ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.
Τάδε ἔνεστιν ἐν τῷ θ’ Μαρκιανοῦ περίπλῳ ἑῴου καὶ ἐσπεῥίου ὠκεανοῦ.
Προοίμιον. Ἰβτρίας τῆς καὶ Ἱσπανίας τῶν παρὰ τὸν δλφτικὸν καὶ ἀρκτῷον ὡκεανὸναὐτῆςμερῶνπερίπλους. Τὰδὲ κατά μέρος οῦτως
ἔχει. Παιτπκῆς τῶν ἀπὸ τῆς Κάλπης μερῶν μέχρι τῶν τῆς Λουσιτανιας δρῶν περίπλους. Aουσιτανιας περίπλους. Ταρφακωνησίας περίπλους.
Τῆς καλουμένης Κελτογαλατίας περίπλους. Τὰ δὲ κατὰ μέρος οῦτως ἔχει. Ἀκυτανίας περίπλους. Aουγδουνησίας περίπλους. Bελγικῆς σὺν Εερμανίᾳ τῇ ἄνω καἰ τῇ ) κάτω περίπλους.
Γερμανίας τῆςμεγάλης περίπλους. Σαρματίας τῆς ἐν Εὐρώπη περίπλους. Περὶ τῶν Βρεττανικῶν νήσων. Ἰουερνίας νήσου Πρεττανικῆς περίπλους. Ἀλβίωνος νήσου Πρεττανικῆς περίπλους. Τῶν κατὰ τήν Λιβύην μερῶν τῶν παρὰ τὸν δυτικὸν καὶ μεσημβρινὸν ὠκεανὸν μέχρι τῆς Αἰθιοπίας περίπλους. Τὰ δὲ
κατὰ μέρος οὔτως ἔχει. Μαυριτανίας Τιγγιτανῆς περίπλους. Λιβύης τῆς ἐντὸς περίπλους. Περὶ τῶν ἀπὸ Ῥώμης πρὸς τὰς ἀπισήμους τῆς οἰκουμένης πόλεις διαστάσεων.
ΠΡΟΟΙΜΙΟΝ.
τῶν ἠπείρων γῆς. Ἔσται δὲ οὗτος τῶν μὲν διξιῶν μερῶν παρὰ τὴν Ἰβηρίαν, ἥτις καὶ Ἱσπανία καλεῖται, τῶν παρὰ τὸν ὠκεανὸν κειμένων αὐτῆς τόπων, καὶ ἔτι παρὰ τὴν Ἀκυτανίαν καὶ τὴν Λουγδουνησίαν καὶ Βελγικὴν Γερμανίαν τε τὴν μεγάλην μέχρι
τῆς ἐν τῇ Εὐρώπῃ Σαρματίας, μεθʼ ἣν ἡ πρὸς τοῖς ἄρκτοις ἄγνωστος ἐκδέχεται γῆ· πρὸς δὲ τούτοις καὶ τῶν δύο νήσων τῶν ἐν τῷ ἀρκτῴῳ κειμένων ὠκεανῷ, ἃς κοινῶς μὲν Πρεττανικὰς καλοῦσι, λέγεται δὲ αὐτῶν ἡ μὲν Ἰουερνία, ἡ δὲ Ἀλβίων, τῶν δὲ ἀριστερῶν
μερῶν παρὰ τὴν Λιβύην καὶ τὸν ὠκεανὸν τὸν δυτικὸν καὶ μεσημβρινὸν, καὶ τῶν προσεχῶν τούτοις τόπων μέχρι τοῦ λεγομένου Ὑποδρόμου Αἰθιοπικοῦ, ἔνθα τὸν πρὸς τὴν μεσημβρίαν ἀναχεόμενον ὠκεανὸν τέλος ἔχειν συνέστηκε, τῆς ἀγνώστου λοιπὸν ἐκδεχομένης γῆς.
ἐν τοῖς τῆς γεωγραφίας τὸν περίπλουν πεποιῆσθαι· τῆς δὲ ἔξω θαλάσσης, ἥτις ὠκεανὸς παρὰ τῶν πλείστων καλεῖται, εἰ καὶ μετρίως τινῶν μερῶν ὁ προειρημένος ἐμνημόνευσεν Ἀρτεμίδωρος, ἀλλʼ ὅμως τὸν ἀκριβέστατον ταύτης περίπλουν ἐκ τῆς τοῦ θειοτάτου
Πτολομαίου γεωγραφίας καὶ προσέτιγε τοῦ Πρωταγόρου καὶ ἑτέρων παλαιῶν ἀνδρῶν ἐξελόντες, τοῦ μὲν Ἀραβίου κόλπου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης ἐκατέρων τῶν ἠπείρων καὶ ἔτι γε τοῦ Ἰνδικοῦ πελάγους παντὸς μέχρι τῆς ἑῴας καὶ τῆς ἀγνώστου γῆς μετὰ
τῆς ἐνδεχομένης ἀκολουθίας ἐν τῷ προτέρῳ βιβλίῳ διεξήλθομεν· νυνὶ δὲ τὰ περὶ τὸν ἑσπέριον ὠκεανὸν ἐπελευσόμεθα.
πορθμὸς διορίζει τὰς ἠπείρους ἑκατέρας, τήν τε Ἰβηρίαν, ἣν καὶ Ἱσπανίαν προσαγορεύουσι, μέρος τῆς Εὐρώπης ὑπάρχουσαν, καὶ τὴν καταντικρὺ ταύτης κειμένην Λιβύην. Ἐκπλέοντι γὰρ τὸν Ἡράκλειον πορθμὸν καὶ πρὸς τὸν ὠκεανὸν ἐπειγομένῳ, ἐν δεξιᾷ μὲν
τῆς Ἱσπανίας ἐστὶν ἡ Βαιτικὴ τὸ ἔθνος, ἐν ἀριστερᾷ δὲ εἰσὶ τῆς Λιβύης αἱ Μαυριτανίαι καλούμεναι. Τὸ δὲ μεταξὺ τούτων κατὰ τὴν ἐντὸς θάλασσαν πέλαγος καλεῖται Ἰβηρικὸν (μέσον δὲ τῶν εἰρημένων ἐθνῶν κείμενον). Διεκπλεύσαντι δὲ τὸν Ἡράκλειον πορθμὸν
καὶ τὸν ναὸν τῆς Ἥρας (οὗτος δὲ ἐν δεξιᾷ κατὰ τὸν ἔκπλουν τοῦ πορθμοῦ κεῖται) ἐκδέχεται μὲν ὁ ὠκεανὸς, ὰναπεπταμένος ἐφ ἑκατέρας τὰς ἠπείρους, τής τε Ἰβηρίαν καὶ τὴν Λιβύην, καὶ ἔτι γε πρὸς τὰς δυσμὰς εἰς μέγεθος ἀπέραντον καὶ ἄγνωστον ἐκτεινόμενος.
ὁ γεωγράφος· κωλύει δὲ οὐδὲν ἀπὸ τῆς Κάλπης τοῦ ὄρους, ἣν οἱ πλεῖστοι στήλην Ἡρακλέους εἶναι βούλονται, τὸν περίπλουν τῆς Ἰβηρίας ποιήσασθαι. Ἔστι δὲ τῆς μὲν Βαιτικῆς καλουμένης ἐπᾶρχίας ἡ Κάλπη, τέλος δὲ τοῦ ἔθνους τούτου καὶ ὅριον ὁ Ἄνας ποταμὸς
ὑπάρχει, κατὰ τὸν ἑσπέριον ὠκεανὸν τὰς ἐκβολὰς ποιούμενος, μεθʼ ὃν τὰ ἐχόμενα τῆς Ἱσπανίας ἔθνη κατὰ τὴν ἔξω θάλασσαν καὶ τὸν ὠκεανὸν κείμενα τυγχάνει. Ἔσται τοίνυν ὁ περίπλους τήν ἀρχὴν ἔχων ἀπὸ τῆς ἐν Ἰβηρία Κάλπης καὶ τούτου τοῦ μέρους τῆς βαιτικῆς
πα ἐπαρχίας.
