ἢ νύχιαι πορεύονται, ἐπειδὴ ὁ νοῦς μᾶλλον κατὰ τὴν νύκτα συνάγεται καὶ γίνεται καθʼ ἑαυτὸν καὶ ταύτας προβάλλεται. αὗται δὲ περὶ τὸν ἑαυτῶν πατέρα διηνεκῶς στρέφονται, ἤγουν μένουσι περὶ τὸν ἐγκέφαλον καὶ φωνὴν πέμπουσι θαυμαστήν, περί3) τε αἰθέρος φάσκουσαι, ὃν Δία φησί, καὶ περὶ ἀέρος ἀργοῦ, ἤτοι λευκοῦ, τοῦ ἐμβαίνοντος χρυσοῖς ὑποδήμασι, τουτέστι τοῦ συγγινομένου τῷ αἰθέρι (ὁ γὰρ αἰθὴρ λαμπρός ἐστι καὶ πυρώδης), καὶ περὶ ἡλίου καὶ σελήνης
καὶ ὕδατος
καὶ θέμιδός τε, ἤγουν τοῦ νοῦ, παντὸς κόσμου θέσεως καὶ διαθέσεως, καὶ περὶ ἀστέρων· περὶ Λητοῦς, ἤτοι σκότους, περὶ Ἰαπετοῦ
1
ἤτοι οὐρανοῦ κινήσεως, περὶ Κρόνου, ἤτοι καθαροῦ νοός (κορὸς γὰρ ὁ καθαρός), περὶ ἡμέρας, περὶ νυκτὸς καὶ περὶ πάντων. ἢ ὀρχεῦνται περὶ τὴν βάσιν τοῦ Κρονίωνος, τοῦ υἱοῦ τοῦ νοός. τὸ μὲν γὰρ τοῦ νοός ἐστι πρακτικόν, τὸ δὲ θεωρητικόν. ἐπεὶ γοῦν δύο μέρη τοῦ νοός εἰσιν, εἰκότως Κρονίδην τὸ πρακτικόν φησι τοῦ νοός. καλῶς δὲ καὶ τοῦ εἶπε Κρονίδου, ἤγουν τοῦ θεωρητικοῦ, ἐπεὶ γὰρ αἱ λογικαὶ τέχναι οὐκ εἰσὶ τοῦ πρακτικοῦ μέρους, ἀλλὰ τοῦ θεωρητικοῦ, διὰ τοῦτο ἕνα Κρονίδην εἶπεν· αἰγίοχον δὲ τὸν αἰθέρα εἶπεν, ἐπειδὴ ὁ αἰθὴρ πάντων ὑπεραναβεβηκὼς τῶν στοιχείων. αἱ αἰγίδες δέ, ἤγουν αἱ καταιγίδες καὶ τὰ πνεύματα πάθη τοῦ ἀέρος εἰσίν.