ΙΩΑΝΝΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΖΧΟΛΙΑ ΕΙΣ TO AEYTEPON TQN IIPOTEPQN ANAAYTIKQN ΑPIΣTΟTEΛΟYΣ.
προτάσεων καὶ πότε καὶ πῶς γίνεται συλλογισμός.
ἀκριβέστερον λέγοντας σκοπὸς οὗτος· ἐπειδὴ ἐν τῷ πρώτῳ λόγῳ τὸ
εἶδος τῶν συλλογισμῶν εἶπεν, ἐν τούτῳ ἐρεῖ τὴν ὕλην· εἶδος δὲ ἦν τὸ συμπέρασμα, ὕλη δὲ αἱ προτάσεις. καὶ οὗτος μὲν ὁ σκοπός. ἐν προοιμίοις δὲ ἐπαναλαμβάνει τὰ εἰρημένα ἐν τῷ πρώτῳ βιβλίῳ, ὅτι ἐπεδείξαμεν ἐν πόσοις σχήμασι γίνονται οἱ συλλογισμοί, ἐν γὰρ τρισί, καὶ διὰ ποίων προτάσεων, δηλονότι ἐν μὲν τῷ πρώτῳ σχήματι τῆς μείζονος
καθόλου οὕσης τῆς δὲ ἐλάττονος καταφατικῆς, ἐν δὲ τῷ δευτέρῳ τὴς μείζονος καθόλου τῆς δὲ ἐλάττονος ἀνομοιοσχήμονος οὕσης κατὰ ποιότητα ἐν δὲ τῷ τρίτῳ τῆς ἐλάττονος οὕσης καταφατικῆς, καὶ πόσων προτάσεων, ὅτι δύο χρεία τοὐλάχιστον, καὶ πότε καὶ πῶς. ταῦτα μὲν προείρηται ἐν τῷ πρώτῳ τμήματι τοῦ πρώτου βιβλίου. ἐν δὲ τῷ δευτέρῳ τμήματι
εἴρηται πῶς δεῖ κατασκευάζειν, ὅτι ὀφείλομεν λαμβάνειν κατηγορούμενα, ὑποκείμενα, ἀλλότρια. ἐν δὲ τῷ τρίτῳ τμήματι περὶ ἀναλύσεως εἶπεν, ὅτι 1 ποίᾳ μεθόδῳ χρώμενοι ἀναδραμεῖν ὀφείλομεν εἰς τὰς ἀρχὰς τῶν συλλο- XCIVv γισμῶν. ταῦτα οὖν εἴρηται ἐν τῷ πρώτῳ βιβλίῳ.
πραγματείαν τοῦτο τὸ βιβλίον ὥσπερ καὶ τὸ πρότερον εἰς τὴν Ἀποδεικτικήν, καὶ ὥσπερ ἐκεῖνο εἰς τὴν Ἀποδεικτικήν, οὕτω καὶ τοῦτο εἰς τοὺς Τόπους.
ὅτι οἱ καθόλου συλλογισμοὶ καὶ καταφατικοὶ καὶ ἀποφατικοὶ καὶ οἱ κατὰ μέρος καταφατικοὶ μόνοι πλείω συλλογίζονται, οἱ δὲ μερικοὶ ἀποφατικοὶ οὐκέτι. διὰ τί; ἐπειδὴ τὰ καθόλου καταφατικὰ προβλήματα πρὸς τὰ μερικὰ ἀντιστρέφει, τὰ δὲ μερικὰ πρὸς ἑαυτά, λέγω δὴ τὰ καταφατικά, ὁμοίως δὲ
καὶ τὰ καθόλου ἀποφατικὰ πρὸς ἑαυτά, τὸ δὲ μερικὸν ἀποφατικὸν πρὸς
οὐδὲν τῶν ἄλλων οὕτε πρὸς ἑαυτό.
τὸ συμπέρασμα ἐφ’ ἑκάστου ὡρισμένον ἐστί, καὶ μή τις εἴπῃ ‘ τὸ A τινὶ τῶ Γ καὶ τὸ Γ τινὶ τῶ Α τὸ αὐτό εἰσι καὶ οὐκ εἰσὶ πολλοὶ συλλογισμοί . λέγομεν γὰρ ὅτι ἕκαστον ὡρισμένον ἐστὶ καὶ ἕκαστόν ἐστι τὶ κατά τινος· ἕτερον γάρ ἐστι τὸ ποιῆ|σαι ὑποκείμενον τὸ Γ κατηγορούμενον δὲ τὸ A, XCVr καὶ ἕτερον τὸ ὑποκείμενον τὸ Α κατηγορούμενον δὲ τὸ Γ. διὸ καὶ αὐτὸς
σαφῶς εἰπὼν ἐπὶ τοῦ καθόλου ἀποφατικοῦ ὄτι, εἰ μηδενὶ τῷ Β τὸ Α, καὶ τῷ Α οὐδενὶ τὸ B, τοῦ τό φησιν ἕτερον εἶναι τοῦ ἔμπροσθεν. ἐξ ἀνάγκης γὰρ ἕτερόν ἐστιν· ὁ γὰρ πρότερος εἶχε κατηγορούμενον τὸ Α δὲ τὸ Β, ὁ δὲ δεύτερος εἶχε κατηγορούμενον τὸ Β ὑποκεί- 2 μενον δὲ τὸ Α, ὥστε ἔτεροι ἀλλήλων. πῶς δὲ πολλὰ συμπεράσματα συν- XCv άγεται, ἀναγκαῖον ἐπισκέψασθαι, οἷον ὡς ἐπὶ τοῦ καθόλου καταφατικοῦ, εἰ
τὸ Α, εἴ τύχοι, παντὶ τῷ Γ καὶ τὸ Γ παντὶ τῷ Β, καὶ τὸ Α ἄρ παντὶ τῷ Β, καὶ τὸ Β τινὶ τῷ Α. ὀμοίως καὶ ἐπὶ τοῦ μερικοῦ καταφατικοῦ· εἰ
γὰρ τὸ Α παντὶ τῷ Γ καὶ τὸ Γ τινὶ τῷ Β, καὶ τὸ Α ἄρα τινὶ τῷ B. καὶ τὸ Β ἄρα τινὶ τῷ Α, ὥστε πλείους εἰσὶν οί συλλογισμοί. ὁμοίως καὶ ἐπὶ τοῦ καθόλου ἀποφατικοῦ, ὅτι τὸ Α οὐδενὶ τῷ Β καὶ τὸ Β οὐδενὶ τῷ Α. ἐπὶ δὲ τοῦ μερικοῦ ἀποφατικοῦ, ἐπειδὴ ἀντιστρέψαι οὐκ ἐνδέχεται, τούτου χάριν
οὐδὲ πλείονες γίνονται οἱ συλλογισμοί.
ἢ ὑπὸ τὸ μέσον ἢ ὑπὸ τὸ συμπέρασμά ἐστιν, ἁπάντων ἔσται ὁ αὐτὸς συλλογισμός.
γινόμενοι συλλογισμοί. ἔνι δὲ καὶ ἄλλως εἰπεῖν ὅτι πλείους γίνονται συλλογσμοί, ἐκ τοῦ κατὰ παντὸς ἢ μηδενός, οἷον ὡς ἐπὶ παραδείγματος
σαφηνείας χάριν· ἡ οὐσία παντὶ ζῴῳ, τὸ ζῷον παντὶ ἀνθρώπῳ, ἡ οὐσία παντὶ ἀνθρώπῳ· ἐπειδὴ κατὰ παντὸς ἀνθρώπου κατηγορεῖται τὸ ζῷον, οὐκοῦν καὶ κατὰ Σωκράτους καὶ πλάτωνος καὶ Ἀλκιβιάδου· οὐκοῦν καὶ κατὰ τούτων ὅλων ἡ οὐσία. ὥστε πλείους οἱ συλλογισμοὶ ἐκ τοῦ κατὰ παντός. ὁμοίως καὶ ἐκ τοῦ κατὰ μηδενὸς πλείους εἰσὶν οἱ συλλογι-
σμοί· οἷον τὸ ἄψυχον οὐδενὶ ζῴῳ, τὸ ζῷον παντὶ ἀνθρώπῳ, οὐκοῦν καὶ κατὰ Σωκράτους καὶ Πλάτωνος· οὐκοῦν τὸ ἄψυχον <καὶ> κατὰ τούτων οὐκ ἔστιν. οὕτω καὶ ἐκ τοῦ κατὰ παντὸς καὶ ἐκ τοῦ κατὰ μηδενὸς πλείους γίνονται οἱ συλλογισμοί. οὐ μόνον δὲ ἐπὶ τούτων ἀλλὰ καὶ ἐπὶ τοῦ μέσου ὅρου· οἷον ὅτι τὸ ζῷον κατὰ ἵππου καὶ κατὰ ἀνθρώπου καὶ κατὰ κυνός, οὐκοῦν
καὶ ἡ οὐσία. ὥστε ὁμοίως ἔστι συλλογισμός, οὐ μέντοι ὁ αὐτός· καὶ γὰρ οὗτος καταφατικός, ἀλλὰ ἄλλου καταφατικός.
φησίν, εἰ τὸ Α συνήχθη παντὶ τῷ Β διὰ τοῦ 5 Γ, ἔστι δὲ καὶ τὸ Δ μέρος
τοῦ Β, οὐκοῦν καὶ τῷ μέρει κατηγορεῖται· πάλιν εἰ παντὶ τῷ Γ τὸ Α, μέρος δὲ τοῦ Γ τὸ E, καὶ τὸ Α παντὶ τῷ E. ὥστε πλείους οἱ συλλογισμοί.
ὑπάρχει τὸ B. εἰ δὲ τὸ E μέρος τοῦ Α, οὐ φανερὸν ὅτι τὸ Β οὐχ
ὑπάρχει τῷ E, εἰ μὴ ἄρα ἀντιστροφὴ γένηται· εἰ γὰρ τὸ Α οὐδενὶ τῷ Β, καὶ τὸ B οὐδενὶ τῷ A, καὶ οὕτω δῆλον γίνεται ὅτι οὐδὲ τοῖς μέρεσι τοῦ Α ὑπάρχει. εἰ δὲ μὴ ἐγίνετο ἡ ἀντιστροφή, οὐκ ἐγίνετο φανερὸν ὅτι οὐχ ὑπάρχει τὸ Β τῷ E.
ὑπάρχειν.
ληφθῇ ἐν μέρει· τῶν δ’ ὑπὸ τὸ μέσον ἔσται πάντων, πλὴν οὐ διὰ τὸν συλλογισμόν.
μέσον ὅρον δυνατὸν δεῖξαι διὰ τοῦ κατὰ παντός, τὰ δὲ ὄντα ὑπὸ τὸν 4 ἄκρον ὅρον οὐ δυνατόν, ἐπεὶ εὑρίσκεται ἡ μείζων μερικὴ καὶ ἀσυλλόγιστος ἐν πρώτῳ σχήματι· οἷον εἰ τὸ Α τινὶ τῷ Γ, μέρος δὲ τοῦ Γ τὸ E, ὥστε τὸ Γ τινὶ τῷ E, τὸ Α δὲ τινὶ τῷ Γ, καὶ εὑρίσκεται ἡ μείζων μερικὴ καὶ ἀσυλλόγιστος ἐν πρώτῳ σχήματι. δυνατὸν δὲ δεῖξαι τὰ ἄντα ὑπὸ τὸν μέσον
ὅρον διὰ τοῦ κατὰ παντός· οἷον εἰ τὸ Α παντὶ τῷ Β, μέρος δὲ τοῦ Β τὸ Δ, ὥστε καὶ τὸ | Α παντὶ τῷ Δ, ὥστε τοῖς πράγμασι τοῖς ὑπὸ τὸν XCV μέσον ὅρον ὑπάρχει τὸ ἄκρον. τοῖς δὲ ὑπὸ τὸν ἔσχατον οὐ δυνατὸν δεῖξαι οτι υπαρχει.
γὰρ ὑπὸ τὸ Γ τεθέντος οὐκ ἔσται συλλογισμός.
ὑπάρχει τὸ ἄκρον· τῶν δ’ ὑπὸ τὸ B ὄντων γίνεται, ὅτι ἡ μείζων φυλάττεται καθόλου.
ἄκρον τῷ μέσῳ καὶ τοῖς μέρεσιν ὑπάρχει, ὡς ἐπὶ τῶν καθόλου προτάσεων, ἢ ὅτι οὐ δυνατὸν δεῖξαι καὶ ἐπὶ τοῦ ἐσχάτου ὅρου, ὡς ἐπὶ τῶν μερικῶν συμπερασμάτων. † ἀλλὰ ἡ καθόλου τὸ παράγγελμα λέγει, ἵνα πανταχοῦ ᾖ· εἰ γὰρ μὴ ἔσται καὶ ἐπὶ τούτων, τῶν μερικῶν συλλογισμῶν τοῦ δευτέρου
καὶ τρίτου σχήματος, οὐδ’ ἐπὶ τῶν τοῦ πρώτου μερικῶν συλλογισμῶν ἔσται, οὐδ’ ἐπὶ τοῦ μερικοῦ καταφατικοῦ ἔσται· ἀδύνατον γὰρ δεῖξαι τὸ μέρος τοῦ Γ, τοτέστι τὸ E, ὅτι ὑπάρχει ἐν τῷ ἄκρῳ, ἵνα ἀντὶ τοῦ Γ λάβω τὸ E.
γονται τὰ συμπεράσματα. καὶ γὰρ αἱ προτάσεις ἢ ἄμφω ἀληθεῖς ἢ ἄμφω ψευδεῖς, ἢ ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής. καὶ εἰ ἄμφω ἀληθεῖς, ἀληθὲς καὶ τὸ συμπέρασμα. εἰ δ’ ἄμφω ψευδεῖς, ποτὲ ἀληθές, ποτὲ ψευδές. εἰ 5 δ’ ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής, εἰ μὲν ἡ μείζων ψευδὴς ἡ δὲ ἐλάττων XCVV ἀληθής, ψευδὲς τὸ συμπέρασμα· εἰ δὲ ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ψευδής, ἀληθὲς τὸ συμπέρασμα. λέγει οὖν ὅτι ἐκ ψευδῶν ἀμφοτέρων ἔστι συλλογίσασθαι καὶ ἀληθῆ συμπεράσματα, τοῦ δὲ ὅτι <ὁ> συλλογισμός, οὐ τοῦ
διότι. εἰδέναι γὰρ δεῖ ὅτι, εἰ ἀληθεῖς εἰσιν αἱ προτάσεις, ὁ μέσος ὅρος ἔχει τὴν αἰτίαν δι’ ἧς συνάπτει ὁ ἄκρος τῷ ἄκρῳ· διὰ γὰρ τοῦ μέσου ὅρου ὁ ἄκρος τῷ ἄκρῳ δείκνυται· καὶ ἔστιν ὁ συλλογισμὸς τοῦ διότι. εἰ δὲ ψευδεῖς εἰσιν αἱ προτάσεις, ἀληθὲς δὲ τὸ συμπέρασμα, αὐτὸ τοῦτο μόνον συνήχθη, ὅτι τὸ ἄκρον τῷ ἄκρῳ ὑπάρχει, καὶ μόνον τὸ ὅτι· οὕτε γὰρ τὴν
αἰτίαν ἔχει ὁ μέσος ὅρος ἐπὶ τῶν ψευδῶν προτάσεων διότι ὁ ἄκρος τῷ ἄκρῳ συνάπτεται. ὥστε διαφέρει τὸ ἀληθὲς συμπέρασμα τὸ ἐξ ἀληθῶν
προτάσεων τοῦ ἀληθοῦς συμπεράσματος τοῦ ἐκ ψευδῶν τούτῳ, ὅτι τὸ μὲν ἀληθὲς τὸ ἐξ ἀληθῶν τοῦ διότι ἔχει τὸν συλλογισμόν, τὸ δὲ ἀληθὲς τὸ ἐκ ψευδῶν τοῦ ὅτι μόνον. λέγει οὖν πρῶτον περὶ τοῦ ἐξ ἀληθῶν προτά-
σεων, ὅτι οὐκ ἐνδέχεται ψεῦδος συναχθῆναι ἀλλὰ πάντως ἀληθές. εἰδέναι δὲ δεῖ ὅτι τὸ μὲν ἀληθὲς ἐκάλεσεν ὄν, τὸ δὲ ψεῦδος μὴ ὄν, καὶ τὸ ὂν ἀληθές, τὸ δὲ μὴ ὅν ψεῦδος.
συλλογίσασθαι, ἐντεῦθεν δῆλον.
μὴ ὄντος μηδὲ Α εἶναι, οὐκοῦν ἀνάγκη καὶ τοῦ Α ὄντος τὸ Β εἶναι. εἰ δὲ ἐρεῖς ὅτι τοῦ Α ὄντος τὸ B οὐκ ἔστι, τὸ αὐτὸ καὶ ἔστι καὶ οὐκ ἔστιν,
ὅπερ ἄτοπον· ἐλέγομεν γὰρ ὅτι τὸ ἀληθὲς ὂν καλεῖται, τὸ δὲ ψεῦδος μὴ ὄν. εἰ οὖν ἐξ ἀνάγκης τοῦ Α ὅντος τὸ Β ἀκολουθεῖ, ὅν ἔσται τὸ Β ὡς ἀληθές· εἰ δὲ ἐρεῖς ὅτι οὐκ ἀληθὲς ἀλλὰ ψευδές, ἔσται μὴ ὄν, ὅπερ ἄτοπον, τὸ αὐτὸ καὶ ὂν καὶ μὴ ὄν λέγειν.
τὸ Β, ᾦ τὸ Γ, ἀνάγκη τὸ Α ὑπάρχειν.
ὑπάρχειν τῷ Β καὶ τὸ Β τῷ Γ, οὐκοῦν καὶ τὸ Α τῷ Γ, ὥστε | ἀληθὲς XCVIr καὶ ὂν τὸ συμπέρασμα. εἰ δέ τις ἐρεῖ τοῦτο ψευδές, τὸ αὐτὸ καὶ ὄν ἐστι καὶ μὴ ὄν, ὅπερ ἄτοπον. ὁμοίως καὶ ἐπὶ ἀποφατικῶν ἔστιν ἀληθὲς ἐξ ἀληθῶν δείκνυσθαι.
τῶν προτάσεων ψευδῶν οὐσῶν.
δῶν, ἢ ἀμφοτέρων τῶν προτάσεων ὅλων ψευδῶν οὐσῶν, καὶ συνάγονται δύο συζυγίαι, καταφατικὴ καὶ ἀποφατική, ἢ ἀμφοτέρων τῶν προτάσεων
ἐπί τι ψευδῶν οὐσῶν, καὶ ἄλλαι δύο συζυγίαι γίνονται, μία καταφατικὴ καὶ ἄλλη ἀποφατική, ἢ τῆς μὲν ὅλης ψευδοῦς τῆς δὲ ἐπί τι ψευδοῦς, καὶ τοῦτο διχῶς· ἢ γὰρ ἡ μείζων ἐπί τι ψευδὴς ἡ δὲ ἐλάττων ὅλη ψευδής, καὶ
γίνονται ἄλλαι δύο συζυγίαι, καταφατικὴ καὶ ἀποφατική, ἢ ἡ μείζων ὅλη ψευδὴς ἡ δὲ ἐλάττων ἐπί τι ψευδής, καὶ γίνονται ἄλλαι δύο, καταφατικὴ καὶ ἀποφατική. ὥστε τέως ἔχομεν ὀκτὼ συζυγίας, δύο μὲν ἐκ τῶν ὅλων ψευδῶν, δύο δὲ ἐκ τῶν ἐπί τι ἄμφω ψευδῶν, τέσσαρας δὲ ἐκ τοῦ τῆς μὲν
ὅλης τῆς δὲ ἐπί τι τῶν προτάσεων ψευδοῦς. οὕτω μέν, εἰ ἐξ ἀμφοτέρων
ψευδῶν. ἐκ δὲ τῆς θατέρας ψευδοῦς τῆς δὲ θατέρας ἀληθοῦς, καὶ τοῦτο διχῶς· ἢ γὰρ ἡ μείζων ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, ἢ ἡ μὲν ἐλάττων ψευδὴς ἡ δὲ μείζων ἀληθής. καὶ εἰ ἡ μείζων ψευδὴς ἡ δ’ ἐλάττων ἀληθής, ἢ ὅλη ψευδής, καὶ ποιεῖ δύο συζυγίας, καταφατικὴν καὶ ἀποφατικήν, ἢ ἐπί τι ψευδής, καὶ ποιεῖ ἄλλας δύο, μίαν καταφατικὴν καὶ μίαν ἀποφατικήν.
εἰ δὲ ᾖ ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ψευδής, πάλιν ἢ ὅλη ψευδής, καὶ
ποιεῖ ἄλλας δύο συζυγίας, ἢ ἐπί τι ψευδής, καὶ ποιεῖ ἄλλας δύο καταφατικὴν καὶ ἀποφατικήν, ὥστε γίνεσθαι τὰς πάσας δεκαέξ. ταύτας διέξεισιν ὁ 7 Ἀριστοτέλης, οὐ πάσας δέ· τὰς γὰρ γὰρ μὲν ὅλης ψευδοῦς τῆς δὲ ἐπί τι XCVIr ψευδοῦς γινομένας τέσσαρας συζυγίας οὐ διέξεισιν ὡς δήλας ἐκ τῶν ἄλλων. καὶ λέγει ὅτι συνάγουσιν ἀληθῆ συμπεράσματα, ἐὰν ὦσιν ἄμφω ψευδεῖς,
εἰ δὲ ή ἡ μείζων ψευδής, οὐ συνάγεται ἀληθές· ὅπερ θαυμαστὸν ὅτι
ἀμφοτέρων μὲν τῶν προτάσεων ψευδῶν οὐσῶν συνήγετο, τῆς δὲ μείζονος ψευδοῦς οὔσης οὐ συνάγεται.
ὅλον μὲν ψεῦδος καλεῖ οὖ τὸ ἐναντίον ἀληθές ἐστιν· οἷον ‘πᾶς ἄνθρωπος πτερωτός᾿ ὅλον ψεῦδος, ἐπειδὴ τὸ ἐναντίον ἀληθὲς τὸ ‘οὐδεὶς ἄνθρωπος πτερωτός ἐστιν᾿. ἐπί τι δὲ ψεῦδος καλεῖ ᾧ τὸ ἀντιφατικῶς ἀντικείμενόν
ἐστιν ἀληθές· οἷον ‘πᾶς ἄνθρωπος λευκός᾿, τοῦτο ἐπί τι ψεδδος, ὅτι τὸ ἀντιφατικῶς ἀντικείμενον αὐτῷ ἀληθεύει τὸ οὐ ‘οὐ ἄνθρωπος λευκός‘.
λέγει οὖν πρῶτον περὶ τῶν συζυγιῶν τῶν ἐξ ἄμφω ψευδῶν. λέγει γάρ· ἔστω ὅτι συμπέρασμα γέγονε τὸ Α παντὶ τῷ Γ· ἔστωσαν δὲ αἱ προτάσεις ἀληθεῖς μὲν ὡς ἀποφατικαί, τό τε AB καὶ τὸ ΒΓ, ψευδεῖς δὲ ὡς καταφατικαί, ἵνα ὦσιν ὅλαι ψευδεῖς. οἷον τὸ Α παντὶ τῷ Β, ὅπερ ψεδδος· ἦν γὰρ τὸ ὰληθὲς οὐδενί. τὸ δὲ B παντὶ τῷ Γ, ὅπερ ψεῦδος· τὸ γὰρ ἀληθὲς
ἦν οὐδενὶ τῷ Γ· οὐκοῦν συνάγεται ὅτι τὸ Α τῷ Γ παντί, ὅπερ ἀληθές. καὶ σκοπήσωμεν ἐνταδθα. ἐπειδὴ γὰρ ἀληθεῖς οὖσαι αἱ προτάσεις ἀσυλ- λόγιστοι ἦσαν ἀμφότεραι γὰρ ἀποφατικαί) καὶ συνῆγον τὸ πᾶς καὶ τὸ οὐδείς διὸ καὶ ἀσυλλόγιστοι), ψευδεῖς γενόμεναι ὑπονοηθεῖεν ἂν ὰληθῆ συνάγειν· εἰ γὰρ ἀληθεῖς αἱ προτάσεις οὖσαι ἀσυλλόγιστος ἦν ἡ συζυγία,
ψευδεῖς οὖσαι συλλογιστικὴ ἔσται. ἀλλὰ καὶ τοῦτο εἰδέναι δεῖ, ὅτι ἄμφω ψευδῶν οὐσῶν οὐκ ἀεὶ τὸ συμπέρασμα ἀληθές, ἀλλ’ ὅτε ἀσυλλόγιστος οὖσα
συνῆγε τὸ τοιοῦτον συμπέρασμα, οἷον εἰ ἀσυλλόγιστος οὖσα ἡ συζυγία συνῆγε καταφατικόν· ψευδῶν γὰρ μεταληφθεισῶν εἰς καταφατικὰς συνάξει καὶ τὸ καταφατικὸν ὰληθὲς ἐκ ψευδῶν. ὅτε δὲ ἐξ ἀληθῶν προτάσεων ἀσυλλόγιστος
οὖσα ἡ συζυγία συνῆγεν ὰποφατικόν, μεταληφθεισῶν τῶν προτάσεων εἰς ψευδεῖς συνάξουσι ψευδὲς συμπέρασμα. διὸ οὐκ ἀεὶ ἐκ ψευδῶν ἀληθές. ἐπειδὴ οὖν οὐκ ἀεί, ὡς ἐπὶ ὅρων ἔλαβε τὸ λεγόμενον.
θεῖς μὲν οὕτω λαμβανόμεναι, ψευδεῖς δὲ ἐναντίως λαμβανόμεναι κατηγορικαὶ καὶ ὰποφατικαί.
τὸ Α ὑπάρχειν μηδενὶ μήτε τὸ Β. |
ποιοῦμεν ἀληθὲς συμπέρασμα οὕτως· τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ· ἰδοὺ ὅλη ψευδής· ἄνθρωπος παντὶ λίθῳ· ἰδοὺ ὅλη ψευδής· καὶ ὅμως ζῷον οὐδενὶ λίθῳ, ὅπερ ἀληθές. ἰδοὺ καὶ ἐνταῦθα ἀληθῶν οὐσῶν τῶν προτάσεων ψευδὴς καὶ ὰσυλλόγιστος, ψευδῶν δὲ γέγονε τοῦ ὅτι ὁ συλλογισμός.
Τῶν αὐτῶν ὅρων τῶν ἤδη εἰρημένων ἐν τοῖς μικρὸν ἀνωτέρω.
εἰπεῖν εὐθέως περὶ τῶν τεσσάρων συζυγιῶν τῶν ἐκ τῆς μὲν ὅλης ψευδοῦς
τῆς δὲ ἐπί τι ψευδοῦς. αὐτὸς δὲ ταύτας ἀποσιωπᾷ τὰς συζυγίας ὡς δήλας γενομένας ἐκ τῶν ἄλλων εἰρημένων συζυγιῶν, ὅτι καὶ αὗται ἀληθὲς συνάγουσι συμπέρασμα. λέγει δὲ περὶ τῶν ἄμφω ἐπί τι ψευδῶν, ὅτι συνά- γεται ἀληθῆ συμπεράσματα. οἷον εἰ λάβοις ζῷον παντὶ λευκῷ, ἰδοὺ ἐπί τι ψευδές· ἐπὶ γὰρ τοῦ κόρακος ψευδές, ἐπὶ δὲ κύκνου ἀληθές· λευκὸν
παντὶ ἀνθρώπῳ· καὶ αὕτη ἐπί τι ψευδής· καὶ ὅμως ζῷον παντὶ ἀνθρώπῳ.
ὁμοίως καὶ ἐπὶ τοὺ ἀποφατικοῦ λίθος οὐδενὶ λευκῶ, λευκὸν παντὶ ἀνθρώπῳ· ἰδοὺ ἀμφότεραι ἐπί τι ψευδεῖς, καὶ ὅμως λίθος οὐδενὶ ἀνθρώπῳ, ὅπερ ἀληθές.
διαίρεσιν τὴν λέγουσαν τὴν μὲν ψευδῆ τὴν δὲ ἀληθῆ. τοῦτο δὲ ἦν διχῶς· ἤ γὰρ ἡ μείζων ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, ἢ ἡ μείζων ἀληθὴς ἡ δὲ
ἐλάττων ψευδής· καὶ εἰ ἔστιν ἡ μείζων ψευδής, ἤ ὅλη ψευδὴς ἢ ἐπί τι ψευδής· ὁ· * * * καὶ φησὶν ὅτι, εἰ ἔσται ἡ μείζων ὅλη ψευδής, ἀληθὲς οὐ συνάγεται συμπέρασμα, εἰ δὲ εἴη ἡ ΒΓ ἡ ἐλάττων πρότασις ψευδής, συνά- γεται. πάλιν καὶ εἰ ἡ μείζων μὴ ὅλη ψευδὴς ἀλλ’ ἐπί τι, πάλιν συνάγεται ἀληθές. καὶ ὁμοίως, εἰ ἡ μείζων πρότασις ὅλη ἀληθής, ἡ δὲ ἐλάττων ὅλη
ψευδὴς ἢ ἐπί τι ψευδής, συνάγεται, ὡς δείξομεν.
ψευδῆ ὅλην.
Α κατὰ ὰληθειαν οὐδενὶ ὑπάρχῃ τῷ B, εἶτα ληφθῇ ὅτι ὑπάρχει παντί, (8) ὅλη ψευδής ἐστιν, εἶτα καὶ τὸ Β ἐξ ἀληθείας παντὶ τῷ Γ, οὐκ ἔστιν
ἀληθὲς εἰπεῖν ὅτι τὸ συμπέρασμά ἐστιν ἀληθές. οἷον ἄψυχον οῦδενὶ ζῴῳ ἀληθὲς μετάλαβε εἰς ψευδῆ ὅλην καὶ εἰπὲ ἄψυχον παντὶ ζῴῳ· ζῷον παντὶ
ἀνθρώπῳ ἀληθές· καὶ συνάγεται ψεῦδος ὅτι ἄψυχον παντὶ ἀνθρώπῳ. οὕτως ἡ μία συζυγία ἡ καταφατική. ἡ δ’ ἀποφατικὴ ἡ ψευδὴς οὕτως· ἔμψυχον οὐδενὶ ζῴῳ, ὅπερ ὅλον παντὶ ζῷον παντὶ ἀνθρώπῳ, ἔμψυχον
οὐδενὶ ἀνθρώπῳ, ὅπερ ψεῦδος. οὕτως αἱ δύο συζυγίαι αὗται αἱ ἔχουσαι τὴν μείζω ὅλην ψευδῆ ἀληθὲς συμπέρασμα οὐ συνάγουσιν. |
παντὶ γὰρ ἦν τῷ ζῴῳ τὸ ἔμψυχον.