μείζονος διπλοῦν ὡς ἐπίπαν τὸν ἀριθμὸν τῶν σταδίων προσγράψαι προειλόμεθα, τό τε μή πλεῖον καὶ τὸ μὴ ἔλαττον κατὰ γραμμήν ὑποτείνουσαν προστιθέντες, ἅστε τὸ μεταξὺ τῶν ἀριθμῶν ἐκατέρων ὥσπερ ὅρον τινὰ τῆς ἀληθείας κεῖσθαι τοῖς τὴν ἀκρίβειαν ἐπιζητοῦσι.
Τοῦτο γὰρ σαφῶς καὶ Πρωταγόρας ἐν τῇ γεωγραφία ποιήσας δοκεῖ τὴν περὶ τοὺς σταδίους πλάνην ἐκπεφευγέναι.
ΙΒΗΡΙΑΣ ΤΗΣ ΚΑΙ ΙΣΠΑΝΙΛΣ ΠΕΡΙΠΛΟΥΣ ΤΩΝ ΠΑΡΑ ΤΟΝ ΩΚΕΛΝΟΝ ΑΥΤΗΣ ΜΕΡΩΝ.
δὲ καὶ διαιρεῖ τὴν Ἰβηρίαν πρὸς τὴν ἐχομένην Κελτογαλατίαν, ὡς δοκεῖν εἶναι τὴν Ἰβηρίαν μεγίστην χερσόνησον κατὰ τὸν αὐχένα τῇ Πυρήνῃ προσεχομένην. Κυρτοῦται δέ πως τὸ ὄρος ὡς ἐπὶ τὴν Ἱσπανίαν.
Τῶν δὲ λειπομένων ἐθνῶν δύο ἡ μὲν Λουσιτανία πᾶσα κατὰ τὸν δυτικὸν ὠκεανὸν τυγχάνει κειμένη, ἡ δὲ Ταρρακωνησία μέρει μὲν πλείστῳ τῷ ἀρκτῴῳ ὠκεανῷ πρόσκειται, μέρει δέ τινι καὶ τῇ καθʼ ἡμᾶς θαλάσσῃ, ἐφ’ ἑκατέρας ἐκ τῆς μεσημβρίας διήκουσα τὰς θαλάσσας
μέχρι τῶν Πυρηναίων ὀρῶν. Γράψομεν τοίνυν τὸν περίπλουν τῶν παρὰ τὸν ὠκεανὸν τῆς Ἰβηρίας μερῶν· τοῦτο γὰρ ποιήσειν δπεσχόμεθα.
ΒΑΙΤΙΚΗΣ ΠΕΡΙΠΛΟΥΣ ΤΩΝ ΑΠΟ ΤΗΣ ΚΑΛΠΗΣ ΜΕΡΩΝ ΜΕΧΡΙ ΤΩΝ ΤΗΣ ΛΟΥΣΙΤΑΝΙΛΣ ΟΡΩΝ.
τὸν Ἡράκλειον πορθμὸν τῷ δυτικῷ ὠκεανῷ, κατὰ δὲ, τὴν ἐντὸς θάλασφαν τῷ Ἰβηρικῷ πελάγει. Καὶ ἡ μὲν ὅλη περιγραφὴ τοιαύτη, ὁ δὲ κατὰ μέρος περίπλους τοῦτον ἔχει τὸν τρόπον.
ἀρχῇ τῆς ἐντὸς θαλάσσης, ἐκπλέοντι ἐπὶ τὸν πορθμὸν καὶ τὸν ὠκεανὸν, δεξιὰν τὴν ἤπειρον Ἰβηρίας ἔχοντι, εἰς Καρτηίαν στάδιοι ν΄. Ἐνταῦθα παροικεῖ τὸ ἔθνος τῶν Βαστουλῶν τῶν καλουμένων Ποινῶν. Ἀπὸ δὲ Καρτηίας εἰς Βαρβήσολα στάδιοι ρ΄. Ἀπὸ δὲ Βαρβησόλων εἰς Τρανσδοῦκτα στάδιοι οὐ πλεῖον σ΄, οὐχ ἦττον κατὰ γραμμήν ὑποτείνουσαν σταδίων ρμε΄. Ἀπὸ δὲ Τρανσδούκτων εἰς Μενραλίαν στάδιοι οὐ πλεῖον ριε΄, οὐχ ἧττον
σταδίων ρκγ΄. Ἀπὸ δὲ Μεωραλίας εἰς Βελῶνα πόλιν στάδιοι οὐ πλεῖον ρμ΄, οὐχ ἧττον σταδίων ρ΄. Ἐντεῦθεν ἄρχεται τὸ τῶν Τουρδδούλων ἔθνος. Ἀπὸ δὲ Βελῶνος πόλεως εἰς Βελῶνος ποταμοῦ ἐκβολὰς στάδιοι οὐ πλεῖον σε΄, οὐχ ἧττον σταδίων ν΄. Ἀπὸ δὲ Βελῶνος
ποταμοῦ ἐκβολῶν ἐπὶ τὸ ἀκρωτήριον, ἐν ᾧ ὁ πορθμὸς καὶ ὁ ναὸς τῆς Ἥρας, στάδιοι σ΄, στάδιοι ρν΄. (Ἐντεῦθεν οἱ στάδιοι μόνοι παρακείσονται, καὶ ὁ μὲν πρότερος ἀριθμὸς τὸ πλεῖστον δηλώσει, ὁ δὲ ἑπόμενος τὸ ἧττον, ὥστε μή καθʼ ἕκαστον προγράφειν τὸ πλἑῖον
καὶ ἔλαττον.) Ἀπὸ δὲ τοῦ ἀκρωτηρίου ἐν ᾧ ὁ πορθμὸς καὶ ὁ ναὸς τῆς Ἥρας, πλέοντι τὸν ὠκεανὸν ὡς πρὸς τὰς ἄρκτους, καὶ ὁμοίως δεξιὰν μὲν τὴν ἤπειρον ἔχοντι, ἃριστερὰν δέ τὸν δυτικὸν ὠκεανὸν, ἐκδέχεται Μενεσθέως λιμήν. εἰσὶ δ᾿ ἐπ᾿ αὐτὸν στάδιοι σκε΄, στάδιοι ρξ΄. Κατὰ
τούτους τοὺς τόπους κεῖται νῆσος ἐν τῆ ἐκτὸς θαλάσσῃ τὰ Γάδειρα, ἐν ᾗ καὶ πόλις ὁμώνυμος Γάδειρα. Ἔστι δὲ ἀπὸ τοῦ ἀκρωτηρίου, ἔνθα ὁ πορθμὸς, ἐπὶ τὰ Γάδειρα τὴν νῆσον στάδιοι σο΄, στάδιοι σμ΄. Ἀπὸ δὲ Μενεσθέως λιμένος εἰς τὴν κατὰ Ἄσταν ἀνάχυσιν στάδιοι
σι΄. Ἐντεῦθεν ἄρχονται παροικεῖν Τουρδητανοί. Ἀπὸ δὲ τῆς κατὰ Ἄσταν ἀναχύσεως ἐπὶ τὸ τοῦ Βαίτιος ποταμοῦ ἀνατολικώτερον στόμα στάδιοι τπέ, στάδιοι σπε΄ ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ Βαίτιος ποταμοῦ ἐπὶ τὰς πηγὰς τοῦ αὐτοῦ ποταμοῦ στάδιοι γτν΄, στάδιοι βυ΄. Ἀπὸ τοῦ ἀνατολικωτέρου στόματος τοῦ Βαίτιος ποταμοῦ ἐπὶ Ὀνόβα Αἰστουρίαν στάδιοι υκ΄,
στάδιοι τ΄. Ἀπὸ δὲ Ὀνόβα Αἰστουρίας ἐπὶ τὰς τοῦ Ἄνα ποταμοῦ ἐκβολὰς στάδιοι σι΄, στάδια ρν΄. Ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ Ἄνα ποταμοῦ ἐπὶ τὰς πηγὰς τοῦ αὐτοῦ ποταμοῦ στάδιοι βρμε΄, στάδιοι αφν΄. Ἐνταῦθα πέραν ἔχει τῆς Βαιτικῆς Ἱσπανίας τὸ μέρος τὸ
παρῆκον παρʼ ἑκατέρας τὰς θαλάσσας, τὰς περὶ τὸν Ἡράκλειον πορθμὸν τυγχανούσας, τήν τε καθʼ ἡμᾶς καὶ τήν ἔξω, τουτέστι τὸν ὠκεανόν.
