κατάσκοπός τέ τις ἁλοὺς ἐν αὐτῇ τὰς χεῖρας ἀπεκόπη καὶ ἀφείθη, ἵνα τοῖς Καρχηδονίοις γένηται τοῦ πάθους αὐτάγγελος. ἐν δὲ τῇ 1 Ἰβηρίᾳ ναυμαχίᾳ πρὸς τῇ τοῦ Ἴβηρος ἐκβολῆ̣ ὁ Σκιπίων WII 78 ἐνίκησεν· ἰσοπαλῶς γὰρ ἀγωνιζομένων τὰ ἱστία
τῶν νεῶν ὑπετέμετο, ὅπως ἀπογνόντες προθυμό- τερον ἀγωνίσωνται. καὶ τήν τε χώραν ἐπόρθησε καὶ τείχη συχνὰ ἐχειρώσατο καὶ διὰ τοῦ ἀδελφοῦ Που- πλίου Σκιπίωνος πόλεις τῶν Ἰβήρων προσεκτήσατο. Aβελος γάρ τις Ἴβηρ, δοκῶν μὲν τοῖς Καρχηδονίοις πιστός, τὰ τῶν Ῥωμαίων δὲ θεραπεύων, ἀνέπεισε τὸν φρουροῦντα τοὺς τῶν Ἰβήρων ὁμήρους οἴκαδε αὐτοὺς ἀποπέμψαι, ἵν ἐς εὔνοιαν τάχα ὑπ’ αὐτῶν αἱ πόλεις ὑπαχθῶσι· καὶ παραλαβὼν σφὰς, ἅτε καὶ τῆς PI 417 ἐπινοίας εἰσηγητὴς γεγονώς, πρὸς τοὺς Σκιπίωνάς
τε πρότερον πέμψας καὶ κοινολογησάμενος περὶ ὣν ἠξίου , εἶτα νυκτὸς ὑπεκκομίζων αὐτοὺς ἑάλω δῆθεν. καὶ οὕτως ἐκείνων τε ἐγκρατεῖς ἐγένοντο οἱ Ῥωμαῖοι καὶ τὰς πατρίδας αὐτῶν ἀνακομισθέντων οἴκαδε κατεκτήσαντο.
τοῦτο δ᾿ ἐν Ἀπουλίᾳ τῇ Δαυνίων ἐστί, καὶ τὸ ὄνομα ἀπὸ τῆς τοῦ Διομήδους κατοικήσεως, ἣν ἐκεῖ ἀλητεύσας ἐποιήσατο, ἔσχηκεν. ἐν γὰρ τῷ πεδίω ἐκείνῳ καὶ αἱ Κάνναι, ἔνθα τότε ἐδυστύχησαν, παρά τε τῷ Ἰονίῳ κόλπῳ καὶ περὶ τὰς τοῦ Αὐφιδίου ἐκβολάς
εἰσιν. ἡ δὲ Σίβυλλα φυλάττεσθαι μὲν τὸ χωρίον παρῄνεσεν, οὐ μέντοι καὶ πλεῖόν τι γενήσεσθαι ἔφη οὐδ᾿ εἰ διὰ πάσης αὐτὸ ποιήσαιντο φυλακῆς.
Παῦλος Αἰμίλιος καὶ Τερέντιος Οὐάρρων, ἄνδρες οὐχ ὁμοιότροποι· ὁ μὲν γὰρ εὐπατρίδης ἦν καὶ παιδεία 4 κεκόσμητο καὶ τὸ ἀσφαλὲς προετίμα τοῦ προπετοῦς, Τερέντιος δὲ ἐν τῷ ὁμίλῳ ἐτέθραπτο καὶ ἐν βαναυσικῇ θρασύτητι ἤσκητο καὶ τἄλλα τε ἐξεφρόνει
καὶ τὴν ἡγεμονίαν μόνος ἔχειν ἡγεῖτο διὰ τὴν τοῦ συνάρχοντος ἐπιείκειαν. ἦλθον οὖν ἄμφω εἰς τὸ στρατόπεδον εὐκαιρότατα· οὔτε γὰρ τροφὴ ἔτι ἦν τῷ Ἀννίβᾳ, καὶ τὰ τῶν Ἰβήρων κεκίνητο, τά τε τῶν συμμάχων αὐτοῦ ἠλλοτριοῦτο· καὶ εἴ γε καὶ τὸ βραχύτατον
ἐπεσχήκεσαν, ἀπόνως ἐκράτησαν ἄν. νῦν δέ γε τοῦ Τερεντίου τὸ ἀπερίοπτον καὶ τὸ τοῦ Παύλου ἐπιεικὲς ἥττησεν αὐτούς. ὁ γὰρ Ἀννίβας ἐπεχείρησε μὲν καὶ παραχρῆμα πρὸς μάχην αὐτοὺς ὑπαγαγέσθαι, καὶ σὺν ὀλίγοις προσπελάσας αὐτῶν τῷ 5
ἐρύματι, ἐπεὶ ἐκδρομὴ ἐγένετο, ἑκὼν ὑπεχώρησεν, ὅπως δεδιέναι νομισθεὶς ἐπισπάσαιτο μᾶλλον αὐτοὺς εἰς παράταξιν· τοῦ δὲ Παύλου τοῖς οἰκείοις στρα- τιώταις ἐπισχόντος τὴν δίωξιν ὁ Ἀννίβας προσεποιήσατο φοβεῖσθαι, καὶ τῆς νυκτὸς ἀνασκευασάμενος ὡς ἀπιὼν σκεύη τε συχνὰ κατέλιπεν ἐν τῷ χαρακώματι καὶ τὰ λοιπὰ ἀμελέστερον κομίζεσθαι ἐνετείλατο, ἵνα τῶν ῾Ρωμαίων ἐφ᾿ ἁρπαγὴν αὐτῶν τραπομένων ἐπίθηται
σφίσι. καὶ εἰς ἔργον ἂν τὸ βούλευμα ἤγαγεν, εἰ μὴ ὁ Παῦλος καὶ ἄκοντας κατεσχήκει τοὺς στρατιώτας καὶ τὸν Τερέντιον.