τοῦ κύκνου ἀληθής· λευκὸν παντὶ κύκνῳ· καὶ ὅμως ζῷον παντὶ κύκνῳ. οὕτως ή καταφατικὴ συζυγία.
λευκῷ ἐπί τι ψευδής· ἐπὶ γὰρ κύκνου μόνου ψευδής· λευκὸν πάσῃ χίονι·
καὶ ὅμως ζῷον οὐδεμιᾷ χιόνι, ὅπερ ἀληθὲς τὸ συμπέρασμα.
ἐπί τι ψευδής, καὶ συνῆξε τὰ δύο συμπεράσματα ἀληθῆ. νῦν δὲ λαμβάνει τὴν μείζονα ἀληθῆ τὴν δὲ ἐλάττονα ψευδῆ ὅλην, κα λέγει ἀληθῆ γίνεσθαι τὰ συμπεράσματα· οἷον ζῷον παντὶ ἀνθρώπῳ ἀληθές· ἄνθρωπος παντὶ ἵππῳ ψευδὴς ὅλη· καὶ ὅμως ζῷον παντὶ ἵππῳ, ὅπερ ἀληθές. οὕτως τὸ καταφατικον.
ἵνα γένηται ψευδής, λαμβάνεται παντί.
οὔσης τῆς δὲ ἐλάττονος ὅλης ψευδοῦς οὕτως· τὸ ζῷον οὐδεμιᾷ μουσικῇ, ὅπερ ἀληθές, μουσικὴ πάσῃ ἰατρικῇ, ὅπερ ψευδές, καὶ ζῷον οὐδεμιᾷ ἰατρικῇ, ὅπερ ἀληθές. οὕτω καὶ αὗται αἱ συζυγίαι ἀληθεῖς.
ἀληθῆ γίνεσθαι τὰ συμπεράσματα. οἷον ζῷον παντὶ ἀνθρώπῳ, ἄνθρωπος παντὶ πεζῷ, ὅπερ ἐπί τι ψευδές ἐστι, καὶ ὅμως ζῷον παντὶ πεζῷ, ὅπερ ἀληθές. οὕτω τὸ καθόλου καταφατικὸν συνάγομεν ὅρους λαμβάνοντες
γένος καὶ εἶδος καὶ διαφοράν, ἄκρα μὲν τιθέντες γένος καὶ διαφοράν, μέσον οε το εἶδος.
οὕτως καὶ τὸ ἀποφατικὸν ἀληθὲς τῆς ἐλάττονος ἐπί τι ψευδοῦς οὕσης. καὶ ἐπλήρωσε πάσας τὰς συζυγίας εἰρηκώς, πότε ἐκ ψευδῶν ἀληθῆ συνά- γεται συμπεράσματα, πότε δὲ οὔ, ἀπαραλείπως.
συναγόντων νῦν λέγει περὶ τῶν τὰ μερικά, πάλιν ἐκ διαιρέσεως λαμβάνων τὰς συζυγίας, ὅτι τῶν τὰ μερικὰ συμπεράσματα συναγόντων ἐν πρώτῳ σχήματι ἢ ἡ μέν ἐστιν ἀληθὴς ἡ δὲ ψευδής, ἢ ἄμφω ψευδεῖς. καὶ εἰ ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής, ἤ ἡ μείζων ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, ἤ ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ψευδής. καὶ εἰ ἡ μείζων ψευδὴς ἡ δὲ
ἐλάττων ἀληθής, ἢ ὅλη ψευδὴς ἡ μείζων ἡ δὲ ἐλάττων ἀληθής, καὶ
συνάγει ἤ καταφατικὸν ἤ ἀποφατικόν, ἤ ἡ μείζων ἐπί τι ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, καὶ συνάγει ἢ καταφατικὸν ἢ ὰποφατικόν. εἰ δὲ ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ψευδής, οὐ δύναται ἡ ἐλάττων ὅλη ψευδὴς ληφθῆναι· εἰ γὰρ ἅλη, ὅλη, ἢ καταφατικὴ λαμβάνεται ἢ ἀποφατική· καὶ εἰ ἀποφατικὴ
φατικὴ ληφθῇ ἡ ἐλάττων, ἀσυλλόγιστος ἐν πρώτῳ σχήματι· εἰ δὲ κατα 12 φατική, ἀνάγκη καὶ τὴν μείζονα καθόλου εἶναι, καὶ ἐκ δύο καθόλου XCVIIv προτάσεων καθόλου τὸ συμπέρασμα· ἀλλὰ νῦν περὶ τῶν μερικῶν. ὥστε ἡ
ἐλάττων ψευδὴς οὖσα οὐκ ἄν ληφθείη ὅλη διὰ τὰς εἰρημένας αἰτίας, ἀλλ ἐπί τι μόνως, καὶ γίνεται καταφατικὴ ἡ συζυγία ἢ ἀποφατική. εἰ δέ
εἰσιν ἄμφω ψευδεῖς, ἢ ἄμφω ἐπί τι, καὶ συνάγεται καταφατικὸν ἢ ἀπο- φατικόν, ἢ ἡ μείζων ὅλη ψευδὴς ἡ δὲ ἐλάττων ἐπί τι, καὶ συνάγεται κατα- φατικὸν ἢ ἀποφατικόν. ταύτας τὰς δέκα συζυγίας ἔχει διεξελθεῖν ὁ Ἀρι- στοτέλης δεικνὺς ὅτι ἐκ ψευδῶν ἀληθὲς συνάγεται.
πρώτης προτάσεως ὅλης οὔσης ψευδοῦς. Φησὶν ὅτι <ὲπὶ> τῶν ἐπὶ μέρους συλλογισμῶν ἐνδέχεται τῆς μείζονος ὅλης ψευδοῦς οὔσης τῆς δὲ ἐλάττονος ἀληθοῦς, ἢ καὶ ἐπί τι ψευδοῦς οὔσης τῆς μείζονος ὁμοίας μενούσης τῆς ἐλάττονος, ἢ πάλιν τῆς μείζονος ἀληθοῦς τῆς δὲ ἐλάττονος ψευδοῦς ἐπί τι, ἢ καὶ τῆς μείζονος ψευδοῦς
καὶ τῆς ἐλάττονος ἐπί τι * * * ψευδοῦς ἀληθὲς συναχθῆναι συμπέρασμα.
ὅλης ψευδοῦς τῆς δὲ ἐλάττονος ἀληθοῦς, ὅτι οὐδὲ‘ν κωλύει κατ
ἀλήθειαν τὸ Α μηδενὶ τῶ Β ὑπάρχειν τῷ δὲ Γ τινί, ὁμοίως καὶ τὸ Β τῷ Γ τινὶ ὑπάρχειν· μεταληφθείσης <γὰρ> τῆς μείζονος εἰς ὅλην ψευδῆ ἀληθὲς ἔσται συμπέρασμα. οἷον ζῷον οὐδεμιᾷ χιόνι κατ᾿ ἀλήθειαν· ληφθείη δὲ ὡς ὅλη ψευδής, καὶ γίνεται ὅτι ζῷον πάσῃ χιόνι· χιὼν τινὶ λευκῷ. καὶ ὅμως ζῷον τινὶ λευκῷ ὑπάρχει. εἰδέναι δὲ νῦν τοῦτο δεῖ, ὅτι
ἡ ἐλάττων, ὅτε λαμβάνεται ἐπί τι, διὰ τὴν κατηγορίαν λαμβάνεται, οὐ διὰ τὴν
ὕπαρξιν. πολλάκις ἐλέγομεν γὰρ ὅτι ἐπί τι ψευδῆ ἐκείνην λέγει τὴν ἔχουσαν τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθές· οἷον τὶς ἄνθρωπος πτερωτός᾿ ἐπί τι ψευδής, ὅτι τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθές. ἐπί τι δὲ λέγομεν ψευδές, οὐχ ὅτι ἐπὶ τινῶν μὲν ἀληθεύει, ἐπὶ τινῶν δὲ ψεύδεται οὔτε γὰρ ὅλως
εἷς τις πτερωτός), ἀλλὰ ἐπί τι ψευδὴς λέγεται διὰ τὸ ἀληθεύειν τὴν ἀντί- φασιν. ὥστε νῦν λαμβάνομεν ἐπί τι ψευδῆ τὴν ἐλάττω πρότασιν διὰ τὴν κατηγορίαν, οὐ διὰ τὴν ὕπαρξιν.
τινὶ μὴ ύπάρχειν.
ἐνδέχεται μὲν κατὰ ἀλήθειαν τὸ Α παντὶ τῷ Β ὑπάρχειν καὶ τὸ Β τινὶ τῷ T. ἀλλὰ μεταληφθήτω ἡ ΑΒ εἰς ὅλην ψευδῆ ὥστ’ εἶναι τὸ Α οὐδενὶ τῷ Β· οἷον τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ· ἰδοὺ ὅλη ψευδής· ἄνθρωπος τινὶ λευκῷ· καὶ ὅμως ζῷον τινὶ λευκῷ. οὕτως καὶ τὸ μερικὸν ἀποφατικὸν ἀληθὲς συνάγεται ἐκ τῆς μείζονος ὅλης ψευδοῦς τῆς δὲ ἐλάττονος ἀληθοῦς.
οὕτως· οἷον τὸ ζῶον παντὶ καλῷ· ἰδοὺ ἐπί τι ψευδής, ἐπειδὴ τινὶ καλῷ ὑπάρχει, νῦν δὲ παντὶ ἐλάβομεν· καλὸν τινὶ μεγάλῳ · καὶ ὅμως ζῷον τινὶ μεγάλῳ. οὕτως τὸ καταφατικὸν συνάγεται ἐκ τῆς μείζονος ἐπί τι ψευδοῦς τῆς δὲ ἐλάττονος ἀληθοῦς.
14 συλλογισμόν. ὥστε τὴν ἐλάττονα ἐπί τι ψευδῆ λαμβάνει κατὰ τὴν XCVIII(??) κατηγορίαν, οὐ κατὰ τὴν ὕπαρξιν, ἐπειδὴ γὰρ] ἐκείνην ἐλέγομεν ἐπί τι ψευδῆ τὴν ἔχουσαν τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθές. εἰ τύχοι, οὗν καὶ ἐπί τινων ὅλην ψευδῆ λαμβάνει, εἰ καὶ ὅλως μὴ ὑπάρχει. ἀλλ’ ὅμως ἐπειδὴ
τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθεύει, κατὰ τὴν κατηγορίαν ἐπί τι ψευδὴς ἀκούει. καὶ πρῶτον συνάγει τὸ καταφατικὸν οὕτως· τὸ ζῷον παντὶ κύκνῳ· κύκνος τινὶ μέλανι ἐπί τι ψευδὴς οὐ διὰ τὴν ὕπαρξιν ἀλλὰ διὰ τὴν κατηγορίαν,
ὅτι τὸ ἀντιφατικῶς ἀντικείμενον ἀληθές· καὶ ὅμως ζῷον τινὶ μέλανι. ούτως τὸ καταφατικὸν συναγεται.
ἐλάττονος ἐπί τι ψευδοῦς οὕτως· ζῷον οὐδενὶ ἀριθμῷ · ἀριθμὸς τινὶ λευκῷ ἐπί τι ψευδὴς κατὰ τὴν κατηγορίαν, ὅτι τὸ ἀντιφατικῶς ἀντικείμενον
ἀληθὲς τὸ λέγον ἀριθμὸς οὐδενὶ λευκῷ/᾿. εἰ] οὐκοῦν ζῷον οὐδενὶ ἀριθμῷ, ἀριθμὸς δὲ τινὶ λευκῷ, καὶ ὅμως ζῷον οὐ παντὶ λευκῷ.
καὶ ἐπί τι τὸ μερικὸν καταφατικὸν συναγουσῶν.
εκατερῳ.
ψευδὴς κατὰ τὴν ὕπαρξιν, λευκὸν τινὶ μέλανι ἐπί τι ψευδὴς κατὰ τὴν
κατηγορίαν, καὶ ὅμως ζῷον τινὶ μέλανι.
μέλανι κατὰ ἀλήθειαν. ὲὰν οὗν ποιήσωμεν ἀμφοτέρας τὰς προτάσεις ἐπί τι ψευδεῖς, ἔσται τὸ συμπέρασμα ἀληθές· οἷον ζῷον παντὶ λευκῷ ἀντὶ τοῦ
τινί, λευκὸν τινὶ μέλανι ἀντὶ τοῦ οὐδενί. οὕτως ἔσται συμπέρασμα. οὕτω καὶ εἰ ἐπὶ τῆς ἀποφατικῆς λάβωμεν τὸ συμπέρασμα· ζῷον οὐδενὶ λευκῷ, λευκὸν τινὶ μέλανι, καὶ ζῷον οὐ παντὶ μέλανι.
ἐπί τι ψευδής· καὶ ζῷον οὐ παντὶ μέλανι.
ἐλάττονος καταφατικῆς, ἢ τῆς μείζονος καταφατικῆς τῆς δὲ ἐλάττονος ἀπο- φατικῆς· ἢ ἀμφοτέρων ἐπί τι, καὶ ἢ τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος
καταφατικῆς, ἢ τῆς μείζονος καταφατικῆς τῆς δὲ ἐλάττονος ἀποφατικῆς. ἤ τῆς μὲν ὅλης τῆς δὲ ἐπί τι · καὶ τοῦτο διχῶς· ἢ ἡ μείζων ὅλη ἡ δὲ ἐλάττων ἐπί τι, ἢ ἔμπαλιν· καὶ κατὰ ἄμφω τούτων ἤτοι ἡ μείζων κατα- φατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταγατική. καὶ εἰ ἐκ τῆς μὲν ψευδοῦς τῆς δὲ ἀληθοῦς, ἢ ἐπί τι ψευδοῦς
ἤ ὅλης ψευδοῦς· καὶ εἰ ἐπί τι ψευδοῦς, ἤτοι ἡ μείζων ἐπί τι ψευδὴς ἡ δὲ ὲλάττων ἀληθής, ἢ ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ἐπί τι ψευδής. καὶ εἰ ὅλης ψευδοῦς, ἢ ἡ μείζων ὅλη ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, ἢ ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ὅλη ψευδής. καὶ εἰ μὲν ἡ μείζων ὅλη ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, ἤτοι ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων
καταφατική, ἢ ἡ μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική. εἰ δὲ εἴη ἡ μείζων ἐπί τι ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, ἤτοι ἡ μείζων ἀποφατικὴ
ἡ δὲ ἐλάττων καταφατική, ἢ ἡ μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀπο- φατική· εἰ δὲ εἴη ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ὅλη ψευδής, ἤτοι ή μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ὰποφατική, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ
ἐλάττων καταφατική. εἰ δὲ εἴη ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ἐπί τι ψευδής, ἤτοι ἡ μείζων καταφατική ἐστιν ἡ δὲ ἐλάττων ἀποφατική, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική. ταύτας τὰς δώδεκα συζυγίας τὰς μὲν διέξεισι τὰς δὲ οὔ, ὡς ἐν τῇ λέξει σαφῶς ἐπιδείξομεν.
ζῷον παντὶ λίθῳ· ἰδοὺ ὅλη ψευδής· ζῷον οὐδενὶ ἀνθρώπῳ· ἰδοὺ ὅλη
ψευδής· καὶ συμπέρασμα ἀληθὲς ὅτι λίθος οὐδενὶ ἀνθρώπῳ.
ἐλάττονος καταφατικῆς ὅλης ψευδοῦς πῶς συνάγεται ἀληθές, οὕτως· εἰ κατὰ ἀλήθειαν τὸ Α παντὶ τῷ Β τῷ δὲ Γ οὐδενί, ἐὰν ἀντιστραφῶσι καὶ
γένωνται ψευδεῖς, ἀληθὲς γίνεται τὸ συμπέρασμα· οἷον τὸ ζῶον οὐδενὶ ἀνθρώπῳ ὅλη ψευδής· τὸ ζῷον παντὶ λίθῳ ὅλη ψευδής· καὶ ὅμως ἄνθρωπος οὐδενὶ λίθῳ· ἰδοὺ τὸ συμπέρασμα ἀληθές.
ἀληθής.
οὐδενί, γίνεται ἀληθὲς συμπέρασμα· οἷον τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ τὸ ζῷον παντὶ ἵππῳ, καὶ ἄνθρωπος οὐδενὶ ἵππῳ. ὁμοίως δὲ καὶ τῆς ἐλάττονος ψευ|δοῦς οὔσης οἱ αὐτοὶ άρμόζουσιν ὅροι. ἰστέον δὲ ὅτι ἀπεσιώπησε XCIX(??) τὴν ἐκ τῆς μείζονος ψευδοῦς καταφατικῆς τῆς δὲ ἐλάττονος ἀληθοῦς ἀπο- φατικῆς καὶ τὴν ἐκ τῆς μείζονος ἀληθοῦς καταφατικῆς τῆς δὲ ἐλάττονος
ψευδοῦς ἀποφατικῆς.
νῦν λαμβάνει τὴν μὲν ὅλην ἀληθῆ τὴν δὲ ἐπί τι ψευδῆ, καὶ πρῶτον τὴν
μείζονα ἐπί τι ψευδῆ καὶ ἀποφατικὴν τὴν δὲ ἐλάττονα ἀληθῆ καὶ καταφατικὴν οὕτως· τὸ ζῷον οὐδενὶ λευκῷ ἐπί τι ψευδής· τὸ ζῷον παντὶ κόρακι ὅλη ἀληθής· καὶ ὅμως λευκὸν οὐδενὶ κόρακι. καὶ μετατιθεμένων τῶν προτάσεων καὶ γινομένων τῆς μὲν μείζονος ἐπί τι ψευδοῦς καταφατικῆς τῆς δὲ ἐλάττονος ὅλης ἀληθοῦς ἀποφατικῆς ἀληθὲς γίνεται συμπέρασμα·
οἷον τὸ ζῷον παντὶ λευκῷ, τὸ ζῷον οὐδεμιᾷ ἐπιστήμῃ, καὶ λευκὸν οὐδεμιᾷ
ἐπιστήμῃ. ἢ οὕτως μετατιθεμένου τοῦ στερητικοῦ, ἵνα γένηται ἡ μείζων καταφατικὴ ἀληθής, ἡ δὲ ἐλάττων ἐπί τι ψευδὴς ἀποφατική, καὶ συνάγεται ὅτι τὸ ζῷον παντὶ μὲν κόρακι οὐδενὶ δὲ λευκῷ, καὶ κόραξ οὐδενὶ λευκῶ.
οὕτως· τὸ ζῷον παντὶ λευκῷ ὲπί τι ψευδής· τὸ ζῷον οὐδεμιᾷ πίττῃ ὅλη ἀληθής· καὶ λευκὸν οὐδεμιᾶ πίττῃ. οὕτως, εἰ εἴη ἡ μὲν ὅλη ἀληθὴς ἡ δὲ ἐπί τι ψευδής. ἀπεσιώπησε δὲ πάλιν τὴν ἐκ τῆς μείζονος ἀληθοῦς
ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς ἐπί τι ψευδοῦς.
τὸ συμπέρασμα ἀληθές.
οὐδενὶ μέλανι. καὶ τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς οὔσης ὅροι οἱ αὐτοὶ ἁρμόσουσι· ζῷον οὐδενὶ λευκῷ, τὸ ζῷον παντὶ μέλανι,
καὶ λευκὸν οὐδενὶ μέλανι. οὕτω καὶ περὶ τῶν ἄμφω ἐπί τι ψευδῶν οὐσῶν καὶ συναγουσῶν τὸ ἀληθές.
γὰρ κωλύει τὸ Α τῷ μὲν Β παντί.
ἐπί τι, ἢ καὶ ἡ μείζων καὶ ἡ ἐλάττων ἐπί τι ψευδεῖς· ὅλην γὰρ ψευδῆ τὴν ἐλάττονα οὐ δυνάμεθα εἰπεῖν διὰ τὸ μερικόν. καὶ εἰ ἄμφω ἐπί τι, ἢ ἡ μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, ἢ ἡ μείζων ἀποφατικὴ
ἡ δὲ ἐλάττων καταφατική. εἰ δὲ ἡ μείζων ὅλη εἴη ψευδὴς ἡ δὲ ἐλάττων ἐπί τι, ἢ ἡ μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, ἢ ἡ
μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων κατφατική. εἰ δὲ ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής, ἢ ἡ μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ψευδὴς καὶ ἐξ ἀνάγκης ἐπί τι, 19 καὶ ταύτης ἢ ἡ μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, ἡ ἡ μείζων XCIXr ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική. εἰ δὲ εἴη ἡ μείζων ψευδὴς ἡ δὲ ἐλάττων ἀληθής, ἣ|ψευδής ἐστιν ἡ μείζων ὅλη ἢ ἐπί τι. καὶ εἰ ἡ μείζων
ὅλη ψευδὴς ἡ δ’ ἐλάττων ἀληθής, ἢ ἡ μείζων καταφατικὴ ἡ δὲ ἐλάττων
ἀποφατική, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική. εἰ δὲ ἡ μείζων ἐπί τι ψευδής, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική, ἢ ἡ μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική. καὶ πρῶτον λέγει περὶ τῆς μείζονος ὅλης ψευδοῦς καὶ ἀποφατικῆς τῆς δὲ ἐλάττονος ἀληθοῦς καὶ καταφατικῆς οὔσ·ης οὕτως· τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ, ζῷον τινὶ λευκῷ, καὶ ὅμως
ἄνθρωπος οὐ | παντὶ λευκῷ. οὕτως ἐκ τῆς μείζονος οὔσης ἀποφατικῆς XCIXV ὅλης ψευδοῦς τῆς δὲ ἐλάττονος καταφατικῆς ἀληθοῦς ἀληθὲς τὸ συμπέρασμα. Οὐδὲν γὰρ κωλύει τὸ Α τῷ μὲν B παντί. πρῶτον λέγει τὰ κατὰ ἀλήθειαν ὑπάρχοντα, εἶτα μεταλαμβάνει τὴν μίαν εἰς ψευδῆ, τὴν μείζω.
ψευδὴς οὕτως· τὸ ζῷον παντὶ ἀψύχῳ· ἰδοὺ ὅλη ψευδής· τὸ ζῷον οὐ παντὶ λευκῷ· καὶ ὅμως ἄψυχον οὐ παντὶ λευκῷ.
ἀληθῆ τὴν δὲ ἐλάττονα ψευδῆς ἐπί τι· μερικὴ γάρ ἐστι. καὶ πρῶτον λαμβάνει τὴν μείζονα ἀποφατικὴν ἀληθῆ τὴν δὲ ἐλάττω καταφατικὴν καὶ
ἐπί τι ψευδῆ οὕτως· τὸ ζῷον οὐδενὶ ἀριθμῷ· ζῷον τινὶ ἀψύχῳ ψευδὴς ἐπί τι κατὰ τὴν κατηγορίαν, οὐ κατὰ τὴν ὕπαρξιν, διὰ τὸ τὴν ἀντίφασιν ἀληθῆ εἶναι· καὶ ὅμως ἀριθμὸς οὐ παντὶ ἀψύχῳ.
οὕσης ἀληθὲς συναγόμενον· νῦν δείκνυσιν ἐκ τῆς μείζονος καταφατικῆς ἀλγθοῦς τῆς δὲ ἐλάττονος ἀποφατικῆς ἐπί τι ψευδοῦς, τουτέστι μερικῆς ἀποφατικῆς, ὅτι ἀληθὲς συνάγεται. οἷον τὸ ζῷον παντὶ ἀνθρώπῳ· τὸ ζῶον οὐ παντὶ πεζῷ ψευδὲς ἐπί τι κατὰ τὴν κατηγορίαν, οὐ κατὰ τὴν 20 ὕπαρξιν, διὰ τὸ ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ παντί· τὸ γὰρ XCIX ζῷον π·αντὶ πεζῷ, ὥστε τὸ οὐ παντὶ ἐπί τι ψευδὲς διὰ τὴν κατηγορίαν· καὶ ὅμως ἄνθρωπος οὐ παντὶ πεζῷ.
το συμπερασμα.
κατὰ ἀλήθειαν μὲν παντὶ τῷ τε Β καὶ τῷ Γ· ἀλλὰ ληφθήτω τῷ μὲν Β
μηδενί, ἵνα ᾖ ὅλη ψευδής, τῷ δὲ Γ οὐ παντί, ἵνα ληφθῇ ἐπί τι, καὶ συνάγετι ἀληθὲς συμπέρασμα. οἷον τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ· τὸ ζῷον τινὶ ἀψύχῳ ἐπί τι ψευδὴς διὰ τὴν κατηγορίαν, οὐ διὰ τὴν ὕπαρξιν· καὶ ὅμως ἄνθρωπος οὐ παντὶ ἀψύχῳ· διὰ γὰρ τὴν οὐδεὶς ἀληθεύει καὶ τὸ ου πας.
μὲν τῷ Β παντὶ δὲ τῷ Γ· μεταλαμβανόμεναι αὗται εἰς ψευδεῖς ἀληθῆ
ποιοῦσι συμπεράσματα. οἷον ζῷον πάσῃ ἐπιστήμῃ· τὸ ζῷον οὐ παντὶ ἀνθρώπῳ πάλιν ἐπί τι ψευδὴς διὰ τὴν κατηγορίαν, ὅτι ἀληθεύει τὸ ἀντιφατιῶν ἀντικείμενον· τὸ γὰρ ζῷον παντὶ ἀνθρώπῳ· οὐκοῦν εἰ οὐ παντί, ἐπί τι ψευδὴς κατὰ τὴν κατηγορίαν· καὶ ὅμως ἐπιστήμη οὐ παντὶ ἀνθρώπῳ. ἀπεσιώπησε δὲ ἐνταῦθα τὰς συζυγίας τὰς ἐξ ἄμφω ἐπί τι
συναγούσας ἀληθὲς συμπέρασμα ὡς δυναμένων ἡμῶν ἀφ’ ἑαυτῶν καὶ περὶ αὐτῶν συλλογίσασθαι.
ἀληθὲς συνάξαι οὕτως. τῶν ἐν τρίτῳ σχήματι συναγόντων ἐκ ψευδῶν ἀληθῆ ἢ ἄμφω αἱ προτάσεις καθόλου, ἢ ἡ μὲν καθόλου ἡ δὲ ἐν μέρει. καὶ εἰ ἄμφω καθόλου, ἢ ἄμφω καταφατικαί, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ 21 ἐλάττων καταφατική. εἰ δὲ ἡ μὲν καθόλου ἡ δὲ μερική, ἢ ἡ μείζων Cr καθόλου ἡ δὲ ἐλάττων μερική, ἢ ἡ μείζων μερικὴ ἡ δὲ ἐλάττων καθόλου. καὶ εἰ ὧσιν ἄμφω αἱ προτάσεις καθόλου, ἢ ἄμφω ψευδεῖς, ἢ ἡ μὲν
ἀληθὴς ἡ δὲ ψευδής. καὶ εἰ ἄμφω ψευδεῖς, ἡ ἀμφότεραι ὅλαι ψευδεῖς,
καὶ αὗται ἢ καθόλου καταφατικαὶ ἄμφω, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική, ἢ ἡ μὲν ὅλη ἡ δὲ ἐπί τι ψευδής· καὶ τοῦτο διχῶς· ἢ ἡ μείζων ὅλη ἡ δὲ ἐλάττων ἐπί τι, ἢ ἔμπαλιν· καὶ κατ’ ἄμφω τούτων ἢ ἀμφότερα καταφατικαί, ἡ ἡ μὲν μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική. ἢ ἄμφω ἐπί τι, καὶ αὗται ἡ ἄμφω καταφατικαί, ἢ ἡ μείζων
ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική. πάλιν εἰ ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής,
ἢ ἄμφω καταφατικαί, ἡ ἡ μείζων ἀποφατικὴ ἡ δ’ ἐλάττων καταφατική· καὶ πάλιν ἡ ἡ μείζων ἀληθὴς καταφτικὴ ἡ δ’ ἐλάττων ψευδὴς καταφατική, ἢ ἡ μείζων ψευδὴς καταφατικὴ ἡ δὲ ἐλάττων ἀληθὴς καταφατική· καὶ πάλιν ἢ ἡ μείζων ἀληθὴς ἀποφατικὴ ἡ δὲ ἐλάττων ψευδὴς
καταφατική, ἢ ἡ μείζων ψευδὴς ἀποφατικὴ ἡ δὲ ἐλάττων ἀληθὴς καταφατική. οὕτως μέν, εἰ ὧσιν αἱ προτάσεις ἄμφω καθόλου. εἰ δὲ ἡ μὲν ᾖ καθόλου ἡ δὲ μερική, ἢ ἄμφω ψευδεῖς, ἢ ἡ μὲν ἀληθὴς ἡ δὲ
ψευδής, ἢ ἄμφω ἐπί τι ψευδεῖς. καὶ εἰ ἄμ‘φω ψευδεῖς, ἢ ἡ μείζων μερικὴ <καταφατικὴ ἡ δὲ ἐλάττων καθόλου καταφατική, ἢ ἡ μείζων
καθόλου καταφατικὴ ἡ δὲ ἐλάττων μερικὴ καταφατική, ἢ ἡ μείζων μερικὴ> ἀποφατικὴ ἡ δὲ ἐλάττων καθόλου καταφατική, ἢ ἡ μείζων καθόλου ἀποφατικὴ ἡ δὲ ἐλάττων μερικὴ καταφατική. εἰ δὲ ἡ μὲν ψευδὴς ἡ δὲ ἀληθής, ἢ ἡ μείζων ψευδὴς καὶ μερικὴ καταφατικὴ ἡ δὲ ἐλάττων ἀληθὴς καὶ καθόλου καταφατική, ἢ ἡ μείζων ψευδὴς καὶ καθόλου καταφατικὴ ἡ
δὲ ἐλάττων ἀληθὴς καὶ μερικὴ καταφατική, ἢ ἡ μείζων ἀληθὴς καὶ μερικὴ καταφατικὴ ἠ δὲ ἐλάττων ψευδὴς καὶ καθόλου καταφατική, ἢ ἡ
μείζων ἀληθὴς καὶ καθόλου καταφατικὴ ἡ δὲ ἐλάττων ψευδὴς καὶ μερικὴ καταφατική. εἰ δὲ ἄμφω ἐπί τι, ἢ ἡ μείζων καθόλου ἡ δὲ ἐλάττων μερική, ἢ ἡ μείζων μερικὴ ἡ δὲ ἐλάττων καθόλου, καὶ ἢ ἄμφω καταφατικαί,
ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατική.