δὲ ἕως τῶν πηγῶν τοῦ αὐτοῦ Ἄνα ποταμοῦ, ὡς εἶναι τοῦ μήκους κατὰ τὴν μείζονα γραμμὴν σταδίους γψθ΄. Τὸ δὲ πλάτος τῆς Βαιτικῆς ἄρχεται μὲν ἀπὸ τῶν πηγῶν τοῦ αὐτοῦ ποταμοῦ, καταλήγει δὲ πρὸς μεσημβρίαν ὡς ἐπὶ τὸν προειρήμενον ναὸν τῆς Ἥρας ἤτοι
Βελῶνα τὴν πόλιν ἢ Πόρτον μάγνον, ὡς εἶναι τοῦ πλάτους τὸ διάστημα κατὰ τήν μείζονα γραμμήν σταδίους αρνη΄. Ἔστι δὲ τῆς Βαιτικῆς ὁ περιορισμὸς τῆς μεσογείας σταδίων Ϛψθ΄, σταδίων ερμ΄. Ἔχει δὲ ἔθνη ε΄, πόλεις ἐπισήμους πε, ὄρη ἐπίσημα γ΄, ποταμοὺς ἐπισήμους
ε΄, ἀκρωτήρια ἐπίσημα β΄, λιμένα ἐπίσημον α΄.
μέχρι τῶν τοῦ Ἄνα ποταμοῦ ἐκβολῶν τῆς παρὰ τὸν ὠκεανὸν αὐτῆς παραλίας, στάδιοι οὐ πλεῖον βτπ΄, οὐχ ἧττον σταδίων ασμε΄.
ΑΟΥΣΙΤΑΝΙΑΣ ΠΕΡΙΠΔΟΥΣ.
μέν ἄρκτων τῆ Ταρρακωνησίᾳ Ἱσπανίᾳ παρὰ τὸ δυτικὸν μέρος τοῦ Δορίου ποταμοῦ, ἀπὸ δὲ τῶν ἀνατολῶν τῇ αὐτῇ Ταρρακωνησίᾶ, ἀπὸ δὲ δύσεως τῷ δυτικῷ ὠκεανῷ, ἀπὸ δὲ μεσημβρίας τῆ προειρημένῃ Βαιτικῇ, ἥντινα προσκεῖσθαι εἴπομεν καὶ τῷ δυτικῷ ὠκεανῷ καὶ
τῇ καθ᾿ ἡμᾶς θαλάσσῃ. Καὶ ἡ μέν ὅλη περιγραφή τοῦτον ἔχει τὸν τρόπον· τὰ δὲ κατὰ μέρος οὕτως ἔχε.
Ὀσσόνοβα ἐπὶ τὸ Ἱερὸν ἀκρωτήριον στάδιοι τξ΄, στάδιοι σξ΄, Τωῦτο ἐπὶ πολὺ (τὸ ἀκρωτήριον) εἰς τὸν ὠκεανὸν ἔκκειται, καὶ ἔστι τῶν σφόδρα ἐπισημοτάτων. Ἀπὸ δὲ τοῦ Ἱεροῦ ἀκρωτηρίου εἰς Καλίποδος ποταμοῦ ἐκβολὰς στάδιοι ατν΄, στάδια ??ον΄. Ἀπὸ δὲ Καλίποδος
ποταμοῦ ἐκβολῶν εἰς Σάλακρα στάδιοι σλ΄, στάδιοι σι΄. Ἀπὸ δὲ Σαλάκρων εἰς Καιτοβρὶξ στάδιοι ρε΄, στάδιοι ϟ΄. Ἀπὸ δὲ Καιτοβρὶξ εἰς Βαρβάριον ἄκρον στάδιοι ρζ΄, στάδιοι ρξ΄. Ἀπὸ δὲ Βαρβαρίου ἄκρου εἰς Ὀλιοσίπωνα στάδιοι τπ΄, στάδιοι σν΄. Ἀκὸ δὲ Ὀλιοσίπωνος
ἐπὶ τὰς τοῦ Τάγου ποταμοῦ ἐκβολὰς στάδιοι ρνε΄, στάδιοι . Εἰσὶ δὲ ἐπὶ τὰς πηγὰς τοῦ αὐτοῦ ποταμοῦ στάδιοι . Ἀπὸ δὲ τῶν ἐκβολίων τοῦ Τάγου ποταμοῦ ἐπὶ Σελήνης ὄρος, ἄκρον, εἰσὶ στάδιοι ρν΄, στάδιοι ρκ΄. Ἐνταῦθα παράκειται νῆσος Δάνοβρις
καλουμένη· εἰσὶ δὲ ἐπʼ αὐτὴν ἀπὸ τοῦ τῆς Σελήνης ἀκρωτηρίου στάδιοι Ϡμ΄, στάδιοι χο΄. Ἀπὸ δὲ τοῦ Ἱεροῦ ἀκρωτηρίου εἰσὶν ἐπ᾿ αὐτὴν στάδιοι σφι΄, στάδιοι αρλ΄. Ἀπὸ δὲ Σελήνης ὄρους ἐπὶ Μόνδα ποταμοῦ ἐκβολὰς στάδιοι ρν΄, στάδιοι ρκ΄. Ἀπὸ δὲ Μόνδα ποταμοῦ
εἰς Οὐάκου ποταμοῦ ἐκβολὰς στάδιοι τπ΄, στάδιοι σοε΄. Ἀπὸ δὲ Οὐάκκου ποταμοῦ ἐκδέχονται αἱ τοῦ Δορρίου ποταμοῦ ἐκβολαὶ, καθʼ ἃς τέλος ἔχειν τὴν Λου. σιτανίαν Ἰσπανίαν συνέστηκεν. Ἀπὸ δὲ τῶν ἐκβολῶν υέὸ τοῦ Δορίου ποταμοῦ ἐπὶ τὰς πηγὰς τοῦ αὐτοῦ ποταμοῦ
σταδίοι ατο΄. Ἀπὸ δὲ τῶν ἐκβολῶν Οὐάκου ἐπὶ τὰς τοῦ Δορίου ποταμοῦ ἐκβολὰς στάδιοι , στάδιοι .
ὡς εἶναι διὰ τῆς μεγίστης γραμμῆς τοῦ μήκους σταδίους γτλε΄. Τὸ δὲ πλάτος τῆς Λουσιτανίας ἄρχεται μέν ἀπὸ θαλάσσης κατὰ τὴν ἀρκτῴαν πλευρὰν κατὰ τὰς ἐκβολὰς τοῦ Οὐάκου ποταμοῦ, καταλήγει δὲ ὡς πρὸς μεσημβρίαν εἰς Βάλσα τὴν πόλιν, ὡς εἶναι καὶ τοῦ
πλάτους κατὰ τὴν μείζονα γραμμήν σταδίους αψ??γ΄. Ἔστι δὲ ὁ τῆς Λουσιτανίας ὁ τῆς μεσογείας περιορισμὸς σύμπας σταδίων δυ΄, σταδίων δ΄. Ἔχει δὲ ἔθνη δ΄, πόλεις ἐπισήμους νϚ΄, δρῆ ἐπίσημα ε΄, ποταμοὺς ἐπισήμους Ϛ΄, ἀκρωτήρια ἐπίσημα β΄.
15. ἴCἱ πτάντες ἀπὸ τῶν ἐκβολῶν τοῦ Ἄνα ποταμοῦ μέχρι τῶν ἐκβολῶν τοῦ Δορίου ποταμοῦ τοῦ περίπλου τῆς παραλίας Aουσιτανίας τῆς πρὸς τῷ ὠκεανῷ στάδιοι οὐ πλεῖον δρμ, οὐχ ἦττον σταδίων γσξε.
ΤΑΡΡΑΚΩΝΗΣΙΛΣ ΠΕΡΙΠΛΟΥΣ.
πάσῃ, ἀπὸ τοῦ Οἰάσσω τῆς Πυρήνης ἀκρωτηρίου μέχρι τοῦ ἑτέρου ἀκρωτηρίου αὐτῆς τοῦ κειμένου κατὰ τὴν ἡμετέραν θάλασσαν, ἐφʼ οὗ ἵδρυται τὸ ἱερὸν τῆς Ἀφροδίτης, ἀπὸ δὲ ἀνατολῶν χειμερινῶν τῷ Βαλιαρικῷ πελάγει· ἀπὸ δὲ μεσημβρίας τῇ τε προειρημένῃ Λουσιτανίᾳ
καὶ τῇ Βαιτικῇ τῇ ἐπικειμένῃ τῇ καθʼ ἡμᾶς θαλάσσῃ· ἀπὸ δὲ δύσεως τῷ δυτικῷ ὠκεανῷ. Καὶ ἡ μὲν ὅλη περιγραφὴ τοῦτον ἔχει τὸν τρόπον· τὰ δὲ κατὰ μέρος οὕτως ἔχει.
