλλα τῷ αἰσθητὰ εἶναι.
222
ἡ δὲ τῶν πολλῶν δόξα οὐ τοῦ μᾶλλον ὄντος, ἀλλὰ τοῦ μᾶλλον αἰσθητοῦ. μάχεται δὲ ταῦτα ἀλλήλοις· τὸ γὰρ πνεῦμα καὶ ὁ ἀὴρ συγκρινόμενος τῇ γῇ τοῖς μὲν πολλοῖς δόξει διὰ τὸ ἧττον αἰσθητὸν εἶναι χεῖρον εἶναι, διὸ καὶ τὰ φθειρόμενα εἰς ἀέρα εἰς μηδέν φασιν ἀναλύεσθαι. οἷον εἰ ὕδωρ
φθαρείη, οὐκ εἰώθασι λέγειν ἀέρα γεγονέναι, ἀλλὰ φθορὰν ὕδατος, εἰ μέντοι
φθαρεὶς ὁ ἀὴρ ὑετὸν ποιήσει, γένεσιν ὕδατός φασιν, οὐ φθορὰν ἀέρος. ταύτῃ τοίνυν ἡ γῆ ὡς ἁπτὸν οὖσα καὶ ἀντίτυπον, τουτέστι στερεόν, μᾶλλον εἶναι δόξει, διότι μᾶλλον αἰσθητόν· κατὰ ἀλήθειαν δὲ μᾶλλον ὂν ὁ ἀὴρ τῆς γῆς, τῷ περιεκτικὸν αὐτὸν εἶναι τῆς γῆς καὶ εἰδικωτέραν
ἔχοντα διαφορὰν τὴν θερμότητα.
τῶν μεταβαλλόντων διαφέρειν κατά τινα τούτων τῶν διαφορῶν. εἶτα ἐπιφέρει τὰς τρεῖς διαφοράς· ἢ γὰρ τῷ οὐσίαν εἶναι ἢ μὴ εἶναι ἵνα εἴπῃ τὴν πρώτην διαφορὰν τὴν κατὰ τὸ ὂν καὶ μὴ ὄν), ἢ τῷ μᾶλλον ἢ ἧττον εἶναι τὴν ὑλικωτέραν λέγων καὶ εἰδικωτέραν, ἢ ἁπλῶς καθὸ ἡ μὲν κρείττων οὐσία ἐστὶν ἡ δὲ χείρων, ἐπεὶ καὶ τὸ εἶδος τῆς ὕλης κρεῖττον,
ὡς τοῦ ἕνεκά του τὸ οὗ ἕνεκα), ἢ τῷ μᾶλλον αἰσθητὸν εἶναι ἢ ἧττον.
τῇ ἐξ ἀλλήλων γενέσει.
228 ἁπλῶς γίνεσθαι λέγεται τὰ δὲ μετὰ προσθήκης, νῦν τὴν αὐτὴν ζήτησιν κινεῖ 229 οὐκ ἐπὶ τῶν οὐσιῶν ὐ γάρ, φησί, περὶ τῶν ἐξ ἀλλήλων γινομένων ποιεῖται τὸν λόγον), ἀλλὰ καθόλου περὶ πάντων, πῶς ποτε τὰ μὲν ἁπλῶς φαμεν γίνεσθαι τὰ δὲ οὐχ ἁπλῶς. λέγει τοίνυν ταῦτα ταῖς κατηγορίαις διωρίσθαι,
καὶ τὰ μὲν κατ’ οὐσίαν γινόμενα ἀπλῶς γίνεσθαι, τὶ δὲ γίνεσθαι καὶ οὐχ ἁπλῶς τὰ κατ’ ἄλλην τινὰ τῶν συμβεβηκότων κατηγορίαν γινόμενα.
γένεσις καθάπερ ἐν ταῖς λοιπαῖς κατηγορίαις, τὸ τὴν μὲν ἐπὶ τὰ τιμιώτερα μεταβολὴν γένεσιν λέγεσθαι, τὴν δὲ ἐπὶ τὰ ἀτιμότερα καὶ χείρονα φθοράν·
γένεσις μὲν γὰρ ἡ τοῦ λευκοῦ, ἡ δὲ τούτου εἰς τὸ μέλαν μεταβολὴ οὐ γένεσις μέλανος, ἀλλὰ φθορὰ λευκοῦ. οὕτως Ἀλέξανδρος ἐξηγήσατο συμφώνως τοῖς ἐν τῇ Φυσικῇ εἰρημένοις.
231
235 ἀεὶ συνείρει, τὸ τῆς ἀπορίας εὔλογον ἐδείκνυεν ἐκ τοῦ ἀεὶ ἀπιέναι τι τῶν 236 ὄντων τῶν φθειρομένων εἰς τὸ μὴ ὂν χωρούντων. δείξας οὑν ἐν τοῖς προλαβοῦσι συντόμως πόθεν οὐκ ἐπιλείπει ἡ γένεσις, καὶ εἰπὼν ὅτι διὰ τὸ τὴν ἄλλου φθορὰν ἄλλου εἶναι γένεσιν, καὶ διὰ τούτου λύσας πάσας τὰς
προβεβλημένας ἀπορίας, ὑπομιμνῄσκει νῦν τοῦ λόγου τοῦ κατασκευαστικοῦ
τῆς ἀπορίας φάσκων μετὰ τὴν λύσιν τὴν εἰρημένην μηκέτι χώραν ἔχειν τὸν κατασκευαστικὸν τῆς ἀπορίας λόγον, τὸν φάσκοντα μὴ δεῖν γένεσιν ἀεὶ εἶναι ἀπολλυμένων τινῶν καὶ εἰς τὸ μὴ ὂν χωρούντων. οὐ ταυτολογῶν δὲ ἐπαναλαμβάνει τὸν λόγον, ἀλλ’ ἐπειδὴ εἶπε προσεχῶς ὅτι οἱ πολλοὶ
τὸ ἀπλῶς γίνεσθαι καὶ φθείρεσθαι τῷ εἰς αἰσθητὸν ἐξ ἀναισθήτου ἢ ἐξ αἰσθητοῦ εἰς ἀναίσθητον τὴν μεταβολὴν γίνεσθαι κρίνουσι, διότι κατ’ αἴσθησιν ζῶντες ταύτῃ τὸ ὂν καὶ τὸ μὴ ὂν ἐξετάζουσι καὶ τὸ μὴ τῇ
αἰσθήσει ὑποπῖπτον ἢ μὴ μᾶλλον οὐδ’ εἶναι οἴονται, αὐτὸ δὴ τοῦτο εἰς ὑπόδειγμα τοῦ οἰκείου λόγου παρέλαβε, τοῦ τὴν ἄλλου γένεσιν ἄλλου
εἶναι φθορὰν καὶ ἔμπαλιν, καὶ τοῦ τρόπον μέν τινα ἐξ ὄντος γίνεσθαι τὰ γινόμενα καὶ φθείρεσθαι εἰς ὄν, τρόπον δέ τινα ἐκ μὴ ὄντος γίνεσθαι καὶ εἰς μὴ ὂν ἀναλύεσθαι. καὶ οἱ πολλοὶ γοῦν, φησί, τὴν ἀπλῶς γένεσιν τὴν ἐξ ἀναισθήτου εἰς αἰσθητὸν μεταβολὴν κρίνουσι, καὶ φθορὰν τὸ ἐναντίον, τοῦ ἀναισθήτου οὐ παντελῶς μὴ ὄντος. κοινῷ οὗν λόγῳ καὶ ἀπλῶς
πᾶσα γένεσις ἐκ μὴ ὄντος, διότι ἐκ τῆς ὕλης ἥτις πάντων ἔχει τὴν στέρηστιν, ἡ δὲ στέρησις τὸ μὴ ὄν· ἐξ ὄντος δὲ πάλιν, διότι δυνάμει πάντα· καὶ τὸ ἐξ οὗ δὲ προσεχῶς ὄν ἐστι καὶ μὴ ὄν, οἷον εἰ ἐξ ἀέρος γένοιτο πῦρ. ἀλλ’ εἰ καὶ ἔστι τι ὂν ὁ ἀήρ, ἀλλ’ οὐκ ἔστι πῦρ, οὐδὲ ὑπομένοντος τοῦ ἀέρος ἡ τοῦ πυρὸς γένεσις. ὥστε καὶ ταύτῃ ἐκ μὴ ὄντος. ἐξ ὄντος
δὲ πάλιν, καθ’ αὑτὸ μὲν ἐξ ὄντος διότι ἐκ τοῦ ὑποκειμένου ὅπερ ὄν ἐστι, κατὰ συμβεβηκὸς δὲ διότι ἐξ ἀέρος· συνέβη γὰρ τὸ ἐξ οὗ τὸ πῦρ ἢ ἀέρα
εἶναι ἢ ξύλον ἢ ἔλαιον ἢ ὁτιοῦν ἄλλο. τὰ αὐτὰ καὶ ἐπὶ τῆς φθορᾶς ἀντικειμένως.
οὐ δεῖ, φησίν, ἀπορεῖν διὰ τί ἀπολλυμένου τινὸς ἐν τοῖς φθειρομένοις οὐκ ἐπιλείπει ἡ γένεσις· οὐ γὰρ εἰς τὸ πάντῃ μὴ ὄν ἡ φθορά, οὐδὲ ἐκ τοῦ πάντῃ μὴ ὄντος ἡ γένεσις. καὶ παραμυθεῖται τὸν λόγον τοῦτον διὰ τῆς τῶν πολλῶν χρήσεως, οἳ τὸ ὂν καὶ μὴ ὂν τῷ αἰσθητῷ καὶ τῷ ἀναισθήτῳ διορίζουσιν· οὐ γὰρ τὸ μηδαμῶς ὂν μὴ ὂν καλοῦσιν, 237 ἀλλὰ τὸ αὐτοῖς ἀναίσθητον. οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ ἡμεῖς φαμεν 238 κατά τι ἐκ τοῦ ἀπλῶς ὄντος, κατά τι δὲ ἐκ τοῦ ἀπλῶς μὴ ὄντος τὴν
γένεσιν καὶ τὴν φθορὰν εἰς ὄν τε καὶ μὴ ὂν κατὰ τὸν εἰρημένον τρόπον.
λεγόμενον, εἴτε μὴ ἔστιν ὑποκείμενον, οὐδὲν διαφέρει πρὸς τὸν λόγον καθόλου γὰρ εἰς οἷον χωρεῖ τὸ φθειρόμενον, ἐκ τοιούτου γίνεται τὸ γινόμενον. εἰ τοίνυν φθαρέντος τοῦ ὄντος γίνεται τὸ μὴ ὄν, δῆλον ὄφι καὶ τοῦ μὴ ὄντος φθαρέντος γίνεται τὸ ὄν. καὶ ὅρα ὅπως ἀκριβῶς ἐπὶ τοῦ
μὴ ὄντος γένεσιν εἶπε, δηλῶν σαφῶς ὅτι ὅταν εἰς τὸ μὴ ὂν χωρεῖν λέγωμεν τὸ φθειρόμενον, οὐκ εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν λέγομεν.
φησίν, ἔνιοι εἰς τὸ μὴ ὂν χωρεῖν λέγουσι, τῷ εἰς ἀναίσθητον μεταβάλλειν, οὐ περιεργαζόμενοι τὸ εἴτε ὄντος τινὸς ὑποκειμένου γέγονεν ἡ μεταβολὴ
εἰς τὸ αἰσθητὸν εἴτε μή, τουτέστιν εἴτε ἔχοντος ὕπαρξιν τοῦ ἀναισθήτου καὶ μὴ ὄντος λεγομένου εἴτε μή. ἀλλ’ οὐ διότι εἶναι ἢ μὴ εἶναί φασι τοῦτο τὸ ἀναίσθητον, διὰ τοῦτο ἢ ἔστιν ἐξ αὐτοῦ ἡ γένεσις ἢ οὐκ ἔστιν· ἀλλὰ διότι ἔστι καὶ ὑπόκειται, διὰ τοῦτο ἐξ αὐτοῦ τὸ αἰσθητὸν γίνεται. τὸ οὖν εἴτε ὄντος τινὸς τοῦ ὑποκειμένου σημαίνει εἴτε εἶναι λεγομένου
παρ’ αὐτῶν εἴτε μὴ εἶναι. οὐδὲ γὰρ ἐκεῖνοι προσδιώριζον τοῦτο τὸ ἀναίσθητον, ἐξ οὗ τὴν γένεσιν ἔλεγον, εἴτε τῶν ὄντων καὶ ἐν ὑπάρξει ἦν εἴτε μή. ὅ τι γὰρ ἄν τούτων ὑπάρχῃ, οὐκ ἐπιλείψει ἡ γένεσις. εἰ μὲν γὰρ τῶν ὄντων ἐστὶ τὸ ἀναίσθητον, εἰς ὃ ἡ φθορὰ καὶ ἐξ οὗ ἡ γένεσις, δι’ αὐτὸ τοῦτο οὐκ ἐπιλείψει ἐπεὶ μὴ εἰς τὸ πάντῃ μὴ ὂν ἡ φθορά·
εἰ δὲ τῶν μὴ ὄντων, ἐπειδήπερ ἡ μὲν φθορὰ τοῦ μὴ ὄντος ἐστὶ γένεσις <ἡ δὲ γένεσις> φθορὰ τοῦ μὴ ὄντος, πάλιν οὐκ ἐπιλείψει, ἄλληλα τοῦ ὄντος τε καὶ μὴ ὄντος.
εἶναι ὂν δὲ τὸ πῦρ; ἢ οὐ περὶ τούτων τῶν καταχρηστικῶς λεγομένων ὁ
λόγος, ἀλλ’ ἡ ζήτησίς ἐστι καθόλου περὶ τῶν κυρίως ὄντων καὶ κατ’ οὐσίαν, ὅταν φῶμεν αὐτὰ ἐκ μὴ ὄντος γίνεσθαι, ὁποῖόν τι τὸ μὴ ὂν νοοῦμεν εἶναι; ὅπερ οὖν ἀνωτέρω ἔλεγε, φάσκων τὸ μὴ ὂν τοῦτο εἶναι τὸ δυνάμει μὲν ὂν ἐντελεχείᾳ δὲ μὴ ὄν, τοῦτο σαφέστερον ἐνταῦθά φησιν.
ἡ ὕλη γάρ, φησίν, ἐστὶ τὸ μὴ ὄν, ἐξ ἦς καὶ τὸ πῦρ καὶ ἡ γῆ γεννᾶται. εἰ δὲ λέγοις ὅτι ἡ ὕλη αὐτὴ καθ’ αὑτὴν οὐχ ὑφίσταται, ἀλλ’ ἔστιν ἀεὶ μετά τινος εἴδους, ὡς μηδέποτε ἐκ μὴ ὄντος ἀλλ’ ἐξ ὄντος γίνεσθαι τὸ γινόμενον, ἐρῶ πρὸς τοῦτο, ὅπερ καὶ ἀνωτέρω προειρήκαμεν, ὅτι τὸ εἶδος
τῇ ὕλῃ πρὸς μὲν ὕπαρξιν συντελεῖ, πρὸς μέντοι γένεσιν τοῦ ὅπερ οὐκ ἔστιν
οὐδὲν συμβάλλεται. οὐδὲ γὰρ ὡς ἐνεργείᾳ εἰ τύχοι γῆ οὖσα μεταβάλλει εἰς πῦρ, ἀλλ’ ὡς δυνάμει οὖσα πῦρ, τοῦτο δὲ ὡς ὕλῃ αὐτῇ ὑπάρχει. ἐξ ὕλης ἄρα τὸ γινόμενον. καθάπερ ὁ χαλκός, ἵνα τῷ Ἀλεξάνδρου τοῦ ἐξηγητοῦ χρησώμεθα ὑποδείγματι, εἴπερ ἀδύνατον ἦν χωρὶς τοῦ εἴδους τοῦ ἀνδριάντος ὑποστῆναι, μετέβαλλον δὲ εἰς ἀλλήλους οἱ ἀνδριάντες,
οὐ διὰ τοῦτο τῆς ἰδίας ἐστερεῖτο ὑπάρξεως, ἀλλ’ ἦν ἕτερος τοῦ ἀνδριάντος· καὶ ὁ γινόμενος ἀνδριάς, εἰ καὶ μὴ ἐξ ἀργοῦ χαλκοῦ ἐγίνετο ἀλλ’ ἐξ ἀνδριάντος, ὅμως οὐ λέγεται ἐξ ἀνδριάντος γεγονέναι ἀλλ’ ἐκ τοῦ χαλκοῦ τοῦ ἀνδριάντος· οὕτως ἔχει κἀπὶ τῆς ὕλης, ἐπειδὴ ἀεὶ μετά τινός ἐστιν εἴδους μηδὲν γὰρ οὖσα ἐνεργείᾳ ἀνυπόστατός ἐστι), τὸ γινόμενον
ἐξ αὐτῆς ἀεὶ μὲν οὔσης μετά τινος γίνεται ὃ πρὸς ὕπαρξιν αὐτῇ συντελεῖ, οὐ μὴν ἐξ ἐκείνου ὅ ἐστιν ἐνεργείᾳ ἡ ὕλη γίνεται τὸ γινόμενον,
ἀλλ’ ἐκ τῆς ὕλης ἥτις δυνάμει ἐστὶ σῶμα.
ἐκείνων, τῆς τε γῆς καὶ πυρὸς ὧν ἐμνημόνευσεν, ἕτερόν ἐστι τὸ ὑποκει- 245 μένον. τοῦτο δὲ συντόμως ἀναιρεῖ λέγων ὅτι εἰ ἕτερον ἦν ἑκατέρου καὶ 246 μὴ ταὐτὸν τὸ ὑποκείμενον, οὐκέτ’ ἄν ἐξ ἀλλήλων ἐγίνοντο ὡς ἐξ ἐναντίων· τὰ γὰρ ἐναντία ἐξ ἀλλήλων γίνεται τοῦ αὐτοῦ ὄντος τοῦ ὑποκειμένου. κεῖται δὲ ἐξ ἀρχῆς τὸ τὴν ἄλλου γένεσιν ἄλλου φθορὰν εἶναι· οὐχ ἕτερον
ἄρα τὸ ὑποκείμενον τῶν ἐναντίων, γῆς φημι καὶ πυρός. ὅτι δὲ ἐναντίωσις ὑπάρχει γῇ καὶ πυρί, δείξει κατὰ τὸν ἐφεξῆς λόγον· ἐξ ἀλλήλων ἄρα
ταῦτα ὡς ἐξ ἐναντίων. εἰ δὲ τοῦτο, κοινὴ καὶ μία ἀμφοτέρων ἡ ὅλη.
ἐστιν ὕλη τῶν γινομένων, κατά τι δὲ ἑτέρα· πῶς δὲ ἡ αὐτὴ καὶ πῶς ἑτέρα προστίθησι.
ἐστιν, ἡ αὐτή ἐστι πᾶσιν οἷς ὑπόκειται. τὸ γὰρ ὅ ποτε ὂν τῷ Ἀριστοτέλει τὸ ὑποκείμενον * * * οὖν καί, ἵν’ οὕτως εἴπω, τὴν αὑτῆς φύσιν μία πάντων ἐστὶν ἡ ὕλη· ὁμοίαν γὰρ ἐπιτηδειότητα καθὸ ὕλη ἐστὶ πρὸς πάντα ἔχει. ἐπειδὴ δὲ τὸ εἶναι καὶ <ἡ> ὑπόστασις αὐτὴ ἀεὶ μετά τινός ἐστιν οὐχ ἡ αὐτὴ ἔσται ὕλη κατὰ τὸ εἶδος καὶ τὴν ὕπαρξιν ἅπασιν. ἡ δὲ
κατὰ τὸ εἶδος θεωρουμένη ἐστὶν ἡ προσεχής, οἷον ἡ μὲν πυρὶ ὑποκειμένη ἀήρ ἐστιν, ἡ δὲ τῷ ἀέρι ὕδωρ ἐνεργείᾳ ἄν οὕτως τύχῃ, ἡ δὲ τῷ ὕδατι γῆ πυρὶ οὖν καὶ ὕδατι ὑπόκειται γῆ τε καὶ ἀήρ, ταῦτα δὲ κατὰ
μὲν τὸν τῆς ὕλης λόγον τὰ αὐτά, κατὰ δὲ τὸ εἶδος διάφορα, οὐκέτι ὡς πρώτη ὕλη ἀλλ’ ὡς προσεχὴς θεωρουμένη. ἔστι δὲ καὶ οὕτως εἰπεῖν·
ἐπειδή, ὡς καὶ ἐφεξῆς μέλλει ῥηθῆναι, ἡ ὕλη κατὰ μὲν τὸ ὑποκείμενον ἡ αὐτή ἐστι, κατὰ δὲ τὸν λόγον διάφορος, ὡς ἂν καὶ διαφόρων λόγους ἔχουσα ἐν αὑτῇ, ἐν πυρὶ καὶ γῇ καὶ τοῖς ἄλλοις κατὰ μὲν τὸ ὑποκείμενον ἡ αὐτή ἐστι, κατὰ δὲ τὸν λόγον διάφορος. οὐ γὰρ κατὰ τὸν αὐτὸν λόγον πυρὸς καὶ γῆς καὶ τῶν ἄλλων τὰ εἴδη δέχεται· κατ’ ἄλλον μὲν γὰρ
249 λόγον γῆς, κατ’ ἄλλον πυρὸς εἶδος δέχεται, κατὰ ἄλλους τε λόγους τὰ 250 τῶν ἄλλων εἴδη.
ὅλως καὶ ἐκ τίνος καὶ πόθεν γίνεται τὰ γινόμενα καὶ διὰ τί οὐκ ἐπιλείπει ἡ γένεσις, εὐκαίρως νῦν ζητεῖ τίνι διενήνοχε τῶν ἄλλων μεταβολῶν, καὶ
πρῶτον τῆς ἀλλοιώσεως, διακρίνων αὐτὰς ἀλλήλων τοῦτον τὸν τρόπον. ἐπειδὴ γάρ, φησίν, ἔστι τὸ μέν τι ὑποκείμενον ὅπερ σημαίνει τὴν οὐσίαν, τὸ δὲ πάθος ὅπερ καὶ συμβεβηκὸς ὀνομάζεται, ἔστι δὲ κατὰ ἀμφότερα μεταβολή (καὶ κατὰ τὴν οὐσίαν, ὅπερ καλεῖ ὑποκείμενον, καὶ κατὰ πάθος, τουτέστι τὸ συμβεβηκός), ἡ μὲν κατὰ τὸ ὑποκείμενον μεταβολὴ
γένεσίς ἐστιν, ἡ δὲ κατὰ τὰ πάθη μένοντος τοῦ ὑποκειμένου ἀμεταβλήτου ἀλλοίωσις. ταῦτα εἰπὼν ἀπορίαν τινά, ἣν ἄν τις ἀπερισκέπτως προήγαγε πρὸς τὰ εἰρημένα, ταύτην καὶ τίθησι γυμνάζων καὶ ἐπιλύεται. εἰ γὰρ ἡ περὶ τὸ ὑποκείμενον αἰσθητὸν ὂν καὶ τὸ αὐτὸ μένον γινομένη μεταβολή, τουτέστιν εἰ ἡ περὶ εἰδοπεποιημένον ὑποκείμενον γινομένη μεταβολὴ
ἀλλοίωσίς ἐστιν, ἐπειδὴ ἐν τῇ ἐξ ἀέρος εἰς ὕδωρ μεταβολῇ τὸ μὲν διαφανὲς καὶ ὑγρότης μένει, ἡ δὲ μεταβολὴ κατὰ τὸ θερμὸν καὶ ψυχρὸν
γίνεται, ἔσται ἡ τοῦ ἀέρος εἰς ὕδωρ μεταβολὴ ἀλλοίωσις· περὶ γὰρ ὑποκείμενον εἰδοπεποιημένον, τὸ διαφανές φημι καὶ ὑγρόν, γίνεται ἡ μεταβολή. κατὰ τὸν αὐτὸν δὲ λόγον ἔστιν ἀπορῆσαι κἀπὶ τῶν ἄλλων στοιχείων.
πάντα γὰρ τὰ ἐφεξῆς ἀλλήλων τὴν μὲν ἔχουσι κοινὴν διαφοράν, τὴν δὲ ἑτέραν ἐναντίαν· πῦρ μὲν γὰρ καὶ ἀὴρ κοινωνοῦντα κατὰ τὸ θερμὸν διαφέρει κατὰ τὸ ὑγρὸν καὶ ξηρόν, ἀὴρ δὲ καὶ ὕδωρ τὴν αὐτὴν ἔχοντα ὑγρότητα ἐναντία ἐστὶ κατὰ τὴν ἑτέραν ἀντίθεσιν. κοινὴ τοίνυν ἐπὶ τῶν ἐφεξῆς ἀλλήλων ἡ ἀπορία. πρὸς δὲ ταύτην ἀπαντῶν τὴν ἀπορίαν ὁ
Ἀριστοτέλης φησὶν ὅτι εἰ μὲν πάθος ὑπῆρχε τοῦ ὑπομένοντος ὑγροῦ καὶ διαφανοῦς τὸ θερμὸν καὶ τὸ ψυχρόν, καθ’ ἃ ἡ εἰς ἄλληλα μεταβολὴ αὐτῶν γίνεται, ἀλλοίωσις ἦν ἄν, ὡς ἔχει ἐπὶ τοῦ θερμαινομένου ὕδατος
καὶ ψυχομένου. ἐκεῖσε γάρ, ἐπειδὴ ἡ ἐγγινομένη τῷ ὕδατι ποιότης πάθος ἐστὶ καὶ συμβεβηκὸς μηδὲν συμβαλλομένη πρὸς τὸ εἶναι τῷ ὕδατι, 253 ἀλλοίωσίς ἐστι τὸ γινόμενον· ἐπὶ δὲ τῆς ἐξ ἀέρος εἰς ὕδωρ μεταβολῆς 254 τὸ θερμὸν καὶ τὸ ψυχρὸν οὐκ ἔστι πάθη τοῦ ὑγροῦ καὶ διαφανοῦς, εἰ μή τι ἄρα κατὰ συμβεβηκός, τῷ εἶναι ἀμφότερα τοῦ αὐτοῦ πάθη. ὡς ὅταν ἐπὶ Σωκράτους τὸ φαλακρὸν ὑπάρχειν φαίημεν τῷ λευκῷ κατὰ συμβεβηκός,
τῷ ἀμφότερα καὶ τὸ λευκὸν καὶ τὸ φαλακρὸν τῷ αὐτῷ ὑπάρχειν· Σωκράτους
γὰρ ἀμφότερα πάθη. οὕτως οὖν κἀνταῦθα τὸ θερμὸν καὶ τὸ ψυχρὸν τοῦ μὲν ὑγροῦ οὐκ ἄν εἴη πάθη, εἰ μὴ κατὰ συμβεβηκός, τῆς δὲ ὕλης αὐτά τε ταῦτα, τὸ θερμὸν καὶ τὸ ψυχρόν φημι, καὶ ἡ ὑγρότης πάθη ὑπάρχουσι τῆς ὕλης τῆς ἀνειδέου, πάθη δὲ εἰδοποιὰ καὶ τελειωτικά.
εἰ γὰρ πάθος καὶ συμβεβηκὸς τοῦ ὑγροῦ τὸ ψυχρόν, τὸ ὕδωρ οὐκ ἔχει τὸ εἶναι κατὰ τὴν ὑγρότητα καὶ ψυχρότητα, ἀλλὰ κατὰ τὴν ὑγρότητα μόνον. ὁμοίως δὲ καὶ τοῦ ἀέρος οὐχὶ ὑγρότης καὶ θερμότης, ἀλλ’ ἡ
ὑγρότης μόνη ἐστὶ συμπληρωτική. εἰ δὲ ἡ ὑγρότης ἀμφοτέρων συμπληρωτικὴ τῆς οὐσίας ἐστί, τοῦ ὕδατος καὶ τοῦ ἀέρος, οὐχ ἕξουσι διαφορὰς
αἷς χωρισθήσονται κατ’ οὐσίαν· τὰ γὰρ πάθη οὐ ποιεῖ διαφορὰς οὐσιώδεις. οὐκ ἄρα πάθη τὸ θερμὸν καὶ τὸ ψυχρὸν τοῦ ἀέρος καὶ τοῦ ὕδατος, καθ’ ἃ καὶ μεταβάλλουσιν ἐν τῇ ἐξ ἀλλήλων γενέσει. ἀλλ’ οὐδὲ τοῦ ὑγροῦ πάθος καὶ συμβεβηκὸς τὸ θερμὸν καὶ τὸ ψυχρόν, ἐπεὶ οὐκ ἄν συνδυασθέντα μίαν ἀπετέλεσεν οὐσίαν. εἰ δὲ μὴ πάθος, οὐδὲ ἀλλοίωσις,
ὥσπερ ἔφασκεν ἡ ἀπορία· ἀλλοίωσις γὰρ ἐρρέθη εἶναι, ὅταν πάθος καὶ συμβεβηκὸς ὑπάρχῃ, καθ’ ὃ μεταβάλλει τὸ μεταβάλλον.
οὐκ ἔμεινεν ἀπαθὴς ἐν τῇ εἰς ἀέρα ἐξ ὕδατος μεταβολῇ οὔτε ἡ ὑγρότης τοῦ ὕδατος οὔτε ἡ διαφάνεια, ἐπεὶ οὐδ’ ἡ ἐν ἀέρι καὶ ἐν πυρὶ θερμότης
κατ’ εἶδος ἡ αὐτή ἐστι. καὶ ἐν τοῖς συνθέτοις δὲ πολλά ἐστι κατὰ γένος θερμὰ τῷ εἴδει διαφέροντα· ἄλλη γὰρ ἡ ἐν οἴνῳ θερμότης, καὶ ἄλλη ἡ ἐν πέπερι ἢ Καστορείῳ ἢ βαλσάμῳ καὶ τοῖς παραπλησίοις. δεῖ οὖν εἰδέναι
ὅτι ὥσπερ εἰ ἐξ οἴνου αἷμα γένοιτο, ὅλη ἡ τοῦ οἴνου ἰδέα φθείρεται καὶ ἄλλη τις κατ’ εἶδος ἡ ἐν τῷ αἵματι θερμότης γίνεται, οὕτως καὶ ἐπὶ τῆς τῶν στοιχείων ἐξ ἀλλήλων συμβαίνει γενέσεως. καὶ εἴ τίς γε μὴ κατ’ εἶδος διάφορον εἶναι βούλοιτο τὴν ἐν πυρὶ καὶ ἀέρι θερμότητα ἢ
ἢ τὴν ἐν ὕδατι καὶ ἀέρι ὑγρότητα, κατ’ ἐπίτασιν δὲ μόνον καὶ ἄνεσιν
διαφέρειν, ἐκείνῳ γοῦν ἐξ ἀνάγκης συγχωρήσει, ἀριθμῷ διαφόρους εἶναι ταύτας. ὡς γὰρ τὸ σίνηπι ἢ τὸ πέπερι σπειρόμενον, εἰ καὶ τὴν αὐτὴν κατ’ εἶδος γεννᾷ θερμότητα ἐν τοῖς ἐξ αὐτῶν βλαστάνουσιν ὁμοειδέσιν οὖσιν, 255 ἀλλ’ οὖν γε ἀριθμῷ διάφορος εἶναι ὡμολόγηται ἥ τε ἐν τῷ σπέρματι 256 καὶ ἡ ἐν τῷ ἐξ αὐτοῦ γενομένῳ καρπῷ ποιότης, οὕτως ἀνάγκη καὶ ἐπὶ τῶν στοιχείων ἐννοεῖν ὅτι πάσης τῆς τοὐ ἀέρος ἰδέας φθειρομένης
γίνεται τὸ ὕδωρ. εἰ οὖν καί τις συγχωρήσει καὶ ἐν τῷ ὕδατι κατ’ εἶδος
τὴν αὐτὴν ὑγρότητα καὶ διαφάνειαν γεννᾶσθαι, ἀριθμῷ γοῦν ἑτέραν εἶναι λέγειν ἀναγκασθήσεται. ὥστε οὐδὲν ὑπομένει τοῦ ἀέρος πλὴν τῆς ὕλης. οὐκ ἄρα ἐξ εἰδοεποιημένου εἰς εἰδοπεποιημένον ἡ μεταβολή, ἀλλ’ ἐξ ἀνειδέου εἰς εἰδοπεποιημένον, εἴπερ μόνον τὸ ἀνείδεον ὑπέμεινεν. ὥστε οὐδὲ ἀλλοίωσις ἡ ἐξ ὕδατος εἰς ἀέρα μεταβολή.
257
εἴρηται τῆς ὕλης. καὶ γὰρ καὶ ἡ ὕλη ὑποκείμενον οὖσα ἡ αὐτὴ ὑπομένει κατὰ τὰς γενέσεις, καὶ ὅμως οὐκ ἀλλοίωσίς ἐστι τότε, ἀλλὰ γένεσις· οὐ γὰρ αἰσθητὸν ἡ ὕλη οὐδὲ ἐνεργείᾳ τόδε τι. ὅμοιον οὖν ὡς εἰ ἔλεγεν· ὅταν τὸ ὑποκείμενον συναμφότερον ὄν, ὕλη καὶ εἶδος, μεῖναν τὸ
αὐτὸ μεταβάλλῃ κατά τι πάθος τοῦ συναμφοτέρου καὶ αἰσθητοῦ, τότε
ἀλλοίωσίς ἐστιν· ἐπὶ γὰρ τῆς γενέσεως τὸ ὑποκείμενον ὅπερ ὑπομένει ἡ ὕλη ἐστὶ μεταβάλλουσα κατ’ εἶδος. τὸ δὲ ἐν τοῖς ἑαυτοῦ πάθεσι πρόσκειται δηλοῦν τὸ κατὰ τὰ ἐν ἑαυτῷ πάθη κινούμενον καὶ ἀλλάσσον ταῦτα τὰ πάθη, οὐ κατὰ τὴν σχέσιν τὴν πρὸς ἄλλο· τὰ γὰρ κατά τι πάθος ἔξωθεν μεταβάλλοντα μετέβαλλε μέν, οὐκ ἠλλοίωται δέ. οἷον τὸ δεξιὸν
γινόμενον ἀντὶ ἀριστεροῦ ἤλλαχε μὲν τὸ πάθος, οὐ μὴν ἠλλοίωται· οὐδὲ
γὰρ ἡ μεταβολὴ γέγονεν ἐν τοῖς ἐν αὐτῷ πάθεσιν ἃ ἀναδέδεκται· ἢ καὶ ὅταν ὁ δοῦλος γένοιτο δεσπότης ἢ ὁ δεσπότης δοῦλος. δύναται δὲ τὸ ἐν τοῖς ἑαυτοῦ πάθεσι σημαίνειν τὸ ἐφεξῆς μέλλον ῥηθῆναι, ὅπερ καὶ ἤδη προτεθεώρηται· ἐν γὰρ τῇ εἰς ἄλληλα μεταβολῇ τῶν στοιχείων
κοινὸν μέν τι ὑπομένει, φησίν, αἰσθητόν, ἀλλ’ εἰς ὃ καὶ καθ’ ὃ ἡ μεταβοὴ οὐκ ἔστ’, πάθος τοῦ ὑπομένοντος. οἷον ἐν τῇ εἰς ὕδωρ μεταβολῇ 259 τοῦ ἀέρος κοινὸν μὲν ὑπομένει τὸ διαφανὲς αἰσθητὸν ὄν, οὐ μὴν τοῦ 260 διαφανοῦς οὔτε τοῦ ὑγροῦ πάθος ἐστὶ καθ’ ὃ ἡ μεταρολὴ τῷ ἀέρι εἰς τὸ
ὕδωρ γίνεται, τὸ θερμὸν δὲ καὶ ψυχρὸν ἡ μεταβολή. τὸ δὲ ἐφεξῆς εἰρημένον πρόδηλον ἐστι· τὰ γὰρ κατὰ τὰ πάθη μεταβάλλοντα ἢ κατὰ
τὰ ἐναντία καὶ ἄκρα πάθη ὧν ἔχει μεταβάλλει ἢ κατὰ τὰ μεταξύ. καὶ αὐτὰ δὲ τὰ μεταξὺ τῶν ἐναντίων μετέχοντα κατὰ τὰ ἐναντία ποιεῖται τὴν μεταβολὴν· τὸ γὰρ φαιὸν μετέχον λευκοῦ καὶ μέλανος, εἰ μεταβάλοι εἰς μέλαν, οὐχ ᾖ μετέχει τοῦ μέλανος, ἀλλ’ ᾗ τοῦ λευκοῦ μετέχει τὴν εἰς
τὸ μέλαν ποιεῖται μεταβολήν.
261
καὶ κατ’ οὐσίαν δηλοῦν μεταβολήν.
ὀλίγου· ἀφῇ δὲ ἀναίσθητον τὸ μὴ στερεὸν μηδὲ ἀντιτυπίαν ἔχον φησίν,
ὥσπερ καὶ τὸ ταῦτα ἔχον αἰσθητὸν ἀφῇ, ὡς ἔχει γῆ καὶ ὕδωρ πρὸς ἀέρα.
τῶν εἰς τὰ ἐναντία μεταβαλλόντων, ἐὰν κοινόν τι πάθος ὑπομείνῃ, ὡς ἐπὶ τοῦ ὕδατος καὶ ἀέρος * * * ἡ γὰρ ὕλη εἰς τὰ ἐναντία μεταβάλλει ἀὴρ 264 καὶ ὕδωρ γινομένη· εἰς θερμὸν γὰρ καὶ ψυχρόν, ἅπερ ἐναντία τυγχάνει. 265 ἐναντίωσιν δὲ ἢ τὰ σώματα ὑπὸ ἐναντίων διαφορῶν εἰδοποιούμενα εἴρηκεν,
ἢ ἐναντίωσιν μὲν ἄκουε αὐτὰς τὰς ἐναντίας διαφοράς, πάθος δὲ ὃ θάτερόν ἐστι μέρος τῆς ἐναντιώσεως, ὅπερ τὸ αὐτὸ μένει ἔν τε τῷ γινομένῳ καὶ
τῷ φθαρέντι. κοινῶς δὲ εἰπὼν ἐπὶ τοῦ ἀέρος καὶ τοῦ ὕδατος τὸ εἰ ἄμφω διαφανῆ, ἐπήνεγκε τὸ ᾗ ψυχρά, οὐχ ὡς τοῦ ἀέρος ψυχροῦ τὴν φύσιν ὄντος, ἀλλ’ ὡς ἐπὶ παραδείγματος τὸν λόγον προαγαγών. ἀληθέστερον δὲ ἦν εἰπεῖν ‘ᾖ ὑγρά᾿ ἄμφω γὰρ ὑγρά. δυνατὸν δὲ τὸ ᾗ ψυχρὰ ὡς ἐν ὑποδείγματι εἰς ἕτερα στοιχεῖα τοῦ λόγου μεταβαίνοντος ἀκούειν, ὡς
ἐπὶ γῆς καὶ ὕδατος· ἄμφω γὰρ ψυχρά. ἐν τῇ εἰς ἄλληλα οὖν τούτων
μεταβολῇ ὑπομένει τὸ ψυχρόν.
κατὰ θερμὸν δὲ καὶ ψυχρὸν δηλονότι, οὐκ ἔστι πάθος τοῦ μεταβάλλοντος καθ’ αὑτό. ἔστι δὲ τὸ μεταβάλλον τὸ διαφανές. τὸ γὰρ θερμὸν καὶ ψυχρὸν πάθος οὐκ ἂν λεχθείη τοῦ διαφανοῦς εἶναι, εἰ μὴ κατὰ συμβεβηκός, τῷ αὐτά, τό τε θερμόν φημι καὶ τὸ ψυχρόν, τῇ αὐτῇ ὑπάρχειν ὕλῃ. ὅταν γὰρ πάθος καθ’ αὑτὸ ὑπάρχῃ τοὐ μεταβάλλοντος τὸ καθ’ ὃ γίνεται
ἡ μεταβολή, ἀλλοίωσίς ἐστι τηνικαῦτα, ὡς ἔχει ἐπὶ τοῦ μουσικοῦ ἀνθρώπου καὶ ἀμούσου. κἀνταῦθα γάρ, εἰ μὴ τὸ μουσικὸν πάθος καθ’ αὑτὸ
ὑπῆρχε τοῦ ἀνθρώπου, ἀλλ’ ἦν κατὰ συμβεβηκὸς τῷ εἶναι ἐκείνου πάθος οὗ καὶ ἄνθρωπος πάθος ὑπῆρχεν, ὥσπερ τὸ θερμὸν καὶ τὸ ψυχρὸν τοῦ διαφανοῦς ἐλέγετο ὑπάρχειν, οὐκ ἦν ἄν ἀλλοίωσις ἡ ἐκ μουσικοῦ εἰς ἄμουσον
μεταβολή, ἀλλὰ γένεσις, καθάπερ ἡ ἐξ ἀέρος εἰς ὕδωρ μεταβολή. νῦν δὲ ἐπειδὴ ἀνθρώπου πάθος καθ’ αὑτὸ τὸ μουσικὸν καὶ τὸ ἄμουσον, τοῦ μὲν ἀνθρώπου ἀλλοίωσις ὑπάρχει ἡ κατὰ τὸ μουσικὸν καὶ ἄμουσον μεταβολή, τοὐ δὲ ὅλου τούτου τοῦ μουσικοῦ ἀνθρώπου καὶ ἀμούσου ἀνθρώπου 267 γένεσις καὶ φθορά· τὶς γὰρ γένεσις ἡ ἀλλοίωσις ἐλέχθη εἶναι.
φθορά᾿, εἶθ’ ὕστερον τὸ ‘διὸ ἀλλοίωσις ταῦτα᾿ ἡ γὰρ τοῦ μουσικοῦ 268 καθὸ μουσικός ἐστι γένεσις λεγομένη ἀλλοίωσίς ἐστιν. ἴσως δὲ καὶ κατὰ 16v γραφικὸν πταῖσμα παρεντεθὲν τὸ διὸ ἀλλοίωσις ταῦτα αἴτιον ἀσαφείας γέγονε, καὶ χωρὶς αὐτοῦ τῆς διανοίας σῳζομένης.
μεταβολὴ τοῦ ὑποκειμένου καὶ αἰσθητοῦ ἀλλοίωσις, ὡς ἄν τις ἐκ τῶν προειρημένων ἔδοξεν ἀκούειν. καὶ γὰρ τὸ τηλικούτῳ αὐτῷ εἶναι συμβεβηκός ἐστι, καὶ ἡ κατὰ τοῦτο ἐναντίωσις μέγεθός ἐστι καὶ σμικρότης, ταῦτα δὲ τοῦ ποσοῦ, οὐ τῆς ποιότητος. εἰ οὖν κατὰ τὴν ἐν τῷ ποσῷ
ἐναντιότητα μεταβάλλει τὸ ὑποκείμενον αἰσθητὸν ὄν, αὔξησις καὶ μείωσις
ἡ τοιαύτη μεταβολή· εἰ δὲ κατὰ πάθος καὶ κατὰ τὴν παθητικὴν ποιότητα γένοιτο ἡ μεταβολή, ἀλλοίωσις· εἰ δὲ καὶ κατὰ τόπον καὶ τὴν κατὰ τοῦτον ἐναντίωσιν, φορὰ ἡ τοιαύτη ἔσται μεταβολή. ταῦτα μὲν οὖν τὰ καθ’ ἃ γέγονεν ἡ μεταβολή, ὑπομενούσης τῆς αἰσθητῆς οὐσίας ἡστινοσοῦν, συμβεβηκότα
ὑπάρχει· ὅταν δέ, φησί, μηδὲν ὑπομένῃ αἰσθητὸν οὗ πάθος ἢ συμβεβηκός τί ἐστι καθ’ ὃ ἡ μεταβολὴ γέγονε τὸ γὰρ θάτερον τὸ καθ’ ὃ ἡ μεταβολὴ γίνεται σημαίνει), τότε γένεσίς ἐστι καὶ φθορά.
270
σημαινομένου. κυρίως μὲν γάρ, φησίν, ὕλη λέγεται τὸ τῇ οὐσίᾳ ὑποκείμενον καὶ τῇ κυρίως γενέσει καὶ φθορᾷ, ἤδη δὲ καὶ πᾶν ὕλη ἐστὶν ἐκείνου ᾧτινι εἰς μεταβολὴν ὑπόκειται. ὡς γὰρ τοῦ γίνεσθαι μετέχει πάντα τὰ μεταβάλλοντα, οὕτως καὶ ὕλης· τὸ γὰρ ἐναντίων τινῶν ἐπιδεκτικὸν ὕλη ἐκείνου. ταύτῃ ἄρα καὶ ἡ κατ’ ἐνέργειαν οὐσία καὶ ἡ αἰσθητή, ὕλη ἐστὶν
ἀλλοιώσεως καὶ αὐξήσεως καὶ φθορᾶς, ὥσπερ προείρηται.
καὶ ἀλλοιώσεως.
272 λῶν διαφέρουσι, μέτεισιν ἐπὶ τὸν περὶ αὐξήσεως λόγον, ὅσπερ ἐστὶ τρίτος 273 τρόπος μεταβολῆς. δύο δέ ἐστιν ἃ προτίθεται ζητῆσαι, τίνι τε διαφέρει τῶν ἄλλων μεταβολῶν ἡ αὔξησις καὶ ἡ μείωσις, καὶ πῶς αὔξεται τὰ αὐξόμενα· ἐν ᾧ ζητήσει τίς ἡ ὑποκειμένη ὕλη τῇ αὐξήσει, καὶ πῶς ἡ προσθήκη
γίνεται τῷ αὐξανομένῳ, καὶ τί τὸ αὐξόμενον, καὶ τί τὸ αὖξον. ἀλλὰ πρῶτον νὺν προτίθεται εἰπεῖν πῇ διαφέρει γενέσεως καὶ ἀλλοιώσεως, προϊὼν δὲ καὶ τῆς κατὰ τόπον μεταβολῆς διακρίνει, εἰ καὶ μὴ κατὰ πρῶτον λόγον, ἀλλ’ οἱονεὶ κατὰ πάρεργον. ὁ γὰρ περὶ τῆς κατὰ τόπον μεταβολῆς λόγος οὐκ ἴδιος τῆς Περὶ γενέσεως καὶ φθορᾶς πραγματείας, διὸ
μᾶλλον εὐκαιρότερον ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ τέλειον τὸν περὶ αὐτῆς
ἀποδέδωκε λόγον. ζητεῖ δὲ πότερον καθ’ ἕν τι μόνον διαφέρει αὔξησις γενέσεως καὶ ἀλλοιώσεως ἢ κατὰ πλείονα. ἵνα δὲ τοῦτο γνῶμεν, εἰδέναι χρὴ ὡς τῶν ποιητικῶν τεχνῶν αἱ μὲν κατὰ τὴν ὕλην μόνον διαφέρουσιν ἀλλήλων, οὐ μὴν κατ’ εἶδος, ὡς χαλκευτικὴ καὶ ἀργυροχοϊκή (ὕλης
διαφόρου οὖσαι, τῇ μὲν γὰρ χαλκὸς ὑπόκειται τῇ δὲ ἄργυρος, τοῦ αὐτοῦ σχεδὸν εἴδους εἰσὶ δημιουργικαί· ἑκατέρα γὰρ ξέστην φέρε ποιεῖ καὶ πινάκιον καὶ τὰ παραπλήσια), αἱ δὲ κοινωνοῦσαι κατὰ τὴν ὕλην | διαφέρουσι 274 κατ’ εἶδος, ὡς τεκτονικὴ καὶ ναυπηγική (ὕλη μὲν γὰρ ἀμφοῖν κοινὴ τὰ ξύλα, εἶδος δὲ ἡ μὲν τὸ τοῦ πλοίου ποιεῖ ἡ δὲ τὸ τῆς θύρας ἢ τὸ τοῦ
ἀβακίου), αἱ δὲ καὶ ὕλῃ διαφέρουσι καὶ εἴδει, αἵτινες καὶ πάντῃ κεχωρισμέναι εἰσίν, ὡς τεκτονικὴ καὶ ἰατρική· ἡ μὲν γὰρ ὕλην ἔχει τὰ ξύλα ἡ δὲ τὰ ἀνθρώπινα σώματα, καὶ ἡ μὲν τὸ τῆς θύρας ἢ τὸ τοῦ θρόνου εἶδος ποιεῖ ἡ δὲ τὴν ὑγίειαν τῶν ἡμετέρων σωμάτων. δεῖ τοίνυν περὶ
γενέσεως καὶ αὐξήσεως τίνι διαφέρουσι ζητοῦντα ἰδεῖν * * * ἢ κατ’
ἄμφω διαφέρουσι καὶ κατὰ τὴν ὕλην καὶ κατὰ τὸ εἶδος. φημὶ οὖν ὅτι πᾶσαι αἱ μεταβολαὶ καὶ κατ’ ἄμφω ἀλλήλων διαφέρουσιν. ὕλῃ μὲν γὰρ διαφέρουσι, διότι ἄλλη ἐν ἄλλῃ κατηγορίᾳ ὑφίσταται· ἡ μὲν γὰρ αὔξησις καὶ μείωσις ὑπὸ τὸ ποσόν, ἡ δὲ γένεσις περὶ οὐσίαν, ἀλλοίωσις δὲ περὶ τὸ ποιόν. ὅπερ ἐσήμανεν εἰπὼν ἐν τῷ περὶ ὅ· περὶ τοῦτο γὰρ ἕκαστον
τῶν μεταβαλλόντων μεταβάλλει, ὑφ’ ὃ ὁ τρόπος τῆς μεταβολῆς ἀνάγεται·
οἷον τὸ γινόμενον καὶ φθειρόμενον περὶ οὐσίαν δηλονότι μεταβάλλει, ὑφ’ ἣν καὶ ἡ γένεσις καὶ ἡ φθορὰ ἀνάγεται. οὕτως δὲ κἀπὶ τῶν ἄλλων. αὕτη μὲν ·οὖν προφανὴς αὐτῶν ἡ διαφορά. ὅτι δὲ καὶ κατ’ εἶδος διαφέρουσι, παντὶ δῆλον. τῆς μὲν γὰρ γενέσεως εἶδος τὸ εἰς οὐσίαν ἀγαγεῖν τὸ γινόμενον,
τῆς δὲ ἀλλοιώσεως τὸ μεταβολὴν κατὰ τὰς παθητικὰς ἐργάσασθαι ποιότητας, οἷον θερμᾶναι ἢ ψῦξαι ἢ ἐρυθρὸν ἢ λευκὸν ποιῆσαι ἤ τι τῶν 275 παραπλησίων, τῆς δὲ κατὰ τὸ ποσὸν προσθεῖναι τῷ μεγέθει ἢ ὑφελεῖν, 276 τῆς δὲ κατὰ τόπον τὸ ἄνω ποιῆσαι ἢ κάτω ἢ κατά τινα τῶν ἄλλων διαστάσεων.
ταῦτα μὲν οὖν ὡς ὡμολογημένα παρῆκε. ζητεῖ δὲ μήποτε καὶ ὁ τρόπος τῆς μεταβολῆς διαφέρει, ὁ τῆς αὐξήσεως τοῦ τῆς γενέσεως καὶ
ἀλλοιώσεως. φησὶ δὲ καὶ κατὰ τοῦτον διαφέρειν ἀλλήλων τὰς μεταβολάς, καὶ τὴν διαφορὰν προστίθησι. τὸ μὲν γὰρ ἀλλοιούμενον οὐκ ἐξ ἀνάγκης μεταβάλλει κατὰ τόπον· οὐ γὰρ ἐν τῷ ἀλλοιοῦσθαι μετέρχεται τόπον. τὸ γὰρ ἐν τῇ Φυσικὴ ἀποδεδειγμένον, ὅτι χρὴ πάντως τὴν κατὰ τόπον μεταβολὴν
προηγήσασθαι καὶ ἀλλοιώσεως καὶ τῶν ἄλλων μεταβολῶν, ἄλλο τί
ἐστι παρὰ τὸ νῦν διδασκόμενον. ἐκεῖ μὲν γὰρ ἐλέγετο ὅτι ἀνάγκη ἐπὶ πάσης μεταβολῆς κατὰ τόπον τινὰ κίνησιν γενέσθαι, οὐ πάντως αὐτοῦ τοῦ ἀλλοιουμένου ἢ γινομένου, ἀλλ’ ἄλλου τινός, οἷον τοῦ ἀλλοιοῦντος (δεῖ γὰρ τὸν ἥλιον κατὰ τόπον κινηθῆναι, ἵνα ἀλλοιώσῃ τὸν περὶ ἡμᾶς ἀέρα), νῦν δὲ ὁ λόγος φησὶν ὅτι ἐν τῷ ἀλλοιοῦσθαι τὸ ἀλλοιούμενον οὐκ ἐξ
ἀνάγκης αὐτὸ τόπον ἐκ τόπου ἀμείβει. ὡσαύτως δὲ οὐδὲ τὸ γινόμενον καὶ
φθειρόμενον ἐξ ἀνάγκης μεταβάλλει κατὰ τόπον· οὐδὲ γὰρ τὸ ψιμύθιον ἐκ μολίβδου γινόμενον μεταλλάττει τὸν τόπον, οὐδὲ τὸ γάλα ἐξ αἵματος γεννώμενον, οὐδὲ ἄλλα πολλὰ τῶν τοιούτων. τὸ δὲ αὐξόμενον καὶ φθῖνον ἐξ ἀνάγκης καὶ κατὰ τόπον ποιεῖται μεταβολήν, οὐ τῷ τόπον ὅλον ἐκ τόπου
ἀμείβειν, ὥσπερ τὸ φερόμενον, ἀλλὰ τῷ προσεπιλαμβάνειν ἕτερον ἐφ’ ᾧ κατεῖχεν ἐξ ἀρχῆς κατὰ τὰς αὐξήσεις, ἤγουν εἰς ἐλάττονα συστέλλεσθαι κατὰ τὰς φθίσεις, ἐοικὸς κατά γε τοῦτο τῷ ἐλαυνομένῳ. καὶ ἔχεις ἤδη
τὴν αὔξησιν τῆς κατὰ τόπον μεταβολῆς διακεκριμένην. ὥσπερ γὰρ τὸ ἐλαυνόμενον ἐπέχον ὃν ἐξ ἀρχῆς εἶχε τόπον ἐπιλαμβάνει ἕτερον, οὕτως
ἔοικε καὶ τὸ αὐξόμενον κατὰ τόπον μεταβάλλειν. οὐ μὴν ἀλλὰ καὶ τούτου διαφέρει. τὸ μὲν γὰρ ἐλαυνόμενον κατὰ μίαν διάστασιν αὐξῆσαν τὸν τόπον κατὰ τὴν ἑτέραν ἐξ ἀνάγκης μειοῖ, καὶ ἔμπαλιν ἐὰν κατὰ μίαν ἢ δύο διαστάσεις πλείονα ἐπιλάβῃ τόπον, κατὰ τὴν λοιπὴν ἢ τὰς λοιπὰς διαστάσεις ἀνάγκη μεθεῖναι τοῦ προτέρου τόπου· τὸ δὲ αὐξόμενον καὶ μειούμενον
κατὰ τὰς τρεῖς διαστάσεις ὁμοίως ἔχει, ἢ ἐπιλαμβάνον ἕτερον ἢ μειοῦν τὸν ἐξ ἀρχῆς. ἀλλ’ ἆρα, φησί, μὴ τῇ σφαίρᾳ κύκλῳ κινουμένῃ ἔοικε τὸ αὐξόμενον ἐν τῇ κατὰ τόπον μεταβολῇ; ὥσπερ γὰρ τὸ αὐξόμενον ἐν τῷ ἐξ ἀρχῆς τόπῳ μένον μεταβάλλει κατὰ τὰ μέρη, οὕτω καὶ ἡ σφαῖρα δοκεῖ ἔχειν. ἢ καὶ ταύτης διαφέρει; ἡ μὲν γὰρ σφαῖρα ἐν τῷ ἴσῳ τόπῳ ὅλη
μένουσα τὰ μόρια ἔχει μεταβάλλοντα κατὰ τόπον, τὰ δὲ τοῦ αὐξομένου 277 μόρια ἐπὶ πλείω τόπον ἐκτείνεται, εἰς ἔλαττον δὲ συστέλλεται τὰ τοῦ 278 μειουμένου. δῆλον δὲ ὅτι καὶ γενέσεως καὶ ἀλλοιώσεως ἐντεῦθεν διακέκριται.
κριταὶ. οὔτε γὰρ τὸ γινόμενον ἐξ ἀνάγκης τόπον ἀμείβει, τὸ δὲ αὐξόμενον κατὰ τὸν εἰρημένον τρόπον διάφορον ἐπιλαμβάνει τόπον· καὶ τὸ μὲν γινόμενον
ἄλλο γίνεται τὸ δὲ ἀλλοιούμενον ἀλλοῖον, τό γε μὴν αὐξόμενον ἢ φθῖνον οὕτε ἄλλο οὔτε ἀλλοῖον, τῷ ποσῷ δὲ μόνῳ προστίθησιν, ὡς Ἀριστοτέλης ἐν Κατηγορίαις ἔδειξε. τῷ γὰρ τετραγώνῳ γνώμονος περιτεθέντος ηὔξηται μὲν τὸ ὅλον, ἀλλοιότερον δὲ οὐ γέγονεν· ἔμεινε γὰρ πάλιν τετράγωνον.
279
ἐπήγαγεν ἀμφότερα, ἢ ταὐτὸν σημαίνων τῷ πάντα, ἢ ἀμφότερα εἶπεν τό τε κατ’ οὐσίαν μεταβάλλον, δι’ οὗ τὸ γινόμενον σημαίνεται, καὶ
τὸ κατὰ συμβεβηκός, ὅπερ κοινόν ἐστιν αὐξομένου καὶ ἀλλοιουμένου. κοινὸν οὖν φησιν ἐπὶ ἑκάστης τῶν μεταβολῶν τὸ ἐκ δυνάμει τοιούτου εἰς τὸ ἐντελεχείᾳ μεταβάλλειν· ἐκ δυνάμει γὰρ οὐσίας εἰς ἐντελεχείᾳ οὐσίαν ἡ γένεσις, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. τὸ δὲ ἀλλὰ καὶ ὥς, τουτέστι τῷ τρόπῳ τῆς μεταβολῆς.
280
φθίσεως.
(τουτέστι τί τὸ αὖξον καὶ αὐξόμενον), καὶ τίς ὁ τρόπος καὶ αὐτὴ ἡ ἐνέργεια καθ’ ἣν ἡ αὔξησις γίνεται. καὶ πρότερον ζητεῖ τί ποτέ ἐστι τὸ 281 ποσὸν τοῦτο ὅπερ ὕλη τῆς αὐξήσεως γίνεται, πότερον δυνάμει σῶμα καὶ μέγεθος ἐνεργείᾳ δὲ ἀσώματόν τε καὶ ἀμέγεθες, ἢ ἐνεργείᾳ σῶμα, ὅπερ ἀκόλουθον ὂν ἐπαγαγεῖν παρῆκεν ὡς ἐξ ἀνάγκης προσυπακουόμενον. καὶ
δείκνυσι κατὰ πάντα τρόπον ἀδύνατον ὂν δυνάμει μὲν εἶναι σῶμα ἐντελεχείᾳ δὲ ἀσώματον, ὡς ὑπολείπεσθαι ἐξ ἀνάγκης τὸ ἕτερον, τὸ ἐνεργείᾳ 282 εἶναι σῶμα τὴν τῆς αὐξήσεως ὕλην. εἰ γάρ, φησί, δυνάμει σῶμα ἐνεργείᾳ 283 δὲ ἀσώματον λέγοιμεν εἶναι τὸ ἐξ οὗ ἡ κατὰ ποσὸν μεταβολὴ γίνεται,
ἀνάγκη τοῦτο ἢ αὐτὸ καθ’ αὑτὸ ὑφεστηκέναι χωριστὴν ἔχον φύσιν, ἢ ἐν ἑτέρῳ τινὶ εἶναι σώματι. εἰ μὲν οὖν ἐνεργείᾳ χωριστὸν εἴη μὴ ὂν σῶμα,
ἢ στιγμὴ ἢ κενὸν ἔσται τόπον μηδένα κατέχον, ἢ σῶμα οὐκ αἰσθητόν, τουτέστι μηδεμίαν ἔχον αἰσθητὴν διαφοράν. τὸ μὲν οὖν στιγμὴν ἢ κενὸν ὑποτίθεσθαι προφανὲς ἔχει τὸ ἀδύνατον. οὔτε γὰρ αὐτὸ καθ’ αὑτὸ ὑποσταίη ἄν σημεῖον ἢ κενόν (ἀποδέδεικται γὰρ μὴ εἶναι κενὸν ὅλως, καὶ τὸ σημεῖον ἀεὶ ἐν σώματι καὶ μεγέθει ἔχει τὸ εἶναι), ἄλλως τε δὴ ἄτοπον
ἐκ σημείου φάσκειν τὸ μέγεθος αὔξεσθαι· καὶ οὕτως γὰρ πάλιν κενὸν εἰσάξομεν. εἰ γὰρ τὸ αὐξόμενον μείζονα ἐπιλαμβάνει τόπον, δῆλον ὅτι ὁ τόπος ὃν ἐπελάβετο αὐξηθὲν ἢ κενὸς ἦν πρὸ τούτου, καὶ οὕτως πάλιν ἐνεργείᾳ τὸ κενὸν ἔσται, ἢ ἔσται σῶμα μὴ ὃν ἐν τόπῳ, ὧν ἑκάτερον ἀδύνατον. πῶς δ’ ὅλως τὸ σημεῖον τῷ αὐξομένῳ προστεθὲν μεῖζον τὸ ὅλον
ἐποίησεν; εἴπομεν γὰρ πολλάκις ὡς μυρία ἀμερῆ ἐπισυντιθέμενα ἀλλήλοις
μέγεθος οὐ ποιήσει. ὅλως δὲ τὸ σημεῖον δυνάμει σῶμα οὐκ ἔστι, σώματος δέ τι. οὔτε ἄρα κενὸν οὔτε στιγμὴν ἐνδέχεται εἶναι τὸ ἐξ οὗ ἡ αὔξησις γίνεται, ὅπερ δυνάμει εἶναι σῶμα ὑπόκειται. εἰ δὲ οὐκ αἰσθητὸν εἴη ἀλλ’ ἄποιον σῶμα, ὁποῖόν ἐστι τὸ τριχῇ διαστατόν, ἀνάγκη τοῦτο ἐν
τόπῳ εἶναι· πᾶν γὰρ σῶμα ἐν τόπῳ ἐστί. καὶ ἄλλως ἐπεὶ καὶ τὸ ᾧ προσκρίνεται τόπον τινὰ προσλαμβάνει, καὶ τὸ προσκριθὲν ἄρα τόπον τινὰ ἐπεῖχε καὶ ἄποιον ἦν, καὶ διὰ τοῦτο ἀναίσθητον· οὐδὲ γὰρ ἡ πεποίωται καὶ αἰσθητά ἐστι τὰ σώματα, ἐν τόπῳ ἐστίν (ἀσώματοι γὰρ καὶ ἀμεγέθεις
αἱ ποιότητες), ἀλλ’ ᾗ τριχῆ διαστατά ἐστιν. ὥστε κἄν μὴ αἰσθητόν τι
εἴη σῶμα μηδὲ ποιότητος μετέχῃ, ἐν τόπῳ εἶναι αὐτὸ ἀνάγκη. τῷ γὰρ σώματι τὸ εἶναι ἐν τόπῳ παρὰ τοῦ διαστήματος ὑπάρχει· ἀπὸ μὲν γὰρ τῆς ποιότητος ἡ τῶν τόπων διαφορὰ τοῖς σώμασιν ὑπάρχει (διὰ ταύτας γὰρ τὰ μὲν ἄνω ἐστὶ τὰ δὲ κάτω), τὸ δὲ ὅλως ἐν τόπῳ εἶναι ἀπὸ τοῦ διαστήματος· ἴσον γὰρ δεῖ τὸ ἐν τόπῳ σῶμα εἶναι τῷ περιέχοντι αὐτὸ
τόπῳ, τὸ δὲ ἴσον τοῦ ποσοῦ. ἀνάγκη ἄρα, κἄν ἄποιον εἴη τι σῶμα καὶ ἀναίσθητον, ἐν τόπῳ εἶναι. πάλιν δ’ αὖ εἰ ἐν τόπῳ εἴη, ἀνάγκη πᾶσα ἢ
ἄνω εἶναι ἢ κάτω, καὶ ἢ κατὰ φύσιν ἐν ἑκατέρῳ ἢ παρὰ φύσιν, καὶ οὕτως ἕν τι τῶν πεποιωμένων εἶναι σωμάτων. εἶπον γὰρ ὡς ἀπὸ τῆς ποιότητος ἔχουσι τὰ σώματα τὸ ἢ ἄνω εἶναι ἢ κάτω, καὶ ἐν ἑκατέρῳ ἢ
κατὰ φύσιν ἢ παρὰ φύσιν. ἄνω μὲν οὖν ὑπάρχον κατὰ φύσιν ἢ ἀὴρ ἔσται ἢ πῦρ, παρὰ φύσιν δὲ ὕδωρ ἢ γῆ. ὡσαύτως καὶ εἰ κάτω εἴη, 284 ἢ κατὰ φύσιν ἄν γῆ ἢ ὕδωρ ἔσται, ἢ παρὰ φύσιν ἀὴρ ἢ πῦρ ὑπάρχει. 285 εἰ δὲ τοῦτο, οὐκέτι ἄποιον ἔσται σῶμα, ἀλλ’ αἰσθητόν τε καὶ τῶν τεσσάρων
ἕν τι. ταῦτα δὲ ὡς σαφῆ ὄντα παρῆκεν ὁ Ἀριστοτέλης. ἀδύνατον ἄρα ἄποιον εἶναι σῶμα ὡς χωριστὸν ὂν τὸ τῇ αὐξήσει ὡς ὕλη ὑποκείμενον.
τῆς αὐξήσεως ὕλη, ἥτις καὶ δυνάμει σῶμα ὑπόκειται, ἀνάγκη πάλιν ἤτοι ὡς μηδὲν οὖσαν ἐκείνου τοῦ ἐν ᾧ ἐστι μήτε μέρος μήτε πάθος ἐν αὐτῷ εἶναι μηδὲ συντελοῦσαν αὐτῷ τι πρὸς τὸ εἶναι, ἢ οὖσαν ἐκείνου μέρος ἢ ἁπλῶς τι. εἰ μὲν οὖν ἔν τινι ἐνεργείᾳ ὄντι φαίη τις αὐτὴν ὑπάρχειν μηδὲν οὖσαν τῆς ἐκείνου οὐσίας τοῦ ἐν ᾧ ἐστιν, οἷον ὡς ἐν ἀγγείῳ περιεχομένην,
συμβήσεται ἐκκρινομένης ταύτης τοῦ ἐν ᾧ ἐστι γίνεσθαι τὸ γινόμενον ἐξ αὐτῆς, κατὰ μηδὲν μεταβάλλοντος τοῦ ἐν ᾧ ἐστιν, ὡς εἴ τις φαίη ἐξ ὕδατος ἀέρα γίνεσθαι οὐ μεταβάλλοντος τοὐ ὕδατος, ἀλλ’ ὕλης
τινὸς ἐκ τοὐ ὕδατος ἐκκρινομένης ἣν περιεῖχεν ἐν ἑαυτῷ ὡς ἐν ἀγγείῳ τὸ ὕδωρ. κατὰ δὲ τοῦτον τὸν λόγον τὸν οὕτω φάσκοντα ἔν τινι τὴν ὕλην
εἶναι, μὴ οὖσαν ἐνεργείᾳ σῶμα μηδὲ συμπληροῦσαν τὸ ἐν ᾧ ἐστι μηδὲ μέρος τι αὐτοῦ οὖσαν μηδὲ τόπον τινὰ τοῦ ὅλου ἀποτεμομένην, οὐδὲν κωλύει καὶ δευτέραν ἐν τῷ αὐτῷ οὕτως ὕλην ὑποτίθεσθαι καὶ πάλιν ἄλλην καὶ ἄλλην, καὶ οὕτως ἐπ’ ἄπειρον. εἰ δὲ μηδὲν κωλύει ἀπείρους ἐν τῷ αὐτῶ ὕλας ὑποθέσθαι, ἔσται ἐν τῷ αὐτῷ ἄπειρα κατ’ ἐνέργειαν,
ὅπερ παντάπασιν ἀδύνατον. καὶ τὸ κενὸν δὲ οὐδὲν ἧττον ἐκ ταύτης τῆς ὑποθέσεως εἰσαχθήσεται. τὸ γὰρ ἐκ τῆς ὕλης προστεθὲν τῷ αὐξομένῳ σῶμα τόπον δηλονότι κατείληφε· πᾶν γὰρ σῶμα ἐν τόπῳ ἐστίν. οὗτος οὖν δῆλον ὅτι κενὸς ἦν πρότερον, εἰ μή τις ὑπόθοιτο ὥσπερ ἐκ τοῦ δυνάμει σώματος εἰς τὸ ἐνεργείᾳ σῶμα μεταβάλλειν τὴν ὕλην, οὕτως καὶ
ἐκ τοῦ ἐνεργείᾳ σώματος φθειρομένου εἰς τὸ δυνάμει σῶμα μεταβολὴν γίνεσθαι. ἀλλ’ οὐχ ὁρᾶται οὐδεμία μεταβολή, οὔτε ἐκ μὴ σώματος γινομένη
οὔτε εἰς μὴ σῶμα. ἀλλ’ οὐδ’ ὁρᾶται τὰ γινόμενα οὕτως ἐξ ἀλλήλων γινόμενα ὡς ὑπομένειν ἐκεῖνο ἀπαθὲς ἐξ οὗ ἡ τοῦ γινομένου ὕλη ἐκκρίνεται, ἀλλ’ ὅλου ἐκείνου μεταβάλλοντος καὶ ἐπὶ γενέσεως
καὶ αὐξήσεως. οὐδὲ γὰρ ὑπομένοντος τοῦ ὕδατος ὁ ἀὴρ ἐξ αὐτοῦ γίνεται, ἀλλ’ ὅλου φθειρομένου, οὐδ’ ὁ ἄρτος μένει ἐν τῇ ἐξ αὐτοῦ τῶν σωμάτων τῶν ἡμετέρων αὐξήσει, οὐδὲ τοῦ ὕδατος τοῦ τρέφοντος τὰ 286 φυτὰ καὶ αὔξοντος ὑπομένοντος αὔξεται ἐκεῖνα. ἀδύνατον ἄρα οὕτως 287 εἶναι ἔν τινι τὸ αὖξον | ὡς μηδὲν αὐτοῦ εἶναι κατ’ ἐνέργειαν. λείπεται 288 ἄρα μέρος εἶναι τοῦ ἐν ᾧ ἐστι τὸ αὖξον, ἐξ οὗ ἀποτεμνόμενον καὶ προσχρινόμενον τῷ αὐξομένῳ, οὕτως αὐτὸ αὔξειν. εἰ δὲ τοῦτο, ἐνεργείᾳ ἔσται
σῶμα καὶ μέγεθος τὸ ὑποκείμενον τῇ κατὰ αὔξησιν μεταβολῇ, ὅπερ ἔδει δεῖξαι ἐξ ἀρχῆς ἀληθὲς ὑπάρχον. εἰ δέ τις φαίη ἔν τινι αὐτὴν εἶναι, μήτε ὡς κεχωρισμένην καὶ μηδὲν οὖσαν ἐκείνου μήτε μέρος σωματικὸν
ὑπάρχουσαν, ἀλλ’ οἷόν ἐστιν ἡ ἀνείδεος ὕλη τοῦ ἐνεργείᾳ σώματος καὶ εἰδοπεποιημένου (καὶ αὕτη γὰρ δυνάμει μέν ἐστι σῶμα καὶ μέγεθος
ἐνεργείᾳ δὲ ἀσώματος, ἐν τῷ κατ’ ἐνέργειαν σώματι τὸ εἶναι ἔχουσα ὡς ὑποκείμενον αὐτοῦ καὶ ὕλη), εἰ τοῦτό τις λέγοι, γινωσκέτω ὡς οὐκ αὐξήσεως ὕλην εὗρεν, ἀλλὰ γενέσεως καὶ φθορᾶς. διαφέρει δὲ γένεσις αὐξήσεως, καθὼς προείρηται. ἡ μὲν γὰρ ὕλη τῆς γενέσεως ἡ ὄντως ἐστὶν ὕλη ἡ ἀνείδεος καὶ ἀμεγέθης, ἡ δὲ τῆς αὐξήσεως τὸ πεποσωμένον σῶμα·
ὅθεν ἐπὶ μὲν γενέσεως ἐνδέχεται τὴν αὐτὴν ὕλην καὶ ἐλάττον’. καὶ μείζονι
ὄγκῳ ὑποκεῖσθαι (τὸ γὰρ ξεστιαῖον ὕδωρ φθειρόμενον πολλαπλασίονα τῷ ὄγκῳ ποιεῖ ἀέρα), ἐπὶ δὲ αὐξήσεως οἷος ἄν ᾖ ὁ τοῦ προστιθεμένου ἐκ τῆς τροφῆς μετὰ τὴν ἀναπλήρωσιν τοῦ διαφορηθέντος, τοσοῦτο μέγεθος ἀνάγκη καὶ τὸ αὐξόμενον αὔξεσθαι. γίνεται μὲν γὰρ καὶ ἐπὶ τῆς αὐξήσεως
γένεσις πρότερον, ὡς ὅταν τὴν τροφὴν τὴν ἐν τῇ γαστρὶ χυλοποιηθεῖσαν δεξάμενον τὸ ἧπαρ αἷμα ποιήσῃ. ἀλλὰ τὸ γενόμενον ἤδη αἷμα προσκριθὲν μετὰ τοσοῦδε ὄγκου τοῖς μορίοις καὶ προσφυὲν αὐτοῖς καὶ ἐξομοιωθὲν
τῇ προσθήκῃ αὑτοῦ τὴν αὔξησιν ἐργάζεται. ὥστε πάντως πεποσῶσθαι δεῖ τὴν τῆς αὐξήσεως ὕλην, κἄν προυπάρχῃ αὐτῆς ἡ γένεσις.