καὶ ὅμως ἀληθὲς συμπέρασμα συνάγεται, ὅτι ὁ ἄνθρωπος τινὶ πεζῷ.
καὶ ὅμως τὸ ζῷον οὐ παντὶ μέλανι, ὅπερ ἀληθές. οὕτως ἄμ‘φω ψευδῶν οὐσῶν τῶν προτάσεων καὶ καθόλου, ἤτοι ἀμφοτέρων καταφατικῶν ἢ τῆς μείζονος ἀποφατικῆς τῆς δὲ ἐλάττονος καταφατικῆς.
προτάσεις τὰς ἐχούσας τὴν μὲν ψευδῆ τὴν δὲ ἀληθῆ]· νῦν λέγει τὰς ἄμφω ἐπί τι ψευδεῖς καὶ ἀμφοτέρας καθόλου καταφατικὰς καὶ συναγούσας ἀληθὲς συμπέρασμα. οἷον τὸ λευκὸν καὶ τὸ καλὸν κατὰ ἀλήθειαν τινὶ ζῴῳ ὑπάρχει· ἀλλ’ ἵνα ποιήσωμεν αὐτὰς ἐπί τι ψευδεῖς, λάβωμεν αὐτὰς παντί·
τὸ λευκὸν παντὶ ζῴῳ, τὸ καλὸν παντὶ ζῴῳ, καὶ ὅμως τὸ λευκὸν τινὶ καλῷ, ὅπερ ἀληθές.
καταφατικὴν καὶ ποιούσας ἀληθῆ συμπεράσματα. οἷον λευκὸν οὐδενὶ ζῴῳ ἐπί τι ψευδής· καλὸν παντὶ ζῴῳ ἐπί τι ψευδής· καὶ ὅμως λευκὸν οὐ παντὶ καλῷ· ἰδοὺ ἀληθὲς συμπέρασμα. |
ψευδεῖς, μεταλαμβάνονται εἰς τὴν οὐδεὶς καὶ πᾶς·
λαμβάνει τὴν δὲ ἐλάττονα ἀληθῆ· οἷον ζῷον οὐδενὶ κύκνῳ, λευκὸν παντὶ κύκνῳ, καὶ ὅμως ζῷον οὐ παντὶ λευκῷ. οὕτως ἐκ τῆς μείζονος ψευδοῦς ἀποφατικῆς τῆς δὲ ἐλάττονος ἀληθοῦς καταφατικῆς ἀληθὲς τὸ συμπέρασμα·
ἐγχωρεῖ γὰρ τὸ Α καὶ τὸ Β παντὶ τῷ Γ ἕπε’σθαι κατὰ ἀλήθειαν· γίνεται δὲ ἡ μείζων ψευδὴς ὅλη, εἰ μεταληφθείη εἰς τὸ οὐδενί.
κύκνῳ· ἄψυχον παντὶ κύκνῳ· ἰδοὺ ὅλη ψευδής· καὶ ὅμως μέλαν οὐ παντὶ ἀψύχῳ.
τὴν μείζονα ψευδῆ τὴν δὲ ἐλάττονα ἀληθῆ. οἷον τὸ ζῷον παντὶ κύκνῳ ἐλάττων, τὸ μέλαν παντὶ κύκνῳ μείζων πρότασις· ἰδοὺ ὅλη ψευδής· καὶ ὅμως ζᾡῳ τινὶ μέλαν ὑπάρχει.
αὐτῶν ὅρων η αποδειξις.
μέλανι, ὅπερ ἀληθές.
24 ἐξ ἄμφω καθόλου, νῦν λέγει τὰς ἐκ τῆς μὲν καθόλου τῆς δὲ μερικῆς, I καὶ πρῶτον περὶ τῶν ἐκ τῆς <μὲν> ὅλης ἀληθοῦς τῆς δὲ ἐπί τι ψευδοῦς οὕτως εἴπωμεν]· τὸ καλὸν παντὶ ἀνθρώπῳ· ἰδοὺ ἐπί τι ψευδής· τὸ δίπουν παντὶ ἀνθρώπῳ ὅλη ἀληθής· καὶ ὅμως τὸ καλὸν τινὶ δίποδι,
ὅπερ ἀληθές.
τῆς δὲ ἐλάττονος ἐπί τι ψευδοῦς, καὶ ο.ἱ αὐτοὶ ὅροι μετατιθέμενοι εἰλήφθωσαν πρὸς ἀπόδειξιν· τὸ δίπουν παντὶ ἀνθρώ πω ὅλη ἀληθής· τὸ καλὸν παντὶ ἀνθρώπῳ ἐπί τι ψευδής· καὶ τὸ δίπουν τινὶ καλῷ.
ἐπί τι ψευδῆ τὴν δὲ κα|ταφατικὴν ἀληθῆ. οἷον τὸ Α οὐδενὶ τῷ Γ ἐπί τι CIr ψευδής· τὸ Β παντὶ τῷ Γ ὅλη ἀληθής· καὶ ὅμως τὸ Α οὐ παντὶ τῷ Β· οἷον λευκὸν οὐδενὶ ἀνθρώπῳ, τὸ ζῷον παντὶ ἀνθρώπω, καὶ ὅμως τὸ λευκὸν οὐ παντὶ ζῴῳ.
πάντως ἔσται διὰ ψευδῶν ἀληθές.
καθόλου· καὶ ἢ ἄμφω καταστατικαί, ἢ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων
καταφατική· καὶ ἢ ἄμφω ψευδεῖς, ἢ ἡ καθόλου ὅλη ψευδής ἡ δὲ μερικὴ ἐπί τι, ἢ ἔμπαλιν· καὶ ἢ ἡ μὲν ψευδὴς ἡ δὲ ἀληθής, καὶ τούτων ἢ ἡ 25 μείζων ἀληθὴς ἡ δὲ ἐλάττων ψευδής, ἢ ἡ μείζων ψευδὴς ἡ δὲ ἐλάττων CIr ἀληθής· ἢ ἄμφω ἐπί τι ψευδεῖς. τούτων οὗν οὕτως ἐχουσῶν ἀληθὲς τὸ συμπέρασμα. καὶ φησὶν ὅτι ὥσπερ ἐπὶ τῶν καθόλου προτάσεων οὐσῶν ἐδείξαρεν ἐκ ψευδῶν ἀληθές, οὕτως καὶ ἐπὶ τῶν προτάσεων τῶν ἐχουσῶν
τὴν μίαν καθόλου τὴν δὲ ἄλλην μερικὴν καὶ διὰ τῶν αὐτῶν ὅρων δείξομεν δι’ ὧν καὶ τἀς καθόλου προτάσεις, καὶ εἰ καταφατικαὶ ἄμφω, καταφατικῶς λαμβάνομεν, εἰ δὲ ἀποφατικαί, ἀποφατικῶς.
καὶ ἄμφω ἐπί τι ψευδῶν οὐσῶν ἀληθὲς συμπέρασμα. συμπέρασμα.
ὥστε τοῦ ἑτέρου ὄντος ἀνάγκη τὸ ἕτερον εἶναι, καὶ τούτου μὴ ὄντος ἀνάγκη τὸ ἕτερον μὴ εἶναι * * * * αὕτη τοῦ γίνεσθαι καὶ ἐκ ψευδῶν ἀληθῆ συμπεράσματα αἰτία. οἷον ἀληθῶν τῶν προτάσεων οὐσῶν ἀνάγκη ἀληθὲς συμπέρασμα εἶναι, ἀληθοῦς δὲ συμπεράσματος ὄντος οὐκ ἀνάγκη τὰς προτάσεις ἀληθεῖς εἶναι· οὐ γὰρ ἀντιστρέφει, ἀλλ’ ἐνδέχεται καὶ ψευδεῖς εἶναι
τἀς προτάσεις. τοῦ δὲ συμπεράσματος ἀληθοῦς μὴ ὄντος ἀνάγκη καὶ τὰς προτάσεις μὴ εἶναι ἀληθεῖς. ὥστε ἡ αἰτία τοῦ μὴ δύνασθαι ἀντιστρέφειν
ποιεῖ τὸ αἴτιον τοῦ εἶναι ἀληθὲς τὸ συμπέρασμα μὴ πάντως ἐξ ἀληθῶν προτάσεων ἀλλὰ καὶ ἐκ ψευδῶν.
αὐτοῦ εἴδους τῆς πρατάσεως, τὸ δὲ ὄντος ἀντὶ τοῦ ἀληθοῦς ὄντος, τὸ δὲ καὶ μὴ ὄντος ἀντὶ τοῦ ψευδοῦς ὄντος· τοῦ γὰρ αὐτοῦ εἴδους τῆς προτάσεως ἤτοι ἀληθοῦς ἢ ψευδοῦς ὄντος οὐχ ἕπεται ἐξ ἀνάγκης τὸ εἶναι τὸ αὐτό, ἀντὶ τοὐ εἶναι ἀληθὲς τὸ συμπέρασμα. καὶ τοῦτο δείκνυσιν, ὅτι οὐκ ἐξ ἀνάγκης ἐστὶν ἀληθὲς συμπέρασμα, πρῶτον διὰ τοῦ διὰ τριῶν, εἶτα
καὶ διὰ τοῦ δευτέρου τῶν ὑποθετικῶν συλλογισμοῦ. οἷον εἰ τοῦ Α λευκοῦ ὄντος ἀνάγκη τὸ Β μέγα εἶναι, τοῦ δὲ Β μεγάλου ἀνάγκη τὸ Γ μὴ εἶναι λευκόν, ὥστε τοῦ Α ὄντος λευκοῦ τὸ Γ μὴ εἶναι λευκόν. οὗτος μὲν ὁ διὰ
τριῶν συλλογισμός. ὁ δὲ ὑποθετικὸς οὕτως, ὅτι εἰ τὸ Α ἐστίν, ἀνάγκη τὸ Β εἶναι καὶ τοῦ Β μὴ ὄντος ἀνάγκη τὸ Α μὴ εἶναι, οὐκοῦν τοῦ Β μὴ ὄντος μεγάλου
τὸ Α λευκὸν οὐκ ἔσται. εἰ δέ τις ἐρεῖ ὅτι τοῦ Α μὴ ὄντος λευκοῦ ἔστι τὸ Β μέγα ἐξ ἀνάγκης, συμβαίνει τὸ Β μέγα εἶναι ἐξ ἀνάγκης· ἐξ ἀνάγκης γὰρ ἕπεται ἀμφοτέροις· εἰ γὰρ τοῦ Α μὴ ὄντος τὸ μέγα οὐκ ἔστιν, εἰ δὲ ἐρεῖς ᾿Καὶ ἐὰν τὸ Α μὴ ἔστι, πάλιν τὸ Β ἐστὶν ἐξ ἀνάγκης, τὸ αὐτὸ καὶ μέγα καὶ οὐ μέγα, | ὅπερ ἄτοπον. ὥστε τὸ ἄτοπον ἠκολούθησε διὰ τοῦ εἰπεῖν ὅτι τὸ B CI
ἐξ ἀνάγκης ἕπεται ἀμφοτέροις, καὶ τῷ εἶναι τὸ Α λευκὸν καὶ τῷ μὴ εἶναι, ὅπερ ἐδείχθη <δθὰ> τοῦ διὰ τριῶν συλλογισμοῦ. διὰ τριῶν δὲ ἐκλήθη, ὅτι λαμβάνει τρεῖς ὅρους καὶ τὸν ἐλάττονα ἄκρον ὑποθετικὸν καὶ τὸν μείζονα. οὔτε οὖν ὑποθετικὸς ὁ συλλογισμός, ὅτι ἔχει τρεῖς ὅρους, οὔτε κατηγορικός, ὅτι ὑποθετικαί εἰσιν αἱ προτάσεις· διὰ τοῦτο διὰ τριῶν ἐκλήθη.
Α, εἰ τύχοι, λευκοῦ ὄντος τὸ 15 μέγα εἶναι ἐξ ἀνάγκης, καὶ τοῦ λευκοῦ μὴ ὄντος τὸ Β μὴ εἶναι.
ἀληθῶν τὸ συμπέρασμα μὴ εἶναι ἀληθές· ἐνδέχεται γὰρ ἀληθὲς εἶναι τὸ
συμπέρασμα.
περὶ τῶν κύκλῳ δεικνυμένων συλλογισμῶν καὶ τῶν δι’ ἀλλήλων. εἰδέναι
δὲ δεῖ ὅτι αὕτη ἡ κύκλῳ ἢ καὶ διάλληλος δεῖξις οὐκ ἔστι χρησίμη πρὸς τὴν ἀποδεικτικὴν μέθοδον διὰ τὸ <τὸ> αὐτὸ καὶ αἴτιον εἶναι καὶ αἰτιατόν, ὡς δείξομεν. ἵνα δὲ γένηται διάλληλος δεῖξις, πάντως δεῖ ἀναστροφὴν ποιῆσαι τῆς μιᾶς προτάσεως καὶ τὸ συμπέρασμα λαβεῖν ὡς πρότασιν. διαφέρει δὲ ἀναστροφὴ ἀντιστροφῆς, ὅτι ἡ μὲν ἀντιστροφὴ μετὰ τοῦ συναληθεύειν
γίνεται, ἡ δὲ ἀναστροφὴ οὐ πάντως.
ποιῆσαι τὴν διάλληλον δεῖξιν, εἴρηται. οἷον εἰ ἐδείχθη ὅτι τὸ Α τῷ Γ
ὑπάρχει διὰ τοῦ Β, εἶτα εἰ βουληθῇς δεῖξαι εἰ καὶ τὸ Α παντὶ τῷ Β ὑπάρχει, ποιήσεις οὕτως· τὸ Α παντὶ τῷ Γ, τὸ r παντὶ τῷ Β, ἵνα ἀναστρέψῃς, οὐκοῦν καὶ τὸ Α παντὶ τῷ B. καὶ ἀκριβῶς ὀφείλομεν σκοπῆσαι ὅτι ἐπὶ τῆς διαλλήλου δείξεως ἡ μία πρότασις παραλαμβάνεται ὑγιὴς ἐξ ἀνάγκης, ἡ δὲ μία ἀναστρέφεται· εἰ γὰρ ἀμφοτέρας ἀναστρέψομεν καὶ μὴ
τ·ὴν μίαν ὑγιῶς λάβωμεν, οὐ ποιοῦμεν συλλογισμόν. πάλιν εἰ ληφθείη
πρῶτον ὅτι τὸ Α τῷ Γ ὑπάρχει διὰ αἰτίου τοῦ Β, αἰτιατὸν γέγονε τὸ ΑΓ· νῦν δ’ ἐλήφθη τὸ AT ὡς αἴτιον, τὸ δὲ ΑΒ ὡς αἰτιατόν, ὅπερ ἄτοπον, τὸ αὐτὸ καὶ αἴτιον καὶ αἰτιατόν.
αὐτὰς προτάσεις λαβεῖν οὐ δυνατόν, ἐπεὶ τὸ αὐτὸ ἔσται συμπέρασμα. ἀνάγκη οὖν τὴν μίαν πρότασιν λαβεῖν μετὰ ἀναστροφῆς. ἠδη δὲ ἐδείξαμεν τι ἀλλήλων διαφέρουσιν.
σαζόντων, ψευδὴς δὲ ἐπὶ τῶν μὴ ἐξισαζόντων, οἷον ἐπὶ τοῦ προτέρου πᾶς ἄνθρωπος γελαστικός, καὶ πᾶς γελαστικὸς ἄνθρωπος, ἐπὶ δὲ τοῦ | δευτέρου ’II’ ψευδής, οἷον πᾶς ἄνθρωπος ζῷον, καὶ πᾶν ζῷον ἄνθρωπος, ταύτην τὴν δευτέραν ἀναστροφὴν ἀναπόδεικτον καλεῖ ἀντὶ τοῦ ᾿ψευδῆ καὶ μὴ δυναμένην ἀποδειχθῆναι'· τίς γὰρ δύναται ἀποδεῖξαι ὅτι πᾶν ζῷον ἄνθρωπός ἐστιν.,
οὐκοῦν ἡ μία ἀναπόδεικτος εὑρίσκεται πρότασις, ἡ δὲ ἄλλη ὑγιής, καὶ δείκνυται τὸ συναγόμενον.
Φησὶν ὁ αὐτὸς ὅτι οὐ δυνατὸν δεῖξαι τὴν ἀντιστρεφομένην πρότασιν διὰ συλλογισμοῦ, εἰ μή τίς γε ἄρα λάβῃ τὴν ἐξισάζουσαν ἀναστροφήν. τὴν
αὐτὴν γὰρ δι᾿ ἀλλήλων δεῖξαι ἐνδέχεται.
διὰ τοὐ Γ οὕτως· τὸ Α παντὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Β, τὸ ἄρα Α παντὶ τῷ Β. εἰ δὲ δέον δεῖξαι τὸ ΒΓ, οὕτως· τὸ B παντὶ τῷ Α, τὸ Α παντὶ
τῷ Γ, τὸ Β παντὶ τῷ Γ.
εἰ δὲ τὸ Γ τῷ Α, οὕτως· τὸ Γ παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Α, τὸ Γ παντὶ τῶ Α.
διάλληλος δεῖξις, ἤτοι ἀληθεῖς αἱ ἀναστροφαὶ ἤτοι ψευδεῖς.
γὰρ ὅτι τὸ Α διὰ μέσου τοὐ B οὐδενὶ ὑπάρχει τῷ Γ. πόθεν δῆλον 30 ὅτι τὸ Α οὐδενὶ τῷ Β; οὕτω πάλιν· τὸ Α οὐδενὶ τῷ Γ, τὸ Γ παντὶ τῶ CII1 Β· ὑπέκειτο γὰρ τὸ Β παντὶ τῷ Γ· καὶ τὸ Α ἄρα οὐδενὶ τῷ Β. οὐκέτι δὲ δύνῃ τὴν ἐλάττω πρότασιν δεῖξαι, εἰ μὴ διὰ προσλήψεως, ἐπεὶ διὰ κατηγορίας οὐ δυνατόν· ἥ τε γὰρ μείζων ἀποφατικὴ καὶ τὸ συμπέρασμα
ἀποφατικόν· ἐκ δύο δὲ ἀποφατικῶν οὐδὲν συνάγεται. διὰ δὲ προσλήψεως δείκνυται ἡ ἐλάττων πρότασις οὕτως, ἵν’ εἴπωμεν· ᾧ τὸ Α οὐδ’ ὅλως ὑπάρχει, τούτῳ τὸ Β παντὶ ὑπάρχει· τῷ δὲ Γ τὸ Α οὐδ’ ὅλως ὑπάρχει·
τούτῳ οὗν τὸ Β παντί. καὶ εἰδέναι δεῖ ὅτι ἐπὶ τῶν κατὰ πρόσληψιν συλλογισμῶν ὁ εἷς ὅρος ἀόριστος ὢν ὕστερον ὁρίζεται, ὡς εἰρήκαμεν· ᾧ τὸ Α
οὐδενί, τούτῳ τὸ Β παντί· ἰδοὺ ἀόριστον ἐλάβομεν τὸν ἔσχατον ὅρον· ὕστερον δὲ ὁρίζεται, ὅταν εἴπωμεν ῾τῷ δὲ Γ τὸ Α οὐδενί· τούτῳ οὐκοῦν τὸ Β παντί. κοινωνοῦσι δὲ οἱ κατὰ πρόσληψιν συλλογισμοὶ τοῖς τε κατηγορικοῖς καὶ τοῖς ὑποθετικοῖς· ὁμοίως δὲ διαφέρουσιν. καὶ τοῖς κατηγορικοῖς μὲν κοινωνοῦσιν, ὅτι καὶ ὡς τὰ τρία σχήματα ὁ κατὰ πρόσληψιν τρεῖς CIIv
ἔχει ὅρους· διαφέρει δέ, ὅτι εἷς ὅρος πάντως τὸ πρῶτον ἀόριστός ἐστι καὶ ὀφείλουσιν ἐξ ὁμολογίας προσεῖναι αἱ προτάσεις. τῶν δὲ ὑποθετικῶν κοινωνοῦσι, καθὸ οὐ συμπέρασμα συνάγουσιν ἀλλὰ πρότασιν, λέγοντες ‘τούτῳ τὸ Β παντί, ὥστε εἶναι παντὶ τῷ Γ τὸ Β’, ὥσπερ καὶ οἱ ὑποθετικοί· διαφέρουσι δέ, καθὸ κοινωνοῦσι τοῖς κατηγορικοῖς.
ἀντιστρεπτέον τὴν ΑΒ· ἡ γὰρ αὐτὴ πρότασις.
συνάγεται συμπέρασμα συλλογιστικῶς. ἀλλὰ πῶς; διὰ προσλήψεως οὕτως, ὅτι ᾧ τὸ Α οὐδενὶ ὑπάρχει, τούτω τὸ Β παντί· τῷ δὲ Γ τὸ Α οὐδενὶ ὑπάρχει· τούτῳ ἄρα τὸ Β παντί. ἰδοὺ ἵνα δείξῃ τὴν ἐλάττω πρότασιν
τοῦ πρώτου σχήματος, διὰ προσλήψεως ἔδειξεν· ἡ δὲ πρόσληψις ἔδειξε τὴν ἐλάττω πρότασιν διὰ τοῦ τρίτου σχήματος.
συνήγετο. καὶ ἐνταῦθα ἥ τε ἐλάττων μερικὴ καὶ τὸ συμπέρασμα μερικόν· ἐκ δύο δὲ μερικῶν οὐδὲν συνάγεται.
καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς μερικὸν συνάγων συμπέρασμα, φησὶν ὅτι κύκλῳ δεῖξαι τὴν ἐλάττονα, ὅτι τὸ Β τινὶ τῷ Γ, δυνατὸν οὕτως· τὸ Β παντὶ τῷ Α. ἦν γὰρ τὸ Α παντὶ τῷ Β· τὸ οὖν Β παντὶ τῷ Α, τὸ Α τινὶ τῷ Γ, κα. τὸ Β ἄρα τινὶ τῷ Γ. τὴν δὲ μείζονα
κύκλῳ οὐ δυνατὸν δεῖξαι διὰ τὸ καθόλου· τὸ γὰρ καθόλου ἐκ δύο καθόλου ἐδείκνυτο. πῶς οὖν δείκνυται., διὰ προσλήψεως οὕτως· ὃ τῷ Γ ὑπάρχει τινί, ὡς ἐν προτάσει εἰρήκαμεν καὶ διὰ τοῦ συμπεράσματος καὶ
τοῦτο γὰρ τινὶ συνάγεται), τούτῳ ὑπάρχει τὸ Α καθόλου παντί· τὸ δὲ B ὑπάρχει τῷ Γ τινί· τῷ ἄρα Β τὸ Α παντί. καὶ ἐδείχθη ή πρόσληψις
διὰ τοῦ τρίτου σχήματος.
συνάγων συμπέρασμα. καὶ φησὶν ὅτι οὔτε τὴν μείζονα οὔτε τὴν ἐλάττονα δυνατὸν δεῖξαι διὰ τῆς κύκλῳ δείξεως, ἀλλὰ διὰ προσλήψεως μόνη ἡ ἐλάττων δείκνυται. καὶ ἡ μὲν μείζων οὐ δύναται, διότι καθόλου· ἡ δὲ ἐλάττων διὰ προσλήψεως, διότι καὶ ἡ μείζων καὶ τὸ συμπέρασμα
ἀποφατικόν, ἐκ δὲ ἀποφατικῶν οὐδὲν συνήγετο. πῶς δὲ ἡ ἐλάττων δείκνυται;
οὕτως· ᾧ τὸ Α τινὶ μὴ ὑπάρχει, τούτῳ τὸ Β τινὶ ὑπάρχει· τῳ δὲ Γ τὸ Α τινὶ οὐχ ὑπάρχει· τῷ ἄρα Γ τὸ B τινὶ ὑπάρχει. καὶ ἄλλως ουκ ενι.
καὶ ἣν μὲν ἔλαβε πρώτην συζυγίαν ἄνω, νῦν δευτέραν, ἣν δὲ δευτέραν, νῦν πρώτην, καὶ ἣν ἔλαβε τρίτην, νῦν τετάρτην, ἣν δὲ τετάρτην, νῦν τρίτην. |
δεῖξι κύκλῳ· τὸ γὰρ καθόλου καταφατικὸν ἐκ δύο καταφατικῶν καθόλου ἦν· ἐνταῦθα δὲ καὶ τὸ συμπέρασμα καὶ ἡ ἐλάττων πρότασις ἀποφατική. τὴν δὲ ἐλάττονα τὴν καθόλου ἀποφατικὴν οὕτως· τὸ Γ οὐδενὶ τῷ Β· ἧν γὰρ
τὸ B οὐδενὶ τῷ Γ· τὸ οὖν Γ οὐδενὶ τῷ Β, τὸ Β παντὶ τῷ Α, ὥστε τὸ Γ οὐδενὶ τῷ Α, καὶ τὸ Α οὐδενὶ τῷ Γ. δυνατὸν δὲ καὶ τὴν μείζονα, εἰ καὶ μὴ κύκλῳ, ἀλλ’ οὖν κατὰ πρόσληψιν δεῖξαι οὕτως, ὅτι ᾧ τὸ Γ οὐδενὶ συμπεράσματι], τούτῳ παντὶ τὸ Α· τὸ δὲ B οὐδενὶ τῷ Γ· τὸ ἅρα Α
παντὶ τῶ Β.
οὐδενὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Α, τὸ ἄρα B οὐδενὶ τῷ Α, καὶ τὸ Α οὐδενὶ
τῷ Β. διὰ τοῦτο δεύτερος ἐλήφθη οὗτος ὁ τρόπος, ἐπειδὴ δύο ἔχει ἀντι- στροφάς, μίαν τὴν λέγουσαν τὸ Γ παντὶ τῷ Α ἦν γὰρ τὸ Α παντὶ τῷ Γ) 33 καὶ ἑτέραν τὴν τοῦ συμπεράσματος. τὴν δὲ ἐλάττω πρότασιν δυνατὸν CIIIr δεῖξαι διὰ προσλήψεως οὕτως· ᾧ τὸ Β οὐδενί, τούτῳ τὸ Α παντί· τὸ δὲ Β τῶ Γ οὐδενί· οὐκοῦν τὸ Α τῷ Γ παντί.
πρότασις οὐ δείκνυται διὰ τὴν αὐτὴν αἰτίαν.
τὴν δὲ ἐλάττονα μερικὴν ἀποφατικήν. καὶ φησὶν ὅτι οὐ δυνατὸν τὴν μείζω κύκλω δεῖξαι, διότι καθόλου, τὴν δὲ ἐλάττω δυνατὸν οὕτως· τὸ Β παντὶ
τῷ Α, τὸ Β οὐ παντὶ τῷ Γ, καὶ τὸ Α οὐ παντὶ τῷ Γ, ἥτις ἦν ἐλάττων πρότασις. τὴν δὲ μείζω δυνατὸν διὰ προσλήψεως οὕτως· ὃ τῷ Γ ὑπάρχει οὐ παντί, τούτῳ τὸ Α παντί· τὸ δὲ Β τῷ Γ ὑπῆρχεν οὐ παντί· τὸ ἄρα Α τῷ Β ὑπάρχει παντί.
προτάσεις καθόλου ληφθῶσιν, οὐκ ἐνδέχεται δεῖξαι δι’ ἀλλήλων.
οὐ δυνατὸν ἐν τρίτῳ σχήματι τὰς προτάσεις τὰς ἐξ ἄμφω καθόλου κύκλῳ
δεῖξαι. διὰ τί; τὰς γὰρ καθόλου διὰ τῶν καθόλου ἐδείκνυμεν· ἐν δὲ τῷ τρίτῳ σχήματι τὰ συμπεράσματα πάντα μερικά· ὥστε οὐ δείκνυνται <σἱ> ἐν τῷ τρίτῳ σχήματι ἐξ ἄμφω καθόλου προτάσεων.
λέγει περὶ τῶν τὴν μὲν μίαν ἐχουσῶν καθόλου τὴν δὲ ἄλλην μερικήν, καὶ 34 φησὶν ὅτι, ἐὰν ἀμφότεραι ληφθῶσι κατηγορικαὶ καὶ ἡ μὲν μείζων μερικὴ CIIIr ἡ δὲ ἐλάττων καθόλου, ἔσται, εἰ δὲ τὸ ἀνάπαλιν, οὐκ ἔσται. οἷον τὸ Α παντὶ τῷ Γ, καὶ τὸ Β τινὶ τῷ Γ· τὸ Α ἄρα τινὶ τῷ Β· τοῦτο γάρ δέδεικται· ὥστε καὶ τὸ Γ τινὶ τῷ Β, καὶ τὸ Β τινὶ(??)τῷ Γ. οὕτως ἡ μερικὴ
πρότασις δείκνυται. ἡ δὲ κα θόλου οὐ δείκνυται, διότι καθόλου ἐστίν, εἰ μὴ ἄρα κατὰ πρόσληψιν.
ὑποκείμενον, τὸ δὲ Γ κατηγορούμενον· ἕτερον δὲ τὸ ὑποκεῖσθαι καὶ κατηγορεῖσθαι.
τὴν μείζω πρότασιν αὐτὴν προηγουμένως οὕτως· τὸ Α τινὶ τῷ Γ, τὸ B παντὶ τῷ Γ· καὶ τὸ Γ παντὶ τῷ Β, καὶ τῷ Β τινὶ τὸ Α· τὸ ἄρα Α τινὶ τῷ Γ.
οε η κατηγορικη.
35 τὸ Γ παντὶ τῷ Β, τὸ Γ οὐ παντὶ τῷ Α, καὶ τὸ Α οὐ παντὶ τῷ Γ. τὴν CIIIv δὲ ἐλάττω κατηγορικὴν διὰ προσλήψεως δείκνυμεν.
τῷ Γ τινὶ ὑπάρχει· τὸ δὲ Α τῷ Β ὑπάρχει οὐ παντί· οὐκοῦν τὸ Β τῷ Γ υπαρχει τινι.
σχήματι ὅσαι δείκνυνται προτάσεις κύκλῳ, αἱ μὲν ἐν τῷ πρώτῳ εὐθέως, αἱ δὲ ἐν τῷ τρίτῳ. καὶ λέγει πότε διὰ τοῦ πρώτου καὶ πότε διὰ τοῦ τρίτου.