PI 418 ἐνέδρας καὶ πρὸς παράταξιν ἐπιτήδειον, ἐστρατοπεδεύσατο. καὶ προήροσε πάντα τὸν τόπον ὑπόψαμμον ὄντα, ἴνα κονιορτὸς ἐν τῇ μάχῃ ἀρθῇ· τὸν γὰρ ἄνεμον, ὃς ἐν θέρει ἐκεῖσε περὶ τὴν μεσημβρίαν εἰώθει γίνεσθαι, κατὰ νώτου ἔχειν ἐμηχανήσατο. οἱ
WII 79 δ᾿ ὕπατοι ἕωθεν κενὸν ἀνδρῶν ἰδόντες αὐτοῦ τὸ χαράκωμα, πρῶτον μὲν ἐπέσχον, ἐνεδρεύεσθαι δόξαντες, εἶτα μεθ᾿ ἡμέρας πρὸς τὰς Κάννας ἀφίκοντο. καὶ παρὰ τῷ ποταμῷ ἑκάτερος ἰδίᾳ ηὐλίσατο· οὐκ ὄντες γὰρ ὁμοήθεις τὴν πρὸς ἀλλήλους συνουσίαν
ἐξέκλινον. καὶ ὁ μὲν Παῦλος ἡσύχαζεν, ὁ δέ γε Τερέντιος ἤθελε συμβαλεῖν· ἀμβλυτέρους δὲ τοὺς στρατιώτας ὁρῶν ἀνεκόπτετο. ὁ δὲ Ἀννίβας καὶ ἄκοντας αὐτοὺς εἰς μάχην παρακινῶν τῆς τε ὑδρείας 6 εἶργε καὶ ἀποσκεδάννυσθαι σφᾶς ἐκώλυε καὶ τὰ σώματα
τῶν φονευομένων ἄνω πρὸ τῶν ταφρευμάτων ἐνέβαλλεν, ὅπως σφίσι τὸ ποτὸν δυσχεραίνηται. κἀντεῦθεν καὶ οἱ ῾Ρωμαῖοι πρὸς παράταξιν ὥρμησαν. τοῦτο δὲ προγνοὺς ὁ Ἀννίβας λόχους μὲν ὑπό τοὺς ὄχθους ἐκάθισε, τὴν δὲ λοιπὴν στρατιὰν συνέταξε,
καί τινας ψευδαυτομολῆσαι ὅταν σημήνῃ ἐκέλευσε, τὰς μὲν ἀσπίδας καὶ τὰ δόρατα καὶ τὰ μείζω τῶν ξιφῶν ἀπορρίψαντας , τὰ δ’ ἐγχειρίδια κρύφα φέροντας, ἔνα δεξαμένων αὐτοὺς τῶν ἀντικαθεστηκότων ὡς ἀόπλους ἐπίθωνται αὐτοῖς ἀπροσδοκήτως.
Ἀννίβαν παρατεταγμένους ὡπλίζοντό τε καὶ παρε- τάττοντο. καὶ οἱ σαλπιγκταὶ ἀμφοτέρους ἐξώτρυναν, 7 καὶ τὰ σημεῖα ἤρθη, καὶ συμπεσόντες πολυτρόπως ἠγωνίσαντο. καὶ μέχρι τῆς μεσημβρίας οὐδετέροις τὸ κράτος ἀπονενέμητο· ἐπεὶ δὲ τὸ πνεῦμα ἐπῆλθε,
καὶ οἱ ψευδαυτόμολοι δεχθέντες ὡς ὅπλων γυμνοὶ ὄπισθεν τῶν Ῥωμαίων ἐγένοντο, ἕνα μὴ σφίσιν ἐπι- τιθῶσι δῆθεν οἶ Καρχηδόνιοι , τότε καὶ οἱ λόχοι ἑδατέρωθεν ἐπανέστησαν , καὶ ὁ Ἀννίβας κατὰ πρόσω- πον σὺν τοῖς ἱππεῦσι προσέμιξε , καὶ οἴ τε πολέμιοι
τοὺς Ῥωμαίους πανταχόθεν ἐθορύβουν , καὶ ὁ ἄνεμος ὅ τε κονιορτὸς ἐς τὰς ὄψεις αὐτων βιαίως ἐμπίπτων ἐτάραττε καὶ τὸ ἄσθμα γινόμενον συνεχὲς ἐκ τοῦ καμάτου ἀπέφραττεν, ὥστ’ ἀπεστερημένοι μὲν τῆς 8 ὄψεως , ἀπεστερημένοι δὲ καὶ φωνῆς, φύρδην καὶ ἐν
οὐδενὶ κόσμῳ ἐφθείροντο. καὶ τοσοῦτον ἔπεσε πλῆ- θος ὥστε τὸν Ἀννίβαν τῶν μὲν ἐκ τοῦ ὁμίλου μηδὲ πειραθῆναι ἐξευρεῖν ἀριθμόν, περὶ δὲ τῶν ἱππέων καὶ τῶν ἐκ τῆς βουλῆς ἀριθμὸν μὲν μὴ γράψαι τοῖς οἴκοι Καρχηδονίοις , διὰ δὲ τῶν δακτυλίων ἐνδείξασθαι
τοῦτον · χοίνιξι γὰρ σφᾶς ἀπομετρήσας ἀπέ- στειλε. μόνοι γὰρ οἱ βουλευταὶ καὶ οἱ ἱππεῖς δακτυ- λίοις ἐκέχρηντο. συχνοὶ δ’ οὖν ὅμως καὶ τότε διέφυ- γον καὶ ὁ Τερέντιος· ὁ γὰρ Παῦλος ἀπέθανεν. ὁ δ Ἀννίβας οὐκ ἐπεδίωξεν οὐδ’ εἰς τὴν Ῥώμην ἠπείχθη. PI 419
δυνάμενος γὰρ ἢ παντὶ τῷ στρατεύματι ἢ καὶ μέρει τούτου πρὸς τὴν Ῥώμην παραυτίκα ὁρμῆσαι καὶ τα- χέως διαπολεμῆσαι , οὐκ ἐποίησε τοῦτο, καίτοι τοῦ Μαάρβου συναινοῦντος τοῦτο ποιῆσαι. διὸ καὶ αἰτίαν ἔσχεν ὡς νικᾶν μὲν δυνάμενος, χρῆσθαι δὲ ταῖς νίκαις οὐκ ἐπιστάμενος. ἐπεὶ δὲ τότε ἐμέλλησαν, οὐκέτι οὐδ’ αὖθις ἠπείχθησαν. διὸ καὶ ὁ Ἀννίβας ὡς ἁμαρτὼν μετεμέλετο, συνεχῶς ἀναβοῶν ὦ Κάνναι
Κάνναι.’’
εἰς τὸ Κανύσιον ἔφυγε, καὶ ὕστερον εὐδο- κίμησε. παρ’ ἑκόντων γὰρ τῶν συμφυγόντων εἰς τὸ Κανύσιον τὴν ἡγεμονίαν λαβὼν τά τε ἐκεῖ κατεστή- σατο καὶ τοῖς πλησιοχώροις φρουρὰς ἔπεμψε καὶ πάντα καλῶς ἐβούλευσέ τε καὶ ἔπραξεν.
10 WII 80 τί ὁ Ἀννίβας πράττει, αὐτοὺς δὲ μὴ κλαίειν, σιγῇ δὲ βαδίζειν, ἔν’ ἐν καιρῷ τὰ προσήκοντα γίνοιτο, δύναμίν τε συλλέξαι ὅσην ἂν δύναιντο καὶ τοὺς περιοίκους ἐπικαλέσασθαι. μετὰ δὲ ταῦτα ὡς τὸν Ἀννίβαν ἐν τῇ Ἀπουλίᾳ ὄντα ἔμαθον , καὶ γράμματα
παρὰ τοῦ Τερεντίου ἐδέξαντο ὅτι περιείη καὶ ὅσα πράττοι, μικρὸν ἀνεθάρσησαν. καὶ δικτάτωρ μὲν Μάρκος Ἰούνιος , ἵππαρχος δὲ Τιβέριος Σεμπρώνιος Γράκχος ἐλέχθησαν. καὶ παραχρῆμα τόν τε πολιτῶν 11 οὐ τοὺς ἡβῶντας μόνον, ἀλλὰ καὶ παρηβηκότας ἤδη κατέλεξαν, καὶ δεσμώτας ἐπ᾿ ἀδείᾳ καὶ δούλους ἐπ᾿ ἐλευθερίᾳ λῃστάς τέ τινας προσελάβοντο, καὶ τοὺς 12 συμμάχους προσπαρεκάλουν, ἀναμιμνήσκοντες εἴ τί
που εὐηργέτηντο καὶ προσυπισχνούμενοι δώσειν τοῖς μὲν σῖτον, τοῖς δὲ ἀργύρια, ὅπερ οὔπω πρόσθεν ἐποίησαν· καὶ ἐς τὴν Ἑλλάδα πεπόμφασιν ἢ πείσοντές τινας συμμαχῆσαι αὐτοῖς ἢ μισθωσόμενοι.