289
μεγέθους’ ὅπερ ἦν ἀκόλουθον, ἀλλὰ τὸ αὐτὸ μόριον ἐπιδιαιρεῖ. καὶ παρέλιπε τοῦτο ὡς προσυπακουόμενον ἐξ ἀνάγκης.
γὰρ διαστολὴν σημαίνειν. χρὴ δὲ ἀντὶ τοῦ ‘ἀλλά’ ἐκλαβεῖν αὐτόν, ὡς 291 εῖναι τό ὅλον· ἢ οὐδένα καθέξει τόπον, ἀλλ᾿ οἶον στιγμὴ ἢ κενὸν 292 ἔσται. τινὰ δὲ τῶν ἀντιγράφων οὕτως ἔχει· ἡ οὐδέν καθέξει τόπον· οἷον γὰρ στιγμή τις ἢ κενὸν ἔσται. τὸ δὲ καὶ σῶμα οὐκ αἰσθητόν, ἀντὶ τοῦ ‘ἤ᾿ διαζευκτικοῦ κειμένου. ἰστέον δὲ ὡς εἰπὼν
ἐκ δυνάμει μὲν μεγέθους καὶ σώματος, ἐντελεχείᾳ δ’ ἀσωμάτου καὶ ἀμεγέθους, τοῦτο τὸ σκέλος ὑποδιαιρῶν. ἢ κεχωρισμένης τῆς ὕλης ταύτης, ἢ ἐν ἄλλῳ οὔσης σώματι. χωριστὴ μὲν γὰρ οὖσα, φησίν, ἢ
στιγμὴ ἔσται ἡ κενὸν ἢ σῶμα οὐκ αἰσθητόν. καὶ μὴν τοῦ ἀσωμάτου καὶ ἀμεγέθους ἦν ἡ ὑποδιαίρεσις. πῶς οὖν μόριον τούτου τὸ οὐκ αἰσθητὸν
σῶμα παρείληφεν, ὅπερ καὶ μέγεθός ἐστι;
ἢ σῶμα οὐκ αἰσθητόν), τούτων οὖν, φησί, τὸ μὲν κενὸν ἢ στιγμὴν ὑποτίθεσθαι τὴν ὕλην τῆς αὐξήσεως οὐκ ἐνδέχεται εἶναι (τὰ δύο γὰρ εἰς ἓν ὢ συνεῖλε. πῶς δὲ οὐκ ἐνδέχεται; διότι οὔτε ἐκ σημείου γένοιτο ἄν τι πώποτε, καὶ τὸ μὴ εἶναι κενὸν ἐν τῇ Φυσικῇ ἀποδέδεικται), τὸ δὲ οὐκ αἰσθητὸν σῶμα ἀνάγκη ἐν τόπῳ εἶναι (τὸ γὰρ ἔν τινι εἶναι τὸ ἐν τόπῳ
ἀκουστέον). καὶ πῶς ἀνάγκη προστίθησιν· ἀδύνατον γὰρ τῶν γινομένων τι εἶναι ἐν τόπῳ μὴ καὶ τῶν ἐξ ὧν γίνεται ἐν τόπῳ ὄντων. δοκεῖ δὲ οὗτος ὁ λόγος μὴ ἀφωρισμένως ἀποδεικνύειν τὸ μὴ αἰσθητὸν σῶμα ἐν τόπῳ ὑπάρχον, ἀλλὰ καθόλου ἡρμόσθαι πρὸς πᾶν ὁτιοῦν ὑπόθοιτό τις
ὑποκείμενον εἶναι τῆς κατ’ αὔξησιν μεταβολῆς. εἰ γὰρ τὸ αὐξόμενον
τόπον ἐπιλαμβάνει καὶ ἐν τόπῳ ἐστί, πᾶν δὲ τὸ ἐν τόπῳ γενόμενον ἔκ τινος ὑποκειμένου ἐν τόπῳ τούτου ὄντος καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκὸς γέγονεν, ἀνάγκη τὸ ὑποκείμενον ἐξ οὗ ηὔξηται τὸ αὐξόμενον ἐν τόπῳ εἶναι ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός. ἀλλ’ εἰ μὲν καθ’ αὑτὸ ἐν τόπῳ εἴη, σῶμά ἐστιν ἐνεργείᾳ καὶ αἰσθητόν· εἰ δὲ κατὰ συμβεβηκός, δυνάμει
σῶμά ἐστι καὶ ὕλη ἀνείδεος. διὰ γὰρ τὴν ὕλην προστέθεικε τὸ κατὰ
συμβεβηκός, ἐπειδὴ ἐκ ταύτης γίνεται σῶμα ἐν τόπῳ ὑπάρχον, αὐτῆς 294 μὲν οὔσης ἐν τόπῳ, οὐ καθ’ αὑτὸ δὲ ἀλλὰ κατὰ συμβεβηκός, τῷ τὸ 295 σῶμα ἐν ᾧ ἐστιν ἐν τόπῳ εἶναι. ἀλλ’ ὕλην μὲν ἀνείδεον οὐ δεῖ λέγειν ὑποκείμενον αὐξήσεως· αὕτη γὰρ γενέσει καὶ φθορᾷ ὑπόκειται καὶ οὐκ αὐξήσει, ὡς ἐδείξαμεν· ὑπόλοιπον δὲ σῶμα ἐνεργείᾳ φάσκειν τὸ τῇ αὐξήσει
ὑποκείμενον. ὥστε ἡ εἰρημένη κατασκευὴ κοινῶς ὅλον τὸ ἕτερον μέρος τῆς διαιρέσεως ἀναιρεῖ, τὸ | φάσκον δυνάμει σῶμα καὶ μέγεθος 296 εἶναι τὴν τῆς αὐξήσεως ὕλην, καὶ οὐκ ἰδίως πρὸς τὸ σῶμα οὐκ αἰσθητὸν ἐπενήνεκται. διόπερ ἀμείνων ἴσως ἡ ἑτέρα ἐξήγησις, ἣν ὁ Ἀφροδισιεὺς ἐκτίθεται Ἀλέξανδρος. δυνατὸν γάρ, φησί, τὸ λεγόμενον τοιοῦτον εἶναι·
τούτων δὲ τῶν δύο τρόπων (δύο γὰρ εἴρηνται τρόποι, ὅ τε κεχωρισμένην αὐτὴν καθ’ αὑτὴν ὑποτιθέμενος τὴν ὕλην καὶ ὁ ἔν τινι οὖσαν), τούτων
οὖν τῶν τρόπων κατὰ τὸν ἕνα τὸν κεχωρισμένην ὑποτιθέμενον τὴν ὕλην οὐκ ἐνδέχεται αὐτὴν ἐν τόπῳ εἶναι. οὔτε γὰρ στιγμὴ οὔτε κενὸν ἐν τόπῳ ἔσται, ἀλλ’ οὐδὲ τὸ οὐκ αἰσθητὸν σῶμα, εἴπερ τὸ οὐκ αἰσθητὸν σῶμα τὸ
μαθηματικὸν λέγομεν· τοῦτο γὰρ ἐν ἐπινοίᾳ μόνον ἐστί. κατὰ μὲν οὖν τὸν εἰρημένον τρόπον οὐκ ἐνδέχεται ἐν τόπῳ εἶναι, τὸ δὲ ἀναγκαῖον ἐν τόπω εἶναι τουτέστι ἰτὴν δ’ ὕλην τοῦ αὐξομένου ἀνάγκη πάντως ἐν τόπῳ εἶναι ἤ καθ᾿ αὑτὸ ἢ συμβεβηκός᾿, διὰ τὴν εἰρημένην κατασκευὴν
τὴν φάσκουσαν ἀεὶ γάρ που ἔσται τὸ γινόμενον ἐξ αὐτοῦ. δῆλον
τοίνυν ὡς οὐκ ἂν εἴη ὕλη τοῦ αὐξομένου ἡ κατὰ τὸν ἕνα τρόπον υποτεθεῖσα τὸν δυνάμει τε αὐτὴν εἶναι μέγεθος αὐτήν τε καθ’ αὑτὴν κεχωρισμένην φάσκοντα, διὰ τὸ μὴ δύνασθαι μὲν κατὰ ταύτην τὴν ὑπόθεσιν ἐν τόπῳ εἶναι, χρῆναι δὲ πάντως ἐν τόπῳ εἶναι τὴν τοῦ αὐξομένου ὕλην.
οὕτως ὥστε μὴ ἐκείνου τι εἶναι.
τι πρὸς σύστασιν ἐκείνου τοῦ ἐν ᾧ ἐστιν, ἢ μέρος τι εἶναι ἐκείνου σωματικόν,
ὅπερ τέως παρῆκεν ἀντιδιελεῖν. καὶ δείκνυσιν ἄτοπα ἑπόμενα τῷ φάσκοντι λόγῳ ἔν τινι μὲν εἶναι, μηδὲν δὲ εἶναι ἐκείνου τοῦ ἐν ᾧ ἐστι.
ὑλῶν καὶ ἀπείρων, ὅπερ ἐστὶν ἀδύνατον.
γενέσεως ποιησάμενος τὸν λόγον καὶ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς, νῦν πάλιν δεύτερον τίθησιν ἐπιχείρημα τοῦ αὐτοῦ κατασκευαστικόν, τὴν
ἐνάργειαν ἐπιμαρτυρόμενος. οὐ γάρ, φησίν, ὁρᾶται ἐν τῇ ἐξ ὕδατος εἰς ἀέρα μεταβολῇ ὁ ἀὴρ οἷον ἐκκρινόμενος ἐκ τοῦ ὕδατος, μείναντος ἀμεταβλήτου τοῦ ὕδατος, ἀλλ’ ὅλον τὸ ὕδωρ φθειρόμενον ἐξ οὗ γεννᾶται ὁ ἀήρ.
ὅρα δὲ πάλιν ὅτι περὶ τῆς ὅλης τοῦ αὐξομένου ποιούμενος τὴν ζήτησιν τὸν λόγον ὡς ἐπὶ γενέσεως καὶ φθορᾶς προφέρει, δεικνὺς τὴν ὕλην τοῦ γενομένου οὐκ οὖσαν ἔν τινι οὕτως ὡς μηδὲν οὖσαν τοῦ ἐν ᾧ ἐστιν.
τοῦ ἐν (0 ἐστι, καὶ τὸ δύνασθαι αὐτὴν χωρίζεσθαι τοῦ ἐν ᾧ ὑπάρχει, ἐφεξῆς ὅπερ ἀκόλουθόν ἐστι προστίθησι, φάσκων βέλτιον εἶναι πᾶσιν ὑποτίθεσθαι μὴ δυναμένην χωρίζεσθαι τὴν ὕλην, διὰ τὰ ἐσόμενα ἄτοπα τοῖς χωρίζεσθαι αὐτὴν φάσκουσι μηδὲν μεταβάλλοντος τοῦ ἐξ οὗ ἐχωρίσθη. διὰ τοῦτο τοίνυν φησὶ βέλτιον πᾶσι, τουτέστι πᾶσιν οὕτως λέγειν βέλτιον,
ἢ ὅτι κατὰ πάντα τρόπον βέλτιον. ὥστε εἰ μὲν περὶ τῆς τοῦ αὐξομένου ὕλης ἐστὶν αὐτῷ νῦν ὁ λόγος, ἀχώριστον εἴρηκεν ἀντὶ τοῦ μὴ κεχωρισμένην τοῦ ἐν ᾧ ἐστιν, ἀλλ’ ἐκείνου τι οὖσαν καὶ τοῦτο γεγενημένην ὅπερ ἐστὶ τὸ ἐν ᾧ εἶναι λέγεται, ὥστε μὴ τὸ ὕδωρ ὕλην περιέχειν λέγειν τοῦ ἀέρος, ἀλλ’ αὐτὸ τὸ ὕδωρ ὕλην εἶναι τοῦ ἀέρος. εἴρηται γὰρ ὅτι ἡ
τοῦ αὐξομένου ὕλη οὐκ ἔστι δυνάμει σῶμα, ἀλλ’ ἐντελεχείᾳ, καὶ ἔν τινι οὖσα οὕτως ἐστὶν ὡς ἐκείνου μέρος ὑπάρχουσα τοῦ ἐν ᾧ ἐστιν. εἰ δὲ μὴ περὶ
303 τῆς τοῦ αὐξομένου ὕλης ἐστὶν αὐτῷ ὁ λόγος, ἀλλὰ περὶ τῆς τοῦ γινομένου, 304 τουτέστι περὶ τῆς πρώτης καὶ ἀνειδέου, εἴη ἄν καὶ οὕτως ἀληθὴς ὁ λόγος· ἀχώριστος γάρ ἐστι καὶ αὐτὴ μὴ δυναμένη χωρίζεσθαι τοῦ ἐν ᾧ ἐστι. σύμφωνα δὲ καὶ τὰ ἐφεξῆς ἐπιφερόμενα κατὰ ταύτην τὴν ἔννοιαν· φησὶ
γὰρ οὖσαν τὴν αὐτὴν καὶ μίαν ἀριθμῷ, τῷ λόγῳ δὲ μὴ μίαν. μία γὰρ καὶ <ἡ> αὐτὴ κατ’. ἀριθμὸν τῷ ὕδατι ἡ λόγῳ δὲ οὐχ ἡ αὐτή· ἄλλο γάρ ἐστιν αὐτῇ τὸ ὕλῃ εἶναι καὶ ἄλλο τὸ
ὕδατι. καὶ πρὸς τὴν τοῦ αὐξομένου δὲ ὕλην ὁ αὐτὸς λόγος· ἄλλο γὰρ τὸ ὕδατι καὶ ἄλλο τὸ εἶναι ὕλῃ φυτῷ.
εἶτ’ ἐφεξῆς προεβάλετο ζητῆσαι μήποτε ἔν τινι ὑπάρχει ἤτοι ὡς
μηδὲν οὖσα τοῦ ἐν ᾧ ἐστιν ἢ ὡς οὖσά τι, καὶ ἀποδείξας ὡς οὐχ οἷόν τέ ἐστιν ἔν τινι εἶναι ὡς μηδὲν οὖσαν τοῦ ἐν ᾧ ἐστι (συμβήσεται γάρ, φησίν, αὐτὴν χωρισθῆναι μηδὲν μεταβάλλοντος τοῦ ἐν ᾧ ἐστιν, ᾧπερ πολλὰ ἕψεται ἀδύνατα), καταλέλοιπε τὸ ἕτερον μέρος ἀνεξέλεγκτον, λέγω δὲ τὸ ἔν τινι μὲν ὑπάρχειν εἶναι δέ τι τοῦ ἐν ᾦ ἐστιν, ὡς ἄν ἀληθές τε
ὑπάρχον | καὶ προσυπακούεσθαι δυνάμενον. εἰ δὲ ἔν τινί ἐστιν ἡ τοῦ 305 αὐξομένου ὕλη συντελοῦσα πρὸς σύστασιν τοῦ ἐν ᾧ ἐστιν, ἤτοι ὡς μέρος ἔσται ἐν ὅλῳ ἢ ὡς ὕλη ἀνείδεος ἐν τῷ συνθέτῳ. ἀλλ’ ἡ μὲν ἀνείδεος οὐκ αὐξήσεως, καθάπερ προειρήκαμεν, ἀλλὰ γενέσεως καὶ φθορᾶς ἐστιν ὕλη, νῦν δὲ πρόκειται αὐξήσεως ὕλην ζητῆσαι. λείπεται τοίνυν ὡς μέρος
εἶναι ἐν ὅλῳ. εἰ δὲ τοῦτο, ἐνεργείᾳ ἐστὶ σῶμα καὶ μέγεθος ἡ τοῦ αὐξομένου
ὕλη, ὅπερ ἐξ ἀρχῆς ἐχρῆν δεῖξαι. εἰ δέ τις λέγοι τί δήποτε μέρος φαμὲν ἐν ὅλῳ εἶναι τὴν τοῦ αὐξομένου ὕλην; τί γὰρ μᾶλλον μέρος ἢ ὅλον λέγοιτο εἶναι;’, γινωσκέτω ὡς τὸ προκείμενον ἦν δεῖξαι ἐνεργείᾳ σῶμα καὶ μέγεθος ὑπάρχουσαν τὴν τοῦ αὐξομένου ὅλην καὶ οὐ δυνάμει. τελείαν
δὲ καὶ ἀνελλιπῆ ποιησάμενοι τοῦ ἔν τινι τὴν διαίρεσιν, εὕραμεν ἓν τμῆμα τῆς διαιρέσεως τὸ ὡς μέρος ἐνυπάρχον, ὅπερ ὡς ἀνέλεγκτον προσηκάμεθα, οὐ διὰ τὸ μέρος φάσκειν τοὐ ὅλου τὴν τοῦ αὐξομένου ὕλην (οὐ γὰρ τοῦτο
πρόκειται διαστείλασθαι εἴτε μέρος ἐστὶν εἴτε ὅλον), ἀλλ’ ὡς ἐνεργείᾳ 306 σῶμα εἰσηγούμενον καὶ οὐ δυνάμει τὴν τοῦ αὐξομένου ὕλην· τοῦτο γὰρ 307 ἦν τὸ προκείμενον, οὐδὲν διαφέρον εἴτε ὅλον ἐστὶν εἴτε μέρος.
ὑποθέσθαι ἔν τινι τὴν ὕλην δυναμένην χωρίζεσθαι τοῦ ἐν ᾧ ἐστι μηδὲν ἐκείνου τοῦ ἐν ᾧ ὑπῆρχε μεταβάλλοντος, ὡς ἐπὶ παραδείγματος τῆς γενέσεως καὶ τῆς εἰς τὸν ἀέρα τοῦ ὕδατος μεταβολῆς, ἐπιφέρει λέγων
βέλτιον τοίνυν ποιεῖν πᾶσιν ἀχώριστον τὴν ὕλην. ὅπερ εἰ μὲν ὡς πρὸς τὸ ἐξ ἀρχῆς προκείμενον ἐκλάβοις εἰρημένον, περὶ τῆς τοῦ αὐξομένου
ὕλης ἐστὶν αὐτῷ ὁ λόγος, φάσκοντι χρῆναι τὴν τοῦ αὐξομένου ὕλην ὑποτίθεσθαι μὴ δυναμένην χωρίζεσθαι τοῦ ἐν ᾧ ἐστι, διὰ τὸ αὐτὸ ἐκεῖνο ὑπάρχειν ὅπερ εἶναι λέγεται τὸ ἐν ᾧ ἐστιν, οἷον εἰ τύχοι οὐκ ἐν ὕδατι περιεχομένην, ἀλλ’ αὐτὸ τὸ ὕδωρ οὖσαν τὴν τοὐ ἀέρος ὕλην, τουτέστιν ἐνεργείᾳ οὖσαν σῶμα, ὅπερ ἐστὶν ἀληθές. τῷ μὲν γὰρ
ἀριθμῷ φησίν, οὐδὲν διαφέρει ἡ τοῦ αὐξομένου ὕλη, τουτέστι τὸ ἐνεργείᾳ ὂν σῶμα, οἷον τὸ ὕδωρ τῆς ὕλης τῆς πρώτης τοῦ ὕδατος, ἥτις εἰς τὸ εἶναι ὕδωρ μεταβάλλει. ἡ αὐτὴ γὰρ ἐστι τῷ ἀριθμῷ καὶ τῷ ὑποκειμένῳ, ὡς ἐν τοῖς ἑξῆς πλατύτερον ἀποδειχθήσεται, τῷ λόγῳ δέ, φησίν, οὐ μία· ἄλλος μὲν γὰρ ὁ λόγος τῆς ὕλης καθὸ ὕλη ἐστίν, ἄλλος δὲ καθὸ ὕδωρ
γεγένηται. σύμφωνα δὲ τὰ νῦν τοῖς μετ’ ὀλίγον ῥηθησομένοις παρ’ αὐτοῦ, φάσκοντος τὴν τοῦ αὐξομένου ὕλην τῆς τοῦ γινομένου μὴ εἶναι
ἑτέραν τῷ ἀριθμῷ πλὴν τῷ λόγῳ. ἔνεστι δὲ τὸ βέλτιον πᾶσι ποιεῖν ἀχώριστον οὐχ ὡς πρὸς τὸ ἐξ ἀρχῆς προκείμενον ἐκλαβεῖν, ἀλλ’ ὡς πρὸς τὸ προσεχῶς εἰρημένον. ἐκθέμενος γὰρ ἐξ ἀρχῆς τὴν ὑπόθεσιν τὴν φάσκουσαν
τὴν τοὐ αὐξομένου ὕλην ἔν τινι εἶναι ὡς μηδὲν οὖσαν ἐκείνου τοῦ ἐν ᾧ ἐστιν, ἐπὶ παραδείγματος τῆς γενέσεως ἐσαφήνισε τὸ λεγόμενον εἰπὼν “λέγω δὲ οἷον εἰ γίνεται ἀὴρ ἐξ ὕδατος, οὐ τοῦ ὕδατος ἔσται μεταβάλλοντος, ἀλλὰ διὰ τὸ ὥσπερ ἐν ἀγγείῳ τῷ ὕδατι τὴν ὕλην αὐτοῦ εἶναι’’ . εἶτα μετὰ τοῦτο
τὴν ἀναίρεσιν τῆς τοιαύτης ὑποθέσεως γράφων, τὸ μὴ δύνασθαι ὕλην ὑποθέσθαι
ἔν τινι οὖσαν χωρίζεσθαι δυναμένην αὐτοῦ μηδὲν τοῦ ἐν ᾧ ἐστι μεταβάλλοντος, πάλιν ὡς ἐπὶ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς ποιεῖται τὸν λόγον, ἥτις ἐστὶ γένεσις, ὡς πρὸς τὸ προσεχῶς εἰρημένον ὅπερ ἐν παραδείγματος τάξει ἔγκειται, καθάπερ εἴπομεν, ἐπήγαγε τὸ βέλτιον τοίνυν ποιεῖν πᾶσιν ἀχώριστον τὴν ὕλην, περὶ τῆς τῶν γινομένων
ὕλης τῆς πρώτης καὶ ἀνειδέου τὸν λόγον ποιούμενος. τὴν γὰρ ὕλην,
φησί, τοῦ ἀέρος τὴν ἐν τῷ ὕδατι, ἐξ ἧς ὁ ἀὴρ γίνεται, βέλτιον πᾶσιν ἀχώριστον εἶναι τοῦ ὕδατος ἐν ᾧ ἐστιν. οὐ γὰρ ἑτέρα ἐστὶ τοῦ ὕδατος 308 κατὰ τὸν ἀριθμόν, ἀλλ’ ἡ αὐτὴ καὶ μία, ἡ διαφορὰ δὲ μόνη κτὰ τὸν 309 λόγον· ἄλλο γάρ ἐστι τὸ ὕδατι εἶναι καὶ ἄλλο τὸ ὕλῃ.
εἴρηκε, λαβὼν τοῦτο ὡς ἑπόμενον ταῖς ὑποθέσεσι ταῖς δυνάμει σῶμα καὶ χωριστὴν αὐτὴν καθ’ αὑτὴν τὴν ὕλην τοῦ αὐξομένου ὑποτιθεμέναις. νῦν δὲ ἔοικεν ἀποτείνεσθαι πρὸς τοὺς ἐξ ἐπιπέδων γεννῶντας τὰ σώματα, οἵτινες τῷ μὲν μὴ ἐξ ἀμεγεθῶν ποιεῖν τὰ σώματα πιθανῇ ἐχρῶντο κατὰ τοῦτο
ὑποθέσει (μεγέθη γὰρ καὶ τὰ ἐπίπεδα), οὐ μέντοι γε ἔφευγον τὸ ἀδύνατον. εἰ γὰρ καὶ μεγέθη τὰ ἐπίπεδα, ἀλλ’ οὐκ ἐν τόπῳ. ἀποδέδεικται γὰρ ἐξ ἀρχῆς, ὅτι ὅταν τὸ γινόμενόν πού ἐστιν, ἀνάγκη καὶ τὸ ἐξ οὗ
γίνεται ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκὸς ἐν τόπῳ εἶναι. οὐκ ἔστι δὲ οὐδὲ κατὰ συμβεβηκὸς τὰ ἐπίπεδα ἐν τόπῳ ὑποτίθεσθαι, τῷ προυφεστάναι
τῶν σωμάτων, εἴτε τῷ κατὰ σύνθεσιν τῶν ἐπιπέδων συγκεῖσθαι τὰ σώματα κατὰ Πλάτωνα, εἴτε τῷ ῥυϊσκομένων αὐτῶν κατ’ ἐπίνοιαν γεννᾶσθαι τὰ σώματα. προκείμενον δὲ αὐτῷ πρὸς τοὺς ἐξ ἐπιπέδων ποιοῦντας τὰ σώματα ἀποταθῆναι, παρέθετο καὶ τὰς στιγμάς, ὡς ἀκόλουθον αὐτοῖς καὶ ἐκ στιγμῶν μέγεθος ποιεῖν· ὡς γὰρ ἐν τῇ Περὶ οὐρανοῦ αὐτῷ εἴρηται,
‘τῆς αὐτῆς ἐστι διανοίας ἐξ ἐπιπέδων τε ποιεῖν τὰ σώματα καὶ ἐκ στιγμῶν᾿, πλὴν δοκεῖ τοῦτο ἀτοπώτερον εἶναι, τὸ ἐκ πάντῃ ἀμεγεθῶν ποιεῖν μέγεθος. Ἀλέξανδρος δὲ τὸ ἀλλὰ μὴν οὐδὲ στιγμὰς θετέον ἀντὶ τοῦ ‘οὐδὲ γὰρ στιγμὰς θετέον’ ἐξέλαβεν, ὅπως συνεχὴς ἡ πᾶσα τῆς λέξεως εἴη διάνοια· ‘βέλτιον γὰρ πᾶσιν ἀχώριστον ποιεῖν τὴν ὕλην· οὐδὲ γὰρ
στιγμὰς οὐδὲ γραμμὰς θετέον τὴν τοῦ σώματος ὕλην᾿· οὐδὲ γὰρ καθ’ αὑτό | τι τούτων ὑποστῆναι οἷόν τε, οὔτε ἐξ ἀδιαστάτων στιγμῶν διάστημα 311 γενέσθαι. ὁ μὲν οὖν Ἀλέξανδρος οὕτως ἐξηγήσατο τὸ οὐδὲ γραμμὰς θετέον τὴν τοῦ σώματος ὕλην, ὡς πρὸς τοὺς ἐξ ἐπιπέδων ποιοῦντας τὸ σῶμα ὄντος τοῦ λόγου, διὰ τό, ὡς αὐτός φησι, τῆς αὐτῆς εἶναι διανοίας
τὸ ἐξ ἐπιπέδων ποιεῖν τὸ σῶμα καὶ ἐκ γραμμῶν τὸ ἐπίπεδον καὶ ἐκ στιγμῶν τὰς γραμμάς. πλὴν ὅμως βίαιόν ἐστιν ὡς πρὸς τὴν λέξιν·
γραμμῶν γὰρ καὶ οὐκ ἐπιπέδων ἐμνήσθη. διόπερ ῥητέον ὅτι ἀνωτέρω 312 δείξας ἀδύνατον εἶναι στιγμὰς ὑποθέσθαι τὴν τοῦ αὐξομένου ὕλην, νῦν 313 διδάσκει ὅτι οὐδὲ γραμμάς, συναναλαβὼν τὸν περὶ τῶν στιγμῶν λόγον. διὰ τί δὲ οὐ δυνατὸν οὐδὲ γραμμὰς ὑποθέσθαι, αὐτὸς προστίθησι· διὰ τὰς αὐτὰς γὰρ αἰτίας, διότι οὐδὲν τούτων καθ’ αὑτὸ ὑποστῆναι δυνήσεται
μηδὲ κατέχειν τινὰ τόπον αὐτὰς καθ’ αὑτάς.
τῆς τοῦ αὐξομένου ὕλης προθέμενος διδάξαι. ἐν μέσῳ γὰρ παραδείγματος
χάριν τὸν περὶ τῆς γενέσεως ἀνακινήσας λόγον, δοκεῖ τῇ συνεχείᾳ τοῦ λόγου ἀκολουθεῖν καὶ περὶ τῆς πρώτης ὕλης διαλέγεσθαι, ἥτις τῇ γενέσει ὑπόκειται, τοῦ δὲ ἐξ ἀρχῆς προκειμένου ἀποχωρεῖν. καὶ νῦν οὖν ὁ ἐξηγητὴς Ἀλέξανδρος τὴν τοῦ σώματος ὕλην τὴν πρώτην ἐξέλαβε τὴν ἀνείδεον, καὶ οὕτως τὴν ἐφεξῆς πᾶσαν ἥρμοσεν λέξιν ἐξηγούμενος·
ἐκεῖνο δὲ οὗ ταῦτα ἔσχατα, ἡ ὕλη. εἰπών, φησίν, ὅτι ἀδύνατον
τὰς γραμμὰς ἢ τὰς στιγμὰς ὕλην ὑποθέσθαι, λέγει νῦν τί ποτέ ἐστιν ἡ τοῦ σώματος ὕλη, φάσκων ἐκεῖνο εἶναι τὴν ὕλην, οὗτινος ἔσχατα καὶ πέρατά εἰσι στιγμαὶ καὶ γραμμαί, λέγει δὲ δηλονότι τὸ ἐνεργείᾳ σῶμα· τούτου γάρ εἰσι πέρατα γραμμαί τε καὶ στιγμαί. ἐπειδὴ δὲ αὐτὴ
καθ’ αὑτὴν οὖσα ἡ ὕλη οὔτε ἐνεργείᾳ ἐστὶ σῶμα οὔτε ὑπὸ γραμμῶν περατοῦται, ἐπιφέρει πῶς ἐχούσης αὐτῆς πέρατά εἰσι καὶ ἔσχατα αἱ γραμμαί, ἵνα γνῷς διὰ τί ἔσχατα τῆς ὕλης τὰς γραμμάς φησι. διὰ τοῦτο γὰρ πέρατα αὐτῆς αἱ γραμμαί, διότι οὐδέποτε ἄνευ πάθους τινὸς καὶ εἴδους ἐστί· τὸ γὰρ εἶναι αὐτῇ σὺν τούτοις ἐστί. τῷ οὖν ἀχώριστον
εἶναι πάθους καὶ μορφῆς, ταύτῃ ἐνεργείᾳ σῶμά ἐστιν ἡ ὕλη, καὶ οὐχ ᾗ ἀνείδεος καὶ ᾗ πρώτη. ταὐτὸν δὲ τὸ λεγόμενον ἐνταῦθα τῷ ἐξ ἀρχῆς εἰρημένῳ ἐν τοῖς ἔμπροσθεν, ὅτι τὸ γινόμενον ἔκ τινος ἐνεργείᾳ ὄντος καὶ
εἰδοπεποιημένου γίνεται. τοιαύτη μὲν ἡ τοῦ Ἀλεξάνδρου ἐξήγησις, δι’ ὧν δηλοῖ περὶ τῆς τῶν γινομένων ὕλης εἶναι τὸν παρόντα λόγον, ἥτις
πρὸς ὕπαρξιν μὲν δεῖται τοῦ εἴδους, καὶ ταύτῃ ἐνεργείᾳ ὑφεστηκυῖά ἐστιν, ὡς δὲ ὕλη θεωρουμένη καὶ τόδε τι καὶ τόδε δυναμένη γενέσθαι ἀνείδεος ἐστι καὶ ἀσώματος. εἰ δ’ ἄρα οὐ περὶ τῆς τῶν γινομένων ὕλης ὁ λόγος ἐστὶν Ἀριστοτέλει, ἀλλὰ περὶ τῆς τοῦ αὐξομένου, ἥτις ὄντως καὶ ὡς ὕλη
αὐξομένου θεωρουμένη ἐνεργείᾳ ἐστὶ σῶμα, ἐν τῷ φάσκειν αὐτὸν “ἀλλὰ
μὴν οὐδὲ γραμμὰς θετέον οὐδὲ στιγμὰς τὴν τοῦ σώματος ὕλην” προσυπακούειν χρὴ ‘τοῦ αὐξομένου᾿, ἵνα ᾖ λέγων περὶ τῆς τοῦ αὐξομένου σώμα- 314 τος ὕλης * * * διδάσκειν, ὅταν λέγῃ “ἐπειδὴ δέ ἐστι καὶ οὐσίας ὕλη σωματικῆς”. 315 τὸ ξὲ ἐφεξῆς τὸ ἐκεῖνο δὲ οὗ ταῦτα ἐσχατα, ἡ ὕλη, ἀρμοδιώτερον μᾶλλον κατὰ ταύτην τὴν ἐξήγησιν ἐπάγεται, βουλομένου αὐτοῦ τὸ ἐνεργείᾳ σῶμα καὶ οὐ τὸ δυνάμει εἶναι τοῦ αὐξομένου τὴν ὕλην, ἣν οὐδέποτε
ἄνευ πάθους οὐδὲ μορφῆς οἷόν τε εἶναι. πρὸς τὴν προσεχῶς εἰρημένην
ἐξήγησιν ἁρμόσαις ἄν ταύτην τὴν ῥῆσιν, φάσκων ὑπὸ Ἀριστοτέλους εἰρῆσθαι τὸ ἐνεργείᾳ σῶμα, ὅπερ κατὰ τὸ τριχῇ διαστατὸν θεωρεῖται, μηδέποτε ἄνευ πάθους καὶ μορφῆς συνίστασθαι. λέγοι δ’ ἄν μορφὴν μὲν τὸ φυσικὸν εἶδος, πάθος δὲ ἐνταῦθα σημαίνοι τὰ συμβεβηκότα.
316
περὶ τούτων κἀν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως· ζητήσας γὰρ πῶς τὰ ἐναντία ἐξ ἀλλήλων γίνεται, αἰτίαν εἶπε τὸ κοινόν τι εἶναι αὐτοῖς ὑποκείμενον ἀμφοτέρων ὂν παρὰ μέρος δεκτικόν.
τίνος ἡ αὔξησις, ὅτι ἐξ ἐνεργείᾳ μεγέθους, νῦν λέγει καὶ ὑπὸ τίνος, τουτέστιν ὑπὸ τοῦ ποιητικοῦ αἰτίου· “πάντῃ γὰρ ἀδύνατον”, ὥς φησι Πλάτων, ‘‘ἄνευ αἰτίου γένεσιν ἔχειν”. διὰ τοῦτο καὶ ὁ Ἀριστοτέλης, εἰπὼν περὶ τοῦ ὑλικοῦ τῆς αὐξήσεως αἰτίου, λέγει νῦν καὶ περὶ τοῦ ποιητικοῦ, ὅσον αὐτῶ
πρὸς τὸ παρὸν χρησιμεύει· οὐδὲ γὰρ τὸ ἰδίᾳ τῆς αὐξήσεως ποιητικὸν νῦν αἴτιον παραδίδωσιν, ἀλλ’ ἀπλῶς πάσης γενέσεως καὶ τῆς κατ’ οὐσίαν καὶ κατ’ ἀλλοίωσιν. φησὶν οὖν ὅτι πᾶν τὸ γινόμενον γίνεται ὑπὸ τοῦ
ποιητικοῦ αἰτίου ἐνεργείᾳ ὄντος ὁμογενοῦς ἢ ὁμοειδοῦς τῷ γινομένῳ. τοῦ μὲν οὖν ὁμοειδοῦς αὐτὸς παρέθετο παραδείγματα, ὡς ὅταν πῦρ ὑπὸ
πυρὸς ἢ ἄνθρωπος ὑπ’ ἀνθρώπου γίνηται· τὸ δὲ ὑπὸ ὁμογενοῦς αὐτὸς 318 ἐδήλωσεν ὑπὸ τίνος φησίν, εἰπὼν ἢ ὑπὸ ἐντελεχείας. εἰ γὰρ καὶ μὴ 319 ὁμοειδὲς ἦν τὸ ποιοῦν τῷ γινομένῳ, ὁμογενὲς γοῦν πάντως ἐστὶ κατ’ αὐτὸ τοῦτο, καθ’ ὃ ἐνεργείᾳ ἐστὶν ὁμοίως τῷ γινομένῳ· σκληρὸν γάρ, φησίν, οὐχ ὑπὸ σκληροῦ γίνεται, ᾧ δῆλον ὅτι οὐχ ὑπὸ ὁμοειδοῦς, | ἀλλὰ 320
ὑπὸ ψυχροῦ, ὅν οὕτως τύχῃ, τῷ πυκνοῦσθαι ὑπ’ αὐτοῦ, ὅπερ ὁμογενές ἐστι τῷ γινομένῳ, τῷ ἐνεργείᾳ ὑπάρχειν ψυχρόν, ὥσπερ ἐκεῖνό ἐστιν ἐνεργείᾳ σκληρόν. ταύτῃ οὖν ὑπὸ ὁμογενοῦς γίνεται, διότι ἐκ τοῦ ἐντελεχείᾳ ὄντος· τὸ γὰρ ποιητικὸν αἴτιον, ὅ τι ποτ’ ἄν ᾖ, πάντως ἐντελεχείᾳ ἐστί. καὶ αἱ τῶν βοτανῶν δὲ αὐτομάτως φυόμεναι οὐκ ἐξ ὁμοειδοῦς τοὐ ποιητικοῦ
αἰτίου τὴν γένεσιν ἔχουσιν, ἀλλ’ ἐξ ἐντελεχεία ὄντος καὶ ταύτῃ
ὁμογενοῦς· οἱ γὰρ δημιουργικοὶ λόγοι ἐνεργείᾳ ὄντες αἴτιοι τῶν αὐτομάτως φυομένων εἰσί. καὶ τὸ λευκὸν δὲ οὐχ ὑπὸ λευκοῦ γίνεται, καὶ ἐπὶ ἄλλων μυρίων, ἀλλ’ ἐξ ἐνεργεία ὄντος. χρήσιμα δὲ αὐτῷ ἔσται τὰ νῦν εἰρημένα εἰς τὸν περὶ αὐξήσεως λόγον, εἰς τὸ δεῖξαι ὅτι ἔστι τι ποιητικὸν τῆς
αὐξήσεως αἴτιον τὸ οἰκειοῦν καὶ συγκρῖνον τὴν τοῦ αὐξομένου ὕλην τῷ αὔξοντι.
ἤδη τοιουδί.
ἐνεργείᾳ, ἵνα μή τις οἰηθῇ πρώτην ὕλην ταύτην εἶναι, νῦν διδάσκει ὅτι καὶ αὐτοῦ τοῦ σώματος ἔστιν ὕλη, ἥτις πρώτη καὶ ἀνείδεος ἐστι καὶ
ἀσώματος ἐξ ἀνάγκης· ἕτερον γὰρ ἡ ὕλη τοῦ οὗ ἐστιν ὕλη. εἴη ἄν οὖν ἡ τοῦ σώματος ὕλη οὐ σῶμα, ἀλλ’ ἀσώματον. καὶ εἰ τοῖς εἴδεσιν ὑπόκειται πᾶσιν, ἀνείδεος ἄρα ἔσται. καὶ ἑτέρα ἐστὶν ἡ ὕλη ἡ τῆς σωματικῆς
οὐσίας, καὶ ἑτέρα ἡ τῆς αὐξήσεως· δόξει γάρ, εἴπερ ἡ μέν ἐστιν ἀσώματος καὶ ἀνείδεος καὶ πρώτη, ἡ δὲ τῆς αὐξήσεως ἐνεργείᾳ σῶμα. φησὶν οὖν ὅτι ἡ αὐτή ἐστιν ὕλη τῆς οὐσίας τῇ τῆς αὐξήσεως τε καὶ ἀλλοιώσεως· διὰ μὲν γὰρ τοῦ μεγέθους τὴν αὔξησιν, διὰ δὲ τοῦ πάθους τὰ συμβεβηκότα δεδήλωκεν. εἰ γὰρ ἄλλη μὲν εἴη σώματος ὕλη, ἄλλη δὲ
ποσοῦ καὶ ποιοῦ καὶ τῶν λοιπῶν, ἔσονται τὰ συμβεβηκότα χωριστὰ τοῦ σώματος, ὅπερ ἐστὶν ἀδύνατον. ἡ αὐτὴ ἄρα ἐστὶ καὶ γενέσεως καὶ αὐξήσεως καὶ ἀλλοιώσεως ὕλη. ἡ αὐτὴ δὲ οὐ καθ’ ἅπαν, κατά τι δὲ ἡ αὐτή. καὶ πῶς ἡ αὐτὴ προστίθησι, φάσκων τῷ μὲν λόγῳ δυνατὸν εἶναι χωρισθῆναι τὴν ἑτέραν 322 ἐκ τῆς ἑτέρας, τόπῳ δὲ μηκέτι. τὸ γὰρ ἐνεργείᾳ σῶμα τὸ τῇ αὐξήσει 323 καὶ τῇ ἀλλοιώσει ὑποκείμενον τῷ μὲν λόγῳ ἕτερόν ἐστι τῆς πρώτης καὶ ἀνειδέου ὕλης ἄλλος γὰρ λόγος τῆς πρώτης ὕλης καὶ ἄλλος τοῦ σώματος),
ἀριθμῷ δὲ καὶ τῷ ὑποκειμένῳ ἓν καὶ ταὐτὸν ἄμφω ὑπάρχει καὶ τόπον
τὸν αὐτὸν ἔχοντα. εἰ γὰρ λέγοις ἐν ἄλλῳ μὲν τόπῳ τὴν τῆς οὐσίας ὕλην ὑπάρχειν ἐν ἄλλῳ δὲ τὴν τῆς αὐξήσεως καὶ τῶν παθῶν, ἔσται ἐν ἄλλῳ μὲν τόπῳ ἡ σωματικὴ οὐσία ἐν ἄλλῳ δὲ τὰ πάθη, ὅπερ ἐστὶν ἀδύνατον, τὰ πάθη ὑποθέσθαι ἐκτὸς τῶν σωμάτων ὑφιστάμενα αὐτὰ καθ’ αὑτά·
φησίν, ἡ γένεσις τῶν κατὰ μέρος ἐστὶ σωμάτων, καὶ τοῦδέ τινος· τοῦ
γὰρ κοινοῦ τοῦ κατηγορουμένου τῶν ἄλλων οὔτε γένεσις ἁπλῶς ἐστιν οὔτε ὑπόστασις. τὸ γὰρ καθόλου ἐν τοῖς δημιουργικοῖς λόγοις ὑφέστηκε μόνοις. ὥστε καὶ ἡ ὕλη τοῦ τινός ἐστι σώματος, καὶ οὐ τοῦ κοινοῦ· εἰ γὰρ τοῦ κοινοῦ σώματος εἴη, οὐκέτ’ ἄν ἐνεργείᾳ ἦν ὕλη ὑπάρχουσα, τοῦ κοίνου
μὴ κατ’ ἐνέργειαν ὑπάρχοντος. ὥσπερ οὖν ἐστι τὸ καθόλου σῶμα ἐν τοῖς δημιουργικοῖς ἐνυπάρχον λόγοις, οὕτω καὶ τὴν καθόλου ὕλην οἰητέον εἶναι. οὐδὲν γάρ ἐστι καθόλου ἐν ὑποστάσει οὔτε σῶμα οὔτε σώματος
ὕλη.
εἴη ἄν χωριστὸν κοινὸν ἢ κενόν· ἀμφότερα γὰρ γράφονται καὶ ἀμφότερα λόγον ἔχοντα. εἰ μὲν γὰρ εἴη χωριστὸν κοινὸν γεγραμμένον, σημαίνει
μὲν διὰ τοῦ κοινὸν τὴν ὕλην· κοινὸν γάρ ἐστι πάντων ὑποκείμενον. λέγοιτο δ’ ἂν ὅτι εἰ γένοιτο αὔξησις καὶ μέγεθος ἐξ ἀμεγέθους καὶ του δυνάμει σώματος, εἴη ἄν τὸ δυνάμει μέγεθος ὅπερ ἐστὶν ἡ ὕλη κεχωρισμένη
μεγέθους καὶ τοῦ ἐνεργείᾳ σώματος αὐτὴ καθ’ αὑτὴν ὑφεστηκυῖα· εἰ δὲ ἔχοι χωριστὸν γὰρ ἂν εἴη τὸ κενόν, εἴη ἄν λέγων ὅτι εἰ γίνεται αὔξησις ἐκ δυνάμει μὲν μεγέθους, ἐνεργείᾳ δὲ μηδὲν ἔχοντος μέγεμὲν 325 θος, ἔσται κεχωρισμένον καὶ αὐτὸ καθ’ αὑτὸ ὑφεστὼς τὸ κενόν. εἰ γὰρ 326 τὸ ηὐξημένον ἐπιλαμβάνει τόπον τινὰ πλείονα μὴ κατεχόμενον ὑπὸ τοῦ προσιόντος καὶ τὴν αὔξησιν ποιήσαντος (ἐκεῖνο γὰρ ἀμέγεθες ἦν), ἦν ἄν οὗτος ὁ τόπος ὃν ἐπέλαβε τὸ ηὐξημένον κενὸς πρότερον, ὅπερ ἀδύνατον
ὂν δέδεικται ἐν τῷ τετάρτῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως. ὅτι δὲ οὐδὲ τὴν ὕλην χωριστὴν εἶναι παντὸς εἴδους ἐνδέχεται, πολλάκις εἴπομεν.
ἀπάγουσα καὶ τὸ κενὸν εἰσάγουσα. εἰ δέ τις λέγοι φθείρεσθαί τε εἰς τὸ
μὴ ὂν καὶ γεννᾶσθαι ἐκ μὴ ὄντος, οὐκέτι τῇ ὑποθέσει ταύτῃ τὸ εἶναι τὸ κενὸν ἐνεργείᾳ ἕψεται· ·ὃν γὰρ τὸ φθειρόμενον ἀπολείπει τόπον, τοῦτον ἀναπληροῖ τὸ γινόμενον. οὕτω δὲ κἀπὶ τῆς· αὐξήσεως, εἴ τις λέγοι μὴ μόνον ἐκ δυνάμει μεγέθους γίνεσθαι τὴν αὔξησιν, ἀλλὰ καὶ τὸ φθῖνον εἰς δυνάμει μέγεθος μεταβάλλειν, οὐκέτι χώραν ἔχει τὸ κενόν. ὡς οὖν
ὡμολογημένου ὅτι τὸ φθῖνον οὐ μεταβάλλει εἰς δυνάμει μέγεθος, οὕτω προχωρεῖ ἡ κατασκευή. εἰ δέ τις ζητοίη τί βούλεται αὐτῷ ἡ προσθήκη τοῦ χωριστοῦ (ἤρεκει γὰρ εἰπεῖν ὅτι ἔσται κενόν), ἴστω ὅτι πρὸς ἀντιδιαστολὴν τοῦ πλήρους εἴρηται· ἐδίδαξε γὰρ ἐν τῇ Φυσικῇ ὅτι τὸ πλῆρες τοῦ κενοῦ τῇ σχέσει μόνῃ διαφέρει, καὶ οὐδὲν ἕτερόν ἐστι πλῆρες ἢ κενὸν πεπληρωμένον
σώματος, καὶ κενὸν πάλιν πλῆρες ἐστερημένον σώματος. τὸ οὖν χωριστὸν κενὸν οὐδὲν ἄλλο σημαίνει ἡ τὸ αὐτὸ καθ’ αὑτὸ ὑφεστὼς κενόν.
327
ἂν εἴη τὸ κοινόν’’, τουτέστιν ἡ ὕλη· πρὸς γὰρ τῷ ἀτόπῳ τούτῳ, φησίν, ἡ τοιαύτη ὕλη γενέσεως μᾶλλον ἔσται, οὐκ αὐξήσεως. φησὶν οὖν ὅτι τὸ ἐξ ἀμεγέθους μέγεθος γίνεσθαι οὐ τῆς κατὰ αὔξησιν ἴδιόν ἐστι μεταβολῆς, ἀλλὰ τῆς κατ’ οὐσίαν, τουτέστι τῆς γενέσεως· ἡ γὰρ αὔξησις οὐκ ἔστι γένεσις μεγέθους ἀλλ’ ἐπίδοσις, ἡ δέ φθίσις μείωσις. διό, φησίν,
ἔχειν τι δεῖ μέγεθος τὸ αὐξόμενον. γράφεται δὲ καὶ τὸ γινόμενον. μέμνηται δὲ καὶ Ἀλέξανδρος ταύτης τῆς γραφῆς, λέγων χρῆναι ἔξωθεν προσυπακούειν ‘μεῖζον ἡ ἔλαττον᾿, ἵν’ ᾖ τὸ ῥητὸν ‘διὸ δὴ ἔχειν τι δεῖ μέγεθος τὸ γινόμενον, οὐ τὸ ἁπλῶς, φησί, γινόμενον, ἀλλὰ τὸ μεῖζον ἢ ἔλαττον γινόμενον᾿.
κοινὴ ἔννοια ἡ περὶ τῆς αὐξήσεως μαρτυρεῖ· οὐ μὴν ἐπειδὴ μεταβολή
ἐστι προυπάρχοντος μεγέθους ἐπὶ τὸ μεῖζον ἡ αὔξησις, ἐξ ἀνάγκης ἤδη ἡ τῆς αὐξήσεως ὕλη οὐ δυνάμει μέγεθός ἐστιν ἀλλ’ ἐνεργείᾳ· τοῦτο γὰρ οὐκέτι κατεσκεύασε. τί γὰρ κωλύει ὅσον πρὸς τὴν παροῦσαν κατασκευὴν εἶναι μὲν τὴν αὔξησιν ἐπίδοσιν τοῦ προυπάρχοντος μεγέθους, γίνεσθαι δὲ
τὴν ἐπίδοσιν ἐκ δυνάμει μεγέθους, ὅπερ ὕλη ἄν εἴη τῆς αὐξήσεως; τὸ δὲ ‘ὡς πρὸς τὴν παροῦσαν κατασκευὴν᾿ εἶπον διότι ἀνωτέρω δι’ ἄλλων κατεσκεύασε τὸ τὴν αὔξησιν μὴ ἐκ δυνάμει μεγέθους γίνεσθαι, ὧν ἡ κεφαλαιωδεστέρα
ὑπῆρχε τὸ μὴ δύνασθαι ἐξ ἀμεγέθους μέγεθος γίνεσθαι, ἤγουν ἐπιδοῦναι πρὸς τὸ μεῖζον· τούτῳ γὰρ δοκεῖ συνεισάγεσθαι τὸ κενόν·
εἰδέναι μέντοι χρή, ὅτι ὥσπερ ἐπὶ τῶν γινομένων οὐδὲν γίνεται ἐξ οὐκ ὄντων ἢ ἐξ ἀσωμάτων, ἀλλὰ πάντα τὰ γινόμενα ἐξ ἐνεργείᾳ ὄντων σωμάτων γίνεται, δυνάμει δὲ ἐχόντων ἐκεῖνο ὅπερ ἐστὶ τὸ γινόμενον, πλὴν ὅμως τὴν ὕλην τὴν πρώτην οὐ τὸ ἐνεργείᾳ ὑφεστὼς σῶμά φαμεν, ἀλλὰ τὸ κοινὸν ὑποκείμενον περὶ ὃ ἡ μεταβολὴ θεωρεῖται, ὃ δυνάμει μὲν πάντα
ἐστὶν ἐνεργείᾳ δὲ ἀεὶ σὺν ἑνὶ εἴδει θεωρούμενον· οὕτω κἀπὶ τῆς αὐξήσεως, εἰ καὶ ἐκ σώματος αὔξεσθαι τὸ αὐξόμενον ὑπόθοιτό τις, ἀλλ’ οὖν τὴν ὕλην τῆς αὐξήσεως οὐδὲν κωλύει εἶναι δυνάμει σῶμα, ὥσπερ κἀπὶ τῆς γενέσεως κἀπὶ τῆς ἀνωτέρω διαιρέσεως, εἰ καὶ τἆλλα ἐξελήλεγκται τμήματαταῦτα εἰσάγοντα δυνάμει σῶμα καὶ οὐκ ἐντελεχείᾳ τὴν ὕλην του αὐξομένου
εἶναι, ἀλλ’ οὖν τὸ φάσκον δυνάμει μέγεθος εἶναι τὴν ὕλην τοῦ αὐξομένου ἔν τινί τε οὖσαν, οὐχ ὡς μέρος τοῦ ἐν ᾧ ἐστιν οὖσαν σωματικόν,
οὐ μὴν οὐδὲ ὡς μηδὲν οὖσαν παντάπασι τοῦ ἐν ᾧ ἐστιν, ἀλλ’ οἷον ὕλην ἐν τῷ συνθέτῳ, οὐκ ἔστιν οὐδαμῶς τοῖς παρὰ Ἀριστοτέλους λόγοις ἐλέγξαι, πλὴν εἴ τις ἀποκληρωτικῶς φῇ ὅτι ἡ τοιαύτη ὕλη οὐκ αὐξήσεως
ἐστιν ἴδιος ἀλλὰ γενέσεως.
ὕλη ἐνεργείᾳ δὲ ἀσώματος, ἢ ἐνεργείᾳ ἐστὶ σῶμα. ὅτι μὲν οὖν οὐκ ἔστι δυνάμει σῶμα, οὔτε ὡς χωριστὸν καὶ καθ’ αὑτὸ ὑφεστὼς οὔτε ὡς ἐν
ἄλλῳ τινὶ ὑπάρχον, ἔδειξε διὰ τῶν προλαβόντων. νῦν οὖν βούλεται καὶ τὸ λοιπὸν τῆς διαιρέσεως μόριον ἐξετάσαι, λέγω δὴ εἰ ἐνεργείᾳ σῶμα αἰσθητόν ἐστιν ἡ τῆς αὐξήσεως ὕλη. ἀναλαμβάνει δὲ τὸν ὅλον λόγον,
καθολικωτέραν ποιούμενος τὴν διαίρεσιν καὶ ἀπορητικώτερον ἐφ’ ἑκάτερα προάγων τὸν λόγον. πρὶν δὲ τοῦτο ποιήσει, τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῇ αὐξήσει ἐκτίθεται. δεῖ γάρ, φησίν, οἷον ἐγγυτέρω γινομένους ἡμᾶς τῇ περὶ τῆς αὐξήσεως ζητήσει καὶ οἷον αὐτῆς ἁπτομένους προλαβεῖν
ὁποίου ὄντος τοὐ αὐξάνεσθαι τὰ αἴτια αὐτοῦ ζητοῦμεν, λάβοιμεν δ’ ἂν
τοῦτο τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῷ αὐξάνεσθαι ζητήσαντες. πρὸς ταῦτα γὰρ χρὴ ἀπευθύνειν τὸν περὶ αὐτοῦ λόγον· ὅσα γὰρ μὴ συμφωνεῖ τοῖς κατὰ κοινὴν ἔννοιαν περὶ αὐτοῦ λεγομένοις, οὐκ ἂν οἰκείως περὶ αὐτοῦ ῥηθείη. ἀρχὴ δὲ ἀπάσης ἀποδείξεως αἱ κοιναὶ ἔννοιαι. τοῦτο δὲ πεποίηκε κἀν τῇ Φυσικῇ ἀκροάσει ἐν τῇ περὶ τοῦ τόπου διδασκαλίᾳ. 334
μέλλων γὰρ περὶ αὐτοῦ διαλαβεῖν, ἐζήτησε τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρ- χοντα τῷ τόπῳ, ὅπως ἂν τὰ περὶ αὐτοῦ ἀποδιδόμενα, εἰ μὲν σύμφωνα εἴη τούτοις, ἀποδεξώμεθα, εἰ δὲ μή, ἀποσεισώμεθα· καὶ τῶν ἐπιφαινομένων κατὰ τοὐ τόπου ἀποριῶν τὰς λύσεις ἀποδείξῃ ὀρθῶς ἐχούσας, τῷ συμφωνεῖν τοῖς κατὰ κοινὴν ἔννοιαν ὑπάρχουσι * * * ὑπάρχοντα τῷ αὐξομένῳ
τρία ὄντα, τό τε πᾶν ὁτιοῦν μέρος αὔξεσθαι τοῦ αὐξομένου, καὶ τὸ
προσιόντος τινὸς ἔξωθεν γίνεσθαι τὴν αὔξησιν, καὶ τρίτον πρὸς τούτοις (ὅπερ νῦν μὲν οὐκ ἐπιφέρει, ἐν δὲ τοῖς ἑξῆς προστίθησι) τὸ ὑπομένειν τὸ αὐξόμενον καὶ σῴζεσθαι ἐφ’ οὗ πρότερον ἦν εἴδους. ταῦτα εἰπὼν λοιπὸν ἀπορεῖ περὶ τῆς ὕλης τῶν αὐξανομένων, κατὰ διαίρεσιν προάγων
τὸν λόγον. ἀνάγκη γὰρ ἢ σώματι αὔξεσθαι τὸ αὐξόμενον ἢ ἀσωμάτῳ, τοῦ ἀσωμάτου νῦν καθολικωτέρου ὄντος· περιέχει γὰρ καὶ τὸ δυνάμει σῶμα. ἀλλ’ εἰ μὲν ἀσωμάτῳ, ἄτοπον· εἰσοίσομεν γὰρ κενὸν χωριστὸν
καὶ καθ’ αὑτὸ ὑφιστάμενον, ὅπερ καὶ ἀνωτέρω εἴρηται. εἰ δὲ σώματι 335 γίνοιτο ἡ αὔξησις, σῶμα διὰ σώματος χωρήσει, τῷ τὸ αὖξον ὅλῳ προσκριθῆναι 336 τῷ αὐξομένῳ· ᾧ γὰρ μὴ προσκρίνεται μορίῳ, τοῦτο δηλονότι οὐδὲ αὔξεται. <ὥστε> ἕψεται ἐξ ἀνάγκης τὸ σῶμα χωρεῖν τοῦτο δὲ ὅτι ἀδύνατον δέδεικται ἐν τῇ Φυσικῇ. τούτων οὖν οὕτως εἰρημένων
χρὴ λόγους τοιούτους περὶ τῆς αὐξήσεως ἀποδοῦναι, οἵτινες συναινέσουσι τοῖς κατὰ κοινὴν ἔννοιαν ὑπάρχουσι τῷ αὐξομένῳ καὶ τὰς
ἀπορίας καὶ τὰ ταύταις ἑπόμενα ἄτοπα ἐκφεύξονται.
ποτέ ἐστι τοῦτο τὸ προσιόν, πότερον σῶμα ἢ ἀσώματον, καὶ πρὸς ἀμφότερα ἀπορεῖ. εἰ μὲν γάρ, φησίν, ἀσώματον, ἔσται χωριστὸν κενόν, ὅπερ καὶ πρόσθεν εἴρηται. τὸ μὲν γὰρ αὐξόμενον ἐπιλαμβάνει τόπον ἕτερον, τὸ δὲ ᾧ αὔξεται οὐκ ἦν ἐν τόπῳ ἀσώματόν γε ὄν· ὃν οὖν ἐπιλαμβάνει τόπον τὸ αὐξόμενον, οὗτος πρὸ τοῦ αὐτὸν ὑπὸ τοῦ αὐξομένου κατασχεθῆναι
ἦν δηλονότι κεχωρισμένος σώματος καὶ κενός.
χωριστήν᾿. ἔστι δὲ διττῶς ἀκοῦσαι τοῦ ῥητοῦ, ἤτοι ὅτι ἀδύνατόν ἐστι τὴν τοῦ μεγέθους ὕλην χωριστὴν εἶναι (ἔδειξε γὰρ ἀνωτέρω ὅτι ἀδύνατον τὴν τοῦ μεγέθους ὕλην, τουτέστι τὴν πρώτην τὴν ἀσώματον, χωριστὴν εἶναι καὶ μὴ ἐνέργειᾳ σῶμα· οὐ γὰρ δυνατὸν αὐτὴν καθ’ αὑτὴν ὑποστῆναι),
ἤγουν ὅτι τὴν ὕλην ἀδύνατον χωριστὴν εἶναι μεγέθους οὐχ ὅτι
ἡ ὕλη τῷ ἰδίῳ λόγῳ μέγεθος ἔχει, ἀλλ’ ὅτι οὖσα καὶ ὑφεστηκυῖα ἀχωριστός ἐστι μεγέθους· δεῖται γὰρ πρὸς ὕπαρξιν τοῦ μεγέθους αὐτὴ ἀμεγεθης οὖσα κατὰ τὸν ἴδιον λόγον. εἰ τοίνυν, φησί, τὸ προσιὸν καὶ ποιοῦν αὔξησιν (τοῦτο γὰρ δέδοται) ἀσώματον ἐρεῖς, ἐπειδὴ τοῦτο ὕλη ἐστὶ τῆς αὐξήσεως, τὴν ἀσώματον ὕλην αὐθυπόστατον καὶ χωριστὴν ὑποτιθῇ. εἰ
μὲν οὖν ἔχοι ἡ γραφὴ ἔσται χωριστὸν κενόν, ὡς ἑτέραν ἀπορίαν
339 ἐκληψόμεθα τὸ ἀδύνατον δὲ μεγέθους ὕλην εἶναι χωριστήν· εἰ δὲ 340 τὸ κοινὸν ἔχοι, τουτέστιν ὕλη, συνεχὴς ἔσται ὁ λόγος. ὅτι γὰρ τὸ κοινόν, ὅπερ ἐστὶν ἡ ὕλη, χωριστὸν εἶναι οὐκ ἐνδέχεται, προστέθεικε διὰ τοῦ εἰπεῖν ἀδύνατον δὲ μεγέθους ὕλην εἶναι χωριστήν.
341
αὔξησιν γίνεσθαι λέγοντας. ἔσται γάρ, φησί, δύο σώματα ἐν τῷ αὐτῷ τόπω, καὶ σῶμα διὰ σώματος διελεύσεται. τὸ δὲ ἄτοπον ἀνακύπτει ἐκ τοῦ ὡμολογῆσθαι πᾶν ὁτιοῦν μέρος τοῦ αὐξομένου αὔξεσθαι. εἰ γὰρ τὸ
αὐξόμενον αὔξεται κατὰ πᾶν μόριον, πανταχοῦ παρατεθήσεται τῷ προῦπάρχοντι καὶ αὐξομένῳ τὸ προσιόν. εἰ δὲ τοῦτο, διὰ παντὸς αὐτοῦ διελεύσεται, ἵνα πανταχοῦ αὐτὸ αὐξήσῃ. εἰ δὲ διὰ παντὸς τοῦ αὐξομένου τὸ προσιὸν φαίης διιέναι, ἀνάγκη ἤτοι πόρον ἅπαν ὑποθέσθαι τὸ αὐξόμενον,
ἢ σῶμα διὰ σώματος διιέναι, ὅπερ ταὐτὸν τῷ δύο ἐν τῷ αὐτῷ
τόπῳ σώματα φάσκειν. τοῦτο δὲ δέδεικται τῶν ἀδυνάτων ὑπάρχον· ἔσται γὰρ τὸ μέγιστον ἐν τῷ ἐλαχίστῳ, οἷον ἡ θάλαττα ἐν κυάθω καὶ ἡ γῆ ἐν κέγχρῳ. ὥστε τὸ αὐτὸ ἁμαρτήσονται οἵ τε σώματι λέγοντες αὔξεσθαι καὶ σῶμα διὰ σώματος διιέναι καὶ οἱ ἀσωμάτῳ· ἀμφότεροι γὰρ κενὸν εἰσάγουσιν. εἴτε γὰρ σῶμα διὰ σώματος διέλθῃ, ὁ τόπος ὃν καταλέλοιπε
τὸ σῶμα τοῦ προσιόντος κενὸς ἔσται· εἴτε πάλιν ἀσωμάτῳ τὸ σῶμα
αὔξεται, ἔσται χωριστὸν κενόν, καθὼς προείρηται.
τὴν αὔξησιν γίνεσθαι, συμβήσεται δύο ἐν τῷ αὐτῷ σώματα εἶναι, κἄν τε
ἀσωμάτῳ, ἔσται κενὸν χωριστόν, ὥσπερ ἔνστασίν τινα παραφέρει πρὸς ἀμφοτέρας τὰς ἀπορίας, λέγων· μήποτε οὐκ ἐξ ἀνάγκης ἕψεται ταῦτα τοῖς τὸν αὐτὸν τρόπον τὴν αὔξησιν φάσκουσι γίνεσθαι ὅνπερ καὶ ἡ γένεσις. ἐν γὰρ τῇ ἐξ ὕδατος εἰς ἀέρα μεταβολῇ μείζων ἀὴρ ἐξ ἐλάττονος ὕδατος γεγένηται. καὶ ὅμως οὐκ ἔστιν εἰπεῖν οὔτε ὅτι δύο ἐν τῷ | αὐτῷ τόπῳ 343 344 σώματα ἔσται οὔτε χωριστὸν κενὸν εἶναι. μᾶλλον δ’ ἂν ἁρμόττοι ἡ ἔνστασις 345 αὕτη πρὸς τὴν ἀνασκευὴν τοῦ ἑτέρου μορίου τῆς διαιρέσεως, τοῦ ἀσωμάτῳ τὴν αὔξησιν ὑποτιθεμένου· καθάπερ ἐν τῇ ἐξ ὕδατος εἰς ἀέρα μεταβολῇ μείζων γεγένηται ἡ οὐσία ἐξ ἐλάττονος μηδενὸς σώματος προσελθόντος, καὶ
[κενὸν] ὅμως οὐκ εἰσάγεταί τι ἄτοπον, κἀπὶ τῆς αὐξήσεως τὸν τρόπον ὑποτίθεσθαι. πρὸς τοῦτο τοίνυν ἐνιστάμενος ὁ Ἀριστοτέλης δείκνυσιν
ὅτι ἀδύνατον κατὰ τοῦτον τὸν τρόπον ὑποθέσθαι τὴν αὔξησιν· ὅλως γάρ, φησίν, οὐδὲ αὔξησίς ἐστιν ἡ εἰς ἀέρα τοῦ ὕδατος μεταβολή, καὶ τοῦτο ἔσται δῆλον ἐκ τῶν κατὰ κοινὴν ἔννοιαν περὶ αὐξήσεως ῥηθέντων. ποῖον γὰρ
καὶ φαίημεν ηὐξῆσθαι; οὔτε γὰρ ὁ ἀὴρ ηὔξηται, διότι οὐδὲ προὐπῆρχεν οὐδὲ ἀὴρ ὢν καὶ προσλαβών τι μείζων γεγένηται, διόπερ οὐδὲ χώραν ἔχει ἐπὶ τούτου λέγειν ὅτι σώματι προσελθόντι ηὔξηται· ἀλλὰ μὴν οὐδὲ τὸ ὕδωρ ηὔξηται τό γε φθαρὲν καὶ μηκέτι ὑφεστώς. εἰ τοίνυν οὔτε τὸ ὕδωρ
οὔτε τὸν ἀέρα δυνατὸν λέγειν ηὐξῆσθαι, πάντῃ ἄρα τῆς αὐξήσεως διενήνοχεν
ἡ ἐξ ὕδατος εἰς ἀέρα μεταβολή. ἀλλ’ ἐρεῖ τις πρὸς ταῦτα εὐλόγως ἀληθὲς μὲν εἶναι τὸ διαφέρειν τὴν ἐξ ὕδατος εἰς ἀέρα μεταβολὴν τῆς αὐξήσεως, τὴν αὐτὴν δὲ εἶναι ἀπορίαν ἐπί τε τῆς αὐξήσεως καὶ τῆς γενέσεως. ὥσπερ <γὰρ> ἐπὶ τῆς αὐξήσεως τὸ αὐξόμενον εἰ φῇ τόπον καταλαβεῖν μηδενὸς προσιόντος ἐνεργείᾳ σώματος, κενὸν εἰσάγει,
οὕτω κἀπὶ τῆς γενέσεως μείζονος ἀέρος ἐξ ἐλάττονος ὕδατος γινομένου μηδενὸς προσιόντος ἀνάγκη κατὰ τὸν αὐτὸν λόγον ἢ κενὸν ὑποθέσθαι τόπον, ὅνπερ προσέλαβεν ὁ ἐξ ὕδατος ἀὴρ γενόμενος, ἢ σῶμα διὰ σώματος χωρῆσαι. εἰ δέ τις λέγοι ὅτι καθάπερ ἀὴρ ἐξ ὕδατος γίνεται πλείονος τόπου δεόμενος, οὕτως ἀλλαχοῦ πάλιν ἐξ ἀέρος ὕδωρ ἐλάττονα τόπον
καταλαμβάνον, ὡς μηδέποτε κενὸν γενέσθαι (ὃν γὰρ ἐνταῦθα καταλείπει τόπον τὸ συστελλόμενον σῶμα, τοῦτον προσλαμβάνει τὸ ἀλλαχοῦ ἐπεκτεινόμενον,
ἀντιμεθισταμένων ἀλλήλοις κατὰ συνέχειαν τῶν τοῦ ἀέρος μορίων καὶ τὸν κενωθέντα τόπον ἐκ τοῦ συσταλέντος σώματος ἀναπληρούντων καὶ τῷ γενομένῳ σώματι τὸν οἰκεῖον τόπον ἀντιπαραχωρούντων), τὰ αὐτὰ ταῦτα
καὶ περὶ τῆς αὐξήσεως ἀκούσεται. εἴποι γὰρ ἄν τις ὅτι ὃν ἐνταῦθα προσελάβετο τόπον τὸ αὐξηθέν, τοῦτον καταλέλοιπε τὸ ἀλλαχοῦ φθῖνον, καὶ οὐχὶ τὸ προσελθὸν εἰς τὴν αὔξησιν· ἐκ τοῦ δυνάμει γὰρ σώματος τὸ αὐξόμενον αὔξεται καὶ εἰς τοῦτο τὸ φθῖνον μεταβάλλει. ἀλλ’ ἐρεῖ τις πρὸς
ταῦτα πλασματῶδες εἶναι τὸ ἐνταῦθα αὐξήσαντός τινος ἀλλαχοῦ ὑποθέσθαι
πάντως φθῖνόν τι· ἀλλὰ τοῦτο κἀπὶ τῆς γενέσεως θεωρεῖται. ἀνάγκη γὰρ 346 κἀπὶ ταύτης, εἰ μὴ μέλλοι κενὸν γενέσθαι, ὕδατος ἐνταῦθα εἰς ἀέρα μεταβάλλοντος 347 ἀλλαχοῦ ὑποθέσθαι τὸν ἀέρα εἰς ὕδωρ ἀντιμεταβάλλοντα. ὥστε κοινὴ ἄν εἴη ἡ τοιαύτη ἀπορία. ἢ γὰρ κενὸν ἔσται, ἢ ἀναποδείκτως ὑποτίθεσθαι δεῖ ὅτι ὅσον ἐνταῦθα μεταβάλλει ὕδωρ, ἀλλαχοῦ τοσοῦτος ἀὴρ
μεταβάλλει. καὶ οὐ μόνον ὅταν ὑπὸ φύσεως ἡ τῶν στοιχείων μεταβολὴ γίνηται, ἀλλὰ καὶ ὅταν ὑπὸ τέχνης, οἷον ὅτι ἐμοῦ ὕδωρ ἐξατμίζοντος, ἀλλαχοῦ ἢ ὑπὸ τέχνης ἢ ὑπὸ φύσεως ὁ ἴσος ἀὴρ εἰς ὕδωρ μεταβάλλει· καὶ δῆλον ὅτι ὅσον ἐγὼ ἐνταῦθα ὕδωρ ἐξήτμισα, τοσοῦτον ἀνάγκη ὑποθέσθαι ἀλλαχοῦ γίνεσθαι. τοῦτο δὲ πάνυ γελοῖον ἄν δόξειεν εἶναι, πρῶτον μὲν τὸ
οὕτως ἄλλως ὑποτίθεσθαι, εἰ τῷδέ τινι δόξει ἢ ὕδωρ ἐξατμίσαι ἢ ξύλα ἢ ἄλλο τι ἐκπυρῶσαι, ἀλλαχοῦ τοσοῦτον ἐκ λεπτομερεστέρας οὐσίας εἰς παχύτερον
μεταβάλλεσθαι σῶμα, ἵνα μὴ ἢ κενὸν γένηται ἢ σῶμα διὰ σώματος χωρήσῃ· ἔπειτα καὶ ἀτοπώτερόν τι συμβαίνει. ἀνάγκη γὰρ πᾶσα βραχείας μεταβολῆς γινομένης, οἷον ὕδατος ἐνταῦθα μικροῦ ἐξατμιζομένου, πολύν
τινα καὶ ἐπὶ πολὺ τῆς οἰκουμένης κινεῖσθαι ἀχρόνως ἀέρα, ἵνα ἀνταναπλήρωσις τῶν τόπων γένηται, κατὰ συνέχειαν ἀντιπαραχωρούντων ἀλλήλοις τῶν τοῦ ἀέρος μορίων. ἐπὶ μείζονος δὲ ὑποδείγματος σαφὴς ὁ λόγος
γινέσθω. εἰ γὰρ ἐν χειμῶνι φέρε ἐν τῇ καθ’ ἡμᾶς οἰκουμένῃ ἢ ἐν τῇδε τυχὸν τῇ πόλει πυκνούμενος ὁ ἀὴρ μεταβάλλει εἰς ὕδωρ, τὸν δὲ τόπον ὃν
καταλέλοιπεν ἐνταῦθα ὁ ἀὴρ γενόμενος ὕδωρ, τοῦτόν ἀναπληρώσει ὁ ἐν τῇ ἀντοικουμένῃ γεννώμενος ἀὴρ ἐξ ὕδατος (διὸ ὅτε παρ’ ἡμῖν χειμών, παρ’ ἐκείνοις ἐστὶ θέρος), ἀνάγκη πᾶσα ἅμα τῷ γεννηθῆναι ἐνταῦθα τὸ ὕδωρ ἀχρόνως ἐκεῖσε ἀντιμεταβληθῆναι τὸ ὕδωρ εἰς ἀέρα ἴσον τῷ ἐνταῦθα φθαρέντι; καὶ τὸν μεταξὺ πάντα ἀέρα κινηθῆναι ὠθούμενον ἐκ τοῦ ἐν τῇ
ἀντοικουμένῃ γενομένου ἀέρος, ἵνα τῶν μεταξὺ μορίων τοῦ ἀέρος ἀντιπαραχωρούντων ἀλλήλοις τὸ ἐνταῦθα γενόμενον κενὸν ἀναπληρωθῇ. τὸ αὐτὸ δ’ ἂν συμβαίη ἐξ ἀνάγκης καὶ εἰ λεβήτιον ὕδατος ἐξατμισθείη. τοῦτο δὲ πρὸς τῷ ἀτόπῳ καὶ τὸ πλασματῶδες καὶ τὸ ἀδύνατον ἔχει. τὸ γὰρ ἀχρόνως τοσοῦτον κινηθῆναι ἀέρα τῶν ἀδυνάτων ἐστί, καὶ ὅλως κίνησιν
ἄχρονον εἶναι ἀδύνατον. ὁρῶμεν γοῦν καὶ πνεύματος πολλαχοῦ σφοδροτάτου κινουμένου ἔν τινι τόπῳ τὰς οὐ πολὺ πέριξ διεστώσας χώρας πολλάκις ἐν
νηνεμίᾳ οὔσας καὶ οὐκ ἐπαισθανομένας τῆς οὕτω σφοδρᾶς ἐν ταῖς πλησιο- 348 χώροις τοῦ ἀέρος κινήσεως. καὶ ἐν βραχεῖ δὲ πολλάκις ὥρας μέρει φαίνεται 349 πυκνούμενός τε λίαν καὶ ἐξαίφνης μανούμενος ὁ ἀήρ, καὶ τοῦτο πλειστάκις ὑπομένων. οὐκοῦν τὰ αὐτὰ πάθη ἀντιστρόφως καὶ ἐν τῇ ἀντοικουμένῃ γίνεσθαι ἀναπλασόμεθα, ἢ ἀπλῶς ἐν ἑτέρῳ τόπῳ. ἀντιστρόφως δὲ εἶπον,
οἷον ὅτε ἐνταῦθα πυκνοῦται ὁ ἀήρ, ἀλλαχοῦ μανοῦ|σθαι, καὶ ὅτε ἐνταῦθα 350 μανοῦται, ἀλλαχοῦ πυκνοῦσθαι, καὶ τοῦτο τῆς αὑτῆς ὥρας πολλάκις γίνεσθαι.