εὐθέως δι’ αὐτοῦ τοῦ δευτέρου καὶ τοῦ πρώτου, εἰ δὲ μερικόν, δι’ αὐτοῦ τοῦ δευτέρου καὶ τοῦ τρίτου δείκνυνται. ἐν δὲ τῷ τρίτῳ σχήματι ὅ σοι κύκλω ἐδείκνυντο, πάντες δι’ αὐτοῦ εὐθέως τοῦ τρίτου ἐδείκνυντο. φανερὸν δὲ ὅτι ἐν τῷ τρίτῳ καὶ μέσῳ σχήματι ὅσοι μὴ δι’ ἑαυτῶν δεικνύουσιν,
ἢ οὐ κατὰ κύκλον δεικνύουσιν ἢ ἀτελεῖς εἰσιν.
τὸ ἴσον ἴσω ἴσον. περὶ δὲ τῆς ἐν προτάσεσιν ἀντιστροφῆς εἶπεν ἐν τῷ πρώτῳ λόγῳ τῶν προτέρων ἀναλυτικῶν. νῦν δὲ βούλεται εἰπεῖν περὶ τῆς
ἀντιστροφῆς τῆς ἐν συλλογισμῷ. γίνεται δὲ αὕτη τοῦτον τὸν τρόπον· λαμβάνομεν τὸ συμπέρασμα τὸ γενόμενον, καὶ τοῦτο μετατίθεμεν ἢ εἰς τὸ ἐναντίον ἡ εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον, καὶ τὴν ἄλλην πρότασιν ὑγιῆ καὶ ἀποδεικνύομεν τῆς λοιπῆς προτάσεως ὡς ὅτι τὸ ἐναντίον συνάγεται ἢ τὸ ἀπτιφατικῶς ἀντικείμενον. οἷον εἰ συναχθῇ συμπέρα|σμα καθόλου καταφατικόν, μετα- CIVr
τίθεuεν τοῦτο εἰς τὸ ἐναντίον τὸ καθόλου ἀποφατικὸν ἢ εἰς τὸ ἀντιφατικῶς αὐτῷ ἀντικείμενον, ὅ ἐστι τὸ μερικὸν ἀποφατικόν, καὶ οὕτως δείκνυμεν τῆς έτέρας προτάσεως συναγόμενα ἢ τὰ ἐναντία ἢ τὰ ἀντιφατικῶς ἀντικείμενα· ποιεῖται δὲ ταύτην τὴν ἐν συλλογισμῷ ἀντιστροφὴν καὶ ἐπὶ ἑκάστου τρόπου συλλογιστικοῦ καὶ ἐπὶ ἑκάστου σχήματος. τινὲς δὲ ᾠήθησαν τὴν ἐν συλλογισμῷ
ἀντιστροφὴν καὶ τὴν εἰς ἀδύνατον ἀπαγωγὴν ταὐτὸν εἶναι· ὁ δὲ Ἀριστοτέλης μετὰ ταύτην τὴν θεωρίαν ἐκτίθεται περὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ δείκνυσι μὴ εἶναι τὸ αὐτὸ τὴν ἐν συλλογισμῷ ἀντιστοφὴν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ.
ἑτέρας μενούσης προτάσεως ἀναιρεῖσθαι τὴν λοιπήν.
μενούσης ἀνάγκη ἀναιρεῖσθαι τὴν ἄλλην πρότασιν καὶ δείκνυσθαι αὐτὴν ἢ τὸ ἐναντίον συνάξασαν ἢ τὸ ἀντιφατικῶς ἀντικείμενον· εἰ γὰρ μείνῃ καὶ αὕτη ἡ αὐτή, δῆλον ὅτι καὶ τὸ συμπέρασμα τὸ αὐτὸ ἔμεινεν·
καὶ οὐ τινί.
τῷ Γ, τὸ Α παντὶ τῷ Β, συμπέρασμα τῆς ἐλάττονος προτάσεως ὅτι τὸ Β οὐδενὶ τῷ Γ, ὅπερ ἦν ἐναντίον τῷ παντί. εἰ δὲ βουλόμεθα τὴν μείζονα πρότασιν ἀποδεῖξαι, ἀποδείκνυμεν διὰ τοῦ τρίτου σχήματος, καὶ συνάγομεν οὐ τὸ ἐναντίον τῇ μείζονι προτάσει ἀλλὰ τὸ ἀπτιφατικῶς ἀντικείμενον· ἐν γὰρ τῷ τρίτῳ σχήματι καθόλου συμπέρασμα οὐ συνήγετο.
οἷον τὸ Α οὐδενὶ τῷ Γ, τὸ Β παντὶ τῷ Γ, καὶ συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Β· τοῦτο δὲ ἀντιφατικῶς ἀντίκειται τῇ <πρώτῃ> προτάσει. ὥστε
ἐκ τούτων τῶν ῥηθέντων παραφυλάξασθαι ὀφείλομεν ὅτι ἡ μὲν πρότασις ἡ μείζων διὰ τοῦ τρίτου σχήματος δείκνυται, ἡ δὲ ἐλάττων διὰ τοῦ δευτέρου. τέρου. καὶ τοῦτο δὲ πάλιν φυλάξασθαι ὀφείλομεν ἐπὶ τοῦ πρώτου σχήματος,
ὅτι εἰ τὸ συμπέρασμα ἀντιστραφῇ εἰς τὸ ἐναντίον, εἰ μὲν τὴν μείζω πρότασιν δεικνύεις, δείξεις τὸ ἀντιφατικῶς ἀντικείμενον, εἰ δὲ τὴν ἐλάττω, τὸ ἐναντίον δείξεις συναγόμενον, εἰς ὃ καὶ τὸ συμπέρασμα ἀντέστρεψας. εἰ δὲ τὸ συμπέρασμα ἀντιστραφήσεται εἰς τὸ οὐ παντί, λέγω δὴ τὸ ἀντιφατικῶς ἀντικείμενον, καὶ ἡ μείζων πρότασις καὶ ἡ ἐλάττων ὅμοιον συμπέρασμα
συνάξουσιν, ὡς ἐπιδείξομεν σαφῶς.
ἀποφατικοῦ. ἐὰν γὰρ ᾖͅ τὸ Α οὐδενὶ τῷ Γ διὰ μέσου τοῦ Β, ἵνα ληφθῇ 38 παντί, καὶ δέον δεῖξαι τὴν ἐλάττω πρότσιν, συνάξομεν οὕτως πάλιν ἐν CIV1’ δευτέρῳ σχήματι (ἡ γὰρ ἐλάττων ἐν δευτέρῳ συνήγετο)· τὸ Α παντὶ τῷ I’, τὸ Α οὐδενὶ τῷ Β, καὶ συμπέρασμα ὅτι τὸ Β οὐδενὶ τῷ Γ. εἰ δὲ τὴν μείζονα δέον δεῖξαι, δείξομεν διὰ τοῦ τρίτου σχήματος· τὸ Α παντὶ τῷ I",
τὸ Β πντὶ τῷ Γ, τὸ ἄρα Α τινὶ τῷ Β- καὶ ἐπὶ τοῦ δευτέρου οὖν τρόπου τοῦ πρώτου σχήματος ἐδείχθη ἡ μὲν ἐλάττων διὰ τοῦ δευτέρου, ἡ ὸὲ ro μείζων διὰ τοῦ τρίτου. ἐδείχθη δὲ καὶ τοῦιο πάλιν, ὡς εἰρήκαμεν • ἡ μὲν μείζων συνῆξε τὸ ἀντιφτικῶς ἀντικείμενον • ἀντὶ γὰρ τοῦ οὐδενὶ τὸ τινὶ συνῆξεν· ἡ δὲ ἐλάιτων τὸ ἐναντίως ἀντικ̓α-ίαι·--νον· ἀντὶ γὰρ τοῦ παντὶ
τὸ οὐδενὶ συνῆξεν.
εἰς τὸ ἐναντίον καὶ ἔδειξε τὰ συναγόμενα· νῦν ἀντιστρέφει εἰς τὰ ἀντιφατι- κῶς ἀντικείμενα. οὐκοῦν καὶ ἐπὶ ιῆς μείζονος προτάσεως καὶ ἐπὶ τῆς
ἐλάττονος τὸ ἀντιφατικῶς ἀντικείμενον συναχθήσεται ἐπὶ τοῦ πρώτου τρόπου. οἷον τὁ Α οὐ παντὶ τῷ Γ, τὸ Α παντὶ τῷ Β, συμπέρασμα ὅτι τὸ Β οὐ παντὶ τῷ Γ· ἦν δὲ παντὶ τὸ πρῶτον. ἐπὶ δὲ τῆς μείζονος πάλιν ὁμοίως· τὸ Α οὐ παντὶ τῷ Γ, τὸ Β παντὶ τῷ Γ, συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Β. ὥστε εἰ ἀντιστραφείη εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον
τὸ συμπέρασμα, συναχθήσεται τὰ ἀντιφατικῶς ἀντικείμενα τῶν προτάσεων. ἐπὶ δὲ τοῦ δευτέρου τρόπου ἔστω τὸ Α οὐδενὶ τῷ Β, τὸ Α τινὶ τῷ Γ· συμπέρασμα ὅτι τὸ Β οὐ παντὶ τῷ Γ, ὅ τι ἀντιφατικῶς ἀντίκειται τἡ πρώτῃ προτάσει. ἐὰν δὲ τὴν μείζω δέον δεῖξαι, οὕτως· τὸ Α τινὶ τῷ Γ, τὸ Β παντὶ τῷ Γι· συμπέρασμα ὅτι τὸ Α τινὶ τῷ Β, ὅπερ καὶ τοῦτο ἀντι-
φατικῶς ἀντίκειται τῇ πρώτῃ προτάσει.
ἐὰν δὲ εἰς τὸ ἐναντίον ἀντιστραφῇ τὸ συμπέρασμα, οὐκέτι ἀναιροῦνται αἱ
προτάσεις ἀλλὰ μένουσιν αἱ αὐταί, ὡς ἐπιδείξομεν. καὶ διὰ τί τοῦτο γίνεται, φησίν. οὐκέτι γὰρ γίνεται, ὥσπερ ἐπὶ τῶν καθόλου λαμβανομένου τοῦ συμπεράσματος εἰς τὸ ἐναντίον ἐδείκνυτο ἀναιρεῖν τὴν πρώτην πρότασιν, οὕτως καὶ ἐνταῦθα· ἐνταῦθα γὰρ ὅλως ἀναιρεῖ τὸ καθόλου διὰ τὸ μερικὸν εἰναι τὸ συμπερασμα.
ληφθῇ τὸ Α μηδενὶ τῷ Γ ὑπάρχειν, τὸ δὲ Β τινὶ τῷ Γ.
Α οὐ παντὶ τῷ B. εἰ δὲ τὴν ἐλάττω, οὕτως· τὸ Α οὐδενὶ τῷ Γ, τὸ Α παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Β οὐδενὶ τῷ Γ. ὥσιε καὶ ἡ μείζων καὶ ἡ ἐλάττων εἰς τὸ ἀντιΦατικῶς ἀντικείμενον ἀντέστρεψαν τοῦ συμπεράσματος
οὕτως ἀντιστραφέντος. ἐὰν δὲ εἰς τὸ ἐναντίον ἀντιστραφῇ τὸ συμπέρασμα, ἵνα ἀντὶ τοῦ τινὶ τὸ οὐ παντὶ λάβωμεν, οὕτε τὴν μείζω δυνάμεθα δεῖξαι
διὰ τὸ εἶναι καὶ τὴν ἐλάττω πρότασιν καὶ τὸ συμπέρασμα μερικόν· τὴν δὲ ἐλάττω οὐ δυνάμεθα δεῖξαι διὰ τί; εἰ γὰρ δείξομεν] πρῶτον μὲν ὅτι ἡ μείζων γίνεται μερικὴ ἐν δευτέρῳ σχήματι, ἔπειτα δὲ ὅτι συνάγομεν οὐ παντί. τοῦτο δὲ τὸ οὺ παντὶ οὐκ ἀντίκειται ἐναντίως τῇ πρώτῃ προτάσει τῇ τινί· ποτὲ γὰρ συναληθεύουσιν αὗται αἱ προτάσεις.
αὐτὴ καὶ ἐπὶ τοῦ τετάρτου τρόπου ἥτις καὶ ἐπὶ τοῦ τρίτου τρόπου ἐγίνετο.
ἐν τρίτῳ δείκνυται· ἡ δὲ μείζων ἐν δευτέρῳ σχήματι καθόλου ἐστίν. ὥστε τὸ ἀντιφατικῶς ἀντικείμενον δείκνυται. ἡ δὲ ἐλάττων πρότασις δείκνυται διὰ τοῦ πρώτου σχήματος, ὡς ἐπιδείξομεν.
συμπέρασμα ἀποφατικὸν τὸ Β οὐδενὶ τῷ Γ. ἐὰν οὖν ληφθῇ τὸ Β παντὶ τῷ Γ ὑπάρχειν καὶ δεῖξαι βουληθῶμεν τὴν ἐλάττω πρότασιν τὴν λέγουσαν τὸ Α οὐδενὶ τῷ Γ, δείκνυμεν τὴν ἐλάττω διὰ τοῦ πρώτου σχήματος οὕτως·
τὸ Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, τὸ ἄρα Α παντὶ τῷ Γ. εἰ δὲ τὸ Β παντὶ τῷ Γ, τὸ δὲ Α μηδενὶ τῷ Γ, καὶ] συμπέρασμα τὸ Α οὐ παντὶ τῷ Β. ἀναιρεῖται οὖν ἡ μείζων πρότασις οὐκ ἐναντίως ἀλλ’ ἀντιφατικῶς. ὥστε καλῶς ἐλέγομεν τὴν μείζω μὴ ἀναιρεῖσθαι ἐναντίως. ἀλλ’ εἰ τὸ ἀντιφατικῶς ἀντικείμενον τοῦ συμπεράσματος ληφθῇ, οἷον τὸ Β τινὶ
τῷ Γ, ἡ μείζων πρότασις ὁμοίως ἀναιρεθήσεται, ἡ δὲ ἐλάττων ἀντιφατικῶς. εἰ γὰρ τὸ B τινὶ τῷ Γ, τὸ Α οὐδενὶ τῷ Γ, συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Β· ἐπὶ δὲ τῆς ἐλάττονος οὕτως· τὸ A παντὶ τῷ Β, τὸ B τινὶ τῷ Γ, τὸ Α τινὶ τῷ Γ, ὅπερ ἀντιφατικῶς ἀντίκειται τῇ πρώτῃ προτάσει.
41 πέρασμα συναγόντων τὸ συμπέρασμα εἰς τὸ ἐναντίον ἀντιστραφῇ, οὐδεμία CVr πρότασις ἀναιρεῖται, οὕτε ἡ μείζων οὔτε ἡ ἐλάττων, ἐὰν δὲ τὸ συμπέ- ρασμα ἀντιστραφῇ εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον αὐτῷ, τότε ἀμφότεραι ἀναιροῦνται, ὡς δείξομεν.
μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς συμπέρασμα μερικὸν ἀποφατικὸν συνάγοντος. ἐὰν οὖν τὸ συμπέρασμα μεταληφθῇ
εἰς τὸ ἐναντίον, ὅτι τὸ Β τινὶ τῷ Γ ὑπάρχει, καὶ δέον δεῖξαι τὴν ἐλάττω πρότασιν, δείκνυμεν οὕτως· τὸ Α οὐδενὶ τῷ Β, τὸ Β τινὶ τῷ Γ, τὸ A οὐ παντὶ τῷ Γ. ἀλλ’ οὐκ ἀνῄρηται τὸ πρότερον τὸ λέγον ὅτι τὸ Α τινὶ τῷ Γ· ἐνδέχεται γὰρ ἀμφότερα συναληθεύειν. εἰ δὲ βουλόμεθα τὴν μείζω ἀνασκευάσαι, ἀνασκευάσομεν διὰ τοῦ τρίτου σχήματος· ἀλλ’ οὐκ
ἀνασκεασθήσεται· καὶ γὰρ καὶ τὸ συμπέρασμα μερικὸν καταφατικὸν καὶ ἡ ἐλάττων πρότασις μερική· ἐκ δὲ δύο μερικῶν οὐ γίνεται συλλογισμός. ὥστε καλῶς ἐλέγομεν ὅτι, ἐὰν ἐπὶ τῶν μερικῶν εἰς τὸ ἐναντίον ἀντιστραφῇ, οὔτε ἡ μείζων οὔτε ἡ ἐλάττων ἀναιρεῖται. ἐὰν δὲ εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον ἀντιστραφῇ τὸ συμπέρασμα, ἀναιρεθήσονται αἱ προτάσεις ἀμφότεραι.
οἷον εἰ τὸ Β ληφθῇ ἀντὶ τοῦ οὐ παντὶ τῷ Γ ὅτι παντὶ ὑπάρχει, καὶ εἰ δέον δεῖξαι τὴν ἐλάττω πρότασιν, δείκνυμεν οὕτως· τὸ Α οὐδενὶ τῷ
B, τὸ Β παντὶ τῷ Γ, τὸ Α οὐδενὶ τῷ Γ. ἰδοὺ νῦν ἀνῄρηται ἡ ἐλάττων ἀντίφασις· ἦν γὰρ τινὶ xm Γ τὸ Α. εἰ δὲ δέον τὴν μείζω ἀναιρεῖν, ἀναι- ροῦμεν οὕτως· τὸ Β παντὶ τῷ Γ, τὸ Α τινὶ τῷ Γ, τὸ ἄρα Α τινὶ τῷ Β.
ὥστε καὶ νῦν ἡ μείζων ἀντιφατικῶς ἀνῄρηται· ἦν γὰρ τὸ Α οὐδενὶ τῷ Β.
καὶ φησὶν ὅτι, ἐπειδὴ τὸ συμπέρασμα μερικόν ἐστιν, ἐὰν τὸ ἐναντίον τοῦ συμπεράσματος ληφθῇ, οὐκ ἀντιστρέφει οὔτε ἀναιρεῖται οὐδεμία πρότασις, ἐἀν δὲ εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον ἀντιστραφῇ, ἀμφότεραι αἱ προοὔθ᾿ 42 τάσεις ἀναιροῦνται, ὡς ἐπιδείξομεν. δείκνυται δὲ ἡ μὲν μείζων πρότασις CVv διὰ τοῦ πρώτου σχήματος, ἡ δὲ ἐλάττων διὰ τοῦ δευτέρου.
εἰλήφθω τὸ Γ, ἔστωσαν δὲ καθόλου αἱ προτάσεις. ἐὰν οὖν
ληφθῇ τὸ Α τινὶ τῷ Β μὴ ὑπάρχειν.
πρώτῳ σχήματι διὰ τοῦ Β. ἡ δὲ ἐλάττων διὰ τοῦ δευτέρου οὕτως· τὸ
Α οὐ παντὶ τῷ Β, τὸ Α παντὶ τῷ Γ· ἐπειδὴ ἡ μείζων μερικὴ ἐν δευτέρῳ σχήματι ἡ AB, ἀσυλλόγιστος ἡ συζυγία. πάλιν ἐὰν ᾖ ἡ μὲν καθόλου τῶν προτάσεων ἡ δὲ ἐν μέρει, οὐ γίνεται συλλογισμός. διὰ τί; ἐπειδὴ εἰ βουληθῶμεν τὴν μείζω πρότασιν δεῖξαι, γίνεται ἡ μείζων μερική, καὶ
εἰσὶν ἄμφω μερικαὶ καὶ ἀσυλλόγιστος ἡ συζυγία. ὁμοίως δὲ καὶ εἰ τὴν ἐλάττονα βουληθῶμεν ἀποδεῖξαι. ὥστε καλῶς εἰρήκαμεν ἐὰν εἰς τὸ ἐναντίον ἀντιστραφῇ, οὐδεμία πρότασις ἀναιρεῖται ἐν τῷ τρίτῳ σχήματι᾿.
γίνεται τῶν προτάσεων ἀναίρεσις, νῦν λέγει ὅτι, ἐὰν ἀντικειμένως ἀντιστραφῇ,
γίνεται. οἷον ἀντὶ τοῦ τὸ Α τινὶ τῷ B ἵνα λάβωμεν ὅτι οὐδενί, καὶ ποιοῦμεν οὕτως· τὸ Α οὐδενὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, τὸ Α οὐδενὶ τῷ Γ. εἰ δὲ τὴν ἐλάττω βουλόμεθα ἀνασκευάσαι, οὕτως· τὸ Α οὐδενὶ τῷ Β, τὸ Α παντὶ τῷ Γ, τὸ ἄρα B οὐδενὶ τῷ ’. ὥστε ἀμφότεραι αἱ
προτάσεις εἰς τὸ ἐναντίον ἀνεσκευάσθησαν ἐν τρίτῳ σχήματι τοῦ συμπεράσματος ἀντιστραφέντος εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον. ὁμοίως δὲ δείξομεν καὶ εἰ ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατικὴ ὑπάρχει.
συμπέρασμα γίνεται ὅτι τὸ Α οὐ παντὶ τῷ Β· ἐὰν οὖν ληφθῇ παντί, εἰ μὲν τὴν μείζω πρότασιν δέον δεῖξαι, δείκνυμεν οὕτως· τὸ Α παντὶ τῷ Β,
τὸ Β πντὶ τῷ Γ, τὸ Α παντὶ τῷ Γ· εἰ δὲ τὴν ἐλάττω, οὕτως· τὸ Α παντὶ τῷ Β, τὸ Α οὐδενὶ τῷ Γ· συμπέρασμα ὅτι τὸ B οὐδενὶ τῷ Γ. οὕτως ἐπὶ τῶν ἄμφω καθόλου προτάσεων τῶν ἐν τρίτῳ σχήματι.
καταφατικὸν συνάγοντος συμπέρασμα. ἐὰν <οὖν> εἰς τὸ ἀντικείμενον
ληφθῇ τὸ συμπέρασμα, τὸ οὐδενί, καὶ δέον τὴν μείζονα πρότασιν ἀνασκευάσαι, ἀνασκευάζεται οὕτως· τὸ Α οὐδενὶ τῷ B, τὸ Β τινί τῷ Γ, τὸ Α οὐ παντὶ τῷ Γ. ὥστε εἰς τὸ ἀντιφατικὸν νῦν ἡ μείζων ἀνεσκευάσθη τοῦ συμπεράσματος εἰς τὸ ἀντιφατικὸν ἀντιστραφέντος. εἰ δὲ τὴν ἐλάττω, ἀνασκευάσομεν
οὕτως· τὸ Α οὐδενὶ τῷ B, τὸ Α παντὶ τῷ Γ, τὸ ἄρα Β οὐδενὶ τῶ Γ. ὥστε καὶ ἡ ἐλάττων εἰς τὸ ἀντιφατικὸν ἀνεσκευάσθη. καὶ τοῦτο φυλακτέον, ὅτι εἰ μὲν εἴη ἡ μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων κα|ταφατική, μερικὸν ἀποφατικὸν συνάγει συμπέρασμα, τὸ Α οὐ παντὶ CVIr τῷ Β· ἐὰν οὗν μεταληφθῇ εἰς τὸ ἐναντίον τὸ τινί, οὔτε ἡ μείζων οὔτε
ἡ ἐλάττων πρότασις ἀνασκευασθήσεται· ἐὰν δὲ εἰς τὸ ·ἀντιφατικῶς ἀντικείμενον, ἀνασκευασθήσονται ἀμφότεραι. ἔστω γὰρ τὸ Α παντὶ τῷ Β, τὸ B τινὶ τῷ Γ· τὸ ἄρα A τινὶ τῷ Γ. εἰ δὲ τὴν ἐλάττω, οὕτως· τὸ Α παντὶ τῷ B, τὸ Α οὐδενὶ τῷ Γ, τὸ B οὐδενὶ τῷ Γ. ὥστε παραφυλακτέον ὅτι
ἡ ἐλάττων καὶ ἡ μείζων εἰς τὸ ἀντιφατικὸν ἀντιστρέφουσιν, ὅταν ᾖ ἡ μὲν
καθόλου ἡ δὲ ἐν μέρει.
δείκνυμεν οὕτως· τὸ Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, τὸ Α παντὶ τῷ Γ. εἰ δὲ τὴν ἐλάττω, οὕιως· τὸ Α παντὶ τῷ Β, τὸ Α οὐ παντὶ τῷ Γ,
τὸ Β οὐ παντὶ τῶ Γ.
φησὶν ὅτι φανερὸν πότε ἀνασκευάζονται αἱ προτάσεις, εἴτε εἰς τὸ ἀντιφατικῶς
ἀντικείμενον μεταληφθῇ τὸ συμπέρασμα εἴτε εἰς τὸ ἐναντίον, καὶ πότε οὐκ ἀνασκευάζονται.
μὲν μείζων δείκνυται διὰ τοῦ ἐσχάτου, ἡ δὲ ἐλάττων διὰ τοῦ δευτέρου,
ἐν δὲ τῷ δευτέρῳ σχήματι ἡ μὲν μείζων πρότασις διὰ τοῦ τρίτου, ἡ δὲ ἐλάττων διὰ τοῦ πρώτου, ἐν δὲ τῷ τρίτῳ σχήματι ἡ μὲν μείζων διὰ τοῦ πρώτου, ἡ δὲ ἐλάττων διὰ τοῦ δευτέρου σχήματος ἀνασκευάζεται.
ἄλλη πρότασις, γίνεται δ’ ἐν ἅπασι τοῖς σχήμασιν.
ἀπαγωγῆς καὶ ἄνευ τοῦ γενέσθαι συλλογισμὸν δυνατὸν δεῖξαι τὸ ἄτοπον ἑπόμενον. ἔτι διαφέρει, ὅτι ἐπὶ τῆς ἀντιστροφῆς δυνατὸν καὶ εἰς τὸ ἀναντίον
καὶ εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον ἀντιστρέψαι, ἐπὶ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς οὐκέτι εἰ μὴ εἰς τὸ ἀντιφατικῶς ἀντικείμενον μόνον· ἐπεὶ εἰ εἰς τὸ ἐναντίον ληφθείη, ἢ οὐ δείκνυσι συλλογιστικὴν συζυγίαν, ἢ εἰ γίνεται συλλογιστική,
οὐδὲν ἄτοπον ἕπεται. ἔτι διαφέρει, ὅτι ἐπὶ τῆς ἐν συλλογισμῷ ἀντιστροφῆς δείκνυται τῆς μιᾶς προτάσεως ἢ τὸ ἀντιφατικῶς ἀντικείμενον ἡ τὸ ἐναντίον, ἐπὶ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἐπὶ τῆς μιᾶς προτάσεως μόνον ἀντιφατικῶς προηγουμένης ἄτοπον ἑπόμενον δείκνυται. ταῦτα
μὲν διαφέρει ἡ ἐν συλλογισμῷ ἀντιστροφὴ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς.
ὥσπερ δὲ ἡ ἀντιστροφὴ ἐπὶ τῶν τριῶν σχημάτων ἐδείκνυτο ὅτι δυνατὸν γενέσθαι, οὕτω καὶ ἡ εἰς τὸ ἀδύνατον ἀπαγωγὴ ἐπὶ τῶν τριῶν σχημάτων ἔσται. δείξει δὲ καὶ τοῦτο, ὅτι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τὸ καθόλου καταφατικὸν ἐν πρώτῳ σχήματι δειχθῆναι οὐ δυνατόν, ἀλλ’ ἐν δευτέρῳ καὶ τρίτῳ. ἐν δὲ τῷ πρώτῳ σχήματι δείκνυσι τὰς ἄλλας τρεῖς συλλογιστικὰς
συζυγίας. λέγει δὲ πρῶτον πῶς γίνεται ἡ εἰς ἀδύνατον ἀπαγωγή, ὅτι λαμβάνομεν
τὸ συμπέρασμα τὸ ἐξ ἀρχῆς καὶ τὸ τούτῳ ἀντιφατικῶς ἀντικείμενον καὶ μίαν πρότασιν ἀληθῆ καὶ δείκνυμεν ἕπεσθαι τῇ ἑτέρᾳ προτάσει ἄτοπόν τι καὶ ἀδύνατον.
ἡ εἰς τὸ ἀδύνατον ἀπαγωγὴ τῆς ἀντιστροφῆς. |
ψεῦδος, ἐξ ἀνάγκης συγχωρεῖ ἢ τὸ ἐναντίον ἀληθὲς εἶναι ἢ τὸ ἀντιφατικῶς ἀντικείμενον· οὐκοῦν εἰ οὐ συγχωρεῖ τῷ Β τὸ Α ὑπάρχειν, ἢ οὐδενὶ ὑπάρχει ἢ οὐ παντί. οὐκοῦν ἐν δευτέρῳ δείκνυται σχήματι τὸ ἄτοπον
οὕτως· τὸ Α τῷ μὲν Β ἢ μηδενὶ ἢ οὐ παντί, τὸ Α παντὶ τῷ Γ· συμπέρασμα ὅτι τὸ Γ ἢ οὐδενὶ τῷ Β ἢ οὐ παντί. εἰ δὲ τοῦτο ἄτοπον, τὸ συναχθῆναι τὸ Γ τῷ Β ἢ οὐδενὶ ἢ οὐ πανιί, ψεῦδος τοῦτο, ἀληθὲς ἄρα τὸ παντί, ὅπερ πρότερον εἰρήκαμεν. οὕτως ἐν δευτέρῳ σχήματι διὰ τοῦ ἕπεσθαι ἀδύνατόν τι ἐδείχθη τὸ καθόλου καταφατικόν. οὕτως οὖν οὐ
μόνον ἐπὶ τοῦ πρώτου σχήματος ποιεῖν δυνατὸν ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων.
ἀδυνάτου· ἐπὶ πλέον γὰρ ἡ ἀντιστροφὴ τῆς δι’ ἀδυνάτου.
δευτέρῳ καὶ τρίτῳ σχήματι, οὐ μέντοι ἐν πρώτῳ. καὶ ἐπὶ παραδειγμάτων ποιεῖται τὸν λόγον. ὑποκείσθω δὲ οὕτως· τὸ Α οὐδενὶ τῷ Β ἢ οὐ 46 παντί εἶτα προσληφθήτω ἤτοι μείζων πρότασις ἄλλη ἢ ἐλάττων. εἰ μὲν CVIV προσληφθῇ οἱαδήποτε μείζων ἄλλη, ἀσυλλόγιστος γίνεται ἡ συζυγία διὰ
τὸ τὴν ἐλάττω εἶναι ἀποφατικὴν καθόλου ἢ μερικὴν ἀποφατικήν. εἰ δὲ ἐλάττων προσληφθῇ πρότασις ὥστε εἶναι τὸ Β παντὶ τὸ Δ, εἰ μὲν ἡ
μείζων καθόλου ἀποφατικὴ εἴη, συνάγεται συλλογισμὸς ἀποφατικός· εἰ δὲ μερικὴ εἴη ἀποφατική, οὐ συνάγεται διὰ τὸ τὴν μείζω μερικὴν γενέσθι. ἐὰν οὖν προσληφθῇ τὸ Β παντὶ τῷ Δ τοῦ Α ὄντος οὐδενὶ τῷ Β, ψευδὲς μὲν ἔσται τὸ συμπέρασμα ἀποφατικόν, ἀλλ’ οὐ συνάγει τὸ ἀντικείμενον ἀληθές, ὅπερ ἦν· ὑπέκειτο γὰρ παντί.