17. Ἔσιι δὲ τῆς Ταρρακωνησίας τὸ μῆκος ἀρχόμενον μὲν απὸ τῆς δυτικῆς πλευρᾶς ἀπὸ τοῦ Νερίου ἀκρωτηρίου, περαιούμενον δὲ κατὰ τὸ ἀκρωτήριον τῆς Πυρήνης τὸ ἐν τῆ καθʼ ἡμᾶς θαλάσσῃ, ἔνθα τὸ ἱερὸν τῆς Ἀφροδίτης, ὡς εἶναι τῆς ἐπαρχίας τὸ μῆκος
κατὰ τὴν διὰ μέσου τομήν σταδίους ζσλ΄, τὸ δὲ πλάτος τῆς Ταρρακωνησίας ἄρχεται μὲν κατὰ τὴν ἀρκτῴαν πλευρὰν ἀπὸ τοῦ Κανταβρίου ὠκεανοῦ καὶ τοῦ Πυρηναίου ὄρους, καταλήγει δὲ ὡς πρὸς μεσημβρίαν εἰς τὰ ἀρκτῷα μέρη τῆς Λουσιτανίας καὶ
τῆς Βαιτικῆς καὶ εἰς Οὐρκὴν πόλιν τῆς Βαιτικῆς ὡς εἶναι καὶ τοῦ πλάτους τὸ διάστημα κατὰ τὴν μείζονα γραμμήν σταδίων δσν΄ . Ἔστι δὲ ὁ κατὰ γῆν αὐτῆς περιορισμὸς σταδίων δφ΄, σταδίων γτ΄. Ἔχει δὲ ἔθνη νε΄, πόλεις ἐπισήμους σογ΄, ὄρη ἐπίσημα ε΄,
ποταμοὺς ἐπισήμους κγ΄, ἀκρωτήρια ἐπίσημα η΄, λιμένας ἐπισήμους β΄.
ἡ Βαιτικὴ ἐπαρχία, ἧστινος τὰ μέρη τὰ πρὸς τῷ Ἡρακλείῳ πορθμῷ καὶ τῷ δυτικῷ ὠκεανῷ ἐν ἀρχῇ διεξήλθομε, ἐν τῆ ἐπιτομῇ τῆς Ἀρτεμιδώρου γεωγραφίας ἤτοι περίπλου σαφῶς διεξήλλθομεν. Οἱ πάντες ἀπὸ τῶν τοῦ Δορίου ποταμοῦ ἐκβολῶν ἐπὶ τὸ ἀκρωτήριον
τῆς Πυρήνης τὸ Οἰάσσω λεγόμενον τοῦ περίπλου τῆς παρὰ τὸν ὠκεανὸν παραλίας τῆς Ταρρακωνησίας εἰσὶ στάδιοι οὐ πλεῖον ατκζ΄, οὐκ ἔλαττον σταδίων ηιβ΄. C8 δὲ σύμπαντες ἀπὸ τοῦ ὄρους Κάλπης τοῦ πρὸς τῷ Ἡρακλείῳ πορθμῷκειμένου μέχρι τοῦ Οἰάσσω
ἀκρωτηρίου τῆς Πυρήνης τοῦ περίπλου παντὸς τῆς Ἰβηρίας τῆς παρὰ τὸν ὠκεανὸν κειμένης οὐ πλεῖον σταδίων α Ϛωμε΄, οὐκ ἔλαττον σταδίων α γσπβ΄. Ὁ μὲν οὖν τῆς Ἰβηρίας περίπλους ὁ παρὰ τὸν ὠκεανὸ τὸν δυτικὸν καὶ τὸν ἀρκτῶον τυγχάνων ἀπὸ τῆς
Κάλπης τοῦ ὄρους καὶ τοῦ Ἡρακλείου πορθμοῦ μέχρι τῆς Πυρήνης τοῦ ὄρους καὶ τοῦ πέρατος αὐτοῦ τοῦ ἀρκτῴου, τοῦ καλουμένου Οἰάσσω, τοῦτον ἔχει τὸν τρόπον· ἐπὶ δὲ τὰ ἑξῆς χωρήσομεν.
ΚΕΛΤΟΓΑΛΑΤΙΑΣ ΠΕΡΙΠΑΟΥΣ.
προσοικοῦσι τῷ ὠκεανῷ πρὸς τὰς ἄρκτους ἐστραμμέναι, ἡ δὲ Ναρβωνησία ἐν τῆ καθʼ ἡμᾶς καὶ ἐντὸς κεῖται θαλάσσῃ πρὸς τήν μεσημβρίαν ὁρῶσα. Λέξομεν τοίνυν τὸν περίπλουν, ἀκολούθως ἀπὸ τῆς Ἀκυτανίας ἀρξάμενοι τῶν παρὰ τὸν ὠκεανὸν τὸν ἀρκτῷον τῆς Κελτογαλατίας παροικούντων ἐθνῶν· τοῦτον γὰρ τὸν περίπλουν ἀναγράψειν ὑπεσχόμεθα· τῆς γὰρ
βωνησίας τὸν περίπλουν ἐν τῇ ἐπιτομῇ τῆς Ἀρτεμιδώρου γεωγραφίας ἤτοι περίπλου σαφῶς διεξήλθομεν, εἰ καὶ ὁ προειρημένος Ἀρτεμίδωρος τὴν διαίρεσιν τῶν ἐν τῇ Κελτογαλατίᾳ, ὡς καὶ τῶν ἐν τῇ Ἰβηρίᾳ ἐπαρχιῶν οὐκ ἐποιήσατο.
ΑΚΥΤΑΝΙΑΣ ΠΕΡΙΠΛΟΥΣ.
τῶν πηγῶν αὐτοῦ, καὶ μέρει τῆς Ναρβωνησίας μέχρι τοῦ πρὸς τῇ Πυρήνη πέρατος, ἀπὸ δὲ δυσμῶν τῷ Ἀκυτανικῷ ὠκεανῷ, ἀπὸ δὲ μεσημβρίας μέρει τε τῆς Πυρήνης κατὰ τὸ Οἰάσσω ἀκρωτήριον τῷ πρὸς τὸν ὠκεανὸν νενευκότι, καὶ μέρει τῆς Ναρβωνησίας ἐπαρχίας
ἀπὸ τῆς κεφαλῆς τοῦ Αίγηρος μέχρι τοῦ εἰρημένου πρὸς τῆ Πυρήνῃ πέρατος. Καὶ ἡ μὲν ὅλη περιγραφὴ τοῦ ἔθνους τοιαύτη, τὰ δὲ κατὰ μέρος τῆς παραλίας κατὰ τὸν Ἀκυτανικὸν ὠκεανὸν οὕτως ἔχει.