φαμὲν οὖν ὅτι πέφυκεν ὁ ἀὴρ αὐτὸς εἰς ἑαυτὸν συνιζάνων πυκνοῦσθαι καὶ ἐκ μείζονος ὄγκου ἐλάττων γίνεσθαι καὶ ἔμπαλιν μανούμενος ἐξ ἐλάττονος
μείζων γίνεσθαι, πέφυκε δὲ πυκνοῦσθαι καὶ εἰς ἑαυτὸν συνιζάνειν οὐ μόνον ψυχόμενος ἀλλὰ καὶ ὠθούμενος καὶ πιλούμενος. οὕτω γοῦν ἀποδέδειχεν ὁ Ἀριστοτέλης ἐν θέρει ἐν τῇ Αἰθιοπίᾳ τοὺς ὑετοὺς γινομένους· ὠθουμένης
γὰρ τῆς ἐκ τῶν βορείων ἀτμίδος ὑπὸ τῶν ἐτησίων πνευμάτων καὶ τοῖς Ἀραβικοῖς προσπιπτούσης ὄρεσι μεγίστοις οὖσι καὶ συνθλιβομένης ἀεὶ ὑπὸ τῆς ἐπιγινομένης, τῇ πιλήσει πυκνοῦσθαι καὶ εἰς ὕδωρ μεταβάλλειν. ἔστι γοῦν τὸν τῶν ἐτησίων χρόνον ἐν τῇ Αἰθιοπίᾳ κατὰ συνέχειαν ὁρᾶν
κρουνηδὸν τοὺς καταφερομένους ψύξεως ἁπάσης χωρίς. τὸ αὐτὸ δὲ
καὶ ἐν τοῖς βαλανείοις γίνεται· ἡ γὰρ ἀνιοῦσα ἀτμὶς καὶ τῇ ὀροφῇ πλησιάζουσα διέξοδον οὐκ ἔχουσα συμπιλεῖται εἰς ἑαυτήν, καὶ πυκνουμένη γίνεται ὕδωρ καὶ τῇ συμφύτῳ βαρύτητι καταρρεῖ. ὥσπερ δὲ πυκνούμενος τῇ πιλήσει, οὕτως καὶ μανούμενος τῇ ἕλξει φαίνεται· ἐνδέχεται γὰρ ἔκ τινος ληκύθου στενὸν ἐχούσης στόμιον πολὺν ἀθρόον τῷ στόματι ἐκμυζῆσαι ἀέρα,
μηδαμόθεν ἄλλου ἀέρος ἀντεισιόντος. καὶ δῆλον ὅτι οὔτε ὅλον τὸ μεταξὺ
οὔτε μέρος κενὸν γέγονεν· τοῦτο γὰρ ἀδύνατον. οὐκοῦν ὁ ὑπολελειμμένος ἀὴρ μανωθεὶς τὸν ὅλον ἐπέλαβε τόπον. εἰ τοίνυν ἐνδέχεται τὸν ἀέρα καὶ πιλούμενον εἰς ἑαυτὸν συνιζάνειν καὶ πάλιν μανοῦσθαι, εἰδέναι χρὴ ὡς ἐπειδὰν ἐξατμίζηται ἐνταῦθα ὕδωρ, ἢ ἑψόμενον ἢ ὁπωσοῦν ἄλλως, ὁ
γενόμενος ἀὴρ ὠθεῖ τὸν παρακείμενον, κἀκεῖνος τὸν συνεχῆ, ἕως οὗ τῇ πιλήσει πυκνωθείς τις ἀὴρ τοσοῦτον ὑπολείπει τόπον, ὅσον ἐπέλαβεν ὁ γινόμενος. καὶ οὐ πάντως ἀνάγκη εἰς ὕδωρ ἄλλον τοσοῦτον ἑτέρωθί που
μεταβληθῆναι ἢ τοῦ παντὸς ἀέρος γενέσθαι κίνησιν (πλάσμα γὰρ τοῦτο καὶ ἀποκλήρωσις), ἀλλὰ μόνον τοσοῦτον ἀέρα τῇ ὤσει τοῦ γενομένου 351 πιληθῆναι, ὥστε τὸν ἴσον ὑπολιπεῖν τῷ γενομένῳ τόπον. τὸ αὐτὸ καὶ 352 εἰ πυκνωθεὶς εἰς ὕδωρ μεταβαλεῖ· ἀνάγκη γὰρ τὸν παρακείμενον τῷ πυκνωθέντι τῇ τοῦ κενοῦ βίᾳ συνέπεσθαι τῷ συσταλέντι, καὶ τὸν ἐκείνῳ πάλιν παρακείμενον τῷ ἐφεξῆς, ἕως οὗ ἀήρ τις ἕτερος ἐπὶ τοσοῦτον μανωθῇ,
ὅσον ἀναπληρῶσαι τὸν καταλελειμμένον ὑπὸ τοῦ πυκνωθέντος τόπον, οὐ
μὴν πάντως ὅσος ἐνταῦθα ἀὴρ εἰς ὕδωρ μετέβαλε, τοσοῦτον ἀνάγκη ἀλλαχοῦ που ἐξ ὕδατος ἀέρα γενέσθαι.
τὸ ἐξ οὗ, νῦν φησιν ὅτι λείπεται ἢ μηδὲν εἶναι τὸ ηὐξημένον ἐπὶ τῆς τοιαύτης μεταβολῆς τῆς ἐξ ὕδατος εἰς ἀέρα, ἢ ἔστι τι ηὐξημένον ὃ κοινὸν ὑποκείμενόν ἐστι τοῦ γενομένου καὶ τοῦ φθαρέντος, τοῦτο δέ ἐστι τὸ σῶμα. εἶτα ἐφεξῆς κατασκευάζει ὅτι οὐδὲ τοῦτο δυνατὸν λέγειν ηὐξῆσθαι, διότι ὢ
οὐ σώζεται ἐπ’ αὐτοῦ τὰ κοινῶς ὑπάρχοντα τῷ αὐξομένῳ, λέγω δὲ τό τε πᾶν μόριον μεῖζον γεγονέναι τοῦ αὐξομένου καὶ τὸ προσιόντος τινός, καὶ πρὸς τούτοις τὸ ὑπομένειν τὸ αὐξόμενον. τούτων γὰρ τὸ ὑπομένειν οὐκ ἔστιν ἐπὶ τοὐ σώματος· οὐ γὰρ ὑπομένει, ἀλλὰ ἄλλο ἐξ ἄλλου γίνεται μανότερόν τε ἐκ πυκνοτέρου καὶ μεῖζον ἐξ ἐλάττονος. τὸ δὲ λέγειν τὸ
καθόλου εἶναι τὸ ὑπομένον, ἄλογον· τὸ γὰρ καθόλου οὕτε γεννᾶται οὔτε φθείρεται οὔτε ὅλως ὑφέστηκεν ἰδίαν ἔχον ὕπαρξιν, ἀλλ’ ἔστιν ἀεὶ
τὸ μερικὸν καὶ τόδε τι τὸ σῶμα τὸ γινόμενον καὶ φθειρόμενον, ὅπερ ἐστὶ καὶ τὸ ἐνεργείᾳ ὑφεστώς. εἰ τοίνυν τόδε μέν τι τὸ σῶμα φθείρεται, ἕτερον δὲ ἐξ ἑτέρου γεννᾶται, πρόδηλον ὡς οὐδὲν αὐτοῖς ἐστι κοινὸν
σῶμα ὑπομένον πλὴν τῆς πρώτης ὕλης, περὶ ἣν μίαν καὶ τὴν αὐτὴν οὖσαν ἡ μεταβολὴ θεωρεῖται· ταύτῃ γὰρ καὶ διενήνοχε γένεσις αὐξήσεώς τε καὶ ἀλλοιώσεως, τῷ ἐπὶ μὲν τῆς γενέσεως μὴ ὑπομένειν τὸ μεταβάλλον, ἐπ’ αὐξήσεως δὲ καὶ ἀλλοιώσεως ὑπομένειν τὸ αὐτὸ κατὰ τὴν οὐσίαν,
μεταβάλλειν δὲ κατὰ τὰ συμβεβηκότα, ἐπὶ μὲν αὐξήσεως κατὰ μέγεθος,
ἐπὶ δὲ τῆς ἀλλοιώσεως κατὰ πάθος. εἰ δέ τις εἴποι ὡς ἐν τῇ ἐξ ὕδατος εἰς ἀέρα μεταβολῇ ὑπομένει τὸ τριχῇ διαστατὸν ᾗ τοιοῦτόν ἐστι καὶ μόνον ἐξ ἐλάττονος μεῖζον γίνεται, ἴστω ὡς εἰ καὶ τοῦθ᾿ οὕτως εἶχεν, οὐκέτι καὶ προσιόντος τινὸς ἔξωθεν ηὔξηται. ἔπειτα εἰ μὲν αὐτὸ καθ’ αὑτὸ τὸ τριχῇ διαστατὸν ὑπάρχον ἄνευ τινὸς εἴδους ἐξ ἐλάττονος μεῖζον ἐγίνετο, 354 ἴσως ἄν εἰ καὶ μὴ εὐλόγως συγχωρεῖν ἦν αὔξησιν εἶναι τὸ τοιοῦτο· νῦν 355 δὲ εἰ τὸ αὐξόμενον φυλάττειν δεῖ τὸ πρότερον εἶδος, ὡς ἐπὶ σαρκὸς καὶ ὀστοῦ καὶ τῶν ὁμοίων, τὸ δὲ τριχῇ διαστατὸν εἰδοπεποιημένον τῷ τοῦ ὕδατος εἴδει ἐν τῇ εἰς μείζονα ὄγκον μεταβολῇ, λέγω δὴ τὴν τοῦ ἀέρος,
οὐκ ἐφύλαξε τὸ πρότερον εἶδος, λέγω δὴ τὸ τοῦ ὕδατος, πρόδηλον δήπου ὡς οὐκ ἄν εἴη τὸ τοιοῦτον αὔξησις. οὐδὲ γὰρ τὸ ὑπομένειν τὸ τριχῇ διαστατόν, τοῦτο ἴδιόν ἐστιν ἐπὶ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς, ἀλλ’
ἁπλῶς ἐπὶ πάσης γενέσεως καὶ πάσης μεταβολῆς· πολλάκις γὰρ δέδεικται, ὡς δεῖ ἐπὶ πάντων τῶν μεταβαλλόντων τὸ πρῶτον ὑποκείμενον ἀμετάβλητον
εἷναι. ἐπὶ δὲ τῆς αὐξήσεως τὸ αὐτὸ εἶδος ὑπομένειν δεῖ ὅπερ εἶχε τὸ αὐξηθὲν καὶ πρὶν αὐξηθῇ· τοῦτο δὲ οὐ γίνεται ἐπὶ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς. οὐκέτι αὔξησις τὸ τοιοῦτο.
ὕδατος εἰς ἀέρα μεταβολήν, διὰ τὸ μείζονα τὸν ὄγκον γεγονέναι, ἀναγκασθησόμεθα
μήτε ὑπομένειν τὸ αὐξόμενον λέγειν μήτε προσιόντος τινὸς τὴν αὔξησιν γίνεσθαι, καὶ ἀναιρήσομεν τὰ κατὰ κοινὴν ἔννοιαν περὶ αὐξήσεως λεγόμενα· εἰ δὲ ταῦτα φυλάξαι χρή, ὥσπερ οὖν χρή, οὐκ ἂν εἴη αὔξησις ἡ ἐξ ὕδατος εἰς ἀέρα μεταβολή.
357
ᾧ προστίθεταί τι.
τῶν γὰρ ἀποριῶν προκαταβληθεισῶν καὶ τῆς προσηκούσης λύσεως
τυχουσῶν ῥᾷον ὁ περὶ αὐτῆς ἀπευθύνεται λόγος. νῦν γοῦν ζήτησιν κινεῖ οἰκείαν τῷ περὶ αὐξήσεως λόγῳ, ζητῶν πότερον ἄρα ἀμφότερά ἐστι τὰ αὐξόμενα, τό τε προστεθὲν καὶ ᾧ προστίθεται, ἢ μόνον τὸ ᾧ προστίθεται. δοκεῖ μὲν γὰρ ἀμφότερα μείζονα γεγονέναι καὶ τὸ προστεθὲν καὶ ᾧ προσετέθη, ὡς ἐπὶ τοῦ οἴνου ἔχει καὶ τοῦ ὕδατος· ὅταν γὰρ μίξῃς οἴνῳ
ὕδωρ, ἑκάτερον δοκεῖ πλέον γεγονέναι καὶ τὸ ὕδωρ καὶ ὁ οἶνος. φησὶν οὖν
ἐπικρίνων τὴν ἀπορίαν, ὅτι τὸ ᾧ προστίθεται μόνον χρὴ λέγειν ηὐξῆσθαι, 358 οἷον εἰ κνήμη εἴη ᾗ προστίθεται, ἡ δὲ τροφὴ ἡ ταύτῃ προστιθεμένη, * * * 359 οὐκ ἄν λέγοιτο αὔξεσθαι. καὶ τὴν αἰτίαν ἐπιφέρει. ἐπειδὴ γὰρ προείληπται δεῖν τὸ αὐξόμενον ὑπομένειν, ὑπομένει δὲ ἡ κνήμη, οὐ τὸ προσιόν (τοῦτο γὰρ μεταβάλλει κατὰ τὴν οὐσίαν), εὐλόγως ἂν ἡ κνήμη λέγοιτο αὔξεσθαι
μόνως, οὐ τὸ προσιόν. ἀλλὰ δὴ κἀπὶ τῆς μίξεως τοῦ ὕδατος καὶ τοῦ οἴνου, ὅταν ὀλίγον ὕδωρ πλείονι οἴνῳ μίξῃ τις, τὸν οἶνον μόνον φαμὲν
ηὐξῆσθαι, διότι μένει τὴν τοῦ οἴνου δύναμιν ἐπιδεικνύμενος. οὕτω δὲ καὶ ὕδατι πλείονι ἐὰν μίξῃς οἶνον ὀλίγον ὡς κρατηθῆναι ὑπὸ τοῦ ὕδατος, οὐ τὸν οἶνόν φαμεν ηὐξῆσθαι, διότι οὐ σῴζει τὴν οἰκείαν δύναμιν, ἀλλὰ τὸ
ὕδωρ τὸ σῷζον τὴν οἰκείαν δύναμιν καὶ τὴν τοῦ ὕδατος ἰδιότητα. καθόλου γὰρ οὐ τὸ φθειρόμενον οὐδὲ τὸ κρατούμενόν φαμεν ηὐξῆσθαι, ἀλλὰ τὸ κρατοῦν καὶ ὑπομένον. εἰ δὲ καὶ ἰσοσθενὴς ἡ μίξις γένοιτο, οὐ τῷ ποσῷ ἀλλὰ τῇ δυνάμει ὡς ὁμοίως ἑκάτερον ὑπὸ τοῦ ἑτέρου παθεῖν, εἴποις ἄν
οὕτως ἑκάτερον ηὐξῆσθαι, τάχα δὲ ἀληθέστερον εἰπεῖν ἐφθάρθαι· οὐδετέρου
γὰρ ἔτι ἡ δύναμις καὶ ἡ ἐνέργεια εἰλικρινὴς σῴζεται. δῆλον <δ᾿> ὅτι τὴν αὔξησιν ἐπὶ τῶν μιγνυμένων καταχρηστικώτερον εἴρηκεν· οὐδὲ γὰρ εἰλικρινῶς τὸ αὐτὸ εἶδος ὑπομένει οὐδὲ πᾶν μόριον αὐτοῦ ἐπιδίδωσιν, ἀλλὰ μόνον τῇ προσθέσει τὸ ὅλον μεῖζον γέγονεν.
τοῦ προστιθεμένου, πρῶτον μὲν ἔδειξεν ἐκ τοῦ τὸ μὲν ὑπομένειν ᾧ προστίθεται τὸ δὲ προστιθέμενον μεταβάλλειν, νῦν δὲ καὶ τὴν ἀλλοίωσιν παρέθετο [ἐδέθετο] σαφηνίζων τὰ κατὰ τὴν αὔξησιν. ὥσπερ γὰρ ἐπὶ τῆς αὐξήσεως ἔστι τὸ αὐξόμενον, ἔστι καὶ τὸ ᾧ αὔξεται, ἔστι καὶ ἡ αὐξητικὴ δύναμις ἐν
τῷ αὐξομένῳ τὴν ὕπαρξιν ἔχουσα, οὕτω κἀπὶ τῆς ἀλλοιώσεως ἔστι τὸ
ὑποκείμενον, τουτέστι τὸ ἀλλοιούμενον, ἔστι δὲ καὶ τὸ ᾧ ἀλλοιοῦται, ἔστι δὲ καὶ ἡ δύναμις ὑφ’ ἧς ἡ ἀλλοίωσις ἐπιτελεῖται. ὥσπερ οὖν ἐπὶ τῆς αὐξήσεως τὸ ὑποκείμενόν φαμεν ηὐξῆσθαι μόνον (ἐν αὐτῷ γὰρ ἡ αὐξητική ἐστι καὶ θρεπτικὴ δύναμις), οὕτω κἀπὶ τῆς ἀλλοιώσεως τὸ ὑποκείμενόν
φαμεν ἠλλοιῶσθαι, οἷον τὴν σάρκα, ὅταν σῴζουσα τὸ εἶδος μεταβάλλῃ κατά τι πάθος. τὸ δὲ ᾧ ἠλλοίωται ἔστι μὲν ὅτε οὐδὲν πάσχει οὐδὲ μεταβάλλει, ὡς ὅταν πυρὸς παρακειμένου θερμαίνηται τὰ ἡμέτερα σώματα τοὐ
πυρὸς οὐδὲν ἐξ ἡμῶν ἀντιπάσχοντος, ἀλλὰ μένει ἀναλλοίωτον τὸ ἀλλοιοῦν 361 ἀναλόγως τῷ προστεθέντι, ἐπεὶ μηδὲ τοῦτο αὔξεται· ἔστι δὲ ὅτε πάσχει 362 τι καὶ αὐτὸ καὶ ἀλλοιοῦται, ὡς ὁ ἐν τοῖς βαλανείοις ἀὴρ θερμαίνων ἡμᾶς καὶ ἀντιπάσχων ὑφ’ ἡμῶν καὶ ταύτῃ διενήνοχε τοῦ προστιθεμένου καὶ αὔξοντος τὸ ἀλλοιοῦν, διότι τὸ αὖξον οὐδέποτε αὔξεται, τοῦ ἀλλοιοῦντος
ποτὲ μὲν καὶ αὐτοῦ ἀλλοιουμένου ποτὲ δὲ οὕ. καίτοι καὶ τὸ προστιθέμενον δόξει ποτὲ ἴσως | αὔξεσθαι, ὅταν ἡ προσελθοῦσα τροφὴ εἰς πνεῦμα μεταβληθεῖσα 363 μείζων γένηται. τὸ δὲ ἀληθὲς οὐχ οὕτως ἔχει. οὐ γάρ ἐστιν αὕτη αὔξησις, ἀλλὰ φθορά· οὐδ’ ἄν φαίημεν τὴν ἐμπνευματωθεῖσαν τροφὴν ηὐξῆσθαι οὐδὲ ἐν αὐτῇ εἶναι τὴν αὐξητικὴν δύναμιν, ἀλλ’ ἐν τῷ αὐξομένῳ.
ἀλλ’ οὐδὲ τὸ ᾧ ἠλλοίωται, εἰ καὶ πάσχει τι καὶ αὐτὸ πολλάκις καὶ ἀλλοι- οῦται, ὅμως τὴν δύναμιν ὑφ’ ἧς ἡ ἀλλοίω.σις ἐπιτελεῖται οὐκ ἔχει, φησίν,
ἐν ἑαυτῷ· ἐν τῷ ὑποκειμένῳ γὰρ καὶ ἀλλοιουμένῳ φησὶ ταύτην εἶναι, τῷ καὶ σῳζομένῳ καὶ ὑπομένοντι, ὥσπερ οὖν καὶ ἐν τῷ αὐξομένῳ τὴν αὐξητικὴν δύναμιν.
φθείρεσθαι, τὸ δὲ τρεφόμενον καὶ αὐξόμενον μένειν ἀεὶ τὴν αὐξητικὴν καὶ θρεπτικὴν δύναμιν ἔχον. εἰ τοίνυν δεῖ φθαρῆναι τὴν τροφήν, ἵνα οὕτω θρέψῃ καὶ αὐξήσῃ, τῶν δὲ ὑποκειμένων φθαρέντων φθείρεται καὶ ἡ ἐν αὐτοῖς δύναμις, εὔδηλον ὡς οὐκ ἔστιν ἐν τῇ τροφῇ οὔτε ἡ θρεπτικὴ οὔτε ἡ αὐξητικὴ δύναμις, εἰ μὴ ἡ ὡς ὕλη θεωρουμένη· ἡ μέντοι ποιητικὴ
αἰτία τῆς αὐξήσεως καὶ θρέψεως ἐν τῷ αὐξομένῳ ἐστὶ καὶ τρεφομένῳ· τοῦτο γὰρ ὑπομένει καὶ τὴν τροφὴν εἰς ἑαυτὸ μεταβάλλει. ἐπὶ δὲ τῆς
ἀλλοιώσεως ἄλογον δοκεῖ εἶναι τὸ μὴ ἐν τῷ ἀλλοιοῦντι ἀλλ’ ἐν τῷ ἀλλοιουμένῳ ἀποτίθεσθαι τὴν ἀρχὴν τῆς κινήσεως, ἥτις ἀεὶ σημαίνει παρὰ Ἀριστοτέλει τὴν ποιητικὴν αἰτίαν. εἴπερ οὖν ἐν τῷ ἀλλοιουμένῳ φαίημεν
τὴν ποιητικὴν αἰτίαν ὑπάρχειν, αὐτὸ ὑφ’ ἑαυτοῦ ποιήσομεν ἀλλοιοῦσθαι, ὅπερ ἄτοπον. μάχεται δὲ τῷ λόγῳ καὶ ἡ τῶν πραγμάτων ἐνάργεια. θερμαινόμεθα γὰρ ὑπὸ πυρὸς καὶ ψυχόμεθα ὑπὸ χιόνος, καὶ οὐδεὶς ἂν αἰσθήσει χρώμενος τὸ ποιητικὸν τῆς θέρμης ἢ τῆς ψύξεως αἴτιον ἐν τῷ
σώματι ἡμῶν τῷ ἀλλοιουμένῳ εἶναι λέξειε, καὶ οὐκ ἐν τῷ πυρὶ καὶ τῇ
χιόνι· καὶ ὁ κηρὸς δὲ ἀλλοιοῦται ἐκ κύβου φέρε σφαῖρα γινόμενος, καὶ παντὶ δῆλον ὡς ἡ ἀλλοιωτικὴ δύναμις οὐκ ἐν τῷ κηρῷ ἐστιν, ἀλλ’ ἐν τῷ διαπλάσαντι. πῶς οὖν ἐν τούτοις ὁ Ἀριστοτέλης τὴν αἰτίαν τῆς ἀλλοιώσεως 364 οὐκ ἐν τῷ ἀλλοιοῦντί φησιν εἶναι, ἀλλ’ ἐν τῷ ἀλλοιουμένῳ; πρὸς τοῦτο 365 τοίνυν ἐνιστάμενός φησιν ὁ Ἀλέξανδρος, ὅτι οὐ περὶ τοῦ ποιητικοῦ αἰτίου ἐστὶν αὐτῷ ὁ λόγος. οὐδὲ γὰρ τοῦ ἀλλοιοῦν τὴν ἀρχὴν καὶ τὴν δύναμίν
φησιν εἶναι ἐν τῷ ἀλλοιουμένῳ, ἀλλὰ τοῦ ἀλλοιοῦσθαι, ἥτις τρόπον τινὰ
αἰτία γίνεται τῷ ποιοῦντι τοῦ ἀλλοιοῦν· οὐ γὰρ ἀλλοιοῖ τὰ ποιοῦντα, εἰ μὴ μόνα τὰ ἔχοντα τὴν δύναμιν τοῦ ἀλλοιοῦσθαι. οὕτω μὲν οὖν Ἀλέξανδρος τὴν ἀρχὴν τῆς κινήσεως ἀξιοῖ μὴ ἀκούειν περὶ τοῦ ποιητικοῦ αἰτίου. ἔστι δὲ ἐπί τινων ἀλλοιώσεων εὑρεῖν τὴν ἀρχὴν τῆς κινήσεως, τὴν ὡς ποιητικὴν ἐν τῷ ἀλλοιουμένῳ ὑπάρχουσαν, οἷον ὡς ἐπὶ τῶν ἀλλοιώσεων τῶν γινομένων
περὶ τὰ τῶν ζῴων σώματα ὑπὸ τῶν φαρμάκων, τῶν ἐνεργείᾳ μὲν
μήτε ψῦξιν μήτε θερμότητα ἐναργῆ κεκτημένων, δυνάμει δὲ θερμαινόντων ἢ ψυχόντων. τὰ γὰρ τοιαῦτα πάντα, οἷόν ἐστι πέπερι πύρεθρον κώνειον καὶ ὅσα τοιαῦτα, τοῖς μὲν ἀψύχοις προσφερόμενα σώμασιν οὐδεμίαν ἐπιδείκνυται δύναμιν οὐδὲ ἀλλοιοῖ αὐτά, τοῖς δὲ τῶν ζῴων προσπελάσαντα
σώμασιν ἀλλοιοῖ ταῦτα τῷ ἀντικινεῖσθαι ὑπὸ τῆς ἐν τῷ σώματι φύσεως καὶ ζωῆς καὶ κινηθέντα τὴν ἑαυτῶν ἐπιδείκνυσθαι δύναμιν. ἐπὶ τῶν
τοιούτων ἄρα πάντων ἡ ἀρχὴ τῆς κινήσεως ἐν τῷ ἀλλοιουμένῳ σώματι εἰκότως ἄν λέγοιτο ὑπάρχειν.
χωρίῳ διηπορημένοις τοιαύτη τίς ἐστιν, ἀεί τε ἀμφιβαλλομένῳ καὶ πρὸς τῶν ἐξηγητῶν μὴ πρὸς ἀκρίβειαν κατορθουμένῳ. τάχα δ’ ἄν τις καὶ ταύτην λύσειεν. οὐδὲ γὰρ ἀληθές ἐστι τὸ ἐπὶ τῶν εἰρημένων ἀλλοιώσεων ἐν τῷ ἀλλοιουμένῳ τὴν ἀρχὴν εἶναι τῆς κινήσεως, ἀλλ’ ἡ μὲν ἐν τοῖς φαρμάκοις δύναμις ὑπὸ τῶν ἡμετέρων σωμάτων εἰς ἐνέργειαν ἄγεται,
ἀχθεῖσα δὲ εἰς ἐνέργειαν οὕτω λοιπὸν ἀντιδρᾷ εἰς τὰ ἡμέτερα σώματα καὶ ἀλλοιοῖ αὐτά. ὥστε τοῦ μὲν τὸ δυνάμει τῶν φαρμάκων εἰς ἐνέργειαν ἀχθῆναι τὸ αἴτιον ἐν τοῖς ἡμετέροις ἐστὶ σώμασι, τοῦ δὲ τὰ ἡμέτερα σώματα ὑπὸ τῶν φαρμάκων ἀλλοιωθῆναι ἡ ποιητικὴ αἰτία ἐν τοῖς φαρμάκοις ἐστίν, ἐνεργείᾳ λοιπὸν φέρε θερμῶν ἢ ψυχρῶν γενομένων· τὸ γὰρ μὴ
γενόμενον ἐνεργείᾳ θερμὸν οὐκ ἄν ἄλλο τι θερμᾶναι δυνήσεται καὶ ποιῆσαι
ἐνεργείᾳ θερμόν. ὡς γὰρ αὐτὸς εἶπε μικρῷ πρόσθεν, δεῖ τὸ ποιοῦν πάντως ἐντελεχείᾳ εἶναι ἢ ὁμοειδὲς ἢ ὁμογενές. ὅμοιον οὖν ἐστι τὸ ἐπὶ τῶν φαρμάκων τούτων γινόμενον, ὥσπερ εἰ ἐν οἰκίσκῳ πλείστων ἀνθρώπων 366 ὄντων ὁ ἐν αὐτῷ ἀὴρ ὑπ’ αὐτῶν θερμανθεὶς ἀντιθερμαίνει αὐτούς. ‘κἀπὶ 367 τούτων γὰρ τοῦ μὲν τὸν ἀέρα θερμανθῆναι αἰτία ἐστὶν ἡ τῶν σωμάτων ἐπαφή, θερμανθεὶς δὲ ἅπαξ ὁ ἀὴρ καὶ αὐτὸς πάλιν ἀντιθερμαίνει τὰ θερμάναντα. ὥστε κἀπὶ τούτων τὸ προσεχὲς τῆς ἀλλοιώσεως αἴτιον ἐν
τῳ ἀλλοιοῦντι ἐστι καὶ οὐκ ἐν τῷ ἀλλοιουμένω.
τῆς μεταβολῆς ἐν τῷ ποιοῦντί ἐστι καὶ οὐκ ἐν τῷ γινομένῳ ἢ πάσχοντι, ἐπὶ δὲ τῶν λοιπῶν δύο, τῆς τε κατὰ ποσὸν καὶ | τῆς κατὰ τόπον, ἐν τῷ πάσχοντί 368 εστιν ἤ ποιητικὴ αἰτία· τό τε γὰρ γινόμενον οὐκ αὐτὸ τὴν ποιητικὴν αὑτοῦ ἔχει αἰτίαν, ἀλλὰ τὸ δημιουργοῦν, οἷον εἰ ὁ οἰκοδόμος ἢ ὁ πατὴρ ἢ ὁτιοῦν ἄλλο εἴη τὸ ποιοῦν, καὶ τὸ φθειρόμενον πάλιν ἑτέρωθεν ἔχει τῆς
φθορᾶς τὴν αἰτίαν· οὐδὲν γὰρ αὐτὸ ἑαυτοῦ φθαρτικόν ἐστι. πάντα γὰρ φυσικῶς του εἶναι ἐφίεται· ἐδείξαμεν δὲ ὅτι οὐδ’ ἐν τοῖς ἀλλοιουμένοις ἡ αἴτια ὑπάρχει τῆς ἀλλοιώσεως, ἀλλ’ ἐν τοῖς ἀλλοιοῦσιν. ὅτι δὲ ἐν τοῖς
αὐξομένοις τὸ ποιητικὸν αἴτιόν ἐστι τῆς αὐξήσεως, καὶ τοῦτο ὡμολόγηται. ἡ γὰρ ἐν ἑκάστῳ μορίῳ φυσικὴ δύναμις τὴν προσκριθεῖσαν τῷ μορίῳ
τροφὴν ἑνώσασα τῷ ὑποκειμένῳ ἐξομοιοῖ αὐτό. καὶ τὰ κατὰ τόπον δὲ κινούμενα τῆς ἐν τούτῳ μεταβολῆς αὐτὰ ἑαυτοῖς ἐστιν αἴτια. εἰ γὰρ ἡ κίνησις αἰτία τῆς κατὰ τόπον γίνεται μεταβολῆς, τῆς δὲ κινήσεως τῶν σωμάτων ἡ ἐν αὐτοῖς φύσις ἐστὶν αἰτία (κινήσεως γὰρ καὶ ἠρεμίας αἰτία ἡ φύσις), τῆς ἄρα κατὰ τόπον μεταβολῆς αὐτὰ ἑαυτοῖς ἐστι τὰ μεταβάλλοντα αἴτια.
αἴτιον τινος, ὡς πολλάκις εἴρηται, ἐνεργείᾳ δεῖ εἶναι, τὸ δὲ μήπω ὂν οὐκ ἔστιν ἐνεργεία. ὅτι δὲ οὐδὲ φθορᾶς οὐδέν ἐστιν ἑαυτῷ φυσικῶς αἴτιον,
εἴρηται· πάντα γὰρ φυσικῶς τοῦ εἶναι ἐφίεται. ἀλλὰ δὴ καὶ ἡ ἀλλοίωσις πάθος οὖσα τοῦ ὑποκειμένου, ὅτε ἐπιτεταμένη γίνεται, φθείρει τὸ σῶμα. ἐπιτεινομένη γὰρ ἡ θερμότης ἢ ἡ ψύξις ξηρότης τε καὶ ὑγρότης φθείρει
τὰ σώματα· εἴπομεν δὲ ὡς οὐδέν ἐστιν αὐτὸ ἑαυτοῦ φθαρτικόν. λεύκανσις 369 δὲ καὶ μελανία, καὶ ὅσαι τῶν ἀλλοιώσεων μήτε βλάπτουσι μήτε ὠφελοῦσι 370 τὸ ὑποκείμενον, δι’ αὐτὸ τοῦτο τὴν αἰτίαν εἰκότως ἂν ἔξωθεν ἔχοιεν. τὰ
γὰρ ὑπὸ τῶν φυσικῶν ἑκάστου δυνάμεων γινόμενα πάντως εἰς τὸ εἶναι τῷ ὑποκειμένῳ λυσιτελεῖ. οὐδὲν γὰρ οὔτε ἐπὶ κακῷ οὔτε μάτην οὔτε ἐκ
περιττοῦ ἡ φύσις ἐργάζεται, εἰ μή τι ὡς παρεπόμενον τῇ φυσικῇ κράσει γίνοιτο, οἷον εἰ τῇ θερμῇ καὶ ξηρᾷ κράσει παρέποιτο τὸ οὔλας ἔχειν τὰς τρίχας. ἀλλ’ εἰ μὲν ἐκ τῆς κατ’ ἀρχὴν συστάσεως τοῦτο γίνοιτο, οὐδὲ ἀλλοίωσις δηλονότι τὸ τοιοῦτόν ἐστιν ἀλλὰ γένεσις· εἰ μέντοι ἐκ κράσεως φέρε ξηρᾶς εἰς ὑγρὰν μεταβάλοι, καὶ ταύτῃ ἀλλοιωθείη ἢ τὸ χρῶμα ἢ τὸ
τῶν τριχῶν συνεστραμμένον καὶ ἀπηυθυσμέναι γίνονται, δῆλον ὅτι τὸ τῆς μεταβολῆς τῆς κράσεως αἴτιον τοῦτο καὶ τῆς ἀλλοιώσεως τοῦ χρώματος ἢ τῶν τριχῶν γέγονεν αἴτιον, εἴτε τὸ περιέχον εἴη εἴτε τὰ προσφερόμενα εἴτε ὁτιοῦν ἄλλο. περὶ μὲν οὖν γενέσεως καὶ ἀλλοιώσεως τοσαῦτα. διὰ τί δὲ τὸ αὐξόμενον ἐν ἑαυτῷ ἔχει τὴν ποιητικὴν αἰτίαν τῆς αὐξήσεως,
ἐκ τῶν εἰρημένων δῆλόν ἐστιν. εἰ γὰρ τὸ τρέφον καὶ αὖξον ἐξομοιοῦσθαι θέλει τῷ τρεφομένῳ καὶ αὐξομένῳ, δῆλον ὅτι δυνάμει ἐστὶν οἷον τὸ αὐξόμενον,
δυνάμει δὲ ὂν οὐκ ἂν εἴη ἑαυτῷ τῆς <εἰς> ἐκεῖνο εἴρηται δὲ ὡς ὅτι τὸ ποιοῦν ἢ ὁμοειδές ἐστι τῷ γινομένῳ ἢ ὁμογενές. εἰκότως οὖν τὸ αὐξόμενον καὶ τρεφόμενον αἴτιόν ἐστι τῆς εἰς αὐτὸ τοῦ
τρέφοντος καὶ αὔξοντος ἐξομοιώσεως. εἰ δὲ τῆς κατὰ τόπον μεταβολῆς αἰτία ἡ κίνησις, τῆς δὲ κινήσεως τῆς ἑκάστου ἡ ἐν αὐτῷ φύσις αἰτία, εἴπερ ἀρχή ἐστι κινήσεως καὶ ἠρεμίας ἡ φύσις ἐν ᾧ ὑπάρχει πρώτως καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός, εἰκότως ἄρα τῆς κατὰ τόπον μεταβολῆς
αὐτὰ ἑαυτοῖς ἐστι τὰ μεταβάλλοντα αἴτια.
371
ἀναιρουμένου τοῦ ἔχοντος συναναιρεῖται, ἀλλὰ καθ’ αὑτό φησιν ἐνταῦθα τὸ ἐν αὐτῷ τῷ σώματι γινόμενον, οἷον λευκότητα θερμότητα, καὶ μὴ ἔξωθεν καὶ κατὰ σχέσιν τὴν πρὸς ἄλλο αὐτῷ ἐπιγινόμενον, ὡς εἴ τι ἐξ ἀριστεροῦ δεξιὸν γένοιτο ἢ ἐκ τῶν κάτω ἄνω, καὶ ἐπὶ τῶν παραπλησίων.
ἀπολαῦσαν αὐτοῦ σῶμα.
ἔστιν ὅτε αὔξεσθαι, ὅταν εἰς πνεῦμα μεταβάλῃ, ὥσπερ καὶ τὸ ἀλλοιοῦν
ἔστιν ὅτε ἀλλοιοῦσθαι, καὶ ἔνθεν δόξει καὶ ἐν αὐτῷ εἶναι ἡ αὐξητικὴ δύναμις, ἥπερ ἐν τῷ αὐξομένῳ, ὡς εἴρηται, θεωρεῖται, διὰ τοῦτο νῦν τίθησι τὸ τῆς πλάνης αἴτιον καὶ ἐλέγχει ὅτι οὔτε αὔξεται ἡ τροφὴ οὔτε διὰ τοῦτο ἐν αὑτῇ ἕξει τὴν αὐξητικὴν δύναμιν. φθείρεται γὰρ ἡ τροφὴ καὶ οὐ μένει ὅπερ ἐστὶν ἐν τῇ εἰς πνεῦμα μεταβολῇ. δῆλον οὖν ὅτι οὐδὲ αὔξεται,
εἴπερ δεῖ τὸ αὐξόμενον μένον ἐπὶ τοῦ προτέρου εἴδους τὴν κατὰ μέγεθος
ποιεῖσθαι ἐπίδοσιν. εἰ δὲ μὴ αὔξεται ἡ τροφή, οὐδὲ τὴν αὐξητικὴν δύναμιν ἐν αὑτῇ ἕξει.
δυνάμεως, ἀπορήσας περὶ τοὐ πῶς αὔξεται τὰ αὐξόμενα, πότερον σώματι ἢ ἀσωμάτῳ, ἀπορεῖ νῦν καὶ περὶ τοῦ ᾧ αὔξεται. ἐπεὶ γὰρ μεταβάλλουσα ἡ τροφὴ ἐν τῷ τρεφομένῳ μείζων δοκεῖ γεγονέναι, καὶ δόξειεν ἄν ταύτῃ καὶ αὐτὴ αὔξεσθαι, διὰ τοῦτο καὶ τὸν περὶ ταύτης διευθύνει λόγον, ὅτι
κἄν μείζων γίνηται, οὐκ αὔξεται. οὐδὲ γὰρ φυλάττεται ἐπ’ αὐτῆς τὰ 377 κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῇ αὐξήσει, καὶ πρό γε τῶν ἄλλων τὸ 378 δεῖν ὑπομένειν τὸ αὐξόμενον· φθείρεται γὰρ τὸ εἰσιὸν καὶ οὐχ ὑπομένει. ἃ δὲ περὶ τῆς ἀλλοιώσεως ἐπάγει, παραδείγματος ἕνεκεν τίθησιν ἐξομοιῶν τοῖς ἐπὶ τῆς ἀλλοιώσεως γινομένοις τὰ ἐπὶ τῆς αὐξήσεως, ἐπεὶ μηδὲ δίχα
τῆς ἀλλοιωτικῆς δυνάμεως τὴν αὐξητικὴν ἐνεργῆσαι δυνατόν.
γὰρ ὑπάρχει ταύτῃ, ταῦτα δήπου καὶ τῇ αὐξητικῇ δυνάμει ὑπάρχει. ὥσπερ οὖν ἐπὶ τῆς ἀλλοιωτικῆς δυνάμεως, εἰ μὲν σύμμετρον ᾖ τῷ ἀλλοιοῦντι τὸ ἀλλοιούμενον, δρᾷ εἰς αὐτὸ τὸ ἀλλοιοῦν αὐτὸ ἀπαθὲς μένον, οἷον εἰ σύμμετρος εἴη ἡ εἰσιοῦσα τροφὴ τῇ πεπτικῇ τῆς φύσεως δυνάμει, πάσχει ὑπ’ αὐτῆς ἡ τροφὴ τῆς δυνάμεως ἀπαθοῦς μενούσης, εἰ μέντοι
εἴη ἀσύμμετρα πλήθει ἢ ποιότητι τὰ εἰσιόντα, πάσχει μᾶλλον ὑπ’ αὐτῶν ἡ ἀλλοιωτικὴ δύναμις καὶ ἀσθενεστέρα γίνεται ἢ ποιεῖ εἰς αὐτά· τὰ αὐτὰ
καὶ ἐπὶ τῆς αὐξητικῆς δυνάμεως λεκτέον, ὅτι ἔστ’ ἂν μὲν συμμέτρως ἔχῃ ἡ αὐξητικὴ δύναμις τῇ ὕλῃ τῆς αὐξήσεως, δρᾷ εἰς αὐτὴν καὶ αὔξει τὸ αὐξόμενον, ἔστ’ ἂν δὲ ἀσυμμέτρως ἔχῃ, πάσχει μᾶλλον ὑπ’ αὐτῆς. τὸ δὲ
ἀσύμμετρον διὰ πολλὰ γίνεται, ἢ διὰ τὸ ποσὸν ἢ διὰ τὸ ποιὸν ἢ διὰ τὸν χρόνον. ἐπεὶ γὰρ ὥρισται τὰ ἔργα τῆς φύσεως, ὅταν εἰς τὸ σύμμετρον μέγεθος ἔλθῃ τὰ σώματα, τότε λοιπὸν ἀνεπιτηδείου ὄντος τοῦ ὑποκειμένου,
διὰ ξηρότητα φέρε καὶ ψυχρότητα ἢ ἁπλῶς ἀσυμμετρίαν τῆς κράσεως, ἐξασθενεῖ ἡ αὐξητικὴ δύναμις καὶ πάσχει μᾶλλον ἐκ τοῦ ὑποκειμένου ἤπερ
ποιεῖ εἰς αὐτό. ἰστέον δὲ ὅτι εἰ λέγει ὁτὲ μὲν οὐδὲν πάσχειν τὸ ἀλλοιοῦν ὁτὲ δὲ πάσχειν, οὐκ ἐναντιοῦται τοῖς ἀλλαχοῦ αὐτῷ εἰρημένοις, ὅτι τῶν ὁμοΰλων τὰ ποιοῦντα πάντως καὶ ἀντιπάσχει. κατὰ γὰρ τὸ ἐπικρατοῦν ἢ πάσχειν ἢ μὴ πάσχειν αὐτὰ νῦν φησιν· ἐνίοτε γὰρ πλεῖον δρᾷ ἢ πάσχει, ἐνίοτε δὲ ἐναντίον.
380
εἰπὼν ὅσα κατὰ κοινὴν ἔννοιαν ὑπάρχει τῇ αὐξήσει, καὶ γυμνάσας 381 πάσας τὰς εἰς τὸν περὶ αὐτῆς λόγον συντεινούσας ἀπορίας, νῦν λοιπὸν 382 ἐκθέσθαι βούλεται τὴν ἰδίαν περὶ αὐξήσεως δόξαν, τοιαύτην ὀφείλουσαν ἀποδοθῆναι, ἥτις τοῖς τε κατὰ κοινὴν ἔννοιαν ὑπάρχουσι τῇ αὐξήσει συνᾳσεται καὶ τὰς δοκούσας φέρεσθαι κατ’ αὐτῆς τῆς αὐξήσεως ἀπορίας ἐκφεύξεται.
ἦν δὲ τὰ μὲν κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῇ αὐξήσει τρία τινά, τό τε ὑπομένειν καὶ τὸ προσιόντος τινὸς τὴν αὔξησιν γίνεσθαι καὶ τὸ πᾶν ὁτιοῦν μόριον τοῦ αὐξομένου μεῖζον γίνεσθαι ὥσπερ καὶ τοῦ φθίνοντος ἔλαττον. αἱ δὲ ἀπορίαι αἱ δοκοῦσαι φέρεσθαι πρὸς τὰ περὶ τῆς αὐξήσεως λεγόμενα ὑπῆρχον αὗται, τό τε κενοῦ ὑπόστασιν εἰσάγειν καὶ τὸ
σῶμα διὰ σώματος λέγειν διιέναι· τῷ μὲν γὰρ φάσκοντι λόγῳ ἀσωμάτῳ
τὴν αὔξησιν γίνεσθαι εἵπετο τὸ ὕλην εἶναι χωριστὴν μεγέθους καὶ κενὸν ὑφεστηκός, τῷ δὲ διὰ σώματος ὑποτιθεμένῳ τὴν αὔξησιν γίνεσθαι, προειλημμένου τοῦ πᾶν μόριον μεῖζον γίνεσθαι ἐκ τῆς τοῦ προσιόντος προσθήκης, ἕπεται ἤτοι πόρον καὶ κενὸν ὅλον εἶναι τὸ αὐξόμενον, εἴπερ δέοι δι’
ὅλου διελθὸν τὸ προσιὸν ἑκάστῳ μορίῳ τοῦ αὐξομένου προστεθῆναι, ἢ σῶμα διὰ σώματος διιέναι καὶ δύο ἐν τῷ αὐτῷ τόπῳ σώματα ὑπάρχειν. τοιαῦτα μὲν οὖν τὰ προδιδαχθέντα, οἷς σύμφωνον ἀποδοθῆναι χρὴ
τὴν περὶ αὐξήσεως διδασκαλίαν. ὥστε τὰ μὲν κατὰ τὴν κοινὴν ἔννοιαν ὑπάρχοντα τῇ αὐξήσει σῴζειν, τὰς δὲ κατ’ αὐτῆς φερομένας ἀπορίας
ἐκφυγεῖν. ἀρχόμενος δὲ τοῦ περὶ αὐξήσεως λόγου, προλαμβάνει δύο τινὰ χρήσιμα αὐτῷ πρὸς τὰ μέλλοντα, ἓν μὲν τὸ μὴ εἶναι τὰ ἀνομοιομερῆ τὰ πρώτως αὐξόμενα ἀλλὰ τὰ ὁμοιομερῆ, τῷ δὲ ταῦτα αὔξεσθαι καὶ τὰ ἐξ αὐτῶν συγκείμενα ἀνομοιομερῆ αὔξειν λέγεσθαι (οὐ γὰρ πρόσωπον ἢ χεὶρ ἡ τροφὴ γινομένη προστίθεται τῷ αὐξομένῳ, ἀ·λλ’ ἢ σὰρξ ἢ ὀστοῦν ἢ τῶν
ἄλλων τι τῶν ὁμοιομερῶν· ὥστε τὰ πρώτως αὐξόμενα ταῦτά ἐστιν), ἕτερον δὲ ὅτι ἕκαστον τῶν ἐνύλων πραγμάτων διττῶς λέγεται, ποτὲ μὲν κατὰ τὴν ὕλην ποτὲ δὲ κατὰ τὸ εἶδος. σάρκα γὰρ λέγομεν ποτὲ μὲν τὸ εἶδος τῆς σαρκὸς ποτὲ δὲ τὴν ὕλην, ποτὲ δὲ τὸ συναμφότερον, ὅπερ παρῆκεν ὡς γνώριμον καὶ μηδὲν αὐτῷ πρὸς τὸ παρὸν συμβαλλόμενον. ὅταν μὲν
γὰρ εἴπωμεν ῥευστὴν εἶναι τὴν σάρκα καὶ ἐν ἐπιρροῇ καὶ ἀπορροῇ ἔχειν τὸ εἶναι ἢ σύνθετον ἐκ τῶν τεσσάρων εἶναι στοιχείων, σάρκα φαμὲν τὴν
τῆς σαρκὸς ὕλην· ὅταν δὲ ἀκμάζειν τὴν σάρκα ἢ δυσκράτως ἔχειν ἢ μαλακὴν εἶναι ἢ σκληράν, σάρκα φαμὲν τὸ εἶδος· ὅταν δὲ διαιρετὴν εἶναι ἢ τριχῇ διαστάτην ἢ πολλὴν ἢ ὀλίγην, κατὰ τὸ συναμφότερον. ζητητέον 383 οὖν κατὰ τί τούτων αὔξεσθαι λέγεται τὰ ὁμοιομερῆ, πότερον κατὰ τὴν 384 ὕλην ἢ κτὰ τὸ εἶδος. εἰ μὲν γὰρ τὴν ὕλην φαίη τις εἶναι τὴν αὐξομένην, οὔτε τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῇ αὐξήσει σώσει, οὔτε τὰ ὑπο- πίπτοντα ἄπορα ἐπιλύ|σεται. οὔτε γὰρ τὸ ὑπομένειν ἐπὶ ταύτης σώσει (ἡ
γὰρ ὕλη οὐχ ὑπομένει ἡ αὐτή, ἀλλ’ ἡ μὲν ἀπορρεῖ ἡ δὲ εἰσρεῖ), οὔτε τὸ πᾶν ὁτιοῦν μόριον μεῖζον γίνεσθαι δυνατὸν ἐπὶ τῆς ὕλης λέγειν, πρῶτον μὲν διότι οὐχ ὑπομένει (πῶς γὰρ ἂν ἀπορρέουσα καὶ ἄλλη ἐξ ἄλλης ἀεὶ γινομένη κατὰ πᾶν μόριον μεῖζον γένοιτ’ ἄν;), ἔπειτα δὲ καὶ εἰς τὰ εἰρημένα ἄτοπα ἐμπεσούμεθα. εἰ γὰρ ἡ τροφὴ ἡ προσιοῦσα σῶμα
τυγχάνουσα παντὶ μορίῳ τῆς ὕλης προστίθεται, δεήσει δι’ ὅλης διελθεῖν·
ἐπεὶ πῶς ἄν παντὶ μορίῳ αὐτῆς προστεθήσεται; ᾧ γὰρ μὴ προστίθεται μορίῳ, τοῦτο οὐκ αὔξεται· δεῖ γὰρ προσιόντος τινὸς πᾶν τὸ αὐξόμενον αὔξεσθαι. δι’ ὅλης ἄρα τῆς ὕλης τοῦ αὐξομένου τὸ προστιθέμενον διελεύσεται. τὸ δὲ δι’ οὗ ἔρχεται κενὸν ἢ πόρον ἀνάγκη εἶναι. δι’ ὅλου ἄρα
διιούσης κενὸν ὅλον ἢ πόρον ἀνάγκη εἶναι τὸ αὐξόμενον σῶμα. ἢ εἰ μὴ τοῦτο, σῶμα διὰ σώματος διελεύσεται καὶ δύο ἐν τῷ αὐτῷ τόπῳ σώματα ἔσται. δῆλον οὖν ὅτι κατ’ οὐδένα τρόπον δυνατὸν τὴν ὕλην λέγειν εἶναι
τὴν αὐξομένην. εἰ δὲ τοῦτο, οὐδὲ τὸ συναμφότερον ἄρα ἐστὶ τὸ αὐξόμενον· εἰ γὰρ τὸ συναμφότερον ηὔξητο, πάντως ἂν καὶ ἡ ὕλη ηὔξητο. λείπεται
τοίνυν τὸ εἶδος εἶναι τὸ αὐξόμενον· τοῦτο γάρ ἐστι τὸ μόνον ὑπομένον, καθὼς ἀπεδείξαμεν, οὐ χωρὶς ὕλης (τοῦτο γὰρ ἀδύνατον), ἀλλ’ ἀεὶ τὸ αὐτὸ σωζόμενον περὶ τὴν ὕλην πλείονά τε καὶ ἐλάττονα γινομένην καὶ ἄλλοτε ἄλλην, τὴν μὲν ἀπορρέουσαν τὴν δὲ εἰσκρινομένην. ὅταν δὲ λέγωμεν τὸ εἶδος εἶναι τὸ αὐξόμενον, μὴ νομίσῃς αὐτὸ τὸ εἶδος κατὰ τὸν
οὐσιώδη καὶ ἀίδιον λόγον τὴν μεταβολὴν ἴσχειν (ἀσώματον γὰρ τῷ ἰδίῳ λόγῳ τὸ εἶδος καὶ ἀμέγεθες), ἀλλὰ κατὰ τὸ ποσόν· τοῦτο γάρ ἐστι καὶ τῆς αὐξήσεως τὸ σημαινόμενον. κατὰ δὲ τὸ ποσὸν λέγεται μεταβάλλειν τὸ εἶδος, τῷ ἐν πλείονι ἢ ἐν ἐλάττονι ὑποκειμένῳ γίνεσθαι· οὕτω γὰρ χεὶρ καὶ πρόσωπον φαίνεται αὐξόμενον, οὐ τοῦ εἴδους τοῦ προσώπου μεταβάλλοντος
ἢ τῆς χειρός, ἀλλὰ μείζονος τοῦ μορίου γινομένου, τῷ τὸ εἶδος τὸ αὐτὸ μένον ποτὲ μὲν ἐν ἐλάττονι ποτὲ δὲ ἐν μείζονι γίνεσθαι ὑποκειμένῳ.
Πῶς δὲ τοῦτο λέγοντες εἶναι τὸ αὐξόμενον τὰ κοινῶς ὑπάρχοντα τῇ αὐξήσει σώσομεν καὶ τὰ ἄπορα ἐπιλυσόμεθα, σκεπτέον ἐφεξῆς. πρῶτον μὲν γὰρ 385 τὸ ὑπομένειν τὸ αὐξόμενον ἀληθὲς ἐπὶ τοῦ εἴδους λεγόμενον, καθάπερ 386 προείρηται. εἰ γὰρ ἡ μὲν ὕλη προφανῶς οὐχ ὑπομένει ἡ αὐτή, ὑπόθοιτο δέ τις μηδὲ τὸ εἶδος τὸ αὐτὸ κατ’ ἀριθμὸν ὑπομένειν, οὐδ’ ἄρα τὸ ἐξ ἀμφοῖν τὸ αὐτὸ κατ’ ἀριθμὸν ἔσται ὥστε Σωκράτης οὐχ ὁ αὐτὸς ἦν ἀεὶ
κατ’ ἀριθμόν. εἰ οὖν ἔστ’ ἄν ᾖ τὰ σύνθετα, τὰ αὐτά ἐστι κατ’ ἀριθμόν, τούτων δὲ ἡ ὅλη οὐχ ἡ αὐτὴ ἀεὶ ὑπομένει, λείπεται ἄρα τὸ εἶδος τὸ αὐτὸ ὑπομένειν, καθ’ ὃ καὶ ἕκαστον τῶν ὄντων τὸ εἶναι ἔχει καὶ λέγεται, ὅθεν καὶ τὰ αὐτὰ εἶναι κατ’ ἀριθμὸν λέγεται, τοῦ εἶδος καθ᾿ ὃ τὸ εἶναι ἔχει τοῦ αὐτοῦ ὄντος. καὶ τὸ πᾶν δὲ μόριον ἐκ τοῦ προσιόντος
αὔξεσθαι ἐπὶ τούτου μόνως λεγόμενον προχωρεῖ. ἐπὶ μὲν γὰρ τῆς ὕλης εἰ λέγοιμεν παντὶ μορίῳ τὴν τροφὴν προστίθεσθαι, ἕψεται τὰ εἰρημένα ἄτοπα· ἢ γὰρ ὅλον πόρος ἢ κενὸν ἔσται, ἢ σῶμα διὰ
σώματος διελεύσεται. ἀλλ’ οὐδὲ ὑπομένει ἡ ὕλη οὐδέ ἐστι μία καὶ ἡ αὐτὴ τῷ ἀριθμῷ, ἀλλὰ ἄλλοτε ἄλλη γίνεται ἐν ἐπιρροῇ ἔχουσα τὸ εἶναι,
τὸ μέντοι εἶδος ἀεὶ ἓν καὶ τὸ αὐτὸ μένει, τό τε οὐσιῶδες καὶ τὸ κατὰ τὸ σχῆμα καὶ τὴν μορφήν. καὶ γὰρ τὸ Σωκράτους εἶδος καὶ τὸ τῆς σαρκὸς καὶ τὸ τοῦ ὀστοῦ καὶ ἐν μείζονι καὶ ἐν ἐλάττονι ὑποκειμένῳ ἀεὶ τὸ αὐτὸ ὑπάρχει. ὁμοίως δὲ καὶ τὸ κατὰ τὸ σχῆμα καὶ τὴν μορφήν. ὥσπερ γὰρ εἰ θύλακός τις εἴη, εἰς τοῦτον δὲ ἄλλοτε ἄλλα εἴη τὰ ἐμβαλλόμενα, ὁ μὲν
ὁριστικὸς ὢν τῶν ἐμβαλλομένων καὶ οἷον εἶδός τι αὐτῶν ὁ αὐτὸς ἀεὶ μένει, τὰ μέντοι ὑπ’ αὐτοῦ περιοριζόμενα ἄλλοτε ἄλλα ἐστί· καὶ ἵνα ἐγγυτέρω τοῦ προκειμένου τὸ παράδειγμα γένηται, εἰ διὰ σωλῆνος δερματίνου διίοι ὕδωρ ποτὲ μὲν ἔλαττον ποτὲ δὲ πλεῖον, τὸ μὲν σχῆμα τοῦ σωλῆνος ποτὲ μὲν συστελλόμενον ποτὲ δὲ ἐκτεινόμενον ὅμως ἕν ἐστι καὶ τὸ αὐτό, τὸ
μέντοι ὕδωρ, ἐφ’ οὗ ἐφήπλωται ὡς ἐν ὕλῃ τὸ σχῆμα, οὐκ ἔστιν ἓν καὶ τὸ αὐτὸ (ἀεὶ γὰρ ἄλλο μὲν ἀπορρεῖ, ἄλλο δὲ ἐπεισέρχεται)· οὕτω δεῖ νοεῖν ὢ καὶ ἐπὶ τῶν αὐξομένων, ὅτι ἡ μὲν ὕλη οὐδέποτέ ἐστιν ἡ αὐτή, τὸ μέντοι εἶδος τὸ ἐνυπάρχον αὐτῇ ἓν ὂν καὶ τὸ αὐτὸ ἐπιδίδωσιν εἰς μείζονα ὄγκον οὐχ ᾗ εἶδός ἐστιν αὐξόμενον, ἀλλ’ ᾗ μετέχει ποσοῦ. εἰ μὲν γὰρ ὁ
ὁριστικὸς λόγος προσελάμβανεν ἢ διαφοράν τινα ἢ γένος, ηὔξετο δηλονότι τὸ εἶδος ᾗ εἶδός ἐστι· νῦν δὲ τοῦτο οὐ συμβαίνει. ὥστε οὐχ ᾗ εἶδός ἐστιν ἴσχει τὴν αὔξησιν, ἀλλ’ ᾗ πεπόσωται. καὶ ἄλλως εἰ καθὸ εἶδός ἐστιν ηὖξε, πολλῷ πρότερον τὸ χωριστὸν εἶδος ηὔξετο ἄν· μὴ γὰρ ἐκείνου
αὐξηθέντος οὐδ’ ἄν τὸ ἔνυλον ηὐξήθη. ὥστε οὐ καθὸ ζῷον αὔξει
οὐδὲ καθὸ κύκλος οὐδὲ καθὸ σάρξ, ἀλλὰ καθὸ πηχυαία σὰρξ ἢ 387 πηχυαῖον ὀστοῦν, καὶ ἁπλῶς πεποσωμένον τι εἶδος. τῷ γὰρ ἐν μείζονι 388 ὑποκειμένῳ ἐφαπλοῦσθαι, ταύτῃ αὔξεσθαι λέγεται.
γὰρ τὸ εἶδος ἐν ὑποκειμένῳ τῇ ὕλῃ τὸ εἶναι ἔχει, ἀδύνατον δὲ τοῦ ὑποκειμένου
φθειρομένου τὸ ἐν ἐκείνῳ τὸ εἶναι ἔχον σῴζεσθαι (οὕτω γὰρ ἄν χωριστὸν ἦν καὶ οὐκ ἀχώριστον ὕλης), ἀνάγκη ἄρα μηδὲ τὸ εἶδος τοῦ αὐξομένου τὸ αὐτὸ σῴζεσθαι. λύοντες δὲ τὴν ἀπορίαν φαμὲν ὡς ὅτι εἰ μὲν ἀθρόον ἅμα πᾶσα ἡ ὕλη ἐφθείρετο, ἀληθὴς ἄν ἦν ὁ εἰρημένος λόγος· νῦν δὲ
κατὰ μέρος ὑπεκρεῖ, καὶ εὐθὺς ἕτερον ἀντεισφέρεται· ὅθεν ἓν καὶ τὸ αὐτὸ κατ’ ἀριθμὸν ὑπομένει εἶδος. σαφὴς δὲ ἡμῖν δι’ ὑποδείγματος ὁ λόγος γινέσθω. ὥσπερ γὰρ εἴ τις ἐν ποταμῷ παραρρέοντι | σκιὰν ἀπό τινος 389 σώματος γινομένην ἐπινοήσειεν, ἡ μὲν σκιὰ ἐν ὑποκειμένῳ τῷ ὕδατι οὖσα μία ἐστὶ καὶ ἡ αὐτὴ κατ’ ἀριθμόν, τὸ μέντοι ὕδωρ οὐ τὸ αὐτὸ ὑπομένει, ἀλλὰ
κατὰ μέρος τὸ μὲν ὑπεκρεῖ τὸ δὲ ἀντεισέρχεται, οὕτως ὑπονοεῖν δεῖ κἀπὶ τοῦ εἴδους, τῆς μὲν ὕλης κατὰ μέρος ἀμειβομένης, αὐτοῦ δὲ ἀεὶ ὑπομένοντος τοῦ αὐτοῦ κατ’ ἀριθμόν. ἐπεὶ καὶ τὰ χρώματα τὰ αὐτὰ πολλάκις ὑπομένει, τῆς ὕλης οὐχ ὑπομενούσης· οὐδὲ γὰρ οὕτω κατὰ μέρος ἡ ὕλη ἀμείβεται ὡς
συναφαιρεῖσθαί τι καὶ τοῦ εἴδους, οἷον ὡς εἰ ἀνδριάντος νῦν μὲν ποὺς
ἀμειφθείη ἄλλοτε δὲ χεὶρ ἄλλοτε δὲ κεφαλή· συμβαίνει γὰρ οὕτω τῷ χρόνῳ τὸν ὅλον ἀνδριάντα ἄλλον ἐξ ἄλλου κατ’ ἀριθμὸν γενέσθαι, οὐ μόνον κατὰ τὴν ὕλην καὶ τὸν χαλκόν, ἀλλὰ καὶ κατὰ τὸ σχῆμα τὸ ἄτομον καὶ τὴν μορφήν. οὐχ οὕτως οὖν ἐπὶ τῆς αὐξήσεως ἡ κένωσις τῆς ὕλης γίνεται (οὕτω γὰρ ἄν κολοβὸν τὸ ὅλον ἔμελλε γίνεσθαι, ὅπερ οὐχ ὁρῶμεν
ἀλλ’ ὥσπερ ἐπὶ τοῦ εἰρημένου ὑποδείγματος τοῦ ποταμοῦ ποτὲ
μὲν πλεῖόν ἐστι τοῦ ἀπιόντος τὸ ἐπερχόμενον ὕδωρ ποτὲ δὲ ἔλαττον τὸ ἐπιγινόμενον πλείονος ὄντος τοὐ ἀπορρέοντος, ὁ μέντοι ποταμὸς ὅλος ὡς ὅλος αὐτὸς ἑαυτῷ συνεχὴς ὑπάρχει, ἀντιμεθισταμένων ἀλλήλοις κατὰ συνέχειαν τῶν τοῦ ὕδατος μορίων καὶ ἀναπληρούντων ἀδιακόπως τὸν
ἀπορρέοντα τόπον καὶ διάλειμμα μηδὲν μεταξὺ καταλιμπανόντων, οὕτω δὴ ἐπὶ τοῦ ἡμετέρου συμβαίνει σώματος, διαφορήσεως λεπτομερῶς πανταχόθεν
τῆς ὕλης γινομένης, καὶ εἴ ποθεν πλείων γένηται ἐπανισουμένης εὐθὺς κατὰ συνέχειαν ἐκ τῶν πέριξ συνιόντων, εἴπερ καθ’ Ἱπποκράτην “σύρροια μία, σύμπνοια μία, πάντα συμπαθέα”. ὥστε τὸ εἶδος οὐδὲν πάσχει τῆς ὕλης
ἐπιρρύτου οὔσης καὶ ἀπορρύτου. εἰ γὰρ τῆς ὕλης μὴ ὑπομενούσης οὐδὲ τὸ εἶδος ὑπέμενεν, ἀλλ’ ἄλλοτε ἄλλο κατ’ ἀριθμὸν ἐγίνετο, οὐδὲ τὸ ἐξ 390 ἀμφοῖν συγκείμενον τὸ αὐτὸ κατ’ ἀριθμὸν ὑπέμενεν. εἰ οὖν ἔστ’ ἄν εἴη 391 ὅδε ὁ ἄνθρωπος, οἷον Σωκράτης, ὁ αὐτός ἐστι κατ’ ἀριθμόν, ἡ δὲ ὕλη οὐχ ἡ αὐτή, ἀνάγκη ἄρ τὸ εἶδος τὸ αὐτὸ εἶναι. ἀλλ’ οὐδὲ τὴν ὕλην
νομιστέον ὅλην καθ’ ὅλην αὑτὴν τῷ χρόνῳ ἀμείβεσθαι, κατὰ μέρος ὑπεκρέουσαν,
ὥστε μηδὲν εἶναι σῶμα ἐν ἡμῖν γηράσασι τοὐ ἐξ ἀρχῆς ἐκ τῆς πρώτης συμπήξεως ὑποκειμένου ἐν ἡμῖν. εἰ γὰρ τοῦτο ἦν, δυνατὸν ἦν καὶ ἀθάνατα εἶναι τὰ ζῷα, ἀεὶ τῆς ὕλης ἀκμαζούσης. νῦν γὰρ διὰ τὸ κάμνειν τῷ χρόνῳ οὐ δύντι δι’ ὅλου σῴζειν τὸ εἶδος ἡ ὕλη, τῶν συναρμοσθέντων διὰ τὸ πάσχειν ἀπὸ τῶν ἐναντίων δυνάμεων τὴν ἁρμονίαν καὶ σύγκρασιν
δι’ ὅλου σῴζειν μὴ δυναμένων. οὐκοῦν οὐ πᾶσαν ὑπονοητέον διαφορεῖσθαι,
ἀλλὰ ταύτης τὰ στερεώτερα μάλιστα ἀεὶ τὰ αὐτὰ κατ’ ἀριθμὸν ὑπομένειν. ὅθεν καὶ ἐν σαρξὶ καὶ ὁσίοις τὰς ἐκ τραυμάτων οὐλάς, τὰς ἐκ νεότητος εἰ τύχοι γενομένας, μέχρι θανάτου μενούσας ὁρῶμεν. ὥστε καὶ διὰ τοῦτο καὶ τὸ εἶδος τὸ αὐτὸ κατ’ ἀριθμὸν μένειν ἀνάγκη. ὅτι μὲν οὖν τὸ ὑπομένειν
τὸ αὐξόμενον ἐπὶ μὲν τῆς ὕλης οὐ σῴζεται, ἐπὶ δὲ τοῦ εἴδους, δῆλον ἐκ τούτων. καὶ τὸ ὁτιοῦν δὲ μόριον ηὐξῆσθαι τοῦ αὐξομένου ἐπὶ μὲν τῆς ὕλης ἀδύνατόν ἐστι σωθῆναι, ἐπὶ δὲ τοῦ εἴδους δυνατόν· τῆς μὲν
γὰρ ὕλης παντὶ μορίῳ προσθήκην γενέσθαι ἀδύνατον, ἐπειδὴ καὶ σῶμα διὰ σώματος χωρῆσαι ἀδύνατον, τοῦ μέντοι εἴδους πὰν ὁτιοῦν μόριον
μεῖζον γίνεται. ἰσοτίμως γὰρ ὅλον δι’ ὅλου ἕκαστον τῶν μορίων μεῖζον γίνεται. καὶ γὰρ τὸ πρόσωπον ὅλον δι’ ὅλου ὁμοτίμως αὔξεται καὶ τὰ τούτου μόρια, ὀφθαλμὸς λέγω καὶ ῥὶς καὶ τὰ λοιπά· καὶ γὰρ ὁτιοῦν μόριον τοῦ ὀφθαλμοῦ καὶ τῶν λοιπῶν μορίων ἰσοτίμως εἰς μέγεθος ἐπι- δίδωσι. καὶ τὰ ἄτοπα δὲ πάντα ἐκφεύγει, καὶ τὸ μὲν μὴ ἀσωμάτῳ
αὔξεσθαι προφανές, ἀλλὰ καὶ σώματι γινομένης τῆς αὐξήσεως οὔτε κενὸν ἔσται οὔτε σῶμα διὰ σώματος χωρήσει· οὐ γὰρ ὅλον δι’ ὅλου χωρεῖ τὸ προσιόν, ἀλλὰ παρατίθεται μόνον τῇ προτέρᾳ ὕλῃ ἡ ἐπεισοῦσα. καὶ ὥσπερ ἐπὶ τοῦ δερματίνου σωλῆνος τοῦ μὲν ὕδατος προσθήκη γίνεται καὶ τὸ ἐπεισιὸν παρατίθεται μόνον τῷ ὑπάρχοντι καὶ προωθήσαντος τούτου τὰ
πρὸ αὐτοῦ οὕτως ἰσοτίμως πανταχοῦ ὁ πλεονασμὸς τοῦ ὕδατος γίνεται, ὢ καὶ οὕτω πᾶν μόριον ὁτιοῦν τοῦ σωλῆνος ὁμοτίμως ἐκτείνεται, οὕτω καὶ ἐπὶ τῆς αὐξήσεως συμβαίνει. τῆς γὰρ ἐξαιματωθείσης τροφῆς διὰ τῶν φλεβίων πανταχοῦ ἑλκομένης καὶ περιχεομένης ἐν ἑκάστῳ τῶν ὁμοιομερῶν, 392 καὶ τῆς ἐν ἑκάστῳ τῶν μορίων φύσεως συμπεπτούσης τοῦτο καὶ μεταβαλλούσης 393 εἰς τὴν τοῦ ὑποκειμένου οὐσίαν, οὕτω τὴν αὔξησιν συμβαίνει γίνεσθαι. ἔστι γὰρ καὶ ἐν τῇ τῶν ὀστῶν οὐσίᾳ καὶ ἐν τῇ τῆς σαρκὸς καὶ τῶν λοιπῶν ὑγρότης τις πανταχοῦ ἐγκατεσπαρμένη, καὶ μάλιστα ἐν τῇ
τῶν αὐξομένων· ὑγρότερα γὰρ ταῦτα. τὸ οὖν αἷμα περιχεόμενον ἔξωθεν ἑκάστῳ τῶν μορίων παρατίθεται τῇ ὑγρότητι ταύτῃ καὶ προωθοῦν αὐτήν, μᾶλλον δὲ πανταχόθεν ὑπὸ τῶν μορίων ἑλκόμενον, κατὰ πᾶσαν διάστασιν πλείονα ποιεῖ, ἥτις συμπεφθεῖσα ὑπὸ τῆς θρεπτικῆς δυνάμεως μεταβάλλει εἰς τὴν τοῦ ὑποκειμένου οὐσίαν. ἐπεὶ οὖν φροντίζει ἡ φύσις καὶ τοῦ
σχήματος τῶν μορίων, πλείονος τῆς ὑποκειμένης ὕλης γενομένης ἐφαπλοῖ ἐπὶ ταύτην ὁμοτίμως ἕκαστον τῶν εἰδῶν, καὶ οὕτως ὁτιοῦν μόριόν φαμεν
ηὐξῆσθαι τῷ ἰσοτίμως τὴν ἐπέκτασιν τῶν σχημάτων γεγενῆσθαι. ὥσπερ οὖν ἡ περιφέρεια τοῦ σωλῆνος πλεονάσαντος τοῦ ἐντὸς ὕδατος κατὰ πᾶν ἑαυτῆς μόριον ἰσοτίμως τὴν ἐπέκτασιν δέχεται, οὕτω δὴ καὶ ἐπὶ τῶν
αὐξομένων συμβαίνει τῆς ὕλης πλείονος γενομένης τὰ εἴδη ὁμοτίμως ἐπ’ αὐτὴν ἐφαπλοῦσθαι. καὶ ἐπεὶ ἡ παράθεσις τοὐ αἵματος κατὰ τὰς τρεῖς διαστάσεις γίνεται, διὰ τοῦτο καὶ ἡ αὔξησις κατὰ πᾶσαν γίνεται διάστασιν.