τὸ ἐναντίον εἰπεῖν. ὥστε τοῦ ἀτόπου ἀκολουθήσαντος τῆς πρώτης καὶ μείζονος προτάσεως ψευδοῦς οὔσης διὰ τῆς ἀδυνάτου ἀπαγωγῆς, εἰ ψεῦδος τὸ οὐδενί, ἀληθὲς ἄρα τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ τινί, οὐ μέντοι τὸ παντί. ὥστε ἀκριβῶς διὰ τούτων ἐδείχθη ὅτι διὰ τῆς ἀδυνάτου ἀπαγωγῆς ἐν πρώτῳ σχήματι οὐ δείκνυται τὸ καθόλου καταφατικόν. τὸ δὲ καθόλου ἀποφατικὸν
καὶ μερικὸν καταφατικόν τε καὶ ἀποφατικὸν δείκνυται ἐν πρώτῳ σχήματι.
γὰρ ἡ πρώτη λῆψις αὕτη· τὸ Α οὐδενὶ τῷ B, τὸ Β παντὶ τῷ Γ ἢ τὸ Β
τινὶ τῷ Γ· συμπέρασμα, εἰ μὲν τὸ Β παντὶ τῷ Γ, τὸ Α οὐδενὶ τῷ Γ· εἰ 47 δὲ τινὶ τῷ Γ τὸ B, συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Γ. ἀλλὰ τοῦτο ἔστω ἀδύνατον. οὐκοῦν εἰ ἀδύνατον ἠκολούθησε διὰ τὸ μὴ ὑπάρχειν τὸ Α τῷ Β παντὶ ἀλλ’ οὐδενί, ἀνάγκη τινὶ ὑπάρχειν.
τὸ τινὶ μὴ ὑπάρχειν·
τινὶ τῷ Γ. ἀλλ’ εἰ τοῦτο ἀληθές, ἀνάγκη τὴν μείζω πρότασιν τὴν AB παντὶ ὑπάρχειν, τὴν δὲ ΒΓ τινὶ ὑπάρχειν. οὕτω διὰ τοῦ ἀτόπου ἐδείχθη
εν πρώτῳ σχηματι τὸ μερικον καταφατικον.
τί συνήχθη; διὰ τὸ ληφθῆναι παντὶ τὴν μείζω. εἰ τοῦτο οὖν ψεῦδος, ἀληθὲς τὸ οὐδενί. ὁμοίως καὶ εἰ ἡ ΑΓ ληφθῇ ὅτι οὐδενὶ ὑπάρχει, δεικθήσεται
τὸ ἄτοπον καὶ συναχθήσεται, ὡς ἐδείξαμεν τὸ πρῶτον, ὅτι τινὶ ὑπάρχει. εἰ δὲ λάβῃς μὴ πρὸς τῷ Α τὴν ἄλλην πρότασιν ἀλλὰ πρὸς τῷ Β, οὐ γίνεται συλλογισμὸς διὰ τὸ γενέσθαι τὴν μείζω μερικήν.
οὐ τὸ ἐναντίον.
ψεῦδος, ἀληθὲς ἄρα τὸ οὐ παντί. ὁμοίως καὶ εἰ τὸ ΑΓ ᾖ στερητικόν· καὶ γὰρ οὕτω γίνεται συλλογισμὸς τοῦ τινὶ μὴ ὑπάρχειν ὑγιῶς.
εἶναι τὴν ἐλάττω πρότασιν ἐν πρώτῳ σχήματι.
ἄτοπον ἕπεται. οἷον τὸ Α οὐ παντὶ τῷ Β· εἰ γὰρ μὴ ἐνδέχεται, τὸ τινί· τὸ δὲ τινὶ τῷ οὐ παντὶ οὐ μάχεται. ὥστε ὀφ̔εἵλομεν τὸ ἀντιφατικῶς ἀντικείμενον λαμβάνειν τὸ παντί, ἵνα τοῦτο δείξωμεν ἄτοπον, καὶ μὴ τὸ τινὶ
ὑπάρχειν.
καὶ οὐ τὸ ἐναντίον. καὶ οὕτως ἔσται ἔνδοξον ἐκεῖνο τὸ ἀξίωμα τὸ λέγον ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν εἶναι τὴν διαιροῦσαν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. ἔστι δὲ ἡ ἀντίφασις ἡ διαιροῦσα ἀεὶ καὶ οὐχὶ ἡ ἐναντίως ἀντικειμένη· τὸ γὰρ ἐναντίον οὐκ ἀξιοῦται οὔτε ἀεὶ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ
ψεῦδος οὔτε ἄτοπόν τι συνάγειν πολλάκις. διὰ τοῦτο εἶπεν οὐδετέρως.
καὶ ἐν δευτέρῳ καὶ τρίτῳ. καὶ φησὶν ὅτι πάντα τὰ συμπεράσματα συνά- γεται διὰ τῆς εἰς τὸ ἄτοπον ἀποδείξεως ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι. ἀλλ’ εἰδέναι δεῖ ὅτι οὐ προσεχῶς οὐδὲ πρώτως συνάγεται ἢ τὰ καταφατικὰ
ἐν δευτέρῳ σχήματι ἢ τὰ καθόλου ἐν τρίτῳ σχήματι, ἀλλὰ συνάγεται τῇ τῶν ἄλλων ἀναιρέσει ὑποκείσθω]. ὑποκείσθω οὖν ἐν δευτέρῳ σχήματι δεῖξαι τὸ καθόλου καταφατικόν, οἷον ὅτι τὸ Α παντὶ ὑπάρχει τῷ Β. εἰ γὰρ τοῦτο
χε[θδος, ἀληθὲς τὸ οὐ παντί· καὶ προσλ·ηφθήτω ἄλλη πρότασις ἀληθὴς ἡ λέγουσα τὸ Α παντὶ τῷ Γ· συμπέρασμα ὅτι τὸ Γ οὐ παντὶ τῷ Β, ὅπερ ἔστω
ἐναργῶς ψεῦδος. τὸ ψεῦδος διὰ τί ἠκολούθησεν; οὐ διὰ τὴν ἀληθῆ πρότασιν ἀλλὰ διὰ τὴν ψευδῆ τὴν λέγουσαν τὸ Α οὐ παντὶ τῷ B ψεῦδος τοῦτο· ἀληθὲς ἄρα τὸ παντί. οὕτω τὸ καθόλου καταφατικόν. φησὶ δὲ ὅτι, εἰ λάβωμεν πάλιν τὴν ἀδύνατον δεῖξιν ὡς ἐπὶ τοῦ ἐναντίου, οὐ δείκνυται τὸ ἐναντίον. εἰ γὰρ λάβωμεν, τὸ Α τῷ Β παντί· εἰ δὲ μή, ὑποκείσθω
οὐδενί. εἶτα εἰ τοῦτο, δειχθῇ ἄτοπον. ἀτόπου δὲ ὄντος οὐδὲν μᾶλλον τὸ παντὶ τοῦ τινὶ λαμβάνομεν, ἀλλὰ μᾶλλον τὸ τινί. ὥστε οὐ τὸ ἐναντίον ληπτέον ἀλλὰ τὸ ἀντιφατικῶς ἀντικείμενον.
τὸ ἀντιφατικῶς ἀντικείμενον, γίνεται συλλογισμός, ἀλλ’ οὐκέτι συνάγεται τὸ προκείμενον ἀληθές, τουτέστι τὸ παντί· εἰ γὰρ λάβωμεν τὸ μηδενὶ ὡς ψεῦδος, οὐκ ἔστι τοῦ μηδενὶ ψευδοδς ὄντος ἀληθὲς τὸ παντὶ ἀλλὰ τὸ τινί.
οὖν ὅτι τὸ Α τινὶ τῷ Β ὑπάρχει. εἰ δὲ τοῦτο ψεδδος, ἀληθὲς τὸ οὐδενί· καὶ προσληφθήτω ἄλλη ἀληθὴς ἡ λέγουσα τὸ Α παντὶ τῷ Γ· συμπέρασμα ὅτι τὸ Γ οὐδενὶ τῷ Β. ἔστω δὲ τοῦτο ἐναργῶς ψεῦδος. τὸ ψεῦδος ἠκολούθησεν
οὐ διὰ τὴν ἀληθῆ πρότασιν ἀλλὰ διὰ τὴν ψευδῆ τὴν λέγουσαν τὸ Α οὐδενὶ τῷ Β. εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς ἄρα ὅτι τὸ Α τινι τῳ Β. ἐὰν
δὲ ὑποτεθῇ τὸ < οὐ > παντί, τουτέστιν ἐὰν τὸ ἐναντίον ληφθῇ, οὐ δείκνυται τὸ ζητούμενον.
ἀληθὴς πρότασις ἡ λέγουσα τὸ Α οὐδενὶ τῷ· Γ· συμπέρασμα ὅτι Γ οὐ παντὶ τῷ B, ὅπερ ἐστὶ [τοῦτο] ἐναργῶς ψεῦδος. τὸ ψεῦδοσ ἠκολούθησε διὰ τὸ λαβεῖν ἡμᾶς τὴν ψευδῆ τὴν λέγουσαν τὸ Α τινὶ τῳ Β· ἀληθὲς ἄρα ὅτι τὸ Α οὐδενὶ τῷ B.
οὐδενὶ τῷ Γ. συμπέρασμα ὅτι τὸ Γ οὐδενὶ τῷ B, ὅπερ ἐστὶν ἐναργῶς ψεῦδος. τὸ ψεῦδος διὰ τί ἠκολούθησε; δῆλον ὅτι οὐ διὰ τὴν ἀληθῆ ἀλλὰ διὰ τὴν ψευδῆ τὴν λέγουσαν τὸ Α παντὶ τῷ B. εἰ δὲ τοῦτο, ψεῦδος, CVIIr ἀληθὲς ἄρα τὸ οὐ παντί. ὥστε φανερὸν ὅτι ἐν δευτέρῳ σχήματι πάντα τὰ συμπεράσματα συναγεται.
εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐ παντί· εἶτα καὶ ἄλλη προσηλφθήτω πρότασις ἡ λέγουσα τὸ Γ παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ
τῷ Γ. ἔστω δὲ τοῦτο ψεῦδος. τὸ ψεῦδος διὰ τί ἠκολούθησε; διὰ τὸ εἰπεῖν τὸ Α οὐ παντὶ τῷ B. εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ παντί. οὕτω τὸ καθόλου καταφατικόν.
τῷ Γ, ὅπερ ἔστω ἐναργῶς ψεῦδος. τὸ ψεῦδος διὰ τί ἠκολούθησεω; διὰ τὴν ψευδῆ πρότασιν τὴν λέγουσαν τὸ Α οὐδενὶ τῷ Β. εἰ δὲ αὕτη ψευδής,
ἀληθὴς ἄρα ἡ τινί. οὕτως ἡ μερικὴ καταφατική.
ὅτι τὸ Α τινὶ τῷ Γ, ὅπερ ἔστω ἐναργῶς ψεῦδος. τὸ ψεῦδος οὖν διὰ τί ἠκολούθησε; διὰ τὴν ψευδῆ πρότασιν τὴν λέγουσαν τὸ Α τινὶ τῷ Β. εἰ δὲ ψευδὴς αὕτη, ἀληθὴς ἄρα ἡ οὐδενί, ὥστε εἶναι τὸ Α οὐδενὶ τῷ Β. οὕτω καὶ τὸ καθόλου ἀποφατικόν.
τὸ προτεθέν.
τινὶ τῷ Β· ἐπὶ τούτου γὰρ ἄτοπον ἕπεται ὑποτεθέντος.
52
Γ ὑπάρχει. ἔστω δὲ καὶ τοῦτο ἐναργῶς ψεῦδος. τὸ ψεῦδος διὰ τί ἠκολού- θησεν; διὰ τὴν ψευδῆ πρότασιν τὴν λέγουσαν τὸ Α παντὶ τῷ Β. εἰ δὲ
τοῦτο ψεῦδος, ἀληθὲς ἄρα τὸ οὐ παντί. οὕτω καὶ τὸ μερικὸν ἀποφατικόν.
εἴρηται ἐν τοῖς ἔμπροσθεν.
καὶ τοῦτο δείκνυσι ψεῦδος, εἶτα τῇ τούτου ἀναιρέσει ἕπεται καὶ εἰσάγει ὃ
βούλεται δεῖξαι, ἐπὶ δὲ τῆς δεικτικῆς προηγουμένως δείκνυσι τὸν συλλογισμόν. πάλιν αἱ προτάσεις ἐπὶ τῆς δι’ ἀδυνάτου ἀπαγωγῆς ἡ μία ἀληθὴς ἡ δὲ μία πάντως ψευδής, ἐπὶ δὲ τῆς δεικτικῆς ἀμφότεραι ἀληθεῖς. εἶτα μετὰ ταῦτα ἐρεῖ καὶ ὅτι τὸ δεικνύμενον πρόβλημα ἐπ’ εὐθείας καὶ δι᾿ ἀδυνάτου καὶ τὸ δι’ ἀδυνάτου καὶ ἐπ’ εὐθείας δείκνυται, καὶ ὅτι ὅσα διὰ τοῦ
πρώτου σχήματος διὰ τοῦ ἀδυνάτου συνηγάγομεν, | δειχθήσεται διὰ CVIIIv τῆς ἐπ’ εὐθείας δείξεως τὰ μὲν ἀποφατικὰ ἐν δευτέρῳ, τὰ δὲ καταφατικὰ 53 ἐν τρίτῳ, καὶ ὅτι ὅσα ἐν δευτέρῳ διὰ τοῦ ἀδυνάτου, ἐπ’ εὐθείας CVIIIv ἔστι δεῖξαι ὁτὲ μὲν διὰ τοῦ πρώτου ὁτὲ δὲ διὰ τοῦ τρίτου, καὶ ὅσα ἐν τρίτῳ, τὰ μὲν ἀποφατικὰ ἐν δευτέρῳ, τὰ δὲ καταφατικὰ ἐν πρώτῳ. καὶ αὐτὸς οὕτω πάσας τὰς συζυγίας ἐξελθεῖν ἔχει σαφῶς.
τουτων.
τὸ ψεῦδος ἑπόμενον.
ἀνάγκη ἤδη τοῦτο εἰδέναι. οὐ διαφέρει δὲ ἤτοι ἀποφατικόν ἐστιν ἤτοι καταφατικὸν τὸ δεικνύμενον ἐπ’ εὐθείας καὶ διὰ τῆς ἀδυνάτου ἀπαγωγῆς.
καὶ ἐπ’ εὐθείας δεικνύναι· ὁ γὰρ ἕκτος τρόπος τοῦ τρίτου σχήματος καὶ ὁ τέταρτος τοῦ δευτέρου δι’ ἀδυνάτου μὲν ἐδείκνυντο, οὐ μέντοι γε δεικτικῶς. εἶτα ἐπελύσατο αὐτὸς λέγων ὅτι ἅπαν λέγει οὐ πάντα τρόπον ἀλλὰ ἅπαν πρόβλημα ὃ δείκνυται διὰ ἀδυνάτου, καὶ ἐπ’ εὐθείας * * * καὶ διὰ ἀδυνάτου, ἤτοι καταφατικὸν τὸ πρόβλημα ἤτοι ἀποφατικόν. καὶ
ταῦτα ἤτοι καθόλου ἤτοι μερικά. λοιπὸν λέγει ὅτι ὅσα ἐν πρώτῳ σχήματι ἐδείκνυτο διὰ ἀδυνάτου, δειχθήσεται καὶ δεικτικῶς ταῦτα ἐν δευτέρῳ καὶ
τρίτῳ, τὰ μὲν ἀποφατικὰ ἐν δευτέρῳ, τὰ δὲ καταφατικὰ ἐν τρίτῳ, ὅσα δὲ ἐν τῷ μέσῳ ἐδείκνυτο διὰ τοῦ ἀδυνάτου, δεικτικῶς δειχθήσεται * * * * τὰ μὲν καταφατικὰ ἐν πρώτῳ, τὰ δὲ ἀποφατικὰ ἐν δευτέρῳ.
παντὶ τῷ Α, τὸ Α τινὶ τῷ Β· τὸ ἄρα Γ τινὶ τῷ Β. τοῦτο δὲ ἐναργῶς ψεῦδος· ἀληθὲς ἄρα τὸ οὐδενί. τοῦτο οὖν δειχθήσεται διὰ τοῦ δευτέρου
σχήματος δεικτικῶς οὕτως· τὸ Γ οὐδενὶ τί, B, τὸ Γ παντὶ τῶ Α· συμπέρασμα ὅτι τὸ Α οὐδενὶ τῷ B. αὕτη οὖν ἡ ὑπόθεσις ἡ λέγουσα τὸ Α τινὶ τῷ Β ψευδής· ἀληθὴς ἄρα ἦν ἡ οὐδενί. τὸ δὲ Γ λαμβάνει νῦν αὐτὸς
ἀντὶ τοῦ μέσου ὅρου καὶ λέγει ὅτι τὸ Γ ἐλαμβάνετο τῷ μὲν Α παντὶ τῷ δὲ B οὐδενί. ἐλαμβάνετο δὲ νῦν κατὰ ἀλήθειαν, καὶ ἐν δευτέρῳ σχήματι ἐδείκνυτο τὸ ζητούμενον οὕτω τὸ καθόλου ἀποφατικόν· ὃ γὰρ δι’ ἀδυνάτου ἐν πρώτῳ σχήματι συνήχθη, δεικτικῶς συνάγεται ἐν δευτέρῳ.
ὁμοίως δὲ καὶ εἰ μὴ παντί.
οὕτως· τὸ Γ παντὶ τῷ Α, τὸ Α παντὶ τῷ B, τὸ Γ ἄρα παντὶ τῷ Β· εἰ
δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐ παντί· τὸ δὲ παντὶ ἔστω ἐναργῶς ἄτοπον· οὐκοῦν τὸ οὐ παντὶ ἀληθές.
δι’ ἀδυνάτου, νῦν συνάγεται ἐν τρίτῳ δεικτικῶς. ἀλλ᾿ ἐπιστῆσαι δεῖ ὅτι, εἰ μὲν ἐπὶ τοῦ δευτέρου δείκνυσι, προσλαμβάνει μείζονα πρότασιν, εἰ δὲ ἐπὶ τοῦ τρίτου, προσλαμβάνει ἐλάττονα πρότασιν. ἐδείκνυτο δὲ δι᾿ ἀδυνάτου 55 ἐν πρώτῳ σχή|ματι, ὅτι τὸ Α τινὶ τῷ Β ὑπάρχει, οὕτως· εἰ γὰρ τοῦτο ClXr ψεῦδος, ἀληθὲς τὸ οὐδενὶ τῷ Β τὸ Α· τὸ δὲ Β παντὶ τῷ Γ· συμπέρασμα ὅτι τὸ Α οὐδενὶ τῷ Γ· εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ τινί. δείκνυται δ’ ἐν τρίτῳ δεικτικῶς οὕτως· τὸ Α παντὶ ἢ τινὶ τῷ Γ, τὸ Β παντὶ τῷ Γ·
συμπέρασμα ὅτι τὸ Α τινὶ τῷ Β. p. 63a 25 Πάλιν ἐν τῷ μέσῳ σχήματι δεδείχθω τὸ A παντὶ τῷ Β.
δευτέρου ἐν πρώτῳ δεικτικῶς δείκνυται. συνήγετο δὲ τὸ καθόλου κατα- φατικὸν δι’ ἀδυνάτου ἐν δευτέρῳ οὕτως, ὅτι τὸ Α παντὶ τῷ Β· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐ παντί· τὸ Α παντὶ τῷ Γ, τὸ Α οὐ παντὶ io τῷ Β· συμπέρασμα ὅτι τὸ Γ οὐ παντὶ τῷ Β· ἀλλ’ ἔστω τοῦτο ψεῦδος· ἀληθὲς ἄρα τὸ παντὶ * * * τὸ Α παντὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Β,
τὸ ἄρα Α παντὶ τῷ Β. καὶ οὕτως ἔσται τὸ πρῶτον σχῆμα.
τῷ B δηλονότι ἔχον ὑπόθεσιν ψευδῆ τὴν οὐδενὶ οὕτως· τὸ Α παντὶ τῷ Γ, τὸ Α οὐδενὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Γ οὐδενὶ τῷ Β· τοῦτο δὲ
ἐναργῶς ψεῦδος· ἀληθὲς ἄρα τὸ τινί), οὐκοῦν ποιοῦμεν οὕτως· τὸ Α παντὶ τῷ Γ, τὸ r τινὶ τῷ B, τὸ ἄρα Α τινὶ τῷ Β. καὶ πάλιν ἔσται τὸ πρῶτον σχημα.
τῷ Β τὸ Α.
ὅτι τὸ Α οὐ παντὶ τῷ Β· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ παντί. εἶτα ληφθήτω ὅτι τὸ Α οὐδενὶ τῷ Γ· τὸ Α παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Γ οὐδενὶ τῷ Β. ἀλλὰ τοῦτο ἔστω ἐναργῶς ψεῦδος· ἦν γὰρ τινί· τινί· οὐκοῦν ἀληθὲς ἄρα τὸ < οὐ > παντί. εἶτα ἐν πρώτῳ σχήματι δείκνυται οὕτως, ὅτι τὸ Α
οὐδενὶ τῷ Γ, τὸ Γ τινὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Β.
οὕτως τὰ τοῦ δευτέρου σχήματος ἐν πρώτῳ δείκνυται. δυνατὸν δὲ καὶ τὰ μερικὰ ἀποφατικὰ ἐν τρίτῳ δεῖξαι.
καὶ φησὶν ὅτι τὰ καταφατικὰ τοῦ τρίτου ἐν πρώτῳ σχήματι δεικτικῶς δείκνυται, τὰ δὲ ἀποφατικὰ ἐν δευτέρῳ οὕτως. ἐδείχθη ἐν τρίτῳ διὰ τοῦ ἀδυνάτου τὸ καθόλου καταφατικὸν οὕτως· ὑποκείσθω ὅτι τὸ Α παντὶ τῷ Β κατὰ ἀλήθειαν· εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐ παντί· εἶτα τὸ Γ παντὶ
τῷ Β· συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Γ. ἀλλ’ ἔστω τοῦτο ψεῦδος·
ἦν γὰρ παντί· ἀληθὲς οὖν τὸ παντί. οὐκοῦν ἐν πρώτῳ σχήματι δείκνυται οὕτως· τὸ Α παντὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α παντὶ τῷ B. οὕτω τὸ καθόλου καταφατικόν. τὸ δὲ μερικὸν καταφατικὸν ἐδείκνυτο ἐν τρίτῳ σχήματι διὰ τοῦ ἀδυνάτου οὕτως· τὸ Α λέγω ὅτι τινὶ τῷ Β· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐδενί· τὸ Α οὐδενὶ τῷ Β, τὸ (??)
τινὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Γ· ἀλλ’ ἔστω τοῦτο ἐναργῶς
ψεῦδος· ἦν γὰρ παντί· ὥστε ἀληθὲς τὸ τινί. οὐκοῦν γίνεται ἐν πρώτῳ σχήματι οὕτως· τὸ Α παντὶ τῷ Γ, τὸ Γ τινὶ τῷ Β, τὸ ἄρα Α τινὶ τῷ Β. οὕτω τὰ δι’ ἀδυνάτου καταφατικὰ ἐν τρίτῳ δειχθέντα δεικτικῶς ἐν πρώτῳ ἐδείχθη ὑπάρχοντα.
δευτέρῳ. δύναται δὲ καὶ ἐν πρώτῳ δειχθῆναι. ἀλλ᾿ ἐπειδὴ ἴδιον τοῦτο τοῦ δευτέρου σχήματος, διὰ τοῦτο ἐν δευτέρῳ ἀνάγεται τὸ ἀποφατικὸν τοῦ τρίτου σχήματος. διὰ τοῦ ἀδυνάτου < οὖν > οὕτως, ὅτι τὸ Α οὐδενὶ τῷ Β· εἰ
γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ τινί· οὐκοῦν τὸ Α τινὶ τῷ Β, τὸ Γ παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α τινὶ τῷ Γ. ἀλλὰ τοῦτο ἐναργῶς ψεῦδος· ἦν γὰρ οὐδενί· ἀληθὲς ἄρα τὸ οὐδενί. καὶ ποιοῦμεν λοιπὸν ἐν δευτέρῳ σχήματι οὕτως· τὸ Γ οὐδενὶ τῷ Α, τὸ Γ | παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α CIXV οὐδενὶ τῷ Β. οὕτως τὸ καθόλου ἀποφατικὸν δείκνυται δεικτικῶς ἐν δευτερῳ
σχηματι.
καὶ τὸ μερικόν. ἐδείκνυτο γὰρ ἐν τρίτω οὕτως, ὅτι τὸ Α οὐ παντὶ τῷ Β· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ παντί· τὸ δὲ Γ τινὶ τῷ Β· οὐδοῦν τὸ Α τινὶ ιῷ Γ· ἦν δὲ οὐδενί. τοῦτο οὖν ψεῦδος· ἀληθὲς ἄρα τὸ οὐ παντί. εἶτα ἐν δευτέρῳ σχήματι· ὅτι τὸ Γ οὐδενὶ τῷ Α, τὸ Γ τινὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ B. οὕτω καὶ τὰ ἀποφατικὰ
του στριτου αχηματος εν οευτερῳ οεικτικως.
τους τροπους.
τῶν προτάσεων συναγόμενος τὸ αὐτὸ δείκνυσι καὶ εἶναι καὶ μὴ εἶναι. καὶ ἐν πρώτῳ σχήματι δειχθῆνα. τοῦτο οὐ δύναται, ἀλλ’ ἐν δευτέρῳ καὶ τρίτῳ. καἰ ἐν πρώτῳ καταφατικὸν μὲν οὐ δείκνυσι συμπέρασμα, διότι ἐξ ἀντικειμένων γίνεται, τὰ δὲ ἀντικείμενα εἰ εἰσὶ τὰ καταφατικὰ τοῖς ἀποφατικοῖς· εἰ δέ ἐστιν ἡ μὲν καταφατικὴ ἡ δὲ ἀποφατική, ἀποφατικὸν τὸ συμπέρασμα.
διὰ ταύτην οὖν τὴν αἰτίαν καταφατικὰ συναχθῆναι οὐ δύναται ἐν τῷ πρώτῳ
σχήματι. καὶ ἐν τῷ τρίτῳ ὡσαύτως· ἤθελε γὰρ τὸ καταφατικὸν ἐξ ἀμφο- τέρων καταφατικῶν εἶναι· νῦν δὲ ἀντιφατικῶς εἰσιν αἱ προτάσεις, ἡ μὲν καταφατικὴ ἡ δὲ ἀποφατική. οὔτε δὲ ἀποφατικὸν δύναται συναχθῆναι ἐν πρώτῳ σχήματι οὔτε καταφατικόν, διότι τοῦ αὐτοῦ καὶ κατηγοροῦνται καὶ
ἀπαρνοῦνται αἱ προτάσεις αἱ ἐξ ἀντικειμένων, ἐν δὲ τῷ πρώτῳ σχήματι τοῦ αὐτοῦ οὐκέτι οἱ ὅροι κατηγοροῦνται καὶ ἀπαρνοῦνται, ἀλλ’ ὁ μέσος ὅρος τῷ μὲν ὑπόκειται τοῦ δὲ κατηγορεῖται. εἰδέναι δὲ δεῖ ὅτι ταῦτα πρὸς
τὴν ἀποδεικτικὴν οὐδὲν συμβάλλεται· πάντως γὰρ ἡ μία πρότασις ψευδής ἐστιν, εἰ τοῦ αὐτοῦ ἀντικειμένας προτάσεις λαμβάνεις, αἱ δὲ ἀντικείμεναι
προτάσεις ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής, ὥστε καὶ ἐπὶ τῶν ἐξ ἀντικειμένων τὴν μίαν πάντως ἀληθῆ εἶναι τὴν δὲ μίαν ψευδῆ. ἀλλὰ συμβάλλεται ἡμῖν ταῦτα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεις, ἵνα μὴ παραλογιζώμεθα ὅτι δύναται τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι. ἀκριβέστερον δὲ ἐν τοῖς Τοπικοῖς τούτου τὴν μέθοδον δείκνυσιν.
εἶναι τὰς προτάσεις.
οὐ δύναται, ἐπειδὴ ἐκ δύο γίνεται καταφατικῶν, ἐπὶ δὲ τῶν ἐξ ἀντικει- 59 μένων συλλογισμῶν ἡ μὲν ἦν κατάφασις ἡ δὲ ἄλλη ἀπόφασις τῶν προτάσεων. ἀποφατικὸν δὲ συμπέρασμα ἐν πρώτῳ σχήματι οὐ συνάγεται διὰ τί; ὅτι ἐπειδὴ ἐπὶ τῶν ἐξ ἀντικειμένων συλλογισμῶν πρὸς τῷ μέσῳ ὅρῳ ἐγίνοντο αἱ ἀντιθέσεις καὶ προτάσεις ὥστε τὸν αὐτὸν ὅρον καὶ καταφατικὴν
καὶ ἀποφατικὴν ποιεῖν πρότασιν, ἐν δὲ τῷ πρώτῳ σχήματι ὁ μέσος ὅρος ἐν τῇ μιᾷ | προτάσει ὑπόκειται καὶ ἐν τῇ μιᾷ κατηγορεῖται, CXr ὥστε οὐ δυνατὸν τοὐ αὐτοῦ τὰς ἀντικειμένας προτάσεις λαβεῖν. εἰ οὖν μὴ ἐν πρώτῳ, οὐκ ἔστιν ἀναγκαίως ἐν δευτέρῳ καὶ τρίτῳ δειχθῆναι τοὺς συλλογισμοὺς τοὺς ἐξ ἀντικειμένων προτάσεων.