Ἀτούριος ποταμοῦ ἐκβολαὶ, εἰσὶ δʼ ἐπ᾿ αὐτὰς οὐ πλείω σταδίων ασν΄, οὐχ ἧττον σταδίων ψπε΄. Ἀπὸ δὲ Ἀτούριος ἐκβολῶν εἰς Σιγνάτιος ποταμοῦ ἐκβολὰς στάδιοι φ΄, στάδιοιυν΄. Ἀπὸ δὲ Σιγνάτιος ποταμοῦ ἐκβολῶν εἰς Κουρίαννον ἀκρωτήριον εἰσὶ στάδιοι φ΄, στάδιοι τό, Ἀπὸ δὲ Κουριάννου ἐπὶ Γαρούνα ποταμοῦ ἐκβολὰς μεγέθους ὄντος σταδίωνν΄, στάδιοι χ΄, στάδιοι υλ΄. Ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ Γαρούννα ποταμοῦ εἰσὶν ἐπὶ τὰς πηγὰς αὐτοῦ στάδιοι ??΄, στάδιοι
χ΄. Ἀναπλεύσαντι δὲ τῷ Ταρούννᾳ ποταμῷ κεῖται, πόλις τῆς Ἀκυτανίας Βουρδίγαλα. Ἐνταῦθα παροικοῦσι Σάντονες, ὧν πόλις Μεδιολάνιον ἐπὶ θαλάσσῃ κειμένη παρὰ τὸν Γαρούνναν ποταμόν. Ἀπὸ δὲ Γαρούννα ποταμοῦ ἐκβολῶν ἐπὶ Σαντόνων ἄκρον στάδιοι
υοε΄, στάδιοι τκε΄. Ἀπὸ δὲ Σαντόνων ἄκρου ἐπὶ Κανεντέλλου ποταμοῦ ἐκβολὰς στάδιοι φξ΄, στάδιοι φν΄. Ἀπὸ δὲ Κανεντέλλου ποταμοῦ ἐκβολῶν ἐπὶ Πικτόνιον ἄκρον στάδιοι σι΄, στάδιοι ρν΄. Ἀπὸ δὲ Πικτονίου ἄκρου ἐπὶ Σικὸρ λιμένα στάδιοι τ΄, στάδιοι σ??΄. Ἀπὸ
δὲ Σικὸρ λιμένος ἐπὶ Λίγηρος ποταμοῦ ἐκβολὰς με γίστου τυγχάνοντος καὶ ὄντος μεγέθους σταδίων στάδιοι ρπε΄, στάδιοι ρνε΄. Παροικοῦσι δὲ τῷ ποταμῷ Σαμνῖται τὸ ἔθνος.
μὲν ἀπὸ τῶν τοῦ Ἀτούριος ποταμοῦ ἐκβολῶν, περαιούμενον δὲ εἰς Αὐαρικὸν πόλιν, ὡς εἶναι κατὰ τὴν μεγίστην γραμμὴν σταδίους αυη΄. Τὸ δὲ πλάτος τῆς Ἀκυτανίας ἄρχεται μὲν ἀπὸ τοῦ πρὸς τῇ Πυρήνῃ πέρατος, καταλήγει δὲ μέχρι τῆς πρὸς τὴν μεσημβρίαν
ἐπιστροφῆς τοῦ Λίγηρος ποταμοῦ, ὡς γίνεσθαι σταδίους βσν΄, Ἔστι δὲ ὁ τῆς μεσογείας αὐτῆς περιορισμὸς οὐ πλεῖον σταδίων δψο΄, οὐχ ἦττον γτο΄. Ἔχει δὲ ἔθνη ιϚ΄, πόλεις ἐπισήμους ιϚ΄, ποταμοὺς ἐπισήμου ε΄, ἀκρωτήρια ἐπίσημα δ΄, λιμένα ἐπίσημον α΄.
ἀκρωτηρίου μέχρι τῶν τοῦ Λίγηρος ποταμοῦ ἐκβολῶν τοῦ περίπλου τῆς παραλίας Ἀκυτανίας εἰσὶν οὐ πλείους σταδίων δω΄, οὐχ ἧττον σταδίων γφκε΄.
ΔΟΥΓΑΟΥΝΗΣΙΑΣ ΠΕΡΙΠΔΟΥΣ.
ἄρκτων τῷ Περττανικῷ ὠκεανῷ, ἀπὸ δὲ ἀνατολῶν τῇ Βελγικῇ ἐπαρχίᾳ κατὰ τὸν Σηκοάναν ποταμὸν, ἀπὸ δὲ δυσμῶν τῷ Ἀκυτανικῷ ὠκεανῷ, ἀπὸ δὲ μεσημβρίαι, μέρει τῆς Ναρβωνησίας ἐπαρχίας. Καὶ ἡ μὲν δλν περιγραφή τοῦ ἔθνους τοῦτον ἔχει τὸν τρόπον· τὰ δὲ
κατὰ μέρος οὕτως ἔχει. .
σταδίους γτοϚ΄. Τὸ δὲ πλάτος τῆς Λουγδουνησίας ἄρχεται μέν ἀπὸ τῆς μεσημβρίας ἀπὸ Καβυλλίνου πόλεως, καταλήγει δὲ εἰς Σηκοάνα ποταμοῦ ἐκβολάς, ὡς εἶναι καὶ τοῦ πλάτους σταδίους γπ΄. Ἔστι δὲ ὁ κατὰ γῆν περίδρομος τῆς ἐπαρχίας σταδίων ξσ??
σταδίων Ϛυκ΄. Ἔχει δὲ ἔθνη κε, πόλεις ἐπισήμους κϚ΄, ὄρος ἐπίσημον α΄, ποταμοὺς ἐπισήμους δ΄, ἀκρωτήριον ἐπίσημον α΄, λιμένας ἐπισήμους γ΄.
περίλπου τῆς παραλίας Λουγδουνησίας στάδιοι γτο΄, στάδιοι γξε΄.
ΒΕΛΓΙΚΗΣ ΣΥΝ ΤΕΡΜΑΝΙΑι ΤΗΙ ΑΝΩ ΚΑΙ ΤΗΙ ΚΑΤΩ ΠΕΡΙΠΑΟΓΣ.
ἀπὸ μὲν ἄρκτων τῷ ἀρκτῴῳ ὠκεανῷ τῷ παρὰ τὴν Πρεττανίαν διήκοντι, ἀπὸ δὲ ἀνατολῶν τῷ Ῥήνῳ ποταμῷ, παρὰ τὴν μεγάλην Γερμανίαν ἕως τῆς κεφαλῆς τοῦ ποταμοῦ, καὶ ἔτι τῷ ἀπὸ τῆς πηγῆς αὐτοῦ ἐπὶ τὰς Ἄλπεις ὄρει, ὃ καλεῖται Ἀδούλας, ἀπὸ δὲ δύσεως
τῇ Λουγδουνησίᾳ ἐπαρχίᾳ καὶ τῷ προειρημένῳ Σηκοάνᾳ ποταμῷ, ἀπὸ δὲ μεσημβρίας τῷ λοιπῷ μέρει τῆς Ναρβωνησίας. Καὶ ἡ μὲν ὅλη περιγραφὴ τοῦ ἔθνους τοιαύτη τίς ἐστι· τὰ δὲ κατὰ μέρος οὕτως ἔχει·
28. Ἡ γὰρ ἀπὸ μὲν θαλάσσης μέχρι τοῦ Ὀβρίγκα ποταμοῦ καλεῖται Γερμανία ἡ κάτω, ἡ δὲ ἀπὸ τοῦ Ὀβρίγκα ποταμοῦ καλεῖται Γερμανία ἡ ἄνω.
καὶ περαιούμενον πρὸς ἀνατολὰς τῷ Ῥήνῳ ποταμῷ τῷ παρὰ τὴν μεγάλην Γερμανίαν ἕως τῆς κεφαλῆς τοῦ ποταμοῦ, ὠς εἶναι τοῦ μήκους σταδίους βχπε΄. Τὸ δὲ πλάτος αὐτῆς ἔρχεται μὲν ἀπὸ τοῦ Ἀδούλα ὄρους καὶ τοῦ κοινοῦ πέρατος τῶν Ἄλπεων, καταλήγει δὲ εἰς
τὸ δυσμικὸν τοῦ Ῥήνου ποταμοῦ στόμα, ὡς γίνεσθαι τοῦ πλάτους σταδίους δτοε΄. Ἔστι δὲ τῆς Βελγικῆς σὺν ταῖς δύο Γερμανίαις ὁ πᾶς τῆς ἐπαρχίας κατὰ γῆν περιορισμὸς σταδίων α ερξ΄,. σταδίων α βτ΄. Ἔχει δὲ ἡ Βελγικὴ σὸν ταῖς Γερμανίαις ἔθνη κδ΄ ,
πόλεις ἐπισήμους λη΄, ὄρη ἐπίσημα β΄, ποταμοὺς ἐπισήμους ζ΄, ἀκρωτήριον ἐπίσημον α΄.
παραλίας σὺν Γερμανίᾳ τῇ ἄνω καὶ τῇ κάτω εἰσὶν οὐ πλείους σταδίων γων΄, οὐχ ἧττον σταδίων γρπ΄.
ΓΕΡΜΑΝΙΑΣ ΜΕΓΑΛΗΣ ΠΕΡΙΠΑΟΥΣ.