πῶς σῴζεται τὸ δεῖν τὸ αὐξόμενον προσιόντος τινὸς αὔξεσθαι. εἰ γὰρ μὴ δι’ ὅλου τοῦ αὐξομένου χωρεῖ τὸ ᾧ αὔξεται, λέγω δὴ τὸ αἷμα, ἀλλὰ μόνον παρατίθεται τῷ προϋπάρχοντι, αὔξεται δὲ πᾶν ὁτιοῦν μόριον, οὐκ ἄρα παντὶ αὐξομένῳ πρόσεισιν· οὐδὲ γὰρ παντὶ μορίῳ παρετέθη τὸ αἷμα. καὶ ἔτι εἰ μὴ ἔστιν ἡ ὕλη ἡ αὐξομένη ἀλλὰ τὸ εἶδος, οὐκ ἄρα τῷ
αὐξομένῳ ἡ πρόσοδος γίνεται, ἀλλὰ πρόσεισι μὲν ἡ τροφὴ ἄλλῳ, αὔξεται
δὲ ἄλλο. πρὸς ταῦτα δέ φημι, ὡς οὐδὲν ἐναντία ταῦτα τοῖς παρὰ Ἀριστοτέλους εἰρημένοις. ἁπλῶς γὰρ οὕτως εἶπεν ὅτι δεῖ τὸ αὐξόμενον προσιόντος τινὸς αὔξεσθαι, καὶ οὐκ εἶπε δεῖν τῷ εἴδει προσιέναι· ὥστε πρόσεισι μὲν τῇ ὕλῃ τὸ προσιόν, αὔξεται δὲ τὸ εἶδος. τῆς προσθήκης οὖν γενομένης
τῇ ὕλῃ καὶ προωθήσεως γινομένης συμβαίνει ὑφ’ ἕκαστον μόριον τοῦ εἴδους τὸν πλεονασμὸν τῆς ὕλης γενέσθαι. αὐτὸ δὲ τοῦτο πάλιν ἀπορίας ἄξιον, πῶς ἡ προώθησις γίνεται ἢ ἕλξις, ἢ τί ποτέ ἐστιν ὅλως τὸ προωθούμενον
ἢ ἑλκόμενον. αὐτὴν μὲν γάρ τὴν σάρκα ἕλκεσθαι ἢ προωθεῖσθαι ἀμήχανον, λέγω δὴ τὸ σύνθετον· οὕτω γὰρ συνέβαινε τὴν τῆς πτέρνης
σάρκα τῆς χειρὸς γενέσθαι σάρκα ἢ μηροῦ ἢ ἄλλου τινός. εἰ δὲ τὴν κατε- 395 σπαρμένην ἐν τῇ σαρκὶ ἢ τοῖς ὀστοῖς ὑγρότητα τὴν αὐτὴν ὑπὸ τοὐ παρατιθεμένου 396 αἵματος προωθεῖσθαί φασιν, ἐρήσομαι ποία ποτ’ ἄν ᾖ ἡ ὑγρότης ἀυτὴ. εἰ μὲν ἡ οὐσιώδης τῆς σαρκὸς ὑγρότης στοιχεῖον αὐτῆς ἐστι, πῶς οὑν οἷόν τε μὴ τῆς ὅλης σαρκὸς προώθησιν ὑπομενούσης τὸ στοιχειῶδες
αὐτῆς ὑγρὸν καὶ συμπληρωτικὸν τῆς οὐσίας προωσθῆναι μὴ φθαρείσης πρότερον αὐτῆς; εἰ δὲ μὴ οὐσιῶδες αὐτῆς εἴη τὸ ὑγρὸν τοῦτο, ἀλλὰ οἷον τὸ ᾧ τρέφεται καὶ ὅπερ ἐκ τῆς τροφῆς προσγίνεται, ἀδύνατον τοῦτο δι’ ὅλης εἶναι τῆς σαρκός. ἐπεὶ γὰρ σῶμά ἐστι τοῦτο καὶ οὐ ποιότης, ἀδύνατον αὐτὸ δι’ ὅλης χωρήσαι τῆς σαρκός· σῶμα γὰρ ἄν οὕτω χωροίη διὰ
σώματος. ἔνθεν δὲ συμβήσεται μηδ’ ὁτιοῦν μέρος ηὐξῆσθαι. εἰ γὰρ παρατίθεται κατά τινα μόρια τὸ αἷμα, εἶτα οὕτω μεταβληθέντι αὐτῷ
ἐφαπλοῦται τὸ εἶδος, ὅλον μὲν ὡς ὅλον μεῖζον γένοιτ’ ἄν, οὐ μὴν ὁτιοῦν αὐτοῦ σημεῖον αἰσθητόν, ὡς αὐτός φησιν. ὥσπερ γὰρ εἰ θύρᾳ ἢ ἀβακίῳ ἔξωθεν προστεθείη ξύλα, τὸ μὲν ὅλον μεῖζον γέγονεν, οὐ μέντοι ἕκαστον
τῶν μορίων τοῦ ἀβακίου αὔξησιν ἐδέξατο, καὶ ὥσπερ τῷ τετραγώνῳ ὁ γνώμων περιτιθέμενος τὸ μὲν ὅλον τετράγωνον ὡς ὅλον ηὔξησεν, οὐ μέντοι τῶν μορίων τοῦ προυπάρχοντος ὁτιοῦν μεῖζον ἐποίησεν, ἀλλ’ ἔμεινε τὸ χωρίον ἀμετάβλητον, οὕτω δηλονότι καὶ ἐπὶ τῶν αὐξομένων εἰ παράθεσις τῆς
ὕλης γίνεται κατά τινα μόρια, ὁμοιοτρόπως τοῖς εἰρημένοις συνέβαινεν
αὔξεσθαι τὰ αὐξόμενα. τοῦτο δὲ παρὰ τὴν ἐνάργειάν ἐστιν· ὁρῶμεν γὰρ τῷ ὄντι ὁτιοῦν μόριον τοῦ αὐξομένου μεῖζον γινόμενον. καὶ ἴσως τὴν μὲν κατὰ τὰς ἄλλας διαστάσεις αὔξησιν δυνατὸν σῶσαι, τὴν δὲ κατὰ μῆκος οὐκέτι. ἔστω δὲ παραδείγματος ἕνεκεν ὡς ἐπὶ ἑνὸς μορίου ὁ λόγος, οἷον ὀστοῦ. τούτῳ οὖν τοῦ αἵματος ἔξωθεν περιχεθέντος οὐ μόνον, ἀλλὰ καὶ ἐν
τῷ βάθει παρεσπαρμένως χωρήσαντος, ἡ φύσις ὕλην πλείονα λαβοῦσα ἐξαπλοῖ
τὸ σχῆμα τοῦ ὀστοῦ καὶ φυλάττει τὸ αὐτὸ ἐν μείζονι ὄγκῳ. ὥσπερ εἰ αὐλοειδῆ κηρὸν νοήσεις, εἶτα τούτῳ ἔξωθεν κηρὸν περιχεόμενον ἢ καὶ ἐν τῷ βάθει ὅπῃ καὶ τύχοι, εἶτα τὴν τέχνην ἢ πνεύματι ἢ ἑτέρῳ τινὶ τρόπῳ ἐξογκοῦσαν τὸν αὐλὸν καὶ εὐρύτερον ποιοῦσαν, δῆλον δὴ οὖν ὅτι ἐν τούτω
ἡ μὲν προσθήκη οὐ κατὰ πᾶν μόριον γέγονεν, ἡ μέντοι τοῦ σχήματος αὔξησις οὐχ ὥσπερ ἐπὶ τοῦ τετραγώνου ᾧ περιετέθη ὁ γνώμων ἀπετελέσθη,
ἀλλ’ ὅλος δι’ ὅλου κατὰ πᾶν μόριον ὁ αὐλὸς εἰς μείζονα ὄγκον ἐπιδέδωκεν. 397 τοιοῦτον οὖν τι δεῖ(??)νοεῖν καὶ ἐπὶ τῆς φύσεως, ὅτι πλείονος ὕλης τῷ ὀστῷ 398 περιχεθείσης ἐξήπλωσεν ἡ φύσις ὅλον δι’ ὅλου τὸ σχῆμα καὶ οὐκ ἔξωθεν αὐτῷ προσθήκην εἰργάσατο. ἡ μὲν οὖν κατὰ τὸ πλάτος αὔξησις οὕτως ἄν ἐπινοηθῆναι δυνηθείη, τὴν δὲ κατὰ μῆκος οὐκέτι ὁμοίως δυνατόν. ἐπεὶ
γὰρ τὰ αὐλοειδῆ ὀστᾶ ναστὰς ἔχει τὰς ἀποτελευτήσεις, ἔνθα καὶ οἱ σύνδεσμοι τῶν μερῶν γίνονται, πῶς ἐπιδίδωσιν εἰς μῆκος τὸ αὐλοειδὲς τοῦ
ὀστοῦ; εἰ μὲν γὰρ κατὰ τὴν ἀποπεράτωσιν τοῦ μήκους ἡ προσθήκη γίνοιτο τοῦ αἵματος, εἰς τὸ ὁμοειδὲς δηλονότι τῷ ὑποκειμένῳ ἡ μεταβολὴ γένοιτ ἄν. ὥστε τὰ ναστὰ μόρια τῶν ὀστῶν αὐξηθήσεται, οὐ μέντοι τὰ αὐλοειδῆ.
εἰ δὲ τῆς προσθήκης κατὰ βάθος τῶν ὀστῶν γινομένης οὕτως ἐπιδίδωσιν εἰς μῆκος, ἢ κατὰ πᾶσαν τὴν περιφέρειαν τοῦ ὀστοῦ χωρήσει εἰς τὸ βάθος τὸ αἷμα ἡ οὐ κατὰ πᾶσαν. εἰ μὲν οὖν κατὰ πᾶσαν, διαμπὰξ διαιρεθήσεται τὸ ὀστοῦν, καὶ πάλιν ἡ αὔξησις οὐκ ἔσται παντὸς μορίου κατὰ μῆκος· ἀλλ’
ὥσπερ εἰ τετραγώνῳ τετράγωνον ἕτερον ἐπιθείη τις, ποιεῖ τὸ ὅλον ἑτερόμηκες,
οὐκ αὐξηθέντος κατὰ μῆκος τοῦ προϋποκειμένου, ἀλλ’ οἷον συμφύσεως αὐτῷ γενομένης ἄλλου ὁμοειδοῦς, τοῦτο δὴ καὶ ἐπὶ τῶν ὀστῶν συμβήσεται· πῶς δὲ καὶ τὰ κατὰ τὰ πέρατα τῶν ὀστῶν ναστὰ μόρια τὴν ἐπίδοσιν λήψεται; εἰ δὲ μὴ πάσῃ τῇ τοῦ ὀστοῦ περιφερείᾳ κατὰ βάθος ἡ προσθήκη γίνοιτο, ἀλλὰ κατά τινα μόρια, οὐκ ἄν δι’ ὅλου ἡ αὔξησις γίνοιτο τοῦ
μήκους, ἀλλὰ τινῶν μορίων· τοῦτο δὲ ἀδύνατον. διασπασθήσεται γὰρ τὸ
ὅλον τινῶν μὲν μορίων τοῦ ὀστοῦ κατὰ μῆκος αὐξομένων, τινῶν δὲ μὴ· οὐδὲ γὰρ δυνατὸν τὴν φύσιν κατὰ μῆκος ἰσοτίμως ἐκτεῖναι τὸ αὐλοειδὲς τοῦ ὀστοῦ μὴ προϋποκειμένης τῆς ἐπεκτεινομένης ὕλης. ἄλλως τε πῶς ὅλως δυνατὸν πᾶν ὁτιοῦν μόριον τοῦ ὀστοῦ κατὰ μῆκος αὔξεσθαι λέγειν;
τῷ μὲν γὰρ ἐκ μᾶλλον κυρτοῦ ἧττον κυρτὸν γίνεσθαι τὸ αὐλοειδὲς τοῦ ὀστοῦ αὔξοιτο ἂν πᾶν μόριον ἰσοτίμως κατὰ πλάτος, κατὰ δὲ | μῆκος 399 πῶς ἄν σωθείη τὸ πᾶν ὁτιοῦν μόριον αὔξεσθαι; ἔστω γὰρ δι’ ὅλου κατὰ μῆκος περιχεῖσθαι τὸ αἷμα καὶ μεταβάλλεσθαι εἰς τὴν τοῦ ὀστοῦ φύσιν· δῆλον δήπου ὅτι τὸ μεταβληθὲν τοῦτο προσετέθη συμφυὲν τῷ ἐξ ἀρχῆς
καὶ ἐποίησε τὸ ὅλον μεῖζον κατὰ μῆκος, οὐ μέντοι παντὶ ᾡτινιοῦν μορίῳ ἐπίδοσις γέγονε κατὰ μῆκος. τὰ αὐτὰ καὶ περὶ βάθους εἴποιμι ἄν· εἰ γὰρ μὴ δι’ ὅλου τοῦ βάθους ἡ προσθήκη τοῦ αἵματος γίνεται, ἀλλὰ κατά
τινα μόρια παρατίθεται, πῶς ἄν ὁτιοῦν κατὰ βάθος αὔξοιτο μόριον; ἔστω γὰρ σάρξ τις δακτύλου τὸ βάθος ἔχουσα καὶ προσίτω ταύτῃ αἷμά τι καὶ
περιχείσθω καὶ κατεσπάρθω ἐν αὐτῇ. δῆλον δήπου ὅτι οὐ παντὶ μορίῳ αὐτῆς παρετέθη, ἀλλὰ τισίν. μεταβληθέντος οὖν τοῦ αἵματος εἰς τὴν 400 τῆς σαρκὸς οὐσίαν, ὅτι μὲν τὸ ὅλον μεῖζον γέγονε, πρόδηλον· ἆρα δ’ ἐὰν 401 λάβω μόριά τινα τῆς σαρκὸς ὡς ἐπὶ τὸ βάθος, οἷς μὴ παρετέθη αἷμα, μεῖζον ἐρῶ καὶ τοῦτο γεγονέναι; οὐ δήπου. οὐδὲ γὰρ προσετέθη αὐτῷ
ὕλη τις ἐφ’ ἣν τὸ εἶδος ἐφήπλωται, ἀλλ’ ἡ αὐτὴ ἔμεινεν ἥπερ ἦν καὶ
ἐξ ἀρχῆς. ὡσαύτως κἄν ἐπὶ τὸ μῆκος ληφθεῖεν μόριά τινα οἷς μὴ παρετέθη τὸ αἷμα, τὸ αὐτὸ δήπου συμβήσεται. οὐδὲ γὰρ ἄν αὔξοιτό τι ᾧ μηδεμία προσθήκη γέγονεν, ἀλλ’ ὅσων μὲν τὰ σχήματα εἰς μείζονα ὄγκον αἴρεται σφαιρικὰ ὄντα ἢ ἁπλῶς περιφερῆ, ταῦτα τῷ μᾶλλον κυρτοῦσθαι ἢ ἧττον λέγοιτ’ ἂν κατὰ πᾶν μόριον αὔξεσθαι ἢ μειοῦσθαι,
ὡς ἤδη εἴρηται, διὰ τὸ μηδὲν εἶναι μόριον ὃ μὴ γέγονε μᾶλλον κυρτὸν ἢ
ἧττον· ἐφ’ ὧν δὲ μὴ ἔστι τὸ σχῆμα περιφερές, οὐκ οἶδα ὅπως δυνατὸν τὸ λέγειν ὁτιοῦν μόριον τούτων αὔξεσθαι τῆς προσθήκης μὴ παντὶ ᾡτινιοῦν μορίῳ γινομένης.
γεγονέναι.
μεῖζον γέγονεν· γίνεται δὲ μεῖζον μὲν αὐξόμενον, ἔλαττον δὲ μειούμενον.
χείρ, ἀλλὰ τῷ τὴν σάρκα αὔξεσθαι καὶ ὀστοῦν καὶ νεῦρον καὶ πάντα ἁπλῶς τὰ ὁμοιομερῆ οὕτω συμβαίνει τούτων αὐξομένων καὶ τὰ ἀνομοιομερῆ 405 αὔξεσθαι. ὥσπερ γὰρ ὕλη ἐστὶ τὰ ὁμοιομερῆ τῶν ἀνομοιομερῶν· ἡ γὰρ 406 τοιάδε τῶν ὁμοιομερῶν σύνθεσις ποιεῖ τὰ ἀνομοιομερῆ. εἰκότως οὖν τῶν ὁμοιομερῶν αὐξομένων συμβαίνει καὶ τὰ ἐκ τούτων συγκείμενα αὔξεσθαι. καλῶς δὲ τοῦτο προδιωρίσατο. ἐπεὶ γὰρ δεῖ τὸ αὐξόμενον ὑπομένειν, δεῖ
πρῶτον εἰδέναι ποῖα αὔξεται κυρίως, ἵνα περὶ τούτων ζητῶμεν εἰ τῷ ὄντι ὑπομένει καὶ πῶς ὑπομένει. καὶ γὰρ εἰ ὅμοιον γινόμενον τὸ αὖξον τῷ αὐξομένῳ προσκρίνεται, ὡς ἐρεῖ, τὸ δὲ αὐξανόμενον εἴη πρόσωπον, καὶ ἡ τροφὴ ἄν πρόσωπον γινομένη προσκρίνοιτο. τοῦτο δὲ ἄτοπον, ὀστοῦν δὲ καὶ σάρκα γίνεσθαι λέγειν τὴν τροφὴν οὐδὲν ἄτοπον.
407
ποτὲ μὲν κατὰ τὸ ὑποκείμενον καλοῦμεν ποτὲ δὲ κατὰ τὸ εἶδος. καλοῦμεν δέ ποτε καὶ τὸ συναμφότερον σάρκα καὶ ὀστοῦν, ὡς ὅταν φῶμεν πεπονθέναι
τὴν σάρκα ἢ κεκλάσθαι τὸ ὀστοῦν, δῆλον δήπου τὸ ἐξ ὕλης καὶ εἴδους συγκείμενον λέγοντες· ἀλλὰ τοῦτο ὡς γνώριμον καὶ μηδὲν αὐτῷ λυσιτελοῦν πρὸς τὸ παρὸν παρῆκε. τοῦτο δὴ αὐτῷ πᾶσαν ἐπιλύσεται ἀπορίαν. εἰ γὰρ μάθοιμεν, ὅτε φαμὲν τὴν σάρκα ηὐξῆσθαι, ποίαν φαμέν, ὅτι τὴν κατὰ
τὸ εἶδος καὶ οὐχὶ τὴν κατὰ τὴν ὕλην, εὑρήσομεν τὰς ἀπορίας πάσας ἐπιλελυμένας.
εἰ μὲν γὰρ τὴν ὕλην, φησίν, εἴποιμεν αὔξεσθαι, οὔτε τὰς ἀπορίας ἐκφευξόμεθα οὔτε τὰ ὑπάρχοντα τῇ αὐξήσει σώσομεν· οὔτε γὰρ μένει ἡ αὐτὴ ὕλη, οὔτε ὁτιοῦν αὐτῆς μεῖζον γίνεται. εἰ δὲ τὸ εἶδος εἴποιμεν αὔξεσθαι, πάντα σώσομεν· ὑπομένει γὰρ τὸ αὐτὸ εἶδος· οὐ γάρ ἐστι τῇ κατὰ τὸ εἶδος σαρκὶ τὸ εἶναι ἐν τῷ τοσήνδε εἶναι, ἀλλ’ ἐν τῷ
τοιάνδε. εἴπομεν δὲ καὶ περὶ τῶν λοιπῶν. οὐ τὸ εἶδος δὲ χωρὶς ὕλης
σῴζεσθαι λέγει (τοῦτο γὰρ ἀδύνατον), ἀλλ’ ἐπειδὴ τὸ εἶδος τὸ αὐτὸ σῴζεται, ἄν τε πλείων ἡ ὕλη ᾖ ἄν τε ἐλάττων, ἡ δὲ ὕλη οὐκέτι ἡ αὐτὴ μένει, εἰ ποτὲ μὲν πλείων ἐστὶ ποτὲ δὲ ἐλάττων.
ὕδωρ. |
410 ἐστι τὸ μένον, τί δὲ τὸ ῥέον. ὡς οὖν ἐπὶ τῶν μετρουμένων κατὰ μὲν τὸ 411 μέτρον τὰ αὐτά ἐστι τὰ μετρούμενα, κατὰ δὲ τὸ ὑποκείμενον καὶ τὴν ὕλην οὐ τὰ αὐτά, οὕτως ἔχει καὶ ἐπὶ τῶν τρεφομένων τε καὶ αὐξομένων· κατὰ μὲν τὸ μετροῦν καὶ ὁρίζον, τοῦτο δέ ἐστι τὸ εἶδος, τὰ αὐτά ἐστι, κατὰ
δὲ τὴν ὕλην ἄλλοτε ἄλλα. εἰ δὲ νοήσεις ἐπεκτεινόμενον τὸ μέτρον, καὶ ποτὲ μὲν ἔλαττον δεχόμενον ποτὲ δὲ πλεῖον τὸ μετρούμενον, ἁρμόσει καὶ
ἐπὶ τῆς αὐξήσεως τὸ παράδειγμα.
ὕλη. δῆλον δὲ ὅτι κατεχρήσατο τῷ τῆς αὐξήσεως ὀνόματι. προσθήκη γὰρ τὸ τοιοῦτόν ἐστιν, οὐκ αὔξησις· οὐδὲ γὰρ φυλάττει τὰ τῆς αὐξήσεως ἴδια.
ἐξογκοῦται ἡ σάρξ. τοῦ δὲ σχήματος εἶπεν ἤτοι διὰ τὸ μέτρον (τούτῳ γὰρ ὑποδείγματι καὶ εἰκόνι τῆς κατὰ τὸ μέτρον αὐξήσεως ἐχρήσατο, σχηματίζεται δὲ τὸ μέτρον τῷ μετρουμένῳ ὡς ἐπεκτείνεσθαι ἐν τῇ τῆς πλείονος ὕλης διόδῳ ὁμοίως), ἢ σχήματος εἶπεν ὅτι ἕκαστον τῶν αὐξομένων ὄντων
ὁμοιομερῶν φύσει τι σχῆμα οἰκεῖον ἔχει. οὕτω γὰρ καὶ μετὰ τούτων τὸ
εἶναι αὐτοῖς· ἄλλο μὲν γὰρ σχῆμα ἀστραγάλου, ἄλλο δὲ κνήμης. ὡς οὖν γίνεται ἐξ ἀρχῆς μετὰ σχήματος οἰκείου, οὕτως καὶ ὅταν αὔξηται, μετὰ τοῦ φυλάσσειν τὸ σχῆμα αὔξεται· οὐχ οἷόν τε δὲ ἄλλως ἐν τῇ αὐξήσει τὸ αὐτὸ σχῆμα φυλάττεσθαι, εἰ μὴ πάντῃ ὁμοίως αὔξοιτο.
φαίνειν τὴν κατὰ τὴν ὕλην καὶ τὸ εἶδος διαφοράν, καὶ μᾶλλον χαρακτηρίζεται κτὰ τὸ εἶδος τὰ ἀνομοιομερῆ (τρανεστέρας γὰρ ἔχει τὰς τῶν εἰδῶν ἐνεργείας), τὰ μέντοι ὁμοιομερῆ οὐχ οὕτω σαφῆ τὴν διάκρισιν ἔχει τῆς ὕλης ἀπὸ τοῦ εἴδους. καὶ πιστοῦται τοῦτο ἀπὸ τῶν τεθνεώτων. τὴν γὰρ χεῖρα τοῦ τεθνεῶτος οὐδεὶς ἂν εἴποι κυρίως χεῖρα εἶναι, εἰ μὴ οὕτως
ὡς καὶ τὴν λιθίνην ἢ τὴν γεγραμμένην (οὐ γὰρ ποιεῖ τὸ τῆς χειρὸς ἔργον), τὴν μέντοι σάρκα καὶ τὸ ὀστοῦν ἔτι δοκοῦμεν τὴν αὐτὴν εἶναι, οἵα ἦν
καὶ ἡ τοῦ ζῶντος, ἐπειδὴ μὴ τρανεῖς αἱ τούτων ἐνέργειαι. ἐπεὶ οὖν τρανέστερα τὰ εἴδη ἐπὶ τῶν ἀνομοιομερῶν, σαφέστερόν ἐστιν ἐπ’ αὐτῶν ἰδεῖν καὶ ὅτι τὸ εἶδός ἐστι τὸ αὐξόμενον καὶ ὁτιοῦν αὐτοῦ μόριον ἰσοτίμως
αὔξεται. ὅταν γὰρ εἴπωμεν τὴν χεῖρα ηὐξῆσθαι ἢ τὸ πρόσωπον, οὐ τὴν ὕλην τῆς χειρὸς εἴπομεν, ἀλλὰ τὸ εἶδος· ἡ γὰρ χεὶρ καὶ τὰ λοιπὰ τοῦ εἴδους μᾶλλόν εἰσι παραστατικὰ ἢ τῆς ὕλης. καὶ τὸ πρόσωπον λέγοντες ηὐξῆσθαι, οὐ μᾶλλον τὴν ῥῖνά φαμεν τοῦ ὀφθαλμοῦ, ἀλλ’ ὁμοτίμως
ἕκαστον τῶν μορίων τοῦ προσώπου αὔξεται. ἀλλὰ καὶ ἑκάστου μορίου
ἰσοτίμως τὰ μόρια αὔξεται· ὁμοτίμως γὰρ ἡ πᾶσα ῥὶς αὔξεται. ὁμοίως καὶ τῆς χειρὸς ἕκαστος δάκτυλος, καὶ ἑκάστου δακτύλου σκυταλὶς ἑκάστη.
κατὰ μὲν τὴν ὕλην οὐχ ὁτιοῦν ηὔξηται τῆς σαρκός, κατὰ δὲ τὸ εἶδος ὁτιοῦν ηὔξηται.
ὃ καλεῖται τροφὴ καὶ ἐναντίον.
εἶδος, νῦν βούλεται εἰπεῖν καὶ περὶ τοῦ αὔξοντος τί ποτέ ἐστιν. ἀνάγκη ὥ 419 δὲ τοῦτο ἢ σῶμα εἶναι ἢ ἀσώματον. ὅτι μὲν οὖν ἀσώματον οὐκ ἔστιν 420 ἀλλὰ σῶμα, ἤδη ἔδειξε· νῦν δὲ ζητεῖ ποῖον σῶμα, πότερον ὅμοιον τῷ αὐξομένῳ ἢ ἀνόμοιον καὶ ἐναντίον. καί φησιν ὅτι κατά τι μὲν ὅμοιόν ἐστι τῳ αὐξομένῳ τὸ αὖξον, κατά τι δὲ ἀνόμοιον καὶ ἐναντίον. δυνάμει
μὲν γὰρ ὅμοιον, ἐνεργείᾳ δὲ ἐναντίον. ἐπειδὴ γὰρ τὸ αὐξόμενον προσθήκῃ τινὸς ὁμοίου αὔξεται (τὴν γὰρ σάρκα σαρκὶ δεῖ αὐξηθῆναι καὶ τὸ ὀστοῦν ὀστῷ), διὰ τοῦτο ἀνάγκη ὅμοιον εἶναι τὸ αὖξον τῷ αὐξομένῳ. ἀλλ’
ἐπειδὴ πάλιν τὴν τροφὴν δεῖ παθεῖν ὑπὸ τρεφομένου καὶ αὐξομένου, πάσχει δὲ οὐ τὸ ὅμοιον ὑπὸ του ὁμοίου ἀλλὰ τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου, διὰ
τοῦτο πάλιν δεῖ τὸ τρέφον καὶ αὖξον ἐναντίον εἶναι τῷ τρεφομένῳ καὶ αὐξομένῳ. ὥστε εἰ δεῖ παθεῖν τὸ αὖξον ὑπὸ τοῦ αὐξομένου καὶ οὕτω μεταβάλλειν εἰς τὴν ἐκείνου οὐσίαν, ἀνάγκη δυνάμει μὲν ὅμοιον εἶναι, ἐνεργείᾳ δὲ ἐναντίον· δυνάμει οὖν οὖσα ἡ τροφὴ ὁμοία τῷ τρεφομένῳ τε καὶ αὐξομένῳ, προσκριθεῖσα αὐτῷ καὶ παθοῦσα ὑπ’ αὐτοῦ, | ὅπερ ἦν 421
δυνάμει (ἦν δὲ ὁμοία), τοῦτο ἐνεργείᾳ γενομένη καὶ ἐξομοιωθεῖσα τὲ καὶ αὔξει τὴν σάρκα καὶ τὸ ὀστοῦν καὶ τῶν ἄλλων ἕκαστον. μεταβάλλει δὲ, ἡ τροφὴ οὐκ ἀυτὴ καθ’ αὑτήν, οὐδὲ χωρὶς οὖσα τοῦ τρεφομένου καὶ αὐξομένου. οὐ γὰρ σὰρξ προσελθοῦσα τῇ σαρκί, οὕτω τρέφει αὐτὴν καὶ αὔξει. εἰ μὲν γὰρ πρὶν προσκριθῆναι τὴν τροφὴν τῷ τρεφομένῳ μετέβαλεν
εἰς τὴν ἐκεινοῦ οὐσίαν, γένεσις μᾶλλον ἦν τὸ τοιοῦτον, οὐκ αὔξησις. ἀλλὰ
δεῖ τὴν τροφὴν πρότερον μιχθῆναι τῷ τρεφομένῳ, εἶτα παθοῦσαν ὑπ’ ἐκείνου μεταβαλεῖν εἰς τὴν αὐτοῦ οὐσίαν. ὥσπερ γὰρ εἰ τῷ καιομένῳ πυρί ὑποθείημεν ξύλα, εἶτα παθόντα αὐξήσουσι τὴν φλόγα, τότε φαμὲν αὔξησιν πυρὸς γεγενῆσθαι· εἰ δὲ ἔξωθεν ὑφάψωμεν τὸ ξύλον, εἶτα ἐπιθῶμεν
ἡμμένον τῇ ἑτέρᾳ φλογί, γένεσιν καὶ προσθήκην ἄν εἴποιμεν γεγενῆσθαι πυρός, οὐκ αὔξησιν· οὕτω δὲ καὶ ἐπὶ τῶν αὐξομένων κυρίως ἔχει. εἰ μὲν μεταβάλλουσα ἡ τροφὴ εἰς σάρκα οὕτω προσετίθετο τῇ σαρκί, γένεσις ἄν
ἠν σαρκὸς καὶ πρόσθεσις, οὐκ αὔξησις· νῦν δὲ οὐ τοῦτο γίνεται, ἀλλὰ προτερον προσκρίνεται ἡ τροφὴ τῷ ὑποκειμένῳ, εἶτα μεταβάλλει εἰς τὴν
ἐκείνου οὐσίαν ὑπὸ τῆς ἐν αὐτῷ φύσεως.
ἀπορήσειεν ἄν τις ποῖόν τι δεῖ εἶναι τὸ αὖξον, πότερον ὅμοιον τῷ αὐξομένῳ ἢ ἀνόμοιον᾿. εἶτα ὡς ἐκ τῶν ἤδη εἰρημένων προεπιλελυκὼς τὴν ἀπορίαν,
ἐπήγαγεν φανερὸν δὴ ὅτι δυνάμει ἐκεῖνο, τουτέστι φανερὸν ἐκ τῶν ἤδη εἰρημένων. εἰ δὲ δυνάμει ἐκεῖνό ἐστιν, εὔδηλον ὅτι ἐντελεχείᾳ ἄλλο τι ἔσται, ἄλλο δὲ οὐ τὸ τυχόν· οὐ γὰρ πάσχει τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος, ἀλλὰ τὸ ἐναντίον ὑπὸ τοὐ ἐναντίου. ᾗ γὰρ μετέχει ἐναντίου τῷ ὑποκειμένῳ ἡ τροφὴ, ταύτῃ πάσχει ὑπ’ αὐτοῦ.
425
οὐκ αὔξησις.
μεταβολή ἐστι τῆς ὕλης τοῦ αὐξομένου, οὐκ αὐτῆς καθ’ αὑτὴν ἀλλ’ ἐν τῷ
αὐξομένῳ μεταβαλλούσης.
δὲ αὐξήσεως τὸ αὐξόμενον τῇ ὕλῃ προσκριθείσῃ μεταβάλλει, παθούσης δηλονότι ὑπὸ τῆς φυσικῆς αὐτοῦ δυνάμεως καὶ γενομένης τοῦτο ὅπερ ἐκεῖνό ἐστιν· ἅμα τε οὖν ἥ τε ὕλη παθοῦσα ὑπ’ αὐτοῦ μεταβέβληκεν εἰς αὐτό, κἀκεῖνο ταύτῃ μεταβέβληκεν εἰς μεῖζον μέγεθος. οὐκ ἄνευ οὖν γενέσεως οὐδὲ ἡ αὔξησις. ἀλλ’
ἐπειδὴ μὴ καθ’ αὑτὴν ἡ ὕλη μεταβάλλει, ἀλλ’ ἐν ἐκείνῳ γενομένη ἐξομοιοῦται 428 αὐτῷ, ἐπίδοσις μᾶλλον τοῦ εἴδους καὶ αὔξησις, οὐ γένεσις λέγεται· οὐ γὰρ 27r τὸ μὴ ὂν γίνεται, ἀλλὰ τὸ ὂν εἰς μεῖζον ἐπιδίδωσι μέγεθος.
καὶ μεταβαλὸν ὑπὸ τῆς ἐν τῷ αὐξομένῳ φυσικῆς δυνάμεως εἰς τὴν τοὐ αύζομένου οὐσίαν, οὐτῶ ποίει τὴν αὔξησιν, ὥσπερ ἄν εἴ τις εἰς πίθον
οινου, δύναμιν ἔχοντος πᾶν τὸ ἐπιχεόμενον μεταβάλλειν εἰς αὑτὸν καὶ ἐξομοιοῦν ἐπιχέῃ ὔδωρ· μιχθὲν γὰρ τὸ ὕδωρ καὶ μεταβαλὸν ὑπὸ τῆς τοῦ Οἰνίου δυνάμεως εἶς τὴν αὐτοῦ οὐσίαν, ηὔξησε τὸ τοῦ οἴνου ποσὸν καὶ εἷς μείζονα ὄγκον μετέβαλε. καὶ ὥσπερ τὸ πῦρ ἁψάμενον τοῦ καυστοῦ μετέβαλεν αὐτὸ εἰς τὴν ἑαυτοῦ οὐσίαν καὶ ταύτῃ μεῖζον ὑπ’ ἐκείνου γέγονεν,
οὐτῶ δὴ καὶ ἐπὶ τῶν αὐξομένων ἔχει. ἅμα δὲ διὰ τούτων καὶ τὸ ποιητικὸν τῆς αὐξήσεως αἴτιον παραδέδωκεν, λέγω δὴ τὴν θρεπτικήν τε καὶ αὐξητικὴν τῆς ψυχῆς δύναμιν. δῆλον δὲ ὅτι οὐκ ἐπειδὴ πᾶν ὁτιοῦν μόριον αὔξεται τοῦ αὐξομένου, δεῖ καὶ τὸ αὖξον παντὶ μιχθὲν διελθεῖν ἢ γὰρ κενὸν ἔσται τὸ ὀλὸν, ἡ σῶμα διὰ σώματος χωρήσει), ἀλλ’ ἱκανὸν κατά
τινα μόριά τῆς προσκρίσεως γενομένης κατὰ πᾶν τὴν αὔξησιν γενέσθαι ὥσπερ καὶ τὸ κενούμενον πάντῃ ῥυτιδούμενον ὁρᾶται καίτοι κενουμένων τῶν πλήσιον μορίων οὐχ ἅμα πάντων, ὥσπερ ἐπὶ τῶν φλεβοτομουμένων
εχει διὰ τὸ συνεφέλκεσθαι τῳ κενουμένῳ μορίῳ τὸ τοῦ ὅλου σώματος αἷμα. οὐτῶ δήπου καὶ ἐπὶ τῶν αὐξομένων κατά τινα μόρια τῆς προσκρίσεως
γινομένης ἡ πρόσθεσις πάντῃ γίνεται τοῦ προσγινομένου ἀεὶ τὸ πρὸ αὐτοῦ προωθοῦντος, οὐ διαδυομένου δι’ αὐτοῦ, ὡς ἐπὶ τοῦ σωλῆνος ἔχει τοῦ τῷ πλείονι ὕδατι συνεκτεινομένου· ἐν παντὶ γὰρ τῷ σώματι συγκατέσπαρταί τις ὑγρότης θρεπτικὴ τοῦ ὑποκειμένου καὶ πεφυκυῖα μεταβάλλειν εἰς τὴν ἐκείνου οὐ|σίαν. τῇς οὖν τροφῆς ὑγρᾶς οὔσης καὶ μιγνυμένης τῇ προϋποκειμένῃ 430
ἐν τ,ῳ σώματι ὑγρότητι συμβαίνει κατὰ ἀναλογίαν πάντῃ αὐτὴν ἐπιδιδόναι, οὐ διιούσης ἐκείνης πάντῃ, ἀλλὰ προωθούσης τὴν πρὸ αὐτῆς κἀκείνης πάλιν τὴν πρὸ αὐτῆς. καὶ οὕτω τῆς ὕλης πλείονος γινομένης πανταχοῦ εἰς μείζονα ὄγκον τὸ εἶδος ἐπιδίδωσιν· ἑκάστῳ γὰρ τῶν μορίων 431 μετ’ οἰκείου σχήματος ὑπάρχει τὸ εἶναι, ὅπερ πανταχοῦ τῆς ὕλης πλεοναζούσης 432 εἰς μείζονα ἐπιδίδωσιν ὄγκον. ὡς γὰρ ἐξ ἀρχῆς μετὰ τοὐ οἰκείου σχήματος ἕκαστον τῶν μορίων ὑπεστήσατο ἡ φύσις, οὕτω μετὰ τούτου καὶ
αὐτῶν πρόνοιαν καὶ φυλακὴν ποιεῖται. ὅτι μὲν οὖν τὸ εἶδος τὸ κατὰ τὸ
σχῆμα κατὰ πᾶν ὁτιοῦν μόριον ἰσοτίμως ποιεῖται τὴν τροφὴν καὶ τὴν αὔξησιν, τροφῆς μὲν οὔσης τῆς τοῦ εἴδους διαμονῆς, αὐξήσεως δὲ τῆς εἰς μεῖζον ποσὸν ἐπιδόσεως, οὕτως ἄν προβαίνων ὁ λόγος εὐοδοίη· ἐπὶ δὲ τοῦ οὐσιώδους εἴδους, οἷον τοῦ τῆς σαρκὸς ὡς σαρκὸς ἢ τοῦ ὀστοῦ <ὡς ὀστοῦ> πῶς ἂν σωθείη τὸ τρέφεσθαι τὰ εἴδη ταῦτα ἢ τὸ αὔξεσθαι; εἰ γὰρ πᾶν μὲν
ὁτιοῦν τῆς σαρκὸς μόριον εἰδοπεποίηται, τὸ δὲ τρεφόμενον καὶ αὐξόμενον σώματι τρέφεταί τε καὶ αὔξεται, πῶς ἂν σωθείη τὸ ὅλην δι’ ὅλης τρέφεσθαι τὴν σάρκα; εἰ γὰρ δεῖ τρεφομένῳ προσκρίνεσθαι τὸ τρέφον, τὰ μόρια ἄρα οἷς μὴ προσκριθῇ οὐ τραφήσονται. ἀδύνατον δὲ παντὶ προσκριθῆναι· οὐδὲ πᾶν ἄρα μόριον τραφήσεταί τε καὶ αὐξηθήσεται. πῶς δ’ ἄν πᾶν
ὁτιοῦν μόριον τοὐ τῆς σαρκὸς εἴδους αὐξηθήσεται; ὅλον μὲν γὰρ ὡς ὅλον
οὐκέτι. οὐδὲ γὰρ παντὶ μορίῳ τῆς σαρκὸς ἡ προσθήκη μείζων γέγονεν, ἕκαστον μέντοι μόριον τῆς ὕλης γέγονεν· ἐν ᾧ δὲ προσθήκη μὴ γέγονεν ὕλης, οὐδὲ μεταβολὴ εἰς τὸ ὅμοιον. ὥστε οὐδὲ εἰς μείζονα ὄγκον ἐπίδοσις.
λέγειν, ἀλλὰ μόνον πλεῖον γεγονέναι. εἰ γὰρ τρέφεται μὲν καὶ αὔξεται σώματι μεταβάλλοντος αὐτοῦ εἰς τὴν ἐκείνου οὐσίαν, σῶμα δὲ διὰ σώματος χωρῆσαι ἀδύνατον, ἄλλο ἔσται δήπου τὸ γινόμενον ὅμοιον αὐτῷ καὶ συμφυόμενον,
οὐ μέντοι τὸ προυπάρχον προσέλαβέ τι παρὰ τοῦ ἐπεισελθόντος, οὔτε εἶδός τι οὔτε μέγεθος. καὶ εἰ ἕκαστον τῶν τῆς σαρκὸς μορίων ἐξ
ὕλης ἐστὶ καὶ εἴδους, τοῦ εἴδους ἐν τῇ ὕλῃ τὸ εἶναι ἔχοντος, εὔδηλον δήπου ὅτι τῆς ὕλης ἀπορρεούσης τῆς σαρκὸς συναπέρχεται καὶ τὸ εἶδος τὸ ἐν ἐκείνῃ τὸ εἶναι ἔχον· οὐ γὰρ δὴ τῆς ὕλης χωρισθείσης ἐναπομένει τὸ ἄτομον εἶδος, ὅπερ ἐν ἐκείνῃ ὑφειστήκει. εἰ δὲ συναπέρχεται τῇ ὕλῃ τὸ εἶδος, καὶ ἕκαστον τῶν τῆς σαρκὸς μορίων καὶ τῶν λοιπῶν τοιοῦτόν ἐστι,
τὸ μὴ μένον ἄρα οὔτε τρέφοιτο ἄν οὔτε αὔξοιτο, τῷ δὲ μένοντι προσετέθη τὸ γενόμενον, εἰ μή τις κατὰ ποιότητα τρέφεσθαι λέγοι τὴν σάρκα καὶ τὰ λοιπά, τῆς τροφῆς τῇ παραθέσει δρώσης κατὰ τὰς ποιότητας καὶ ὑγραινούσης καὶ θερμαινούσης τὰ παρακείμενα σώματα. ἀλλὰ ταύτῃ θρέψις μὲν σῴζοιτο ἄν σαρκὸς καὶ τῶν λοιπῶν, αὔξησις δὲ 433 οὐκέτι· τὸ γὰρ ποιότητι μόνῃ ὑγραῖνον ἡ θερμαῖνον οὐ μεῖζον ποιεῖ 434 κατὰ μέγεθος τὸ πάσχον ὑπ' αὐτοῦ, ἀλλὰ κατὰ ποιότητα μόνον ἀλλοιοῖ
αύτό. ὥστε οὐκ ἂν σῴζοιτο ἐπὶ τοῦ οὐσιώδους τὸ πᾶν ὁτιοῦν μόριον ηὐξῆσθαι λέγειν· τὸ μὲν γὰρ ὅλον μεῖζον γέγονεν, πᾶν δὲ μόριον οὐκέτι.
οὐδὲ γὰρ παντὶ προσθήκη γέγονε καὶ μεταβολή, μᾶλλον δὲ ἐν οὐδενί ἀλλὰ παράθεσις μόνον καὶ ἕνωσις, ὥσπερ εἰ ὕδωρ ὕδατι ἑνωθείη. μήποτε οὖν τὸ λέγειν πᾶν μόριον μεῖζον γίνεσθαι καὶ τρέφεσθαι οὐκ ἀληθές ἐστιν οὕτω λεγόμενον, ὡς αὐτοῦ καθ’ αὑτὸ παντὸς ἐλαχίστου μορίου τρεφομένου καὶ ἐπιδιδόντος· ἀλλ' ὥσπερ οὐ παντὶ μορίῳ πρόσθεσις γίνεται τροφῆς, διὰ δὲ τὴν
τοῦ ὅλου συνέχειαν ὅλως προστίθεσθαι λέγεται, καὶ οὕτω τοῦ ὅλου μείζονος γενομένου διὰ τὸ ὀλὸν εἶναι τὸ ἐκ πάντων συγκείμενον τῶν μερῶν εἰκότως καὶ μέρος ἕκαστον τῇ ὁλότητι συνεπεκτείνεσθαι λέγεται, οὕτω καὶ τοῦ ὅλου τρεφομένου καὶ τὴν ἑαυτοῦ σῴζοντος ἰδέαν καὶ ὅτι] καὶ μόριον τῆς σαρκὸς καὶ τῶν λοιπῶν τρέφεσθαι λέγεται συμφυλασσόμενον τῷ ὅλῳ.
435
ζῷον ὁ μήτ᾿ ἄνθρωπος μήτε τι τῶν καθ’ ἕκαστα.
πόσον ἐκ πόσου γίνεσθαι (ἡ γὰρ ὕλη τοῦ αὐξομένου ἐνεργείᾳ ἐστὶ ποσή), φησιν οὖν πρὸς τοῦτο ὅτι εἰ μὲν ἦν τῶν καθόλου γένεσις, ἔδει τῳ ὅντι τοι γινόμενον ποσόν τι ἐκ μὴ ποσοῦ γεγονέναι, ἐπειδὴ δὲ οὔτε πόσου καθόλου γένεσις ἐστιν οὔτε ἄλλου τινὸς τῶν καθόλου, οὐδὲν ἄτοπον τὸ γινόμενον ποσὸν ἐκ ποσοῦ γεγονέναι. τὶ γὰρ ποσὸν ἐκ τινὸς ποσοῦ
γίνεται, ὥσπερ καὶ τὶ ζῷον ἐκ τινὸς ζῴου· οὐδενὶ γὰρ τῶν καθόλου τὸ εἶναι καθ᾿ αὑτό, ἀλλ’ ἐν τοῖς καθ’ ἕκαστα τὸ εἶναι ἔχουσι. τὸ οὖν γινόμενον ποσὸν τι ποσὸν ἐστιν, οἷον σὰρξ ποσὴ ἢ ὀστοῦν ποσόν. οὐδὲν οὖν θαυμαστὸν
ποσὴν σάρκα ἐκ, πόσου αἵματος γενέσθαι καὶ ἄλλου ἄλλο. καὶ ὅτι μὲν τῶν καθόλου οὐδὲν γίνεται, ἐπειδὴ μηδὲ ὑφέστηκέ τι καθ’ αὑτὸ τῶν
καθόλου, πρόδηλον· νῦν δὲ οὐ διὰ τοῦτο ἐκ μὴ ποσοῦ ποσὸν οὐ γίνεται. καὶ γὰρ τοῦ καθόλου ἀνθρώπου μὴ γινομένου καὶ τοῦ καθόλου ζῴου, ὅμως γοῦν ἐξ οὐκ ἀνθρώπου γίνεται ἄνθρωπος καὶ ἐξ οὐ ζῴου ζῷον. οὐ ζῶον γὰρ τὸ σπέρμα οὐδὲ ἄνθρωπος. καὶ οὐ δήπου ἐκ τινὸς μὲν οὐκ ἀνθρώπου 436 τινὸς δὲ ἀνθρώπου, ἀλλ’ ἁπλῶς ἐξ οὐκ ἀνθρώπου καὶ ἀπλῶς | ἐξ οὐ 437 ζῴου. οὐχ οὕτω δὲ καὶ ἐπὶ τοῦ ποσοῦ ἔχει· οὐ γὰρ ἐξ ἁπλῶς μὴ ποσοῦ ποσὸν γίνεται, ἀλλ’ ἐκ τινὸς ποσοῦ τὶ ποσόν. ὥστε ἔχει διαφορότητα πρὸς τὰ λοιπά. τὸ μὲν γὰρ σπέρμα μὴ ὂν ζῷον γίνεται ζῷον, καὶ μὴ ὂν
ἄνθρωπος γίνεται ἄνθρωπος, οὐ μέντοι μὴ ὂν ποσόν τι γίνεται ποσόν, ἀλλὰ πάντως τὶ ποσὸν ὂν ἄλλο γίνεται ποσόν. τούτου δὲ αἴτιον τὸ τὸ μὲν ζῷον ὡς ζῷον μὴ εἶναι ἀμετάβλητον μηδὲ τῶν ἄλλων τῶν τοιούτων
μηδέν, τὸ μέντοι ποσὸν ἀμετάβλητον εἶναι, ἐπεὶ καὶ τὸ σῶμα ὡς σῶμα ἀμετάβλητόν ἐστιν· οὐδὲ γὰρ ὡς σῶμα μεταβάλλει, ἀλλ’ ὡς ἀὴρ ἡ πῦρ
ἢ ἄλλο τι τῶν τοιούτων. τούτου δὲ πάλιν αἴτιον, ὅτι ὡς ὕλη προσεχεστέρα ὑπέστρωται τοῖς εἴδεσι πᾶσι τὸ τριχῇ διαστατόν.
γίνεται δὲ ποσὴ σὰρξ τινὸς ποσοῦ προσελθόντος ὅπερ δυνάμει ἐστὶ σάρξ, οὐ μέντοι σαρκὸς ποσῆς· οὐ γὰρ ἔξωθεν σὰρξ γίνεται εἶτα προσκρίνεται,
ἀλλὰ προσκριθὲν πρότερον οὕτω γίνεται σάρξ.
ᾗ δὲ μόνη σάρξ, τρέφει ταύτῃ.
νῦν διαφορὰν τροφῆς καὶ αὐξήσεως βούλεται παραδοῦναι καὶ τί δήποτε τρεφόμεθα μὲν ἀεὶ ἔστ’ ἄν ὦμεν κἂν φθίνωμεν, αὐξόμεθα δὲ οὐκ ἀεί. φησὶν οὖν ὅτι ἡ προσιοῦσα τροφή, εἴτε ἄρτος εἴη εἴτε κρέας εἴτε ἄλλο
ὁτιοῦν, ἔστι μὲν καὶ δυνάμει τοῦτο ᾧ πρόσεισιν, οἷον εἰ τύχοι σάρξ, ἔχει
δὲ καὶ ποσόν τι. ἔστιν οὖν καὶ δυνάμει σὰρξ καὶ δυνάμει ποσὴ σάρξ. οὖσα οὖν ἄμφω δυνάμει, ὅταν μεταβάλῃ εἰς τὸ ἐνεργείᾳ, καθὸ μὲν σὰρξ ἐνεργήσει, τότε ἔθρεψε μόνον, ηὔξησε δὲ οὔ. ἔστι γὰρ τροφὴ ἡ τοῦ εἴδους φυλακή, αὔξησις δὲ ἡ τούτου εἰς μεῖζον μέγεθος ἐπίδοσις.
ὥστε ἡ τροφὴ καὶ ἡ αὔξησις τῷ μὲν ὑποκειμένῳ τὸ αὐτό (ἓν γάρ τῷ ὑποκειμένῳ τὸ τρέφον τε καὶ αὖξον), τῷ δὲ λόγῳ διάφορον· ἄλλο γάρ ἐστιν αὐτῷ τὸ δυνάμει σαρκὶ εἶναι ἢ ὀστῷ, καὶ ἄλλο τὸ τοσῷδε εἶναι.
οὖν ἓν ὂν τῷ ὑποκειμένῳ ἄμφω τὰς δυνάμεις ἔχει, καὶ ὅταν μὲν κατ’ ἀμφοτέρας ἐνεργῇ, καὶ τρέφει καὶ αὔξει, ὅταν δὲ κατὰ θατέραν, τρέφει
μόνον αὔξει δὲ οὔ. διό, φησί, τρέφεται μὲν ἔστ’ ἄν ᾖ καὶ ὅταν φθίνῃ, αὔξεται δὲ οὐκ ἀεί διότι τότε ὡς μὲν δυνάμει σὰρξ ἐνεργεῖ ἡ τροφή, ὡς δὲ ποσὴ οὐκέτι· ὅταν γὰρ πλεῖον ᾖ τὸ ἀπορρέον τοῦ ἐπεισιόντος, οὐκέτι κατὰ τὸ ποσὸν ἐνεργεῖ. οὐ τοῦτο δέ φημι ὅτι οὐ προστίθησί τι κατὰ ποσὸν ἀεὶ ἡ τροφὴ τῷ τρεφομένῳ (οὐ γὰρ ποιότητι τρέφει ἀλλ’ οὐσίᾳ·
ὥστε ἀεὶ ποσόν τι δίδωσιν ἡ τροφὴ τῳ τρεφομένῳ μετὰ του εἴδους), ἀλλὰ τοῦτό φησι τὸ μὴ ἐνεργεῖν κατὰ ποσόν, τὸ μὴ δύνασθαι τῷ ὅλῳ μεγέθει προσθήκην τινὰ ποιῆσαι πολλῆς οὔσης τῆς ἀπορροῆς ἢ καὶ ἴσης. ὅταν μὲν γὰρ ἴσον ᾖ τὸ ἀπορρέον τῷ ἐπεισιόντι, τροφὴ μόνον γίνεται, οὔτε δὲ αὔξησις οὕτε μείωσις· ὅταν δὲ πλεῖον εἴσεισι τοῦ ἐξιόντος, τροφὴ
καὶ αὔξησις· ὅταν δὲ ἔλαττον, τροφὴ καὶ μείωσις. καὶ γὰρ μειουμένου τοῦ ποσοῦ τὸ εἶδος φυλάττεται, ἐπεὶ μὴ ἔστιν ἐν τῷ τοσῷδε εἶναι τὸ τῆς σαρκὸς εἶδος, ἀλλ’ ἐν τῷ τοιῷδε. p. 322a 25 Καὶ ἡ τροφὴ τῇ αὐξήσει τὸ αὐτὸ μέν, τὸ δὲ εἶναι ἄλλο. Ὲν γὰρ οὖσα κατὰ τὸ ὑποκείμενον ἔχει τι καὶ εἶδος, ἔχει δὲ καὶ
ποσόν· ἔστι γὰρ δυνάμει σάρξ. ᾗ μὲν οὖν δυνάμει σάρξ ἐστι, ταύτῃ τρέφει· ᾗ δέ ἐστι ποσή, ταύτῃ αὔξει. p. 322a 26 Ἧι μὲν γάρ τὸ προσιὸν δυνάμει ποσὴ σάρξ. Οὐ τοῦτό φησιν ὅτι ποσὸν δυνάμει ἔχει, ἀλλ’ ὅτι ὡς ποσὴ σὰρξ τὸ ὅλον τοῦτο δυνάμει ἐστί.
443
ὅτι τῷ ὄντι χωριζόμενον τῆς ὕλης οὕτως ἐνεργεῖ, ὅπερ ἀδύνατον, αὐτὸ τοῦτο διαρθροῖ, ὅτι τῷ ἰδίῳ λόγῳ ἄυλος οὖσα δύναμις ἐν ὕλῃ
τὸ εἶναι ἔχει. μεθ’ ὕλης οὖν ὑπάρχον οὐκ ἐνεργεῖ κατὰ τὴν ὕλην, ὅταν τρέφῃ μὲν αὔξῃ δὲ μή. ἤ, ὡς ὁ Ἀλέξανδρός φησι, τὸ τοῦτο δὲ τὸ εἶδος ἄνευ ὕλης ἴσον ἐστὶ τῷ ῾ἡ τροφή, ὅταν τρέφῃ μέν, μὴ αὔξῃ δέ τὸ εἶδος τηρεῖ ἄνευ προσθήκης ὑλικῆς᾿.
προσίῃ, τουτέστι τροφή τις δυνάμει ἄυλος ὑπάρχουσα, τουτέστι δυνάμει
ἔχουσα τὸ τῆς σαρκὸς εἶδος ἡ τὸ τοῦ ὀστοῦ ἢ ἀπλῶς τοῦ τρεφομένου, ἔχουσα δὲ καὶ τὸ ποσὸν δυνάμει, τουτέστι δυναμένη προσθεῖναί τι κατὰ τὸ ποσὸν τῷ τρεφομένῳ, τὸ τηνικαῦτα οἷς πρόσεισιν ἡ τοιαύτη ὕλη μείζους ἄυλοι ἔσονται, τουτέστιν αὔξονται κατὰ τὸ εἶδος καὶ εἰς μεῖζον ἐπιδιδόασι μέγεθος, ὅπερ ἐστὶ καὶ τρέφονται ἅμα καὶ αὔξονται. ἀντὶ γὰρ
τοῦ εἰπεῖν ὅτι μείζους ἔσονται κατὰ τὸ εἶδος τοῦτο γάρ ἐστι τὸ αὐξόμενον),
εἶπεν ὅτι ἔσονται μείζους ἄυλοι. δυνάμει δὲ τὸ ποσὸν εἶπεν ἀντὶ τοῦ τὸ τηλικοῦτον καὶ αὐξητικὸν δυνάμει· πάντως μὲν γὰρ ἡ προσιοῦσα τροφὴ ποσή ἐστιν ἐνεργείᾳ, ὡς ἔδειξεν, οὐ πάντως δὲ τοσαύτη ὡς ἔχειν τὸ αὐξητικόν.
δεῖ ὑπὸ τῆς δυνάμεως τῆς ἀλλοιωτικῆς τε καὶ ἐξομοιωτικῆς τοῖς ὑποκειμένοις. διὸ θρέψις μὲν γίνεται (διαμένει γὰρ τὸ εἶδος), τῷ δὲ εἶναι τὸ ἀπορρέον τοῦ προστιθεμένου συμβαίνει καὶ μείωσιν γενέσθαι. σαφεῖ δὲ παραδείγματι ἐχρήσατο τῷ τοὐ ὕδατος τοῦ ἐπιχεομένου εἰς τὸν οἶνον, καὶ τὴν μὲν ἀρχὴν πάσχοντος μᾶλλον ὑπὸ τοῦ οἴνου ἢ ποιοῦντος
εἰς αὐτόν, τέλος δὲ πλεονάζοντος τοῦ ὕδατος ἐξασθενούσης τῆς τοῦ οἴνου δυνάμεως καὶ μᾶλλον πασχούσης ὑπὸ τοὐ ὕδατος ἤπερ ποιούσης εἰς αὐτό.
οὐ κατὰ πάντα δὲ ἐοικὸς τὸ παράδειγμα. κατὰ μὲν γὰρ τὴν τῆς δυνάμεως ἐλάττωσιν εἴη ἄν τῇ μειώσει ἐοικός· μειουμένης γὰρ κἀκεῖ τῆς θρεπτικῆς δυνάμεως καὶ ἧττον προσκρινούσης τοῦ ἀπορρεύσαντος ἡ φθίσις γίνεται·
καθὸ μέντοι ἐπιχεομένου τῷ οἴνῳ τοῦ ὕδατος πλεῖον γίνεται τὸ ποσόν, κατὰ τοῦτο οὐκ ἔοικε τὸ παράδειγμα τῷ ἐπὶ τῆς φθίσεως· ἐκεῖ γὰρ μετὰ τῆς δυνάμεως καὶ τὸ ποσὸν μειοῦται. μόνης οὖν τῆς ἀσθενείας τῆς δυνάμεως ἔστω παράδειγμα. κάμνει δὲ τῇ συνεχεῖ ἐνεργείᾳ (μετὰ σώματος γὰρ ἡ ἐνέργεια τῆς δυνάμεως, ἐν ᾧ καὶ τὸ εἶναι ἔχει), κάμνουσα δὲ
οὐκέτι δύναται κατὰ ποσὸν προσθήκας ποιεῖν τῷ τρεφομένῳ ὀλίγης γινομένης τῆς ἀλλοιώσεως, ἀλλὰ τρέφει μόνον. πλείονος οὖν γινομένης τῆς ἀπορροῆς μείωσις γίνεται, καὶ μάλιστα τοῦ ἐν ᾧ πρώτῳ ἐστὶν ἡ δύναμις αὕτη, λέγω δὴ τοῦ θερμοῦ ὑγροῦ. τὸ γὰρ πρῶτον ἀπολαῦον τῆς αὐξήσεως ἐν τῇ ἐπιδόσει, διὰ τὸ ἐν αὑτῷ τὸ τρέφον ἔχειν καὶ τῆς ἀσθενείας
ἀπολαύει αὐτοῦ πρῶτον καὶ κρατεῖται μειούμενον διὰ τὴν ἐλάττονα τῆς
τροφῆς πρόσκρισιν ὑπὸ τῶν ἐναντίων δυνάμεων, τῆς τε ψυχρὰς καὶ ξηρᾶς, ὧν κατ’ ἐπικράτειαν τὸ γήρας γίνεται.
στον ἢ γίνονταί πως.
καθόλου περὶ γενέσεως, καὶ διακρίνας αὐτὴν καὶ ἀλλοιώσεως καὶ τῆς κατὰ τόπον μεταβολῆς, καὶ εἰπὼν τί τέ ἐστιν αὔξησις καὶ τί τὸ αὐξόμενον καὶ τίνι αὔξεται καὶ τίς ὁ τρόπος καθ’ ὃν αὔξεται τὰ αὐξόμενα, λοιπὸν ἐν- 451 τεῦθεν ἀκόλουθον μὲν ἦν εἰπεῖν περὶ τῆς γενέσεως τῶν καθ’ ἕκαστα γινομένων, 452 οἷον περὶ τῶν ἐν μετεώρῳ γινομένων περὶ φυτῶν περὶ ζῴων
περὶ μετάλλων· ἀλλ’ ἐπεὶ τὸν περὶ τῆς τῶν καθ’ ἕκαστα γενέσεως διαλεξόμενον δεῖ πρότερον περὶ τῆς προσεχοῦς ἑκάστῃ γενέσει ὕλης διαλαβεῖν,
οἷον τίς ἡ τοῖς μετεώροις ὑποβεβλημένη ὕλη, τίς ἡ τοῖς μετάλλοις, καὶ τοῖς λοιποῖς ὡσαύτως· ὡς γὰρ τοῦ λόγου τοὐ περὶ τῶν φυσικῶν πάντων προηγεῖται ὁ περὶ τῆς ἀπλῶς ὕλης λόγος τῆς πᾶσι τοῖς φυσικοῖς κοινῶς ὑποκειμένης, περὶ ἧς ἐν τῇ Φυσικῇ ἐδίδαξεν, οὕτω καὶ τῆς τῶν
κατὰ μέρος γενέσεως καὶ τῆς ἑκάστῳ αὐτῶν ὑποκειμένης ὕλης προηγεῖσθαι
δεῖ τὸν περὶ τῆς ὕλης καθόλου τῶν ἀπλῶς γινομένων, ταῦτα δέ ἐστι τὰ στοιχεῖ· οὐκοῦν ἀναγκαῖον ἦν προλαβεῖν τὸν περὶ τῶν στοιχείων. μὴ γὰρ ἐγνωκότα τίνα ποτέ ἐστι καὶ πόσα καὶ ποῖα τὰ στοιχεῖα ἀδύνατον τὴν ἰδιάζουσαν ἑκάστου ὕλην εὑρεῖν· κοινῶς γὰρ ταῦτα μετὰ τὴν πρώτην ὕλην πᾶσιν ὑποβέβληται, καὶ ἔστι σωματικὴ ὕλη κοινῶς πάντων τῶν
γινομένων. διὰ τοῦτο πρῶτον τὸν περὶ αὐτῶν προχειρίζεται λόγον, εἴτε ἔστι στοιχεῖα τῶν γινομένων τὰ τέσσαρα ταῦτα τὰ πολυθρύλλητα εἴτε μὴ ἔστι, καὶ πότερον γενητά ἐστι ταῦτα ἢ ἀγένητα καὶ ἀμετάβλητα, ὡς ἐδόκει Ἐμπεδοκλεῖ, καὶ εἰ γενητά, πότερον ἐξ ἀλλήλων ἢ ἐξ ἄλλου τινός, καὶ εἰ ἐξ ἀλλήλων, πότερον ὁμοίως πάντα εἰς πάντα μεταβάλλει ἢ ἔστι
τι αὐτῶν πρῶτον ἐξ οὗ τὰ ἄλλα πάντα μεταβάλλει, οἷον ὕλη τοῖς λοιποῖς ὑποκείμενον, ὡς δοκεῖ Θαλῇ μὲν τὸ ὕδωρ, ἀὴρ δὲ Ἀναξιμένει, πῦρ δὲ
Ἡρακλείτῳ. ζητήσει δὲ καὶ εἰ τέσσαρα τὸν ἀριθμὸν ἢ πλείονα, καὶ δείξει ὅτι τέσσαρα μόνα. καὶ ἐν τούτοις περατοῦται πᾶσα ἡ προκειμένη πραγματεία. καὶ οὕτως λοιπὸν ἐν ταῖς ἑξῆς πραγματείαις περὶ τῶν καθ’
ἕκαστα γινομένων ποιεῖται τοὺς λόγους, ἐν μὲν τῇ τῶν Μετεώρων πραγματείᾳ περὶ τῶν ἐν τοῖς μετεώροις, ἐν δὲ τῇ Περὶ ζῴων περὶ τῆς τῶν ζῴων γενέσεως, καὶ περὶ τῶν λοιπῶν ὡσαύτως. ἤδη μὲν οὖν καὶ ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ ἐζήτησε περὶ τῶν στοιχείων, καὶ ἔδειξεν ὅτι τῇ
τάξει πρῶτος ὁ περὶ τῶν στοιχείων λόγος, καὶ ἔτι ὅτι οὔτε ἀγένητά ἐστιν
οὔτε ἄφθαρτα, καὶ ὅτι οὐκ ἐξ ἄλλου τινὸς ὑποκειμένου γίνονται, καὶ ὅτι οὐκ εἰσὶν ἄπειρα ἀλλὰ πεπερασμένα· πόσα μέντοι ταῦτα ἢ πῶς ἐξ ἀλλήλων γίνονται, ἐν ἐκείνοις ὑπερέθετο εἰπεῖν, ὡς ἐρῶν ἐνταῦθα περὶ τούτων. Ἔστιν οὖν τὸ προκείμενον δεῖξαι περὶ τῶν στοιχείων ποῖά τε καὶ πόσα τὸν ἀριθμόν, καὶ ὅτι ἐξ ἀλλήλων αὐτοῖς ἡ γένεσις καὶ εἷς ὁ τρόπος
τῆς ἐξ ἀλλήλων γενέσεως. ὄντων δέ τινων | προηγουμένων τοῦ περὶ 453 τῶν στοιχείων λόγου, ὧν ἀδιαρθρώτων ὄντων ἀδύνατον εὐμαρῶς προελθεῖν 454 τὸν περὶ τῶν στοιχείων λόγον, περὶ ἐκείνων προτίθεται πρῶτον εἰπεῖν. 455 ἔστι δὲ τρία ταῦτα, τί ἐστι μίξις, τί ἐστι τὸ ποιεῖν καὶ πάσχειν, τί ἐστιν ἁφή. ὅτι δὲ ἀναγκαῖος ὁ περὶ τούτων λόγος τῷ περὶ τῶν στοιχείων διαλεξομένῳ, κατασκευάζει καὶ ἐκ τῶν παλαιοτέρων. πάντες γάρ, φησί,
καὶ οἱ ἓν καὶ οἱ πλείω τὰ στοιχεῖα λέγοντες εἶναι, κέχρηνται τῷ ποιεῖν
πάσχειν, καὶ συγκρίσει καὶ διακρίσει. καὶ γὰρ οἱ ἓν λέγοντες τὸ στοιχεῖον, συγκρίσει δὲ τούτου καὶ διακρίσει τἆλλα λέγοντες γίνεσθαι, τῷ ποιεῖν καὶ πάσχειν κέχρηνται· τὸ γὰρ συγκρίνεσθαι καὶ διακρίνεσθαι πάσχειν τί ἐστιν. εἰ δὲ ἔστι τὸ πάσχον, ἀνάγκη πᾶσα εἶναι καὶ τὸ ποιοῦν. ὡσαύτως δὲ
καὶ οἱ πλείω λέγοντες, καὶ οἱ μεταβλητὰ αὐτὰ λέγοντες καὶ οἱ ἀμετάβλητα. καὶ οἱ μὲν μεταβλητὰ αὐτὰ λέγοντες, προφανὲς ὡς κέχρηνται τῷ ποιεῖν
καὶ πάσχειν· δρῶντα γὰρ εἰς ἄλληλα καὶ πάσχοντα ὑπ’ ἀλλήλων, οὕτω τὴν εἰς ἄλληλα ποιεῖται μεταβολήν. καὶ Ἐμπεδοκλῆς δὲ ἀμετάβλητα λέγων κέχρηται τῷ ποιεῖν καὶ τῷ πάσχειν· εἰ γὰρ καὶ μὴ κατὰ μεταβολὴν
οὐσίας πάσχουσιν, ἀλλ’ οὖν σύγκρισιν ὑπομένουσι καὶ διάκρισιν, ποιοῦντος ταῦτα τοῦ νείκους καὶ τῆς φιλίας. ὥστε ἀναγκαῖος τῷ περὶ τῶν στοιχείων διαλεχθησμένῳ ὁ περὶ τοῦ ποιεῖν καὶ πάσχειν λόγος. πῶς γὰρ ὅλως εἰσόμεθα πότερον ἀπαθῆ ἐστιν ἢ οὕ, αὐτὸ τοῦτο ἀγνοοῦντες τί
ἐστιν ὅλως τὸ ποιεῖν καὶ τὸ πάσχειν; ἀλλ’ εἰ περὶ τοῦ ποιεῖν καὶ πάσχειν
εἰπεῖν ἀνάγκη, δῆλον, φησίν, ὡς ἀνάγκη καὶ περὶ μίξεως διαλεχθῆναι. τὰ γὰρ ποιοῦντα καὶ πάσχοντα δεῖ πρότερον μιχθῆναι ἀλλήλοις· οὐδὲ γὰρ σώματα ὄντα καὶ διεστηκότα ἀλλήλων δράσειαν ἂν ἢ πάθοιεν ὑπ’ ἀλλήλων. καὶ ὅτι ἀνάγκη τοῖς συγκρίσει καὶ διακρίσει τὴν γένεσιν λέγουσι γίνεσθαι μίξιν παραλαμβάνειν· ἡ γὰρ σύγκρισις μίξις τίς ἐστιν. εἰ οὖν περὶ
μίξεως δεῖ διαλαβεῖν, δεῖ δήπου καὶ περὶ ἁφῆς· τὰ γὰρ μιγνύμενα ἀλλήλοις
δεῖ πρότερον ἅψασθαι ἀλλήλων· πῶς γὰρ ἂν μιχθείη τὰ μὴ ἁψάμενα; ὥστε πρὸς τὸν περὶ στοιχείων λόγον ἀναγκαῖος ὁ περὶ τοῦ ποιεῖν καὶ πάσχειν, καὶ πρὸ τοῦτον ὁ περὶ μίξεως (δεῖ γὰρ τὰ ποιοῦντα καὶ πάσχοντα μιχθῆναι ἀλλήλοις), καὶ πρὸς τοῦτον ὁ περὶ ἁφῆς· πῶς γὰρ
ἄν μιχθείη ἀλλήλοις τὰ μὴ ἁψάμενα; ὥστε ἀναγκαῖος ὁ περὶ ἁφῆς καὶ περὶ μίξεως καὶ περὶ τοῦ ποιεῖν καὶ πάσχειν λόγος. καὶ ἄλλως δὲ ἀναγκαίως, φησί, τὸν περὶ τούτων διοριζόμεθα λόγον, διότι χρησάμενοι τούτοις
οἱ πρὸ ἡμῶν φυσικοὶ οὐδένα λόγον περὶ αὐτῶν ἐποιήσαντο, τί ποτε σημαίνει ἕκαστον αὐτῶν, ἀλλ’ εἴασαν αὐτὰ οὕτως ἀδιορίστως. περὶ τούτων
οὖν πρῶτον ποιεῖται τὸν λόγον, καὶ πρότερον περὶ ἁφῆς.