παρασκευάζεσθαι μαθὼν ἐν ταῖς Κάνναις διέτριβε, τὴν ἐξ ἐπιδρομῆς ἅλωσιν ἀπεγνωκώς· καὶ τῶν αἰχμαλώτων τὸ μὲν συμμαχικὸν ἄνευ λύτρων ἀφῆκεν, ὡς καὶ πρότερον, τοὺς δὲ ῾Ρωμαίους ἐτήρει, ἀποδόσθαι PI 420 ἐλπίζων αὐτούς, ἵν᾿ ἑαυτὸν εὐπορώτερον ἐντεῦθεν
ποιήσῃ, τοὺς δὲ ῾Ρωμαίους ἀπορωτέρους. ἐπεὶ δὲ μηδεὶς ἐξ αὐτῶν ἀφίκετο τοὺς αἰχμαλώτους ζητῶν, ἐκέλευσεν αὐτοῖς πέμψαι τινὰς οἴκαδε ἐπὶ λύτρα, προομόσαντας ἐπανήξειν. ὡς δὲ οὐδ᾿ οὕτω λύσασθαι σφᾶς ἠθέλησαν, τοὺς μὲν λόγου τινὸς ἀξίους ἐς τὴν
Καρχηδόνα ἀπέστειλε. τῶν δ᾿ ἄλλων τοὺς μὲν αἰκισάμενος ἀπέκτεινε, τοὺς δὲ μονομαχῆσαι ἠνάγκασε, τοὺς φέλους καὶ τοὺς συγγενεῖς ἀλλήλοις συμβαλών. οἱ δὲ πεμφθέντες ἐπὶ τὰ λύτρα, ἐπανελθόντες, ἵν᾿ εὐορκήσωσι, φυγόντες δὲ μετὰ τοῦτο, ἄτιμοι ὑπὸ
τῶν τιμητῶν ἐγένοντο, καὶ ἑαυτοὺς κατεχρήσαντο.
πόλιν , προπέμψας μετὰ τῆς λείας ὀλίγους τινάς. 14 πρὸς οὑς ὡς μόνους ὄντας τῶν τῆς πόλεως ἐκδρα- μόντων ἐπεφάνη αὐτὸς ἀπροσδόκητος καὶ συχνοὺς ἀπέκτεινε, τὴν δὲ πόλιν οὐχ εἷλεν, οὔτ’ ἐπὶ πολὺ ταύτῃ προσήδρευσεν. οἱ γὰρ τὴν Καπύην οἰκοῦντες
Καμπανοὶ οἱ μὲν τῇ Ῥωμαίων φιλίᾳ ἐνέμειναν, οἱ δὲ πρὸς τὸν Ἀννίβαν ἀπέκλιναν. ἐπεὶ δ’ ἐν ταῖς Κάνναις εὐτύχησε, καί τινες ἄνδρες αὐτῶν ἁλόντες ἀφείθησαν , τὸ μὲν πλῆθος ὥρμησε μεταστῆναι πρὸς τὸν Ἀννίβαν , οἱ δὲ δυνατοὶ χρόνον μέν τινα ἐπέσχον,
εἶτ’ ἐπ’ αὐτοὺς τὸ πλῆθος ὁρμῆσαν συνηγμένους ἐν 15 τῷ βουλευτηρίῳ πάντας ἂν κατεχρήσατο , εἰ μή τις ἐκ τοῦ πλήθους τὸ μέγεθος συνιδὼν τοῦ κακοῦ κα- τηγόρησε μὲν τῶν βουλευτῶν ὡς πάντως φθαρῆναι ἀξίων , ἔφη δὲ πρότερον ἄλλους ἀντ’ ἐκείνων ἀνθελέσθαι
προσήκειν· τὴν γὰρ πόλιν μὴ δύνασθαι μὴ προβουλευόντων τινῶν σώζεσθαι. πεισθέντων δὲ τῶν ἐν τῇ Καπύῃ ἐκβάλλων ἴνα ἕκαστον ἐκ τοῦ συνεδρίνυ WII 81 ἠρώτα τὸ πλῆθος ὅντινα αὐτοῦ ἀνθαιρεῖται· καὶ οὕτω , μὴ δυνηθέντων αὐτῶν ἑτέρους δι’ ὀλίγου
ἀνθελέσθαι , πάντας ἐκείνους ὡς ἀναγκαίους ἀφῆκε. καὶ καταλλαγέντες ἀλλήλοις ἐσπείσαντο τῷ Ἀννίβᾳ. καὶ ὃς διὰ ταχέων ἀπαναστὰς ἐκ τῆς Νεαπόλεως ἦλθεν εἰς τὴν Καπύην, καὶ διαλεχθεὶς αὐτοῖς ἄλλα τε πολλὰ PI 421 εἶπεν ἐπαγωγὰ καὶ τὴν ἡγεμονίαν σφίσι τῆς Ἰταλίας
δώσειν ὑπέσχετο, ἵν’ ἐν ἐλπίσι γενόμενοι ὡς καὶ ἑαυτὸ ἲς πονήσοντες προθυμότερον ἀγωνίσωνται.