τοῖς Σαρματικοῖς ὄρεσι, καὶ μέρει Σαρματίας τῷ μετὰ τὰ ὄρη μέχρι τῆς κεφαλῆς τοῦ Οὐῖστούλα ποταμοῦ καὶ ἔτι αὐτῷ τῷ ποταμῷ, ἀπὸ δὲ μεσημβρίας τοῦ Δανουβίου ποταμοῦ τῷ δυσμικῷ μέρει ( ἔστι δὲ ὁ Δανούβιος ἀρχόμενος μέν μεγέθους α΄, εἶτα β΄, καὶ ἑξῆς μεγέθους γ΄, ἀμείβων καὶ τὸ ὄνομα καὶ Ἴστρος καλούμενος), ἀπὸ δὲ δύσεως τῷ Ῥήνῳ ποταμῷ. Καὶ ἡ μὲν ὅλη περιγραφὴ τῆς χώρας οὕτως ἔχει τὰ δὲ κατὰ μέρος
λέξομεν.
τέ, στάδιοι σν΄. Ἀπὸ δὲ Μαραρμανοῦ λιμένος εἰς Ἀμασίου ποταμοῦ ἐκβολὰς εἰσὶ στάδιοι χνε΄, στάδιοι υο΄. Ἀπὸ δὲ τῶν τοῦ Ἀμασίου ποταμοῦ ἐκβολῶν εἰς τὰς πηγὰς τοῦ αὐτοῦ ποταμοῦ στάδιοι βτν΄, στάδιοι στ΄. Ἀπὸ δὲ Ἀμασίου ποταμοῦ ἐκβολῶν εἰς Οὐῖσούργιος
ποταμοῦ ἐκβολὰς στάδιοι φξ??, στiδιcι . Ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ Οὐϊσούργιος ποταμοῦ ἐπὶ τὰς πηγὰς τοῦ αὐτοῦ ποταμοῦ στάδιοι αψπ΄, στάδιοι αχ΄. Ἀπὸ δὲ Οὐϊσούργιος ποταμοῦ εἰς Ἄλβιος ποταμοῦ ἐκβολὰς στάδιοι χκε΄, στάδιοι . ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ Ἄλβιος
ποταμοῦ ἐπὶ τὰς πηγὰς τοῦ αὐτοῦ ποταμοῦ στάδιοι ετό, στάδιοι γτ΄. Κατὰ τοῦτο τὸ μέρος κεῖνται νῆσοι αἱ καλούμεναι Σαξόνων. Εἰσὶ δʼ ἐπʼ αὐτὰς ἀπὸ τῆς ἐκβολῆς τοῦ Ἄλβιος ποταμοῦ στάδιοι ψν΄, στάδιοι .
Κιμβρικὴ χερσόνησος μεγίστη τυγχάνουσα. Καὶ εἰσὶν ἀπὸ τῶν τοῦ Ἄλβιος ποταμοῦ ἐκβολῶν ἐπὶ τὴν πρώτην ἐξοχήν τῆς χερσονήσου τὴν μετὰ τὸν Ἄλβιν πποταμὸν κειμένην στάδιοι φο΄, στάδιοι υ΄. Ἀπὸ δὲ τῆς πρώτης ἐξοχῆς τῆς χερσονήσου ἐπὶ τὴν ἐφεξῆς κειμένην
ἐξοχὴν τῆς αὐτῆς χερσονήσου στάδιοι αχ΄, στάδιοι αρ΄. Ἀπὸ δὲ τῆς δευτέρας ἐξοχῆς τῆς χερσονήσου εἰς τὴν ἐφεξῆς καὶ ἀρκτικωτάτην ἐξοχὴν τῆς αὐτῆς χερσονήσου στάδιοι αυν΄, στάδιοι αρν΄. Ἀπὸ δὲ τῆς ἀρκτικωτάτης ἐξοχῆς τῆς χερσονήσου εἰς τήν μετὰ τὴν ἐπιστροφὴν
αὐτῆς πρώτην ἐξοχὴν στάδιοι χν΄, στάδιοι φν΄. Ἀπὸ δὲ τῆς μετὰ τὴν ἐπιστροφὴν αὐτῆς πρώτης ἐξοχῆς εἰς τὸ ἀνατολικώτατον αὐτῆς στάδιοι ψκ΄, στάδιοι φκ΄. Ἀπὸ δὲ τοῦ ἀντολικωτάτου αὐτῆς τῆς χερσονήσου ἐπὶ τὴν ὑπὸ ταύτην τὴν ἐξοχὴν αὐτῆς ἐφεξῆς στάδιοι β,
στάδιοι σφ΄. Ἀπὸ δὲ τῆς ὑπὸ τὴν ἐξοχὴν αὐτῆς ἐπὶ τήν πρὸς ἀνατολὰς ἐπιστροφὴν αὐτῆς στάδιοι αἴ, στάδιοι ψν΄. Ἐνταῦθα τῆς Κιμβρικῆς χερσονήσου ὁ περίπλους πληροῦται, ἐπὶ πολὺ μὲν διηκούσης εἰς τὸν ὠκεανὸν, πλαγίας δὲ παραβεβλημένης ἐπὶ τὴν
ἤπειρον τήν πρὸς τήν ἔω, ὡς ἀποτελεῖν καὶ κόλπον μέγιστον κατὰ τὸν Σύηβον ποταμὸν ἐπὶ τὴν ἐνδοτέρω αὐτοῦ παρεκτεινόμενον. Ἔστι δὲ ὁ πᾶς τῆς χερσονήσου περίπλους σταδίων ην΄, σταδίων εϟο΄.
ἔθνη πλεῖστα. Ὑπὲρ δὲ τὴν χερσόνησον κεῖνται νῆσοι γ΄ Ἀλοκίαι καλούμεναι· εἰσὶ δʼ ἐπʼ αὐτὰς ἀπὸ τῆς χερσονήσου στάδιοι φν΄, στάδιοι φ΄. Ἀπʼ ἀνατολῶν δὲ τῆς χερσονήσου κεῖνται νῆσοι δ΄ αἱ καλούμεναι Σκανδίαι, τρεῖς μὲν μικραὶ, ὧν εἰς τὴν μέσην ἀπὸ τῆς χερσονήσου
εἰσὶ στάδιοι β, στάδιοι αψ΄, μία δὲ μεγίστη καὶ ἀνατολικωτάτη, καλεῖται δὲ ἰδίως καὶ αὐτὴ Σκανδία, κειμένη κατὰ τὰς ἐκβολὰς τοῦ Οὐϊστούλα ποταμοῦ, ἀφʼ ὧν εἰσὶν εἰς αὐτὴν στάδιοι αχ΄, στάδιοι ασ΄. Ἔστι δὲ ὁ πᾶς τῆς Σκανδίας περίπλους σταδίων βφ΄,
σταδίων β΄.
ποταμοῦ ἐκβολῶν εἰς Οὐῖστούλα ποταμοῦ ἐκβολὰς εἰσὶ στάδιοι ψ΄, στέδιοι . Ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ ποταμοῦ τοῦ Οὐϊστούλα ἐπὶ τὴν κεφαλὴν τοῦ αὐτοῦ ποταμοῦ εἰσὶ στάδιοι β, στάδιοι αων΄.
μὲν ἀπὸ δύσεως καὶ Ἀσκιβουργίου πόλεως, περαιούμενον δὲ εἰς Οὐῖστούλα ποταμοῦ ἐκβολὰς, ὡς εἶναι τὸ πᾶν μῆκος τῆς ἐπαρχίας σταδίων , σταδίων δτν΄. Τὸ δὲ πλάτος αὐτῆς ἔρχεται μὲν ἀπὸ τῆς ἐκτροπῆς τοῦ πρὸς μεσημβρίας ῥέοντος ποταμοῦ, ὃς καλεῖται Ἀρραβὼν,
καταλήγει δὲ πρὸς τὰς ἄρκτους κατὰ τὴν ἐπιμηκεστέραν γραμμὴν, τουτέστι κατὰ τὴν Κιμβρικὴν χερσόνησον καὶ τήν ἀρκτικωτάτην αὐτῆς ἐξοχήν· ὡς εἶναι τοῦ πλάτους σταδίους Ϛσν΄. Ἔστι δὲ τῆς μεγάλης Γερμανίας ὁ κατὰ γῆν περιορισμὸς σταδίων α βτ΄, σταδίων α ασν΄. Ἔχει δὲ ἐν αὐτῇ ἔθνη ξη΄, πόλεις
ἐπισήμους ??δ΄, ὅρη ἐπίσημα ζ΄, ποταμοὺς ἐπισήμους δ, Κιμβρικὴν χερσόνησον, λιμένα ἐπίσημον, Ὀρκύνιον δρυμὸν, Γαβρήταν ὕλην.