ὡσανεὶ ἔλεγε ῾περὶ τῆς ὕλης ἥτις ἐστὶ τὰ καλούμενα στοιχεῖα᾿.
καλούμενα δὲ διὰ τοῦτο ἴσως εἶπεν, ἐπειδὴ μήπω ἀπέδειξεν ὅτι ταὐτά ἐστι τὰ στοιχεῖα. εἴτε ἔστιν εἴτε μή. τουτέστιν εἰ στοιχεῖα τῶν γινομένων εἰσίν. οὐ γὰρ ἀπλῶς εἰ ἔστι· τοῦτο γὰρ ἐναργές. ἢ γίνονταί πως. τὸ πως προσέθηκεν ἀντὶ τοῦ κατά τινα τρόπον· οὐ γὰρ καθ’
ὅλα γίνονται, ἀλλὰ κατὰ μόρια.
ἀνάγκη πρότερον εἰπεῖν περὶ ὧν ἀδιορίστως λέγεται νῦν. λέγει
δὲ περὶ ἁφῆς καὶ μίξεως καὶ τοῦ ποιεῖν καὶ πάσχειν, ὡς συμβαλλομένων μὲν αὐτῷ εἰς τὴν περὶ τῶν στοιχείων διδασκαλίαν, μὴ τυχόντων δὲ διορισμοῦ τινος καὶ διαρθρώσεως παρὰ τῶν προγενεστέρων.
τῶν στοιχείων διακρίσει χρῶνται καὶ συγκρίσει καὶ τῷ ποιεῖν καὶ πάσχειν.
εἶπε πάντας διακρίσει καὶ συγκρίσει χρῆσθαι καὶ τῷ ποιεῖν καὶ πάσχειν.
ὅτι μὲν γὰρ διακρίσει καὶ συγκρίσει πάντες κέχρηνται, πρόδηλον· οὐκέτι μέντοι τῷ ποιεῖν καὶ πάσχειν πάντες χρῶνται, ἀλλὰ μόνοι οἱ κατὰ τροπὴν τοῦ ὑποκειμένου γεννῶντες τὰ πράγματα, ἐπεὶ οἵ γε ἀμετάβλητα οἰόμενοι 460 τὰ στοιχεῖα οὐ κέχρηνται τῷ ποιεῖν καὶ πάσχειν, ἀλλὰ μόνον συγκρίσει 461 καὶ διακρίσει. ἤτοι οὖν τοὺς μὲν διακρίσει λέγει χρῆσθαι καὶ συγκρίσει, τοὺς δὲ τῷ ποιεῖν καὶ πάσχειν, καὶ οὕτω κατὰ συνεκδοχὴν πάντας ἀμφοτέροις χρῆσθαι λέγει, διακεκριμένως δέ (οἱ μὲν γὰρ τὰ ἐκ τῶν στοιχείων
μόνα γεννῶντες συγκρίσει καὶ διακρίσει ἐχρῶντο, οὗτοι δὲ ἦσαν οἱ περὶ Ἐμπεδοκλέα Δημόκριτον Ἀναξαγόραν· ἀπαθεῖς γὰρ ἕκαστος τὰς οἰκείας ἀρχὰς ὑπετίθετο· οἱ δὲ καὶ τὰ στοιχεῖα γεννῶντες, τῷ ποιεῖν καὶ πάσχειν, οὗτοι δὲ ἦσαν οἱ ἕν τι ὑποθέμενοι ἐξ οὗ τἆλλα ἐγέννων, τὸ δὲ ἓν τοῦτο ἢ τῶν τεσσάρων τι εἶναι ἢ ἄλλο τι παρὰ ταῦτα)· ἢ οὖν οὕτω φησὶ τὸ
πάντας καὶ διακρίσει καὶ συγκρίσει χρῆσθαι καὶ τῷ ποιεῖν καὶ τῷ πάσχειν, ἢ ἕκαστον ἀμφοτέροις κεχρῆσθαι λέγει. ὅτι γὰρ τοῦτό φησιν, ἐδήλωσεν
ἐξ ὧν ἐπήγαγε· ‟καὶ γὰρ οἱ πλείω”, φησί, ‟τὰ στοιχεῖα ποιοῦντες γεννῶσι τῷ ποιεῖν καὶ πάσχειν, καὶ τοῖς ἐξ ἑνὸς ἀνάγκη λέγειν τὴν ποίησιν”. ἐνταῦθα οὖν τὸ ποιεῖν καὶ πάσχειν οὐ κατὰ τροπὴν καὶ μεταβολὴν
τοῦ ὑποκειμένου ἐκληψόμεθα, ἀλλ’ ἀπλῶς κατὰ τὸ ἐνεργεῖν αὐτὸ τὸ ποιητικὸν ἢ κινητικὸν αἴτιον· δεῖ γὰρ ἐν ἑκάστῳ αἴτιόν τι εἶναι συγκρίσεως καὶ διακρίσεως. καὶ Ἐμπεδοκλεῖ μὲν τὸ νεῖκος καὶ ἡ φιλία ἡ μὲν συγκρίσεως τὸ δὲ διακρίσεως αἴτιον, τὸ δὲ συγκρίνειν καὶ | διακρίνειν ποιεῖν 462 τί ἐστιν, ὥστε πάσχειν τὸ διακρίνεσθαι καὶ συγκρίνεσθαι· Ἀναξαγόρᾳ δὲ
ποιητικόν ἐστι συγκρίσεως καὶ διακρίσεως ὁ νοῦς. ἀλλὰ δὴ καὶ κατὰ Δημόκριτον ποιητικὰ ἄν εἶεν αἴτια ὁ ῥυσμὸς ἡ τροπὴ· καὶ ἡ διαθιγή, πορρωτέρω δὲ καὶ ἡ τύχη καὶ τὸ αὐτόματον.
Πότερον κατακερματιζομένων τῶν στοιχείων εἰς μικρὰ καὶ παρακειμένων
ἀλλήλοις καὶ τῇ σμικρότητι λανθανόντων τὴν αἴσθησιν, ὥσπερ ἄν εἰ ἐκ πυρῶν καὶ κριθῶν τὰ λεπτομερῆ ἄλφιτα μίξαιμεν (δόξειε γὰρ ἄν τι εἶδος εἶναι τὸ ὅλον, τῇ σμικρότητι κλεπτομένης τῆς αἰσθήσεως), ἢ ἐν ἑκάστῳ μορίῳ πάντων ὄντων καὶ χωρούντων ὅλων δι’ ὅλων τῶν μιγνυμένων
δι’ ἀλλήλων· καὶ πότερον ἐν τῇ μίξει φθείρονται τὰ εἴδη τῶν
στοιχείων ἢ σῴζονται· καὶ εἰ σῴζονται, πότερον πάντα ἢ τινά.
467
τοῦτο ὀρθῶς λέγει Διογενὴς, ὅτι εἰ μὴ ἐξ ἑνὸς ἦν ἅπαντα, οὐκ ἄν ἦν τὸ ποιεῖν καὶ πάσχειν ὑπ’ ἀλλήλων.
τῷ πάσχειν· ἐν γὰρ τῇ ἀλλοιώσει ποιεῖ μὲν τὸ ἀλλοιοῦν, πάσχει δὲ τὸ ἀλλοιούμενον. ὅτι δὲ ἀνάγκη τοῖς ἓν ὑποτιθεμένοις τὸ στοιχεῖον λέγειν τὸ ποιεῖν καὶ τὸ πάσχειν, μάρτυρι χρῆται Διογενεῖ τῷ Ἀπολλωνιάτῃ ὀρθῶς λέγοντι ὅτι εἰ μὴ ἓν ἦν τὸ ὑποκείμενον πᾶσιν, οὐκ ἄν ἦν τὸ ποιεῖν καὶ τὸ πάσχειν ὑπ’ ἀλλήλων, ὡς ἀναγκαίως ἑπομένου τοῖς εἰς ἄλληλα
ποιοῦσι καὶ πάσχουσι τὸ ἓν ἔχειν τὸ ὑποκείμενον. ὅτι γὰρ μὴ ὄντος ἑνός τινος τοῦ ὑποκειμένου οὐχ οἷόν τε ἦν ὑπ’ ἀλλήλων πάσχειν καὶ ποιεῖν εἰς ἄλληλα, δείκνυσιν, ὅτι Διογενὴς ἔλεγεν μὴ τὴν θερμότητα εἶναι τὴν εἰς ψυχρότητα μεταβάλλουσαν ἢ τοὔμπαλιν (ἀδύνατον γὰρ τὸ γενέσθαι ὅπερ τὸ ἐναντίον), ἀλλὰ τὸ ὑποκείμενον κοινὸν ὂν τοῖς ἐναντίοις
καὶ πάσχον ὑπό τινος ποιοῦντος μεταβάλλει εἰς ἑκάτερον καθ’ ὃ ἄν τὸ ποιοῦν ποιῇ. ταῦτα δὲ καὶ ὁ Πλατῶν ἐν τῷ Φαίδωνι εἶπεν. εἰπὼν γὰρ
πρότερον ὅτι ἐξ ἀλλήλων γίνονται τὰ ἐναντία, τὸ λευκὸν ἐκ τοῦ μέλανος καὶ τὸ μέλαν ἐκ τοῦ λευκοῦ, καὶ τὸ ζῶν ἐκ τοῦ τεθνεῶτος καὶ ἔμπαλιν, ὕστερον εἶπεν ὅτι οὐδέποτε οἷόν τέ ἐστι τὸ ἐναντίον εἰς τὸ ἐναντίον μεταβαλεῖν·
οὐδὲ γὰρ ἡ λευκότης γένοιτο ἂν μελανία οὐδὲ ἡ ψύξις θερμότης. ἐπὶ τούτοις οὖν ἀπορήσαντός τινος, πῶς οὐκ ἐναντία αὐτὸς ἑαυτῷ Σωκράτης ἀπεφήνατο, εἶπεν ὡς ὅτι ἄνω μὲν ἐξ ἀλλήλων γίνεσθαι τὰ ἐναντία εἴρηκεν, οὐ τὰ μετεχόμενα, αὐτὰς λέγω τὰς ἐναντιότητας, ἀλλὰ τὰ τούτων μετέχοντα (τὸ γὰρ λευκὸν σῶμα ἐκ μέλανος γίνεται σώματος), νῦν δέ, φησίν, ἔφην τὰ
μετεχόμενα μὴ γίνεσθαι ἐξ ἀλλήλων. ἀλλὰ μᾶλλον κυριώτερον ἄν εἴη 468 ῾μετ᾿ ἄλληλα᾿ αὐτὰ καλεῖν· μετὰ γὰρ τὴν λευκότητα γίνεται ἡ μελανία, 469 ἀύτης μὲν τῆς ποιότητος φθειρομένης τοῦ δὲ ὑποκειμένου μένοντος.
πάντων τῶν ποιούντων καὶ πασχόντων μία ἐστὶν ὅλη, οὐκ ἀληθές. τὸ γὰρ κυκλοφορητικὸν σῶμα ποιεῖ μὲν αὐτὸ καὶ πάσχει δέ τι ὑπ’ αὐτοῦ, ταῦτα δὲ πάντα τὰ ὑπὸ σελήνην, οὐ μὴν ἐκ μιᾶς καὶ τῆς αὐτῆς ὕλης εἰσὶ τό
τε ποιοῦν καὶ τὸ πάσχον. ἀλλὰ δεῖ, φησίν, οὕτω λέγειν, ὅτι ταῦτά ἐστι τὰ κοινὴν ὕλην ἔχοντα, ἅπερ ἀντιπάσχει ὑπ’ ἀλλήλων· διὰ τοῦτο γὰρ καὶ ἀντιπάσχει ὑπ’ ἀλλήλων, διὰ τὸ μίαν αὐτοῖς ὑπεστρῶσθαι ὕλην τῶν ἐναντίων οὖσαν δεκτικήν. διὰ τοῦτο γοῦν τὰ οὐράνια ποιοῦντα εἰς τὰ τῇδε οὐκ ἀντιπάσχει ὑπ’ αὐτῶν, διὰ τὸ μὴ μίαν αὐτοῖς ὑποκεῖσθαι ὕλην.
471
περὶ μίξεως λόγον, ἐκ τούτων δείκνυσι καὶ τὸν περὶ ἁφῆς ὄντα ἀναγ- καιον.
472
ξύλων, ἡ διὰ μέσου, ὥσπερ τὸ πῦρ τοῦ ὕδατος διὰ μέσου τοῦ λέβητος, οὕτως ἀλλοιοῖ αὐτό· τὸ δὲ κυρίως προσέθηκε, διότι λεγόμεθα πάσχειν ὑπὸ τῆς λοιδορίας, ἀλλ’ οὐ κυρίως ποιεῖν λέγοιτο ἂν ἡ λοιδορία, ἐπειδὴ μηδὲ απτεται, εἴπερ ποιεῖν ἐστι τὸ κατὰ ποιότητα μεταβάλλειν τὰ φυσικὰ σώματα· εἰ δὲ καὶ λέγεται ἅπτεσθαι τοῦ λοιδορουμένου ἡ λοιδορία, ἀλλ’
οὐδὲ τοῦτο κυρίως, εἴπερ ἅπτεσθαι ταῦτα λέγονται ὧν τὰ ἔσχατα ἅμα. ὡς ἄν οὑν λέγοιτο ἅπτεσθαι ἡμῶν ἡ λοιδορία, οὕτω δὲ καὶ ποιεῖν εἰς 474 ἡμᾶς· κυρίως δὲ οὐδέτερον, ὡς εἰσόμεθα ἐν τοῖς ἐφεξῆς. οὔτε μὴ 475 ἁψάμενά πως ἐνδέχεται μιχθῆναι πρῶτον. ὑπερβατὸς ἡ τῆς λέξεως σύνταξις· τὸ γὰρ ἀκόλουθον οὕτως ῾ οὔτε μὴ ἁψάμενά πως πρῶτον ἐνδέχεται μιχθῆναι᾿. τὸ δὲ πως προσέθηκεν, ἵνα σημάνῃ τὰ κυρίως
ἁπτόμενα, ἐπειδὴ καὶ ἡ λοιδορία ἅπτεσθαι λέγεται, ἀλλ’ οὐ κυρίως.
καὶ φθειρομένων, ἔδειξεν ἀναγκαῖον ὄντα τὸν περὶ ἁφῆς καὶ μίξεως
καὶ τοῦ ποιεῖν καὶ πάσχειν λόγον, περὶ ὧν πρῶτον βούλεται διαλεχθῆναι, καὶ τούτων πρότερον περὶ ἁφῆς. καὶ ἤδη μὲν ἔδειξε προηγούμενον τῶν ἄλλων δύο τὸν περὶ ἁφῆς λόγον, καὶ νῦν δὲ πάλιν τὸ αὐτὸ ἀναλαμβάνει πρὸ τοῦ περὶ ἁφῆς λόγου. τῶν γὰρ ὄντων, φησίν, ὡς ἄν μίγνυσθαι πέφυκεν, ἀνάγκη ταῦτα πρότερον ἅψασθαι ἀλλήλων· οὐ γὰρ ἂν
μιχθείη τὰ μηδ’ ὅλως ἁπτόμενα ἀλλὰ κεχωρισμένα. προηγεῖται ἄρα τοῦ
περὶ μίξεως ὁ περὶ ἁφῆς λόγος. ἀλλὰ δὴ καὶ τοῦ περὶ τοῦ ποιεῖν καὶ πάσχειν· εἴ τι γὰρ τῶν ὄντων τὸ μὲν πέφυκε ποιεῖν τὸ δὲ πάσχειν κυρίως. ταῦτα ἀνάγκη πρότερον ἅψασθαι ἀλλήλων. καὶ τοῦτο ἱκανῶς καὶ ἐν τοῖς ἔμπροσθεν δέδεικται. κυρίως δὲ εἶπε διὰ τὴν λοιδορίαν. αὕτη γὰρ
ποιεῖν μὲν λέγεται εἰς τὴν ψυχήν, οὐχ ἅπτεται δὲ τῆς ψυχῆς· οὐδὲ γὰρ κυρίως ποιεῖ, ἐπεὶ καὶ ἅπτεσθαι λέγεται οὐ κυρίως· ὡς οὖν λέγεται ποιεῖν, οὕτω λέγεται καὶ ἅπτεσθαι. τὰ αὐτὰ δ’ ἄν εἴποις καὶ ἐπὶ τῆς
εἰκόνος καὶ τοῦ χόρτου καὶ ἀπλῶς τοῦ ὀρεκτοῦ· οὐδὲ γὰρ ταῦτα κυρίως ποιεῖ. ὡς δ’ ἄν ποιῇ, οὕτω καὶ ἅπτεται πρότερον. πρότερον γὰρ ἅπτεται
τοῦ φανταστικοῦ καὶ τυποῖ αὐτό, ἔπειτα καὶ μεταβάλλει ἀλλοιῶσαν. καὶ ἀδύνατόν γε παθεῖν ὑπὸ τοῦ ὀρεκτοῦ τὸν μὴ πρότερον οἷον ἁψάμενον αὐτοῦ, τῷ ἐντετυπῶσθαι αὐτοῦ τὴν φαντασίαν. ἀναγκαίως οὖν πρῶτον τὸν περὶ ἁφῆς προχειρίζεται λόγον. ὥσπερ δέ, φησί, πολλὰ καὶ τῶν ἄλλων ὀνομάτων πολλαχῶς λέγεται, καὶ τῶν πολλαχῶς λεγομένων τὰ μὲν
ὁμωνύμως λέγεται (ὡς Αἴας ὁ Τελαμώνιος καὶ ὁ ᾿Οιλέως, καὶ κύων ὅ χερσαῖος καὶ ὁ θαλάττιος) ἅπερ καὶ ἰσοτίμως μετέχουσι τοῦ ὀνόματος, 477 τὰ δὲ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ὧν καὶ τὸ μὲν κυριώτερον λέγεται τὸ δὲ 478 ἀκυρότερον οἷον ἐπὶ τοῦ ὄντος πρώτως μὲν καὶ κυρίως ἡ οὐσία ὄν, δευτέρως δὲ καὶ τρίτως αἱ ἄλλαι κατηγορίαι· ὁμοίως κυρίως μὲν ζῷον ὁ ἄνθρωπος ὁ ἀληθινός, τὸ δὲ γεγραμμένον ἀπὸ τοῦ ἀληθινοῦ ζῷον καλούμενον
οὐ κυρίως καλεῖται ζῷον· ὁμοίως ἡ μουσικὴ ἐπιστήμη καὶ ἡ ἀπ’
αὐτῆς μουσικὴ γυνὴ ἢ μουσικὴ κιθάρα, πρώτως δηλονότι καὶ κυριώτατα ἐπὶ τῆς ἐπιστήμης τὸ τῆς μουσικῆς κατηγορεῖται ὄνομα). οὕτως οὖν καὶ ἡ ἁφὴ τῶν πολλαχῶς ἐστι λεγομένων κατὰ τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, καὶ ἡ μέν τις κυριώτατά ἐστιν ἁφή, ἡ δὲ ἀκυρότερον ἀπ’ ἐκείνης. τίς
οὖν ἡ κυρίως ἁφὴ καὶ τίνα τὰ κυρίως ἁπτόμενα λέγει, ὅτι ταῦτά ἐστιν ἅ τινα καὶ θέσιν ἔχει, τουτέστι κεῖταί που. ἀλλὰ καὶ τὰ μαθηματικὰ τῶν θέσιν ἐχόντων ἐστίν, ὥστε καὶ ταῦτα ἄν ἅπτοιτο ἀλλήλων· ἅπτεσθαι γάρ
φαμεν τὴν γραμμὴν τῆς γραμμῆς ἢ τοῦ ἐπιπέδου, οἷον κύκλου ἢ ἄλλου τινός· ἀλλὰ καὶ τὸ μαθηματικὸν σῶμα πέρατα ἔχον καὶ ἅπτοιτο ἄν ἢ
σώματος μαθηματικοῦ ἢ γραμμῆς. ἀλλ’ εἰ καὶ λέγοιντο τὰ μαθηματικὰ ἅπτεσθαι, ἀλλ’ οὐ κυρίως, ἀλλ’ ὡς ἄν καὶ τὸ εἶναι ἔχῃ. ἔχει δὲ ἐν ἐπινοίᾳ· οὕτως ἄρα καὶ θέσιν ἔχει καὶ ἅπτεται ἀλλήλων. καὶ τοῦτο δὲ αὐτοῖς ὑπάρχει διὰ τὰ κυρίως θέσιν ἔχοντα καὶ ἁπτόμενα, λέγω δὴ τὰ φυσικὰ σώματα, ὧν ἐξ ἀφαιρέσεως εἰσι τὰ μαθηματικά. πῶς δὲ τὰ
θέσιν ἔχοντα, ταῦτα καὶ ἅπτεται ἀλλήλων, κατασκευάζει ἐκ τοῦ ὁρισμοῦ τῶν ἁπτομένων, ὃν ἀποδέδωκεν ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ἀκροάσεως. ἐκεῖ γὰρ εἶπεν ὅτι τὸ ἅπτεσθαι τοῦτό ἐστι, τὸ τὰ ἔσχατα ἅμα ἔχειν. εἰ δὲ τοῦτό ἐστι τὸ ἅπτεσθαι, ταῦτα ἄν ἅπτοιτο ἃ κεχωρισμένα ὄντα μεγέθη, τουτέστι μὴ ἡνωμένα ἀλλὰ κατ’ ἰδίαν ἐπιφάνειαν περιγεγραμμένα, καὶ
θέσιν ἰδίαν ἔχοντα, ἅμα ἔχει τὰ ἔσχατα. οὐδὲ γὰρ ὅλως ἔσχατα ἔχειν ἐνδέχεται ἅπερ μὴ μεγέθη ἐστί, πάλιν δ’ αὖ τὰ μεγέθη ἔσχατα διάφορα ἀδύ.νατον ἔχειν τὰ μὴ κεχωρισμένα ἀλλὰ συμπεφυκότα. ταῦτα δὲ καὶ θέσιν ἔχει, ταὐτὸν δὲ τοῦτο τῷ ἐν τόπῳ εἶναι. τόπου δὲ κυριώταται
διαφοραὶ δύο, τὸ ἄνω καὶ τὸ κάτω· ἄνω δέ ἐστι καὶ κάτω ὅσα ἢ βάρος
ἔχει ἢ κουφότητα. ταῦτα δὲ ποιητικὰ καὶ παθητικὰ ὑπ’ ἀλλήλων. συνάγεται ἄρα ἐκ τούτων, ὡς ταῦτα ἅπτεται ἀλλήλων ὅσα ποιητικά ἐστι καὶ παθητικὰ ὑπ’ ἀλλήλων. ταῦτα οὖν ἐστι τὰ κυρίως ἁπτόμενα, ὅσα πέφυκεν εἰς ἄλληλα ποιεῖν καὶ πάσχειν. ἃ δὲ πρὸς τὸν λόγον ἀπορῆσαι δεῖ, τὴν λέξιν ἐπιόντες ἐροῦμεν.
ἀλλὰ τῶν πολλαχῶς μὲν λεγομένων οὐχ ὁμώνυμα δέ· ἐπὶ πλέον γὰρ τὰ
πολλαχῶς λεγόμενα τῶν ὁμωνύμων. εἰ δὲ ἐν Κατηγορίαις ἐν τῇ διαιρέσει τῶν ὁμωνύμων καὶ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ἐμνήσθη, φαμὲν ὅτι οὐκ ἀκριβολούμενος, ὡς ἐν ἐκείνοις, τὰ πολλαχῶς λεγόμενα ὁμώνυμα ἐκάλεσε· τῶν οὖν πολλαχῶς. λεγομένων ἐκεῖσε τὴν διαίρεσιν ἐποιήσατο. ἔστιν οὖν μεταξὺ τῶν ὁμωνύμων καὶ συνωνύμων τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. |
481
δὲ τὰ ἐν τόπῳ ὄντα· τοῦτο γάρ ἐστι τὸ θέσιν ἔχειν, τὸ ἐν τόπῳ εἶναι. καὶ νῦν μὲν τοσοῦτόν φησι περὶ τῶν ἁπτομένων, ἐφεξῆς δὲ συνάξει ὅτι
καὶ ποιητικὰ ἀνάγκη αὐτὰ εἶναι καὶ παθητικά.
δὲ αὐτῷ ᾿τί οὖν; ἐπειδὴ τὰ μαθηματικὰ μεγέθη ἅπτονται ἀλλήλων, οἷον ἡ γραμμὴ τοῦ κύκλου, ἤδη που καὶ θέσιν ἔχει καὶ ἐν τόπῳ εἰσί;᾿ διὰ τοῦτό φησιν ὅτι καὶ ταῦτα ἀνάλογον τῇ ἀφῇ καὶ θέσιν ἔχει καὶ
τόπον. ταύτῃ γὰρ διαφέρει τὰ φυσικὰ τῶν μαθηματικῶν, τῷ τὰ μὲν πάθους λαμβάνεσθαι [τὰ φυσικά], βαρύτητος λέγω ἢ κουφότητος καὶ
ἄλλων, τὰ δὲ κατ’ ἐπίνοιαν ἄνευ πάθους κατὰ μόνας τὰς διαστάσεις τὸ εἶναι ἔχειν. τὸ δὲ ἐν τόπῳ εἶναι τοῖς σώμασιν οὐ καθὸ πάθη ἔχουσιν ὑπάρχει, ἀλλὰ καθὸ διάστημα ἔχει· ἔχει δὲ διάστημα καὶ τὸ μαθημα- 483 τικόν· καὶ τοῦτο ἄρ ἐν τόπῳ ἐστίν. ἀλλ’ εἰ μὲν χωριστά ἐστι τὰ μαθηματικὰ 484 τῶν φυσικῶν καὶ καθ’ αὑτὰ ὑφεστῶτα, καθ’ αὑτὰ ἂν καὶ τόπον
ἔχοι καὶ κυρίως ἅπτεσθαι λέγοιτο· εἰ δὲ μὴ ἔστι χωριστὰ τῶν φυσικῶν, ἀλλ’ ἐν τούτοις τὸ εἶναι ἔχει , ὅπερ καὶ ἔστιν ἀληθές, δῆλον δήπου ὅτι
ὡς τὸ εἶναι ἔχουσιν, οὕτω καὶ τὸ ἐν τόπῳ εἶναι καὶ τὸ ἅπτεσθαι ἀλλήλων ἕξουσιν. εἰ τοίνυν ἐν ἐκείνοις τὸ εἶναι ἔχει, δι’ ἐκεῖνα δήπου καὶ τὸ ἐν τόπῳ εἶναι ἕξει καὶ τὸ ἅπτεσθαι ἀλλήλων.
τὸ ἔχειν τὰ ἔσχατα ἅμα. καλῶς δὲ τὸ διωρισμένα μεγέθη εἶπε, διὰ
τὰ μόρια τοῦ συνεχοῦς· τὰ γὰρ τοῦ συνεχοῦς μόρια μὴ ὄντα διωρισμένα μεγέθη, ἀλλὰ δυνάμει ὄντα ἐν τῷ ὅλῳ, οὐδὲ ἅπτεσθαι λέγεται, ἀλλ’ αὐτὸ τοῦτο συνεχῆ εἶναι καὶ ἕν.
δὲ διαφορὰ πρώτη τὸ ἄνω καὶ τὸ κάτω.
δὲ φυσικῶς (περὶ γὰρ τῶν φυσικῶς ἁπτομένων ὁ λόγος), ἅτινα, θέσιν τε ἔχει καὶ ἐν τόπῳ ἐστὶ καὶ ποιεῖ καὶ πάσχει εἰς ἄλληλα· τὰ γὰρ θιγγάνοντα μόνον ἀλλήλων, μαθηματικῶς οὐ φυσικῶς ἅπτεται. ἀπορήσειε
δ’ ἄν τις ὅτι κακῶς συνήγαγεν ὅτι τὰ θέσιν ἔχοντα πάντως καὶ βάρος
ἔχει ἢ κουφότητα καὶ ποιεῖ καὶ πάσχει· αἱ γὰρ ἐντὸς τῆς ἀπλανοῦς σφαῖραι καὶ θέσιν ἔχουσι καὶ ἐν τόπῳ εἰσὶ καὶ ἅπτονται ἀλλήλων, καὶ ὅμως οὐδὲ ποιοῦσιν οὐδὲ πάσχουσιν ὑπ’ ἀλλήλων, ὡς αὐτῶ δοκεῖ ᾿Αριστοτέλει. πῶς οὖν φησι τὰ ἁπτόμενα δεῖν πάντως ποιητικὰ εἶναι καὶ
παθητικά; ἢ γὰρ οὐχ ἅπτονται ἀλλήλων αἱ σφαῖραι, ἀλλ’ ἢ συνεχεῖς εἰσιν ἢ διεστήκασιν, ὅπερ ἄλογον· ἢ εἰ ἅπτονται ἀλλήλων, οὐκ ἀνάγκη τὰ ἁπτόμενα ποιεῖν καὶ πάσχειν ὑπ’ ἀλλήλων. ἤτοι οὖν ὡς ἕν τι λαμβάνει
487 τὸ οὐράνιον σῶμα, ὅπερ οὐδὲ θέσιν ἔχει οὐδέ ἐστιν ἐν τόπῳ οὐδὲν γὰρ 488 αὐτὸ ἔξωθεν περιέχει, καὶ ταύτῃ οὐκ ἐν τόπῳ, κατὰ τὸν ὑπὸ τοὐ ᾿Αριστοέλους ἀποδοθέντα περὶ τοῦ τόπου λόγον, ὅτι ἐστὶ τόπος ‘τὸ πέρας τοῦ περιέχοντος καθὸ περιέχει τὸ περιεχόμενον᾿), ἢ οὐδ’ ὅλως περὶ
τούτου νῦν ὁ λόγος, ἀλλὰ περὶ τῶν ἐν γενέσει καὶ φθορᾷ ἁπτομένων, ἅπερ καὶ ὁμόυλα ὄντα ἐν τῷ ποιεῖν καὶ ἀντιπάσχει, καὶ ἤτοι ἄνω πάντως ἐστὶν ἢ κάτω. καὶ εἰ μὲν καλῶς ὡρίσατο ἐν τῷ πέμπτῳ τῆς
Φυσικῆς, ἁπτόμενα εἶναι λέγων ὧν τὰ ἔσχατα ἅμα, οὐκ ἀνάγκη πάντα τὰ ἁπτόμενα ποιητικὰ εἶναι ἀλλήλων καὶ παθητικά· ἅπτονται γὰρ αἱ ἐντὸς τῆς
ἀπλανοῦς σφαῖραι ἀλλήλων, ἀλλ’ ὅμως ἀπαθεῖς εἰσιν. εἰ δὲ ἀνάγκη τὰ ἁπτόμενα ἀντιπάσχειν ὑπ’ ἀλλήλων, οὐ καλῶς ἀποδέδοται ἐν τῇ Φυσικῇ ὁ τῶν ἁπτομένων ὁρισμός· πλείονα γὰρ περιλαμβάνει. καλῶς δὲ πρώτην εἶναι τόπου διαφορὰν εἶπε τὸ ἄνω καὶ τὸ κάτω. καὶ γὰρ πρώτη καὶ
μόνη τῶν τόπων αὕτη διαφορά, καθ’ ἣν καὶ διαφέρει ἀλλήλων τὰ φυσικὰ
σώματα. αἱ γὰρ ἄλλαι ἀντιθέσεις, ἔμπροσθεν ὄπισθεν, δεξιὰ ἀριστερά, οὐκ εἰσὶ κυρίως ἀντιθέσεις κατὰ τόπον, ἀλλ’ ἐν σχέσει τῇ πρὸς ἡμᾶς τὸ εἶναι ἔχουσι. μία οὖν μόνη ἡ τοπικὴ ἀντίθεσις, ἡ κατὰ τὸ ἄνω καὶ τὸ κάτω, ὡς καὶ ἐν τῇ Περὶ οὐρανοῦ δέδεικται. πᾶσα γὰρ εὐθυφορικὴ κίνησις ἢ ἀπὸ τοῦ μέσου ἐστὶν ἐπὶ τὸ πέριξ, ἢ ἀπὸ τοὐ πέριξ ἐπὶ τὸ
μέσον· ὧν ἡ μὲν ἄνω λέγεται, [ἡ ἐπὶ τὸ πέριξ,] ἡ δὲ κάτω. αἱ δὲ λοιπαὶ ἀντιθέσεις, ὡς εἶπον, ἐν σχέσει ἔχουσι τὸ εἶναι· τὸ γὰρ ἄλλῳ δεξιὸν ἄλλῳ ἐστὶν ἀριστερόν, καὶ τὸ ἄλλῳ πρόσω ἄλλῳ ἐστὶν ὀπίσω. ἄλλως τε καὶ αὗται αἱ κινήσεις, εἰ μὴ κύκλῳ περιίοιεν, ἀλλὰ τῷ ὄντι κατὰ τὴν αὐτὴν θέσιν ἐπ’ ἄπειρον ἐπὶ τὰ δεξιὰ ἴοιεν, φθάνουσι τὸν οὐρανόν. ὥστε καὶ τούτοις
εἰς τὸ πέριξ ἡ κίνησις· τοῦτο δὲ ἦν τὸ ἄνω. ὡσαύτως καὶ ἐπὶ τῶν ἄλλων.
τῶν μὲν γὰρ κούφων ἐστὶ βαρύτερα καὶ ταύτῃ βάρος ἔχει, τῶν δὲ βαρέων 490 κουφότερα καὶ ταύτῃ κουφότητα ἔχει. ὥστε οὐ περὶ τοῦ κυκλοφορητικοῦ 491 σώματος ὁ λόγος· τοῦτο γὰρ οὔτε βάρος ἔχει οὔτε κουφότητα. εἰ δὲ δεῖ, φησὶν ὁ Ἀλέξανδρος, καὶ ἐπὶ τοῦ κυκλοφορητικοῦ σώματος ἀκούειν τὰ εἰρημένα, ἵνα ἡ καὶ καθολικώτερος ὁ λόγος, τὸ ἢ ἄμφω ἢ θάτερον
οὐκ ἐπὶ τῆς κουφότητος καὶ τῆς βαρύτητος ἐκληπτέον, ἀλλ’ ἐπ’ αὐτῶν τῶν ἁπτομένων· ἀνάγκη γὰρ πάντως δύο εἶναι τὰ ἁπτόμενα, ἅπερ ἁπτόμενα ἐξ ἀνάγκης ἡ ἄμφω ἢ θάτερον αὐτῶν ἢ βάρος ἔχει ἢ κουφότητα. καὶ τὸ ὑπ’ ἀλλήλων, φησίν, ἐν οἷς λέγε· ὄντων κινητικῶν καὶ κινητῶν ὑπ’ ἀλλήλων, ἀντὶ τοὐ θάτερον ὑπὸ θατέρου νοητέον, ὥσπερ
ἐν Κατηγορίαις εἶπεν ὑπ’ ἄλληλα γένη οὐχ ἑκάτερον ἑκατέρου γένος, ἀλλὰ θάτερον θατέρου.
492
ἀλλήλων), ἀλλ’ ἐξ αὐτῆς τῆς ἐναργείας τοῦτο συνήγαγεν, ὅτι τὰ τούτοις τοῖς τόποις διῃρημένα παθητικά ἐστι καὶ ποιητικά, ἀντὶ τοῦ κινητικὰ καὶ κινητά· τοῦτο γὰρ καὶ ἐπιφέρει εὐθύς. ἐναργέστερον γὰρ ὁρῶνται τὴν τοπικὴν κίνησιν κινούμενα ὑπ’ ἀλλήλων· ἐξωθεῖται γὰρ τῶν βαρέων καὶ κούφων ἄλλο ὑπ’ ἄλλου σπεῦδον ἐπὶ τὴν χώραν τὴν οἰκείαν. ἢ δυνάμει
ἔδειξεν ὅτι ταῦτα παθητικὰ καὶ ποιητικά, εἰπὼν τοὺς τόπους αὐτῶν ἐν οἷς εἰσιν ἐναντίους· τὰ γὰρ ἐν τοῖς ἐναντίοις τόποις ὄντα, ἐναντίας δυνάμεις ἔχοντα, παθητικὰ καὶ ποιητικὰ ὑπ’ ἀλλήλων ἀνάγκη εἶναι. καὶ εἰ οὕτως ἐκλάβοιμεν τὸ χωρίον, δῆλον ὅτι οὐ περὶ τοῦ κυκλοφορητικοῦ σώματος ὁ λόγος, ἀλλὰ περὶ τῶν ὁμοΰλων. δυνατὸν δέ, ὥσπερ ἤδη εἶπον, καὶ ἐπὶ
τοῦ κυκλοφορητικοῦ σώματος ἐπεκτεῖναι τὸν λόγον, τὸ ὑπ’ ἀλλήλων ἀντὶ
τοῦ θάτερον ὑπὸ θατέρου ἐκλαμβάνοντας. ἀλλ’ εἰ μὲν ὡς ἕν τι τὸ οὐράνιον λάβωμεν σῶμα, οὐδὲν ἔσται τὸ ἀντικείμενον· εἰ δὲ τὰς ἐντὸς σφαίρας ἀλλήλων ἁπτομένας θεωρήσομεν, πῶς ἔτι σωθήσεται τὸ ποιητικὰς αὐτὰς καὶ παθητικὰς ὑπ’ ἀλλήλων εἶναι, ἢ ὅλως βάρος ἔχειν ἢ κουφότητα;
ἔστιν οὖν τὸ ἅπτεσθαι κοινότερον μέν, ὡς αὐτὸς ἐν τῇ Φυσικῇ εἶπε, τὸ ἔχειν ἅμα τὰ ἔσχατα (καὶ οὕτως καὶ τὰ οὐράνια τῶν τῇδε καὶ ἅπτεται), ἰδικώτερον δὲ καὶ μᾶλλον φυσικώτερον τὸ ἔχειν ἅμα τὰ ἔσχατα
493 μετὰ τοῦ τὴν δραστήριόν τε καὶ παθητικὴν ἔχειν δύναμιν εἰς ἄλληλα, ὥσπερ 31r ἐνταῦθά φησιν.
ὄν, δῆλον ὅτι καὶ ἐπὶ τοῦ ποιοῦντος ἐροῦμεν ὡσαύτως.
ἅπτεσθαι λέγεται, οὐκέτι δὲ κυρίως ὁμοίως ἐκείνοις. ἐπειδὴ δέδεικται ἐν
τῇ Φυσικῇ ὅτι οὐ πᾶν τὸ κινοῦν κινούμενον κινεῖ, τοῦτο νῦν λαβὼν ἐξ αὐτοῦ δείκνυσιν ὅτι μηδὲ πάντα τὰ ἁπτόμενα ἁπτομένων ἅπτεται, ἐφ’ ὧν οὐδὲ κυρίως ἡ ἁφὴ λέγοιτ’ ἄν, ἀλλὰ κοινότερον. λαβὼν δὲ τὸ μὴ πᾶν τὸ κινοῦν κινούμενον κινεῖν, ὡς ἀκόλουθον τούτῳ λαμβάνει τὸ μηδὲ πᾶν τὸ ποιοῦν πάσχειν, καὶ τοῦτο κατασκευάζει καὶ ἐκ τῆς περὶ τοῦ ποιεῖν καὶ
κινεῖν τινων δόξης, ἣν καὶ ἐλέγχει. τινὲς γὰρ ταὐτὸν οἴονται εἶναι τὸ
κινεῖν καὶ τὸ ποιεῖν, καὶ ἀντιστρέφειν γε ταῦτα, καὶ εἴ τι ποιεῖ, τοῦτο καὶ κινεῖ πάντως, καὶ ἔμπαλιν εἴ τι κινεῖ, τοῦτο πάντως καὶ ποιεῖ. ὥστε εἰ μὴ πᾶν τὸ κινοῦν κινούμενον αὐτὸ κινεῖ, τὸ δὲ κινεῖν ποιεῖν ἐστιν, οὐδὲ πᾶν ἄρα τὰ ποιοῦν ἀνάγκη πάντως πάσχειν. ἀλλ’ εἰ καὶ τοῦτο ἀληθές,
τὸ μὴ πᾶν τὸ ποιοῦν πάσχειν, ἀλλ’ οὖν ψεῦδος τὸ ταὐτὸν οἴεσθαι εἶναι τὸ κινεῖν τῷ ποιεῖν. διαφέρει γὰρ ταῦτα ἀλλήλων τῷ καθολικωτέρῳ καὶ μερικωτέρῳ· ἐπὶ πλέον γὰρ τὸ κινεῖν τοῦ ποιεῖν. ὥστε εἴ τι μὲν ποιεῖ, τοῦτο πάντως κινεῖ, οὐκέτι μέντοι εἴ τι κινεῖ, τοῦτο ἀνάγκη καὶ ποιεῖν.
καὶ τοῦτο κατασκευάζει ἐκ τοῦ ἀντικειμένου, λέγω δὴ τοῦ πάσχειν· εἰ γὰρ
εἰδείημεν τί ποτέ ἐστι τὸ πάσχειν,, γνωσόμεθα καὶ τί τὸ ποιεῖν ἐστι. πάσχειν οὖν ἐστι τὸ κατὰ ποιότητα μεταβάλλειν, οἷον λευκαίνεσθαι θερμαίνεσθαι καὶ ἁπλῶς ἀλλοιοῦσθαι κατὰ ποιότητα. εἰ τοίνυν τοῦτό ἐστι τὸ πάσχειν, καὶ τὸ ποιεῖν ἄρα τοῦτό ἐστι, τὸ κατὰ ποιότητα μεταβάλλειν. ὅσα ἄρα τῶν κινούντων εἰς πάθος τι ἄγει τὰ κινούμενα, ταῦτα δηλονότι
καὶ ποιεῖ· ὅσα δὲ τῶν κινούντων μὴ εἰς πάθος ἄγει τὰ κινούμενα, ταῦτα κινεῖ μὲν οὐ ποιεῖ δέ. τὰ γοῦν κατὰ τόπον κινοῦντα οὐκ εἰς πάθος ἄγει
τὰ κινούμενα· τὸ γοῦν οὐράνιον σῶμα κινεῖται μὲν κατὰ τόπον, οὐκ ἀλλοιοῦται δέ. ἐπὶ πλέον ἄρα τὸ κινεῖν τοῦ ποιεῖν. καὶ ἐντεῦθεν ἔχεις τὴν αἰτίαν, δι’ ἣν οὐ φαίνεται Ἀριστοτέλης ποιητικὸν εἶναι λέγων τὸν θεὸν τοῦ 495 κόσμου. εἰ γὰρ ποιεῖν ἐστι τὸ κτὰ ποιότητα μεταβάλλειν, ὁ δὲ θεὸς τῆς 496 οὐσίας τοῦ παντός ἐστι δημιουργός, δῆλον ὅτι οὐκ ἄν κυρίως λεχθείη ποιεῖν τὸν κόσμον, ἀλλὰ μᾶλλον δημιουργεῖν καὶ παράγειν.
τῶν κινουμένων ἅπτοιτο ἄν, ἔστι δὲ ὡς οὔ.
ἅπτεται τῶν κινουμένων, τινὰ δὲ οὔ. ἐφ’ ὧν μὲν γὰρ τὰ κινούμενα καὶ ἀντικινεῖ, κυρίως ἐπὶ τούτων τὸ ἅπτεσθαι λέγεται· ἐπὶ δὲ τῶν κινούντων μέν, οὐκ ἀντικινουμένων δέ, οὐ κυρίως ἡ ἁφὴ λέγεται. οὕτε γὰρ ἡ εἰκὼν
οὔτε ἡ λοιδορία ἅπτεται κυρίως τῆς ψυχῆς, ἐπεὶ μηδὲ ἀντιπάσχει ὑπ’ αὐτῆς. οὐδὲ γὰρ ἐπὶ τούτων εἴποι ἄν τις τὰ ἔσχατα ἄμα εἶναι, ὅπερ δεῖ
πάντως ὑπάρχειν τοῖς κυρίως ἁπτομένοις.
κινητοῦ καὶ κινητικοῦ, ἐν οἷς ὑπάρχει τὸ ποιεῖν καὶ πάσχειν.
νῦν καὶ λέγει τίνα ἐστὶν ἐν τοῖς κινοῦσι τὰ ἁπτόμενα· καὶ ἀπαριθμεῖται τρία σημαινόμενα τοῦ ἅπτεσθαι, δύο μὲν κοινότερα, ἓν δὲ ἰδικώτερόν τε καὶ κυριώτερον. καθόλου μὲν οὗν ἅπτεσθαι λέγει τὰ θέσιν ἔχοντα, τουτέστι τὰ κατὰ θίξιν ἁπτόμενα, οὕτω δὲ καὶ τὰ μαθηματικὰ ἅπτεται ἀλλήλων, καὶ τὰ οὐράνια καὶ ἑαυτῶν καὶ τῶν τῇδε. καὶ γὰρ καὶ
τὴν γραμμὴν καὶ τὴν ἐπιφάνειαν αὐτὸς θέσιν ἔχειν λέγει· καὶ εἰ οἷς ὑπάρχει θέσις, τούτοις ὑπάρχει καὶ τόπος, εἴη ἂν καὶ ἡ γραμμὴ ἐν τόπῳ καὶ τὰ οὐράνια. καίτοι τίς ἂν εἴη γραμμῆς τόπος; ἀλλ’, ὡς ὁ Ἀλέξανδρός φησι, θέσις ἄν εἴη κοινῶς ὑπ’ αὐτοῦ λεγομένη ἡ τάξις ἡ πρὸς ἄλληλα τῶν κινεῖσθαι δυναμένων, καὶ ἡ τοῦ ἀθρόου ἅμα ὑπόστασίς τε καὶ ὑπομονή,
ὡς ἐν Κατηγορίαις λέγει. δοκεῖ δὲ ὡς τὸ εἶναι ἔχει ταῦτα, οὕτω καὶ τόπον, ὡς αὐτὸς εἶπε ‟καὶ γὰρ τοῖς μαθηματικοῖς ὁμοίως ἀποδοτέον
ἁφὴν καὶ τόπον”. πρῶτον μὲν οὖν καὶ κοινότατον τοῦτο σημαινόμενον 500 τῶν ἁπτομένων, ὥσπερ καὶ ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ὡρίσατο, ὅτι 501 ἁπτόμενά ἐστιν ὧν ἄμα τὰ ἔσχατα. δεύτερον δέ, ὅταν τὸ μὲν κινῇ τὸ δὲ κινῆται· καὶ τοὺ μὲν γάρ φησι κινητοῦ, τοῦ δὲ κινητικοῦ. κατὰ τοῦτο δὲ τὰ μὲν μαθηματικὰ οὐχ ἅπτονται ἀλλήλων, οὐδὲ ὅσων οὐκ ἔστι
τὸ μὲν ποιητικὸν τὸ δὲ παθητικόν, τὰ δὲ οὐράνια ἅπτεται τῶν τῇδε· τὰ μὲν γὰρ ποιεῖ, τὰ δὲ πάσχει. τρίτον δέ, ὅπερ ἰδικώτατόν ἐστι καὶ κατ’
αὐτὸν κυριώτατον, ὡς ἐν τοῖς φυσικῶς ἁπτομένοις ταῦτα ἅπτεσθαι λέγει τῶν κινούντων καὶ κινουμένων, ἐν οἷς ἐστι τὸ ὑπ’ ἀλλήλων ἀντικινεῖσθαί τε καὶ ἀντιπάσχειν. τοῦτο γὰρ σημαίνει διὰ τοῦ πρὸς ἄλληλα δὲ κινητοῦ
καὶ κινητικοῦ, ἐν οἷς ὑπάρχει τὸ ποιεῖν καὶ τὸ πάσχειν. τὸ δὲ πρὸς ἄλληλα ἀντὶ τοῦ ὑπ’ ἀλλήλων, ἐν τούτοις δὲ οὐκέτ’ ἂν τὰ οὐράνια ἀπαριθμοῖτο. ἤτοι οὖν ὡς τρία σημαινόμενα ταῦτα ἀπαριθμεῖται, ἢ καὶ ὡς ἕν· ἀλλὰ τὴν ἀρχὴν ἀπροσδιορίστως εἰπὼν ὅτι τὰ ἁπτόμενα
ταῦτά ἐστι τὰ θέσιν ἔχοντα, ὧν τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει, ἐφεξῆς δὲ
ἀκριβέστερον προσδιοριζόμενος ἐπήγαγεν ὅτι δεῖ ταῦτα καὶ ἀντικινεῖσθαι ὑπ’ ἀλλήλων καὶ ἀντιπάσχειν.
ἁπτομένου ἅπτεται; ἐπειδὴ τὰ ἐμποδὼν [πάντα], τουτέστι τὰ ἐν σχεδὸν πάντα κινοῦντα ἀντικινεῖται. καὶ καλῶς τὸ σχεδόν· οὐδὲ γὰρ ἡ εἰκὼν ἢ ὁ ἐρώμενος ἢ ἀπλῶς τὸ ὀρεκτὸν κινοῦντα ἀντικινεῖται. τὰ δὲ οὕτως κινοῦντα καὶ ἀντικινούμενα ἁπτομένων ἅπτεται, οὐ πᾶν δὲ τὸ ἀπτόμενον ἁπτομένου ἅπτεται, ἐπειδὴ μηδὲ πᾶν τὸ κινοῦν ἀντικινούμενον κινεῖ.
ἐφ’ ὧν οὖν τὰ κινοῦντα μὴ ἀντικινεῖται ὑπὸ τῶν κινουμένων, αὐτὰ μὲν ἅπτεται τῶν κινουμένων, τὰ δὲ κινούμενα τῶν κινούντων οὐχ ἅπτεται·
ὥστε τὰ μὲν οὐράνια ἅπτεσθαι τῶν τῇδε ταῦτα δὲ μὴ ἅπτεσθαι τῶν οὐρανίων, καὶ τὴν λοιδορίαν ἅπτεσθαι τοῦ λοιδορουμένου τὸν δὲ λοιδορού- 503 μένον μὴ ἅπτεσθαι τῆς λοιδορίας. καὶ ἐπὶ τῶν ὀρεκτῶν καὶ τῆς ὀρεκτικῆς 504 δυνάμεως ὠσαύτως, ἐφ’ ὧν κοινότερον καὶ τὸ ἅπτεσθαι λέγεται, οὐ κυρίως. ὤστε αὖ τὰ μὲν κυρίως ἁπτόμενα ἁπτομένων ἅπτεται, ἐπειδὴ καὶ κινοῦντα ἀντικινῖται· τὰ δὲ μὴ κυρίως ἁπτόμενα οὐχ ἁπτομένων ἅπτεται, ἐπειδὴ
καὶ κίνει μὴ ἀντικινούμενα.
ἐνίοτέ φαμεν τὸ κινοῦν ἅπτεσθαι μόνον τοῦ κινουμένου, ἐπήνεγκε τὸ δὲ ἁπτόμενον μὴ ἅπτεσθαι ἁπτομένου, ὡς ἴσον ὂν τῷ ῾τὸ δὲ κινούμενον μὴ ἅπτεσθαι τοῦ κινοῦντος᾿.
φθορά, τοιαῦτά ἐστι, διὰ τοῦτο καὶ πάντα τοιαῦτα οἰόμεθα εἶναι. ὁμογενῆ δὲ εἶπεν ἀντὶ τοῦ ὁμόυλα (πολλαχοῦ γὰρ ῾γένος᾿ τὸ ὑποκείμενον καὶ ὕλην λέγει), ἅπερ καὶ κινοῦντα ἀντικινεῖται. ἢ ἁπλῶς ὁμογενῆ λέγει τὰ σώματα· καὶ γὰρ εἰ μὴ πᾶν σῶμα κινοῦν ἀντικινεῖται ὑπὸ τοῦ κινουμένου
ὑπ’ αὐτοῦ, ἀλλ’ οὖν πάντως κινούμενον αὐτὸ οὕτω κινεῖ. διὰ τοῦτο οὖν
δοκεῖ καὶ τὸ ἁπτόμενον πᾶν ἁπτομένου ἅπτεσθαι. ἀλλ’ εἰ καὶ κινεῖται, ἀλλ’ οὑν οὐκ ἀντικινεῖται. διὰ τοῦτο οὐδὲ ἁπτόμενον ἁπτομένου ἅπτεται. ὥστε καὶ εἴ τι εἴη κινοῦν αὐτὸ ἀκίνητον ὄν, πολλῷ μᾶλλον αὐτὸ μὲν ἅπτοιτο του κινουμένου, τὸ δὲ κινούμενον ἐκείνου οὐκέτι. εἴπομεν δὲ ὅτι τὰ οὕτως ἁπτόμενα, ὡς ἅπτεσθαι μὴ ἁπτομένων, οὐδὲ κυρίως ἅπτεται. πάντα γὰρ 508 τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται. ὥστε εἴ τι κυρίως ἅπτεται, ἀπτο- 509 μένου ἅπτεται.
τὸ δὲ προκείμενον οὐ διακρῖναι τὸ ποιεῖν καὶ πάσχειν τῆς ἁφῆς (ἤδη διέκρινεν), ἀλλὰ δεῖξαι πῶς γίνεται τὸ ποιεῖν καὶ πάσχειν. ὡς ἔθος δέ, καὶ νῦν τὰς τῶν παλαιοτέρων περὶ τοῦ ποιεῖν καὶ πάσχειν πρότερον ἐκτίθεται δόξας, καὶ ταύτας διελέγξας οὕτω τὴν οἰκείαν εἰσάγει. τῶν οὖν περὶ
τοῦ ποιεῖν καὶ πάσχειν εἰρηκότων, φησίν, οἱ μὲν πλείους τὸ ἐναντίον εἰς τὸ ἐναντίον ποιεῖν ἔφασαν· τὸ γὰρ ὅμοιον ὑπὸ τοῦ ὁμοίου ἀπαθὲς εἶναι.
εἰ γὰρ πάσχει τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου, κἂν αὐτὸ ὑφ’ αὑτοῦ πάθοι. εἰ δὲ τοῦτο, οὐδὲν ἂν εἴη τῶν ὄντων ἄφθαρτον οὐδὲ ἀίδιον. ἀδύνατον ἄρα τὸ ὅμοιον εἰς τὸ ὅμοιον ποιεῖν. τί γὰρ μᾶλλον δράσει ἢ πείσεται, τῆς
αὐτῆς οὔσης ἔν τε τῷ ποιοῦντι καὶ τῷ πάσχοντι δυνάμεως; νῦν δὲ ὁρῶμεν τὰ μὲν ποιητικήν τε καὶ δραστήριον, τὰ δὲ παθητικὴν μᾶλλον ἔχοντα δύναμιν. τὸ ἐναντίον ἄρα ὑπὸ τοὐ ἐναντίου πείσεται, καὶ οὐ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου. κὰν γάρ τι δοκῇ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν,
οἷον τὸ πολὺ πῦρ ὑπὸ τοὺ ὀλίγου ἐὰν γὰρ εἰς πυρκαϊὰν προσενέγκῃς
λύχνον, σβέννυται), οὐχ ᾗ ὅμοιον ἀλλ’ ᾗ ἐναντίον πάσχει ἐναντίον γὰρ τὸ πολὺ τῷ ὀλίγῳ), ἐκδαπανωμένης τῆς ὕλης τοῦ ἐλάττονος πυρὸς ὑπὸ τοῦ μείζονος. οἱ μὲν οὖν πλείους, ὡς ἔφθην εἰπών, τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου πάσχειν φασίν, ἰδίως δὲ παρὰ τοὺς ἄλλους ὁ Δημόκριτος τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν φησί. τὰ γὰρ πάντῃ, φησίν, ἀνόμοια καὶ ἕτερα
οὐδὲν ποιεῖν εἰς ἄλληλα πέφυκεν οὐδὲ πάσχειν ὑπ’ ἀλλήλων. διὰ τοῦτο 512 γοῦν γλυκύτης οὐδὲν ἄν ποιήσει εἰς μελανίαν οὐδὲ βαρύτης εἰς γλυκύτητα 513 ἐπειδὴ τούτοις οὐδεμία κοινωνία. δεῖ ἄρα τὰ ποιοῦντα καὶ τὰ πάσχοντα
μὴ εἶναι ἀνόμοια, ἀλλὰ ταὐτά· χρῶμα γὰρ εἰς χρῶμα ποιεῖ καὶ χυμὸς εἰς χυμὸν καὶ τὰ ἄλλα ὁμοίως. τὰ ἄρα ὅμοιά ἐστι τὰ ποιητικὰ καὶ παθητικὰ
ὑπ’ ἀλλήλων, καὶ οὐ τὰ ἐναντία. ἐγὼ δέ, φησί, λέγω ὅτι οὔτε ὅμοιά εἰσι τὰ ποιοῦντα καὶ πάσχοντα, οὔτε πάντῃ ἀνόμοια καὶ ἐναντία. ὅμοια μὲν οὐκ εἰσίν, ὅτι τὸ ὅμοιον οὐδὲν πάσχει ὑπὸ τοῦ ὁμοίου· <εἰ γὰρ>
τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου> πάσχει τι, καὶ ὑφ’ ἑαυτοῦ πείσεται· αὐτὸ ἑαυτῷ πᾶν ἐστιν ὅμοιον. εἰ δὲ τοῦτο, οὐδὲν ἔσται ἄφθαρτον καὶ
ἀίδιον. διὰ ταῦτα μὲν οὐκ ἔσονται τὰ ποιοῦντα καὶ πάσχοντα ὅμοια. ἀλλὰ δὴ οὐδὲ πάντῃ διάφορα καὶ ἐναντία· οὐδὲ γὰρ γραμμὴ ὑπὸ λευκότητος πείσεται, οὐδὲ γλυκύτης ὑπὸ μελανίας. οὕτως οὖν ἀνατρέψας τὰς τῶν παλαιῶν δόξας, ἔρχεται λοιπὸν ἐπὶ τὴν αὐτῷ δοκοῦσαν.
| ταῦτά ἐστιν. ἐοίκασι δέ, φησίν, οὗτοι ἐναντία λέγοντες εἰς ταὐτὸν 514 ἄγεσθαι. τούτου δὲ αἴτιον ὅτι εἰς μέρος ἑκάτερος αὐτῶν ἀπέβλεψεν δέον ὅλον τι θεωρῆσαι. τῷ γὰρ ὄντι τὰ ποιοῦντα καὶ πάσχοντα οὔτε πάντῃ ἕτερά ἐστιν οὔτε πάντῃ ταὐτά, ἀλλὰ πῇ μὲν ὅμοια πῇ δὲ ἀνόμοια καὶ ἐναντία. ἐπεὶ γὰρ οὐ τὸ τυχὸν εἰς τὸ τυχὸν ποιεῖ (οὐ γὰρ ποιεῖ
εἰς γλυκύτητα ἢ εἰς γραμμήν), ἀλλὰ τὸ ἐναντίον εἰς τὸ ἐναντίον τὸ
γὰρ λευκὸν εἰς τὸ μέλαν καὶ τὸ γλυκὺ εἰς τὸ πικρόν), τὰ δ’ ἐναντία καὶ γένος κοινὸν ἔχει καὶ ὑποκείμενον, δῆλον ἄρα ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα πῇ μὲν ταὐτά ἐστι κατὰ τὸ γένος καὶ ὑποκείμενον πῇ δ’ ἐναντία τὸ εἶδος. τῶν οὖν παλαιοτέρων ὅσοι μὲν εἰς τὸ γένος ἀπέβλεψαν
τῶν ποιούντων καὶ πασχόντων, τὰ ὅμοια ποιεῖν εἰς ἄλληλα καὶ πάσχειν ἔφασαν· ὅσοι δὲ εἰς τὸ εἶδος, τὰ ἐναντία.
πάσχον τὴν παθητικήν. τὰ δὲ ὅμοια ἴσην ἔχοντα καὶ τὴν αὐτὴν δύναμιν, τί μᾶλλον ἑκάτερον αὐτῶν ποιητικὸν ἔσται ἢ παθητικόν; ὥστε οὔτε ποιήσει οὕτε πείσεται ὑπ’ ἀλλήλων, ὁμοίαν γε ἔχοντα καὶ τὴν αὐτὴν ποιητικήν τε καὶ παθητικὴν δύναμιν. εἰ δέ τις 516 εἴποι ὅτι οὐδὲν ἄτοπον τὸ ποιοῦντα καὶ ἀντιπάσχειν (τοιαῦτα γὰρ τὰ 517 ὁμόυλα), φημὶ ὅτι τὸ μὲν ἀντιπάσχειν οὐκ ἄτοπον, τὸ δὲ μηδὲ μᾶλλον ἄτοπον. τὸ γὰρ ποιοῦν εἰ καὶ ἀντιπάσχει, ἀλλὰ μᾶλλον δρᾷ ἢ πάσχει, καὶ τὸ πάσχον εἰ καὶ ποιεῖ, ἀλλὰ μᾶλλον πάσχει ἢ ποιεῖ. ἐπὶ δὲ τῶν
ὁμοίων οὐδὲν μᾶλλον ἐν ἑκατέρῳ ἐστὶν ἢ ποιητικὴ ἢ παθητικὴ δύναμις. ὥστε οὐ πείσεται τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου. καὶ εἰ τὸ ποιοῦν εἰς ἑαυτὸ βούλεται μεταβάλλειν τὸ πάσχον, τὸ δὲ ὅμοιον οὐκ ἄν εἰς τὸ ὅμοιον τραπείη (ἔστι γὰρ ἤδη καὶ πρὸ τῆς τροπῆς ἐκεῖνο εἰς ὃ καὶ δῆλον ἄρα ὅτι τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου οὐ πείσεται.
518
πάσχει, αὐτό τι πάντως ὑφ’ ἑαυτοῦ πᾶν κινηθήσεται καὶ αὐτὸ ὑφ’ ἑαυτοῦ πᾶν φθαρήσεται. ὥστε οὐδὲν ἔσται ἄφθαρτον οὐδ’ ἀκίνητον, ὅπερ ἀδύνατον. δέδεικται γὰρ ἐν τῇ Φυσικῇ, ὅτι τε πᾶν τὸ κινούμενον ὑπό τινος
κινεῖται καὶ ὅτι αὐτὸ ἑαυτὸ οὐδὲν κινεῖ, εἰ μὴ κατ’ ἄλλο μόριον καὶ ἄλλο, ὡς τὸ ζῷον (ἄλλῳ γὰρ κινεῖ, τῇ ψυχῇ, καὶ ἄλλῳ κινεῖται, τῷ καὶ ὅτι οὐ πάντα κινεῖται, ἀλλ’ εἰσὶ πρὸ τῶν κινουμένων τὰ ἀκίνητα αἴτια· τὰ γὰρ πρώτως κινοῦντα ἀκίνητα. οὐ καλῶς δὲ συνάγειν δοκεῖ, ὅτι εἰ τὸ
ὅμοιον ὑπὸ τοὐ ὁμοίου παθητικὸν καὶ διὰ τοῦτο καὶ αὐτὸ εἰς ἑαυτό τι
ποιήσει, ἤδη μηδὲν εἶναι ἀκίνητον μηδὲ ἄφθαρτον· τί γὰρ εἰ λέγοι τις ὅτι κινητικὸν μὲν ἔσται τι αὐτὸ ἑαυτοῦ καὶ παθητικὸν αὐτὸ ὑφ’ ἑαυτοῦ, τὸ πεφυκὸς μέντοι κινεῖσθαι καὶ πάσχειν· τὸ δ’ ὅλως μὴ πεφυκὸς οὔτε πείσεται ὑφ’ ἑαυτοῦ τό γε μὴ πεφυκὸς πάσχειν πάθος οὔτε κινήσει ἑαυτὸ ἀκίνητον ὄν; ἀλλ’ ἀκριβῶς προσέθηκεν εἴπερ τὸ ὅμοιον ᾖ ὅμοιον
ποιητικόν· εἰ γὰρ ᾖ ὅμοιον ποιητικόν, καὶ πᾶν ὑφ’ ἑαυτοῦ πείσεται καὶ οὐδὲν ἔσται ἀκίνητον οὐδὲ ἄφθαρτον.
519
λευκότητα, εἰ μὴ κατὰ συμβεβηκός, τεκμήριον ποιεῖται τὸ μὴ ἐξιστᾶν ἑαυτὰ τῆς φύσεως· τὸ γὰρ ποιοῦν εἴς τι ἐξιστᾶν αὐτὸ βούλεται τῆς αὑτοῦ
ποιοῦν GTa 6 εἰ om. GTa 8 ἤδει a εἰς ἐκεῖνο εἰς ὃ a 10 ἀλλὰ μὴν οὐδὲ ἄφθαρτον οὑδὲ ἀκίνητον φησί τι ἔσται pro lemmate a 11 ποιεῖν RZ: καὶ ποιεῖν GTa ἐστί τι Z εἰ] εἰς R 12 πάντων a ἑαυτοῦ πῶς κινηθήσεται Z
γὰρ] δ’ Z Φυσικῇ] Θ 4 sqq. τε om. a 16 post alterum ἄλλω addunt τῶ (sc. τῷ) GT τῶ σώματι κινεῖται tr. Z 20 λέγει GTZ 24 προσέθηκε τὸ. εἴπερ a εἴπερ] εἶπε GT 24. 25 ᾖ] ἡ utrobique R 25 εἰ γὰρ—ποιητικόν om. GTa 27 omisso hic lemmate pergit ὅτι δὲ οὐδὲν ποιεῖ a ἑαυτὰ] ἄλληλα Ar. (praeter codd. FH) 30 τεκμόριον T μὴ ἐξανιστᾶν Z 31 αὐτοῦ libri φύσεως. ὅτε δὲ λέγεται τὸ μέλαν εἰς τὴν ἐν τῷ λευκῷ γραμμὴν ποιεῖν, 520 δῆλον ὅτι κατὰ συμβεβηκὸς ἐποίησεν εἰς τὴν γραμμήν· καὶ γὰρ μετὰ τὸ μέλαν γενέσθαι τὸ λευκὸν ἔμεινεν ἡ γραμμὴ γραμμὴ καὶ οὐκ ἐξέστη τῆς φύσεως. δῆλον ἄρα ὅτι κατὰ συμβεβηκὸς ἐποίησε τὸ μέλαν εἰς τὴν
γραμμήν, διότι συνέβη τὴν γραμμὴν λευκὴν εἶναι. τῷ οὖν εἰς τὸ λευκὸν
ἐν τῇ γραμμῇ ὑπάρχον δρᾶσαι τὸ μέλαν, λέγεται κατὰ συμβεβηκὸς καὶ ἐν τῇ γραμμῇ δρᾶσαι. ὡς ἐπὶ παραδείγματος δὲ εἶπεν ‘τὴν γραμμὴν εἶναι᾿, λέγε δὲ σὺ ἀντὶ τῆς γραμμῆς τὴν ἐπιφάνειαν. διὰ μὲν οὖν τοῦ εἰπεῖν ὅσα μήτε ἐναντία τὰ ἄκρα ἐδήλωσε, τὸ λευκὸν καὶ τὸ μέλαν,
διὰ δὲ τοῦ μήτε ἐξ ἐναντίων τὰ μεταξύ, οἷον τὸ φαιόν.
ἀλλ’ ὅσα > ἐναντίωσιν ἔχει.
δὲ λοιπὸν τὴν ἰδίαν δόξαν ἐκτίθεται. βουλόμενος δὲ δεῖξαι ὅτι τὸ ποιοῦν
καὶ τὸ πάσχον πῇ μὲν ὅμοιά ἐστι πῇ δὲ ἀνόμοια, κέχρηται συλλογισμῷ τοιούτῳ, λαμβάνων ἐκ τῆς ἐναργείας ὡμολογημένον ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα ἢ ἐναντίωσιν ἔχει ἢ ἐναντία ἐστίν, ἐναντίωσιν μὲν ἔχειν λέγων τὰ μεταξύ, οἷον τὸ φαιὸν ὅταν εἰς τὸ λευ|κὸν ποιῇ ἢ εἰς ἄλλο τι 33r χρῶμα, ἐναντία δέ, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν. ἔστιν οὖν ὁ συλλογισμὸς
τοιοῦτος· τὰ ποιοῦντα καὶ πάσχοντα ἐναντία ἐστί, τὰ ἐναντία πῇ μέν ἐστι τὰ αὐτὰ πῇ δὲ ἕτερα (γένει γὰρ τὰ αὐτά, εἴδει δὲ ἕτερα), τὰ ποιοῦντα ἄρα καὶ πάσχοντα πῇ μέν εἰσι τὰ αὐτὰ πῇ δὲ ἕτερα.