σφῶν ἡλικίαν ἀπορίᾳ τροφῶν ἐξεώσαντο· οὕς ὁ Ἀννίβας οὐ προσήκατο, ἀλλὰ καὶ εἰς τὴν πόλιν ἀπιοῦσι μόνον ἀσφάλειαν ἔδωκε. διὸ καἰ οἶ λοιποὶ μεθ’ ἑνὸς ἱματίου ἐκχωρῆσαι τοῦ ἄστεος ὡμολόγησαν. ἐπεὶ δ' ἐγκρατὴς αὐτῶν ἐγένετο , τοὺς μὲν βουλευτὰς 16
ἐς βαλανεῖα κατακλείσας ἀπέπνιξε, τοῖς δ’ ἄλλοις ἀπελθεῖν εἰπὼν ὅπῃ βούλοιντο , πολλοὺς ἐν τῇ ὁδῷ κἀκείνων ἐφόνευσε. συχνοὶ δ' οὖν αὐτῶν καὶ πε- ριεγένοντο εἰς ὕλας προκαταφυγόντες. ἐκ τούτου δὲ οἱ λοιποὶ φοβηθέντες οὐ συνέβαινον ἔτι αὐτό, ἀλλ’
ἀντεῖχον ἕως ἠδύναντο. καὶ οἱ Νωλανοὶ βουλευόμενοι προσχωρῆσαι αὐτῷ, ἐπεὶ τὸ εἰς ἐκείνους εἶδον πραχθέν, ἐπηγάγοντο λάθρᾳ τὸν Μάρκελλον , καὶ τὸν Ἀννίβαν προσβαλόντα τῇ πόλει μετὰ ταῦτα ἀπώ- σαντο. ἀποκρουσθεὶς δὲ τῆς Νώλης Ἀκερανοὺς εἶλε
λιμῷ ἐπὶ ταῖς αὐταῖς τοῖς Νουκερίνοις συνθήκαις, καὶ τὰ αὐτὰ εἰργάσατο καὶ αὐτούς. εἶτα καὶ ἐπὶ Βασιλίνας ἐστράτευσεν , ἐν ᾧ Ῥωμαῖοί τε καὶ συμμάχων 17 μάχων ὡσεὶ χίλιοι συγκατέφυγον. οἱ τοὺς μὲν ἐπιχωρίους προδοῦναι σφᾶς μελετήσαντας ἀπέκτειναν,
καὶ τὸν Ἀννίβαν πολλάκις ἀπώσαντο , καὶ πρὸς λιμὸν γενναίοις διεκαρτέρησαν · ἐπιλιπούσης δὲ τῆς τροφῆς αὐτούς, ἐπ’ ἀσκοῦ τινα διὰ τοῦ ποταμοῦ πρὸς τὸν δικτάτωρα ἔπεμψαν · ὁ δὲ πίθους ἀλεύρων πλήρεις ἐνέβαλλεν εἰς τὸν ποταμὸν νυκτός, ἐντειλάμενος
αὐτοῖς παρατηρεῖν ἐν τῷ σκότει τὸ ῥεῦμα. καὶ χρόνον μέν τινα ἐλάνθανεν οὕτως τὰς τροφὰς αὐτοῖς χορηγῶν, ἔπειτα πίθου τινὸς προσραγέντος ποι καὶ συντριβέντος ἔγνων οἱ Καρχηδόνιοι τὸ γινόμενον, καὶ ἁλύσεσι τὸν ποταμὸν διειλήφασιν. ὡς δὲ τῶ 18 λιμῷ καὶ τοῖς τραύμασι συχνοὶ διεφθάρησαν , τὸ ἕτερον τῆς πόλεως μέρος ἐξέλιπον κἀν τῷ λοιπῷ διεκαρτέρουν, τὴν γέφυραν διακόψαντες. εἶτα σπέρμα
γογγυλίδος ἀπὸ τοῦ τείχους εἴς τι χωρίον ἔξωθεν αὐτοῦ κατέβαλον. ἐποίησαν δὲ τοῦτο ἵνα καταπλήξωσι τοὺς πολεμίους ὡς καὶ ἐπὶ πολὺ ἀνταρκέσοντες. ὅθεν ὁ Ἀννίβας ἄφθονον αὐτοὺς ἔχειν τὴν τροφὴν οἰηθεὶς καὶ ἐπὶ τῇ καρτερίᾳ θαυμάσας εἰς ὁμολογίαν
προεκαλέσατο, καὶ χρημάτων ἀπέδοτο σφᾶς. ἐλύσαντο γάρ αὐτοὺς οἱ ἔξω Ῥωμαῖοι ἀσμένως, ἀλλὰ μὴν καὶ ἐτίμησαν.
PI 422 αὐτοῖς παύσασθαι τῆς ῥᾳθυμίας καὶ τῷ πολέμῳ προσέχειν. ἐντεῦθεν ἀνερρώσθησαν . καὶ κατέλαβον τὸν Ἀννίβαν καί οἱ παρεστρατοπεδεύσαντο , ὅπως τὰ πραττόμενα παρ’ αὐτοῦ παρατηρῶσι. καὶ ὅ γε Ἰούνιος ὁ δικτάτωρ τὰ τοῖς Καρχηδονίοις παραγγελλόμενα
καὶ τοὺς Ῥωμαίους ποιεῖν ὁμοίως ἐκέλευε. καὶ σῖτα καὶ ὕπνον ἐν τῷ αὐτῷ καιρῷ ᾑροῦντο, καὶ τὰς φυλακὰς ὁμοίως ἐπεσκόπουν , καὶ τἄλλα ἐπ’ ἴσης ἔπραττον. καταμαθὼν οὑν τοῦτο ὁ Ἀννίβας χειμέριον WII 82 ῥίον ἐτήρησε νύκτα, καὶ τοῖς μὲν τῶν στρατιωτῶν
ἐπέξοδον ἀφ’ ἑσπέρας ἀνεῖπε, τοῦ δὲ Ἰουνίου τὸ αὐτὸ ποιήσαντος ἐκ διαδοχῆς ἄλλοτε ἄλλους αὐτῷ προσβάλλειν ἐκέλευσεν, ἔν ἐν συνεχεῖ πόνῳ ἐκ τῆς 19 ἀγρυπνίας καὶ τοῦ χειμῶνος εἴησαν· αὐτὸς δὲ μετὰ τῶν λοιπῶν ἀνεπαύετο. ἐπεὶ δ' ἡμέρα ἐπιλάμψειν
20 ἔμελλε , τὸ στράτευμά τε δῆθεν ἀνεκαλέσατο καὶ τῶν Ῥωμαίων τὰ ὅπλα ἀποθεμένων καὶ πρὸς ἀνάπαυλαν τραπομένων ἐπῆλθεν αὐτοῖς ἄφνω καὶ συχνοὺς ἀπέκτεινε καὶ τὸ τάφρευμα ἐκλειφθὲν εἷλε.
δι’ ὄρους ὑλώδους πορευόμενος καὶ ἐνεδρευθείς· οὗ τὴν κεφαλὴν ἀποτεμόντες οἱ βάρβαροι καὶ ἐκκαθάραντες καὶ περιχρυσώσαντες πρὸς τὰ ἱερὰ αὐτῶν ἀντὶ φιάλης ἐκέχρηντο. γεγόνασι δὲ τότε τέρατα · βοῦς 21 τε γὰρ ἵππον τέτοκε καὶ ἐν θαλάσσῃ ἐξέλαμψε πῦρ.