τῶν ἐκβολῶν τοῦ Οὐῖστούλα ποταμοῦ, τοῦ περίπλου τῆς παραλίας τῆς μεγάλης Γερμανίας στάδιοι α γυ΄, στάδιοι αλ΄.
ΣΛΠΑΜΑΤΙΑΣ ΤΗΣ ΕΝ ΕΥΡΩΠΗΙ ΠΕΡΙΠΑΟΥΣ.
μὲν ἄρκτων τῷ τε Σαρματικῷ ὠκεανῷ κατὰ τὸν Οὐενδικὸν κόλπον, καὶ μέρει τῆς ἀγνώστου γῆς, ἀπὸ δὲ ἀνατολῶν τῷ τε ἀπὸ τοῦ Καρκινίτου ποταμοῦ ἰσθμῷ καὶ τῇ Βύκῃ λίμηῃ, καὶ τῷ μέρει τῆς Μαιώτιδος λίμνης μέχρι τοῦ Τανάϊσος ποταμοῦ, καὶ ἐφεξῆς αὐτῷ τῷ
Τανάῖδι ποταμῷ, καὶ ἔτι τῷ ἀπὸὸ τῶν πηγῶν τοῦ Ταναῖδος ποταμοῦ ἐπὶ τὴν ἄγνωστον γῆν μεσημβρινῷ ἀπὸ δὲ δυσμῶν τῷ τε Οὐῖστούλᾳ ποταμῷ καὶ τῇ Γερμανίᾳ τῇ μεγάλῃ μετὰ τὰ Σαρματικὰ ὄρη, καὶ αὐτοῖς τοῖς ὄρεσιν· ἀπὸ δὲ μεσημβρίας τοῖς τε Ἰάζυξι τοῖς
Μετανάσταις ἀπὸ τοῦ νοτίου τῶν Σαρματικῶν δρῶν πέρατος μέχρι τῆς ἀρχῆς τοῦ Καρπάθου ὄρους, καὶ ἔτι τῇ Δακίᾳ μέχρι τῶν Βορυσθένους τοῦ ποταμοῦ ἐκβολῶν, καὶ τῇ ἀπὸ τούτου τοῦ Εὐξείνου Πόντου παραλίῳ μέχρι τοῦ μυχοῦ τοῦ Καρκινίτου κόλπου. Καὶ ἡ μὲν ὅλη
περιγραφή τοιαύτη· τὰ δὲ κατὰ μέρος τῆς Σαρματίας κεφαλαιωδέστερον ἐτάξαμεν, μή προσθέντες τῶν σταδίων τὸν ἀριθμὸν τῷ τὸν ἀκριβῆ περίπλουν τοῦ ἀρκτικοῦ τούτου ὠκεανοῦ σχεδὸν ἄγνωστον τυγχάνειν, πλησιάζοντος μὲν κατὰ τὰς ἄρκτους τῇ ἀγνώστῳ γῇ, ἥτις ὑπέρκειται τῆς Μαιώτιδος λίμνης, μὴ ῥᾳδίως γνωριζομένη
τῷ πλείστῳ μέρει τῶν ἀνθρώπων, μάλισθʼ ὅτε καὶ ὁ Πρωταγόρας παραλελοιπέναι τούτων τῶν σταδίων τὸν ἀριθμὸν δοκεῖ. Καὶ ἡ περγραφὴ δὲ τῶν τόπων κατὰ μόνας τὰς ἐκβολὰς τῶν ποταμῶν ῥηθήσεται διὰ τὰς αὐτὰς αἰτίας.
39. Μετὰ τὰς ἐκβολὰς τοῦ Οὐῖστούλα ποταμοῦ ἐκδέχονται Χρόνου τοῦ ποταμοῦ ἐκβολαί· ἀπὸ δὲ Κρόνου τοῦ ποταμοῦ ἑξῆς εἰσὶ Ῥουδῶνος ποταμοῦ ἐκβολαί. Οὗτοι δὲ οἱ ποταμοὶ εἰς τὸν Οὐεν δικὸν κόλπον ἐξίασιν, ὅστις ἀπὸ τοῦ Οὐῖστούλα ποταμοῦ ἄρχεται παρήκων
ἐπὶ πλεῖστον. Ἀπὸ δὲ τοῦ Ῥοωδῶνος ποταμοῦ ἑξῆς εἰσὶ Τουρούντου ποταμοῦ ἐκβολαί· ἀπὸ δὲ Τουρούντου ποταμοῦ ἐκδέχεται Χέσυνος ποταμὸς, καὶ αἱ τούτου ἐκβολαί. Μετὰ δὲ τὸν Χέσυνον ποταμὸν ὁ ἄγνωστος καὶ Ὑπερβόρειος ἑξῆς ἐστὶν ὠκεανὸς συνέπτων τῇ Ὑπερβορείῳ
καὶ ἀγνώστῳ γῇ. Παροικοῦσι τὸν Χέσυνον ποταμὸν οἱ Ἀγαθουρσοὶ τὸ ἔθνος τῆς ἐν Εὐρώπῃ Σαρματίας ὄντες. Καταφέρονται δὲ ὅ τε Χέσυνος ποταμὸς καὶ ὁ Τουρούντης ἐκ τῶν ὑπερκειμένων ὀρῶν, ἅτινα καλεῖται Ῥίπαια ὄρη, κατὰ τὴν μεσόγειον μεταξὺ τῆς
Μαιώτιδος λίμνης καὶ τοῦ Σαρματικοῦ ὠκεανοῦ κείμενα. Ὁ δὲ Ῥούδων ποταμὸς ἐκ τοῦ Ἀλανοῦ ὄρους φέρεται· παροικεῖ δὲ τό τε ὄρος καὶ τὴν χώραν ταύτην ἐπὶ πολὺ διῆκον τὸ τῶν Ἀλανῶν Σαρμάτων ἔθνος, παρʼ οἷς τοῦ Βορυσθένους ποταμοῦ τοῦ εἰς τὸν Πόντον ἐξιόντος
αἱ πηγαὶ τυγχάνουσι. Τὴν δὲ περὶ τὸν Βορυσθένην χώραν παροικοῦσι μετὰ τοὺς Ἀλανοὺς οἱ καλούμενοι Χουνοὶ οἱ ἐν τῇ Εὐρώπῃ.
πόλεις ἐπισήμους νγ΄, ὄρη ἐπίσημα θ΄, ποταμοὺς ἐπισήμους δ΄, ἀκρωτήρια ἐπίσημα γ, λιμένας ἐπισήμους γ΄, κόλπους ἐπισήμους δ΄, τόν τε Οὐενδικὸν τὸν εἰρημένο κόλπον καὶ ἄλλου τρεῖς. Τῆς μέν οὖν Εὐρώπης τῶ δεξιῶν μερῶν τὸν περίπλουν, ὥσπερ ὑπεσχόμεθα, μετὰ
τῆς προσηκούσης ἐπιμελείας πεποιήμεθα· μεταβησόμεθα δὲ ἐπὶ τὰς Πρεττανικὰς νήσους.
ΠΕΡΙI ΤΩΝ ΠΡΕΤΤΑΝΙΚΩΝ ΝΗΣΩΝ.
κατὰ πολὺ τυγχάνει· κεῖται δὲ καταντικρὺ τῆς Κελτογαλατίας, παρά τε τὴν Λουγδουνησίαν καὶ τὴν Βελγικὴν μέχρι τῆς μεγάλης Γερμανίας ἐκτεινομένη. Οὐ γάρ ἐστι συνεστραμμένη, καθάπερ αἱ ἄλλαι νῆσοι, ἀλλʼ ὅσπερ διῃρημένη καὶ διεσπαρμένη, κατὰ πλείστου
μέρους διήκει τοῦ ἀρκτῴου ὠκεανοῦ, δύο μάλιστα μακροτάτους ἰσθμοὺς ὥσπερ πόδας τινὰς ἔχουσα· ὧν ὁ μὲν μείζων μέχρι τῆς Κιμβρικῆς Χερσονήσου, ὁ δὲ ἐλάττων μέχρι τῆς Ἀκυτανίας διήκει. Ἡ δὲ ἑτέρανῆσος ἡ Ἰουερνία ὑπέρ αὐτήν κειμένη, δυτικωτέρα
δὲ τυγχάνουσα, ἐλάσσων τέ ἐστι τῷ μεγέθει, καὶ τὴν ἴσην ἔχει θέσιν τῆ προειρημένῃ. Ταύτης τοίνυν τῆς προτέρας τὸν περίπλουν ἀναγράψομεν, εἶθ᾿ οὕτως ἐπὶ τὴν μείζονα ἐλευσόμεθα.