καὶ πάσχοντα ἐναντία, τὰ δὲ ἐναντία ὑπὸ τὸ αὐτὸ γένος, τὰ ποιοῦντα ἄρα καὶ πάσχοντα ὁμοιογενῆ.
ὡμολογημένον εἴληφε, λέγω δὲ ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα ἐναντία ἐστί.
δείκνυσι δὲ πάλιν τοῦτο λαβὼν ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα πῇ μὲν ὅμοιά εἰσι πῇ δ’ ἀνόμοια· τοιαῦτα δέ ἐστι τὰ ἐναντία· τὰ ποιοῦντα ἄρα καὶ πάσχοντα ἐναντία. ἔστι δὲ ἡ δεῖξις διάλληλος.
γένεσις καὶ ἡ φθορά, φησίν, ἐν τούτοις· ἐξ ἐναντίου γὰρ εἰς ἐναντίον ἡ
γένεσις καὶ ἡ φθορὰ ὁμοίως, ὡς δέδεικται ἐν τῇ Φυσικῇ. εἰ τοίνυν ἡ γένεσις καὶ ἡ φθορὰ ἐν τοῖς ἐναντίοις, ἐν οἷς ἄρα οὐκ ἔστιν ἐναντίωσις, ἐν τούτοις οὐκ ἔστι γένεσις καὶ φθορά. τοιοῦτον δέ ἐστι τὸ πέμπτον στοιχεῖον.
ἔχων ὅτι ἡ γένεσις εἰς τὸ ἐναντίον ἐστὶ μεταβολὴ καὶ ὅτι τὸ ποιοῦν καὶ τὸ πάσχον ἐναντία. ἔστιν οὖν ἡ κατασκευὴ τοῦ συλλογισμοῦ τοιαύτη· ἡ γένεσις ἤτοι τὸ γινόμενον καὶ ἀπλῶς τὸ μεταβάλλον εἰς τὸ ἐναντίον ἑαυτῷ μεταβάλλει, ἐναντίον δὲ τῷ γινομένῳ καὶ μεταβάλλοντι τὸ ποιοῦν, τὸ γινόμενον
ἄρα καὶ ἀπλῶς τὸ πάσχον τε καὶ μεταβάλλον εἰς τὸ ποιοῦν μεταβάλλει, τὸ ἄρα ποιοῦν ὅμοιον ἑαυτῷ ποιεῖ τὸ πάσχον.
τῆς φύσεως αὐτῶν ἅπτονται. πῶς δ’ ἑκάτερος αὐτῶν τῆς φύσεως ἅπτεται,
ἐπήγαγεν. καὶ γὰρ ἡ κοινὴ χρῆσις, φησί, τῶν ἀνθρώπων ὁτὲ μὲν οὕτως ὁτὲ δὲ οὕτως εἴωθε λέγειν. λέγομεν γάρ, φησίν, ὁτὲ μὲν ὅτι ὁ ἄνθρωπος ὑγίανεν ἐκ τοῦ ὑποκειμένου καλοῦντες τὸ ὑγιαζόμενον, ὁτὲ δὲ ὅτι ὁ νοσῶν ὑγίανεν ἐκ τοῦ πάθους καλοῦντες, καὶ θερμαίνεσθαι ποτὲ μὲν τὸν λίθον
ποτὲ δὲ τὸ ψυχρόν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ποιούντων ποτὲ μὲν θερμᾶναι λέγομεν τὸν ἄνθρωπον, ὅταν δηλονότι τῇ ἁφῇ θερμάνῃ, ποτὲ δὲ τὸ θερμὸν θερμᾶναι. ἐπεὶ οὖν τὰ ποιοῦντα καὶ τὰ πάσχοντα ποτὲ μὲν ἐκ τοῦ ὑποκειμένου
καλοῦνται ποτὲ δὲ ἐκ τοῦ πάθους, ὅσοι μὲν εἰς τὸ ὑποκείμενον αὐτῶν ἀπέβλεψαν, τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν ἔφασαν (ὁμόυλα
γάρ ἐστιν, ὡς εἴρηται, τὰ ποιοῦντα καὶ τὰ πάσχοντα), ὅσοι δὲ εἰς τὸ πάθος, τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου. δῆλον δὲ ὅτι, ὅταν λέγω ὁμόυλα εἶναι τὰ ποιοῦντα καὶ τὰ πάσχοντα, οὐ κατὰ τὴν προσεχῆ ὕλην φημὶ καὶ ἐσχάτην (δῆλον γὰρ ὅτι ἑτέρως δεῖ κεκράσθαι τὸ ὑποκείμενον σῶμα λευκῷ χρώματι, ἑτέρως δὲ τὸ τῷ μέλανι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων),
ἀλλὰ κατὰ τὴν πρώτην, ἥτις ἐστὶν ἡ αὐτὴ καὶ θερμοῦ καὶ ψυχροῦ δεκτικὴ 533 καὶ λευκοῦ καὶ μέλανος. ἀλλ’ εἰ τοῦτο, καὶ διὰ τὴν πρώτην ὕλην ὁμόυλά 534 φαμεν τὰ ποιοῦντα καὶ πάσχοντα, διὰ τί μὴ πᾶν ὑπὸ παντὸς πάσχει καὶ πᾶν εἰς πᾶν ποιεῖ, καὶ λευκότης, φημί, εἰς γλυκύτητα καὶ εἰς εὐωδίαν ἢ δυσωδίαν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως; πάντων γὰρ μία καὶ κοινὴ ὕλη
ἡ πρώτη. λέγω οὖν ὅτι οὐκ ἀρκεῖ μόνον εἰς τὸ ποιεῖν τινα καὶ πάσχειν εἰς ἄλληλα τὸ εἶναι τὴν ὕλην αὐτῶν κοινήν οὕτω γὰρ ἄν τὸ τυχὸν
εἰς τὸ τυχὸν ἐποίει· πάντα γὰρ ὁμόυλα), ἀλλὰ δεῖ πρὸς τῷ κοινὴν εἶναι τὴν ὕλην καὶ ἐναντία εἶναι τὰ εἴδη τῶν ποιούντων καὶ πασχόντων.
ὕλην ἔχει τὴν πρώτην τὰ ποιοῦντα καὶ πάσχοντα, διὰ τί μὴ ποιεῖ τὸ ἐν ἵππῳ λευκὸν εἰς τὸ μέλαν τὸ ἐν ἐβένῳ, καὶ ἀπλῶς πᾶν μέλαν εἰς πᾶν λευκόν; λέγω | τοίνυν ὅτι οὐδὲ ὁμόυλα ταῦτα κυρίως. οὔτε γὰρ τὴν προσεχεστάτην 535 ὕλην τῶν μεταβαλλόντων δεῖ λαμβάνειν οὔτε τὴν πρωτίστην· ἐπὶ μὲν γὰρ τῶν ἁπλῶν στοιχείων τὸ τριχῇ διαστατὸν κοινὴ τούτων ἐστὶν
ὕλη, ἐπὶ δὲ τῶν συνθέτων οὐ δεῖ ταύτην λαμβάνειν κοινὴν ὕλην οὐδὲ τὴν ἐσχάτην, ἀλλὰ τὴν μεταξύ. οἷόν τι λέγω. ἔστι τι κράσεως πλάτος, καθ’ ἣν ἡ τοῦ ἀνθρώπου γίνεται σάρξ· ἐν τῷ πλάτει τούτῳ συμβαίνει ποτὲ
μὲν λευκαίνεσθαι τὴν σάρκα ποτὲ δὲ μελαίνεσθαι, ἐπιτεινομένων τινῶν ποιοτήτων ἢ ἀνιεμένων· τοῦτο οὖν τὸ πλάτος τῆς κράσεως τῆς σαρκὸς
κοινὴν λέγω ὕλην τῶν ἐναντίων τῶν εἰς ἄλληλα μεταβαλλόντων ἐν τῇ τοῦ ἀνθρώπου σαρκί. τὸ αὐτὸ καὶ ἐπὶ πάντων. διὸ οὐ πᾶν ἐναντίον εἰς πᾶν μεταβάλλει, διότι μηδὲ κοινὴ ἡ ὕλη κατὰ τὸν εἰρημένον τρόπον τῷ ἐν γάλακτι φέρε λευκῷ καὶ τῷ ἐν τῇ ἐβένῳ μέλανι. ἄνωθεν τοίνυν φημὶ διαρθρῶν τὸ πᾶν θεώρημα, ὅτι τὰ μὲν ποιοῦντα καὶ πάσχοντα προσεχῶς
ὁμόυλα ὄντα πάντως ἐναντία ἐστίν, οὐ πάντως δὲ τὰ ἐναντία ποιεῖ καὶ πάσχει. οὔτε γὰρ τὸ σκληρὸν εἰς τὸ μαλακὸν ποιεῖ, οὔτε τὸ ἄνω εἰς τὸ κάτω, οὔτε ἁπλῶς τὸ λευκὸν εἰς τὸ μέλαν, οὔτε πᾶν ἐναντίον εἰς πᾶν ἐναντίον, ἀλλὰ ταῦτα τῶν ἐναντίων ποιεῖ καὶ πάσχει εἰς ἄλληλα, ὅσα τὴν δραστήριον ἔχει δύναμιν (τοιαῦτα δὲ μάλιστά ἐστι τὸ θερμὸν
ψυχρόν), ὅσα μέντοι ποιεῖ καὶ πάσχει προσεχῶς ὁμόυλα ὄντα πάντως ἐναντία ἐστί. προσέθηκα δὲ ῾προσεχῶς᾿, διότι δρᾷ ἡ ψύξις εἰς τὴν μαλακότητα·
τὸ γὰρ μαλακὸν γένοιτο ἄν ὑπὸ ψυχροῦ σκληρόν, οἷον ὁ κηρός, ἢ ὑπὸ θερμοῦ, οἷον ὁ πηλός, καὶ οὐ δήπου ἡ τὸ ψυχρὸν ἐναντίον ἄν εἴη τῷ ἐν κηρῷ μαλακῷ, ἢ τὸ θερμὸν τῷ ἐν πηλῷ, ἢ ὅλως τὸ θερμὸν ἢ
ψυχρὸν ἐναντία ἐστὶ τῷ μαλακῷ. ποιοῦσι δὲ εἰς τὸ μαλακὸν οὐ προσεχῶς· προσεχῶς γὰρ εἰς τὰ ἐναντία ποιοῦσι. τὸ μὲν γὰρ ψυχρὸν εἰς τὸ ἐν τῷ κηρῷ θερμὸν δρᾶσαν καὶ ἐκδιαφορῆσαν αὐτό, συνεκδιαφορουμένης δηλονότι 536 καί τινος ὑγρᾶς οὐσίας σὺν τῷ θερμῷ, ἐν ᾗ καὶ τὸ εἶναι εἶχεν, οὕτω 537 συμβαίνει τὸν κηρὸν παγῆναί τε καὶ σκληρὸν γενέσθαι. ὥστε προσεχῶς ἡ ψύξις εἰς τὴν θερμότητα ἔδρασε καὶ δι’ αὐτὴν εἰς τὴν ὑγρότητα, καὶ
οὐτῶ λοιπὸν κατὰ συμβεβηκὸς εἰς τὴν μαλακότητα. οὕτω καὶ ἐπὶ ὕδατος
ἡ ψύξις δράσασα ποιεῖ κρύσταλλον· προσεχῶς τὸ ἔμφυτον θερμὸν τὸ ἐν αὐτῷ διαφορῆσαν ἢ καὶ παντελῶς ἔστιν ὅτε ἀποσβέσαν καὶ συνεκδιαφορῆσάν τινα οὐσιώδη τοῦ ὕδατος ὑγρότητα, ἢ τῇ ἐπιτάσει τῆς ψύξεως τό γε ἀληθέστερον πιλῆσαν τὰ μόρια τοῦ ὕδατος καὶ πυκνῶσαν, οὕτω ποιεῖ τὸ ὕδωρ
σκληρὸν καὶ ἀντίυπον ἀντὶ ὑπεικτικοῦ καὶ μαλακοῦ. ὡσαύτως δὲ καὶ ἡ
θερμότης ἔπι τίου πηλοῦ τὴν ἐν τῷ πηλῷ ψῦξιν ἀποσβέσασα, ἢ εἰς θερμότητα μεταβάλλουσα καὶ ἐκδιαφορήσασα, συνεκδιαφορεῖ τῇ θερμότητι τὴν ὑγρὰν οὐσίαν ἐν ᾗ καὶ τὸ εἶναι εἶχεν ἡ ψύξις· καὶ οὕτω τὸ καταλειπόμενον σκληρὸν ἀντὶ μαλακοῦ γέγονε, τῆς θερμότητος πρώτως εἰς τὴν ψῦξιν τὴν ἐν τῳ πηλῷ δρασάσης. εἴρηται δὲ ταῦτα ἀκριβῶς ἐν τῷ
τετάρτῳ τῶν Μετεώρων.
τὸ δὲ ῾ὁμόυλα᾿ διὰ τὰ οὐράνια. κἄν γὰρ ἡ πρώτη ὕλη κοινὴ τῶν ὑπὸ σελήνην, τὸ τριχῇ λέγω διαστατόν, ἀλλ’ οὐχ ἡ προσεχεστέρα, ὡς δύνασθαι τὸ μὲν τῶν ἐναντίων ἀποβάλλειν, τὸ δὲ δέχεσθαι. ποιεῖ οὖν καὶ
τᾶι οὐράνια προσεχῶς εἰς τὸ ὑπέκκαυμα (πρώτως γὰρ αὐτὸ πάσχει τὸ ὑπέκκαυμα ὑπὸ τῶν οὐρανίων προσεχῶς, ἀλλ’ ὅμως οὐκ ἔστιν
ἐναντία ταῦτα. τοῦτο δὲ διότι, ὡς εἶπον, οὐδὲ ὁμόυλα. καλῶς ἄρα εἴρηται ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα προσεχῶς ὁμόυλα ὄντα πάντως ἐναντία ἐστιν.
τὰ ἐναντία ποιεῖ καὶ πάσχει εἰς ἄλληλα, εὔλογον μηδὲ πάντα τὰ ἐναντία
μεταβάλλειν εἰς ἄλληλα. οὐ γὰρ δὴ τὸ ἐν ψιμυθίῳ λευκὸν μεταβάλλοι ἂν εἰς τὸ ὲν ἐβένῳ μέλαν ἢ εἰς τὸ ἐν κόρακι. οὐκ ἄρα πᾶν ἐναντίον εἰς πὰν ἐναντίον μεταβάλλει. εἰ τοίνυν ἀληθὴς ὁ λόγος ὁ λέγων τὰ ἐναντία μεταβάλλειν εἰς ἄλληλα, οὐ μεταβάλλει δὲ τὸ ἐν ψιμυθίῳ λευκὸν εἰς τὸ μέλαν
τὸ ἐν ἐβένῳ, οὐδ᾿ ἄν ἐναντίον αὐτῷ εἴη, ὅπερ ἄτοπον. καθόλου γὰρ τὸ 538 λευκὸν ἐναντίον τῷ μέλανι. ὥστε εἰ τὸ καθόλου λευκὸν τῷ καθόλου 539 μέλανι ἐναντίον, καὶ τὸ τὶ ἄρα τῷ τινί. δοκεῖ οὖν ἑκατέρωθεν ὁ λόγος
ἀναγκάζεσθαι ἕν τι τῶν κοινῶν ὁμολογημάτων ἀναιρεῖν, ἢ ὅτι οὐκ ἔστιν ἁπλῶς τὸ λευκὸν τῷ μέλανι ἐναντίον, εἰ μὴ πᾶν εἰς πᾶν μεταβάλλει, ἡ
ὅτι οὐ τὰ ἐναντία πάντα μεταβάλλει εἰς ἄλληλα. φαμὲν οὖν πρὸς ταῦτα ὅτι καὶ τὸ πᾶν λευκὸν παντὶ μέλανι ἐναντίον εἶναι ἀληθές (δρᾷ γὰρ πάθη ἐναντία· πᾶν γὰρ μέλαν συγκριτικὸν ὄψεως καὶ πᾶν λευκὸν διακριτικόν), καὶ τὸ τὰ ἐναντία πάλιν εἰς ἄλληλα μεταβάλλειν ἀληθές· μεταβάλλει γὰρ εἰς τὰ κατ’ εἶδος ἐναντία, οὐδὲν δὲ εἰς τὸ κατ’ ἀριθμὸν
τὸ αὐτὸ ἐναντίον μεταβάλλει. οὐ γὰρ δὴ τὸ ἐν τῷδε τῷ ὕδατι ψυχρὸν γίνεται θερμὸν τὸ ἐν τῷδε τῷ πυρί, ἢ τὸ ἐν τῷδε τῷ σώματι μέλαν γίνεται τὸ ἐν τῷδε τῷ σώματι λευκόν. ὅλως γὰρ ἡ μεταβολὴ τὸ αὐτὸ κατ’ ἀριθμὸν εἶναι οὐ συγχωρεῖ, οὐδὲ ἐν ἑνὶ καὶ τῷ αὐτῷ πράγματι. οὐ γὰρ δὴ ἡ αὐτή ἐστι κατ’ ἀριθμὸν λευκότης ἡ πρὸ τῆς ἡλιοκαίας τῇ
μετὰ τὴν ἡλιοκαίαν, οὐδὲ ἡ ὑγίεια ἡ πρὸ τῆς | νόσου τῇ μετὰ τὴν 540 νόσον. δέδεικται δὲ τοῦτο ἐν ἑτέροις. εἰ τοίνυν οὐδὲ ἐν τῷ αὐτῷ ἀτόμῳ μίαν εἶναι καὶ τὴν αὐτὴν λευκότητα δυνατόν, τὴν πρὸ τῆς εἰς τὸ μέλαν μεταβολῆς καὶ τὴν ἐκ τοῦ μέλανος, πόσῳ μᾶλλον τὸ ἐν τῷ ψιμυθίῳ λευκὸν εἰς τὸ αὐτὸ κατ’ ἀριθμὸν μέλαν οὐκ ἂν μεταβάλλοι τὸ ἐν ἐβένῳ·
ἀλλὰ μεταβάλλει τὸ ἐναντίον κατ’ εἶδος τὸ λευκὸν εἰς τὸ μέλαν, οὐχ ἁπλῶς εἰς τόδε τὸ μέλαν, ἀλλ’ ἀπλῶς εἰς μέλαν. ὅσα μὲν οὖν τῶν
ἐναντίων τὴν δραστήριον ἔχει δύναμιν, οἷον τὸ θερμὸν καὶ τὸ ψυχρόν, ταῦτα πάσχοντα ὑπ’ ἀλλήλων καὶ μεταβάλλοντα, εἰς τὸ αὐτὸ προσεχῶς εἶδος μεταβάλλει, οἷον ὅταν πάσχῃ τὸ ὕδωρ ὑπὸ τοῦ πυρός, πάσχει δὲ
δηλονότι κατὰ γένεσιν καὶ φθοράν, μεταβάλλει προσεχῶς εἰς τὸ αὐτὸ θερμὸν [ὕδωρ] οἷον ἦν καὶ τὸ ποιῆσαν, οἷον τὸ πύριον. ὅταν δὲ φθείρηται, ἀλλ’ οἷον ἀλλοιῶται, ὁδεῦον ἐπὶ τὴν φθορὰν τὸ ὕδωρ θερμαινόμενον, τότε εἰς τὸ αὐτὸ εἶδος τοῦ θερμοῦ μεταβάλλει, οὐχ ἁπλῶς τὸ
προσεχὲς καὶ οἷον τὸ ποιοῦν, ἀλλὰ τὸ ἐν πλάτει τοῦ θερμοῦ εἶδος θεωρούμενον.
ἴσως δὲ οὐδ’ ὅταν φθείρηται τὸ ὕδωρ, προσεχῶς εἰς τὸ αὐτὸ κατ’ εἶδος τῷ ποιοῦντι εἶδος μεταβάλλει. πρῶτον γὰρ ἐξαεροῦται καὶ εἰς ἑτέραν καὶ οὐ τὴν πυρίαν θερμότητα μετέβαλλεν· ὁ δὲ ἀήρ, ἐὰν ἄρα, ἤτοι τὸ ἐν τῷ ἀέρι ψυχρόν, προσεχῶς εἰς τὸ ἐν τῷ πυρὶ θερμὸν μετα- 541 βάλλει. τῶν δὲ μὴ τὴν δραστήριον δύναμιν ἐχόντων ἐναντίων, οἷον τοῦ 542 λευκοῦ ἢ τοῦ μέλανος, εἰ μὲν ἀχωριστα εἴη, οἷον ὥσπερ τοῦ ψιμυθίου ἡ
λευκότης καὶ τῆς πίττης τὸ μέλαν , μεταβάλλει ταῦτα εἰς τὰ κατ’ εἶδος ἐναντία τὰ ἐν τῇ γενέσει καὶ τῇ φθορᾷ (γένοιτο γὰρ ἄν τὸ ἐν
λευκὸν μέλαν, φθαρέντος τοῦ ψιμυθίου· γένοιτο γὰρ ἄν ἔβενος τυχὸν ἢ πίττα ἤ τι τοιοῦτον)· εἰ δὲ χωριστὰ εἴη, μεταβάλλει πάλιν εἰς τὰ κατ’ εἶδος ἐναντία τὰ ἐν πλάτει· γένοιτο γὰρ ἄν τὸ λευκὸν σῶμα μέλαν, οὐ μέντοι τόδε τὸ μέλαν, οἷον τὸ ἐν ἐβένῳ, ἐπειδὴ μηδὲ πάσχει ἐξ αὐτοῦ, ἀλλ’ ἁπλῶς μέλαν. οὕτως οὖν ἀληθὲς τὸ τὰ ἐναντία μεταβάλλειν εἰς ἄλληλα.
ἄλλως τε καὶ ἡ τῆς ὕλης παχύτης κώλυμα γίνεται πολλάκις τῆς μεταβολῆς· τὸ γὰρ ἐν τῷ θόλῳ τῆς σηπίας μέλαν ἐπικρατήσει πολλάκις τῆς ἐν γάλακτι λευκότητος, τὸ δὲ ἐν ἐβένῳ οὐκέτι. δεῖ οὖν πρὸς τὴν μεταβολὴν τῶν ἐναντίων καὶ τὴν ὕλην ἐπιτηδείαν εἶναι πρὸς τὸ ποιεῖν τε καὶ πάσχειν.
πᾶν μεταβάλλειν, διότι ἐκ παντὸς φθαρέντος δύναται πάντως ἄλλ’ ὁτιοῦν γενέσθαι; φημὶ οὖν πρὸς τοῦτο, ὅτι εἴρηται ἐν τῇ Φυσικῇ ὅτι ἡ γένεσις
πάντως ἐξ ἐναντίου εἰς ἐναντίον ἐστί. κἂν γὰρ λέγωμεν ἐκ τῆς στερήσεως γίνεσθαι τὰ γινόμενα, πάντως ἐστὶν ἐν τῇ στερήσει τι ἐναντίον εἶδος τῷ ἐσομένῳ ἐξ οὗ ἡ μεταβολὴ γίνεται, εἰ καὶ ἀνώνυμον τοῦτό ἐστι καὶ ἄγνωστον· οὐ γὰρ ἄν ἦν μεταβολή, εἰ μὴ ἦν τις πάντως ἐναντιότης τοῦ ἐξ οὗ καὶ τοῦ εἰς ὅ. ὥστε εἰ πάντως πᾶσα γένεσις ἐξ ἐναντίου, ἀδύνατον
ἀμέσως ἐκ παντὸς πᾶν γενέσθαι· οὐ γὰρ ἂν γένοιτο ἀμέσως ἐκ γῆς ὄστρακον, ἀλλὰ δεῖ πρότερον τοιώσδε κραθῆναι καὶ σχεῖν πρὸς τὸ γενησόμενον εἶδος ἐναντιότητά τινα, ἵνα οὕτω τὸ ποιητικὸν μεταβάλλῃ τὸ ἐναντίον εἰς τὸ ἐναντίον. οὕτως οὖν κἂν πᾶν μεταβάλλῃ διὰ τὴν κοινὴν καὶ πρώτην ὕλην τὴν πάντων τῶν εἰδῶν δεκτικήν, ἀλλὰ πρότερον ἴσχει τινὰ
κρᾶσιν ἐναντίωσίν τινα πρὸς τὸ γενησόμενον εἶδος ἔχουσαν, καὶ οὕτως ἐπιτηδείαν οὖσαν εἰς τὸ μεταβαλεῖν εἰς τὸ ἐναντίον.
543 544
λέγω καὶ πάσχοντα, πότερον πᾶν τὸ ποιοῦν καὶ ἀντιπάσχει ἢ οὔ. φησὶν οὗν ὅτι, ἵνα τοῦτο εὕρωμεν, ἴδωμεν ὅπως ἔχουσι τὰ κινοῦντα καὶ κινούμενα· ὡς γὰρ ἄν ἔχωσι ταῦτα, ἀνάγκη ἔχειν καὶ τὰ ποιοῦντα καὶ πάσχοντα. ἐπὶ πλέον γὰρ τὸ κινεῖν τοῦ ποιεῖν· πᾶν μὲν γὰρ τὸ ποιοῦν καὶ κινεῖ, οὐ πᾶν δὲ τὸ κινοῦν ποιεῖ, εἴ γε ποιεῖν ἐστι τὸ εἰς εἶδός τι καὶ πάθος ἄγειν.
εἴρηται δὲ ἐν Κατηγορίαις, ὅτι ὅσα κατά τινος λέγεται ὡς καθ’ ὑποκειμένου, ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου
τούτῳ ῥηθήσεται. ὅσα ἄρα ὑπάρχει τῷ κινοῦντι καὶ κινουμένῳ, καὶ τοῖς ποιοῦσιν ὑπάρξει καὶ πάσχουσιν. ἔστι δὲ τῶν κινούντων τὸ μὲν πρώτως κινοῦν, τὸ δὲ ἐσχάτως καὶ προσεχῶς. τὸ μὲν οὖν πρώτως κινοῦν,
φησίν, οὐδὲν κωλύει ἐν τῷ κινεῖν ἀκίνητον εἶναι, ἐπ’ ἐνίων δὲ καὶ ἀνάγκαῖον, τὸ δὲ ἐσχάτως καὶ προσεχῶς κινοῦν ἀνάγκη κινούμενον καὶ αὐτὸ κινεῖν. οἷον ἡ ψυχὴ πρώτως κινεῖ τὸ ζῷον, ἀλλ’ οὐκ ἀνάγκη ταύτην
καθάπαξ ἀκίνητον εἶναι (κινεῖται γὰρ κατὰ συμβεβηκὸς ἐν τῷ συμμεταβαίνουσα τῷ σώματι καὶ μὴ ἀπολείπουσα αὐτὸ κινούμενον), ἡ
μέντοι εἰκὼν ἀκίνητος μένει πρώτως κινοῦσα τὸ ὀρεκτικόν. ὁμοίως δὲ καὶ ἡ λοιδορία κινοῦσα τὸν θυμὸν ἀκίνητος μένει. ταῦτα γὰρ οὐδὲ κατὰ συμβεβηκὸς ἐν τῷ κινεῖν κινοῦνται. τὸ μέντοι ἔμφυτον θερμὸν προσεχῶς κινοῦν τὸ ζῷον, καὶ οἱ μύες ἢ εἴ τινα ἄλλα εἴη μόρια κινητικὰ τοῦ ὅλου ζῴου προσεχῶς, τῷ κινεῖσθαι καὶ αὐτὰ κινεῖ. ἐπεὶ οὖν ταῦτα ὑπάρχει
τῷ κινοῦντι, ὑπάρχει δὲ αὐτῷ οὐχ ὡς γένει, οἷον ὡς τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει κατηγορεῖσθαι, ἀλλ’ ἀπλῶς <ὡς> καὶ κινοῦντι, ὑπάρχοι ἂν ταῦτα καὶ τῷ ποιοῦντι. οὐ πᾶν ἄρα τὸ ποιοῦν καὶ ἀντιπάσχει, ἀλλὰ τὸ μὲν πρώτως ποιοῦν ἔστι μὲν ὅτε καὶ ἀντιπάσχει, ἔστι δὲ ὅτε οὔ. οἷον ἡ ἰατρικὴ ποιοῦσα εἰς τὸν ἄρρωστον, καὶ ἀπλῶς αἱ
ἐπιστῆμαι ποιοῦσαι εἰς τοὺς μανθάνοντας πρώτως, αὐταὶ ἀκίνητοι μένουσι. πρώτως δὲ ποιεῖ καὶ τὸ πῦρ εἰς τὸ ὕδωρ, ἀλλ’ ὅμως καὶ ἀντιπάσχει ὑπ’
αὐτοῦ. τὰ δὲ προσεχῶς ποιοῦντα πάντως καὶ ἀντιπάσχει, οἷον τὸ φάρμακον ποιοῦν εἰς τὸν ἄρρωστον καὶ ἀντιπάσχει ὑπ’ αὐτοῦ, καὶ ὁ ἐν τῷ βαλανείῳ ἀὴρ προσεχῶς ποιῶν εἰς ἡμάς καὶ ἀντιπάσχει ὑφ’ ἡμῶν, καὶ 547 ἵνα συντόμως εἴπω, τῶν ποιούντων ταῦτά ἐστι τὰ ἀντιπάσχοντα ἐν τῷ 548 ποιεῖν, ὅσα ἐν τῇ αὐτῇ ὕλῃ ὑφέστηκε. διὰ τοῦτο ἡ μὲν ἐπιστήμη οὐκ ἀντιπάσχει, οἷον ἡ ἰατρικὴ ὑπὸ τοῦ ἀρρώστου; τὸ φάρμακον δὲ ἀντιπάσχει διότι ἡ μὲν ἐπιστήμη ἐν ψυχῇ ἔχει τὸ εἶναι, ἡ δὲ νόσος ἐν
σώματι τῷ ἐζωωμένῳ, ἀντιδρᾷ δὲ εἰς τὸ φάρμακον, διότι τὸ πρῶτον ὑποκείμενον ἡ ὕλη κοινὴ τῶν σωμάτων ἐστὶν ἀπάντων·
τὰ ποιοῦντα, παρήγαγέ τινα ποιοῦντα οὐκ ἐν τῷ κινεῖν ἀντικινούμενα ὑπὸ τῶν κινουμένων, ἀλλ’ ἁπλῶς κινούμενα καὶ αὐτὰ ἐν τῷ κινεῖν καὶ δεόμενα κινήσεως εἰς τὸ κινῆσαι, οὐ μέντοι ἀντικινούμενα <ἐν> τῷ γάρ ἐστι πάντα τὰ προσεχῶς κινοῦντα, οἷον τὸ ἔμφυτον θερμὸν ἢ οἱ
μύες, ὁμοίως δὲ καὶ ἡ βακτηρία. οὐ τοῦτο δὲ ἦν τὸ ζητούμενον, ἀλλ’ εἰ
ἐν κινεῖν κινεῖν ἀντικινοῦνται. λέγω οὖν ὅτι εἰ καὶ μὴ πρὸς ἅπαν τὸ παράδειγμα ἔοικεν, ἀλλ’ οὖν τοσοῦτον ἀρκεῖ μόνον, ὅτι ὥσπερ τῶν κινουντων ἔστι τινὰ οὐκ ὄντα ἀκίνητα, οὕτω καὶ τῶν ποιούντων, ὁπότε τὸ τῆς ψυχῆς καὶ σῴζει τὴν ἀναλογίαν· ἡ γὰρ ψυχὴ κινοῦσα ἀντικνεῖται, εἰ καὶ κατὰ συμβεβηκός. ὅλως δὲ ἐπειδὴ ἡ κίνησις οὐχ ὡς γένος εἰς εἴδη
διαιρεῖται, ἀλλ’ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα οὐ γάρ
ἐστιν ἐν μιᾷ. κατηγορίᾳ ἀλλ’ ἐν πλείοσιν, οὐκ ἔστι δὲ τῶν κατηγοριων γένος), διὰ τοῦτο οὐδ’ ἀπαιτητέον καθόλου ὡς ἔχει ἐπὶ κινήσεως οὕτως ἔχειν καὶ ἐπὶ ποιήσεως, ἀλλ’ ἀρκεῖ καὶ εἰ μέχρι τινὸς σῴζεται ἡ ἀνα- λογία.
549
ἔσχατον ὡς πρὸς τὸ πάσχον.
550
τὰ ἐναντία οὐδὲν διαφέρουσι κατὰ τὸ γένος, οὕτως οὐδὲ κατὰ τὸ ὐποκεί- μενον.
θερμὸν εἶναι (τοῦτο δέ ἐστι τὸ μὴ ὂν μήπω θερμόν, τοῦτο δέ
τὸ ψυχρόν), διὰ τὸ ἐν ὕλῃ εἶναι πεφυκυίᾳ καὶ τὸ θερμὸν δέχεσθαι, ὅταν πλησιάσῃ αὐτῷ τὸ θερμαντικόν, θερμαίνεται. καλῶς ἄρα εἴρηται, ὅσα τῶν ποιούντων καὶ πασχόντων ἐν τῇ αὐτῇ ὕλῃ πέφυκεν εἶναι, ταῦτα ἐν τῷ ποιεῖν ἀντιπάσχειν, διὰ τὸ τὴν ἑκατέρου ὕλην <τὴν> αὐτὴν πεφυκέναι τὸ τοῦ ἀντικειμένου εἶδος δέχεσθαι, τούτου πλησιάζοντος εἰκότως
πάσχει ὑπ’ αὐτοῦ.
ὑγεία καὶ ἁπλῶς τὸ τέλος καὶ τὸ οὗ ἕνεκα οὐ ποιητικόν, δι’ ὧν ἐπήγαγε κατεσκεύασε· καὶ γὰρ τοῦ μὲν ποιοῦντος, φησίν, ὅταν ὑπάρχῃ, γίνεταί τι τὸ πάσχον, τῶν δὲ ἕξεων παρουσῶν οὐκέτι γίνεται, ἀλλ’ ἔστιν ἤδη. ὅτι, φησί, τὸ οὗ ἕνεκα οὐκ ἔστι ποιητικόν, δῆλον ἐντεῦθεν. τοῦ μὲν γὰρ ποιητικοῦ παρόντος ἔτι γίνεταί τι τὸ μεταβάλλον, καὶ εἰς τὸ
εἶδος ὁδεύει μήπω τελείως αὐτὸ ἀπειληφός (ἕως γὰρ ἄν ποιῇ τὸ οὕπω ἀπείληφε τὸ εἶδος τὸ γινόμενον), τῶν δὲ τελῶν καὶ τῶν ἕξεων παρουσῶν οὐκέτι γίνεται, ἀλλ’ ἤδη ἐστίν· οὐκ ἄρα τὸ οὗ ἕνεκα ποιητικόν. διὰ τοῦτο ἄρα οὐδαμοῦ φαίνεται τὸν θεὸν ποιητικὸν αἴτιον λέγων τοῦ κόσμου. ἐπειδὴ γὰρ τὸ ποιητικὸν τοῦτό φησιν εἶναι, τὸ διὰ ὁδοῦ τινος
καὶ γενέσεως ἄγον εἰς τὸ εἶναι τὰ γινόμενα, ὁ δὲ θεὸς οὐκ ἐν χρόνῳ ποιεῖ οὐδὲ ἀτελῆ, διὰ τοῦτο οὐ ποιητικὸν αὐτόν φησιν, ἀλλ’, εἰ ἄρα, 556 προαγωγὸν αὐτὸν δεῖ καλεῖν. λέγεται δὲ καὶ τελικὸν αἴτιον, διὰ τὸ πρὸς 557 αὐτὸν πάντα ἐπεστράφθαι καὶ αὐτοῦ ἐφίεσθαι.
558
ὅτι τὰ τέλη καὶ τὰ εἴδη. ἡ δὲ ὕλη παθητικόν· αὕτη γάρ ἐστιν ἡ πάσχουσα καὶ ποιουμένη καὶ μεταβάλλουσα κατὰ τὰ εἴδη. διὰ τοῦτο οὖν φησιν, ὅσα τῶν εἰδῶν ἐν ὕλῃ ἔχει τὸ εἶναι, ταῦτα ἄν πάσχοι, διότι τὸ ὑποκείμενον οὐκ ἀμετάβλητον ἔχει οὐδὲ ἀπαθές· τοιοῦτο δέ ἐστι τὸ πῦρ καὶ τὸ ὕδωρ καὶ τὰ ὅμοια. εἰ δέ τινα εἶεν εἴδη χωριστὰ ὄντα τῆς ὕλης,
ταῦτα ἂν εἶεν καὶ ἀπαθῆ.
διὰ τὸ κοινὴν ὕλην ἔχειν δεκτικὴν τῶν ἐναντίων παθῶν. καὶ πῶς. ὅτι προσιόντος τοῦ ποιοῦντος καὶ πλησιάζοντος τῷ πάσχοντι.
καὶ πάσχοντα, νῦν βούλεται εἰπεῖν ποίῳ τρόπῳ γίνεται τὸ ποιεῖν καὶ τὸ
πάσχειν. πρότερον δὲ πάλιν ἐκτίθεται τοὺς τρόπους, καθ’ οὓς οἱ παλαιότεροι ἔλεγον γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν, καὶ διελέγχει τούτους, καὶ οὕτω τὸν ἀληθῆ | τρόπον ἐκτίθεται. οἱ μὲν γάρ, φησί, διὰ πόρων 561 ἔλεγον γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν, ὧν ἦν καὶ ὁ ᾿Εμπεδοκλῆς· εἶναι γὰρ πόρους ἐν τοῖς σώμασιν, ἐν οἷς εἰσιὸν τὸ ποιοῦν οὕτω δρᾶν
εἰς τὸ πάσχον. οὕτω δὲ καὶ τὸ ὁρᾶν ἔλεγον γίνεσθαι· εἶναι μὲν γὰρ ἐν πᾶσι τοῖς σώμασι πόρους, ἐν δὲ τοῖς διαφανέσι πυκνοτέρους μᾶλλον καὶ κατὰ στοῖχον, δι’ ὧν διιούσας τὰς ὄψεις οὕτω προσβάλλειν τοῖς ὁρατοῖς· ἐν δὲ τοῖς μὴ διαφανέσι σώμασι διὰ τὸ μὴ εἶναι κατὰ στοῖχον τοὺς
πόρους μὴ δύνασθαι δι’ ὅλου διιούσας τὰς ὄψεις προσβάλλειν τοῖς ὁρατοῖς.
τῷ αὐτῷ δὲ τρόπῳ καὶ ταῖς ἄλλαις αἰσθήσεσιν αἰσθάνεσθαι, οἷον ἀκούειν 562 ἢ ὀσφραίνεσθαι, διὰ πόρων διιούσης τῆς ποιότητος τῆς εὐώδους ἢ τοῦ 563 ψόφου. οἱ δὲ περὶ Δημόκριτον καὶ Λεύκιππον διὰ τοῦ κενοῦ τὸ ποιεῖν καὶ τὸ πάσχειν γίνεσθαι ἔλεγον· κενῷ γὰρ διαλαμβάνεσθαι τὰς ἀτόμους, ἐν ᾧ γινόμενον τὸ ποιοῦν οὕτως ἀλλοιοῦν μετατιθὲν τῇ κινήσει ἢ μετατάττον
τὰς ἀτόμους ἢ προστιθέμενον αὔξειν. διαφέρουσι δὲ τοῦ κενοῦ οἱ
πόροι, διότι οἱ τοὺς πόρους εἰσάγοντες κενὸν εἶναι οὐκ ἔλεγον; πεποροποιῆσθαι μὲν γὰρ σώματα, πλήρεις δὲ εἶναι τοὺς πόρους τούτους ἑτέρου σώματος, οἷον ἀέρος ἤ τινος τοιούτου. ἐπαινεῖ δὲ μᾶλλον τοὺς περὶ Δημόκριτον ᾿Εμπεδοκλέους καὶ τῶν ἄλλων, ὅτι τοιαύτας ἀρχὰς ἐφεῦρον,
αἵτινες ἀρκέσουσιν αὐτοῖς πρὸς τὴν πάντων τῶν ἐκ φύσεως γινομένων ἀπόδοσιν. οἱ μὲν γὰρ τοὺς πόρους εἰσάγοντες απεοιοοσαν μὲν εἰ τύχοι τοῦ ποιεῖν καὶ τοῦ πάσχειν δι’ αὐτῶν τὴν αἰτίαν, ἴσως δὲ καί τινων
ἄλλων, οἷον μίξεως ἔλεγον γὰρ διὰ πόρων μίγνυσθαι τὰ σώματα· ὅταν γάρ, φησίν, οὕτως ἔχωσιν οἱ πόροι ὡς σύμμετροι εἶναι δέξασθαι τὸ ἐμμιγνύενον
σῶμα, τότε γίνεσθαι μίξιν), κινήσεως μέντοι τὴν αἰτίαν οὐκέτι ἀποδοῦναι ἐδύναντο, ποίῳ τρόπῳ διὰ τῶν πόρων γίνεται τὸ κινεῖσθαι, ἢ αὐξήσεως· εἰσιὸν γὰρ τὸ αὖξον τοὺς μὲν πόρους ἀναπληρώσει, μεῖζον δὲ οὐ ποιήσει. οἱ δὲ περὶ Δημόκριτον, φησί, τοιαύτας ἀρχὰς ἐπενόησαν, αἵτινες ἁρμόσουσιν αὐτῷ πρὸς τὸ ἀποδοῦναι τὰς αἰτίας πάντων τῶν φυσικῶς
γινομένων, αὗται δέ εἰσι τὰ ἄτομα καὶ τὸ κενόν. προτίθησι δὲ αὐτοῦ τὰς ὑποθέσεις καὶ τῶν ὑποθέσεων ὧν οἱ περὶ Παρμενίδην * * * <οἱ γὰρ Παρμενίδην,> φησίν, ἀρχὰς ἀφανεῖς καὶ ἀναποδείκτους λαβόντες, δι’ ἐναργῆ καὶ ὁμολογούμενα ἀνελεῖν ἐπεχείρησαν· οἱ δὲ περὶ Δημόκριτον ἀρχὰς ὁμολογουμένας τῇ αἰσθήσει λαβόντες, δι’ αὐτῶν τὰ ἄδηλα κατεσκεύασαν. ὁ
μὲν γὰρ Παρμενίδης, θέλων δεῖξαι ὅτι οὐκ ἔστι πλῆθος ἐν τοῖς πράγμασιν οὐδὲ
κίνησις, ὅπερ ἦν τῇ αἰσθήσει μάχεσθαι καὶ τὰ ἐναργῆ ἀναιρεῖν, λαμβάνει ὡς ἀξίωμα τὸ μὴ εἶναι κενόν, ὅπερ οὐκ ἔστι τῇ αἰσθήσει ὁμολογούμενον, ἀλλὰ πολλῆς δεόμενον ἀποδείξεως. τοῦτο οὑν λαβών, πρόεισι διὰ συλλογισμοῦ οὕτως· εἰ μὴ ἔστι κενόν, οὐκ ἔστι κίνησις· ἀλλὰ μὴν οὐκ ἔστι
κενόν· οὐκ ἄρα ἐστὶ κίνησις. ἔλαβεν οὖν τὸ συνημμένον ὁμολογούμενον, ὅτι κενοῦ μὴ ὄντος οὐκ ἂν εἴη κίνησις (διὰ κενοῦ γὰρ ἄν μόνως τὴν κίνησιν), ὁμοίως δὲ καὶ τὴν πρόσληψιν, τὸ ἀλλὰ μὴν οὐκ ἔστι κενόν.
564 λαβὼν οὖν ταῦτα ὁμολογούμενα, ἅπερ ἀφανῆ ἐστι καὶ ἀμφίβολα, δι’ αὐτῶν 565 ἀνεῖλε τὸ ὁμολογούμενον, λέγω δὴ τὴν κίνησιν. μᾶλλον δὲ οὕτω δεῖ τὸν συλλογισμὸν εἰπεῖν· εἰ ἔστι κίνησις, ἔστι κενόν· ἀλλὰ μὴν οὐκ ἔστι κενόν. οὐκ ἔστιν ἄρα κίνησις. τῷ αὐτῷ δὲ τρόπῳ καὶ τὸ πλῆθος ἀναιρεῖ. εἰ
ἔστι γάρ, φησίν, ἐν τοῖς πράγμασι διαίρεσις, ἔστι κενόν (κενῷ γὰρ τὴν διαίρεσιν γίνεσθαι)· ἀλλὰ μὴν οὐκ ἔστι κενόν· οὐκ ἔστιν ἄρα διαίρεσις. συνεχὲς ἄρα τὸ γᾶν καὶ ἕν. πάλιν οὖν τό τε συνημμένον καὶ τὴν πρόσληψιν ἔλαβεν ὁμολογούμενα ἄδηλα ὄντα, καὶ δι’ αὐτῶν τὰ ὁμολογούμενα
ἀνεῖλεν. ὁ μὲν οὖν Παρμενίδης οὕτως τὰ ἐναργῆ ἐκ τῶν ἀφανῶν ἀναιρεῖ,
ὁ μέντοι Δημόκριτος ἀρχὰς λαβὼν ἐκ τῆς αἰσθήσεως μαρτυρουμένας, ὅτι διαίρεσις καὶ πλῆθος ἐστὶν ἐν τοῖς πράγμασι καὶ κίνησις, ἐκ τούτων εἰσάγει τὸ κενόν, τὸ ἀφανὲς διὰ τῶν φανερῶν κατασκευάζων. εἰ γὰρ ἔστι διαίρεσις, φησί, καὶ πλῆθος ἐν τοῖς πράγμασιν, ἔστι κενόν· ἀλλὰ μὴν ἔστι διαίρεσις καὶ τὸ πλῆθος· ἔστιν ἄρα τὸ κενόν· τὸ μὲν συνημμένον ὡσαύτως λαμβάνων
τῷ Παρμενίδῃ, τὴν μέντοι πρόσληψιν οὐκέτι. ὁ μὲν γὰρ ἔλεγεν ῾ἀλλὰ
μὴν οὐκ ἔστι κενόν᾿, ὅπερ ἦν ἄδηλον, ὁ δὲ ῾ἀλλὰ μὴν ἔστι πλῆθος καὶ διαίρεσις᾿. ὁμοίως καὶ ἐπὶ κινήσεως· εἰ ἔστι κίνησις, ἔστι κενόν. ἀλλὰ μὴν ἔστι κίνησις· ἔστιν ἄρα κενόν· κἀνταῦθα τὸ συνημμένον μὲν τὸ αὐτὸ τῷ Παρμενίδῃ λαμβάνων. τὴν πρόσληψιν δὲ οὐκέτι. τῷ αὐτῷ τρόπῳ ὁ
Παρμενίδης καὶ τὸ ἄπειρον εἰσῆγεν. εἰ γάρ ἐστι πεπερασμένον τὸ πᾶν, τῷ κενῷ δηλονότι, φησί, περαίνεται· ἀλλὰ μὴν οὐκ ἔστι κενόν· οὐκ ἄρα τὸ πᾶν πεπερασμένον ἐστί. διὰ ταῦτα ἀποδέχεται τὸν Δημόκριτον, ὡς
καὶ τῇ αἰσθήσει ὁμολογουμένας ἀρχὰς εἰληφότα, καὶ τοιαύτας ἐξ αὐτῶν ὑποθέσεις καὶ ἀρχὰς τῶν φυσικῶν πραγμάτων κατασκευάσαντα, δι’ ὧν
πάντα ἀποδοῦναι ἠδύνατο τὰ ἐκ φύσεως γινόμενα. p, 324b 26 Εἰσιόντος τοῦ ποιοῦντος ἐσχάτου καὶ κυριωτάτου. Εἰσιέναι γὰρ τὸ ποιοῦν ἐν τοῖς πόροις καὶ οὕτω ποιεῖν οὐ τὸ πρώτως ποιοῦν, οἷον τὴν ἰατρικήν, ἀλλὰ τὸ προσεχῶς, οἷον τὸ φάρμακον ἢ τὸ σιτίον.
566
εἴς τινα μόνον αὐτοῖς ἁρμοζούσας, οἷον εἰς τὸ πῶς γίνεται τὸ ποιεῖν καὶ πάσχειν, ἢ πῶς μίγνυται τὰ μιγνύμενα· οὐκέτι μέντοι πῶς ἡ κίνησις γίνεται ἢ ἡ διαίρεσις ἐκ τούτων ἀποδοῦναι δύνανται, ἢ τῶν λοιπῶν ἕκαστον.
πλῆθος καὶ κίνησιν ἐν τοῖς πράγμασιν. ἔδοξε γάρ, φησί, τισὶ τῶν ἀρχαίων μήτε εἶναι πλῆθος μήτε κίνησιν, ὅπερ ἦν τῇ ἐναργείᾳ μάχεσθαι. οὐκ ἀνεῖλεν οὖν ὁ Δημόκριτος τὰ ἐκ τῆς ἐναργείας μαρτυρούμενα, ἀλλὰ ταύταις ἀρχαῖς ἐχρήσατο.
κενόν, ἵν’ ᾖ οὕτως· εἰ μὴ κινηθῆναι δυνατὸν ἄνευ κενοῦ, οὐκ ἔστι δὲ τὸ κενόν, οὐκ ἔστιν ἄρα κίνησις. ἐν δὲ τοῖς περὶ Δημοκρίτου λόγοις ἐφεξῆς οὐκέτι οὕτως δυνατὸν ἐκλαβεῖν λέγεσθαι τὸ κενὸν οὐκ ὄν, ὡς μὴ ὑπάρχον
ὅλως, ἀλλὰ μόνως πρὸς ἀντιδιαστολὴν τοῦ πλήρους· ὡς γὰρ μὴ ἔχον 2. 4 τοὺς πόρους. οὗτος οὖν φησιν οὐκ ἐξαρκούσας a 3 ἐπί τινων om. Z 4 ἔλαβον Z: ἔλαβεν cett. 5 μόνοις αὐτὰς Z 5. 6 καὶ τὸ πάσχειν Z 6 ἢ (ante κίνησις) corr. T 6. 7 γίνεται ἡ διαίρεσις RT 7 δύναται a 7 10 ἕκαστον. οἱ δὲ περὶ Δημόκριτον φησι τοιαύτας a 8 μάλιστα et ἑνὶ λόγῳ διωρίκασι Ar. (sed v. ἑνὶ λόγῳ omittit cod. E) 10 εὐωδήσουσιν R: εὐοδωήσουσιν a 11 τῶν om. GT 12 lemma om. a et pergit διὰ τοῦτο οὑν φησιν 13 εὐοδεῖ Z: εὐωδεῖ R: εὐοδοῖ GTa 16 ἐνεργεία T 17 ἐνεργείας GT 18. 22 ἐχρήσατο. ἐν τῷ λέγειν δὲ τὸ κενὸν οὐκ ὂν, ἐνταῦθα μὲν ἀντὶ τοῦ οὐ δυνατὸν νοεῖ, δηλονότι μὴ εἶναι ἐν τοῖς οὖσιν ὅλως τὸ κενόν. ἵν’ ἦ a 20 τὸ (ante τὸ) addidi 23 δημόκριτον GT 24 οὕτω a λέγεσθαι] γενέσθαι Z ὑπάρχων Z 25 ἔχον corr. T: ἔχων cett. οὐσίαν τινὰ ὑπετίθετο εἶναι τὸ κενὸν ὁ Δημόκριτος. εἰπὼν δὲ μὴ ὄντος 574 κενοῦ προσέθηκε κεχωρισμένου. εἴρηται γὰρ ἐν τῇ Φυσικῇ ὅτι τὸ
κενὸν καὶ ὁ τόπος καὶ τὸ πλῆρες τῷ μὲν ὑποκειμένῳ ταὐτά ἐστι, τῇ δὲ σχέσει διάφορα· κενὸν γὰρ οὐδέν ἐστιν ἢ τόπος ἐστερημένος σώματος,
πλῆρες δὲ τόπος πλήρης σώματος, τόπος δὲ κενὸν δεκτικὸν σώματος ἢ διαστημα περιεκτικὸν σώματος.
ἤδη, ἀλλὰ λεχθησόμενον. ἐπεὶ γὰρ ἀνεῖλεν ὁ Παρμενίδης, μὴ εἶναι κενὸν ὑποθέμενος, τό τε πλῆθος καὶ τὴν κίνησιν, τῷ μὴ δύνασθαι λέγειν μήτε
διαίρεσιν μήτε κίνησιν εἶναι ἄνευ κενοῦ, ὁ δὲ ἀληθὴς λόγος ἔχει ὅτι καὶ κενοῦ μὴ ὄντος οὐδὲν κωλύει καὶ διαίρεσιν εἶναι καὶ κίνησιν, τῶν πραγμάτων διῃρημένων μὲν ἁπτομένων δὲ ἀλλήλων καὶ κενῷ μὴ διειργομένων,
τοῦτο ἀναιρῶν ὁ Παρμενίδης φησὶν ὅτι τὸ οὕτως ὑποτίθεσθαι οὐδὲν διαφέρει τοῦ ἄτομα καὶ κενὸν εἰσφέρειν. πότερον γάρ, φησί, τὸ ὂν πάντῃ ἐστὶ διαιρετὸν ἢ οὔ ; εἰ μὲν γὰρ πάντῃ ἐστὶ διαιρετόν, οὐ μόνον πολλὰ οὐκ ἔσται τὰ πράγματα, ἀλλ’ οὐδὲ ἕν (διαιρεθὲν γὰρ πάντῃ οὐδὲν ἔσται λοιπόν, ἀλλὰ μόνον κενόν), εἰ δὲ μὴ πάντῃ διαιρετόν, πεπλασμένῳ τὸ
τοιοῦτον ἔοικεν· διὰ τί γὰρ πῇ μέν ἐστι διαιρετὸν πῇ δ’ οὔ; οὕτω δὲ καὶ ἡ τῶν ἀτόμων εἰσκωμάσει δόξα, ᾗτινι ἕπεται καὶ τὸ κενὸν εἶναι.
577
ἄπειρον καὶ ἀκίνητον, ὅσον ἐκ τῆς τῶν λόγων ἀκολουθίας, καὶ πιθανὴ εἶναι ἡ ἐπιχείρησις, ἀλλ’ οὖν ἐπ’ αὐτῶν τῶν πραγμάτων μανίας οὐδὲν διαφέρει τὸ τοιοῦτον, μᾶλλον δὲ καὶ μανίας ἐστὶν ἐπέκεινα. οὐδεὶς γὰρ τῶν μαινομένων πρὸς τὴν αἴσθησιν πεπλάνηται, οὐδὲ τὸ πῦρ νενόμικεν εἶναι ταὐτὸν τῷ κρυστάλλῳ, ἀλλ’ ἡ πλάνη τοῖς μαινομένοις περὶ τὰ καλὰ
καὶ μὴ καλά, καὶ συμφέροντα καὶ μὴ συμφέροντα· αἱρεῖται γὰρ διὰ τὴν μανίαν τὸ ἀσύμφορον ἀντὶ τοῦ συμφέροντος. οὗτοι μὲν οὖν τοιοῦτοι. οἱ δὲ περὶ Λεύκιππον καὶ Δημόκριτον, ὁμολογούμενα τῇ αἰσθήσει λέγοντες, οὐκ ἀνεῖλον οὔτε τὸ πλῆθος οὔτε τὴν κίνησιν.
λέγω δὴ ὅτι ἄτομα ἐστὶ καὶ τὸ κενόν. εἰ γάρ ἐστι πολλὰ τὰ
ὄντα καὶ διῃρημένα, διαίρεσιν δὲ ἄνευ κενοῦ γενέσθαι ἀδύνατον, ἔστιν ἄρα κενόν. οὕτω μὲν οὖν τὸ εἶναι κενὸν κατεσκεύασεν, τὸ δὲ ἄτομα εἶναι πάλιν οὕτως· ἔστιν ἕκαστον τῶν ὄντων κυρίως ὄν, ἐν δὲ τῷ ὄντι οὐδέν ἐστιν οὐκ ὄν, οὐδὲν ἄρα ἐν τοῖς οὖσι κενόν (τὸ γὰρ κενὸν οὐκ ὄν)· εἰ οὐδὲν κενὸν ἐν αὐτοῖς, τὴν δὲ διαίρεσιν ἄνευ κενοῦ ἀδύνατον γενέσθαι,
ἀδύνατον ἄρα αὐτὰ διαιρεθῆναι.
κυρίως τὴν ἁφὴν ἔλεγεν ὁ Δημόκριτος, λέγων ἅπτεσθαι ἀλλήλων τὰς 583 ἀτόμους, ἥτις γίνεται τῶν ἐπιφανειῶν ἐφαρμοζουσῶν ἐπ’ ἀλλήλας τῶν 36r ἁπτομένων, ἀλλὰ <τὸ> πλησίον εἶναι ἀλλήλων τὰς ἀτόμους καὶ διεστάναι, τοῦτο ἁφὴν ἐκάλει· κενῷ γὰρ πάντως διείργεσθαι αὐτὰς.
περιπλοκῆς τὴν θέσιν καὶ τὴν τάξιν.
κατὰ διαίρεσιν γινομένου τῆς δὲ διαιρέσεως διὰ τοῦ κενοῦ (τὸ οὖν ἓν οὐκ ἔχον ἐν ἑαυτῷ κενὸν οὐκ ἂν διαιρεθείη), οὕτε ἐκ τῶν κατ᾿ ἀλήθειαν πολλῶν ἓν οὐκ ἄν γένοιτο· οὐδὲ γὰρ δύνανται συγκριθῆναι αἱ ἄτομοι κενῷ διειργόμεναι καὶ ἑνωθῆναι μὴ δυνάμεναι.
καὶ Λεύκιππός φησιν. |
εἶναι καὶ ἀδιαίρετα. εἰ γὰρ πάσχοιεν, ἐπειδὴ τὸ ποιεῖν καὶ τὸ πάσχειν οὐκ ἄλλως ἢ διὰ πόρων φησὶ γίνεσθαι, ἀνάγκη κἀκεῖνα πόρους ἔχειν, καὶ
πάλιν τὰ σώματα τὰ περιέχοντα τοὺς πόρους ἐκείνους. ὥστε ἢ τὸ ὅλον πόρος ἔσται, ἢ εἰ τοῦτο ἀδύνατον, ἀνάγκη εἶναί τινα ἔσχατα ἀπαθῆ καὶ ἀδιαίρετα σώματα. καὶ τοῦτο δὲ καὶ ὁ Δημόκριτος ἔλεγεν. ὥστε τὰ
αὐτὰ ὁ Ἐμπεδοκλῆς Δημοκρίτῳ καὶ Λευκίππῳ ὅσον ἐκ τῶν ἰδίων ὐποθέσεων λέγειν ἀναγκασθήσεται.
ἀδύνατον· πόρος γὰρ ἄν εἴη τὸ πᾶν σῶμα καὶ κενόν. ὥστε εἰ τοῦτο ἄτοπον, ἀνάγκη τὰ μὲν ἁπτόμενα μόρια τοῦ σώματος στερεὰ εἶναι ἀδιαίρετα, τὰ δὲ μεταξὺ αὐτῶν κενά, οὓς Ἐμπεδοκλῆς πόρους ἐκάλεσεν. τὰ αὐτὰ δὲ καὶ οἱ περὶ Λεύκιππον ὑπετίθεντο, τὰ μὲν ἄτομα ἅπτεσθαι ἀλλήλων, διαλαμβάνεσθαι δὲ τῷ κενῷ, δι’ οὗ τὸ ποιεῖν καὶ πάσχειν γίνεται,
πλὴν ὅτι τὴν ἁφὴν οἱ περὶ Λεύκιππον οὐ κυρίως ἔλεγον, ὡς εἴρηται ἀνωτέρω.
591
Δημόκριτον ὑπετίθεντο τὸ ποιεῖν καὶ τὸ πάσχειν, ἐν τούτοις ἀποδέχεται μᾶλλον τοὺς περὶ Δημόκριτον, ὅπερ ἤδη ἐποίησεν, ὡς ἀρχὰς τοιαύτας ὑποθεμένους, αἵτινες αὐτοῖς ἤρκεσαν καὶ πρὸς γένεσιν καὶ φθορὰν καὶ πρὸς ἀλλοίωσιν καὶ πρὸς τὰς ἄλλας φυσικὰς μεταβολάς, Ἐμπεδοκλέους μὴ
δυναμένου διὰ τῶν οἰκείων ἀρχῶν πάντων τοὺς λόγους ἀποδοῦναι. πρῶτον
μὲν γὰρ ἀπαθῆ λέγων τὰ τέσσαρα στοιχεῖα καὶ εἰδοποιοὺς αὐτῶν εἶναι διαφορὰς τὰ πάθη, ἀλλοίωσιν σῴζειν οὐ δύναται· γένεσιν δὲ τῶν μὲν συνθέτων τῇ συγκρίσει τῶν στοιχείων εἶναι λέγει, αὐτῶν δὲ τῶν στοιχείων γένεσιν οὐκέτι λέγειν δύναται, μὴ ὑποτιθέμενος καὶ αὐτῶν τούτων ἁπλούστερα στοιχεῖα· ὁρῶνται δὲ τὰ στοιχεῖα φθειρόμενα καὶ γινόμενα. οἱ
μέντοι περὶ Δημόκριτον καὶ αὐτοὶ λέγοντες τὰ σύνθετα πάντα ἐκ τῶν
τεσσάρων στοιχείων ἔχειν τὴν γένεσιν, καὶ αὐτῶν τῶν στοιχείων τὸν λόγον τῆς γενέσεως ἐκ τῶν οἰκείων ἀποδιδόασι· γίνεσθαι γὰρ αὐτὰ καὶ φθείρεσθαι τῇ τῶν ἀτόμων συγκρίσει καὶ διακρίσει. καὶ τὴν ἀλλοίωσιν δὲ ἔσῳζον τῇ μεταθέσει καὶ τῇ μετατάξει τῶν ἀτόμων· μὴ γὰρ ἀποτιθέμενοι
τὰ πάθη ἐν ταῖς ἀτόμοις, ἀλλ’ ἀπαθεῖς αὐτὰς εἶναι λέγοντες, τῇ θέσει αὐτῶν καὶ τῇ τάξει τὰ πάθη γίνεσθαι δοκεῖν ἔλεγον. ὁ μέντοι 592 Ἐμπεδοκλῆς ἐν τοῖς στοιχείοις ἐναποτιθέμενος τὰ πάθη καὶ ἀμετάβλητα 593 αὐτὰ εἶναι λέγων, ἀλλοίωσιν σώζειν οὐ δύναται.
δὲ τρόποι δύο, ὅ τε διὰ τῶν πόρων καὶ ὁ διὰ τοῦ κενοῦ.
594
ἐν οἷς καὶ τὸν περὶ τοῦ ποιεῖν καὶ πάσχειν λόγον.
597
ἄλλα, τουτέστι τὰ σύνθετα, μέχρι τῶν τεσσάρων στοιχείων ἔχει τὴν ἀνάλυσιν·
πρῶτα γὰρ στοιχεῖά εἰσιν αὐτῷ τὰ τέσσαρα. καὶ διὰ τοῦτο τῶν συνθέτων τῆς γενέσεως ἔχοι ἂν λόγον τὴν τῶν στοιχείων σύγκρισιν, τίνα δὲ τρόπον καὶ αὐτὰ τὰ στοιχεῖα γίνεται καὶ φθείρεται οὐκ ἔχει λέγειν, μὴ λέγων καὶ αὐτῶν τῶν τεσσάρων στοιχείων ἁπλούστερά τινα στοιχεῖα. τὸ δὲ σωρευόμενον μέγεθος τοῦτό ἐστι, τὸ ἐκ τῆς γενέσεως αὐτῶν σωρευόμενον,
οἷον ὕδωρ ἢ ἀὴρ ἢ πῦρ, ἅπερ ἐν τῇ γενέσει αὐτῶν κατὰ | 598 μικρὸν σωρεύεται καὶ αὔξεται, ὡς τὸ ἐκ τοῦ ὑετοῦ ὕδωρ, ἢ ὁ ἐκ τοὐ 599 ἐξατμιζομένου ὕδατος ἀήρ, ἢ τὸ ἐκ τῆς φλογουμένης ὕλης πῦρ.
601
οὐ στοιχεῖον πυρὸς ἔλεγεν ἀλλὰ σπέρμα, ὁμοίως καὶ τῆς γῆς τὸν κύβον καὶ τῶν ἄλλων ὁμοίως, ὕδατος μὲν τὸ ὀκτάεδρον, ἀέρος δὲ τὸ εἰκοσάεδρον·
τὸ γὰρ δωδεκάεδρον τῷ παντὶ κόσμῳ ἀφώρισεν. τὰ δὲ τρίγωνα τουτέστι τὰ πρῶτα στοιχεῖα, ἀδιαίρετα ἔλεγεν· οὐκέτι γὰρ διαιρεῖσθαι ταῦτα εἰς ἕτερα ἀρχοειδέστερα. ἡ οὖν Πλάτωνος, φησί, δόξα τῆς Λευκίππου καὶ Δημοκρίτου ταύτῃ διαφέρει, ὅτι οἱ μὲν περὶ Λεύκιππον τὰ ἀδιαίρετα, ἃ καὶ πρῶτα στοιχεῖα ἐποίουν, στερεὰ εἶναι ἔλεγον, Πλατῶν δὲ
τὰ ἀδιαίρετα, ἐπίπεδα· καὶ ὁ μὲν Δημόκριτος ἀπείροις σχήμασιν ἐσχηματίσθαι ἔλεγε τὰς ἀτόμους, ὁ δὲ Πλατῶν ὡρισμένοις, μᾶλλον δὲ ἑνί. τρίγωνα γὰρ εἶναι τὰ πρῶτα στοιχεῖα, τὰ δὲ πρώτως ἐκ τῶν στοιχείων ὡρισμένοις ὡρίσθαι σχήμασι (πέντε γάρ), πυραμίδι κύβῳ ὀκταέδρῳ καέδρῳ εικοσαεορῳ.
602
ἑκάστην. ἢ ἀντιστρόφως νοητέον· καὶ ὁ μὲν τῶν σχημάτων ἕκαστον
ἀπείροις ἀδιαιρέτοις ὡρίσθαι, τουτέστιν ἕκαστον σχῆμα ἐν ἀπείροις ἐστὶν ἀτόμοις, οἷον τὸ σφαιρικὸν τὸ κυβικὸν καὶ τῶν ἀλῶν ἕκαστον, ὥστε καὶ τὰ σχήματα ἄπειρα εἶναι καὶ τὰ ὑφ’ ἕκαστον σχῆμα ἄτομα.
605
φθορᾶς καὶ τῶν ἄλλων μεταβολῶν· νῦν δέ φησι δύο τρόπους εἶναι γενέσεως, τὸν διὰ τοῦ κενοῦ καὶ τὸν διὰ τῆς ἁφῆς. ἔοικεν οὖν ἐνταῦθα
κοινότερον τὴν γένεσιν εἰρηκέναι, ἐπί τε τῆς ὄντως γενέσεως, λέγω δὲ τῆς τῶν οὐσιῶν, καὶ ἐπὶ τῆς τῶν συμβεβηκότων, καὶ τὸν μὲν ἕτερον τρόπον, τὸν διὰ τοῦ κενοῦ, τῆς γενέσεως εἶναι, τὸν δὲ διὰ τῆς ἁφῆς τῆς ἀλλοιώσεως·
ἁπτόμεναι γὰρ ἀλλήλων αἱ ἄτομοι καὶ προσκρούουσαι ἀλλήλαις μετατίθενται καὶ μετατάττονται, καὶ οὕτω τὴν ἀλλοίωσιν ποιοῦσιν, ἅπτονται δὲ δηλονότι διὰ τοῦ κενοῦ. ὥστε οὐκ ἐναντία ταῦτα ἐκείνοις. δύναται δὲ τὸ δύο τρόποι μὴ κατ’ ἄλλον καὶ ἄλλον τρόπον λέγειν γίνεσθαι τὴν
γένεσιν, ποτὲ μὲν τούτῳ ποτὲ δὲ τούτῳ, ἀλλ’ ἑκάστην γένεσιν διὰ τῶν
δύο τρόπων, καὶ δεῖσθαι ἕκαστον τῶν γινομένων τῶν δύο τρόπων ἵνα γένηται, τοῦ τε κενοῦ φημι καὶ τῆς ἁφῆς· διὰ γὰρ τοῦ κενοῦ καὶ ἡ ἁφὴ γίνεται, κἄν τὴν κυρίως εἴπῃς ἁφήν, κἀν τὴν οἷον πλησίασιν. ἀμέλει καὶ ἀνωτέρω κοινῶς τὸ ποιεῖν καὶ πάσχειν διὰ τῆς ἁφῆς εἶπε γίνεσθαι, φησὶ δὲ οὕτως· “καὶ συνιστάμενα μὲν γένεσιν ποιεῖν, διαλυόμενα δὲ φθοράν·
ποιεῖν δὲ καὶ πάσχειν ᾗ τυγχάνουσιν ἁπτόμενα.” ποιεῖ δὲ καὶ πάσχει δηλονότι οὐ μόνον τὰ ἀλλοιούμενα, ἀλλὰ καὶ τὰ γινόμενα. οὕτως οὖν
τῷ μὲν Δημοκρίτῳ, φησί, δύο τρόποι γενέσεως εἰσι, Πλάτωνι δὲ εἷς, ὁ διὰ τῆς ἁφῆς. οὔ φησι γὰρ εἶναι κενὸν ὁ Πλατῶν, ἀλλὰ τὰ μὲν ἐπίπεδα, ἁπτόμενα ἀλλήλων κατὰ τὸ κυρίως τῆς ἁφῆς σημαινόμενον, ποιεῖν τὰς 606 πυραμίδας ἢ τοὺς κύβους καὶ τὰ λοιπὰ στερεὰ τῶν σχημάτων, ταῦτα δὲ 607 πάλιν ἁπτόμενα ἀλλήλων ποιεῖν τὰ στοιχεῖα.
θεωρῆσαι τὸ συμβαῖνον ἀφείσθω τὸ νῦν.
καὶ κούφου θεωρίᾳ. ἔστιν οὖν τὸ μὲν πρῶτον τῶν ἐπιχειρημάτων, ὅτι οὐ
πρεπούσας ἐπιστήμονι ἀρχὰς ὑποτίθενται οἱ τὰς ἀτόμους ὑποτιθέμενοι, ἀπείρους αὐτὰς εἶναι λέγοντες· τὸ γὰρ ἄπειρον τῇ ἑαυτοῦ φύσει ἄγνωστον, ἡ δὲ ἐπιστήμη ὡρισμένων ἐστὶ καὶ ὡρισμένη γνῶσις. τοῦτο δὲ τὸ ἐπιχείρημα οὐ πρὸς τὸ ἀδιαίρετον τῶν ἀτόμων, ἀλλὰ πρὸς τὸ ἄπειρον εἴρηται.