οἷ δ’ ὕπατοι Γράκχος καὶ Φάβιος στρατοπεθευσάμενοι τόν τε Ἀννίβαν ἐν Καπύῃ ὄντα ἐπετήρουν ὅ,τι πράσσει καὶ διεπέμποντο ἑκασταχόσε, τοῖς τε συμμάχοις ἐπήμυνον, καὶ τοὺς ἀφεστηκότας οἰκειοῦσθαι ἐπειρῶντο , τά τε τῶν ἀνθισταμένων ἐκάκουν. ὁ δ’
Ἀννίβας ἕως μὲν τῆς τροφῆς ἐνδεῶς ηὐπόρει καὶ διακινδυνεύων , σωφρόνως μετὰ τοῦ στρατοῦ διῆγεν, ὡς δὲ τὴν Καπύην ἔλαβον καὶ πολλοῖς ἐπιτηδείοις ἐν ῥᾳστώνῃ διεχείμασαν , τήν τε ἰσχὺν τῶν σωμάτων μὴ πονούμενοι καὶ τὴν ῥώμην τῆς γνώμης ὑπὸ τῆς
εὐθυμίας ἠλαττώθησαν , καὶ τὴν πάτριον ἀμείψαντες 22 δίαιταν μετέμαθον ἡττᾶσθαι μαχόμενοι. ἐπεὶ δὲ ὁ πόλεμος ἤ δὴ ἐπέκειτο, ἐς ὄρη μετέστη καὶ ἐγύμναζε τὸ στράτευμα. οἱ δ' οὐχ οἶοί τε δι’ ὀλίγου ῥωσθῆναι γεγόνασι. βοηθείας δὲ αὐτῷ οἴκοθεν ἄλλης τε καὶ
ἐλεφάντων ἐλθούσης ἀνεθάρσησε καὶ ἐπὶ Νῶλαν ὡς αἱρήσων αὐτὴν ἢ τόν γε Μάρκελλον τὴν Σαυνίτιδα πορθοῦντα ταύτης ἀπάξων ὥρμησεν. ὡς δ’ οὐδὲν ἐπέραινε , τῆς μὲν πόλεως ἀπέστη, τὴν δὲ χώραν ἔκειρε, μέχρις οὑ μάχῃ κατὰ τὸ ἰσχυρὸν ἡττήθη, ἐφ’ ᾧ καὶ ἤλγησε. πολλοὶ μὲν γὰρ Ἴβηρες, πολλοὶ δὲ καὶ τῶν Λιβύων ἐγκατέλιπον αὐτὸν καὶ πρὸς τοὺς Ῥωμαίους ηὐτομόλησαν , ὃ οὔπω πρῴην
PI 423 ἔπαθε. καταγνοὺς δ' ἐκ τούτου καὶ ἑαυτοῦ καὶ τῶν στρατιωτῶν , πᾶσαν τὴν γῆν ἐκείνην ἐξέλιπε καὶ εἰς τὴν Καπύην ἀνεχώρησεν· εἶτα κἀκεῖθεν μετέστη.
καὶ τὸν Ἀσδρούβαν διὰ ταῦτα σπουδῇ ἐπελθόντα μάχῃ ἐνίκησαν. οἱ Καρχηδόνιοι δὲ ταῦτα μαθόντες, καὶ νομίσαντες πλείονος τὸν Ἀσδρούβαν ἢ τὸν Ἀννίβαν δεῖσθαι βοηθείας , καὶ φοβηθέντες μὴ καὶ ἐς τὴν Λιβύην οἱ Σκιπίωνες διαβῆναι ἐπιχειρήσωσι,
τῷ μὲν Ἀννίβᾳ βραχεῖαν δύναμιν ἔπεμψαν, τὴν πλείστην δὲ μετὰ τοῦ Μάγωνος εἰς τὴν Ἰβηρίαν τάχιστα 23 ἀπεστάλκασι, κελεύσαντες μετὰ τὴν τῆς Ἰβη- ρίας κατάστασιν τὸν μὲν ἐπὶ τῇ τῶν ἐκεῖ φυλακῇ καταμεῖναι , τὸν δὲ Ἀσδρούβαν ἐπὶ τὴν Ἰταλίαν σὺν
δυνάμει σταλῆναι. ὃ γνόντες οἱ Σκιπίωνες οὐκέτ’ ἐμαχέσαντο, ἵνα μὴ κρατήσας ’ίσως ὁ Ἀσδρούβας εἰς τὴν Ἰταλίαν ἐπειχθῇ. ὡς δὲ τὸ τῶν Ῥωμαίων φίλιον ἐκάκουν οἱ Καρχηδόνιοι, Πούπλιος μὲν ὁμόσε τοῖς προσπεσοῦσιν αὐτῷ τῶν ἐναντίων ἐχώρησέ τε καὶ
ἐπεκράτησε, Γναῖος δὲ τοὺς ἀποχωροῦντας σφῶν ἐκ τῆς μάχης ὑπολαβὼν προσδιέφθειρεν. ἐκ δὲ τῆς συμφορᾶς ταύτης , καὶ ὅτι καὶ πόλεις συχναὶ πρὸς WII 83 τοὺς Ῥωμαίους μεθίσταντο καὶ τῶν Λιβύων τινὲς αὐτοῖς προσεχώρησαν , πλέον ἢ διενοεῖτο ὁ Ἀσδρούβας
24 βὰς κατέμεινεν. οἱ δὲ Σκιπίωνες εἰς τὴν Ἰταλίαν εὐθὺς τοὺς προσχωρήσαντας ἔστειλαν, αὐτοὶ δὲ τὰ ἐν τῇ Ἰβηρίᾳ καθίστων , καὶ τοὺς τῶν Ζακυνθίων ὑπηκόους τοὺς καὶ τοῦ πολέμου καὶ τῆς συμφορᾶς αἰτίους αὐτοῖς γενομένους ἑλόντες τό τε πόλισμα κατέσκαψαν καὶ τοὺς ἀνθρώπους ἐπώλησαν καὶ τὴν
Ζάκυνθον μετὰ τοῦτο κομισάμενοι τοῖς ἀρχαίοις πολίταις ἀπέδοσαν. τοσαύτῃ τε ἀκριβείᾳ περὶ τὴν λείαν ἐχρήσαντο ὡς μηδὲν οἴκοι πέμψαι· τοῖς μὲν γὰρ συστρατευομένοις ἐπέτρεπον τοῦτο ποιεῖν , αὐτοὶ δὲ ἀστραγάλους τοῖς τέκνοις ἔπεμψαν. ὅθεν ἡ γερουσία,
ποραιτουμἐνου τοῦ Γναίου ἵν ἀπελθὼν οἔκαδε προῖκα τῇ θυγατρὶ ἐρανίσῃ ὡραίᾳ οὔσῃ ἀνδρός, ἐψηφίσαντο ἐκ τοῦ δημοσίου προῖκα δοθῆναι αὐτῇ.
ὀλίγου κατέστη , καὶ ὁ Ἀσδρούβας ἐπικουρῶν αὐταῖς ἑάλω , καὶ τὴν νῆσον μικροῦ πᾶσαν ἀνεκτήσατο Μάλλιος Τορκουάτος. καὶ τότε μὲν τὰ ἐν τῇ Σικελίᾳ ἡσύχασε, μετὰ δὲ ταῦτα ἐταράχθη. ὁ δὲ τῆς Μακε- δονίας βασιλεὺς Φίλιππος φανερώτατος τόν Καρχηδονίων
ἐγένετο σπουδαστής. τῆς γὰρ Ἑλλάδος προσεπάρξαι θέλων συνθήκας πρὸς τὸν Ἀννίβαν ἔθετο ὥστε κοινῇ πολεμῆσαι, καὶ τὴν μὲν Ἰταλίαν τοὺς Καρχηδονίους λαβεῖν , τὴν δ’ Ἑλλάδα καὶ τῆν’ Ἤπειρον μετὰ τῶν νήσων ἐκεῖνον. ἡ μὲν οὑν ὁμολογία
ἐπὶ τούτοις ἐγένετο, τοῦ κήρυκος δὲ τοῦ ὑπὸ PI 424 Φιλίππου πεμφθέντος πρὸς τὸν Ἀννίβαν ἁλόντος ἔμαθον οἱ Ῥωμαῖοι τὸ γινόμενον , καὶ παραχρῆμα στρατηγὸν ἐπ’ αὐτὸν Μάρκον Οὐαλέριον Λαουίνιον ἔστειλαν, ὅπως περὶ τοῖς οἴκοι δείσας κατὰ χώραν
μείνῃ. καὶ ἔσχεν οὕτως · προῆλθε μὲν γὰρ μέχρι 26 τῆς Κερκύρας ὁ Φίλιππος ὡς ἐς τὴν Ἰταλίαν πλευσόμενος, μαθὼν δὲ τὸν Λαουίνιον ἐς τὸ Βρεντέσιον ἤδη παρόντα οἴκαδε ἀνεκομίσθη. τοῦ Λαουινίου δὲ μέχρι τῆς Κερκύρας πλεύσαντος , εἰς τοὺς τῶν Ῥωμαίων συμμάχους ὥρμησε, καὶ εἶλεν Ὤρικον, Ἀπολλωνίαν
τ' ἐπολιόρκει. ἐπιστρατεύσας δ’ αὖθις αὐτῶ 27 Λαουίνιος καὶ Ὤρικον ἀνεκτήσατο καὶ τὴν Ἀπολλωνίαν ἐρρύσατο. κἀντεῦθεν ὁ Φίλιππος τὰς ναῦς αἷς ἐκέχρητο καταπρήσας πεζῇ ἐπ’ οἴκου ἀνεχώρησεν.