ὅρος τὸ σπουδαῖον, ἐπιστήμη δὲ καὶ ἐπιστήμη ὡς ἰατρικὴ ἄκροι· καὶ λέγομεν οὕτως ἐν δευτέρῳ σχήματι, ὅτι πᾶσα ἐπιστήμη σπουδαία ἐστίν, οὐδεμία ἐπιστήμη ὡς ἰατρικὴ σπουδαία, ὥστε συνάγεται ὅτι ἰατρικὴ ἐπιστήμη ἐπιστήμη οὐκ ἔστιν· εἰ γὰρ πᾶσα ἐπιστήμη σπουδαία, οὐδεμία δὲ ἰατρικὴ
ἐπιστήμη σπουδαία, οὐδὲ ἰατρικὴ ἐπιστήμη ἐπιστήμη ἐστίν. λάβε δὲ τὸν
μέσον ὅρον πάλιν πρὸς τὴν ἰατρικὴν καὶ μείζονα οὕτως· οὐδὲν σπουδαῖον ἰατρική ἐστιν ἐπιστήμη, πᾶν σπουδαῖον ἐπιστήμη ἐστίν, ὥστε ἡ ἰατρικὴ ἐπιστήμη ἐπιστήμη οὐκ ἔστιν. καλῶς οὖν ἐλέγομεν ἐπὶ τῶν ἐξ ἀντικειμένων προτάσεων συλλογισμῶν, ὅτι τὸ αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι συνάγεται. δῆλον
δὲ < ὅτι > τοῦτο συνήχθη διὰ τὸ εἷναι τὴν μείζω ψευδῆ τὴν λέγουσαν ῾ οὐδὲν
σπουδαῖον ἰατρική ἐστιν ἐπιστήμη᾿· ἀλλὰ καὶ διὰ τὴν ἐλάττω τὴν λέγουσαν ῾ πᾶν σπουδαῖον ἐπιστήμη ἐστίν᾿ δυνατὸν δὲ διὰ τούτων τῶν τρόπων καὶ τὰ θεῖα δεῖξαι μὴ θεῖα καὶ τὴν ἡδονὴν μὴ εἶναι ἡδονὴν καὶ ὅσα ἄλλα τοιαῦτα. ἀλλ’ εἰδέναι δεῖ ὅτι κρύψις οὐ γέγονε τῶν ὅρων ἐνταῦθα, ἀλλ εὐθέως ὁ προσδιαλεγόμενος νοεῖ καὶ οὐ δίδωσι τοῦτο, ὅτι πᾶν σπουδαῖον
ἐπιστήμη καὶ οὐδὲν σπουδαῖον ἰατρικὴ ἐπιστήμη. ἐν δὲ τοῖς Τοπικοῖς
60 παραδίδωσι μεθόδους τῶν κρύψεων δι’ ἃς τοῦτο δοθήσεται. τόπους δὲ CX ἐκάλεσεν αὐτὰς τὰς μεθόδους.
ἡ δὲ ἐλάττων ἀποφατική, ἵνα μόνον μεταθῶμεν τὰς προτάσεις, πάλιν δείκνυμεν τὸ αὐτό.
εἶναι καὶ μὴ εἶναι δειχθήσεται· οἷον ἡ ὑπόληψις οὐδεμιᾷ ἐπιστήμῃ, ὑπόληφις πάσῃ ἰατρικῇ ἐπιστήμῃ· συμπέρασμα ὅτι οὐδεμία ἰατρικὴ ἐπιστήμη ἐπιστήμη ἐστίν.
πρότερον μὲν γὰρ πρὸς τῷ Β, νῦν δὲ πρὸς τῷ Γ.
τοῦ πρώτου, ὅτι ὁ πρῶτος ἔχει τὴν ἐλάττονα ἀποφατικὴν τὴν δὲ μείζονα καταφατικήν, ὁ δὲ δεύτερος τὸ ἀνάπαλιν.
αἱ αὐταὶ ἀποδείξεις ἔσονται.
καθόλου ὄντων τῶν ὅρων ἢ οὔ, ἀλλ’ ἐν τρίτῳ καταφατικὰ οὐ δείκνυται
ἀλλὰ ἀποφατικὰ διὰ τὴν εἰρημένην αἰτίαν.
ἡ ἐπιστήμη οὐδεμιᾷ ἰατρικῇ ἡ ἐπιστήμη πάσῃ ἰατρικῇ, καὶ συμπέρασμα ὅτι οὐ πᾶσα ἐπιστήμη ἐπιστήμη ἐστίν. ἀλλ’ ἐνταῦθα πάλιν αἱ προτάσεις δῆλαι. αἱ δὲ μέθοδοι παραδίδονται ἐν τοῖς Τόποις ὅπως κρύβειν ὀφείλομεν τὰς προτάσεις. κρύβομεν δὲ τὰς προτάσεις, ὅτε διὰ πολλῶν ἄλλων τὸ αὐτὸ συνάγεται ἢ δι’ ἄλλων ὀνομάτων οὕτως· πᾶσα ἡδονὴ κακόν ἐστιν, ἡ χαρὰ
κακὸν οὐκ ἔστιν· συμπέρασμα τὶς ἄρα ἡδονὴ ἡδονὴ οὐκ ἔστιν, ὥστε] εἴπερ ἡ χαρὰ ἡδονὴ οὖσα κακὸν οὐκ ἔστιν· ἐνταῦθα γὰρ ἐπειδὴ ἄλλα ὀνόματά ἐστι,
κρύβει τὴν δύναμιν τῶν ἀντικειμένων προτάσεων.
συνάγεται· οἷον ἰατρικῇ τινὶ ἐπιστήμη, ἰατρικῇ οὐδεμιᾷ ἐπιστήμη· συμπέρασμα ὅτι οὐ πᾶσα ἐπιστήμη ἐπιστήμη ἐστίν.
συμβαίνει τὰ ἀντικείμενα.
καὶ ποῖαι συζυγίαι μάλιστα λαμβάνονται. καὶ εἰ λαμβάνονται ὡς ἐν τῷ δευτέρῳ σχήματι, τὸ καθόλου ἀνάγκη εἶναι πρὸς τῇ μείζονι. εἰ οὗν ἐστιν
ἡ μείζων καθόλου καὶ καταφατική, ἐξ ἀνάγκης ἡ ἐλάττων τριχῶς ποικίλλεται, καὶ γίνονται τέως τρεῖς τρόποι· ἢ γὰρ καθόλου ἀποφατική ἐστιν ἢ μερικὴ καταφατικὴ ἢ μερικὴ ἀποφατική. εἰ δὲ ἡ μείζων ᾖ καθόλου ἀπο- φατική, πάλιν ἡ ἐλάττων ποικίλλεται τριχῶς· ἢ γὰρ καθόλου καταφατική ἐστιν ἢ μερικὴ καταφατικὴ ἢ μερικὴ ἀποφατική, ὥστε εἶναι ἓξ τὰς συζυγίας.
ἀλλ’ οὐ πᾶσαι συντελοῦσιν εἰς τὸν περὶ τῶν ἀντικειμένων συλλογι ἀλλ’ αἱ τέσσαρες μόνον· οὔτε γὰρ ἐκ δύο καταφατικῶν ἢ ἐκ δύο ἀποφατικῶν συλλογισμὸν ποιοῦσιν. τῷ αὐτῷ τρόπῳ καὶ ἐν τρίτῳ σχήματι γίνονται ἀεὶ συλλογισμοί, ὅτε ἡ ἐλάττων καταφατική· εἰ δὲ ἀποφατική, οὐ γινεται.
αὐτῷ ὑπάρχει. ἀλλὰ πῶς συνάγεται; ὅτε ληφθῇ τοιαύτη πρότασις ἡ
ἐλάττων ὥστε τὸ ἐναντίον ὅλον ἐμφαίνειν, οἷον τὸ ζῷον καὶ λευκὸν καὶ μέλαν. καὶ συνάξει ἐν τρώτῳ σχήματι τοῦτο.
συλλογισμῶν τὰ ἐναντία συλλογίσασθαι γινόμενα ὡς ὑποκείμενα τῷ μείζονι ὅρῳ, εἰ ἄρα δύναται συστῆναι. καὶ πρώην μὲν ἔλεγεν ὅτι οὐ δυνατὸν ἐξ ἀντικειμένων τοῦτο συλλογίσασθαι· οἱ γὰρ συλλογισμοὶ οἱ ἐξ ἀντικειμένων τὸ ὂν μόνον ποιοῦσιν ὡς μὴ ὄν. νῦν δὲ βούλεται δεῖξαι ὅτι δυνατὸν συλλογίσασθαι
τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχειν. ἀλλ’ εἰ δύναται, πῶς ἐδείχθη ὅτι ἐν πρώτῳ σχήματι οὐ συνάγονται ἐξ ἀντικειμένων συλλογισμοί; καὶ εἰ
οὕτω πάλιν, πῶς φησι ῾ δύναται συναχθῆναι ἐν πρώτῳ σχήματι ὅτι τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχει᾿; πῶς οὖν συνάγεται; ὅτε ἡ ἐλάττων πρότασίς ἐστιν ἡ τὸ ἐναντίον καταφάσκουσα ὅλον· οἷον ὁ ἄνθρωπος ζῷόν ἐστι, τὸ
ζῷον καὶ λευκὸν καὶ μέλαν· ἰδοὺ τὰ ἐναντία κατέφησε· καὶ συμπέρασμα ὅτι ὁ ἄνθρωπος καὶ μέλας καὶ λευκός. ἀλλ’ εἰδέναι δεῖ ὅτι ιὴν ἐλάττονα πρότασιν ὡς τὰ ἐναντία ἄμφω καταφάσκουσαν ἢ κατὰ ἄμφω ἀποδείκνυμεν ἢ τὴν μὲν ὁμολογουμένην λαμβάνομεν, τὴν δὲ ἀποδείκνυμεν, οἷον ὅτι τὸ
ζῷον καὶ λευκὸν καὶ μέλαν ἐστίν· τούτων γὰρ ὰποδείκνυμεν ἑκάτερον
ἢ θάτερον μόνον ἢ οὐδέτερον, ἀλλὰ ὡς ὁμολογούμενον λαμβάνεται.
μερος κατασκευάσομεν [ἢ] τῆις ὅλης θάτερον μέρος ἢ ὅλως οὐδέτερον μέρος, ἀλλ᾿ ὡς ὁμολογούμενα τὰ μόρια ληψόμεθα. ἀλλὰ τὸ μέλλον κατασκευασθῆναι σθῆναι ἐκ δύο συλλογισμῶν κατασκευάζεται, ἕκαστον παρὰ μέρος οἰον ὅτι τὸ ζᾦον λευκόν ἐστιν, καὶ πάλιν παρὰ μέρος ὅτι τὸ ζῷον μέλαν ἐστίν
ὥσπερ οὖν εἰ βουληθῇς ἐλέγξαι ὅτι τοῦτο οὕτως ἔχει, ἐλέγξεις διχῶς,
πρῶτον μὲν ὡς ἐπὶ του ζῷον λευκόν ἀστιν᾿ δεύτερον δὲ ὡς ἐπὶ τοῦ ζῶον μέλαν μέλαν ἐστίν᾿ καὶ διχῶς συλλογίσῃ τὴν ἐλάττω πρότασιν διὰ προσυλλογισμοῦ, καὶ τότε ληφθήσεται ὡς πρότασις.
ἀσάφειαν τῆς λέξεως εἰς σαφὲς μεταστρέψωμνεν, ὀφείλομεν θεωρῆσαι πῶς γινεται κατὰ τὰ πρία σχήματα τὸ ἐξ ἀρχῆς ζητούμενον, καὶ πρῶτον ὡς ἐν πρώτῳ σχήματι. δέον ἔστω μὲν δεῖξαι ὅτι τὸ Α παντὶ τῷ Γ ὑπάρχει διὰ τοῦ Β. ἐὰν οὖν λάβω τὸ Α παντὶ τῷ Β καὶ τὸ Β παντὶ τῷ Γ, οὔπω δῆλον εἰ, τὸ ἐξ ἀρχῆς ἔλαβον. εἰ δὲ λάβω τὸ Α τὸ αὐτὸ εἶναι τῷ Β
τότε ἡ ἐξ ἀρχῆς αἴτησις πρὸς τὴν ἐλάττω πρότασιν γίνεται. εἰ γὰρ τὸ Α παντὶ τῳ Β, ἐπειδὴ τὸ αὐτό ἐστι, τὸ δὲ Β | παντὶ τῷ Γ, τὸ ἐξ ἀρχῆς CXIr ζητούμενον ἔλαβον. ὁ γὰρ μὴ συγχωρῶν ὅτι τὸ Α παντὶ xm Γ οὐδὲ τὸ Β παντὶ τῷ Γ συγχωρήσει· τὸ αὐτὸ γάρ ἐστι τὸ Α καὶ τὸ Β. νῦν οὗν 65 ἔλαβον τὰ αὐτὰ κατὰ τοῦ αὐτοῦ. ἀλλὰ δὴ ληφθήτω τὸ αὐτὸ κατὰ CXIV τῶν αὐτῶν ὥστε εἶναι τὸ ΒΓ τὸ αὐτό. ἐὰν οὖν εἴπω τὸ Α παντὶ τῶ Β καὶ τὸ B παντὶ τῷ Γ, παρὰ τὴν μείζω ἡ ἐξ ἀρχῆς αἴτησις γίνεται· ὁ γὰρ μὴ συγχωρῶν ὅτι τὸ Α παντὶ τῷ Γ οὐδὲ ὅτι παντὶ τῶ
Β. οὕτω τὸ καθόλου καταφατικόν. ἀλλὰ δέον ἔστω δεῖξαι τὸ καθόλου ἀποφατικόν. οὐκοῦν λαμβάνομεν ἡ τὸ αὐτὸ ἀπὸ τῶν αὐτῶν ἢ τὰ αὐτὰ ἀπὸ τοῦ αὐτοῦ. καὶ τέως λάβωμεν τὸ αὐτὸ ἀπὸ τῶν αὐτῶν ὥστε εἶναι τὸ Α χωρίς, τὸ δὲ ΒΓ τὸ αὐτὸ ὥστ’ εἶναι τὸ B παντὶ τῷ Γ. ὁ οὖν μὴ συγχωρῶν ὅτι τὸ Α οὐδενὶ τῷ Γ οὐδὲ τοῦτο συγχωρεῖ, ὅτι τὸ Α οὐδενὶ
τῷ Β· τὸ γὰρ Β καὶ τὸ Γ τὸ αὐτό ἐστιν. ὥστε ἡ ἐξ ἀρχῆς αἴτησις παρὰ τὴν μείζω νῦν γέγονεν. ἀλλὰ δὴ ἔστω τὰ αὐτὰ ἀπὸ τοῦ αὐτοῦ
ὥστε εἶναι τὸ Α παντὶ τῷ B, τὸ Β οὐδενὶ τῷ Γ. ἀλλὰ ἀσυλλόγιστος ἡ συζυγία. εἰ δὲ ἀντιστρέψωμεν, γίνεται συλλογιστική, καὶ φανεροῦται ἡ ἐν ἀρχῇ αἴτησις οὕτως· εἰ τὸ B οὐδενὶ τῷ Γ, καὶ τὸ Γ οὐδενὶ τῷ Β· τὸ
δὲ Β παντὶ τῷ Α· τὸ αὐτὸ γάρ ἐστι τὸ Α καὶ τὸ Β· καὶ τὸ Γ οὐδενὶ τῷ Α, ὥστε καὶ τὸ Α οὐδενὶ τῷ Γ. ἡ οὖν ἐξ ἀρχῆς αἴτησις παρὰ τὴν ΒΓ γέγονεν· ὁ γὰρ μὴ συγχωρῶν τὸ Α οὐδενὶ τῷ Γ οὐδὲ τοῦτο συγχωρεῖ, ὅτι τὸ Γ οὐδενὶ τῷ Β. ὥστε εἰδέναι δεῖ ὅτι δι’ ἀντιστροφῆς ἐδείχθη νῦν ἡ ἐξ ἀρχῆς αἴτησις. πάλιν δέον ἔστω δεῖξαι τὸ μερικὸν καταφατικόν. λαμβάνομεν
οὖν ἢ τὸ αὐτὸ κατὰ τῶν αὐτῶν ἡ τὰ αὐτὰ κατὰ τοῦ αὐτοῦ. εἰ οὖν λάβωμεν τὰ αὐτὰ κατὰ τοῦ αὐτοῦ ὥστε τὸ αὐτὸ εἶναι τὸ ΑΒ, λαμβάνομεν οὕτως· τὸ Α παντὶ τῷ B, τὸ Β τινὶ ιῷ Γ, τὸ Α τινὶ τῷ Γ. ἡ ἐν ἀρχῇ αἴτησις παρὰ τὴν ἐλάττω γέγονεν· ὁ γὰρ μὴ συγχωρῶν ὅτι τὸ Α τινὶ τῷ Γ οὐδ’ ὅτι τὸ Β τινὶ τῷ Γ συγχωρεῖ. ἐὰν δὲ λάβωμεν τὸ αὐτὸ κατὰ τῶν
αὐτῶν, συμβαίνει γίνεσθαι τὴν μείζω μερικήν, εἰ λάβωμεν τὸ αὐτὸ τὸ ΒΓ. ἀλλ’ ἀντιστρέψαντες ποιοῦμεν οὕτως· τὸ Γ παντὶ τῷ B, τὸ Β τινὶ τῷ Α,
τὸ Γ τινὶ ιῷ Α, ὥστε καὶ τὸ Α τινὶ τῷ Γ. ἡ ἐξ ἀρχῆς αἴτησις παρὰ τὴν ΑΒ· ὁ γὰρ μὴ συγχωρῶν τὸ Α τινὶ τῷ Γ οὐδὲ τὸ Β τινὶ τῷ Α συγχωρήσει. ὥστε καὶ νῦν τὸ ἐν ἀρχῇ αἰτηθὲν δι’ ἀντιστροφῆς δείκνυται.
ἔτι δέον ἔστω δεῖξαι τὸ μερικὸν ἀποφατικόν. οὐκοῦν ἢ τὸ αὐτὸ ἀπὸ τῶν αὐτῶν λαμβάνομεν ὥστε εἶναι τὸ Α οὐ παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, ἢ τὰ αὐτὰ ἀπὸ τοῦ αὐτοῦ ὥστε εἶναι τὸ Α παντὶ τῷ Β, τὸ B οὐ παντὶ 66 τῷ Γ· ἀλλ’ εἰδέναι δεῖ ὅτι οὐ γίνεται τὸ μερικὸν ἀποφατικὸν ἐν πρώτῳ CXI σχήματι δεικνύον τὸ ἐν ἀρχῇ αἰτηθέν· εἰ γὰρ λάβωμεν τὰ αὐτὰ ἀπὸ τοῦ
αὐτοῦ, ἡ ἐλάττων ἀποφατικὴ εὑρίσκεται, καὶ ἐν πρώτῳ σχήματι ἀσυλλόγιστος ἡ συζυγία· εἰ δὲ λάβω τὸ αὐτὸ ἀπὸ τῶν αὐτῶν, γίνεται ἡ μείζων
μερική, καὶ ἀσυλλόγιστος ἡ συζυγία. οὕτως ἐν τῷ πρώτῳ σχήματι. εἰλήφθω οὗν τὸ δεύτερον σχῆμα, καὶ δέον ἔστω δεῖξαι τὸ καθόλου ἀποφατικόν. οὐκοῦν λαμβάνομεν ἢ τὰ αὐτὰ ἀπὸ τοῦ αὐτοῦ ἡ τὸ αὐτὸ ἀπὸ τῶν αὐτῶν. καὶ πρότερον εἰλήφθω τὰ αὐτὰ ἀπὸ τοῦ αὐτοῦ. τὸ Α παντὶ
τῷ Γ ὥστε ταῦτα τὰ αὐτὰ εἶναι, τὸ Α οὐδενὶ τῷ Β, τὸ Γ οὐδενὶ τῷ Β.
ἡ ἐν ἀρχῇ σἴτησις παρὰ τὴν ΑΒ ἐστὶ πρότασις· ὁ γὰρ μὴ συγχωρῶν τὸ Γ οὐδενὶ τῷ Β οὐδὲ τὸ Α οὐδενὶ τῷ Β συγχωρήσει· τὸ γὰρ ΑΓ τὸ αὐτὸ νῦν ἐστιν. εἰ δὲ εἴη τὸ αὐτὸ ἀπὸ τῶν αὐτῶν, τὸ Α οὐδενὶ τῷ Γ, τὸ Α παντὶ τῷ Β· συμπέρασμα ὅτι τὸ Γ οὐδενὶ τῷ Β. ἀλλ’ οὔπω δῆλον εἴληπται τὸ ἐν ἀρχῇ αἰτούμενον, εἰ μὴ γένηται ἀντιστροφή · εἰ γὰρ τὸ Α
οὐδενὶ τῷ Γ, καὶ τὸ Γ οὐδενὶ τῷ Α, ὥστε ὁ μὴ συγχωρῶν τὸ Γ οὐδενὶ τῷ B οὐδὲ τὸ Γ οὐδενὶ τῷ Α συγχωρήσει. ἀλλ’ ἔστω δεῖξαι τὸ μερικὸν ἀποφατικόν,
καὶ ἔστω τὸ ΑΓ τὰ αὐτά· τὸ Α παντὶ τῷ F, τὸ Α οὐ παντὶ τῷ Β, τὸ Γ οὐ παντὶ τῷ Β· ὁ γὰρ μὴ συγχωρῶν τὸ F οὐ παντὶ τῷ Β οὐδὲ τὸ Α οὐ παντὶ τῷ B συγχωρήσει. ὥστε τὸ ἐν ἀρχῇ αἰτηθὲν παρὰ τὴν ἐλάττω
εἴληπται. εἰ δὲ ληφθῇ τὸ ΑΒ τὸ αὐτό, γίνεται ἡ μείζων μερικὴ μερικὴ καὶ οὐ δύναται ἀντιστραφῆναι· οὐ γὰρ ἀντιστρέφει τὸ μερικὸν ἀποφατικόν. προκεχειρίσθω νῦν τὸ τρίτον σχῆμα καὶ δεικνύσθω τὸ μερικὸν καταφατικόν, ὥστε τὰ αὐτὰ κατὰ τοὺ αὐτοῦ· τὸ Α παντὶ τῷ Γ, τὸ B παντὶ τῷ Γ, τὸ Α
τινὶ τῷ Β. ἡ ἐν ἀρχῇ αἴτησις παρὰ τὴν ἐλάττω πρότασιν· ὁ γὰρ μὴ
συγχωρῶν τὸ Α τινὶ τῷ Β οὐδὲ τὸ B παντὶ τῷ Γ συγχωρήσει ἀντιστρέψον ὥστε καὶ τὸ Γ τινὶ τῷ Β. ὁμοίως, εἰ εἴη τὸ αὐτὸ κατὰ τῶν αὐτῶν, δι’ ἀντιστροφῆς δείκνυται· τὸ Α παντὶ τῷ Γ, τὸ B παντὶ τῷ Γ, τὸ Α τινὶ τῷ Β, ὥστε καὶ τὸ Β τινὶ τῷ Α· νῦν γὰρ ἐλήφθη τὸ αὐτὸ τὸ ΒΓ. ἀλλὰ δέον ἔστω δεῖξαι τὸ μερικὸν ἀποφατικόν. εἰ μὲν δειχθῇ τὸ αὐτὸ ἀπὸ
τῶν αὐτῶν ὥστε εἷναι τὴν μείζω καθόλου ἀποφατικὴν τὴν δὲ ἐλάττω
καθόλου καταφατικήν, δείκνυται. ἄλλως δὲ ὅλως οὐ δείκνυται· οὐ γὰρ ἀντιστρέφει τὸ μερικὸν ἀποφατικόν. οὕτω κατὰ τὰ τρία σχήματα δείκνυται τὸ ἐν ἀρχῇ αἰτηθέν.
συλλογιζομένους.
τὸ ἐν ἀρχῇ αἰτοῦνται· βούλονται γὰρ παραλλήλους εὐθείας ἀπὸ τοῦ | CXIIr μεσημβρινοῦ κύκλου καταγράψαι δυνατόν, καὶ λαμβάνουσι σημεῖον ὡς εἰπεῖν προσπῖπτον περὶ τὸ ἐπίπεδον ἐκείνου, καὶ οὕτως ἐκβάλλουσι τὰς εὐθείας. καὶ ὃ ἐζήτηται, τοῦτο εἴλπται· ὁ γὰρ μὴ συγχωρῶν γίγεσθαι τὴν παράλληλον οὐδὲ τὸ σημεῖον συγχωρήσει ἐκεῖνο. ὥστε ὡς λέγει
αὐτός, ἕκαστον εἶναι λέγειν, ὅτι ἔστιν ἕκαστον, ἀντὶ τοῦ ῾ διὰ τί τὸ Α ἔστιν;’ ‘ἐπειδὴ τὸ Α ἔστιν᾿ ὥστε τὸ αὐτὸ εἶναι, ἐπειδὴ ἔστι τὸ αὐτό.
ὅτι τὸ Β τῷ Γ τὸ αὐτό ἐστιν, ὥστε εἶναι τὸ αὐτὸ κατὰ τῶν αὐτῶν, τότε φαίνεται ὅτι παρὰ τὴν μείζω ἡ ἐξ ἀρχῆς αἴτησις. νῦν δὲ τὸ παράδειγμα ποιεῖται ὡ, ἐπὶ τοῦ πρώτου σχήματος, ἐπεὶ οὔτε ἐπεξέρχεται πάσας τὰς συζυγίας.
ἡδονὴ χαρά, εἰ μή τι προσὃιοοͅισόυ1---θα οἰὶ ή ἡδονὴ σύστοιχος τῇ χαρᾷ ἐστιν. ὥστε νῦν τοῦτο κωλύει, τὸ μὴ προσδιωρίσθαι. εἰ δὲ προσδιορι- σόμεθα, οὐδὲν κωλύει. ·ίίνεται δὲ τὸ διὰ τριῶν, ὡς αὐτὸς λέγει, οὕτως· ἐδείχθη τὸ AT διὰ τοῦ ΑΒ καὶ τὸ Α 15 νῦν διὰ τοῦ Α(. ὥστε τὸ \l’ δι’ ἑαυτοῦ ἐδείξαμεν, ἤτM αὐτὸ δι’ ἑαυτοῦ· εἰ γὰρ τὸ Α B, καὶ τὸ ΑΓ·
εἰ δὲ τὸ ΑΓ, καὶ τὸ ΑΒ, ὥστε εἶναι τὸ Α6 τῷ AB εἶναι.
αἰτεῖται. εἰ δὲ λάβοι οὕτως ὥστε τὸ ΑΒ τὸ αὐτὸ εἶναι, συμβαίνει τὴν ἐξ ἀρχῆς αἴτησιν παρὰ τὴν ἐλάττω γίνεσθαι πρότασιν. τὸ αὐτὸ δὲ εἶναι λέγομεν τὸ Α τῷ Β ἢ τῷ ἀντιστρέφειν ἢ τῷ ἐνυπάρχειν ἕτερον ἑτέρῳ·
(λείπει δὲ τὸιὥσπερ ἐν πρώτῳ’) καὶ περὶ τῶν καταφατικῶν καὶ ἀποφατικῶν, καὶ κατφατικῶν ὡς ἐν πρώτῳ καὶ τρίτῳ· ἐν γὰρ δευτέρῳ καταφατικὸν
οὐ συνάγεται. ὡς δὲ ἐδείκνυτο ἐν πρώτῳ τὰ καταφατικά, λαμβάνοντες ἢ τὸ αὐτὸ κατὰ τῶν αὐτῶν ἢ τὰ αὐτὰ κατὰ τοῦ αὐτοὐ, οὕτω καὶ ἐν τρίτῳ σ,χήματι λαμβάνομεν. ἐς̓-αιd--́-aι-́-θα δὲ πῶς ἐν τρίτῳ σχήματι τοῦτό ποιοῦμέν.
τοῦ αὐτοῦ ληφθείη <ἢ> τὸ αὐτὸ ἀπὸ τῶν αὐτῶν. οὐχ ὁμοίως δὲ δείκνυνται αἱ προτάσεις ἀμφότεραι αἱ ἐν τῷ πρώτῳ καὶ τρίτῳ. διὰ τί οὐχ ὁμοίως; διὰ τὸ μὴ ἀντιστρέφειν τοὺς ὅρους κατὰ τοὺς ἀποφα|τικοὺς CXIIV συλλογισμούς· τὸ γὰρ μερικὸν ἀποφατικὸν οὐκ ἀντιστρέφει πρὸς ἑαυτό. τὸ δὲ ἐν μέσῳ παρεμβληθέν, ἤτοι τὸ ὡσαύτως δὲ καὶ ἐν τῷ μέσῳ,
συνεχές ἐστι τῷ προειρημένῳ, ὅτι ὥσπερ ἐν πρώτῳ δείκνυται τὰ ἀποφατικά, οὕτω καὶ ἐν τῷ μέσῳ δείκνυται. ἄλλως δὲ οὐκ ἔνι καταστῆσαι τὴν λέξιν. ἐδείξαμεν δὲ καὶ ἡμεῖς ἐπεξελθόντες ὅλα τὰ σχήματα ὅτι ἐν τρίτῳ σχήματι [καὶ πρώτῳ] τὸ μερικὸν ἀποφατικὸν οὐ συνάγεται, εἰ μή τί
γε εἴη τὸ καθόλου ἀποφατικὸν πρὸς τῷ μείζονι, τὸ δὲ καθόλου καταφατικὸν
πρὸς τῷ ἐλάττονι. ἀλλὰ νῦν οὐ δι’ ἑαυτὸ συνάγεται, ἀλλ’ ὅταν ἡ μία μερικὴ δυνηθῇ γενέσθαι.
αὐτοκίνητος’, ἢ κατὰ δόξαν, ὡς ὅταν ἄλλο δι’ ἄλλου δεικνύοιτο, ὡς καὶ νῦν ἐποίησεν.