δεύτερον ὅτι ἀναιροῦσιν οἱ ταῦτα λέγοντες τὰς ἀκριβεστάτας τῶν ἐπιστημῶν, τὰς μαθηματικὰς λέγω. ἐκεῖνοι γὰρ τᾶν μέγεθος καὶ τὸ κατ’ ἐπίνοιαν λαμβανόμενον διαιροῦσι δίχα, οὗτοι δὲ οὐδὲ τὸ φυσικόν· τὸ γὰρ ἐκ περιττῶν
ἀτόμων συγκείμενον δίχα διαιρεθῆναι οὐ δύναται. ὥστε μάχονται ταῖς ἀκριβεστάταις τῶν ἐπιστημῶν. τρίτον ὅτι ἀναιροῦσι τὴν συναίσθησιν καὶ
τὰ πάθη. ὡς γὰρ εἴρηται πολλάκις, ὅταν κεντήσῃ τὸ σῶμα βελόνη τις, ἀνάγκη πᾶσα ἢ ἐν τῷ κενῷ χωρῆσαι αὐτὴν ἢ τῆς ἀτόμου * * * ἅψεται, 609 διὰ τὸ ἀπαθῆ εἶναι πάλιν οὐκ αἰσθήσεται. ὥστε ἀνῄρηται ἡ αἴσθησις καὶ 610 οὐδὲν ἔσται αἰσθητόν. εἰ γὰρ τὸ αἰσθάνεσθαι τῷ πάσχειν τι ὑπὸ τῶν | αἰσθητῶν τὴν αἴσθησιν λέγεται, οὐκ ἔστι δὲ συναίσθησις οὐδὲ πάθος, 611 οὐδ’ ἄρα αἰσθητόν τι ἂν εἴη κυρίως.. εἰ δέ τις εἴποι ὅτι φύσει οὐδέν
ἐστιν αἰσθητόν, θέσει δὲ καὶ τῇ πρὸς τὰς αἰσθήσεις ποιᾷ σχέσει (τῷ γὰρ τοίως ἢ τοίως προσβάλλειν τὰς ἀτόμους, ταύτῃ εἶναι δοκεῖν τὰ αἰσθητά), ἴστω ἐληλεγμένον τὸν λόγον τοῦτον ἱκανῶς ὑπὸ τοῦ Πλάτωνος ἐν τῷ Θεαιτήτῳ. τέταρτον ὅτι ἀναιροῦσι συνέχειαν καὶ διαίρεσιν· οὐδὲν
γὰρ ἔσται συνεχὲς καὶ διὰ τοῦτο οὐδὲ διαιρετόν. καίτοι ὅτι ἐστὶ συνεχῆ
τὰ σώματα, δῆλον ἐξ ὧν ἑνὸς μορίου πάσχοντος ἀχρόνως σχεδὸν τὸ ὅλον συναισθάνεται σῶμα τοῦ πάθους κατὰ συνέχειαν διαβαίνοντος. εἰ δὲ μὴ ἦν τὸ σῶμα συνεχές, πῶς ἂν ἔμελλεν ἑνὸς μορίου πάσχοντος, οἷον ποδὸς προσπταίσαντος, ἡ συναίσθησις κατὰ τὸ συνεχὲς διήκειν εἰς τὸ ὅλον; οὐδὲ γὰρ εἰ ἱστάμεθα δέκα ἐφεξῆς, εἶτα πληγῇ εἷς, γίνεται εἰς τοὺς λοιποὺς
συναίσθησις, διὰ τὸ μὴ εἶναι αὐτοὺς συνεχεῖς ἀλλὰ διῃρημένους. πέμπτον
ὅτι ἀναιροῦσι γένεσιν καὶ φθοράν. πῶς γὰρ ἂν γίνοιτο ἐξ ὕδατος ὁ ἀὴρ ἐξατμιζομένου; δῆλον ὅτι ἐροῦσιν ἐκκρινομένων τῶν ἀτόμων ἐξ ὧν ὁ ἀὴρ καὶ συγκρινομένων συνίσταται. ἀλλ’ εἰ τοῦτο ἦν, οὐκ ἔδει οὐδέποτε ἅπαν τὸ ὕδωρ ἐξατμίζεσθαι, ἀλλ’ ἀεὶ ἀπολίμπάνεσθαι ἐξατμιζομένου. οὐ γὰρ
αἱ αὐταὶ ἄτομοι πάντων εἰσὶ τῶν στοιχείων ποιητικαί, ἀλλ’ ἄλλαι ἄλλων. ὥστε εἰ μὴ τῆς οὐσίας τοῦ ὕδατος τρεπομένης οὕτως ἀὴρ γίνεται, ἀλλ’ ἐκκρινομένων ἐξ αὐτοῦ τῶν τοῦ ἀέρος ἀτόμων, ἔδει μηδέποτε ὅλον τὸ
ὕδωρ ἐξατμίζεσθαι. ὥστε ἢ οὐδ’ ὅλως ἐστὶ γένεσις, ἢ ψευδὴς ἡ τῶν ἀτόμων ὑπόθεσις· ἀδύνατον γὰρ σωθῆναι ἐπὶ τῇ ὑποθέσει ταύτῃ τὴν ἐξ
ἀλλήλων γένεσιν τῶν στοιχείων. καίτοι καὶ αὐτοὶ λέγουσι, φησίν, ἐξ ἀλλήλων γίνεσθαι τὰ στοιχεῖα. ὥστε αὐτοὶ ἑαυτοῖς ἐναντιωθήσονται, λέγοντες μὲν ἐξ ἀλλήλων γίνεσθαι τὰ στοιχεῖα, ὅσον δὲ πάλιν ἐπὶ ταῖς οἰκείαις ὑποθέσεσιν ἀναιροῦντες τὴν ἐξ ἀλλήλων γένεσιν. ἕκτον ἐπὶ τούτοις, ὅτι εἰ διαφέρουσι τοῖς σχήμασιν αἱ ἄτομοι, ἄπειρα δὲ τὰ σχήματα, ἄπειροι
ἄρα αἱ τῶν ἀτόμων φύσεις. εἰ δὲ ἄπειροι αἱ φύσεις, ἄπειροι καὶ αἱ κινήσεις, ἄπειροι καὶ οἱ τόποι· νῦν δὲ οὔτε αἱ κινήσεις οὔτε οἱ τόποι ἄπειροι. εἰ δέ τις εἴποι ῾ἀλλὰ πάσας βαρείας εἶναι ἔλεγεν, ὥσπερ καὶ ἔλεγε, καὶ ἐπὶ τὸ κάτω κινεῖσθαι, τὴν δ’ ἐπὶ τὸ ἄνω κίνησιν ἐκθλιβομένων τινῶν ἀτόμων, οἷον τῶν σφαιρικῶν, γίνεσθαι᾿, ἐροῦμεν ὅτι τὰ παρὰ φύσιν βίᾳ 612 τινί ἐστιν εἰς τὸν παρὰ φύσιν τόπον κινούμενα, καὶ ὅσῳ μείζονά ἐστι, 613 τοσούτῳ βραδύτερον τὴν παρὰ φύσιν κινεῖΤαι κίνησιν· τὴν γὰρ μεγάλην γῆν
βραδύτερόν τις ῥίψας ἐπὶ τὸ ἄνω κινήσει ἢ τὴν μικρὰν βῶλον. ἔδει οὖν καὶ τὸ πῦρ τὸ μὲν μέγα βραδύτερον ἐπὶ τὸ ἄνω κινεῖσθαι, τὸ δὲ μικρότερον
θᾶττον, νῦν δ’ ἔμπαλιν ὁρῶμεν· ὅσῳ γὰρ μεῖζόν ἐστι τὸ πῦρ, τοσούτῳ ταχύτερον τὴν ἐπὶ τὸ ἄνω κινεῖται.
γὰρ τῶν σωμάτων τὰ μὲν βαρύτερά ἐστι τὰ δὲ κουφότερα; ἀνάγκη γὰρ
πᾶσα ἢ διὰ τὸ πλῆρες μόνον ἢ διὰ τὸ κενὸν μόνον ἢ δι’ ἀμφότερα. οἷον διὰ τὸ πλῆρες μόνον, ἵνα λέγωσιν ὅτι τὰ μὲν πλεῖον ἔχοντα πλῆρες βαρύτερα τὰ δὲ ἔλαττον πλῆρες ἔχοντα κουφότερα, τοῦ κενοῦ μηδὲν συντελοῦντος· εἰ δὲ διὰ τὸ κενόν, ἵνα τὰ πλείονος κενοῦ μετέχοντα κουφότερα ᾖ, τὰ δὲ
ἐλάττονος βαρύτερα· εἰ δὲ διὰ τὴν ἀναλογίαν τοῦ κενοῦ πρὸς τὸ πλῆρες, ἵνα λέγωμεν ὅτι ἐν οἷς μείζονα λόγον ἔχει τὸ κενὸν πρὸς τὸ κενὸν ἢ τὸ πλῆρες πρὸς τὸ πλῆρες, ταῦτα κουφότερά ἐστι, τὰ δὲ ἕτερα βαρύτερα, ἵνα
φέρε εἰπεῖν δύο ὄντων σωμάτων μείζονα λόγον ἔχῃ τὸ ἐν τῷ ἑτέρῳ κενὸν πρὸς τὸ τοῦ ἑτέρου Ε; ἢ τὸ πλῆρες πρὸς τὸ πλῆρες τὸ
ἵνα τὸ μὲν κενὸν ᾖ διπλάσιον φέρε εἰπεῖν τοῦ ἐν τῷ ἑτέρῳ κενοῦ, τὸ δὲ πλῆρες ἡμιόλιον ἢ ἴσον. εἰ μὲν οὖν διὰ τὸ πλῆρες μόνον τὰ μὲν ἦν βαρύτερα τὰ δὲ κουφότερα, ἔδει τὴν ὀλίγην γῆν κουφοτέραν εἶναι τοὐ πολλοῦ πυρός· πλεῖον γὰρ πλῆρές ἐστιν ἐν τῷ πολλῷ πυρὶ ἤπερ ἐν τῇ
ὀλίγῃ γῇ. εἰ δὲ διὰ τὸ κενὸν μόνον, ἔδει τὴν πολλὴν γῆν κουφοτέραν
εἶναι τοῦ ὀλίγου πυρός· πλεῖον γὰρ κενόν ἐστιν ἐν τῇ πολλῇ γῇ ἢ ἐν τῷ ὀλίγῳ πυρί. εἰ δὲ διὰ τὴν ἀναλογίαν ἀμφοτέρων, καὶ κουφότερα ταῦτα ἦν ἐν οἷς μείζων ἐστὶν ὁ λόγος τοῦ κενοῦ πρὸς τὸ κενὸν ἡ τοὐ πλήρους πρὸς τὸ πλῆρες, δῆλον ὅτι ἐν οἷς ἴσοι εἰσὶν οἱ λόγοι τοῦ κενοῦ καὶ τοῦ πλήρους, ταῦτα ὁμοίως ἔσονται κοῦφα ἢ βαρέα. ἔδει οὖν τὴν μεγάλην
γῆν ὁμοίως εἶναι κούφην ἢ βαρεῖαν τῷ μορίῳ ἑαυτῆς· ὁ αὐτὸς γάρ ἐστιν
ἐν τῷ ὅλῳ καὶ ἐν τῷ μορίῳ τοῦ κενοῦ καὶ τοῦ πλήρους λόγος. ἔδει οὖν τὸν ταλαντιαῖον λίθον καὶ τὴν ὀλίγην γῆν τοῖς βραχυτάτοις ἑαυτῶν μορίοις ἰσόρροπα εἶναι, ὅπερ ἀδύνατον.
δὲ καὶ ἐνταῦθα ἕτερά τινα.
ἐπειδὴ γὰρ τὸ πάσχειν οὐκ ἄλλως γίνεσθαι λέγουσιν εἰ μὴ διὰ
τοῦ κενοῦ, κενὸν δὲ οὐκ ἔστιν ἐν ταῖς ἀτόμοις, οὐδ’ ἄρα πάθος τι. ἀλλ’ εἰ ἀπαθεῖς αἱ ἄτομοι, οὐδ’ ἂν δράσωσιν εἰς αὑτάς· ὃ γὰρ μὴ ἔχουσι πάθος, οὐκ ἄν ποτε οὔτε ἄλλῳ οὕτε αὑταῖς μεταδοῖεν. εἰ δὲ μὴ δράσουσιν
εἴς τι, οὐδὲν ἔσται ποιοῦν οὐδὲ πάσχον, ὅπερ ἄτοπον καὶ τῇ ἐναργείᾳ
αὐτῇ μαχόμενον. ὥστε οὐδὲν ἔσται οὔτε σκληρὸν ἐκ μαλακοῦ οὔτε ψυχρὸν ἐκ θερμοῦ οὔτε τῶν τοιούτων οὐδέν. καίτοι, φησίν, αὐτοὶ τοῖς ἑαυτῶν μάχονται λόγοις. φασὶ γὰρ τὰς σφαιρικὰς τῶν ἀτόμων θερμὰς εἶναι, καὶ προσέτι τὰ ὑπερέχοντα τῶν ἀτόμων βαρύτερα εἶναι· ὥστε, φησίν, ἱεῖ τὰ μείζω ἄτομα βαρύτερα, δῆλον ὅτι καὶ τὰ μείζω σφαιρικὰ θερμοτέρα·
θερμότεραι δὲ οὖσαι καὶ βαρύτεραι πῶς οἷαί τε μὴ ποιεῖν καὶ πάσχειν
εἰς ἀλλήλας; τὸ γὰρ ἠρέμα θερμὸν πάσχει ὑπὸ τοῦ σφόδρα θέρμου· ὥστε πάλιν ποιήσουσι καὶ πείσονται ὑπ’ ἀλλήλων. ἄτοπον δὲ καὶ τὸ τὰ σφαιρικὰ θερμὰ μὲν λέγειν, μὴ ἀποδιδόναι δὲ καὶ τὸ ἐναντίον τῷ θερμῷ τὸ ψυχρὸν ἑτέρῳ τινὶ σχήματι. ἄτοπον δὲ καὶ τὸ λέγειν θερμότητα μὲν καὶ βαρύτητα
ὑπάρχειν ταῖς ἀτόμοις, τὰ δ’ ἐναντία τούτοις καὶ ἁπλῶς τὰ, ἄλλα πάθη μὴ λέγειν ὑπάρχειν· εἰ γὰρ ὑπάρχει τὸ σκληρὸν ταῖς ἀτόμοις, φησί, διὰ τί μὴ καὶ τὸ μαλακὸν ὑπάρξει; εἰ δὲ ὑπάρξει τὸ μαλακόν, τὸ
δὲ μαλακὸν ὑπεικτικόν, ὑπείκει δὲ τῷ πάσχειν τι, οὐκ ἀπαθεῖς ἄρα καὶ κατὰ τοῦτο.
618
τελείως ἅπασιν ἐπεξέρχεται τοῖς τμήμασι τῆς διαιρέσεως, ἡμεῖς δὲ τελείως 619 αὐτὴν ἐκθώμεθα. ἀνάγκη οὗν τὰς ἀτόμους ἢ μηδὲν ἔχειν πάθος ἢ ἔχειν· 620 καὶ εἰ ἔχοιεν πάθος, ἢ ἓν ἑκάστην ἔχειν ἢ ἑκάστην πλείονα ἢ πλείους ἓν ἢ
πλείους πλείονα· τῷ δὲ τμήματι τῷ ὑποτιθεμένῳ πλείους συμπεριειλήφθω καὶ πάσας. εἰ μὲν οὖν μηδὲν ἔχοιεν πάθος, οὐδ’ ἄν τὰ ἐξ αὐτῶν συγκείμενα
σχοίη ἄν τι πάθος. πῶς γὰρ ὃ μὴ ἔχουσι τοῖς ἐξ αὐτῶν συγκειμένοις δοῖεν ἄν; ἀλλ’ εἰ μηδὲν ἕξουσι τὰ ἐξ αὐτῶν πάθος, ἀναιρεθήσεται ἡ αἴσθησις καὶ τὰ αἰσθητά. ἡ γὰρ αἴσθησις τῷ πάσχειν τι ὑπὸ τῶν αἰσθητῶν λέγεται, ταῦτα δέ ἐστι τὰ πάθη. ὥστε οὐδὲν ἔστι φύσει
αἰσθητόν. αἰσθητοῦ δὲ μὴ ὄντος οὐδὲ αἴσθησις ἔσται· ταῦτα γὰρ τῶν πρός
τί ἐστιν. ὅτι δὲ οὐδὲ ἐν τῇ σχέσει τῇ πρὸς τὰς αἰσθήσεις τὰ αἰσθητὰ τὸ εἶναι ἔχουσι, καὶ Πλατῶν ἐν τῷ Θεαιτήτῳ ἔδειξε καὶ αὐτὸς πολλαχοῦ ὁ Ἀριστοτέλης. ὥστε συμβήσεται παντελῶς ἀναιρεῖσθαι καὶ τὸ αἰσθητὸν καὶ τὴν αἴσθησιν. ἀδύνατον ἄρα μηδὲν αὐτὰς ἔχειν πάθος. εἰ δὲ ἔχοιεν, ἓν δὲ ἔχοι ἑκάστη, λέγω δὲ ἓν ἑκάστην ἔχειν, ἵνα μηδεμία τὸ αὐτὸ τῇ ἑτέρᾳ
ἔχῃ ἀλλ’ ἑκάστη ἰδιάζον παρὰ τὰς λοιπάς, εἰ τοίνυν ἓν ἑκάστη ἔχοι
πάθος, οὐκ ἔσονται τῆς αὐτῆς φύσεως. εἰ γὰρ μὴ πέφυκεν ἡ ἑτέρα τὸ τῆς ἑτέρας δέχεσθαι πάθος, οὐκ ἄρα μιᾶς εἰσι φύσεως. καίτοι γε καὶ τοῦτο λέγουσιν. εἰ δὲ μὴ τῆς αὐτῆς εἶεν φύσεως, οὔτε ποιοῦσιν εἰς ἀλλήλας οὔτε πείσονται. ὥστε ἀναιρεθήσεται τούτῳ τὸ ποιεῖν καὶ τὸ
πάσχειν, καὶ μάτην ἔσονται ἐν αὐταῖς τὰ πάθη μὴ δρῶντα μηδὲ πάσχοντα μηδὲν ὑπ’ ἀλλήλων· οὐδὲν δὲ μάτην ὑπὸ τῆς φύσεως γίνεται· οὐκ ἄρα δυνατὸν μίαν ἑκάστην ἓν ἔχειν πάθος. εἰ δὲ ἑκάστη πλείονα ἔχοι, ἑκάστην
δὲ λέγω πλείονα ἔχειν οἷον εἰ χίλιαι εἶεν ἄτομοι, ἵνα ἑκάστη αὐτῶν ἔχοι φέρε εἰπεῖν πέντε τινὰ πάθη, μὴ ταὐτὰ μέντοι τῶν λοιπῶν μηδεμιᾷ, ἀλλ’
ἑκάστην σωρείαν τινὰ ἰδιάζουσαν ἔχειν παθῶν· εἰ οὖν οὕτως ἑκάστη ἔχοι πλείονα, ἐρήσομαι ῾πῶς ἔχει ταῦτα καὶ κατὰ τίνα λόγον;’ ἤτοι κατὰ τὴν τῶν μερῶν σύνθεσιν, ἢ ὡς εἶδος ἐν ὕλῃ· λέγω δὲ κατὰ τὴν τῶν μερῶν σύνθεσιν οὐχὶ ὡς κατ’ ἐνέργειαν ἐκ μερῶν διῃρημένων συγκειμένης τῆς ἀτόμου, ἀλλ’ ὅτι διὰ τὴν τοιάνδε τῶν κατ’ ἐπίνοιαν λαμβανομένων
μερῶν ἁρμονίαν τὰ πάθη ἐν ἑκάστῃ ὑπάρχει. εἰ τοίνυν διὰ τὴν τῶν μερῶν σύνθεσιν ὑπάρχει ἐν αὐταῖς τὰ πάθη, συμβήσεται τὸ αὐτὸ καθ’ ὃ δρᾷ κατὰ τοῦτο πάσχειν. οἷον εἰ ἔχοι ἡ ἄτομος καὶ θερμότητα καὶ ὑγρότητα, ἔπειτα δρᾷ μὲν κατὰ τὴν θερμότητα πάσχει δὲ κατὰ τὴν ὑγρότητα, ἐπειδὴ καθ’ ὅ ἐστιν ὑγρὰ κατὰ τοῦτό ἐστι καὶ θερμή, πάσχουσα ἄρα 621 κατὰ τὴν ὑγρότητα πάσχοι ἄν καὶ κατὰ θερμότητα. ὥστε ποιοῦσα κατὰ 622 τὴν θερμότητα πάσχοι ἄν κατὰ θερμότητα, ὅπερ ἄλογον · θερμαίνουσα
γὰρ θερμανθήσεται ἣν θερμαίνει θερμότητα. οὐκ ἄρα κατὰ τὴν τῶν μερῶν σύνθεσιν ἔχοι ἄν τὰ πάθη. ’ τὸ αὐτὸ δ’ ἂν ἄτοπον ἀκολουθοῦν
δόξῃ τοῖς τε τῶν κράσεων ἀποτελέσματα τὰ εἴδη λέγουσιν εἶναι, οἷοί εἰσιν οἱ ἰατροί, τοῖς τε μὴ τῶν κράσεων μὲν ἀποτελέσματα λέγουσι, τῇ μέντοι ἐπιτηδειότητι τῆς κράσεως ἔξωθεν ἐκ τῆς ὅλης δημιουργίας ἐπιγίνεσθαι τὰ εἴδη, ὡς καὶ ὁ ἀληθὴς ἔχει λόγος. εἴτε γὰρ τῶν κράσεων ἀποτελέσμαlτα 623 εἶεν τὰ εἴδη, ἐπειδὴ τῇ τοιᾷδε συμμετρίᾳ τῆς πρώτης κράσεως, τῶν
ξηρῶν φημι καὶ ὑγρῶν, θερμῶν τε καὶ ψυχρῶν, πλείους ἕπονται ποιό- τητες (καὶ χρῶμα γὰρ τοιόνδε καὶ χυμὸς καὶ μαλακότης ἢ σκληρότης καὶ τὰ ὅμοια), δῆλον ἄρα ὅτι κατὰ τὸν αὐτὸν λόγον καὶ γλυκὺ ἔσται καὶ ἐρυθρὸν καὶ ὑγρὸν καὶ θερμὸν καὶ τὰ λοιπά· ὥστε εἰ κατὰ τὸν αὐτὸν λόγον πάντα ἐστί, πάσχον ἄρα κατὰ τὸ ἕτερον πάθοι ἄν καὶ κατὰ τὸ
λοιπόν· ὥστε εἰ ποιεῖ μὲν κατά τι πάσχει δὲ κατ’ ἄλλο, κατὰ τὸ αὐτὸ ἄρα καθ’ ὃ ποιεῖ καὶ πείσεται· κατὰ γὰρ τὸν αὐτόν ἐστι λόγον ἀμφότερα. εἰ δὲ καὶ μὴ τῶν κράσεων εἰσιν ἀποτελέσματα τὰ εἴδη, ἕπονται μέντοι ἔξωθεν τῇ τῶν κράσεων ἐπιτrιδειότητι, δῆλον ὅτι κατὰ τὴν αὐτὴν πάλιν ἐπιτηδειότητα τὰ διάφορα ἐπιγέγονε πάθη. εἰ δὲ κατὰ τὸν αὐτὸν τῆς ἐπι-
τηδειότητος λόγον ἐπιγεγόνασι τὰ διάφορα πάθη, τὸ αὐτὸ πάλιν ἀκολουθήσει ἄτοπον, εἰ τῷ μὲν ποιεῖ τῷ δὲ πάσχει· καθ’ ὃ γὰρ πάλιν ποιεῖ, κατὰ
τοῦτο καὶ πείσεται. ὥστε τὸ αὐτὸ καὶ τῷ ἀληθεῖ λόγῳ ἠκολούθησεν ἄτοπον.
ὑπὸ τῆς αὐτῆς κράσεως ἢ τὰ διάφορα ἀποτελεῖται εἴδη ἤγουν, ὡς ὁ ἀλη- θέστερος ἔχει λόγος, ἐπιγίνονται τῇ αὐτῇ ἐπιτηδειότητι διάφοροι ἰδέαι· ὅτι γὰρ οὐχ ἀπλῶς ἀποτελέσματα τῶν κράσεων τὰ εἴδη , πρόδηλον. ἔστω γὰρ τὸ θερμὸν καὶ ψυχρὸν τῆς πρώτης κράσεως ἀποτέλεσμα ἢ τὸ ξηρὸν καὶ ὑγρὸν ἢ τὸ βαρὺ καὶ κοῦφον. πόθεν δὲ τὸ εὐῶδες καὶ τὸ
δυσῶδες καὶ τούτων αἱ ἄπειροι διαφοραί; πόθεν τῶν χυμῶν τὰ πλήθη καὶ τῶν χρωμάτων αὐτά τε τὰ οὐσιώδη εἴδη, σαρκός φημι καὶ ὀστοῦ καὶ τῶν ἀπείρων εἰδῶν; καὶ εἰ κατὰ τὸν αὐτὸν λόγον τῆς πρώτης κράσεως τὰ διάφορα ἀποτελεῖται ἐν τοῖς ὁμοιομερέσιν εἴδη, οἷον τὸ γλυκὺ καὶ ξανθὸν καὶ γλίσχρον ἐν τῷ μέλιτι, τί δήποτε μὴ παθόντος τοῦ ἑνὸς συμπάσχει 624 καὶ τὸ ἕτερον; πάσχει μὲν γὰρ τὸ χρῶμα τὸ τοῦ μέλιτος καὶ ἐκ ξανθοῦ 625 γίνεται λευκόν, ἡ μέντοι γλυκύτης εἰ τύχοι οὐ πέπονθεν οὐδέν. δῆλον δὲ
ὅτι εἰ μὴ μετέβαλεν ἡ τοῦ μέλιτος κρᾶσις, οὐκ ἄν τὸ χρῶμα μετέβαλε. πῶς οὖν οὐ συμμετέβαλε καὶ ὁ χυμός, εἴπερ καὶ τὴν ἀρχὴν κατὰ τὸν
λόγον τὸν αὐτὸν τῆς κράσεως ὑπέστησαν; ὁμοίως δὲ καὶ τοῦ οἴνου ὀξίσαντος ὁ μὲν χυμὸς μετέβαλε, τὸ χρῶμα δὲ οὐκέτι. καίτοι ἔδει ἄμφω συμπάσχειν τῆς κράσεως παθούσης. ἐπεὶ κατὰ τὸν αὐτὸν συνυπέστησαν τῆς κράσεως λόγον. καὶ μυρία ἐστὶ τοιαῦτα εὑρεῖν παραδείγματα. εἰ δὲ ἐπί τινων συμμεταβάλλουσιν αἱ ποιότητες, οἷον ὡς ἐπὶ τοῦ ἑψομένου οἴνου, λέγω δὴ
τοῦ καλουμένου ἑψήματος ἢ σειρίου (τουτου γὰρ ἐν τῇ ἑψήσει μετὰ τοῦ χυμοῦ καὶ τὸ χρῶμα συμμεταβάλλει), ἀλλ’ οὖν ἐφ’ ὧν οὐ τοῦτο συμβαίνει
ζητήσεως ἄξιον καὶ ἀπορίαν οὐκ εὐδιάλυτον ἔχει τὸ θεώρημα. τί οὖν πρὸς ταῦτά φαμεν; ἑκάστη ποιότης ἐν πλάτει τινὶ θεωρεῖται, καὶ οὐκ ἔστιν ἄτομος αὐτῆς ἡ οὐσία. ἥ τε γὰρ λευκότης ἐν πλάτει ἐστίν (οὐ γὰρ εὐθὺς
τὸ τοῦ ἄκρως λευκοῦ ἐκστὰν ἤδη καὶ τοῦ λευκὸν ὅλως εἶναι ἐξέστη), ὁμοίως δὲ καὶ ἡ γλυκύτης ἐν πλάτει θεωρεῖται (πολὺ γάρ ἐστι τῶν γλυκέων τὸ πλάτος), ὁμοίως δὲ καὶ ἐπὶ πάντων ἔχει. εἰ τοίνυν πλάτος ἔχουσιν αἱ ποιότητες, δῆλον ὅτι καὶ αἱ τῶν κράσεων ἐπιτηδειότητες,
αἷς ἐγγίνεσθαι πεφύκασιν, πλάτος ἄν ἔχοιεν. ἔστι μέντοι τις ἔσχατος
κράσεως λόγος, ἐν ᾧ οὐκέτι πέφυκεν ἑκάστη ἐγγίνεσθαι, ἀλλ’ εὐθὺς κατ’ ἐκεῖνο τὸ τῆς κράσεως ἄτομον ἡ ὅλη τῆς ποιότητος φύσις ἠλλοίωται. οἷον, ἵνα ὡς ἐπὶ παραδείγματος γυμνάσω τὸν λόγον, ἔστω δέκα τυχὸν θερμοῦ μέρη ψυχροῦ δὲ τὰ ἴσα καὶ ξηροῦ καὶ ὑγροῦ, καθ’ ἃ τὸ ἄκρον τῆς γλυκύτητος ἐγγίνεσθαι πέφυκε εἶδος. ἐὰν οὖν μειωθῇ τῆς ἑτέρας
ἀντιθέσεως ἓν μόριον, οὐχ οὕτω μὲν ἔσται γλυκύ, οὐ μέντοι οὐδαμῶς
γλυκύ, ἀλλ’ ἧττον γλυκύ· ἐὰν μέντοι πέντε μοῖραι μειωθῶσιν (ἔστω γὰρ μέχρι τούτου σῴζεσθαι τὴν γλυκύτητα), δῆλον ὅτι παντελῶς τὸ εἶδος οἰχήσεται. ὅταν οὖν τῇ αὐτῇ κράσει διάφοροι ἕπωνται ποιότητες, οὐ πάντως πᾶσαι κατὰ τὸν ἴσον ἀλλήλαις ἐγγίνονται λόγον, ἀλλ’ ἡ μὲν φέρε εἰπεῖν
γλυκύτης κατὰ τὸ τέλειον εἶδος ἐγγίνεται, τὸ δὲ λευκὸν ἢ τὸ ξανθὸν ἡ τὸ γλίσχρον οὐ κατὰ τὸν τέλειον ἑαυτοῦ λόγον, ἀλλὰ πολλάκις κατὰ τὸν ὑφειμένον. διὰ τοῦτο οὖν ὀλίγον τῆς κράσεως παρατετραμμένης τὸ μὲν γλυκὺ
οὐχ ὅλον παρατέτραπται, τὸ δὲ χρῶμα πολλάκις ἐτράπη ὅλον, ἐγγὺς οὔσης τῆς ἐξ ἀρχῆς κράσεως ἐκείνης τῆς προσεχοῦς καὶ ἀτόμου, καθ’ ἣν οὐκέτι
ἐπεφύκει τὸ τοιοῦτον χρῶμα γίνεσθαι. ὅτι γὰρ κἂν ὀλίγον παρατραπῇ 626 τῆς ἐξ ἀρχῆς κράσεως, οὐδεμία ποιότης ὡς εἶχεν ἐξ ἀρχῆς ἀπαραλλάκτως 627 μένει, πρόδηλον. οὔτε γὰρ ἡ τοῦ μέλιτος γλυκύτης, ὅταν ὑπὸ τῆς ἑψήσεως ἢ τῆς τρίψεως συμπαγῇ, ἡ αὐτὴ μένει, οὔτε τὸ χρῶμα τοῦ οἴνου ὅταν ὀξίσῃ, ἀλλ’ ὡς πρὸς τὴν αἴσθησιν καὶ ὡς ἐν πλάτει τὸ αὐτὸ δοκεῖ μένειν.
ἀλλ’ ἐπειδὴ ξηροτέρου γινομένου τοῦ μέλιτος ὑπὸ τῆς ἑψήσεως ἢ τῆς τρίψεως ἡ μὲν γλυκύτης ὡς ἐν πλάτει τῆς κράσεως ἔτι ἐπεφύκει μένειν τὸ κυρίως ὂν τὸ αὐτὸ † τὸ δὲ παντελῶς ἠμεῖφθαι. ἔστι μὲν οὖν ἐν τῷ μέλιτι καὶ τὸ ἐναπολαμβανόμενον πνεῦμα τοῦ χρώματος τοῦ λευκοῦ αἰτιάσασθαι καὶ οὐχ ἁπλῶς τῆς τοὐ μέλιτος φύσεως αὐτὸ εἶναι λέγειν, ἀλλ’
ἐπειδὴ προφανῶς ἐπὶ τοῦ ὄξους καὶ ἐπί τινων ἄλλων τὸ μὲν χρῶμα ὡς ἐν πλάτει μένει, ὁ δὲ χυμὸς οὐδ’ ὅλως, διὰ τοῦτο οὐδὲ ἐπὶ τοῦ μέλιτος
προσφιλονεικήσομεν.
ἀρχῆς ἐπανέλθωμεν. εἰ μὲν οὖν κατὰ τὴν τῶν μερῶν σύνθεσιν τὰ διάφορά ἐστι πάθη ἐν ἑκάστῃ τῶν ἀτόμων, τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ ποιήσει καὶ πείσεται. εἰ δέ τις εἴποι ὅτι οὐκ ἐκ τῆς τῶν μερῶν συνθέσεως ἁπλῶς ὑπάρχει τῇ ἀτόμῳ τὰ πάθη, ὥστε κατὰ τὸν αὐτὸν | λόγον εἶναι ἅπαντα, 628 ἀλλ’ ὅτι διάφορα τὴν ὕλην συμβέβηκεν ἔχειν τῷ ἕκαστον μόριον ἰδιάζον
τι ἔχειν πάθος, ἐροῦμεν πρῶτον μὲν περὶ ἑκάστου τῶν μερῶν τὸν αὐτὸν λόγον ὅνπερ ἐλέγομεν ἐν τῇ ὑποθέσει τῇ λεγούσῃ ἓν ἕκαστον ἔχειν πάθος, ἔπειτα, εἰ ἄλλα μόρια ἄλλα ἔχουσι πάθη, δῆλον ὅτι διὰ τὸ ἄλλης τινὸς ἕκαστον τῶν μορίων εἶναι φύσεως, εἴ γε μὴ πᾶσα πέφυκε δέχεσθαι τὸ τοῦ ἑτέρου μέρους πάθος. εἰ γὰρ πέφυκεν, ἢ δέξεταί ποτε καὶ μεταβαλεῖ
καὶ οὕτως οὐκ ἀμετάβλητοι ἔσονται, ἢ εἰ μὴ δέξεται, μάτην ἕξει τὴν δύναμιν. εἰ δὲ ἑτέρας φύσεως τὰ μόρια, τί τὸ συνάψαν; καὶ πῶς τὰ πάντῃ κεχωρισμένα συνῆπται; καὶ οὐκέτι ὁμοιομερεῖς αἱ ἄτομοι οὐδὲ πρῶται ἀρχαί, ἀλλ’ ἐκεῖνα ἐξ ὧν αὗται σύγκεινται. ἀλλ’ οὐδὲ κυρίως ἄτομοι διαιρούμεναί γε εἰς τὰ ἐξ ὧν σύγκεινται. εἰ δὲ ὡς εἶδος ἐν ὅλῃ, τὸν
ἡμέτερον καὶ ἀληθῆ λόγον ἐροῦσι. κοινῆς οὖν ὑποκειμένης τῆς τῶν ἀτόμων
οὐσίας δεκτικὴ ἔσται ἑκάστη τῶν ἐν ταῖς ἄλλαις ἀτόμοις παθῶν. ὥστε καὶ ποιήσουσι καὶ πείσονται ὑπ’ ἀλλήλων. δέδεικται γὰρ ὅτι τὰ κοινὴν ὕλην ἔχοντα ποιητικά εἰσι καὶ παθητικὰ ὑπ’ ἀλλήλων, ἐναντία γε πάθη ἔχοντα. ὥστε εἰ μὲν πᾶσαι αἱ ἄτομοι τὰ ἕτερα τῶν ἐναντίων μόνα
ἕξουσι, χωλεύσει ἡ φύσις καὶ μάτην ἔσονται. εἰ δὲ ἐν τῇ αὐτῇ τὰ ἐναν- 629 τία, ἄτοπον ἅμ εἶναι τὰ ἐναντία. εἰ δὲ τὰς ἀντιθέσεις τῶν ἐναντίων 630 παθῶν ἐμερίσαντο, κοινοῦ ὄντος τοῦ ὑποκειμένου ἀδύνατον μὴ ποιεῖν καὶ
πάσχειν εἰς ἀλλήλας· τούτῳ γὰρ ἡ τῶν ἐναντίων φύσις γνωρίζεται. εἰ δὲ πλείους ἄτομοι ἓν ἔχοιεν πάθος, λέγω δὲ πλείους ἓν ἔχειν πάθος,
τουτέστιν ἢ πάσας ἓν ἡ κατὰ συμμορίαν ἕν, οἷον δέκα μὲν τὸ λευκὸν ἄλλας δὲ δέκα τὸ μέλαν, εἰ μὲν οὖν τὸ πρότερον, ἔδει πάντα τὰ ἐξ αὐτῶν τῆς αὐτῆς εἶναι φύσεως καὶ μηδεμίαν εἶναι διαφοράν, νῦν δὲ ἄπειροί εἰσιν αἱ ἰδέαι κατὰ ποιότητα· εἰ δὲ τὸ δεύτερον, εἰ μὲν ἐν πάσαις ταῖς συμμορίαις τὰ ἕτερα μόνον ὑπάρχει τῶν ἐναντίων, χωλεύσει πάλιν ἡ φύσις καὶ
ἀναιρεθήσεται τὸ ποιεῖν καὶ τὸ πάσχειν ποιοῦσι γὰρ καὶ πάσχουσι τὰ ἐναντία), εἰ δὲ διενείμαντο αἱ ἄτομοι τὰ ἐναντία πάθη, δῆλον ὅτι κοινοῦ ὄντος τοῦ ὑποκειμένου ποιήσουσι καὶ πείσονται καὶ μεταβαλοῦσιν εἰς ἀλλήλας ἢ μάτην ἔσονται τὰ ἐναντία μὴ ποιοῦντα καὶ πάσχοντα. εἰ δὲ πλείους πλείονα ἔχοιεν, λέγω δὲ πλείους πλείονα ἢ πάσας πάντα ἢ πάλιν κατὰ συμμορίαν, ἵνα
δέκα μὲν ἔχωσι τοσάδε πάθη ἄλλαι δὲ δέκα ἕτερα, πάλιν κοινῶς μὲν οὖν ἐπ’
ἀμφοῖν ἐροῦμεν ὅτι εἰ μὲν ἀμφότερα ἔξουσι τὰ ἐναντία αἱ αὐταί, ἄτοπον ἅμα εἶναι καὶ κατὰ ταὐτὸν τὰ ἐναντία, εἰ δὲ τὰ ἕτερα τῶν ἐναντίων πᾶσαι, χωλεύσει πάλιν ἡ φύσις· ἰδίᾳ δὲ ἐπὶ μὲν τοῦ προτέρου, ὅτι ἔδει πάντα ὁμοούσια εἶναι, ἐπὶ δὲ τοὐ δευτέρου ἐροῦμεν τά τε εἰρημένα ἐπὶ τῆς ὑποθέσεως
τῆς λεγούσης ἐν ἑκάστῳ πλείονα εἶναι τὸ αὐτὸ γὰρ καὶ ἐπὶ τούτων ἁρμόσει) καὶ ἔτι τὰ ἐπὶ τῆς ὑποθέσεως τῆς λεγούσης ἐν πλείοσιν ἕν.
μὲν τὸ εἶδος τῆς ποιότητος ὑπάρχειν ἄλλο δὲ μή; εἰπὼν δὲ ὅτι ἄτοπον
ἕπεται τῇ ὑποθέσει τῇ λεγούσῃ μηδὲν ἔχειν πάθος τὰ ἄτομα, ἐσίγησε τὸ ἄτοπον ὡς προφανές, εἴπομεν δὲ αὐτὸ ἡμεῖς.
ὑπάρχειν ἣ μὴ τῇ ἑτέρᾳ ὑπάρχει. ἄτοπον δὲ τὸ μὴ μιᾶς αὐτὰς εἶναι φυσεως.
ἡμεῖς ἐξεθέμεθα.
635
εὔλογον ἐν ἄλλῳ μορίῳ ἄλλην δύναμιν ἀποτίθεσθαι. οὔτε γὰρ ἔλεγον τοῦτο οἱ τὰς ἀτόμους ὑποτιθέμενοι, εἴτε καὶ λέγοι τις, οὐκέτι σώσει τὴν τῶν ἀτόμων καὶ ἔννοιαν καὶ ὑπόθεσιν. οὔτε γὰρ ἄν πρῶται ἀρχαὶ εἶεν
ἔτι, ἀλλ’ ἐκεῖνα λέγω δὴ τὰ μόρια ἐξ ὧν καὶ αὗται ἑτέρων ὄντων κατὰ τὴν οὐσίαν σύγκεινται, ἕτερα δὲ κατ’ οὐσίαν τὰ δυνάμεως ἑτέρων μετειληχότα),
οὔτε κυρίως ἄν εἶεν ἔτι ἄτομοι· τέμνονται γὰρ ταῖς διαφόροις δυνάμεσιν, εἰ καὶ μὴ τῷ τόπῳ. ἐπεὶ οὖν δεῖ τὰς ἀτόμους καὶ κατὰ δύναμιν ἀτόμους εἶναι, συμβήσεται κατὰ τὴν αὐτὴν δύναμιν τὰ πλείονα ἔχειν πάθη. ὥστε ἑνὸς παθόντος ἀνάγκη καὶ τὰ λοιπὰ συμπάσχειν. καὶ εἰ ἔχοι
καὶ ποιητικὰ πάθη καὶ παθητικά, ἐπειδὴ κατὰ τὴν αὐτὴν ἄμφω ὑπάρχει
δύναμιν, καθ’ ὃ ποιεῖ κατὰ τοῦτο καὶ πείσεται, ὥσπερ εἴπομεν ἀνωτέρω.
ἔχοι καὶ ἐπὶ τῶν λοιπῶν ποιοτήτων. ποιοῦν γὰρ κατὰ θερμότητα ποιήσει καὶ κατὰ μανότητα, εἰ μανὸν εἴη. καὶ εἰ πάσχοι κατὰ ὑγρότητα ὂν θερμὸν
καὶ ποιοῦν κατὰ τὸ θερμόν, πείσεται ἅμα κατ’ αὐτό· κατὰ ταὐτὸν γάρ ἐστιν ὑγρὸν καὶ θερμόν.
μήτε πλείονα. εἶτα τοῦτο κατασκευάζων ἐπήγαγεν οὔτε γὰρ μανότερα οὔτε πυκνότερα οἷόν τε γίνεσθαι κενοῦ μὴ ὄντος ἐν τοῖς ἀδιαι- ρέτοις. τὸ γὰρ μανὸν καὶ πυκνὸν τῇ τοῦ κενοῦ παρεμπλοκῇ γίνεσθαι ἔλεγον οἱ περὶ Δημόκριτον· μανότερα γὰρ εἶναι τὰ πλείονος κενοῦ μετέχοντα,
πυκνότερα δὲ τὰ ἥττονος. εἰ τοίνυν ἐν ταῖς ἀτόμοις κενὸν οὐκ
ἔστιν, οὐκ ἂν εἶεν μανότεραι ἢ πυκνότεραι. τοῦτο δὲ ἐπήγαγεν οὐχ ὡς τῇ τούτου ἀναιρέσει συναναιρουμένων καὶ τῶν ἄλλων παθῶν οὐ γὰρ εἰ μὴ εἶεν μανότεραι ἢ πυκν·ότεραι, οὐδ’ ἄλλο τι πάθος ἔχοιεν ἄν), ἀλλ’ ἤδη μὲν τὸ μὴ δύνασθαι πάθος ἔχειν αὐτὰς κοινῶς ἀνεῖλεν, καὶ ὡς ἐπί τινων δὲ ἰδίᾳ παθῶν τοῦτο γυμνάζων ἐπήγαγεν. οἱ δὲ τὰ ἐπίπεδα λέγοντες
κενὸν μὲν οὐκ ἔλεγον εἶναι, ἴσως δὲ κἀκεῖνοι τὸ μανότερον καὶ πυκνότερον
ἔλεγον γίνεσθαι τῷ πλείονας ἢ ἐλάττονας πόρους ἔχειν. ἄλλως τε αὐτὸς ἀλλαχοῦ περὶ τούτων εἶπεν ὅτι “πάθος οὐδὲ ἐπιχειροῦσι γεννᾶν”. ἤτοι οὖν τοῦτο σημαίνει τὸ τοῦτο γὰρ καὶ τοῖς στερεὰ καὶ τοῖς ἐπίπεδα λέγουσι συμβαίνει τὸν αὐτὸν τρόπον, λέγω δὲ τὸ μὴ δύνασθαι ἔχειν
πάθος μηδέν, ἡ ὅτι πλείονα ἔχοντα πάθη, ἐπειδὴ κατὰ τὸν αὐτὸν αὐτὰ ἔχει λόγον, ἀδιαίρετά γε ὄντα κατὰ δύναμιν, ὡς εἴρηται, καθ’ ἓν καὶ τὸ αὐτὸ ἅμα συμβήσεται αὐτὰ καὶ ποιεῖν καὶ πάσχειν· ἃ γὰρ ἄν εἴποιμεν ἐπὶ
τῶν στερεῶν ἀτόμων, τοῦτο λέξομεν καὶ ἐπὶ τῶν ἐπιπέδων. τὸ δὲ ἐφεξῆς, τὸ οὔτε γὰρ μανότερα οὔτε πυκνότερα οἷόν τε γίνεσθαι
κενοῦ μὴ ὄντος ἐν τοῖς ἀδιαιρέτοις, πρὸς τὴν δευτέραν ἐξήγησιν οὕτως νοητέον. ἐπειδὴ γὰρ διὰ τοῦ καθ’ ἕνα καὶ τὸν αὐτὸν λόγον εἶναι ἐν ταῖς ἀτόμοις τὰ πλείονα πάθη, οὕτως ἀνεῖλεν τὸ ὅλως ἔχειν αὐτὰς ἅμα πλείω πάθη, εἶπε δὲ ἄν τις, ὅπερ ἤδη καὶ ἡμεῖς προηπορήσαμεν, ὅτι οὐκ ἀνάγκη καθ’ ἕνα εἶναι καὶ τὸν αὐτὸν λόγον, ἀλλ’ ἐν ἄλλῳ μορίῳ
ἄλλο ἐστὶ τῶν παθῶν, διὰ τοῦτο ἐπήγαγε τὸ οὔτε γὰρ μανότερα οὔτε πυκνότερα οἷόν τε εἶναι. εἰ γὰρ κατὰ τὰς αὐτῶν ὑποθέσεις τῇ τοῦ
κενοῦ παρεμπλοκῇ τὸ μανὸν καὶ τὸ πυκνὸν γίνεται, κενὸν δὲ οὐκ ἔστιν ἐν ταῖς ἀτόμοις, δῆλον ἄρα ὅτι οὔτε πυκνότερα αὐτὰ οἷόν τε εἶναι οὔτε μανότερα οὔτε ἄλλα ἄλλου οὔτε αὐτὰ ἑαυτῶν ἄλλοις καὶ ἄλλοις μορίοις. ὥστε
εἷς καὶ ὁ αὐτὸς ἔσται αὐτῶν λόγος καὶ μία ἡ δύναμις. εἰ γὰρ ὁμοιομερής 641 ἐστιν ἑαυτῇ ἡ ἄτομος καὶ διαφορὰν μηδεμίαν ἔχουσα, δῆλον ὅτι καὶ εἷς 642 ὁ τῆς συνθέσεως τῶν μερῶν αὐτῆς λόγος, καὶ μία καὶ ἡ αὐτὴ δὲ ἁπάσης
ἡ δυνάμις· ὥστε οὐ δυνατὸν κατὰ ἄλλο· μὲν εἶναι μόριον θερμόν, κατὰ ἄλλο δὲ ἄλλο τι.
κροτητὰ τὴν τομήν, οὐ μέντοι φύσει ἀδιαίρετα αὐτὰ λέγουσιν, ἀλλὰ κατὰ δύναμιν ἐπ’ ἄπειρον διαιρετά), εἰ τοίνυν φύσει ἀδιαίρετα ὑποτίθενται τὰ ἄτομα, ἀποκληρωτικόν, φησίν, ἂν εἴη μικρὰ μὲν ὑποτίθεσθαι μὴ διαιρεῖ- σθαι, μεγάλα δέ. διὰ τί γὰρ καὶ κατὰ τίνα λόγον τοῖς μικροῖς μὲν ὑπάρχει τὸ ἀδιαίρετον, τοῖς δὲ μεγάλοις οὔ; ἡμεῖς μὲν γὰρ εὐλόγως εὐδιαί-
ρετα τὰ μεγάλα σώματα τῶν μικρῶν εἶναι λέγομεν , ἐπειδὴ φύσει διαιρετὰ
πάντα ἐπ’ ἄπειρον ὑποτιθέμεθα (διαιρετῶν οὖν ὄντων συμβαίνει τὰ μεγάλα μᾶλλον εἶναι διαιρετὰ διὰ τὸ προσπταίειν μᾶλλον τοῖς διαιροῦσι, τὰ μικρὰ δὲ ἐκφεύγει διὰ τὴν σμικρότητα τὸ διαιροῦν καὶ ἐξολισθαίνει), τοῖς δὲ ἀδιαίρετα φύσει λέγουσι τοῦτο οὐκ ἔξεστι· τὸ γὰρ ἀδιαίρετον
φύσει ὁμοίως ἐστὶ καὶ ἐν τῷ μείζονι καὶ ἐν xto ἐλάττονι.
ῥεῶν, ἢ διαφέρει θάτερα θατέρων;
αὐτῆς φύσεως, ἢ ἄλλα ἄλλης. εἰ μὲν οὖν μίαν ἔχοι πάντα καὶ τὴν αὐ-
τὴν φύσιν, ὥσπερ εἰ τύχοι τὰ διάφορα ὕδατα ἢ αἱ βῶλοι, τί ἐστι τὸ τοῦ χωρισμοῦ αὐτῶν καὶ τῆς διακρίσεως αἴτιον; ἢ διὰ τί πάλιν ἀπτό- μένα οὐ συμφύεται, ὥσπερ ὅταν ὕδωρ ὕδατος ἁφθῇ ἢ πῦρ πυρός; ἔδει γὰρ μιᾶς ὄντα καὶ τῆς αὐτῆς φύσεως δύνασθαι συμφύεσθαι ἀλλήλοις. εἰ δέ τις εἴποι ι διὰ τὴν σκληρότητα οὐ συμφύεται, ὥσπερ οὐδὲ ὀστράκου
κλασθέντος ἔτι δυνατὸν τὰ μόρια συμφύεσθαι’, πρῶτον μὲν οὖν τὸ αἴτιον
τοῦ χωρισμοῦ καὶ τῆς διαιρέσεως, ὥσπερ καὶ ἤδη εἴρηται, ζητητέον, ἔπειτα εἰ οὕτως ἦν φύσεως μιᾶς πάντα, οὐκ ἔδει ἐν τῇ συνθέσει διαφό- ρους ποιεῖν φύσεις, ἀλλ’, εἰ ἄρα, μόνον σχήματα, ὥσπερ καὶ σωρεία τῶν λίθων ἢ τῶν ὀστράκων φύσιν μὲν ἑτέραν οὐκ ἐποίησεν, μόνον δὲ τὸ 645 σχῆμα τῆς σωροῦ διάφορον. οὐκ ἄρα δυνατὸν τῆς αὐτῆς εἶναι φύσεως 646 πάσας τὰς ἀτόμους. εἰ δὲ ἄλλα ἄλλης εἶεν φύσεως, δῆλον ἄρα ὅτι ποιότητι διαφέρουσιν, οὐ σχήματι μόνον. ὥστε, φησίν, οὐκ ἀρχαὶ ἄν εἶεν τῶν | πραγμάτων, ἀλλὰ τὰ τούτων ἀρχοειδέστερα, αἱ ποιότητες, καθ’ ἃς 647
ταῦτα καὶ ἔστι καὶ διαιρεῖται.
649
ἔχοι πόσα ταῦτα, λέγοι ἂν πόσα ταῦτα πόσαι τῶν φύσεων αὐτῶν ἰδιότητες᾿· εἰ δὲ ποῖα ταῦτα, τουτέστι ταῦτα καθ’ ἃ διαφέρουσι, ποιότητες ἂν εἶεν. ὥστε αὗται τῶν σωμάτων ἀρχαί, οὐ τὰ ἄτομα·
τοιαῦτα δὲ ὄντα ἐν τῇ θίξει κἄν ποιοῖ κἄν πάσχοι ὑπ’ ἀλλήλων.
οὐκέτι ἄν εἶεν ἀπαθεῖς· δῆλον γὰρ ὅτι τῷ ἐκεῖνο μὲν ποιεῖν εἰς αὐτάς,
ταύτας δὲ πάσχειν ὑπ’ ἐκείνου, οὕτω κινοῦνται. εἰ δὲ ἑκάστη ἑαυτὴν κινεῖ, ἢ μέρει μὲν κινεῖ μέρει δὲ κινεῖται. ἢ ὅλη ἑαυτὴν καὶ κινεῖ καὶ κινεῖται. εἰ μὲν γὰρ τὸ πρότερον, οὐκέτι ἀδιαίρετος ἔσται οὐδ’ ἡ αὐτὴ καὶ ὁμοιομερής διαιρεῖται γὰρ εἰς τὸ κινοῦν καὶ κινούμενον)· εἰ δὲ ἡ ὅλη καὶ κινεῖ καὶ κινεῖται, ἔσται τὰ ἐναντία ἐν τῷ αὐτῷ· ἐναντίον γὰρ
τῷ ποιοῦντι τὸ πάσχον. καὶ ἡ ὕλη, φησίν, οὐ μόνον ἀριθμῷ μία ἀλλὰ καὶ δυνάμει. εἴπερ ὅλως, φησίν, ἡ αὐτὴ ἄτομος καὶ κινεῖ καὶ
κινεῖται, ἔσται οὐ μόνον ἀριθμῷ μία, ἀλλὰ καὶ δυνάμει. ἡμεῖς γὰρ μίαν φαμὲν εἶναι τὴν ὕλην ἀριθμῷ, δυνάμει δὲ οὐ μίαν ἀλλὰ πολλά· τὰ ἀντικείμενα γάρ ἐστι δυνάμει, εἰς ἑκάτερον αὐτῶν μεταβάλλειν δυναμένη παρὰ
μέρος. εἰ δὲ ἀπαθὴς οὖσα ἡ αὐτὴ καὶ κινεῖ καὶ κινεῖται, ἅμα ἓν καὶ ταὐτὸν ἔσται τὸ δύνασθαι κινεῖν καὶ τὸ δύνασθαι κινεῖσθαι. ὁμοίως καὶ ἐπὶ τῶν ἐναντίων. τὰ γὰρ ἐναντία ποιητικὰ καὶ παθητικά, καὶ τὸ μὲν ποιοῦν κινεῖ, τὸ δὲ πάσχον κινεῖται. ἡ αὐτὴ <ἄρα> ἅμα τὰς ἐναντίων ἕξει
δυνάμεις, εἴπερ καθ’ ἓν καὶ ταὐτὸν ἅμα κινεῖ καὶ κινεῖται. οὐκοῦν ἡ
αὐτὴ δύναμις ἔσται καθ’ ἣν ποιεῖ καὶ πάσχει, τουτέστι καθ’ ἣν θερμαίνει τε καὶ θερμαίνεται, ψύχει τε καὶ ψύχεται. ὥστε καὶ ἅμα τὰ ἐναντία ἔσται, τοῦτο δὲ ἀδύνατον.
ποιεῖν καὶ τὸ πάσχειν, εἶτα ἀποδεξάμενος μᾶλλον τὰς ὑποθέσεις τῶν περὶ Δημόκριτον, ὡς συμφώνους μᾶλλον τοῖς φαινομένοις καὶ δυναμένας πᾶσι τοῖς ἐκ φύσεως γινομένοις ἀκολούθους εἶναι αὗται δὲ ἦσαν αἱ τὰς ἀτό- μους καὶ τὸ κενὸν ὑποτιθέμεναι), εἶτα ἔνθεν ὁρμηθεὶς εἰς τὸν ἔλεγχον
τῆς τῶν ἀτόμων ὑποθέσεως, ἀνατρέχει λοιπὸν εἰς τὸ προκείμενον. τοῦτο
δὲ ἦν τὸ ἐλέγξαι τὰς τῶν παλαιῶν δόξας, καθ’ ἃς τὸ ποιεῖν ἔλεγον γίνεσθαι καὶ τὸ πάσχειν. ἦσαν δὲ ἥ τε διὰ πόρων τοῦτο γίνεσθαι λέγουσα ἧς Ἐμπεδοκλῆς προειστήκει, καὶ ἡ διὰ τοῦ κενοῦ ὡς οἱ 656 περὶ Δημόκριτον καὶ Λεύκιππον ὑπελάμβανον. ὅτι οὖν οὐ διὰ πόρων γίνεται 657 τὸ ποιεῖν καὶ τὸ πάσχειν, δείκνυσιν οὕτως. ἴσμεν δὲ ὅτι οἱ τοὺς πόρους ὑποτιθέμενοι οὐ κενοὺς ὑπετίθεντο τούτους, ἀλλὰ πεπληρωμένους λεπτομερεστέρου τινὸς σώματος, οἷον ἀέρος· ταύτῃ γὰρ διέφερον τῶν τὸ
κενὸν ὑποτιθεμένων. τὸ τοίνυν ποιοῦν, εἰ μὲν ἔξωθεν ἁπτόμενον τοὐ περιέχοντος τοὺς πόρους σώματος, οἷον εἰ αὐτοῦ τοῦ χείλους καθ’ ὃ ὁ πόρος, οὕτως ποιεῖ, περιττὸς ὁ πόρος εἰ γὰρ ὅλως ἔξωθεν ἁψάμενον ἔδρασεν, δῆλον ὅτι, κἀν μὴ πόρους εἶχε, τῇ ἁφῇ ἔδρασεν ἄν)· εἰ δὲ τῷ εἰσιέναι εἰς τοὺς πόρους οὕτω ποιεῖ, ἢ ἐξωθεῖ τὸ ἐν τοῖς πόροις σῶμα ἢ οὐκ ἐξωθεῖ.
εἰ μὲν οὖν μὴ ἐξωθεῖ, σῶμα διὰ σώματος ἐχώρησεν· εἰ δὲ ἐξωθεῖ, ἢ δρᾷ εἰς τὰ παρακείμενα ἐντὸς σώματα καὶ περιέχοντα τοὺς πόρους, ἢ οὐδὲν δρᾷ. εἰ μὲν οὖν μηδὲν δρᾷ, οὐδὲν ἄρα εἰς τὸ ποιεῖν καὶ πάσχειν
συνεβάλοντο οἱ πόροι· εἰ δὲ δρᾷ, πότερον διά τινων πόρων κἀκεῖ ἢ μόνον ἁψάμενον; εἰ μὲν οὖν διά τινων πόρων, πάλιν καὶ περὶ ἐκείνων τὰ αὐτὰ
ἐροῦμεν, καὶ τοῦτο ἐπ’ ἄπειρον· ὥστε συμβήσεται τὸ ὅλον πόρον εἶναι. εἰ δὲ εἰς τὰ ἐντὸς καὶ περιέχοντα τοὺς πόρους σώματα ἔδρασε μὴ οἴα πόρων, ἀλλὰ μόνον ἁψάμενα, δῆλον ὅτι, κἀν μὴ πόροι ὦσιν, ἁψάμενα τὰ μὲν ποιήσει τὰ δὲ πείσεται, καὶ πόρων οὐδεμία χρεία πρὸς τὸ ποιεῖν καὶ τὸ πάσχειν. οὕτω μὲν συναναιρεῖ τὸ διὰ πόρων γίνεσθαι τὸ ποιεῖν καὶ
τὸ πάσχειν. ὅτι δὲ οὐ διὰ κενοῦ γίνεται, αὐτὸς μὲν οὐ προστέθεικεν ἢ
ὡς ἀνελὼν τὰς ὑποθέσεις τῶν ταῦτα λεγόντων ὅτι τε γὰρ κενὸν ὅλως οὐκ ἐνδέχεται εἶναι, δέδεικται ἐν τῇ Φυσικῇ· καὶ ὅτι ἄτομοι οὐκ εἰσίν, καὶ ἐν ἄλλοις καὶ ἐνταῦθα ἤλεγξεν), ἡ, ὅπερ καὶ μᾶλλον, ὅτι ὅσα εἴρηται ἐπὶ τῶν πόρων, ταῦτα καὶ ἐπὶ τῆς τοῦ κενοῦ ὑποθέσεως ἀπαραλλάκτως ἁρμόσει
λέγεσθαι. εἴτε γὰρ ἁπτόμενον ἔξωθεν τῶν σωμάτων τῶν τὸ κενὸν περιεχόντων ποιεῖ τὸ ποιοῦν, περιττὸν τὸ κενόν καὶ μὴ ὄντος γὰρ | τῇ 658 ἁφῇ ἄν ἐποίησεν), εἴτε ἐγγινόμενον ἐν αὐτῷ, τὰ αὐτὰ πάλιν ἁρμόσει λέγειν ἅπερ καὶ ἐπὶ τῶν πόρων.
πόρων κινήσεως λέγει ἀντὶ τοῦ διὰ τῆς τῶν πόρων κινήσεως καὶ εἰσόδου τοῦ ποιοῦντος, ἢ διὰ τοῦ ἐν τοῖς πόροις πρῶτον γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν, τουτέστι διὰ τοῦ παθεῖν καὶ κινηθῆναι τὸ ἐν τοῖς πόροις σῶμα, ἁψαμένου τοῦ ποιοῦντος.
τὸ ἱεῖ δὲ κενῶν ὄντων᾿, τουτέστιν εἰ ἐξωθοῦντος τοῦ ποιοῦντος τὸ
ἐν τοῖς πόροις σῶμα. εἴπομεν δὲ περὶ τούτου ἡμεῖς. αὐτὸς δὲ ἐπανατρέχει
εἰς τὸ δεῖξαι, ὅτι οὐδὲ τὸ ὁρᾶν τοῦτον γίνεται τὸν τρόπον ὅνπερ ἔλεγον οὗτοι, διὰ πόρων τινῶν διιουσῶν τῶν ὄψεων. ἀνάγκη γὰρ τὰς ὄψεις ἢ ἐξωθῆσαι τὸ ἐν τοῖς πόροις τῶν διαφανῶν σῶμα καὶ οὕτω διιούσας ἀντιλαμβάνεσθαι τῶν ὁρατῶν, ἢ μηδὲν ἐξωθούσας διὰ τοῦ σώματος
διιέναι ἢ διὰ τῶν ἁφῶν αὐτῶν καὶ τῶν ἐφαρμογῶν τῶν δύο σωμάτων, τοῦ τε ἐν τῷ πόρῳ σώματος καὶ οὗ ἐστιν ὁ πόρος, οἷον τῆς ὑάλου. ὅτι μὲν οὖν διὰ τῶν ἁφῶν ἀδύνατον διιέναι τὰς ὄψεις, σώματα οὔσας κατὰ τὰς ἐκείνων ὑποθέσεις, πρόδηλον· τὰ μὲν γὰρ πέρατα ἁπτόμενα ἐφαρμόζει
ἀλλήλοις καὶ χώραν οὐδεμίαν μεταξὺ ἐᾷ, αἱ δὲ ὄψεις σώματα οὖσαι
διὰ ἀδιαστάτου διιέναι οὐ πεφύκασιν. οὐκ ἄρα διὰ τῶν ἁφῶν δυνατὸν διιέναι τὰς ὄψεις. δι’ αὐτὸ δὲ τοῦτο οὐδὲ διὰ τοῦ σώματος χωρεῖν δυνατὸν τοῦ ἐν τῷ πόρῳ· σῶμα γὰρ ἄν διὰ σώματος χωροίη. ἄλλως τε καὶ μάταιον οἱ πόροι. εἰ γὰρ ὅλως χωρεῖν διὰ σώματος πεφύκασιν αἱ ὄψεις, ἐχώρησαν ἂν καὶ διὰ τῆς τῶν διαφανῶν οὐσίας καὶ πόρων οὐκ ἦν
χρεία. εἰ δὲ τέμνουσαι καὶ κατὰ μόρια ἢ καὶ παντελῶς ἐξωθοῦσαι αἱ
ὄψεις τὸ ἐν τοῖς πόροις σῶμα, οὕτω διιᾶσι καὶ τῶν ὁρατῶν ἀντιλαμβάνονται, πολλὰ καὶ ἄτοπα τῷ λόγῳ τούτῳ ἕψεται. πρῶτον μὲν γὰρ οὐδὲν ἅμα ὁρᾶν ἡμᾶς ἔδει, ἀλλὰ κατὰ μόρια· ἑκάστης γὰρ ὄψεως μορίῳ τινὶ προσβαλλούσης, μὴ συνεχῶν οὐσῶν τῶν ὄψεων, οὐκ ἔδει οὐδὲν συνεχὲς
ὁρᾶσθαι. ἔπειτα πῶς ὁρῶμεν διὰ τοῦ ἀέρος; εἰ γὰρ καὶ ἐνταῦθα διά τινων πόρων τεμνομένου τοῦ ἀέρος καὶ ὑποχωροῦντος ταῖς ὄψεσιν, ἐπειδὴ τοῖχόν τινα ὁλόκληρον — καὶ τί λέγω τοῖχον; τὸ τεταρτημόριον ὅλον τοὐ
οὐρανοῦ ἅμα ὁρῶμεν, ἀνάγκη πᾶσα τὸν μεταξὺ τόπον, τὸν ἀπὸ τῶν ὀφθαλμῶν λέγω μέχρι τοῦ ὁρωμένου, κενὸν εἶναι, ὅπερ ἀδύνατον· καὶ
ἐπειδὴ τὸ αὐτὸ ὁρατὸν ἅμα πλείονες ὁρῶμεν, συμβήσεται τὰς ὄψεις πάλιν σώματα οὔσας χωρεῖν δι’ ἀλλήλων, ὅπερ ἀδύνατον. καὶ ἐντεῦθεν οὖν ὅτι οὐ σώματα ἐκ τῶν ὀφθαλμῶν ἔξεισι, δῆλον.
αὐτοῖς ἔχειν, ταὐτὸ συμβήσεται πάλιν.
ἅπερ καὶ ἐπὶ τῶν πόρων συνέβαινεν. τί οὖν διαφέρουσι τῶν πόρων; ὅτι οἱ μὲν πόροι οὐδέποτε κενοὶ σώματος πεφύκασιν εἶναι, τὸ μέντοι κενὸν καὶ πλῆρες 〈καὶ οὐ πλῆρες〉, ᾗ πέφυκέ ποτε καθ’ αὑτὸ ὑφίστασθαι.
εἰ δέ τις εἴποι εἶναι ἐν τοῖς σώμασι τοῖς ἐν τοῖς κενοῖς πόρους τινὰς μεταξὺ ἢ κενὰ ἕτερα εἶναι, πάλιν περὶ ἐκείνων τὰ αὐτὰ ἀπορήσομεν, πότερον ὄντων ἐν αὐτοῖς ἑτέρων σωμάτων διιᾶσιν αὐτὰ αἱ ὄψεις ἢ οὕ, καὶ πάλιν τὰ αὐτὰ συναχθήσεται. εἰ δέ τις εἴποι μικρὰ εἶναι τὰ μεταξὺ
κενὰ ὡς μὴ δύνασθαι σῶμά τι δέξασθαι, πρῶτον μὲν οὐδὲ αἱ ὄψεις διελεύσονται
δι’ ἐκείνων σώματά γε οὖσαι ὥστε μάτην ἔσονται), ἔπειτα, φησίν, εἴγε ὅλως πέφυκε τὸ κενὸν ὑφίστασθαι καθ’ αὑτό, ἄλογον καὶ ἀποκληρωτικὸν μικρὸν μὲν κενὸν ὑποτίθεσθαι, μέγα δὲ μή. τί γάρ ἐστιν ἄλλο τὸ κενόν, φησίν, ἢ τόπος ἐστερημένος σώματος; εἶτα ἀκόλουθον ὂν ἐπαγαγεῖν ‘ὥστε παντὶ κενῷ ἴσον ἔσται σῶμα᾿, ἀντιστρέψας εἶπεν ὥστε
παντὶ σώματι τὸν ὄγκον ἴσον ἔσται κενόν· οὕτω γὰρ ὃ βούλεται
κατεσκεύασεν. εἰ γὰρ παντὶ σώματι ἴσον ἔσται κενόν, ἔστι δὲ μέγα σῶμα, ἔστιν ἄρα καὶ κενὸν μέγα. τοῦτο δὲ ἴσως ἐποίησεν διὰ τὸ ἀντιστρέφειν τό τε κενὸν πρὸς τὸ σῶμα τό τε σῶμα πρὸς τὸ κενόν. καὶ παντὶ σώματι ἴσον ἔσται κενόν, ἀλλ’ οὐ κεχωρισμένον ὅπερ ἐκεῖνοι ὑπετίθεντο, ἀλλ’ ἔχον
ἐν ἑαυτῷ τὸ σῶμα. οὐ παντὶ δὲ κενῷ ἀνάγκη ἴσον εἶναι σῶμα· τί γὰρ εἴ τις ὑπόθοιτο εἶναι μὲν κενόν, καὶ τοῦτο τόπον εἶναι ἐστερημένον σώματος, μὴ μέντοι δέχεσθαί ποτε σῶμα; οὗτος μὲν οὖν οὐκ | ἀναγκαῖος 666 ὁ λόγος, τῷ δὲ ἀποκληρωτικὸν εἶναι τὸν λόγον, ἐλέγχοιτο ἄν μᾶλλον· τίς γὰρ ἡ ἀποκλήρωσις μικροῦ ὄντος κενοῦ μὴ καὶ μέγα εἶναι;
πόροις σώματα, εἴ γε μὴ δυνατὸν τῷ ἅπτεσθαι ποιεῖν. εἰ δὲ εἰσελθὸν
καὶ ἁψάμενον ἐποίησεν, κἂν μὴ πόροι ὦσι, τῇ ἀφῇ ποιήσειεν ἄν. εἰ δέ τις εἴποι ὅτι ‘ἀλλὰ χρεία τῶν πόρων πρὸς τὸ καὶ τὸ βάθος παθεῖν᾿, ἴστω μηδὲν πρὸς τὴν νῦν ὑπόθεσιν λέγων. οὐδὲ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, εἰ μηδαμῇ μηδαμῶς διὰ πόρων εἴσεισι τὸ ποιοῦν. εἴσεισι γοῦν καὶ διὰ
στόματος καὶ διὰ γαστρός καὶ διὰ τῶν λοιπῶν φυσικῶν ὄντων πόρων, ἀλλ’ οὐχὶ πρὸς τὸ ποιεῖν οἱ πόροι συμβάλλονται ἐνταῦθα, ἀλλὰ πρὸς τὸ πλησιάσαι τὸ ποιοῦν τῷ πάσχοντι· αὐτὸ τὸ ποιεῖν γίνεται διὰ τῆς ἁφῆς.
οὕτως κἄν τις λέγοι δεῖσθαι πόρων πρὸς τὸ παθεῖν τὸ βάθος, οὐ τοὺς πόρους αἰτίους φήσειεν εἶναι τοῦ ποιεῖν τὸ ποιοῦν, ἀλλὰ μόνον αἰτίους τοῦ
θιγγάνειν ἀλλήλων τὸ ποιοῦν καὶ τὸ πάσχον. p. 326b24 Τῶν πρὸς ἄλληλα τοῦτον τὸν τρόπον πεφυκότων. τουτέστι ποιεῖν καὶ πάσχειν.
διὰ σμικρότητα δι’ ὅλου τοῦ σώματος. ψεῦδος μὲν οὖν φησι τὴν τοιαύτην
ὑπόθεσιν διὰ τὸ μὴ ὂν ὑποτίθεσθαι, μάταιον δὲ ὅτι εἰ καὶ ὑποθώμεθα εἶναι, οὐδὲν αὐτοῖς πρὸς τὸ ποιεῖν καὶ πάσχειν συντελέσουσιν, ὥσπερ ἐδείξαμεν.
ὄντων πάντῃ τῶν σωμάτων δύναται τὸ ποιοῦν τότε ποιεῖν ἑαυτῷ πόρον καὶ διαιρεῖν τὸ σῶμα, ὅταν ἅψηται καὶ ποιεῖν μέλλῃ. ὥστε οὐ χρεία
ἀφωρισμένων τινῶν πόρων.
ὑπετίθεντο, βούλεται τὴν ἀληθῆ λοιπὸν ἐκθέσθαι δόξαν, πῶς γίνεται τὸ ποιεῖν καὶ τὸ πάσχειν. δεῖ δέ, φησί, τὴν πολλάκις ἡμῖν ἀρχὴν εἰρημένην καὶ νῦν προυποθέσθαι, λέγει δὲ τὸ δυνάμει καὶ ἐνεργείᾳ. τῷ γὰρ ὄντι, ὡς ἐν τῇ Φυσικῇ αὐτὸς εἴρηκεν, αὕτη ὀφθεῖσ’ ἄν ἡ φύσις πάσας ἡμῖν
ἔλυσε τὰς ἐν τοῖς φυσικοῖς ἀπορίας’. ἐπεὶ οὖν ἐστι, φησί, τὸ μὲν δυνάμει τοιοῦτον τὸ δὲ ἐνεργείᾳ, οἷον θερμὸν μὲν δυνάμει τὸ ὕδωρ ἐνεργείᾳ δὲ τὸ πῦρ, ἐπειδὴ τὸ φυσικῶς ποιοῦν ἐξομοιοῦν ἑαυτῷ βούλεται τὸ πάσχον, ὅταν
τὸ ποιητικὸν τὸ ἐνεργείᾳ ὂν προσπελάσῃ καὶ ἅπτηται τοὐ δυνάμει ὄντος, τουτέστι τοῦ παθητικοῦ, μεταβάλλει τὸ ἐν αὐτῷ δυνάμει εἰς τὸ ἐνεργείᾳ.