καὶ τὸν Μάρκελλον. οἱ τὸν μὲν Ἀννίβαν τὴν νῦν Εαλαβρίαν καλουμένην καὶ τὰ περὶ αὐτὴν περιπορευόμενον τῷ Γράκχῳ τῷ πρὸ αὐτῶν ἄρξαντι ἐπέταξαν· καὶ ὃς Ἄννωνα περὶ Βενεβεντὸν ἀπαντήσαντά οἱ ἐκ Βρεττίων ἐτρέψατο , κἀντεῦθεν προιὼν
τόν τε Ἀννίβαν παρεφύλαττε καὶ τὰ τῶν ἀφεστηκότων ἐπόρθει, πόλεις τέ τινας ἀνεσώσατο· αὐτοὶ δὲ οἱ ὕπατοι πρὸς τὴν Καμπανίαν ἐτράποντο , ἵν 28 αὐτὴν χειρωσάμενοι μηδὲν κατόπιν πολέμιον ὑπολίπωσιν, οὕτω τε ἐπὶ τὸν Ἀννίβαν χωρήσωσιν. εἶτα
διαιρεθέντες Φάβιος μὲν τά τε ἐκείνων τά τε τοῦ Σαυνίου κατ’ ἔτρεχε, Μάρκελλος δὲ εἰς τὴν Σικελίαν ἐπεραιώθη καὶ τὰς Συρακούσας ἐπολιόρκει, προσχωρησάσας μὲν αὐτῷ, εἶτ’ ἀποστάσας δόλῳ τινῶν ὑπὸ ψευδοῦς ἀγγελίας. καὶ δι’ ἐλαχίστου ἂν αὐτὰς ἐχειρώσατο
καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἅμα προσβαλὼν τῷ τείχει, εἰ μὴ ὁ Ἀρχιμήδης μηχαναῖς ἐπὶ πλεῖστον αὐτοὺς ἐποίησεν ἀντισχεῖν. καὶ λίθους γὰρ καὶ ὁπλίτας μηχανήμασιν ἀπαρτῶν καθίει τε ἐξαπιναίως αὐτοὺς καὶ ἀνέσπα δι’ ὀλίγου. ταῖς δὲ
ναυσὶ καὶ ταῖς πυργοφόροις ἑτέρας ἐπιρρίπτων 29 WII 84 ἀνεῖλκέ τε αὐτὰς καὶ μετεωρίζων ἀθρόως ἠφίει, ὥστε ἐμπιπτούσας εἰς τὸ ὕδωρ ῥύμῃ βαπτίζεσθαι. καὶ τέλος σύμπαν τὸ ναυτικὸν τῶν Ῥωμαίων παραδόξως κατέπρησε. κάτοπτρον γάρ τι πρὸς τὸν ἤλιον ἀνατείνας τήν τε ἀκτίνα αὐτοῦ ἐς αὐτὸ εἰσεδέξατο
καὶ τὸν ἀέρα ἀπ’ αὐτῆς τῇ πυκνότητι καὶ τῇ λειότητι τοῦ κατόπτρου πυρώσας φλόγα τε μεγάλην ἐξέκαυσε καὶ πάσαν αὐτὴν ἐς τὰς ναῦς ὑπὸ τὴν τοῦ πυρὸς ὁδὸν ὁρμούσας ἐνέβαλε καὶ πάσας κατέκαυσεν. ἀπογνοὺς οὖν ὁ Μάρκελλος τὴν πόλιν αἱρήσειν διὰ
τὸ τοῦ Ἀρχιμήδους εὐμήχανον , λιμῷ αὐτοὺς κατασχεῖν ἐκ προσεδρείας διεμελέτησε. καὶ ταύτας μὲν τῷ Πούλχρῳ ἐπέτρεψεν, αὐτὸς δ’ ἐπὶ τοὺς συναποστάντας σφίσιν ἐτράπετο · καὶ τοῖς μὲν γνωσιμαχοῦσι συγγνώμην ἔνεμε, τοὺς δ' ἀνθισταμένους μετεχειρίζετο PI 425 χαλεπῶς, καὶ συχνὰς μὲν τῶν πόλεων βίᾳ , τινὰς δὲ καὶ προδοσίᾳ ᾕρει. ἐν τούτοις δ' Ἱμίλκων ἐκ Καρχηδόνος σὺν στρατῷ ἧκε , τὸν Ἀκράγαντά τε κατέσχε καὶ τὴν Ἡράκλειαν , καὶ πρὸς Συρακούσας ἐλθὼν ἡττήθη τε καὶ ἀντεπεκράτησε, καὶ τοῦ Μαρκέλλου
ἐξαπίνης αὐτῷ προσπεσόντος αὖθις ἐνικήθη.
καὶ ὁ Γράκχος ἐν τῇ Λευκανίᾳ ἀπώλετο, καὶ οἱ Ταραντῖνοι καὶ ἄλλαι πόλεις ἀπέστησαν , καὶ ὁ Ἀννίβας κατεπτηχὼς πρότερον ἐν τῇ Ἰταλίᾳ τε ἔμεινε καὶ ἐπὶ τὴν Ῥώμην ἐστράτευσε, καὶ οἱ Σκιπίωνες ἄμφω διώλοντο. ἐπαρθεὶς οὖν ἐπὶ τούτοις ὁ Ἀννίβας ἐπεχείρησε τῇ Καπύῃ βοηθῆσαι. καὶ ἦλθε μέχρι 30 Βενεβεντοῦ· τὸν δὲ Κλαύδιον εἰς τὴν Λευκανίαν ἐκ τοῦ Σαυνίου διὰ τὸν τοῦ Γράκχου θάνατον ἀπε- ληλυθέναι πυθόμενος , καὶ φοβηθεὶς μή τινα αὐτῆς σφετερίσηται, οὐκέτι περαιτέρω προεχώρησεν, ἐπ’ ἐκεῖνον δ' ἐτράπετο τῶν Σκιπιώνων δὲ θανόντων
πᾶσα ἡ Ἰβηρία τετάρακτο, καὶ οἱ μὲν ἑκουσίως πρὸς τοὺς Καρχηδονίους ἀπέκλινον , οἱ δὲ καὶ ἀωαγκαζόμενοι, 31 μένοι, εἰ καὶ ὕστερον αὖθις πρὸς τοὺς Ῥωμαίους ἀπένευσαν.