ΙΟΥΕΡΝΙΑΣ ΝΗΣΟΥ ΠΡΕΤΤΑΝΙΚΗΣ ΠΕΡΙΠΑΟΥΣ.
δὲ κατὰ μέρος οὕτως ἔχει. Stephan. B.
τὸ μέν μῆκος μέγιστον ἀπὸ τοῦ Νοτίου ἀκρωτηρίου ἄρχόμεενον, καὶ καταλῆγον ἐπὶ τὸ ʼοβόγδιον ἄκρον, ὡς εἶναι τῆς νήσου τὸ μῆκος σταδίων βρα. Τὸ δὲ πλάτος ἄρχεται μὲν ἀπὸ τοῦ Ἱεροῦ ἄκρου, περαιοῦται δὲ εἰς τὸ οβόγδιον κρον, ὡς εἰναι τῆς νήσου τὸ πλάτος εο σταδίων αωλδʼ. Τῷ δὲ ἔκρα αὐτῆς ἐπὸ τίῶν ὅριζόντων διέστηκε τὸν τρόπον τοῦτον· τὸ μὲν ἀρκτῷον αὐτῆς ἀκρον ἀπὸ τοῦ ἀρκτῴου ὁρίζοντος σταδίους ,α δονʼ τὸ δὲ δυτικὸν αὐτῆς ἄκρον ἀπὸ τοῦ δυτικοῦ ὁρίζοντος σταδίους , τὸ δὲ νότιον ἄκρον ἀπὸ τῆς ἰσημερίας σταδίους γ ητιζ· τὸ δὲ ἀνατολικὸν ἀπὸ τῆς ἀνατολῆς σταδίους δ τιζ΄. Ἔχει δὲ ἔθνη ιϚ΄, πόλεις ἐπισήμους ια΄, ποταμοὺς ἐπισήμους ιε΄, ἀκρωτήρια ἐπίσημα ε΄, νήσους ἐπισήμους Ϛ΄. Οἱ πάντες τοῦ περίπλου τῆς
Ἰουερνίας οὐ πλεῖον σταδίων θπε΄, οὐχ ἧττον σταδίων Ϛωμε΄.
ΑΛΒΙΩΝΟΣ ΝΗΣΟΥ ΠΡΕΤΤΑΝΙΚΗΣ ΠΕΡΙΠΛΟΥΣ.
περιορίζεται ἀπὸ μὲν ἄρκτων ῷ ὠκεανῷ τῷ καλουμένῳ Δουηκαληδονίῳ, ἀπὸ δὲ ἀνατολῶν τῷ Γερμανικῷ ὠκεανῷ, ἀπὸ δὲ δύσεως τῷ τε Ἰουερνικῷ ὠκεανῷ, μεθʼ ὃν ἡ Ἰουερνία νῆσος, ἔτι μὴν καὶ τῷ Οὐεργιουίῳ ὠκεατῷ ἀπὸ δὲ μεσημβρίας τῷ Πρεττανικῷ ὠκεανῷ
καὶ ταῖς προειρημέναις τῆς Γαλλίας ἠπείροις καὶ ἔθνεσι. Καὶ ἡ μὲν ὅλη περγραφὴ τῆς νήσου τοῦτον ἔχει τὸν τρόπον· τὰ δὲ κατὰ μέρος οὕτως ἔχει· St ephanus B yzantius
45. Ἔστι δὲ τῆς Ἀλβίωνος νήσου τῆς Πρεττανικῆς τὸ μῆκος ἀρχόμενον μὲν ἀπὸ τοῦ δυτικοῦ ὁρίζοντος κατὰ τὸ Δαμνόνιον ἄκρον τὸ καὶ Ὄκριον καλούμενον, περαιούμενον δὲ ἕως Ταρουεδούνου τῆς καὶ Ὀρκάδος καλουμένης ἄκρας, ὡς εἶναι τοῦ μήκους τοῦ μεγίστου σταδίους
εσκε΄. Τὸ δὲ πλάτος αὐτῆς ἄρχεται μὲν κατὰ τὸ Δαμνόνιον ἄκρον τὸ καὶ Ὄκριον καλούμενον, καταλήγει δὲ εἰς τὴν τῶν Νεουάντων χερσόνησον καὶ τὸ ὁμώνυμον ἀκρωτήριον, ὡς εἶναι τοῦ πλάτους κατὰ τὴν μεγίστην γραμμὴν σταδίους γπγ΄. Ἔχει δὲ ἐν αὑτῇ ἔθνη λγ΄, πόλεις
ἐπισήμους νθ΄, ποταμοὺς ἐπισήμους μ΄, ἀκρωτήρια ἐπίσημα ιδ΄ χερσόνησον ἐπίσημον α΄, κόλπους ἐπισήμους ε΄, λιμένας ἐπισήμους γ΄. Οἱ πάντες τοῦ περίπλου παντὸς τῆς νήσου τῆς Ἀλβίωνος οὐ πλεῖον σταδίων β ηχδ΄, οὐχ ἧττον σταδίων βφκϚ΄.
μερῶν τοῦ Ἀραβίου κόλπου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ τοῦ Ἰνδικοῦ ὐκεανοῦ τοῦ πρὸς τὴν μεσημβρίαν ὁρῶντος τὸν περίπλουν ἐπὶ κεφαλαίων ἐποιησάμεθα, σαφηνείας ἕνεκα διὰ μακροῦ τὸν τῶν σταδίων ἀριθμὸν ἀποδόντες, τῶν δὲ παρὰ τὴν Ἀσίαν ἀριστερῶν ἀπάντων
μερῶν μέχρι Σινῶν᾿ τοῦ ἔθνους καὶ τῆς ἀγνώστου γῆς ἀκριβῆ τὸν περίπλουν ἀνεγράψαμεν, τῶν διαστημάτων ἀπάντων τοὺς σταδίους σημάναντες· οὕτω κἀνταῦθα τῶν δεξιῶν μερῶν τοῦ ὠκεανοῦ τοῦ παρὰ τὴν Εὐρώπην ὄντος ἀπὸ τῶν Ἡρακλείων στηλῶν μέχρι τῆς ἀγνώστου
γῆς καὶ τοῦ παρʼ αὐτήν περατουμένου Σαρματικοῦ ὠκεανοῦ καὶ προσέτιγε τῶν Πρεττανικῶν νήσων εἰς δύναμιν τὸν περίπλουν πεποιήμεθα, προσθέντες καὶ τὸν τῶν σταδίων ἀριθμόν· τῶν δὲ ἀριστερῶν παρὰ τὴν Λιβύην μερῶν τοῦ δυτικοῦ καὶ μεσημβρινοῦ
ὠκκεανοῦ τὰς μέν προσηγορίας τῶν πόλεων καὶ τῶν ἐπινείων δηλώσομεν, ἔτι μήν καὶ τῶν κόλπων καὶ τῶν ἀκρωτηρίων καὶ τῶν νήσων τὰς ὠνομασὶας σημανοῦμεν, διὰ μακροῦ δὲ τοῖς διαστήμασι τὸν ἀριθμὸν τῶν σταδίων προσθήσομεν.
ἐθνικὸν καὶ θηλυκὸν Τιγγιτανή. — « Εἰσὶ δὲ ἀπὸ Τίγγεως στάδιοι ὀγδοήκοντα. »
ΠΕΡΙ ΤΩΝ ΑΠΟ ΡΩΜΣ ΠΡΟΣ ΤΑΣ ΕΠΙΣΒΜΟΥΣ
ΤΗΣ ΟΙΚΟΥΜΕΝΗΣ ΠΟΛΕΙΣ ΔΙΛΣΤΑΣΕΩΝ.
Periplus maris exteri. Marcianus of Heraclea. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.