ἀνάγκη οὖν πᾶσα ἅπτεσθαι τὸ ποιητικὸν τοῦ παθητικοῦ ἢ ἀμέσως ἢ διὰ μέσου τινός, ὅταν τὸ μέσον τοιοῦτον ᾖ ὡς δύνασθαι καὶ ποιεῖν καὶ πάσχειν, πάσχειν μὲν ὑπὸ τοῦ ποιοῦντος δρᾶν δὲ καὶ αὐτὸ εἰς τὸ πάσχον, οἷόν ἐστιν ὁ ἀήρ· οὐ γὰρ ἀμέσως ὑπὸ τοῦ πυρὸς ἐν τοῖς βαλανείοις θερ- μαινόμεθα, ἀλλὰ θερμαίνει μὲν τὸ πῦρ τὸν ἀέρα, ἡμᾶς δὲ ὁ ἀήρ. οὐ
χρεία οὖν πόρων πρὸς τὸ ποιεῖν καὶ τὸ πάσχειν, ἀλλὰ μόνον τοῦ θιγεῖν ἀλλήλων ταῦτα, εἰ μή τις, φησί, πόρους εἴποι τὰ εὐπαθέστερα μόρια τῶν σωμάτων, ὥσπερ ἐπὶ τῶν μετάλλων συμβαίνει. εἰσὶ γὰρ φλέβες τινὲς ἐν τοῖς μετάλλοις διήκουσαι δι’ ὅλου, οἷον ἐν τοῖς μαρμάροις, εἰ λευκὸν εἴη, μέλαιναί τινες ἢ ἕτεραι τῷ χρώματι, δηλονότι διὰ τὸ ἑτέρας τινὸς εἶναι
κράσεως καὶ ἢ εὐπαθέστερα εἶναι τὰ μόρια ταῦτα ἢ δυσπαθέστερα. οὕτως οὗν, φησίν, οὐδὲν θαυμαστὸν καὶ ἐν τοῖς πάσχουσιν εἶναί τινα. τοιαῦτα μόρια δι’ ὅλου διήκοντα εὐπαθέστερα, καὶ ταῦτα μᾶλλον πάσχειν
675 ἁπτομένου τοῦ ποιοῦντος. εἴ τις οὖν, φησί, τούτους ἀξιοῖ καλεῖν 676 πόρους, καλείτω.
τῶν σωμάτων ἀδήλως γίνονται; πόθεν οἱ ἱδρῶτες διιᾶσι; πῶς δέ φαμεν ἀλείμματά τινα ἀραιωτικὰ εἶναι ἢ πυκνωτικὰ τῶν σωμάτων; φασὶν οὖν πρὸς τοῦτο ἀπολογούμενοι, ὅτι τὸ μὲν μανότερα ἢ πυκνότερα γίνεσθαι τὰ σώματα διά τινων ἀλειμμάτων, οὐχ οὕτω δεῖ νομίζειν μανοῦσθαι, ὡς ὁ
ἱμὰς ἢ τὸ ἔριον, τῷ διαστέλλεσθαι καὶ κενάς τινας χώρας μεταξὺ ποιεῖν,
ἀλλ’ ὥσπερ τὸ ὕδωρ μανούμενον ποιεῖ τὸν ἀέρα οὐ τῷ εἰς μικρὰ κατακερματίζεσθαι καὶ διαλαμβάνειν μεταξὺ κενά, ἀλλὰ τῷ εἰς λεπτομερεστέραν οὐσίαν μεταβάλλειν, οὕτω καὶ τὰ σώματα ἀραιοῦται ὁμαλῶς ὅλα δι’ ὅλων λεπτομερέστερα γινόμενα. τοῦτο μὲν οὖν σαφές. τοὺς δὲ ἱδρῶτας καὶ τὰς διαφορήσεις οὐκ ἀνάγκη, φασί, διὰ πόρων γίνεσθαι. τὴν γὰρ περιττὴν
καὶ ἄχρηστον ὑγρότητα τῇ ἐκκριτικῇ δυνάμει ἀποκρίνει ἡ φύσις, οὐ διά
τινων πόρων, ἀλλὰ κατὰ συνέχειαν τέγγουσα ἄλλο ἐξ ἄλλου μόριον, καὶ οὕτως εἰς τὴν ἐπιφάνειαν ἀποκρίνουσα τὸ ὑγρόν. ὥσπερ γάρ, φασί, τέγγεται τὸ λίνον, οὐκ ἐν τοῖς κενοῖς μόνον παρακειμένης τῆς τοῦ ὕδατος οὐσίας, ἀλλὰ καὶ αὐτῆς τῆς τοῦ λίνου οὐσίας διανθείσης, οὐ διά τινων πόρων
συνέβαινε γὰρ ὅλον εἶναι πόρον), οὕτω δεῖ νομίζειν καὶ ἐπὶ τοῦ σώματος γίνεσθαι, ἐκ τοῦ βάθους κατὰ συνέχειαν ἄλλο ἐξ ἄλλου διαινόμενον μόριον οὕτως εἰς τὴν ἐπιφάνειαν ἀποκρίνειν τὸ ὑγρόν. οὗτος δὲ ὁ λόγος πιθανὸς μέν ἐστιν, | ἀληθὴς δὲ οὐδαμῶς. εἰ μὲν γὰρ ποιότης μόνον ἐκ τοῦ 677 βάθους ἀπεκρίνετο, εἶχεν ἂν λόγον τὸ λεγόμενον· εἰ δὲ μὴ μόνον ποιότης
ἀλλὰ καὶ οὐσία τις, οἷον οἱ ἱδρῶτες ἢ οἱ ἀτμοί, δυοῖν ἀνάγκη θάτερον, ἢ σῶμα διὰ σώματος χωρεῖν ἢ διά τινων πόρων ἀποκρίνεσθαι. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τοῦ λίνου ἐροῦμεν· εἰ γὰρ δίεισι τὸ ὕδωρ εἰς τὴν τοῦ λίνου οὐσίαν μὴ διά τινων πόρων, σῶμα διὰ σώματος ἐχώρησεν. ἢ οὖν οὐδὲ ὅλως ἡ οὐσία αὐτὴ τοῦ λίνου διαίνεται, ἀλλὰ μόνον τοῦ ὑγροῦ παράθεσίς
ἐστιν, ἢ εἰ διαίνεται, δεῖ νομίζειν πάσχειν τι τὴν οὐσίαν τῇ παραθέσει τοῦ ὑγροῦ καὶ μεταβάλλειν κατὰ ποιότητα, οὐ τῆς οὐσίας αὐτῆς τοῦ ὕδατος εἰσιούσης· ἀδύνατον γάρ. μήποτε δὲ περὶ τὰς λεπτὰς ἶνας περιχεῖται πάντῃ τὸ ὑγρὸν οὐκ εἰς τὸ βάθος τῆς οὐσίας χωροῦν, καὶ διὰ τὴν λεπτομερεστάτην παράθεσιν δοκεῖ διὰ τῆς οὐσίας κεχωρηκέναι, ὥσπερ καὶ ἐπὶ
τῶν λεπτομερεστάτων ξηρίων λανθάνει σχεδὸν τῶν διαφόρων εἰδῶν ἡ 678 παράθεσις. ἀλλ’ οὐδ’ ἐπειδὴ διὰ πόρων αἶ διαφορήσεις γίνονται, ἀνάγκη 679 ἀφωρισμένους εἶναί τινας ἐν τοῖς σώμασι πόρους, ἀλλ’, ὡς εἶπεν ὁ ᾿Αριστοτέλης, “διαιρετῶν ὄντων πάντῃ τῶν σωμάτων” δεῖ νομίζειν ἐν ταῖς
διαφορήσεσι διαιρεῖσθαι τὰ σώματα καὶ πάλιν μετὰ τὴν διαφόρησιν συμφύεσθαι.
οὐκ ἀνάγκη δὲ ἅμα ἐκ παντὸς μορίου διαφόρησιν γίνεσθαι, ἵνα οὕτως ὅλον διαιρεῖσθαι νομίσωμεν, ἀλλὰ ἄλλοτε ἀπ’ ἄλλου.
ὅσον ἐστὶ τοιοῦτον.
οὐχ οὕτως.
ἐν ταῖς μετάλλοις διατείνουσαι φλέβες, εὐπαθέστεραι πολλάκις οὖσαι τῶν λοιπῶν, ἴσως δὲ καὶ δυσπαθέστεραι ἀπλῶς, ὅτι ἐστὶν ἀνωμαλία ἐν τοῖς τούτων μορίοις τοῦ ἧττον πάσχειν ἢ μᾶλλον.
καὶ πάσχειν.
οὔτε τὰ πάντῃ διῃρημένα καὶ ἀπέχοντα, ἀλλὰ δεῖ τὰ ποιοῦντα καὶ τὰ πάσχοντα διῃρῆσθαι μὲν ἀλλήλων, ἅπτεσθαι δὲ ἢ ἀμέσως ἢ διά τινων 683 μέσων, τῶν μέσων τοιούτων ὄντων ὥστε πεφυκέναι καὶ ποιεῖν καὶ πάσχειν, 684 πάσχειν μὲν ὑπὸ τοῦ ἐνεργείᾳ ποιεῖν δὲ εἰς τὸ δυνάμει τοιοῦτον. σαφῶς δὲ τίθησι τὰ παραδείγματα.
Ἐν ἀρχῇ τοῦτο λεκτέον.
ὑποθέσει ἀκολουθεῖ τὸ μὴ εἶναι πάντῃ παθητικὸν τὸ σῶμα, ἀλλὰ τῇ μὲν τῇ δὲ οὔ. εἰ γὰρ μὴ πάντῃ, φησί, διαιρετὸν τὸ σῶμα, ἀλλ’ ἔστιν ἄτομά
τινα μεγέθη ἢ στερεὰ ἢ ἐπίπεδα, οὐκ ἄν εἴη πάντῃ παθητικὸν οὐδὲν τῶν σωμάτων, τῶν συνθέτων δηλονότι, ἀλλ’ οὐδὲ συνεχές· οὐ γὰρ δὴ καὶ κατὰ τὰ ἄτομα μόρια πείσεται ἀπαθῆ τε ὄντα καὶ ἀδιαίρετα. διὰ τοῦτο δὲ οὐδὲ συνεχές, ἐπειδὴ μηδὲ συμφύεσθαι τὰ ἀδιαίρετα δύναται (οὕτω γὰρ ἄν καὶ διαιρετὰ ἄν ἦν), ἀλλὰ μόνον παράκεινται ἀλλήλοις. ταύτῃ μὲν
οὖν τῇ ὑποθέσει ἀκολουθήσει τὸ μὴ πάντῃ παθητικὰ εἶναι τὰ σώματα.
εἰ δὲ ψευδὴς αὕτη ἡ ὑπόθεσις, ἀληθὴς δὲ τὸ πάντῃ διαιρετὰ εἶναι τὰ σώματα, οὐδὲν διαφέρει, φησί, τὸ ἐνεργείᾳ ποιεῖν διῃρημένα εἶναι τὰ σώματα ἁπτόμενα δὲ ἀλλήλων, ὥσπερ ἔλεγε Πλατῶν ἅπτεσθαι γὰρ ἀλλήλων τὰ ἐπίπεδα καὶ διὰ τῶν ἁφῶν γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν), ἢ
ἐνεργείᾳ μὲν μὴ διῃρῆσθαι δυνάμει δέ· τὸ γὰρ δυνάμενον διαιρεθῆναι διαιρεθήσεται παρόντος τοὐ διαιροῦντος. ὥστε μάταιον καὶ περιττὸν πρὸς τὸ ποιεῖν καὶ τὸ πάσχειν τὸ προυποτίθεσθαι ἐνεργείᾳ διῃρῆσθαι τὰ σώματα,
ἅπτεσθαι δὲ μόνον ἀλλήλων κατὰ τὰς διαιρέσεις.
τῶν σωμάτων ἄτοπον. |
ἐνεργείᾳ διῃρῆσθαι, νῦν δείκνυσιν ὅτι ὅλως τὸ οὕτως ὑποτίθεσθαι σχιζομένων τῶν σωμάτων γίνεσθαι τὸ ποιεῖν καὶ τὸ πάσχειν ἄλογον. ἀναιρεῖ
688 γάρ, φησίν, οὗτος ὁ λόγος ἀλλοίωσιν. πρῶτον μὲν γὰρ ὅτι μένοντος 689 συνεχοῦς τοῦ σώματος καὶ μηδαμῶς διαίρεσιν ὑπομένοντος γινεται κατὰ ποιότητα μεταβολή, ὡς ἐπὶ τῆς πήξεως τοῦ γάλακτος καὶ τοῦ ὕδατος. οὕτε γὰρ διαιρεθὲν τὸ ὕδωρ ἢ τὸ γάλα ἐπάγη, οὔτε κατὰ τὰς Δημοκρίτου
δόξας τροπὴν πεπονθὸς ἢ διαθιγήν, τοῦτο δέ ἐστι μετάταξιν ἢ μετάθεσιν τῶν μορίων, ἀλλ’ οὐδὲ τῷ ἐκκριθῆναι τινὰς ἀτόμους, λέγω δὴ τὰς ὑγρότητος ἐμποιητικάς, καὶ ἐναπομεῖναι τὰς σκληράς. πρὶν γὰρ παγῇ τὸ ὕδωρ,
ὅλον ἐστὶν ὁμοιομερές, μὴ ἔχον ἐν ἑαυτῷ μόρια σκληρὰ καὶ ἀδιαίρετα, ἀλλ’ ὅλον κατὰ πᾶν μόριον ὑγρόν ἐστιν· ὁμοίως δὲ καὶ ὅταν παγῇ, κατὰ
πᾶν πεπηγός ἐστιν. ἔτι δέ, φησίν, οὐδ’ αὔξησιν οἷόν τε εἶναι καὶ φθίσιν. οὐ μόνον ἀλλοίωσιν, φησίν, ἀναιροῦσιν οἱ ταῦτα λέγοντες, ἀλλὰ καὶ αὔξησιν καὶ φθίσιν. εἰ γὰρ ἀληθὲς τὸ ἅπαν μόριον τοῦ αὐξομένου μεῖζον γίνεσθαι καὶ τοῦ φθίνοντος ἔλαττον, ἀδύνατον τοῦτο ἐπὶ τῆς τούτων ὑποθέσεως σωθῆναι. εἰ γὰρ προστιθεμένων τινῶν ἐν τοῖς πόροις ἢ ἐν τοῖς
κενοῖς ἢ ἐν ταῖς ἁφαῖς γίνεται ἡ αὔξησις, δῆλον ὅτι οὐ κατὰ πᾶν ηὔξηται
τὸ αὐξόμενον, ὥσπερ οὐδὲ εἰ ἐν δεξαμενῇ προστεθείη κατά τι μέρος ὕδωρ, πλεῖον μὲν γεγενῆσθαι λέγεται, ηὐξῆσθαι δὲ οὕ.
γίνεται δὲ τῶν ἐν αὐτῷ τοῦ ἀέρος ἀτόμων ἐκκρινομένων, οὐκ ἔδει μείζονα
ὄγκον γίνεσθαι ἀέρος· νῦν δὲ γίνεται. ἢ τοίνυν ἀληθῶν οὐσῶν τῶν ὑποθέσεων οὔτε ἀλλοίωσις οὔτε γένεσις σωθήσεται, ἢ εἰ ἔστι καὶ ἀλλοίωσις καὶ γένεσις, ψευδεῖς αἱ ὑποθέσεις.
τὸ δυνάμει ποιὸν μεταβαλλούσης εἰς ἐνέργειαν * * *
695
ἐνδέχεται.
λόγου, τί τέ ἐστιν ἁφὴ καὶ τί ποιεῖν καὶ πάσχειν καὶ ἔτι τί ἐστι μίξις.
εἰπὼν οὖν περὶ ἁφῆς καὶ περὶ τοῦ ποιεῖν καὶ πάσχειν, ἀκολούθως ἐπὶ τὸ τρίτον τῶν προτεθέντων μεταβέβηκεν, ἐπὶ τὸν περὶ μίξεως λόγον. μίξιν δέ φησιν ἐνταῦθα τὴν ἰδικωτέραν λεγομένην ἐπὶ τῆς κράσεως· καθολικωτέρα γὰρ ἡ μίξις καὶ κράσεως καὶ παραθέσεως καὶ τῶν λοιπῶν, λέγεται
μέντοι ἰδικώτερον μίξις καὶ ἡ κρᾶσις, περὶ ἧς ἐνταῦθα ποιεῖται τὸν λόγον. δεῖ δέ, φησί, πέντε τινὰ ζητῆσαι εἰς τὸν περὶ μίξεως λόγον, ἅπερ σαφῶς ἀπαριθμεῖται· τί τε γάρ ἐστι, φησίν, ἡ μίξις καὶ τί τὸ μικτόν, καὶ τίσιν ὑπάρχει τῶν ὄντων καὶ πῶς, καὶ πρὸς τούτοις, φησίν, εἰ ὅλως
698 ἐστὶ μίξις, ὅπερ ἐστὶ καὶ πρῶτον τὸν προβλημάτων. ἀπορήσειε γὰρ ἄν τις 699 μήποτε οὐδ’ ὅλως ἐστὶ μίξις. ἀνάγκη γάρ, φησί, τὰ μιγνύμενα, ἐπειδὴ τοὐλάχιστόν ἐστι δύο, ἢ ἀμφότερα σῴζεσθαι ἐν τῇ μίξει ἢ ἀμφότερα φθείρεσθαι ἢ τὸ μὲν σῴζεσθαι τὸ δὲ φθείρεσθαι· καὶ οὐκ ἔστι <τι> παρὰ
ταῦτα. ἐὰν οὖν δειχθῇ ὅτι κατ’ οὐδεμίαν τῶν ὑποθέσεων δύναται σῴζεσθαι ἡ μίξις, μήποτε οὐδ’ ὅλως ἐστίν. εἰ μὲν γὰρ ἀμφότερα σῴζοιντο, οὐκ ἄν εἴη μίξις. τί γὰρ διαφέρει τῶν πρότερον; οὕτω γὰρ ἂν οὐδὲν μᾶλλον πρὶν
μιχθῇ μεμιγμένα ἄν ἦν ἢ μετὰ τὸ μιχθῆναι. εἰ δ’ ἀμφότερα φθείρονται, οὐδ’ ἂν ὅλως μιγνύοιτο· τὰ γὰρ μιγνύμενα δεῖ εἶναι, ἵνα καὶ μιγνύηται,
τὰ δὲ ἐφθαρμένα οὐκ ἔστιν. εἰ δὲ τὸ μὲν σῴζεται τὸ δὲ φθείρεται, οὐδ’ οὕτως ἂν εἴη μίξις· δεῖ μὲν γάρ, ὥσπερ εἶπον, εἶναι τὰ μιγνύμενα, ἐνταῦθα δὲ τὸ μὲν ἔστι τὸ δὲ οὐκ ἐστι. καὶ ἄλλως ὁμοίως ἔχειν δεῖ τὰ μιγνύμενα, ἐνταῦθα δὲ οὐχ ὁμοίως ἔχουσι τοὐ ἑτέρου φθαρέντος. αἱ μὲν οὖν ἀπορίαι, αἳ ἀναιροῦσι τὴν μίξιν αὗται καὶ | τοιαῦταί εἰσιν. ἐπιλύεται δὲ 700
τὰς ἀπορίας διὰ τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ. ὄντων γάρ, φησί, τῶν μὲν δυνάμει τῶν δὲ ἐνεργείᾳ, εἴη ἄν τὰ μιγνύμενα δυνάμει μὲν τὰ αὐτὰ ἐν τῇ μίξει, ἐνεργείᾳ δὲ οὔ. ἔστι γὰρ ἐν τῷ κεκραμένῳ οἴνῳ δυνάμει καὶ τὸ ὕδωρ καὶ ὁ οἶνος, δυνάμει δὲ οὐ κατὰ τὸ πρότερον, τὸ κατὰ τὴν ἐπιτηδειότητα λέγω, ὡς ἔστι τὸ ὕδωρ δυνάμει ἀήρ, ἀλλ’ οὐδὲ ἁπλῶς κατὰ τὸ
δεύτερον, τὸ κατὰ τὴν ἕξιν μόνην λέγω, ὥσπερ ἔχει ὁ καθεύδων γεωμέτρης.
ἀλλ’ ὃν τρόπον ὁ μεθύων γεωμέτρης καὶ ἐπιχειρῶν γεωμετρεῖν ἐνεργεῖ μὲν κατὰ τὴν ἕξιν, οὐκ εἰλικρινῶς δέ, οὕτως καὶ τὸ ὕδωρ καὶ ὁ οἶνος ἔχει ἐν τῷ κράματι· ἑκάτερος γὰρ ἐν τῇ μίξει κεκολασμένως ἐνεργεῖ. οὕτω μὲν οὖν δυνάμει ἀμφότερα σῴζεται, ἐνεργείᾳ δὲ οὐδέτερον οἷον ἦν
ἐξ ἀρχῆς· κεκόλασται γὰρ ἡ αὐτῶν εἰλικρινὴς ἐνέργεια, καὶ οὐκ ἔστιν οἵαπερ ἦν πρὶν μιχθῆναι. οὕτως οὖν ἐκφευξόμεθα πάσας τὰς ἀπορίας. οὔτε γὰρ ἀμφοτέρων ἁπλῶς σῳζομένων ἐστὶν ἡ μίξις οὔτε φθειρομένων
ἀμφοτέρων οὔτε τοὐ μὲν φθειρομένου τοῦ δὲ σῳζομένου, ἀλλ’ ἕτερόν τι παρὰ ταῦτά ἐστιν ἡ μίξις· σῳζομένων γὰρ ἀμφοτέρων δυνάμει, ὡς εἴρηται, ἐνεργείᾳ
δὲ οὐδετέρου. δέδεικται τοίνυν ὅτι ἔστι τι ἡ μίξις, τῶν ἀποριῶν λυθεισῶν αἵτινες τὰ ἐναργῆ ἀναιρεῖν ἐδόκουν. ὅτι μὲν γὰρ μίξις ἐστίν, ἡ ἐνάργεια ὁμολογεῖ, αἱ μέντοι φερόμεναι ἀπορίαι ἀμφιβάλλειν ἠνάγκαζον πρὸς τὰ ἐναργῆ. λελυμένων οὖν τούτων, ἔχομεν ὅτι ἐστί τι ἡ μίξις.
παλαιῶν δόξας τιθέναι πρότερον καὶ διελέγχειν, ἐδόκει δέ, φησί, παρά τισι
701 μὴ εἲναι ἡ μίξις, οἳ καὶ ταῦτα διηπόρουν. ἢ καὶ κατὰ τὸν αὐτὸν τρόπον 702 εἶπε προαποροῦντας, ὡς αὐτὸς ἀλλαχοῦ εἴρηκε, περὶ ὧν εὐπορεῖν δεῖ, ἤγουν ζητοῦντα καὶ τὸ εἰ ἔστι καὶ τὸ τί ἐστι καὶ τὰ λοιπά.
πρῶτον αὐτὸ ἀποδείκνυσιν.
704
φθειρομένων, ἔοικε ζητεῖν γενέσεως τε καὶ φθορᾶς πρὸς μίξιν τίς ἡ διαφορά· φθειρομένων γὰρ ἢ ἀμφοτέρων ἢ θατέρου φθορὰ ἂν εἴη δηλονότι
καὶ γένεσις, ἀλλ’ οὐ μίξις. τίς οὖν ἡ διαφορὰ μίξεως πρὸς φθορὰν καὶ γένεσιν; σῳζομένων γὰρ πάλιν οὐχ οἷόν τε εἶναι μίξιν διὰ τὰ εἰρημένα. εἰ οὖν ἔστιν ὅλως, φησί, μίξις, πάντως που διοίσει γενέσεως καὶ φθορᾶς.
εὑρεθείη, λελυμέναι ἂν εἶεν αἱ ἀπορίαι.
706
ἀσαφῆ δὲ τὴν πρὸς τὰ ἄνω συνέχειαν ὁ “ἀλλά” σύνδεσμος ἐποίησε. δεῖ οὖν οὕτως εἰπεῖν· ‘οὔτε γὰρ τὴν ὕλην τῷ πυρὶ μεμῖχθαί φαμεν᾿. οὐ γὰρ μίγνυται τῷ πυρὶ τὰ ξύλα, ἀλλὰ φθορὰ μέν ἐστι τῶν ξύλων γένεσις δὲ τοῦ πυρός. τοῦτο δὲ παράδειγμα ἂν εἴη τοῦ ἑνὸς σῳζομένου τοὐ δὲ ἑτέρου
φθειρομένου.
τοὐ δὲ πυρὸς γένεσις, μίξις δὲ οὐδαμῶς. μόρια δὲ τῆς ὕλης τοῦ πυρός φησι τὰ πλείονα ξύλα. τὰ οὖν ξύλα, ἐξ ὧν τὸ πῦρ γίνεται, οὐ μίγνυται ἀλλήλοις ἐν τῆ φλογί, ἀλλὰ φθείρονται. τὸ δὲ οὔτε τῷ πυρὶ ὥσπερ οὐδὲ τῷ πυρὶ ἀκουστέον. εἶπε γὰρ ἤδη ὅτι “οὔτε τὴν ὕλην τῷ πυρὶ μεμῖχθαί
φαμεν”, ὥστε περιττὸν τὸ πάλιν τὸ αὐτὸ λέγειν, εἰ μή, ὡς εἶπον, ἐξακούεται
ὅτι οὐ μίγνυνται ἀλλήλοις τὰ ξύλα ὥσπερ οὐδὲ τῷ πυρί.
711
ἔστι γὰρ τὸ μὲν ὑποκείμενον τὸ δὲ εἶδος, οὐκ ἔστι δὲ τῶν μιγνυμένων τὸ μὲν εἶδος τὸ δὲ ὑποκείμενον. καθάπαξ οὖν οὐδὲν τῶν ἐν ὑποκειμένῳ
μίγνυσθαι λέγεται, οὔτε αἱ ἕξεις οὔτε τὰ πάθη, εἴτε ψυχικὰ εἶεν εἴτε σωματικά. εἴη δ’ ἂν διὰ τούτων ἀλλοιώσεως διακρίνας τὴν μίξιν.
ἐπειδὴ ἐν ἑνὶ καὶ τῷ αὐτῷ ἐστι ζῴῳ τό τε λευκὸν καὶ ἡ ἐπιστήμη μιγνυσθαι ἄν λέγοιντο· | σῴζονται γὰρ ἄμφω ἀπαθῆ ὑπ’ ἀλλήλων. προσέθηκε 43r 713 δὲ καὶ τοῦτο τὸ παράδειγμα εἰς τὸ δεῖξαι ὅτι οὐκ ἂν μιγνύοιντο ταῦτα, 714 κἄν ἐν ἑνὶ καὶ τῷ αὐτῷ ὑποκειμένῳ ᾖ τὰ μήτε ποιοῦντα μήτε πάσχοντα εἰς ἄλληλα μήτε χωριστὰ ὄντα. λάβοις δ’ ἄν κυριώτερον ἐν ἑνὶ καὶ τῷ αὐτῷ ὑποκειμένῳ, ἐν ᾧ δύο πάθη, τὸ γλυκὺ καὶ τὸ ξανθὸν ἐν τῷ μέλιτι
ὄντα. ταῦτα οὖν οὐκ ἂν μίγνυσθαι λέγοιτο, σῳζόμενα τε ἄμφω καὶ μὴ χωριστὰ ὄντα καὶ καθ’ αὑτὰ ὑποστῆναι δυνάμενα· δεῖ γὰρ τὰ μιγνύμενα
τοιαῦτα εἶναι. οὐδὲν οὖν τῶν μὴ πεφυκότων καθ’ αὑτὰ ὑφίστασθαι μίγνυσθαι ἄν λέγοιτο, καὶ διὰ τοῦτο οὔτε ἡ ποιότης τῷ ὑποκειμένῳ μίγνυται (οὐ γὰρ χωριστὴ ἡ ποιότης), οὔτε τῇ ὕλῃ τὸ εἶδος· οὐδέτερον γὰρ χωριστόν.
ἔχεις δὲ ἐντεῦθεν ὅν τι χαρακτηριστικὸν ἰδίωμα τῶν μικτῶν, ἤτοι οἷς ὑπάρχει ἡ μίξις, τὸ δεῖν αὐτὰ δύνασθαι ὑποστῆναι καθ’ αὑτά· ἐφεξῆς δὲ τελείως τὰ χαρακτηριστικὰ αὐτῶν ἐκθήσεται.
καὶ τὸ ἐνεργείᾳ, δυνατὸν καὶ εἶναί πως καὶ μὴ εἶναι τὰ μιχθέντα· τὸ γὰρ ἀποτελεσθὲν δυνάμει μέν ἐστιν ἑκάτερον ἐξ ὧν μέμικται, ἐνεργείᾳ δὲ οὐδέτερον. ὥστε λέλυνται αἱ ἀπορίαι, πῇ μὲν σῳζομένων τῶν μιχθέντων πῇ δὲ οὔ· τοῦτο γὰρ καὶ ἐβούλοντο αἱ ἀπορίαι, καὶ σῴζεσθαι αὐτὰ καὶ μὴ σῴζεσθαι.
716
καὶ μετὰ τὴν μίξιν πάλιν χωρίζεσθαι πέφυκεν, οὐ τοῦτο δὲ ὅτι ἐνεργείᾳ ὑπάρχοντα ἐν τῷ πράγματι τὰ μιχθέντα, οὕτω πάλιν χωρίζεσθαι
δύναται οὐκ ἄν γὰρ οὐδὲ μεμιγμένα ἦν, εἰ ἦν ἐνεργείᾳ ἔτι καὶ ἄνευ μεταβολῆς τινος), ἀλλ’ ἢ τοῦτό φησιν ὅτι πέφυκε τὰ κεκραμένα, διὰ τὸ μὴ τὸ τέλειον εἶδος ἀπολέσαι ἀλλὰ μόνον τὸ εἰλικρινές, διά τινων διακριτικῶν τε καὶ ἀλλοιωτικῶν ὀργάνων ὁλόκληρον πάλιν τὸ οἰκεῖον εἶδος ἀπολαβεῖν. φασὶ γοῦν διὰ τῶν καλουμένων ἐν τῇ συνηθείᾳ στρατιωτῶν ποταμοῦ διηθούμενον
τὸν κεκραμένον οἶνον διακρίνειν τοῦ ὕδατος τὸν οἶνον· ἀνιμᾶσθαι γὰρ μόνον τὸ ὕδωρ, καὶ μάλιστα ὅταν ᾖ παχύτερος ὁ οἶνος. ἢ τοίνυν τοῦτό φησι τὸ δυνάμενα χωρίζεσθαι πάλιν, ἢ εἴ τῳ τοῦτο ἀδύνατον 717 εἶναι δοκεῖ, μὴ ἄν τὰ κεκραμένα ἀκριβῶς δύνασθαι χωρισθῆναι πάλιν, 718 τὸ δυνάμενα χωρίζεσθαι ἀκουσόμεθα τὰ πεφυκότα ὅσον ἐφ’ ἑαυτοῖς δυνάμενα πάλιν καθ’ ἑαυτὰ ὑποστῆναι, εἴ γέ τις ἦν διακριτικὴ αὐτῶν δύναμις. τοῦτο μὲν οὖν, ὥσπερ ἤδη εἴπομεν, ἕν τί ἐστι χαρακτηριστικὸν
ἰδίωμα τῶν ἐν οἷς ὑπάρχει ἡ μίξις, ἅτινα, φησίν, ἐν τῇ μίξει
οὔτε διαμένουσιν ἐνεργείᾳ οὕτως ὥσπερ τὸ σῶμα καὶ ἡ λευκότης ἡ ἐν αὐτῷ, οὔτε μὴν φθείρεται οὔτε θάτερον οὔτε ἀμφότερα. ταύτῃ τε καὶ τῆς γενέσεως καὶ ἀλλοιώσεως διαφέρει ἡ μίξις. οὐδὲ γάρ ἐστι χωριστὸν τῆς ὕλης τὸ εἶδος, οὐδ’ οὕτως ἐστὶ δυνάμει ἐν τῷ κράματι τὰ ἐξ ὧν, ὡς
λέγεται δυνάμει τὸ ὕδωρ ἀὴρ εἶναι. ἐπὶ μὲν γὰρ τῆς γενέσεως ἡ ὕλη τοῦ ἀέρος δυνάμει μὲν ἀήρ ἐστιν ἐνεργείᾳ δὲ ὕδωρ, ἐν δὲ τῷ κράματι δυνάμει ἐνυπάρχει τὰ ἐξ ὧν, οὐχ ἡ ὕλη αὐτῶν, ἀλλ’ αὐτὰ τὰ εἴδη κεκολασμένα,
καὶ διὰ τοῦτο δυνάμει, διὰ τὸ μὴ εἶναι εἰλικρινῆ μηδὲ τοιαῦτα οἷα ἦν πρὸ τῆς κράσεως. ταῦτα εἰπὼν ἐπιπλήττει τοῖς περὶ Ἀναξαγόραν, λέγουσιν
εἶναί ποτε ‘όμοῦ πάντα χρήματα᾿· εἰ γὰρ μὴ ἔστιν ἅπαν παντὶ μικτόν (πάθος γὰρ πάθει οὐ μίγνυται), πῶς ἦν ὁμοῦ πάντα χρήματα;
ὡς πρὸς τὴν αἴσθησιν εἰς μικρὰ κατακερματιζομένων τῶν μιγνυμένων καὶ παρακειμένων ἀλλήλοις τῶν μορίων ὥστε διὰ τὴν σμικρότητα τῶν μορίων
συναίσθησιν μὴ εἶναι τῆς παραθέσεως, ἀλλὰ δοκεῖν μίξιν καὶ· κρᾶσιν εἶναι, ὥσπερ εἴ τις σεμίδαλιν λεπτὴν ἐκ πυρῶν μίξει ἀλεύρῳ κριθῆς· παραθέσεως γὰρ ἐν τούτοις οὔσης, διὰ τὸ τῆς σμικρότητος τῶν μορίων μὴ ἀντιλαμβάνεσθαι τὴν αἴσθησιν δόξει κρᾶσίς τις εἶναι καὶ ὁμοιομερὲς εἶναι τὸ πᾶν. οὕτως ἔχει καὶ ἐπὶ τῶν ξηρίων, οἷον τοῦ ἑξαείδου. ἕνα μὲν οὖν μίξεως
τρόπον τοῦτον ὑποτίθεται, καθ’ ὃν σῴζεται μὲν τὰ εἴδη τῶν μιγνυμένων, 721 ἀνεπαίσθητα δὲ γίνεται τῇ σμικρότητι τῆς παραθέσεως· δεύτερον δὲ οὐκέτι 43r σῳζομένου τοῦ εἴδους τῶν μιγνυμένων, ἀλλ’ ἀναλυομένων αὐτῶν εἰς τὰ ἐξ ὧν σύγκεινται, καὶ οὕτως τῶν στοιχείων αὐτῶν παρακειμένων ἀλλήλοις, ὅπερ ἔλεγον οἱ τὰ ἄτομα ὑποτιθέμενοι· ἀναλυομένου γὰρ τοῦ τε πυρὸς καὶ τοῦ
ὕδατος | εἰς τὰς ἀτόμους ἐξ ὧν σύγκειται, εἶτα ἐκείνων ἀλλήλαις συντιθεμένων 722 ὡς ἑκάστην πυρὸς ἄτομον παρακεῖσθαι ἀτόμῳ ὕδατος, οὕτω τὴν κρᾶσιν γίνεσθαι, ὥσπερ ἄν εἰ οἱ λίθοι, ἐξ ὧν τὸ θέατρον εἰ τύχοι καὶ ἡ οἰκία σύγκειται, ἀναλυθέντων τῆς τε οἰκίας καὶ τοὐ θεάτρου ἕκαστος παρ’ ἕκαστον παρακεοιτο.
ἑνὶ μὲν ὅτι ἕτερον τῆς συνθέσεως ἡ μίξις, ἑτέρῳ δὲ ὅτι [τὸ] πᾶν σῶμα ἐπ’ ἄπειρόν ἐστι διαιρετὸν καὶ ἁπλῶς πᾶν τὸ συνεχές, ὧν τὸ μὲν ὅτι τὸ συνεχὲς ἐπ’ ἄπειρον διαιρετὸν ἔχει προαποδεδειγμένον ἐν τῇ Φυσικῇ,
τὸ δὲ ὅτι ἡ μίξις ἕτερον τῆς συνθέσεως ὡς ἀξίωμα κοινὸν καὶ πᾶσιν ὁμολογούμενον ἔλαβεν. οὐδεὶς γὰρ λέγει ἐπὶ τοῦ κράματος ὅτι σύγκειται ὁ οἶνος καὶ τὸ ὕδωρ, ἀλλ’ ὅτι μέμικται καὶ κέκραται, οὐδ’ ὅτι ἡ οἰκία κρᾶσίς ἐστι λίθων καὶ ξύλων καὶ τῶν λοιπῶν, ἀλλ’ ὅτι σύνθεσις, ὡς ἅτε δὴ
εἰδότων ἡμῶν ἑτέραν οὖσαν τῆς συνθέσεως τὴν μίξιν καὶ τὴν κρᾶσιν.
ἑκατέρῳ οὖν τῶν ἀξιωμάτων ἑκατέραν τῶν ὑποθέσεων ἀναιρεῖ, διὰ μὲν τοὐ λέγοντος ἐπ’ ἄπειρον εἶναι πᾶν τὸ συνεχὲς διαιρετὸν ἀναιρεῖ ὅτι οὐκ ἔστιν ἡ μίξις τοιαύτη οἵαν ἔλεγον οἱ τῇ εἰς τὰ στοιχειωδέστερα ἀναλύσει, τουτέστι τὰ ἄτομα, καὶ τῇ τούτων οὑτινοσοῦν παρ’ ὁτιοῦν παραθέσει τὴν μίξιν γίνεσθαι λέγοντες, οἵτινές εἰσιν οἱ περὶ Δημόκριτον. εἰ γάρ ἐστι τὸ
σῶμα ἐπ’ ἄπειρον διαιρετόν, ἀδύνατον ὁτιοῦν παρ’ ὁτιοῦν μόριον κεῖσθαι·
ἀεὶ γὰρ τὰ παρακείμενα ἀλλήλοις μόρια διαιρετὰ ὄντα οὐκ ἔχει ὁτιοῦν παρ’ ὁτιοῦν μόριον κείμενον. διαιρεθέντος γὰρ τοῦ μορίου εἰς τρία τὸ μεταξὺ τμῆμα εἰλικρινῶς ἐστι μὴ ἔχον ἑαυτῷ ἑτεροφυὲς παρακείμενον. ὥστε εἰ μὲν ἦν εἰς ἄτομα ἡ διαίρεσις, ἀναστοιχειουμένων τῶν μιγνυμένων δυνατὸν ἦν ὁτιοῦν
μόριον παρ’ ὁτιοῦν παρακεῖσθαι· ἐπειδὴ δὲ πᾶν τὸ συνεχὲς ἐπ’ ἄπειρόν ἐστι διαιρετόν, ἀδύνατον ἄρα ἐστὶν ὁτιοῦν μόριον παρ’ ὁτιοῦν παρακεῖσθαι. καὶ ἄλλως εἰ δέδεικται ὅτι δεῖ τὴν μίξιν μὴ φθειρομένων γίνεσθαι τῶν μιγνυμένων, ἀδύνατον ἄρα τῇ εἰς τὰ ἄτομα ἀναλύσει τὴν μίξιν γίνεσθαι·
οὕτω γὰρ ἄν φθείροιτο καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ μιγνύμενα· οὐ γάρ ἐστιν 723 ἑκάστη σφαιρικὴ ἄτομος πῦρ, ἀλλ’ ἡ τούτων σωρεία. ὁμοίως δὲ καὶ ἐπὶ 724 τοῦ ὕδατος. ὥστε εἰ ἀναλύοιτο τὰ μιγνύμενα εἰς τὰ στοιχειωδέστερα, φθείροιτο ἄν· δεῖ δὲ τὴν μίξιν ὄντων τινῶν εἶναι, οὐ φθειρομένων.
ἀνεῖλεν, ὁμοίως δὲ καὶ τὴν ἑτέραν διὰ τοῦ ἑτέρου ἀναιρεῖ ἀξιώματος. εἰ γὰρ ἕτερον συνθέσεως μίξις, οὐκ ἄν εἴη πρὸς τὴν αἴσθησιν ἡ μίξις. εἰ γὰρ κατὰ μικρὰ εἴη παρακείμενα, ὥστε μὴ ὑποπίπτειν τῇ αἰσθήσει τὴν παράθεσιν
διὰ τὴν σμικρότητα, σύνθεσις ἂν εἴη καὶ παράθεσις, οὐ μίξις. οὐδὲ γὰρ διὰ τὸ μὴ ὁρᾶσθαι διὰ τὴν σμικρότητα τὰ παρακείμενα μίξις ἄν
εἴη, ἀλλὰ διὰ τὸ παρακεῖσθαι καὶ μὴ κεκράσθαι, κἄν μὴ τῇ αἰσθήσει φαίνηται, οὐκ ἄν εἴη μίξις. ἄλλως τε εἰ πρὸς τὴν αἴσθησιν ἡ μίξις, τὸ αὐτὸ ἄλλῳ μὲν ἄν εἴη μεμιγμένον, τῷ μὴ ὀξὺ ὁρῶντι, ἄλλῳ δέ, οἷον τῷ Λυγκεῖ, οὐ μεμιγμένον, ὃς διὰ τὴν τῶν ὄψεων ὀξύτητα καὶ κατὰ γῆς ὁρᾶν λέγεται. οὕτω δ’ ἄν ἐν σχέσει τὸ εἶναι ἔχοι ἄν ἡ μίξις, οὐ φύσει, ὅπερ
ἄλογον· τὰ γὰρ μεμιγμένα, κἂν μηδεὶς ᾖ ὁ κρίνων, μεμιγμένα δηλονότι ἐστίν.
ἄλλως γὰρ ἀδύνατον.
διὰ τὸ εἰπεῖν ὅταν ἡτισοῦν παρ’ ὁντινοῦν τεθῇ· τῇ γὰρ αὐτῇ λέξει ἐχρήσατο, ᾗ καὶ ἐπὶ τοῦ δευτέρου τρόπου. οὐκ ἔστι δέ, ἀλλὰ πρὸς τὸν πρῶτον ταῦτα καὶ δῆλον ἐξ ὧν φησι τὸ λέγεται μὲν οὖν ἐκείνως, δηλονότι ὡς τὸ πρότερον, οὐχ ὡς τὸ προσεχές. εἶπε δὲ τὸ ἡτισοῦν παρ’ ὁντινοῦν, κριθὴ δηλονότι πρὸς πυρόν, ἵνα ἑκάστην κριθὴν πυρῷ τινι
ἑνὶ παρακεῖσθαι λάβωμεν, μὴ μέντοι κατὰ σωρείαν πολλὰς ἅμα κριθὰς πολλοῖς ἅμα πυροῖς. ἁρμόσει δὲ μᾶλλον τὸ ὑπόδειγμα τῷ δευτέρῳ τρόπῳ· ἐπὶ
726 γὰρ τῶν διὰ λεπτομέρειαν ἀφανῶν (ὡς ἐπὶ τῶν ξηρίων, τῆς μίξεως τῶν 727 ἀλεύρων τῶν ἐκ κριθῆς καὶ πυρῶν, καὶ ἄλλων τινῶν) οὐ πάντως ὁτιοῦν παρ’ ὁτιοῦν τῶν μιχθέντων κεῖται, ἀλλ’ ἐνδέχεται καί τινα ψήγματα παρακεῖσθαι ὁμοειδῆς, οἷον κρίθινα ἢ ἄλλου εἴδους.
728
κέχρηται δ’ ὑποθετικῷ συλλογισμῷ τοιούτῳ· εἰ ἐστι πᾶν σῶμα σώματι
μικτόν, καὶ εἰ ἔστι τὸ σῶμα ἐπ’ ἄπειρον διαιρετόν, ἀκολουθήσει τὸ ὁμοιομερὲς ὁτιοῦν τοῦ μιγνυμένου γίνεσθαι μέρος. τὸ γὰρ ‘ὁτιοῦν ἄν δέοι ὁμοιομερὲς γίνεσθαι παρ’ ὁτιοῦν᾿ | ἴσον ἐστὶ τῷ ‘πᾶν μέρος παντὶ ὁμοιομερὲς 729 ὀφείλει ἔσεσθαι᾿. καὶ τὸ μὲν συνημμένον τοιοῦτον, οὗ τὸ ἡγούμενον, καθάπερ εἶπον, δύο ἐστὶν ἀξιώματα, τό τε ἐπ’ ἄπειρον εἶναι τὸ σῶμα
διαιρετὸν καὶ τὸ ἕτερον εἶναι τῆς συνθέσεως τὴν μίξιν. δυνάμει γὰρ ἐμπεριέχεται ἐν τῷ εἴπερ ἐστὶ σῶμα σώματι μικτὸν ‘ἕτερον δηλονότι τῆς συνθέσεως ἡ μίξις᾿· ἐν γὰρ τῇ συνθέσει ἤτοι παραθέσει οὐχ ὁτιοῦν ᾡτινιοῦν παράκειται, διαιρετοῦ ὄντος ἐπ’ ἄπειρον τοῦ σώματος. καὶ εἰ
ὁμοιομερὲς ἀνάγκη εἶναι πᾶν μόριον τοῦ μιγνυμένου, οὐκ ἄν οὔτε κατὰ
μικρὰ σύνθεσις εἴη ἡ μίξις, οὔτε ὁτιοῦν ᾡτινιοῦν παράκειται κατὰ τὴν εἰς τὰ ἄτομα ἀνάλυσιν· οὔτε γὰρ ὅμοιαι αἱ παρακείμεναι ἄτομοι, καὶ κεῖται ἐπ’ ἄπειρον εἶναι τὸ σῶμα διαιρετόν. πόθεν δέ; ὅτι τῷ ἡγουμένῳ ἕπεται τὸ ἑπόμενον, ὅτι εἰ ἕτερον τῆς συνθέσεως ἡ μίξις, ἡ δὲ σύνθεσις ἀνομοιομερῆ ἔχει τὰ μόρια, οὐκ ἄν ἡ μίξις ἔχοι ἀνομοιομερῆ. ὁμοιομερῆ
ἄρα. ἀλλ’ οὐχ οὕτως ὁμοιομερῆ ὡς ἄν εἴποιεν οἱ τὰ ἄτομα λέγοντες. ἐπεὶ γὰρ τὰ σύνθετα ἐκ τῶν ἀτόμων μίγνυσθαι ἔλεγον (οὐ γὰρ αὐτὰς τὰς ἀτόμους), μίγνυσθαι δὲ αὐτὰ τῇ εἰς τὰ ἄτομα ἀναλύσει καὶ παραθέσει οὑτινοσοῦν ἀτόμου παρ’ ὁτιοῦν, εἶπον ἄν ὁμοιομερὲς τὸ ὅλον, μέρη λέγοντες οὐ τὰς ἀτόμους στοιχεῖα γὰρ αὗται), ἀλλὰ τὰ συγκείμενα ἐξ αὐτῶν τοῦ
ὅλου μόρια, ἐν οἷς πᾶσιν ὁμοία ἡ παράθεσις ὁρᾶται. ὅτι οὖν οὐχ οὕτως ὁμοιομερὲς τὸ μιγνύμενον, ἐκ τοῦ προειλῆφθαι ὅτι πᾶν σῶμα ἐπ’ ἄπειρον
διαιρετὸν δῆλον, ἀλλ’ ὅτι ἀεὶ καὶ ἐπ’ ἄπειρον γινομένης τῆς διαιρέσεως πάντα τὰ μόρια ὁμοιομερῆ εὑρίσκεται. τὸ μὲν οὖν συνημμένον, ὥσπερ εἶπον, τοιοῦτον. ἡ δὲ πρόσληψις αὐτῷ γίνεται δυνάμει μὲν ἡ αὐτὴ τῷ 730 ἡγουμένῳ τῷ ἐν τῷ συνημμένῳ, τῇ λέξει δὲ διάφορος. ἀντὶ γὰρ τοῦ 731 προσλαβεῖν ‘ἀλλὰ μήν ἐστι πᾶν σῶμα διαιρετὸν καὶ ἄλλο μίξεως σύνθεσις᾿, προσλαμβάνει ἴσον δυνάμενον τὸ ἐπεὶ δὲ οὐκ ἔστιν εἰς τὰ ἐλάχιστα διαρεθῆναι, οὔτε σύνθεσις ταὐτὸν καὶ μίξις, ὧν τὸ ἐπεὶ δὲ οὐκ
ἔστιν εἰς τὰ ἐλάχιστα διαιρεθῆναι ἴσον ἐστὶ τῷ ἐπεὶ δὲ πᾶν σῶμα διαιρετόν, τὸ δὲ οὔτε σύνθεσις ταὐτὸν καὶ μίξις, τὸ παραληφθὲν ἐν τῷ ἡγουμένῳ ὅπερ δυνάμει περιεῖχε, τῷ εἴπερ ἐστὶ καὶ σῶμα σώματι μικτόν. τούτοις οὖν προσληφθεῖσιν ἀκόλουθον συμπέρασμα τὸ ὁμοιομερὲς εἶναι πάντῃ ἑαυτῷ τὸ μιγνύμενον, ὅπερ αὐτὸ μὲν
οὐ τέθεικε δι’ ἄλλων δὲ αὐτὸ κατασκευάζει. δῆλον γάρ, φησίν, ὡς οὔτε κατὰ μικρὰ σῳζόμενα δεῖ τὰ μιγνύμενα φάναι μεμῖχθαι· σύνθεσις
γάρ ἐστι καὶ οὐ κρᾶσις οὐδὲ μίξις, οὐδ’ ἕξει τὸν αὐτὸν λόγον τῷ ὅλῳ τὸ μόριον. ταῦτα δὲ δεικτικά ἐστι τοῦ ὁμοιομερὲς εἶναι τὸ μιγνύμενον· τῇ γὰρ ἀναιρέσει τοῦ ἀνομοιομερὲς τὸ ὁμοιομερὲς εἶναι
εἰσάγεται. ἂν δὲ ᾖ κατὰ μικρὰ σύνθεσις ἡ μίξις, οὐδὲν συμβήσεται τούτων· οὐ γὰρ ὁμοιομερὲς τὸ ὅλον. οὐδ’ ἕξει τὸν αὐτὸν λόγον τῷ ὅλῳ τὸ μόριον, ὅπερ εἵπετο τῷ ἀξιώματι τῷ λέγοντι ἕτερον εἶναι σύνθεσιν μίξεως. εἰ δὲ μὴ ἔστι τὸ ὅλον ὁμοιομερές, φαινομένη ἐστὶ καὶ οὐκ οὖσα κρᾶσις, καὶ διὰ τοῦτο τῷ Λυγκεῖ εἴη ἄν οὐ μεμιγμένον.
732
γὰρ εἰς ἄτομα διαιρεθῆναι τὸ συνεχές. ὥστε συμβήσεται καὶ τοῦτον τῇ κτὰ μικρὰ παραθέσει γίνεσθαι, ὅπερ ἄτοπον πρὸς τῷ, ὡς ἤδη εἶπον, καὶ
τῇ ἀναστοιχειώσει μὴ σῴζειν τὴν τῶν μιγνυμένων φύσιν, ὅπερ ἔδει.
τὸ δὲ πάλιν προσέθηκεν, ὅτι τὸ αὐτὸ τοῖς ἐπὶ τῶν πρώτων ἐποίησεν·
ἀνελὼν γὰρ τὰς προκαταβεβλημένας δόξας, αὐτὸς ἔδειξε πῶς ἕκαστον αὐτῶν γίνεται.
εἰπεῖν τί τέ ἐστιν ἡ μίξις καὶ πῶς γίνεται, ἀναμιμνῄσκει ἡμᾶς τῶν περὶ τοῦ ποιεῖν καὶ πάσχειν εἰρημένων, ὅτι ταῦτα τῶν ποιούντων καὶ ἀντιπάσχει ὅσα τῆς αὐτῆς ὕλης κοινωνεῖ ἀλλήλοις, ταῦτα δὲ τῶν ποιούντων οὐκ ἀντιπάσχει ὅσα μὴ κοινὴν ἔχει ὕλην. ἐπεὶ οὖν τὰ μιγνύμενά ἐστι τὰ ποιοῦντα καὶ πάσχοντα εἰς ἄλληλα, ποιεῖ δὲ καὶ πάσχει εἰς ἄλληλα τὰ ὁμόυλα,
ταῦτα ἂν μιγνύοιτο ἀλλήλοις τὰ τῆς αὐτῆς ὕλης μετέχοντα. ὥστε τοῦτό ἐστι μίξις, ἡ τῶν ὁμοΰλων εἰς ἄλληλα ποίησις.
737
ἐν τῷ ποιεῖν μίξις οὐκ ἔστι. καὶ διὰ τοῦτο, φησίν, οὔτε ἡ ἰατρικὴ ποιοῦσα εἰς τὸ σῶμα μίγνυται αὐτῷ· οὐ γάρ ἐστιν ὁμόυλος ἡ ἰατρικὴ τῷ σώματι· ἐν ψυχῇ γὰρ αἱ ἐπιστῆμαι. διὰ τοῦτο οὖν ὑγιάζουσα τὸ σῶμα ἡ ἰατρικὴ οὐ μίγνυται αὐτῷ, εἴ γε μίγνυται τὰ ἀντιπάσχοντα ὑπ ἀλλήλων, ἀντιπάσχει δὲ τὰ ὁμόυλα. ἔχει δὲ ἡ λέξις δύσκολόν τι. ‘διὸ
γάρ φησιν ‘οὔτε ἡ ἰατρικὴ μιγνυμένη ποιεῖ ὑγίειαν, οὔτε πάλιν ἡ ὑγίεια μιγνυμένη τοῖς σώμασι ποιεῖ ὑγίειαν᾿. ἢ οὖν | οὕτως ἀκουστέον ‘διὸ 738 οὐδὲ ἡ ἰατρικὴ ποιεῖ ὑγίειαν μιγνυμένη τοῖς σώμασιν, οὔτε ἡ ὑγίεια μίγνυται τοῖς σώμασιν᾿, ἵνα τὸ μιγνυμένη συλληπτικῷ τρόπῳ εἰρημένον ὑπάρχῃ, οὐ μίγνυται δὲ δηλονότι ἡ ὑγίεια εἶδος οὖσα, εἴρηται δὲ ὅτι τὰ εἴδη οὐ
μίγνυται τοῖς ὑποκειμένοις· ἢ ὑγίειαν μὲν ποιοῦσαν ληψόμεθα τὸν τῆς 739 ὑγιείας λόγον, γινομένην δὲ τὴν ἐν τῷ σώματι, ὧν οὐδετέρα μίγνυται τῷ 740 σώματι. ἡ μὲν γὰρ ἐν ψυχῇ τὸ εἶναι ἔχει, ἡ δὲ εἶδός ἐστι τοὐ ὑπο-
741
μὲν ὀλίγοις καὶ μεγάλα μικροῖς συντιθέμενα οὐ ποιεῖ μίξιν.
μίγνυται οὐδὲ γὰρ λίθος ξύλῳ μικτός), διὰ τοῦτο προσδιορίζεται ποῖα τῶν ὁμοΰλων ἐστὶ τὰ μιγνύμενα, ὅτι τὰ εὐδιαίρετα. εὐδιαίρετα δὲ λέγει τὰ εὐόριστα, εὐόριστα δὲ τὰ ὑγρά· ὥστε ὅσα τῶν ὁμοΰλων ἐστὶν ὑγρά, ταῦτα
μίγνυται. πῶς δὲ τὰ ὑγρὰ μίγνυται ἐπάγει, ὅτι οὐχ ὡς ἔτυχεν ὄντα· οὐδὲ
γὰρ τὸ τυχὸν εἰς τὸ τυχὸν ὑγρὸν ἐγγινόμενον ποιεῖ μίξιν. οὐδὲ γὰρ εἰ σταγὼν οἴνου, φησί, μυρίοις χοεῦσιν ὕδατος ἐμβληθῇ, μεμιγμένον ποιεῖ τὸ ὅλον. τῷ γὰρ ὑπερβάλλειν τὴν τοῦ ὕδατος δύναμιν πάσχει μόνον ἡ σταγὼν τοῦ οἴνου ὑπ’ αὐτοῦ, οὐκέτι δὲ ἰσχύει καὶ ἀντιδρᾶσαι εἰς αὐτό,
ἀλλὰ παθοῦσα μόνον ἡ τοὐ οἴνου σταγὼν μεταβάλλει τὸ εἶδος, καὶ γίνεται φθορὰ καὶ γένεσις, οὐ μίξις. εἰ γὰρ καὶ πεφύκασί τινα ποιεῖν εἰς ἄλληλα, ἀλλ’ οὐχ ὡς ἔτυχεν ἔχοντα, ἀλλ’ ἔχοντα καὶ ποσόν τι σύμμετρον·
δεῖται γὰρ τὰ εἴδη καὶ ποσοῦ τινος, ἵνα συστῇ, ὡς αὐτὸς ἐν τῇ Φυσικῇ εἶπεν. ἐν οὖν τῇ σταγόνι εἰ καὶ ἔστι τὸ τοῦ οἴνου εἶδος, ἀλλ’
οὐκ ἔστι δυνάμει δραστήριος εἰς μυρίους χοᾶς ὕδατος. καὶ ἐξ ἀρχῆς μὲν δῆλον ὅτι μίξις τις γίνεται ἐν τῷ πλησιάζοντι μορίῳ, ὅταν δὲ ἐπὶ πολὺ διαχεθῇ ἡ σιαγὼν καὶ ἀεὶ τῷ πλεῖον εἶναι τὸ ἐμμιγνύμενον ἡ ποιότης ἀμβλύνηται, τέλος καὶ παντελῶς μεταβάλλει. δεῖ οὖν τὰ μιγνύμενα, φησίν, ἰσάζειν πως ταῖς δυνάμεσι. καὶ καλῶς εἶπε πως· οὐ γὰρ πάντως
ἴσα δεῖ εἶναι, ἀλλὰ μὴ πολὺ τὸ ἕτερον ὑπερβάλλειν. ἰσαζουσῶν οὖν πως τῶν δυνάμεων κρατεῖ κατά τι ἑκάτερον ἑκατέρου, οὐ μὴν πάντῃ φθείρει, ἀλλὰ τὰς ὑπερβολὰς κολάζει μόνον· καὶ οὕτως τὸ ὅλον γίνεται κοινόν τι ἀμφοῖν τῶν μιγέντων, οὐ μέντοι θάτερον αὐτῶν, ὥσπερ ἐπὶ τῆς ἐμβληθείσης σταγόνος. τὸ μὲν οὖν γενόμενον κοινὸν ἀμφοῖν, σῴζεται μέντοι δυνάμει ἑκάτερον ἐν
τῷ μίγματι τὸν εἰρημένον τρόπον.
ποιούντων καὶ πασχόντων ἐναντίωσιν ἔχει. τοῦτο δὲ εἶπε διὰ τὰ οὐράνια·
ποιεῖ γὰρ καὶ ταῦτα εἰς τὰ τῇδε, ἀλλ’ οὐκ ἔχει ἐναντίωσιν, διότι μηδὲ κοινὴν ὕλην ἔχει. ὅσα οὖν τῶν ποιούντων καὶ πασχόντων ἐναντίωσιν ἔχει, ὑγρὰ ὄντα καὶ ἐξισάζοντά πως ταῖς δυνάμεσι, ταῦτά ἐστι τὰ ποιοῦντα καὶ πάσχοντα·
νῦν φησιν ὅτι εἰ καὶ μὴ ἔστιν ἡ παράθεσις μίξις, συντελεῖ μέντοι εἰς τὴν μίξιν ἡ εἰς μικρὰ διαίρεσις καὶ παράθεσις· εὐκολώτερον γὰρ εἰς μικρὰ διαιρεθέντα μίγνυται τὰ μιγνύμενα. ῥᾷον γάρ, φησί, τὸ μικρὸν ὑπὸ τοὐ μικροῦ πείσεται μᾶλλον ἡ τὸ μέγα ὑπὸ τοῦ μεγάλου, τὸ δὲ πολύ, φησίν,
ὑπὸ τοῦ πολλοῦ χρονιώτερον πάσχει. δοκεῖ δὲ τοῦτο ἐκβαίνειν πως τὴν
ἀναλογίαν. διὰ τί γὰρ μὴ ὥσπερ ὁ αὐτός ἐστι λόγος τοῦ μορίου πρὸς τὸ μόριον, οὕτωσπερ ὁ τοῦ ὅλου πρὸς τὸ ὅλον, οὕτω κατὰ τὸν αὐτὸν λόγον ὁμοίως πείσεται τὸ ὅλον ὑπὸ τοῦ ὅλου, ὥσπερ τὸ μόριον ὑπὸ τοῦ μορίου; εἰ δὲ τοῦτο, συμβάλλεται συμβάλλεται ἡ κατὰ μικρὰ διαίρεσις καὶ παράθεσις εἰς
τὴν θάττω μίξιν. ἀλλὰ κἄν μὴ διαιρεθῇ, τὸ ὅλον δὲ τῷ ὅλῳ παρακέηται, οὐδὲν ἧττον μιχθήσονται πάσχοντα ὑπ’ ἀλλήλων. καὶ ἄλλως εἰ αἱ δυνάμεις ὅσῳ ἀθροώτεραί εἰσι, τοσούτῳ σφοδρότεραι καὶ ὑπερβαίνουσαι τὴν
τῶν μερῶν ἀναλογίαν, ὡς δείκνυται σαφῶς ἐπὶ τῶν ῥοπῶν διαιρούμενα γὰρ τὰ βάρη οὐ σῴζει τὴν τοῦ ὅλου ἀναλογίαν, καὶ τοῦτό ἐστιν ἐπὶ τοῦ
χρυσοῦ σαφέστατον, ἀλλ’ ἐνδέοντα βάρει τινὶ τοῦ ὅλου φαίνονται τὰ μόρια· ὁμοίως πάλιν συντιθεμένων τῶν μερῶν βαρύτερον τὸ ὅλον τῆς τῶν μερῶν ἀναλογίας φαίνεται· καὶ τὸ πῦρ δὲ ὅσῳ ἀθροώτερον, θερμότερόν ἐστι, διὸ ἐν καμίνῳ μεγάλῃ ῥιφὲν ξύλον μέγα ἐξάπτεται ἀθρόως, οὐκ ἄν δὲ ἐν ἥτ|τονι φλογὶ μικρότερον ξύλον κατὰ ἀναλογίαν τοῦτο ἄν πάθοι), εἰ τοίνυν 746
αἱ δυνάμεις ὅσῳ εἰσὶν ἀθροώτεραι, τοσούτῳ σφοδρότεραι, ἀκόλουθον τὸ μᾶλλον μίγνυσθαι μὴ διῃρημένα. φαμὲν δὲ πρὸς ταῦτα, ὅτι τὸ μὲν ἐπὶ τοὐ πυρὸς παράδειγμα καὶ τοῦ ξύλου, εἰκότως τὸ πλεῖον πῦρ μᾶλλον δρᾷ, 747 διότι γένεσίς ἐστι καὶ φθορά· μόνως οὗν τοῦ πυρὸς ποιοῦντος καὶ μόνως 748 πάσχοντος τοῦ ξύλου εἰκότως ὅσῳ ἀθροωτέρα ἡ ποιητικὴ δύναμις μᾶλλον
δρᾷ, ἢ μηδ’ ὅλως ἀντιπάσχουσα ὑπὸ τούτου εἰς ὃ καὶ δρᾷ ἢ ἀμυδρότατα, μᾶλλον δὲ καὶ αὐξομένη· φθορὰ γὰρ καὶ γένεσις τὺ πρᾶγμα. τὸ δὲ ἐπὶ
τῶν ῥοπῶν, οὐκ ἐναντίων ἐστὶ σύνοδος ἀλλ’ ὁμοίων, τὸ δὲ ὅμοιον τῷ ὁμοίῳ προσελθὸν συμπνεῖ μᾶλλον καὶ ζωοῖ τὸ ὅλον, διότι καὶ ἡ διαίρεσις εἰς φθορὰν μᾶλλον ἐπιτηδειότερον ποιεῖ τὸ διαιρούμενον, ὡς εἴρηται ἀνωτέρω· εἰκότως οὖν καὶ ἡ ἕνωσις ζωοῖ μᾶλλον. ταῦτα μὲν οὕτως. ἐπὶ μέντοι
τῶν μιγνυμένων, ἐπειδὴ ἰσοτίμως ἀντιδρῶσιν εἰς ἄλληλα τὰ μιγνύμενα,
δρῶσι δὲ εἰς ἄλληλα ἁπτόμενα ἀλλήλων, ἅπτονται δὲ μᾶλλον διαιρεθέντα (ἀθρόα γὰρ ὄντα πολὺ ἔχει τὸ βάθος), εἰκότως ἄρα διαιρεθέντα μᾶλλον μίγνυται, διότι καὶ μᾶλλον ποιεῖ καὶ πάσχει. τοῦτο δὲ διότι καὶ μᾶλλον ἅπτεται· καὶ γὰρ ἐπὶ τοῦ πυρὸς τὸ αὐτὸ ξύλον θᾶττον ἄν ἔπαθε διαιρεθέν, ἐπειδὴ καὶ μᾶλλον ὡμίλει τὰ μόρια αὐτοῦ τῷ πυρί. ὥστε ἐπὶ τῶν μιγνυμένων,
ἐπειδὴ δεῖ ἀμφότερα παθεῖν, δεῖ ἀμφότερα διαιρεθῆναι εἰς τὸ θᾶττον
παθεῖν· τὸ γὰρ πάσχον διαιρούμενον θᾶττον πάσχει. καλῶς ἄρα εἴρηται, ὅτι διαιρεθέντα τὰ μιγνύμενα καὶ κατὰ μικρὰ παρακείμενα μᾶλλον μίγνυται.
ὅτι καὶ ἀνωτέρω “διαιρετὰ” τὰ εὐόριστα ἔλεγεν. τῶν οὖν διαιρετῶν τὰ εὐόριστα (ταῦτα δέ ἐστι τὰ ὑγρά· ὁ γὰρ λίθος διαιρετὸς μέν, οὐκ εὐόριστος δέ), ταῦτά ἐστι μικτά, διότι διαιρεῖται ῥᾳδίως, τὰ δὲ διαιρούμενα μᾶλλον μίγνυσθαι ἐλέγομεν.
750
καὶ συνιόντα μίγνυται μὲν οὐδαμῶς, μόνον δὲ τὸν ὄγκον πλείονα ἐποίησεν.
δὲ μὴ ῥᾳδίως καὶ ἠρέμα, ἐπὶ τούτων φησὶν ἐν τῇ μίξει μηκέτι τὰ συναμφότερα μείζω τὸν ὄγκον ποιεῖν θατέρου, ἢ εἰ καὶ γένοιτό τις προσθήκη, ὀλίγη, ὡς τοῦ πλείονος ἀναλισκομένου, ὅπερ συμβαίνειν φησὶ περὶ τὸν
κασσίτερον καὶ τὸν χαλκόν· ἀέριος γὰρ ὢν ὁ κασσίτερος καὶ πλήρης ἀέρος καὶ ἐπιτήδειος εἰς τὴν τούτου μεταβολήν, πᾶς ἐξατμίζεταί τε καὶ
ἐξαεροῦται θερμαινόμενος ὑπὸ τοῦ πυρὸς ἐν τῇ πρὸς τὸν χαλκὸν μίξει, καὶ μόνον χρώννυσι τὸν χαλκόν, οὐ μέντοι καὶ τῷ ποσῷ τι προστίθησι. μήποτε δὲ οὐδ’ ὅλως ἐστὶ μίξις τοῦ καττιτέρου πρὸς τὸν χαλκόν, ἀλλὰ παράθεσις καὶ κόλλησις· οὐδὲ γὰρ ὑγρῷ ὄντι τῷ χαλκῷ μίγνυται οὐδὲ δι’ ὅλης αὐτοῦ χωρεῖ τῆς οὐσίας, ἀλλὰ μόνον τὴν ἐπιφάνειαν χρώννυσιν. ἔοικεν
οὖν μᾶλλον εἴδει τινὶ ὁ καττίτερος ἐν ὑποκειμένῳ τῷ χαλκῷ, ὡς καὶ αὐτὸς προϊὼν λέξει.
ἀδιαρθρώτως προφέρειν τοὺς λόγους, τοιαῦτα δέ ἐστι, φησί, τινὰ καὶ ἐπὶ τῶν πραγμάτων, ἀμυδρὰν καὶ ἀσαφῆ καὶ ἀδιάρθρωτον τὴν μίξιν ἔχοντα, τρόπον μέν τινα μιγνύμενα, τρόπον δὲ μή. εἰπὼν δὲ ὅτι ἔνια ψελλίζεται πρὸς ἄλληλα τῶν ὄντων καὶ ἐπαμφοτερίζει, τοῦτο ἐξηγήσατο διὰ τοῦ φαίνεται γὰρ καὶ μικτὰ ἠρέμα, καὶ ὡς θάτερον μὲν δεκτικὸν
θάτερον δὲ εἶδος. ὁ οὖν καττίτερος τρόπον μέν τινα εἶδός τι 756 καὶ πάθος ἐστὶ τοῦ χαλκοῦ, ἐξατμιζόμενος ἐν τῇ μίξει καὶ μόνον χρωματίζων 45r τὸν χαλκόν, οὐκ ἦν δὲ τὰ πάθη μικτὰ τοῖς ὑποκειμένοις, οὐ μὴν παντάπασι τοιοῦτος ὁ καττίτερος. διὸ καὶ εἶπε τὸ ψελλίζεται καὶ τὸ ἐπαμφοτερίζει· γίνεται γάρ τις ὀλίγη τοῦ ὑποκειμένου αὔξησις, ὅπερ οὐκ
ἔστιν ἐπὶ τῶν εἰδῶν. ὁμοία δὲ γίνεται ἡ μίξις καὶ ἐπὶ τῆς τέφρας καὶ τοῦ ὕδατος. καὶ γὰρ ἐπ’ ἐκείνων σχεδὸν μόνον | χρωματίζεται τὸ ὕδωρ 757 ὑπὸ τῆς τέφρας, αὔξεται δὲ ἐπ’ ὀλίγον· γίνεται γάρ τις τῆς τέφρας ἐν τῷ ὕδατι αὔξησις.
αὐτοῦ, δυνάμει δὲ ἀμφοτέρων. καὶ διὰ τί. διὰ τὸ κοινὴν ὕλην ὑποβεβλῆσθαι
τοῖς μιγνυμένοις, καὶ εἶναι ἐπ’ ἴσης ποιητικὰ καὶ παθητικὰ ὑπ’ ἀλλήλων. καὶ ποῖα μικτὰ τῶν ὄντων. ὅτι οὔτε τὰ στερεὰ οὔτε πάντα τὰ ὑγρά, ἀλλ’ ὅσα ἐστὶν εὐόριστα καὶ εὐδιαίρετα, μὴ ὄντα γλίσχρα μηδὲ περιολισθαίνοντα ἐν τῇ διαιρέσει.
τὰ αὐτὰ ἁπλῶς εἶναι.
δεόμενα δὲ προσθήκης ἑκάτερον κατὰ τὴν οἰκείαν ποιότητα εἰς τὸ κατ’ ἐνέργειαν γενέσθαι ὅπερ ἦν, οὐ μέντοι ὁλοκλήρου μεταβολῆς· ἡ γὰρ τοιαύτη
γένεσίς ἐστι καὶ φθορά, οὐχὶ δὲ μίξις.
αὐτῷ συνήθης. εἰ γὰρ ἀμφότερα εὐόριστα καὶ ὑπ’ ἀλλήλων παθητικά, συνώνυμά ἐστι δηλονότι κατὰ τοῦτο· μικτά τε γὰρ ἄμφω καὶ τὸν λόγον ἔχοντα τοῦ μικτοῦ.
οὕτως ὡς τὸ ἐξ αὐτῶν ἕν τι ὁμοιομερὲς ὅλον γενέσθαι, τότε ἥνωται. καὶ ὁ λόγος ἄν οὗτος εἴη μίξεως ‘ἕνωσις τῶν μικτῶν δι’ ἀλλοιώσεως᾿, ὡς πῇ
μὲν σῴζεσθαι τὰ μιγνύμενα πῇ δὲ φθείρεσθαι, ἐνεργείᾳ μὲν οὐκ ὄντα τοιαῦτα, ὡς εἴρηται, ἀλλὰ κεκολασμένα ἐφθάρθαι δοκεῖ, μηκέτι τὴν ἀκρότητα τοὐ τοιούτου σῴζοντα εἴδους, τῷ δὲ μὴ καθ’ ὅλας αὑτὰς μεταβεβληκέναι
τὰς ποιότητας, ἀλλ’ ἕνωσιν ὑπομεῖναι τούτων, ταύτῃ ὑπομένει καὶ σώζεται.
In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. John Philoponus. ed. Girolamo Vitelli. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.