στρατιώταις τισὶ κατ’ ἐκεῖνο τὸ χωρίον ὑπερβῆναι τὸ τεῖχος. κἀκ τούτου πύλαι τέ τινες ὑπ’ αὐτῶν ἀνεῴχθησαν καὶ εἰσελθόντων καὶ ἑτέρων ἅμα πάντες ἀπὸ σημείου καὶ οἱ ἔσω καὶ οἱ ἔξω συνεβόησαν καὶ τοῖς δόρασι τὰς ἀσπίδας συνέκρουσαν καὶ οἱ
σαλπιγκταὶ προσεπήχησαν , ὥστε ἀθρόαν τὴν ἔκπληξιν τοῖς Συρακουσίοις μηδ’ ἄλλως εὑ ἔχουσιν 32 ὑπὸ μέθης συμβῆναι, καὶ τὴν πόλιν ἁλῶναι πλὴν τῆς Ἀχραδινῆς καὶ τῆς Νήσου καλουμένης. ὁ οὑν Μάρκελλος τά τε ἑαλωκότα διήρπασε καὶ τοῖς μὴ
ἁλοῦσι προσέβαλε, καὶ σὺν πόνῳ μὲν καὶ χρόνῳ, ὅμως δ’ οὖν καὶ τῶν λοιπῶν τῆς Συρακούσης ἐκράτησεν. ἐγκρατεῖς δὲ τούτων οἱ Ῥωμαῖοι γενόμενοι ἄλλους τε πολλοὺς καὶ τὸν Ἀρχιμήδην ἀπέκτειναν. διάγραμμα γάρ τι διαγράφων, καὶ ἀκούσας τοὺς
πολεμίους ἐφίστασθαι , " πὰρ κεφαλάν " ἔφη καὶ μὴ παρὰ γραμμάν.’’ ἐπιστάντος δὲ αὐτῷ πολεμίου βραχύ τε ἐφρόντισε καὶ εἰπών " ἀπόστηθι , ἄνθρωπε , ἀπὸ τῆς γραμμῆς’’ παρώξυνέ τε αὐτὸν καὶ κατεκόπη.
ἐπῃνεῖτο μεγάλως καὶ ὕπατος ἀποδέδεικτο. προεβάλοντο μὲν γὰρ τὸν Τορκουάτον, ὅς ποτε τὸν υἱὸν ἀπέκτεινεν· ἐπεὶ δ’ ἐκεῖνος ἀπηνήνατο, εἰπὼν ὡς οὔτ’ αν ἐγὼ τὰ ὑμέτερα ἁμαρτήματα οὔτ’ ἂν ὑμεῖς τὴν ἐμὴν ἀκρίβειαν ἐνέγκοιτε,’ τὸν Μάρκελλον καὶ
Λαουίνιον τὸν Οὐαλέριον ἐχειροτόνησαν. ἀπελθόντος δὲ τοῦ Μαρκέλλου ἐκ Σικελίας, δύναμιν ἱππέων ἐς αὐτὴν ὁ Ἀννίβας ἀπέστειλε, καὶ ἑτέραν οἱ Καρχηδόνιοι ἔπεμψαν · καὶ μάχαις τισιν ἐνίκησαν καὶ πόλεις προσεποιήσαντο· καὶ εἴ γε μὴ Κορνήλιος 33
Δολοβέλλας στρατηγὸς ἐπελήλυθε , πᾶσαν τὴν Σικελίαν ἐχειρώσαντο ἄν.
καὶ διὰ τῶν Λατίνων ἐλάσαντος καὶ πρὸς τὸν Τίβεριν ἐλθόντος καὶ πορθοῦντος τὰ πρὸ τοῦ ἄστεος. οἱ γὰρ ἐν τῇ Ῥώμῃ ἐφοβήθησαν μέν, ἐψηφίσαντο δὲ τὸν ἕτερον τῶν ὑπάτων ἐν Καπύῃ μείναι, τὸν δ' ἕτερον αὐτοῖς ἐπαμῦναι. καὶ Κλαύδιος μὲν ἐν τῇ Καπύῃ
κατέμεινεν , ἐτέτρωτο γάρ, Φλάκκος δὲ πρὸς τὴν 34 Ρώμην ἠπείχθη.
χαλάζης καὶ ἀστραπῶν , ὥστ’ ἄμφω ἀγαπητῶς ὡς ἐκ συνθήματος ἀναφυγεῖν ὅθεν ὥρμησαν. ἄρτι τε τὰ 36 ὅπλα κατετίθεντο καὶ αἰθρία ἐγένετο. ὁ γοῦν Ἀννίβας, καίτοι οὐκ ἀθεεὶ λογισάμενος παρὰ τὸν τῆς συν- όδου καιρὸν συνενεχθῆναι τὰ γεγονότα, ὅμως οὐκ
ἀπέστη τῆς πολιορκίας, ἀλλὰ καὶ αὖθις μετὰ τοῦτο συμβαλεῖν ἐπεχείρησεν. ὡς δὲ καὶ τότε τὰ αὐτὰ συνέβη, κατέδεισε. καὶ προσεκπλαγεὶς ὅτι ἐν τηλικούτῳ κινδύνῳ ὄντες οὔτε τῆς Καπύης ἀπέστησαν καὶ ἐς τὴν Ἰβηρίαν καὶ στρατιώτας καὶ στρατηγὸν
πέμψειν ἔμελλον, καὶ ὅτι χρημάτων δεηθέντες ἐπώλησαν ἄλλα τε καὶ τὸ χωρίον ἐν ᾧ ἐστρατοπεδεύετο δημόσιον ὄν, καὶ ἀπογνούς , ἀπανέστη, πολλάκις ἀναβοήσας " ὦ Κάνναι Κάνναι.’’ καὶ οὐδὲ τῇ Καπύῃ ἔτ’ ἐπικουρῆσαι ἠθέλησεν.
PI 427
ἔφθη τεθνηκὼς ἐκ τοῦ τραύματος, τὰς χεῖρας ἀπετμήθησαν. οὓς ἰδόντες οἱ Καμπανοὶ δεινῶς κατεπλάγησαν καὶ ὅ,τι πράξουσιν ἐβουλεύοντο. λεχθέντων δὲ πολλῶν, Ἰούβιός τις Οὀίριος ἐν τοῖς πρώτοις αὐτῶν ὢν καὶ τῆς ἀποστάσεως αἰτιώτατος " μία ἡμῖν
ἐστιν ἔφη ‘‘καταφυγὴ καὶ ἐλευθερία ὁ θάνατος. καί μοι ἀκολουθήσατε οἴκαδε· ἔχω γάρ τι φάρμακον παρεσκευασμένον.’’ καὶ ὁ μὲν παραλαβὼν τοὺς αὐτῶ 37 πεισθέντας ἑκούσιος ἀπέθανε σὺν αὐτοῖς, καὶ οἶ λοιποὶ τὰς πύλας τοῖς Ρωμαίοις ἀνέῳξαν · ὁ δὲ Φλάκκος τά τε ὅπλα αὐτῶν καὶ τὰ χρήματα πάντα ἀφείλετο,
καὶ τῶν ἀνδρῶν τῶν κορυφαίων τοὺς μὲν ἀπέκτεινε, τοὺς δὲ ἐς τὴν Ῥώμην ἔπεμψε, μόνων δ’ ἀπέσχετο τόν ἐκ τοῦ ὁμίλου περιλειφθέντων ἐπὶ τῷ καὶ ἄρχοντα αὐτοὺς Ῥωμαῖον λαμβάνειν καὶ μήτε βουλὴν ἔχειν μήτε σύνοδον ποιεῖσθαι.