συμβαίνειν, ὡς ὅτι ἐκείνη ἡ πρότασις οὐδ’ ὅλως λαμβάνεται· οἷον εἰ λάβω χρῶμα παντὶ λευκῷ, τὸ λευκὸν παντὶ πτηνῷ, τὸ πτηνὸν παντὶ κόρακι ὥστε καὶ τὸ λευκὸν παντὶ κόρακι. τοῦτο τὸ ἀδύνατον συνέβη οὐ διὰ τὸ λαβεῖν ὅτι τὸ χρῶμα παντὶ λευκῷ· κἂν γὰρ ἐλαμβάνετο ἢ μὴ ἐλαμβάνετο, 70 οὐδὲν ἧττον ἠκολούθει τὸ ἀδύνατον· ἐὰν γὰρ ἐλαμβάνετο ὅτι λευκὸν παντὶ CXIIV πτηνῷ, πτηνὸν παντὶ κόρακι, καὶ λευκὸν παντὶ κόρακι, ὁμοίως τὸ ἀδύνατον
ἠκολούθει. ὥστε ἐκ τούτου φανερὸν ὅτι τὸ μὴ παρὰ τοῦτο συμβαίνει ἀδυνάτου τινὸς ὄντος. εἰ δὲ μή ἐστι παρὰ τοῦτο, δῆλον ὅτι παρὰ ἄλλην
ἐστὶ πρότασιν οἱανδήποτε ληφθεῖσαν, ὡς καὶ νῦν παρὰ τὸ τὸ λευκὸν παντὶ πτηνῷ ληφθῆναι τὸ ἄτοπον ἀκολούθησεν. οὕτω τὸ μὴ παρὰ τοῦτο γίνεται.
Ὅτι οὐ παρὰ τοῦτο λέγεται, ὅτε τις ἀντιφάσκει ἡμῖν ἐρίζων. εἰ δὲ μή, αἱρεῖται λέγειν ὅτι ψεῦδος συνήχθη, καὶ οὐκέτι λέγει οὐ παρὰ τοῦτο.
εἰπεῖν ἡμᾶς ὅτι οὐ συνήχθη τοῦτο παρὰ τὰς προτάσεις. τὸ δὲ μὴ παρὰ
τοῦτο ἐρεῖς ἐπὶ τῆς μὴ παραλαμβανομένης προτάσεως τοῦ ἀδυνάτου, ὡς επὶ τοῦ χρώματος καὶ τοῦ λευκοῦ.
τὸ προκείμενον, ὅπερ συμβαίνει ἐπὶ τοῖς δεικτικοῖς· ἐπὶ γὰρ τούτων εἰ μὴ ληφθῇ <ἡ> πρότασις, οὐδὲ ὁ συλλογισμὸς γίνεται ὁ πρὸς τὴν προτασιν.
λόγον 〈ἐλέγχων〉, ὅτι οὐκ ἔστι κίνησις, λαμβάνειν ὅτι ἀσύμμετρος
ἡ διάμετρος. ἔλεγε δὲ Ζήνων μὴ εἶναι τὴν κίνησιν ἀπὸ τοῦ λαμβάνειν μὴ γίνεσθαι τὸ τέλος τῆς ὁδοῦ μὴ τοῦ μέσου ληφθέντος, καὶ πάλιν ἐκείνου μὴ τοῦ μέσου, καὶ τοῦτο εἰς ἄπειρον· τὸ δὲ ἄπειρον ἐν πεπερασμένῳ χρόνῳ γενέσθαι οὐ δυνατόν· ὥστε ἀνῄρηται ἡ κίνησις. οὕτως ὁ Ζήνωνος λόγος. διὰ μίαν οὖν αἰτίαν γίνεται, ὅταν μὴ συνάπτωνται οἱ μέσοι ὅροι
πρὸς ἑαυτούς. |
ἄτοπον, ὡς ἐπὶ τοῦ χρώματος καὶ τοῦ λευκοῦ καὶ τοῦ πτηνοῦ καὶ τοῦ κόρακος.
ἀλλὰ διὰ τὰς ψευδεῖς προτάσεις, ὡς ἐλέγομεν ἐπὶ τοῦ χρώματος καὶ τοῦ λευκοῦ.
αὐτὴν τὸ ἄτοπον ἕπεται. οἷον ὡς αὐτὸς λέγει, <εἰ> τὸ Α παντὶ τῷ Κ, τὸ Κ παντὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Δ, ὥστε τὸ Α παντὶ τῷ Δ, τοῦτο δὲ
ἀδύνατον, οὐ διὰ τὸ Α παντὶ τῷ Κ συμβαίνει τὸ ἀδύνατον ἀλλὰ δι’ ἄλλην τινὰ πρότασιν.
διὰ πολλὰς ὑποθέσεις ψευδεῖς, ὡς αὐτὸς λέγει.
ἢ ἐκ πλειόνων. εἰ μὲν οὖν ἐκ δύο, ἐν θατέρᾳ ἢ ἐν ταῖς δυσὶ τὸ ψεῦδος. εἰ δὲ ἐκ πλειόνων, ἐν ταῖς πρώταις προτάσεσι τὸ ψεῦδος· οἷον εἰ δείκνυται τὸ ΑΒ διὰ τοῦ ΓΔ, τὸ δὲ ΓΔ διὰ τοῦ ΖΗ, εἴη δὲ ψευδὲς τὸ ΑB, ψευδεῖς εἰσιν καὶ αἱ ΖΗ· ἐκ τούτων γὰρ συνάγεται καὶ τὸ ΓΔ, ἅτινα ΓΔ συνάγουσι τὸ ΑB. ὥστε περὶ τὰς πρώτας προτάσεις εὑρήσεις
τὸ ψεῦδος.
αὐτὸν ὑποκείμενον τῷ δὲ κατηγορούμενον, καὶ ποιεῖ τὸ πρῶτον σχῆμα, ἢ ἀμφοτέρων λαμβάνει αὐτὸν κατηγορούμενον, καὶ ποιεῖ τὸ δεύτερον σχῆμα, ἢ ἀμφοτέροις ὑποκείμενον, καὶ ποιεῖ τὸ τρίτον σχῆμα. ἐὰν δὲ μὴ λάβῃ δὶς τὸν αὐτὸν ὅρον, οὐδαμῶς δυνατὸν κατασυλλογίσασθαι. ἢ πάλιν εἰ λάβῃ 73 ἀμφοτέρας μερικὰς τὰς προτάσεις, οὐδαμῶς συλλελόγισται. εἰ δὲ βουλόμενος δεῖξαι τὸ καθόλου ἀποφατικὸν λάβῃ μίαν πρότασιν ἀληθῆ ἀποφατικήν, ἡμῶν τῇ καταφατικῇ ἐνισταμένων διὰ τὸ ἄμ|φω γίνεσθαι ἀποφατικὰς ὁμοίως CXIIIV οὐ συλλελόγισται. λέγει οὖν πρῶτον πῶς ὀφείλομεν μὴ κατασυλλογίζεσθαι·
ὕστερον δ’ ἐρεῖ πῶς ἡμεῖς ἄλλους κατασυλλογίσασθαι δυνηθείημεν. καὶ παραγγέλλει ἐπὶ τοῦ ἵνα μὴ κατασυλλογίζωνται ἡμῶν ταῦτα, ἃ ἡμεῖς εἰ ποιή- σομεν, κατασυλλογισόμεθα.
ὅρον ἢ ὑποκείμενον τῷ ἄκρῳ ἢ κατηγορούμενον, παραχωρῶμεν. εἰ δὲ λάβῃ ὥστε τῷ μὲν ὑποκεῖσθαι τοῦ δὲ κατηγορεῖσθαι τὸν μέσον ὅρον, τότε ἐνστῆναι ὀφείλομεν καὶ μὴ συγχωρεῖν τῇ μιᾷ προτάσει· ἐὰν γὰρ μὴ συγχωρήσωμεν δὶς αὐτὸν ληφθῆναι, οὕτε συλλογισμὸν ποιήσει. τοῦτο δὲ οὐκ ὀφείλει ἡμᾶς λαθεῖν, εἴτε ἐν πρώτῳ ἢ δευτέρῳ ἡ τρίτῳ βούλεται συλλογίσασθαι
σχήματι, ἐπειδὴ ἡμεῖς ὑπέχομεν τὸν λόγον, ὁ δὲ ὑπέχων τὸν λόγον οὗτός ἐστιν ὁ δυνάμει τὸ συμπέρασμα συνάγων· τῇ γὰρ ἐκείνου
θέσει ἕπεται τὸ συμπέρασμα.
εἰ ἐρωτᾷς, μὴ ἐφεξῆς ἐρωτήσῃς, ἐπεὶ αἰσθάνεται τοῦ συμπεράσματος ὁ προσδιαλεγόμενος καὶ οὐκέτι συγχωρεῖ γενέσθαι τὸ συμπέρασμα, ἀλλ’ οὕτως
ἐρωτητέον, εἰ τὸ Α τῷ Β, εἰ τὸ <Γ τῷ Δ, εἰ τὸ> E τῷ Z, πάλιν εἰ τὸ Β τῷ
Γ, πάλιν εἰ τὸ Δ τῷ E, καὶ οὕτως ὕστερον ὁμολογήσαντος αὐτοῦ ἐφεξῆς ἐρεῖς τὸ συμπέρασμα. οὕτως, εἰ διὰ πολλῶν προτάσεων γίγνοιτο ὁ συλλογισμός.
τῷ μὴ ἐφεξῆς ἐρωτᾶν, νῦν λέγει πῶς ὀφείλομεν κρύψιν ποιήσασθαι, εἰ ὦσιν αἱ προτάσεις μὴ πολλαὶ ἀλλὰ δύο καὶ διὰ συλλογισμῶν κρίνεται τὸ συμπέρασμα γίνεσθαι. ὀφείλομεν πρῶτον τὴν ἐλάττονα πρότασιν ἐρωτᾶν καὶ οὕτως τὴν μείζονα.
γίνεται ἔλεγχος ἢ οὐ γίνεται. εἰ γὰρ εἴη ἡ μία ἀποφατικὴ πρότασις ἡ δὲ λοιπὴ καταφατική, ἔλεγχος γίνεται καὶ συλλογισμός, ἢ ἄμφω καταφατικαί, ἤτοι ἐν πρώτῳ ἡ τρίτῳ σχήματι, καὶ οὕτω γίνεται συλλογισμός. ἐπειδὴ δὲ ὁ ἐλέγξαι βουλόμενος τὸ ὑπὸ σοῦ λεγόμενον τὸ ἀντιφατικῶς ἀντικείμενον
λαμβάνει τῇ σῇ ὑποθέσει, ἐξ ἀνάγκης εἰδέναι τοῦτο ὀφείλεις καὶ ἐκείνῃ τῇ προτάσει ἐνστῆναι τῇ τὴν σὴν ὑπόθεσιν ἀναιρούσῃ. ἐὰν γὰρ ἐκείνῃ ἐνστῇς,
ἀδύνατον γενέσθαι ἔλεγχον· ἄλλο γὰρ οὐ δύναται. οἷον εἰ συνῆξας σὺ τὸ παντί, πάντως αὐτὸς ἢ τὸ οὐδενὶ βούλεται δεῖξαι ἢ τὸ οὐ παντί· οὐκοῦν ἀνθίστασαι τῇ προτάσει τῇ ἀναιρούσῃ τὴν σὴν ὑπόθεσιν τῇ ἀπο-
φατικῃ.
οὐ γὰρ ἦν συλλογισμὸς ἁπάντων τῶν ὅρων ὄντων στερητικῶν. <οἷον> ἐὰν ἡμῶν συναξάντων τὸ καταφατικὸν αὐτὸς βούληται τὸ ἀποφατικὸν
συνάξαι, εἶτα μὴ δυνηθῶμεν ἐνστῆναι τῇ προτάσει τῇ ἀποφατικῇ ἐξ ἀνάγκης γὰρ μία πρότασίς ἐστιν ἀποφατική), ἐνστῶμεν τῇ καταφατικῇ καὶ 75 ποιήσωμεν αὐτὴν ἀποφατικήν, καὶ συμβαίνει δύο γίνεσθαι ἀποφάσεις, καὶ ἀσυλλόγιστος ἡ συζυγία. |
δύναται ἐλέγξαι, οὕτως, εἰ μηδὲν τεθῇ ἐν ὅλῳ ἀντὶ τοῦ εἰ μηδεμία πρότασις τεθῇ καθόλου ἀλλ’ ἄμφω μερικαί’), οὐ δύναται ἔλεγχον συναγαγεῖν· ἐξ ἀμφοτέρων γὰρ μερικῶν ἔλεγχος οὐ γίνεται.
δὲ λανθάνῃ οἰόμενον μηδενὶ ὑπάρχειν. οἷον τὸ Α καὶ παντὶ τῷ Β καὶ
οὐδενὶ τῷ Γ· ταῦτα δὲ τὰ ΒΓ ὑπαρχέτωσαν τῷ Δ παντί· εὑρεθήσεται τὸ Α καὶ οὐδενὶ καὶ παντὶ τῷ Δ. καὶ συμβαίνει ἠπατῆσθαί τινα τοῦ μὲν παντὶ οὕτως· τὸ Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Δ, τὸ Α παντὶ τῷ Δ. τοῦ δὲ μηδενί· τὸ Α οὐδενὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Δ, τὸ Α οὐδενὶ τῷ Δ. ὥστε τὸ αὐτὸ τῷ αὐτῷ καὶ οὐδενὶ καὶ παντί. αὕτη μὲν ἡ ἀπάτη. γίνεται
δέ, ὡς εἰρήκαμεν, ὅταν τὸ αὐτὸ ἄλλοις τισὶν ὑπάρχῃ καὶ τοῦ μὲν κατηγορεῖται τοῦ δὲ ἀπαρνεῖται, εἶτα ταῦτα τὰ δύο ἀμφότερα κατηγορεῖταί
τινος, συμβαίνει δὲ μὴ ἐπιστημονικῶς τοῦτο εἰδέναι.
ὅταν ἐκ τῆς αὐτῆς συστοιχίας ὦσιν οὕτως, τοι Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, εἶτα ὑπονοῇ καὶ ὅτι οὐδενί, συμβαίνει τῷ αὐτῷ τὸ αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι.
76 καθόλου οἴδαμαεν ὅτι οὐδεμία ἡμίονος κύει, καὶ καθόλου οἴδαμεν ὅτι πᾶν CXIV1 τὸ κύον ἐξωγκωμένην ἔχει τὴν γαστέρα· οἴδαμεν δὲ ἡμίονον ἐξωγκωμένην ἔχουσαν τὴν γαστέρα· διὰ μὲν τὸ καθόλου ὅτι ἡμίονος οὐ κύει, διὰ δὲ τὸ ἐξωγκῶσθαι κύειν ὑπονοεῖται. ὥστε μὴ ἔχοντες ἐπιστήμην τοῦ πράγματος
ἀπατώμεθα, ἐπειδὴ πᾶν μὲν τὸ κύον ἐξωγκωμένην ἔχει τὴν γαστέρα, οὐ πᾶν δὲ τὸ ἐξωγκωμένην ἔχον τὴν γαστέρα κύει.
συστοιχίας τὸ μέσον.
πάντως συμβαίνει τὴν μίαν πρότασιν ἐπιστημονικῶς καθ’ αὑτὸ μὴ εἰδέναι. ἡ γὰρ πρώτη ἀπάτη ἡ] αὕτη· τῷ ὑπάρχειν τὸ Α καὶ τῷ Β καὶ τῷ Γ, ταῦτα δὲ τὰ δύο τῷ Δ, ἐὰν ὑπονοήσῃ ὅτι τὸ Α καὶ παντὶ καὶ οὐδενὶ τῷ Γ, ὅπερ ψεῦδος, ταύτην τὴν ὑπόνοιαν ἐπιστημονικὴν ἔχειν οὐ δύναται· εἰ γὰρ ἔχει αὐτὴν ἐπιστημονικήν, εὑρεθήσεται τὸ αὐτὸ τῷ αὐτῷ καὶ ὑπάρχειν καὶ
μὴ ὑπάρχειν, ὅπερ ἄτοπον. οἷον εἰ οἶδεν ἀκριβῶς ὅτι τὸ Α παντὶ τῷ B καὶ τὸ Β παντὶ τῷ Δ, καὶ τὸ Α παντὶ τῷ Δ· ὁμοίως δὲ καὶ τοῦτο εἰ ἐπιστημονικῶς εἰδείη, τὸ Α οὐδενὶ τῷ Γ, τὸ Γ παντὶ τῷ Δ τοῦτο γὰρ ὑπόκειται), οὐκοῦν καὶ τὸ Α οὐδενὶ τῷ Δ· ἦν δὲ καὶ παντί, ὃ ἐδείχθη διὰ τοῦ Β, ὅπερ ἄτοπον. ὥστε ἀνάγκη τὴν μίαν ἐπιστημονικῶς μὴ οἴεσθαι
αὐτὸν εἰδέναι. καὶ οὗτος, ἐξ οὗ οὐκ οἶδεν ἐπιστημονικῶς, συνάξει τὸ αὐτὸ τῷ αὐτῷ ὑπάρχειν καὶ μὴ ὑπάρχειν.
λέγει ἀντὶ τοῦ ‘ἵνα μὴ ὦσι κατὰ τάξιν’.
τάσεις.
συμβαίνει ἄτοπόν τι· ἢ γὰρ | ἁπλῶς ἐναντίον τι συνάγεται, ἐὰν τὸ CXIVν καθόλου συναχθῇ, ἢ τὸ ἐναντίον ἐπί τι, ἐὰν τὸ μερικὸν συναχθῇ, οἷον ἀντὶ τοῦ πᾶς τὸ οὐ πᾶς. ταῦτα δὲ ἀμφότερα λέγει τὸ ΒΓ.
τὸ Β παντὶ τῷ Δ, καὶ πάλιν τὸ Α οὐδενὶ τῷ Γ, μὴ εἰδείη δὲ ἐπιστημονικῶς ὅτι τὸ Γ παντὶ τῷ Δ, ὅπερ ἐστὶ μερικόν. οἷον οἶδε μὲν ἐπιστημονικῶς ὅτι οὐδεμία ἡμίονος κύει· οὐκ οἶδε δὲ εἰ τοῦτο τὸ ἔγκυον ἡμίονός ἐστιν· καὶ συμβαίνει τὸ μὲν καθόλου εἰδέναι αὐτόν, τὸ δὲ κατὰ μερος ουκετι.
ὀρθαῖς ἴσας· μὴ εἰδείη δὲ ὅτι τόδε τρίγωνόν ἐστιν, οἷον τὸ κεκρυμμένον ὑπὸ τὴν θύραν ἢ τὸν κόλπον· εὑρεθήσεται τὸ μὲν καθόλου εἰδώς, τὸ δὲ
μερικὸν ουκτι.
οἶδεν, ἀλλὰ τοῦτο καθόλου· τοῦτο δὲ ἐκ τῶν κατὰ μέρος τριγώνων ὡς
καθόλου οἶδεν, ὥστε οὐχ ἕξει τὰς ἐναντίας. ὁ οὖν μὴ βλέπων τὸ κεκρυμμένον τρίγωνον τὸ μὲν καθόλου οἶδε, τὸ δὲ κατὰ μέρος οὐκ οἶδεν· οὔτε γὰρ ὁρᾷ αὐτό, ὥστε οὐδὲ τὰ ἐναντία δοξάσει ὁ τοιοῦτος, ἐπειδὴ μη ορᾳ.·
οὐδεμία ἡμίονος κύει, εἰδείη δὲ καὶ τόδε τι, ὅτι ἡμίονος ἐξωγκωμένη ἐστὶν ἥδε, οὐκοῦν εἰ καὶ τοῦτο οἶδε, τύχῃ δὲ ἐκεῖνος ἐνεργεῖν τότε ἐκ τῆς καθόλου ὡρμημένος ὑπονοήσεως. ἰδὼν δὲ ἡμίονον ἐξωγκωμένην ἔχουσαν
τὴν γαστέρα ὑπονοήσει ὅτι κύει, μὴ ἐνεργήσας ἐκ τῆς καθόλου ὅτι οὐδεμία ἡμίονος κύει. οὕτως ἀγνοῶν τις τὸ καθόλου, καθὸ οὐκ ἐνήργησε, τότε
ἀπατᾶται πάλιν ὅτι ἥδε ἡ ἡμίονος κύει.
την ημιονον.
ἴσμεν τι ἐξ ἀνάγκης περὶ αὐτου. ἀκριβῶς δὲ οἴδαμεν τότε, ὅτε σὺν τῃ καθόλου ἐπιστήμῃ καὶ τὸ μερικὸν εἰδείημεν.
ἐπεὶ εἰ ἐνήργει, ᾔδει ὅτι οὐ κύει ἐκ τοῦ καθόλου ἐνεργῶν.
ὁμοίως οὖν ἀπατώμεθα ἢ τῷ μὴ εἰδέναι τὸ καθόλου ἢ τῷ μὴ εἰδέναι τὸ κατὰ μέρος ἢ τῷ μηδέτερον, τουτέστι μὴ ἐνεργεῖν ἀπὸ τοῦ καθόλου ἐπὶ τὸ κατὰ μέρος· διὰ τοῦτο γὰρ κἀκεῖνος ᾠήθη ὅτι ἡ ἡμίονος κύει, διὰ τὸ μὴ ἐνεργῆσαι αὐτὸν ἀπὸ τοῦ καθόλου, ὅτι οὐδεμία ἡμίονος κύει.
ἠπατῆσθαι, εἰδέναι μὲν τὸ καθόλου, ἠπατῆσθαι δὲ περὶ τὸ μερικόν, ἢ τὸ ἀνάπαλιν, εἰ μὴ ἐνεργοίη ἐκ τοῦ καθόλου. καὶ ὅτι οὐδὲν ἐναντίον συνάγει διὰ τὸ μὴ εἰδέναι.
ἐνεργῆσαι ἀπὸ τῆς καθόλου τῆς λεγούσης ὅτι οὐδεμία ἡμίονος κύει. διὰ τοῦτο οὖν <οὐκ> ἐπειδὴ ὑπέλαβε τὴν ἡμίονον κύειν, ἤδη ἐναντίαν ἔχει ἀπάτην· ἡ γὰρ ἐναντία ἀπάτη διὰ συλλογισμοῦ γίνεται, ἐκεῖνος δὲ οὐ συνελογίσατο.
κακῷ, ὅπερ οὐκ ἀληθές. ὁ δὲ φιλόσοφος κακῶς ἔλαβε τοὺς ὅρους οὕτως· τὸ Α, ἀγαθῷ εἶναι, τὸ αὐτὸ τῷ κακῷ εἶναι, λέγω δὴ τῷ Β, καὶ τὸ κακῷ
εἶναι τὸ αὐτὸ τῷ Γ, ἀγαθῷ εἶναι. καὶ οὐδὲν ἄτοπον ἀκολουθεῖ. διὰ τοῦτο οὖν ὀλίγον ὕστερον ἐρεῖ ’ἀλλὰ τοῦτο ἀκριβέστερον σκεπτέον᾿.
καὶ τὸ B ὑπὸ τὸ Α, ὑπολάβῃ ὅτι καὶ τὸ Γ ὑπὸ τὸ Α ἐστὶν ἐξ ἀνάγκης.
ὑπάρξει ἐξ ἀνάγκης.
συμβεβηκός· οἷον ὅτι τὸ δίκαιον ἀγαθόν ἐστι κατὰ συμβεβηκὸς ὑπονοοῦσί τινες, ὅτι καὶ οὔ, παρὰ τὸ μὴ ἀδικεῖν διὰ τὸ μὴ ἔχειν πλείω.
τοῦ 〈καλῷ καὶ〉 κακῷ εἶναι ἄνω.
B παντὶ Tto Γ, τὸ Γ παντὶ τῷ , καὶ τὸ B παντὶ τῷ . οὕτως ὁ μείζων ὅρος. ὁ δὲ ἐλάττων οὕτως· τὸ Γ παντὶ τῷ , τὸ Α παντὶ τῷ Β, καὶ ιὸ Γ παντὶ τῷ Β. οὅτω καὶ ὁ ἐλάττων. ἐὰν οὖν τὸ ἄκρον τῷ ὰ́κρῳ
ἀν-ισ-ρά-φ-ῃ, καὶ τὸ μέσον τοῖς ἀροῖς ἀντιστρέψει.
‘Gσαύτως (ἀντὶ τοὗ ιὁuιοιοτρ‘)́πω,̔’) (u?) εἶπε περὶ τοῦ καθόλου κατα- 〈οατικοῦ, νῦν λέγει περὶ τοῦ ἀποφατικοῦ ὅτι, ἐὰν ἔστιν τὸ Α μηδενὶ τῷ Β, τὸ io δὲ Β παντὶ xa3 Γ, τὸ ὰ́ρα Α οὐδενὶ τῷ Γ. πῶς δὲ ἀντιστρ--́-ὁοa1εν; οὕτως· τὸ B παντὶ ιῷ Γ, τὸ B οὐδενὶ τῷ , τὸ ἄρα Γ οὐδενὶ τῷ A. οὕτω διἀ τοὗ δευτέρου σχήματος τὸ συμπέρασμα ἀντιστρ-:́φομεν. τὴν δὲ μείζονα
ἀντιστρ--́-ῳουͅα-ν οὕτως, ἵνα λάβωμεν καθ’ ὑπόθεσιν τὴν ἐλάττονα ἀντιστρέ- φουσαν· οἷον τὸ Γ παντὶ τῷ Β, τὸ Γ οὐδενὶ τῷ Α· τοῦτο γὰρ ἐδείχ θη· οὐκοῦν τὸ B οὐδενὶ τιὗͅ . οὕτω καὶ τὴν μείζονα πρότασιν. τὴν δὲ ἐλάττονα ἀποδεῖξαι, ὅτι ἀντιστρέφει, οὐ δυνατόν· αἱ γὰρ δύο προτάσεις ἀπο-
ὑατικαί εἰσιν, ἥ τε τοῦ συμπαράσματο καὶ ἡ τἧς μείζονος προτάσεως· ἐκ
δὲ δύο ἀποφατικῶν δειχθῆναί τι ἀὸύναιον.
τὸ συμπέρασμα. ἡ δὲ μείζων πρότασις οὕτως· τὸ Γ παντὶ τῷ B, τὸ I οὐδενὶ τῷ Α, καὶ τὸ Β οὐδενὶ τῷ Α καὶ τὸ A οὐδενὶ τῷ Β. οὕτω καὶ ἡ μείζων. ἡ δὲ ἐλάττων οὐ δύναται ἀντιστρέψαι, ὥσπερ καὶ ἐπὶ τοῦ κατηγορικοῦ.
ωσαυτως.
ἀποδείκνυσθαι παρίστησι παράδειγμα. ἔστω γὰρ τὸ Α ἀγένητον, τὸ Β ἄφθαρτον· ταῦτα ἀντιστρέφουσιν. καὶ ἔστω τὸ Γ γενητόν, τὸ δὲ Δ φθαρτόν· καὶ ταῦτα ἀντιστρέφουσιν.
ὁμοίως καὶ ἄλλοι δύο γίνονται.
ἰσοδυναμεῖ τῷ γενητῷ καὶ ἀντιστρέφει· ὥστε καὶ τὸ ἀγένητον ἀντι- CXVIr στρέψει ἐπὶ τοῦ γενητοῦ, ὅπερ ἄτοπον. οὕτω καὶ ἐπὶ τοῦ ἀφθάρτου τῷ ἀφθάρτῳ ἀντιστρέφει τὸ ἀγένητον· εἰ γὰρ μή, ἀντιστρέφει τὸ γενητόν· τῷ δὲ γενητῷ ἀντιστρέφει τὸ φθαρτόν· ὥστε καὶ τῷ ἀφθάρτῳ τὸ φθαρτὸν ἀντιστρέφει, ὅπερ ἄτοπον. οὕτω γίνονται δύο συζυγίαι συλλογισμοῦ ἐκ τῆς
πρώτης ἀντιστροφῆς τῆς ‘ἀγένητον καὶ ἄφθαρτον’. γίνονται δὲ καὶ ἄλλαι
δύο ὁμοίως ἐκ τῆς ἀντιστροφῆς τῆς ‘γενητὸν καὶ φθαρτόν’. ὥστε καλῶς 83 εἶπεν ἀνωτέρω “δύο γὰρ συλλογισμοὶ σύγκεινται” εἰς ἑκάστην αὐτῶν CXVIr ἀντιστροφήν. ἀλλ’ εἰδέναι δεῖ ὅτι διὰ τοῦ ἀδυνάτου δείκνυται ἕκαστος συλλογισμὸς ἑκάστης ἀντιστροφῆς.
ἄλλου κατηγορῆται.
ἑαυτοῦ καὶ τοῦ Γ (ἕκαστον γὰρ τῶν ὄντων αὐτὸ ἑαυτοῦ κατηγορεῖται· ὁ
γὰρ ἄνθρωπος ἄνθρωπός ἐστιν, καὶ ὁ ἵππος ἵππος ἐστίν), εἰ οὖν τὸ Β ἑαυτοῦ καὶ τοῦ Γ κατηγορεῖται, τὸ Β ὡς ἑαυτοῦ κατηγορούμενον παντὶ τῷ Γ ἔσται παρεκτὸς τοῦ Α. οἷον ἔστω τὸ B ἄνθρωπος, τὸ δὲ Γ ζῷον ἔστω· ὁ ἄνθρωπος ἄνθρωπός ἐστιν. ὁ ἄνθρωπος ζῷόν ἐστιν· οὐκοῦν
ὁ ἄνθρωπος διὰ τοῦ ‘ἄνθρωπός ἐστι’ ζῷόν ἐστιν. ὥστε παρεκτὸς τοῦ Α τοῦ Γ κατηγορεῖται τὸ Β. καὶ παρεκτὸς πάλιν τοῦ Γ τὸ Α κατηγορεῖται τοῦ Β διὰ τοῦ κατηγορεῖσθαι αὐτὸ ἑαυτοῦ οὕτως· ἔστω τὸ Α γελαστικὸν καὶ τὸ Β ἄνθρωπος καὶ ἑαυτοῦ κατηγορείσθω οὕτως· ὁ ἄνθρωπος ἄνθρωπός
ἐστιν· ὁ ἄνθρωπος ἄνθρωπος ὢν γελαστικός ἐστιν· ὁ ἄνθρωπος οὖν διὰ
μέσου τοῦ ‘ἄνθρωπός ἐστιν᾿ γελαστικός ἐστιν. οὕτω καὶ διὰ τὸ αὐτὸ ἑαυτοῦ κατηγορεῖσθαι γίνεται ἀντιστροφὴ ἄνευ τοῦ ἄλλου ὅρου.
Α καὶ τὸ Β παντὶ τῷ Γ ὑπάρχῃ, ἀντιστρέφῃ δὲ τὸ Γ τῷ Β, διὰ τῆς ἀντιστροφῆς γίνεται τὸ πρῶτον σχῆμα. πρὶν γὰρ ἀντιστραφῇ, ἔστι τὸ τρίτον σχῆμα· τὸ γὰρ ΑΒ παντὶ τῷ Γ. καὶ εἰ τὸ Γ παντὶ τῷ Β, τῷ δὲ Γ παντὶ τὸ Α, τὸ ἄρα Α παντὶ τῷ Β ἐξ ἀνάγκης ἐκ δύο καθόλου καταφατικῶν. ὥστε καὶ τοῦτο ὀφείλομεν εἰδέναι, ὅτι εἰ ληφθῶσιν ὅροι ἀντι-
στρέφοντες ἐν τρίτῳ σχήματι, καθόλου καταφατικὸν συνάγει καὶ καθόλου αποφατικον.
τὸ μὲν Α ἔχει ἀντικείμενον τὸ Β, τὸ δὲ Δ τὸ Γ, καὶ ταῦτα
φευκτά εἰσιν. εἰ δὲ τῶν αἱρετῶν τὸ ἓν μᾶλλον αἱρετώτερον, οὐκοῦν καὶ τῶν φευκτῶν τὸ ἓν μᾶλλον φευκτότερόν ἐστιν. οἷον ὡς ἐπὶ παραδείγματος ἔστω ὑγεία καὶ πλοῦτος αἱρετά, νόσος δὲ καὶ πενία φευκτά· ἐὰν οῦν> τις τὴν ὑγείαν ὡς μᾶλλον αἱρετὴν ζητῇ, δῆλον ὅτι καὶ τοῦ πλούτου τὸ ἐναντίον ζητεῖ ὡς ἧττον φευκτόν, οἷον τὴν πενίαν· συμφέρει γὰρ ὑγιαίνειν
καὶ πένεσθαι ἢ πλουτεῖν καὶ νοσεῖν. ὥστε ἐκλέγονται οἱ ἄνθρωποι
τὸ μεῖζον μὲν ἀγαθὸν ἔλαττον δὲ κακὸν ἤπερ τὸ μεῖζον κακὸν ἔλαττον δὲ ἀγαθόν· ἡ γὰρ ὑγεία μεῖζον ἀγαθόν· τὸ γὰρ πλουτεῖν τῶν ἐκτός ἐστι, τὸ δὲ ὑγιαίνειν ἐν ἡμῖν ἐστιν. οὐκοῦν πλέον τις ἕλοιτο τὸ ἴδιον καὶ μεῖζον ἀγαθὸν ἤπερ τὸ ἔξωθεν καὶ ἔλαττον ἀγαθόν. πόθεν δὲ δῆλον ὅτι ἡ ὑγεία
μεῖζον ἀγαθόν ἐστιν, αὐτὸς νῦν σαφῶς διδάξει.
δέ τινα ἐκλέγεσθαι τῶν ἀντιθέσεων, ἐκλέξεται ὑγείαν καὶ πενίαν μᾶλλον, ὑγείαν μὲν ὡς μεῖζον ἀγαθόν, πενίαν δὲ ὡς ἧττον κακόν. πόθεν οὖν
δῆλον ὅτι ἡ ὑγεία τοῦ πλούτου μεῖζον ἀγαθόν; ἐὰν οὖν δείξω ὅτι οὔτε ἴσον οὔτε ἔλαττον, λέι|πεται ὅτι μεῖζον. οἷον εἰ ἦν ἴσον ἡ ὑγεία καὶ CXVIν ὁ πλοῦτος καὶ ὁμοίως ἀγαθά ἐντεῦθεν δῆλον], ὁμοίως ὁμοίως φευκτὰ καὶ τὰ ἀντικείμενα. εἰ δὲ ὁμοίως φευκτὰ τὰ ἀντικείμενα, ὁμοίως ἕξουσι τὸ ΑΓ καὶ τὸ ΒΔ, εἰ ὁμοίως ἔχουσιν. ἐπειδὴ δὲ οὐ φαίνεται τὸ ΒΔ ὁμοίως
ἔχειν, οὐκοῦν οὐδὲ τὸ ΑΓ ὁμοίως ἕξει. οὐδὲ ἧττον ἡ ὑγεία τοῦ πλούτου
αἱρετή· εἰ γὰρ ἧττον, οὐκοῦν μᾶλλον διωκτὴ ἐγίνετο ἡ νόσος. οὐδεὶς δὲ τῶν εὐφρονούτων αἱρεῖται τὸ μέγα κακὸν καὶ ἧττον ἀγαθόν, ἀλλὰ μᾶλλον
τὸ μέγα ἀγαθὸν καὶ ἧττον κακόν· εἰ οὖν ἡ νόσος ἧττον κακὸν καὶ ὁ πολῦτος μέγα ἀγαθόν, ὤφειλον τοῦτον αἱρεῖσθαι οἱ ἄνθρωποι· ἀλλὰ τοῦτο οὐ βούλονται.
ὥστε οὔτε ὁμοίως αἱρετὴ οὔτε ἔλαττον αἱρετὴ ἡ ὑγεία τοῦ πλού- του· λείπεται ἄρα τὸ πλέον αἱρετὴν εἶναι τὴν ὑγείαν.
85
ὅτι διὰ τὴν προαίρεσιν τῆς φιλίας, σύμβολον δὲ τῆς προαιρέσεως ἡ μῖξις. λαμβάνει οὖν περὶ τῆς ἐρωμένης δύο ἀντιφάσεις, ἢ δυναμένην ἢ μὴ δυναμένην, ἢ θέλουσαν ἢ μὴ θέλουσαν. ἐκλέξεται οὖν τὰς διαγωνίους ὁ ἐρῶν
ιὰς μᾶλλον συντεινούσας τῷ ἰδίῳ ἔρωτι ἐξ ἀνάγκης, καὶ οὐκ ἂν εἴποι ὁ ἐρῶν ὅτι ἡδέως εἶχον τὴν ἐρωμένην δύνασθαι μὲν μὴ θέλουσαν δέ, ἀλλὰ
λέγει ὅτι τὴν θέλουσαν μὲν μὴ δυναμένην δέ. αἰρετῶν γὰρ ὄντων τῶν δύο, τοῦ θέλειν τὴν ἐρωμένην καὶ δύνασθαι, τὸ θέλειν αἱρετώτερον λαμβάνει· τὸ γὰρ θέλειν καὶ μὴ θέλειν κατὰ τὴν προαίρεσίν ἐστιν, τὸ δὲ μὴ δύνασθαι καὶ δύνασθαι κατὰ τὴν πρᾶξιν. οὐκοῦν ὥσπερ πρὸς τὸν ἐραστὴν μέγα κακόν ἐστι τὸ μὴ θέλειν τὴν ἐρωμένην, ἧττον δὲ κακὸν τὸ μὴ δύνασθαι,
οὐκοῦν καὶ τὰ ἀντικείμενα ὁμοίως ἕξει, ὥσπερ μέγα κακὸν τὸ μὴ θέλειν, οὕτω μέγα ἀγαθὸν τὸ θέλειν, καὶ ὥσπερ ἧττον κακὸν τὸ μὴ δύνασθαι, οὕτως ἧττον καλὸν τὸ δύνασθαι. ἐάν τις οὖν προθῆται τῷ ἐρῶντι λαβεῖν τῶν διαγωνίων ἣν βούλεται, δῆλον ὅτι ἐκείνην λήψεται τὴν διαγώνιον τὴν τὸ μέγα ἀγαθὸν καὶ ἧττον κακὸν παριστῶσαν· τοῦτο δέ ἐστι τὸ βούλεσθαι
μὲν μὴ δύνασθαι δέ. τὸ δὲ βούλεσθαι τῆς γνώμης ἐστὶ καὶ τῆς προαιρέσεως· οὐκοῦν καὶ ὁ ἐρῶν τῆς προαιρέσεως ἐρᾷ καὶ οὐ τῆς μίξεως.
σύμβολον δὲ τοῦ τυχεῖν τοῦ τέλους τὸν ἐρῶντά ἐστιν ἡ μῖξις, ᾗ ἀντικατεστη.
Εἰ οὖν, ὡς ἀπεδείχθη, φησίν, ὁ ἔρως τῆς φιλίας ἐστίν, οὐκοῦν ὁ ἐρῶν τοῦτο τέλος τίθεται, τὸ φιλεῖσθαι· τὸ γὰρ συνιέναι ἢ οὐκ ἔστι τοῦ ἔρωτος, ἢ εἰ ἔστιν, ἕνεκεν τῆς φιλίας γίνεται. οὕτω καὶ αἱ ἄλλαι ἐπιθυμίαι γίνονται.
καὶ ὅσους ἄλλους ἔχει εἰπεῖν.
διὰ τοῦ μέσου ὅρου συνάπτει τὸν ἄκρον τῷ ἄκρῳ, ἡ δὲ ἐπαγωγὴ διὰ τοὐ ἐλάττονος συνάπτει τῷ μέσῳ τὸν ἄκρον. οἷόν ἐστι τὸ ΑBΓ· διὰ τοῦ I δείκνυμεν ὅτι τὸ Α τῷ Β ὑπάρχει.
τρόπον. ἔστι δὲ οὗτος· ἔστω τὸ Α μακρόβιον, τὸ Β χολὴν μὴ ἔχον, τὸ Γ οἷον κόραξ καὶ ὅσα τοιαῦτα. λέγει οὗν ὅτι ὁ κόραξ καὶ ὁ ἔλαφος ἄχολα μακρόβιά εἰσιν· οὐκοῦν καὶ τὸ μὴ ἔχον χολὴν μακρόβιόν ἐστιν. οὕτω διὰ τοῦ ἐσχάτου ὅρου τῷ μέσῳ συνάπτομεν τὸν ἄκρον.
λέγω γὰρ οὕτως· τὰ καθ’ ἕκαστον μὴ ἔχοντα χολὴν μακρόβιά ἐστιν·
οὐκοῦν καὶ τὰ μὴ ἔχοντα χολὴν μακρόβιά εἰσιν.
δέδεικται, φησί, πρότερον, ἐὰν δύο ἄττα τῷ αὐτῷ ὑπάρχῃ καὶ ἀντιστρέφῃ τὸ ἕτερον, 〈ὅτι〉 καὶ τὸ ἄλλο ἀντιστρέφει, ὡς καὶ νῦν ἐπὶ τῆς ἐπαγωγῆς τὸ ἄχολον κατηγορεῖται ὑπόθου τῷ κόρακι· κατηγορεῖται δὲ καὶ τῷ κόρακι τὸ μακρόβιον· οὐκοῦν καὶ τῷ ἀχόλῳ τὸ μακρόβιον.
Ὁ μὲν γὰρ συλλογισμὸς διὰ τοῦ μέσου τὸ ἄκρον τῷ ἐσχάτῳ συναπτει· η δε επαγωγη δι αὐτου του εσχατου δεικνυσι τῳ μεσῳ τὸ ἄκρον ὑπάρχον.
παραδειγματικοῦ. τί δέ ἐστι παραδειγματικόν; ὅταν τῷ μέσῳ τὸ ἄκρον δειχθῇ ὑπάρχον διὰ τῶν ὁμοίων ᾗ ὅμοιον. δεῖ δὲ τὸ ὅμοιον γνώριμον εἶναι τῷ ἄκρῳ ὅρῳ, καὶ ὁ ἔσχατος πρὸς] τῷ μέσω γνώριμος. ἔστω οὖν πρῶτος ὅρος κακόν ἐστι, μέσος τὸ ὁμόροις ἀναιρεῖσθαι πόλεμον, ἔσχατος Ἀθηναῖοι καὶ Θηβαῖοι. τοῦτο γνώριμον τῷ μέσῳ ὅρῳ, ὅτι ὅμοροι
οὗτοι. τὸ δὲ ὅμοιον ἔστω Θηβαῖοι, εἰ τύχοι, καὶ Φωκεῖς. τοῦτο γνώριμον τῷ πρώτῳ ὅρῳ, τῷ κακῷ· κακῶς γὰρ ἀπήλλαξαν Φωκεῖς καὶ Θηβαῖοι. εἰ οὗν βουλόμεθα δεῖξαι ὅτι ὁ πρὸς Ἀθηναίους πόλεμος κακός ἐστι, διὰ τοῦ παραδείγματος δείκνυμεν ὅτι Θηβαῖοι καὶ Φωκεῖς ὅμοροι ὄντες καὶ 88 πολεμοῦντες κακῶς ἀπήλλαξαν· οὐκοῦν Ἀθηναῖοι καὶ Θ·ηβαῖοι ὅμοροι CXVIIr ὄντες πρὸς ἑαυτοὺς πολεμεῖν κακόν. εἰδέναι δὲ δεῖ ὅτι πρὸς τὸ παράδειγμα καὶ τὸ συμπέρασμα, εἰ μὲν καλὸν τὸ παράδειγμα, καλὸν καὶ τὸ
συμπέρασμα, εἰ δὲ κακὸν τὸ παράδειγμα, ὡς καὶ νῦν, καὶ ὁ συλλογισμὸς
πρὸς τὸ παράδειγμα.
καὶ Φωκεῖς κακόν.
ὁ ἔσχατος γνώριμος τῷ δευτέρῳ· οἱ γὰρ Ἀθηναῖοι καὶ οἱ Θηβαῖοι ὅμοροι.
οὕτω διὰ παραδειγμάτων συλλογιζόμεθα.
μέρος πρὸς ὅλον, τουτέστιν ἐπαγωγή, οὔτε ὡς ὅλον πρὸς μέρος, τουτέστι συλλογισμός, ἀλλ’ ἔστι μέρος πρὸς μέρος, ὅτε ἄμφω ὑπὸ τὸ αὐτὸ ἄκρον ἐστί, τῷ δὲ μέσῳ γνώριμόν ἐστιν εἰ ἔστιν. διαφέρει δὲ τῆς ἐπαγωγῆς, ὅτι ἡ μὲν ἐπαγωγὴ ἐκ τῶν πάντων τῷ μέσῳ τὸ μεῖζον ἄκρον ἐδείκνυεν ὑπάρχειν, οὐ μέντοι τὸ ἄκρον τῷ ἄκρῳ, τὸ δὲ παράδειγμα
ἐκ μερικοῦ τινος καὶ οὐκέτι ἐξ ἁπάντων, καὶ ὅτι οὐ μόνον τὸν μέσον ὅρον τῷ ἄκρῳ συνάπτει ἀλλὰ καὶ τὸ ἄκρον τῷ ἄκρῳ.
ὅρος ἀφανής. ἀπαγωγὴ δὲ εἴρηται διὰ τὸ ἀπάγεσθαι ἡμᾶς ἀπὸ τοῦ συμπεράσματος ἐπὶ τὴν ἀπόδειξιν τῆς ἀφανοῦς καὶ ἀσήμου προτάσεως.
ὀφείλει εἶναι ἡ πρότασις. αὐτὸς δὲ ἀντὶ τοῦ ἀφανοῦς ἔλαβε τὸ πιστόν.
τούτων ὁμοίως ἡ ἐλάττων ἄδηλος εἶναι τῷ συμπεράσματι· ὁμοίως γὰρ ἄδηλόν ἐστιν εἰ ἡ ἀρετὴ διδακτόν ἐστιν· οὕτω γὰρ ἐγγὺς γινόμεθα τῆς
γνωσεως.
δείκνυται δι’ ἑνὸς μέσου ἢ δύο. οἷον ἐζήτησάν τινες εἰ δυνάμεθα κύκλον τετεραγωνίαι, καὶ οὐκ ἠδυνήθησαν. ἐλάμβανον δὲ οὕτως, τετραγωνίζεσθαι 90 πρῶτον ὅρον, εὐθύγραμμον δεύτερον, κύκλον τρίτον. ὅτι μὲν τὸ εὐθύ- CXVIIv γραμμον τετραγωνίζεται, δῆλον· ἀφανὲς δέ ἐστιν εἰ ὁ κύκλος εὐθυγραμματίζεται, ὅπερ ἐστὶν ἡ ἐλάττων πρότασις. καὶ τοῦτο πειρῶνται δεικνύειν διὰ τῶν μηνοειδῶν σχημάτων καὶ μηνίσκων. ἐπειδὴ οὖν δι’ ἑνὸς πειρῶνται
δεικνύειν, ἀπαγωγή ἐστιν.
〈ὅτι〉 οἷον ὑπερβαίνοντες τὸ συμπέρασμα τἀς προτάσεις ἀποδείκνυμεν.
τοιοῦτο καὶ οὐκέτι ἀπαγωγὴ ὑπάρχει.
ἀντικείμενα ἐν πρώτῳ καὶ τρίτῳ. ἐὰν οὖ οὖν τις λέγῃ ὅτι τόδε παντὶ τῷδε, εἰ μὲν τὸ οὐδενὶ βουλόμεθα ἐνστῆναι, διὰ τοῦ πρώτου σχήματος, εἰ δὲ τὸ οὐ παντί, διὰ τοῦ τρίτου. εἰ δὲ λέγει οὐ παντὶ καὶ ἐνστῆναι βουλόμεθα, εἰ μὲν παντί, διὰ τοῦ πρώτου σχήματος, εἰ δὲ τινί, διὰ τοῦ τρίτου.
ἀποφατικοῦ.
λέγων ὅτι τῶν ἐναντίων μία οὐκ ἔστιν ἐπιστήμη, τοῦτο ἐν πρώτῳ σχήματι. εἰ δὲ τὸ μερικὸν βούλει ἀντιστῆναι, λαμβάνεις μερικὰ ἐναντία, τὸ γνωστόν, εἰ τύχοι, καὶ ἄγνωστον, οὕτως· τὰ ἐναντία γνωστὸν καὶ ἄγνωστον· τὸ
γνωστὸν καὶ ἄγνωστον μίαν οὐκ ἔχει ἐπιστήμην· οὐ πάντα ἄρα τὰ ἐναντία μίαν ἔχει ἐπιστήμην, καὶ γίνεται τὸ τρίτον σχῆμα.
μέσον ὅρον, ἐναντία ἐλάττονα ὅρον. ἐὰν οὖν λέγῃ αὐτός, ὅτι τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη, καὶ θέλεις ἐνστῆναι, οὕτω λέγεις· τὰ ἐναντία ἀντικείμενα· τὰ δὲ ἀντικείμενα μίαν οὐκ ἔχουσιν ἐπιστήμην· τῶν ἄρα ἐναντίων οὐκ ἔστι μία ἐπιστήμη, καὶ γίνεται τὸ πρῶτον σχῆμα. εἰ δὲ
μερικῶς θέλεις ἐνστῆναι, λαμβάνεις μερικὰ ἐναντία τὸ γνωστὸν καὶ ἄγνωστον,
οἶον ὅτι ταῦτα ἐναντία καὶ ἀντικείμενα· τοῦ δὲ γνωστοῦ καὶ ἀγνώστου μία οὐκ ἔστιν ἐπιστήμη· τῶν ἄρα ἐναντίων οὐ πάντων μία ἐστὶν ἐπιστήμη, καὶ γίνεται τὸ τρίτον σχῆμα. ἐπὶ γὰρ τοῦ γνωστοῦ καὶ ἀγνώστου ἀληθὲς τὸ εἶναι αὐτὰ ἐναντία· τὸ δὲ εἶναι αὐτῶν μίαν ἐπιστήμην ψεῦδος· ἀληθὲς ἄρα τὸ μὴ εἶναι αὐτῶν μίαν ἐπιστήμην.
τῶν ἐναντίων ἄρα μία ἐστὶν ἐπιστήμη. ὑπάρχει οὕτως τὸ καθόλου διὰ του πρώτου, το δὲ μερικον δια του τριτου.
οὕτω γίνεται τὸ τρίτον σχῆμα.]
ἀντιτεθέν, ἵνα γένηται τὸ πρῶτον σχῆμα· εἰ δὲ μερικῶς ἐνιστάμεθα, ὀφείλομεν
μερικὸν εἰπεῖν, ἵνα γένηται τὸ τρίτον σχῆμα. οἷον εἰ μὲν τὸ καθόλου ἦν τῶν ἐναντίων, λάβωμεν τὰ ἀντικείμενα καθολικώτερον ὂν τοῦ ἐναντίου, καὶ γίνεται μέσος ὅρος τὰ ἀντικείμενα· εἰ δὲ μερικῶς, λάβωμεν γνωστὸν καὶ ἄγνωστον, καὶ γίνεται τὸ τρίτον σχῆμα.
ροῦμεν λέγειν.
καταφατικὸν οὐ δυνάμεθα συνάξαι· τούτου χάριν οὐ δυνάμεθα ἐνστῆναι ἐν δευτέρῳ. οὐ μόνον δέ, ἀλλ’ ὅτι καὶ πολλῶν χρεία λόγων, εἰ διὰ τοῦ
δευτέρου σχήματος ἐνιστάμεθα· χρεία γὰρ ἀντιστροφῆς, ἵνα δεχθῇ τὸ 93 ζητούμενον τοῦτο εἶπε ‘χρεία πλείονος λόγου)’, εἶτα ἐκ τῆς ἀντι- CXVIIIv στροφῆς συλλογισμὸν ποιεῖ καὶ τότε ἐνίσταται, ὅπερ ποιοῦμεν διὰ συν- τόμου ἐν πρώτῳ καὶ τρίτῳ· 〈ἐν γὰρ πρώτῳ καὶ τρίτῳ〉 οὐ χρεία ἐν πολλῇ ὕλῃ ἡμᾶς ἁλίσκεσθαι.
ἐκ τοῦ ὁμοίου μὲν οὖν οὕτως, ὅτι ἡ γραμμὴ τῆς ἐπιφανείας μέρος· λέγω ὅτι ψευδές· οὔτε γὰρ τὸ σημεῖον τῆς γραμμῆς μέρος. ἢ ἐκ τοῦ κατὰ
δόξαν, οἷον ὅτι ἡ ψυχὴ θνητή· λέγομεν ὅτι ψευδές· οἱ γὰρ παλαιοὶ φιλό- σοφοι δοξάζουσιν αὐτὴν ἀθάνατον.
ἐκ τοῦ μέσου λαμβάνειν δυνατόν. Ἐπειδὴ εἶπε τὴν καθόλου ἐν πρώτῳ, τὴν δὲ μερικὴν ἐν τρίτῳ, σκοπητέον, φησίν, εἰ δυνατὸν καὶ τὸ μερικὸν ἐν πρώτῳ· τὸ γὰρ καθόλου ἐν τρίτῳ οὐ δυνατόν.
διὰ εἰκότος καὶ σημείου, τούτου χάριν προδιαλαμβάνει περὶ τοῦ εἰκότος καὶ σημείου. καὶ λέγει εὐθέως τὴν διαφοράν, ἵνα διὰ τῆς διαφορᾶς γνῶμεν ἕκαστον, ὅτι τὸ εἰκός ἐστι πρότασις ἔνδοξος· ὥστε μίαν πρότασιν λαμβάνουσιν οἱ ἐκ τοῦ εἰκότος ἀποδεικνύντες. ἐκεῖνο δὲ εἰκὸς λέγουσιν ὃ
ὡς ἐπὶ τὸ πολὺ ἢ ἔστιν ἢ οὐκ ἔστιν· οἷον ὡς ἐπὶ τὸ πολὺ μισοῦσιν οἱ φθονούμενοι τοὺς φθονοῦντας, ἢ ὡς ἐπὶ τὸ πολὺ φιλοῦσιν οἱ ἐρῶντες τοὺς ἐρωμένους· φέρεται γάρ τις ἱστορία τοιαύτη, ὅτι ἐρῶν τις τὴν ἐρωμένην
94 ἐφόνευσεν. τὸ δὲ σημεῖον διαιρεῖ εἰς τεκμήριον καὶ ὁμώνυμον σημεῖον. CXVIIIv τὸ ὁμώνυμον δὲ σημεῖον ταὐτόν ἐστι τῷ εἰκότι. τὸ δὲ τεκμήριον μετὰ ἀσφαλείας γίνεται ἐν πρώτῳ σχ·ήματι, καὶ εἰ ἀληθές ἐστιν, ἄλυτον γίνεται. οἷον ἢ τὸ μισεῖν τοὺς φθονοῦντας ἡ τὸ φιλεῖν τοὺς ἐρωμένους.]
τοῦ πράγματος οἷον ἅμα τὸ πρᾶγμα καὶ σημεῖον, ὡς τὸ ‘καπνὸς εἰ ἔστι, πῦρ ἔστιν᾿· ἢ μετὰ τὸ πρᾶγμα τὸ σημεῖον, οἷον τὸ τέφραν εἶναι σημαίνει ὅτι
πῦρ ἤδη γέγονεν· ἢ ὕστερον γέγονε τὸ πρᾶγμα, πρῶτον δὲ τὸ σημεῖον, ὡς τὸ γάλα ἔχειν τὴν μετὰ δύο ἡμέρας μέλλουσαν τίκτειν.
ἢ ὕστερον δὲ] γέγονε τὸ πρᾶγμα. Ὑπερβατὸν νοήσομεν τὸ χωρίον· ἢ οὗ γενομένου πρότερον, δηλονότι τοῦ πράγματος, τοῦτο σημεῖόν ἐστι τοῦ γεγονέναι, δηλονότι το πραγμα.
ἢ σημείων. λαμβάνεται δὲ τὸ σημεῖον τριχῶς, ὁσαχῶς καὶ τὸ
μέσον ἐν τοῖς σχήμασιν· ἢ γὰρ ὡς ἐν τῷ πρώτῳ ἢ ὡς ἐν τῷ μέσῳ ἢ ὡς ἐν τῷ τρίτῳ, οἷον τὸ μὲν δεῖξαι κύουσαν διὰ τὸ γάλα εχειν εκ του πρωτου σχηματος.
πᾶσα ἡ γάλα ἔχουσα κύει, ἥδε ἄρα | κύει’. τοῦτο γίνεται τὸ πρῶτον CXIXr σχῆμα λαβόντες τὸν μέσον ὅτι γάλα ἔχει. ἐν δὲ τῷ τρίτῳ σχήματι δείκυνται τὸ διὰ σημείου οὕτως· ὁ Πιττακὸς σπουδαῖος· ὁ Πιττακὸς σοφός· οἱ ἄρα σοφοὶ σπουδαῖοι. καὶ δῆλον ὅτι παραδείγματος χάριν εἴρηται, ὅτι κατ’ ἀλήθειαν ἐν πρώτῳ σχήματι ἐκ δύο καταφατικῶν
καθόλου συνάγομεν, οὐ μέντοι ἐν τρίτῳ.
οὕτω καὶ οἱ ῥήτορες διὰ σημείου, ἤτοι παραδείγματος, ἢ δι’ ἐνθυμηματος. καὶ τὴν αὐτὴν ἔχει ἀναλογίαν τὸ ἐνθύμημα πρὸς τὸν σολλογισμόν, ἣν ἔχει
τὸ παράδειγμα πρὸς τὴν ἐπαγωγήν.
Οὐ λέγουσι τὸ ὁμολογούμενον, ‘ὁ Πιττακὸς σοφός’.
ἡ κύουσα ὠχρά ἐστιν· ἥδε δὲ ὠχρά ἐστιν· κύει ἄρα. καὶ εἴρηται χάριν παραδείγματος, ἐπεὶ κατ’ ἀλήθειαν ἐν δευτέρῳ σχήματι ἀσυλλόγιστος ἡ συζυγία ἐκ δύο καταφατικῶν. διὰ τοῦτο καὶ ἔσχατον εἶπε τοῦτο τὸ σχῆμα.
ἄλυτος μένει· τεκμήριον γὰρ γίνεται τὸ σημεῖον, ἐὰν ᾖ ἀληθές. ὁ δὲ διὰ τοῦ ἐσχάταου ἀνασκευάζεται. διὰ τί; διὰ τὸ μὴ καθόλου αὐτὸν συλλογίζεσθαι· λύσιμος δέ, ἐὰν τὸ μερικὸν συλλογίζηται. ὁ δὲ διὰ τοῦ μέσου ἀεὶ ἀνασκευάζεται· ἐκ γὰρ δύο καταφατικῶν οὐδέποτε ἐν δευτέρῳ
ὤφθη συλλογιστικῆς συζυγίας συλλογισμός.
ἐξ ἀνάγκης.
ἀεὶ μερικά.
καὶ ὁμώνυμον σημεῖον. λέγουσι δὲ ἐκεῖνο εἶναι τεκμήριον τὸ τὸ εἰδέναι ποιοῦν σημεῖον.
ὀφείλομεν λέγειν σημεῖον.
τῶν τριῶν σχημάτων δεικνύουσιν.
τὴν ψυχήν· ἀλλ’ ἡ μουσικὴ οὐκ ἔστι φυσικὸν πάθος, ἀλλ’ οἷον ὀργαὶ
καὶ ἐπιθυμίαι· ἐὰν οὖν τις δῴη ἡμῖν ὅτι συμμεταβάλλεται ἡ ψυχὴ τῷ σώματι καὶ δυνηθῶμεν ἑκάστου εἴδους τὸ ἴδιον λαβεῖν, δυνησόμεθα φυσιογνωμονεῖν. οἷον τοῖς λέουσιν ὑπάρχει ἀνδρεία. ἔχουσι δὲ καὶ σημεῖον. ποῖον δὲ τοῦτο; ἔστω μεγάλα ἔχειν τὰ ἄκρα. ἐὰν οὖν
ἴδωμεν ὅτι ὅδε τις ἔχει μεγάλα ἄκρα, ἀνδρεῖος ἄρα, ἐπειδὴ καὶ ὁ λέων ἔχων μεγάλα ἄκρα ἀνδρεῖος, τότε φυσιογνωμονοῦμεν.
ἴδιον λέγομεν παντὶ μὲν τῷ εἴδει ὑπάρχειν μὴ μόνῳ δέ. ἰ δὲ δύο ἔχει ἴδια ὅλον τὸ γένος.
ἓν ἕκαστον σημεῖον ἐν ἄλλῳ καὶ ἄλλῳ γένει, καὶ εὑρίσκομεν ὅτι τοῦτο τὸ σημεῖον τοῦδε τοῦ πάθους ἐστίν. οἷον ὡς ἐπὶ τοῦ λέοντος, εἰ ὑπάρχει ἀνδρεῖος καὶ μεταδοτικός, πῶς γνωσόμεθα τί ἦν τούτων τὸ σημεῖον; οὐδαμῶς ἔχομεν γνῶναι ἢ † ἔνθεν μόνον τῷ ἄλλῳ τινί· εἰ γὰρ ἄλλῳ ἄμφω μὴ ὑπάρχει τὰ σημεῖα ἀλλὰ τὸ ἓν μόνον, καὶ εἰ τὸ ἓν αὐτῷ μόνον
ὑπάρχει, γινώσκομεν ὂν σημεῖον.
ἀντιστρέφειν. οἷον ἀνδρεία μείζων ὅρος, ἀκρωτήρια μεγάλα μέσος καὶ ἴσος τῷ μείζονι, ἔσχατος ὅρος ὁ λέων καὶ μερικώτερος τοῦ μέσου ὅρου.
In Aristotelis Analytica Priora Commentaria. John Philoponus. ed. Maxmillian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.