ἀρχῇ προσηκόντων πρὶν ἀπολογήσασθαι. οἶ Συρακούσιοι δὲ καταστάντες εἰς λόγους οἰκονομικώτερον τῇ διαλέξει ἐχρήσαντο , οὐκ εἰς κατηγορίαν τοῦ Μαρκέλλου, ἀλλ’ εἰς ἱκετείαν τραπέντες καὶ ἀπολογίαν τοῦ μὴ ἑκόντες ἀποστῆναι Ῥωμαίων , καὶ συγγνώμης
τυχεῖν ἀξιοῦντες. καὶ ταῦτα λέγοντες εἰς τὴν γῆν πεσόντες ὠλοφύροντο. καὶ διαγνώμης γενομένης ἔδοξε τὸν Μάρκελλον μὲν μηδὲν ἀδικεῖν, τοὺς μέντοι Συρακουσίους φιλανθρωπίας τινὸς ἀξίους εἶναι, οὐκ ἐξ ὧν ἐποίησαν, ἀλλ’ ἐξ ὧν εἶπόν τε καὶ ἱκέτευσαν.
τοῦ δὲ Μαρκέλλου παραιτησαμένου τὸ ἀπελθεῖν εἰς 39 Σικελίαν , τὸν Λαουίνιον ἔπεμψαν. καὶ οἶ μὲν Συρακούσιοι οὕτως τινὸς συγγνώμης ἔτυχον, οἶ δὲ Καμπανοὶ ὑπ’ ἀπαιδευσίας θρασύτερον τῇ κατηγορίᾳ χρησάμενοι καὶ ἐπετιμήθησαν, μηδὲ παρόντος τοῦ Φλάκκου,
ἀλλά τινος τῶν ὑπεστρατηγηκότων αὐτῷ ἀπολογησαμένου.
καὶ περιιόντες οἱ ὕπατοι προσεποιοῦντο αὐτήν. Ταραντῖνοι δὲ φανερῶς μὲν οὐδέπω τὰ τῶν Ῥωμαίων PI 428 ᾑροῦντο, λάθρᾳ δὲ τοῖς Καρχηδονίοις ἤχθοντο.
δὲ αὐτούς , ἐπεὶ οὐκ ἐδέξαντο τὸν Καρθάλωνα τοῦ τείχους ἐντός, ὡς πολέμιον· οὐδ’ ἐς λόγους γὰρ αὐτοῖς ἐλθεῖν ἠθέλησεν, εὐθὺς δὲ ὠργισμένος ἀνέστρεψε.
Φιλίππῳ προσηταιρίσατο , καὶ τὸν Φίλιππον μέχρι Κερκύρας προχωρήσαντα αὖθις ἐξεφόβησεν, ὥστε καὶ ἐς τὴν Μακεδονίαν τάχει ἐπανελθεῖν.
41 τῷ ναυτικῷ μέχρι τοῦ Ἴβηρος , ἔνθα καὶ τὰ λοιπὰ στρατεύματα εὑρηκὼς ἐπῆλθε τῷ Ἀσδρούβᾳ πρὶν γνωσθῆναι ὅτι πάρεστι. καὶ περιστοιχισάμενος αὐτὸν ἠπατήθη. ἰδὼν γὰρ ὁ Ἀσδρούβας ὡς ἀπείληπται, προεκηρυκεύσατο πρὸς τὸν Νέρωνα ὥστε
τὴν Ἰβηρίαν πάσαν ἀφεθεὶς ἐκλιπεῖν. ὡς δ’ ἐκεῖνος ἀσμένως τοὺς λόγους ἐδέξατο, ἀναβαλλόμενος ἵνα τὰς συνθήκας τῇ ὑστεραίᾳ ποιήσηται, ὑπεξέπεμψε τῆς νυκτὸς ἄλλους ἄλλῃ τῶν ὀρῶν. διεξελθόντων 42 δ’ ἐκείνων, ἄτε μὴ φυλακῆς οὔσης παρὰ τῶν Ῥωμαίων διὰ τὰς τῶν σπονδῶν ἐλπίδας , ἦλθε μὲν τῇ ἐπιούσῃ ἐς λόγους τῷ Νέρωνι, κατέτριψε δὲ πάσαν αὐτὴν πρίν τι ἐπικυρωθῆναι. καὶ ἄλλους αὖθις τῆς
νυκτὸς ὁμοίως ἀπέπεμψε. τοῦτο δὲ καὶ ἐν ἄλλαις 43 τισὶν ἡμέραις ὁμοίως πεποίηκεν, ἀμφισβητῶν τινα ἐν τῇ συμβάσει. προελθόντων δὲ τῶν πεζῶν ἁπάντων, τέλος καὶ αὐτὸς σύν τοῖς ἱππεῦσι καὶ τοῖς ἐλέφασιν ὑπεξεχώρησε. καὶ διασωθεὶς φοβερὸς αὖθις
τῷ Νέρωνι ἐγένετο.
καὶ πολλοὶ διὰ τὸ τῶν Σκιπιώνων πάθος ἐξίσταντο, ὁ Σκιπίων ἐκεῖνος ὁ Πούπλιος ὁ τὸν πατέρα τρωθέντα σώσας ἑαυτὸν ἐθελοντὴς εἰς τὴν στρατείαν ἐπέδωκεν. ἦν δὲ καὶ ἀρετῇ κράτιστος καὶ 44 παιδείᾳ λογιμώτατος. καὶ παραχρῆμα μὲν ᾑρέρη· WII 87
μεταμέλον δὲ οὐ πολλῷ ὕστερον διά τε τὴν ἡλικίαν αὐτοῦ, τέταρτον γὰρ καὶ εἰκοστὸν ἔτος τῆς ζωῆς ἦγε, καὶ ὅτι καὶ ἡ οἰκία αὐτοῦ διὰ τὸν τοῦ πατρὸς καὶ τοῦ θείου ὄλεθρον ἐπένθει, ἦλθεν αὖθις εἰς τὸ κοινὸν καὶ ἐδημηγόρησε, καὶ οἶς εἶπε καταιδἐσας τοὺς
τῆς βουλῆς, τὴν μὲν ἀρχὴν οὐκ ἀφῃρέθη, Μάρκος δὲ Ἰούνιος ἀνὴρ γηραιὸς προσεπέμφθη αὐτῷ.
τὸν Ἀννίβαν , καὶ τὰ μὲν πλείστα δι’ ἀσφαλείας 45 PI 429 ἐποιεῖτο , δεδιὼς πρὸς ἀπονενοημένους διακινδυνεῦσαι· εἰ δέ ποτε ἠναγκάσθη προσμίξαι , κρείττων ἐκ φρονήσεως εὐτολμίᾳ κεκραμένης ἐγένετο. ὁ οὖν Ἀννίβας διά τε ταῦτα καὶ ὅτι αἱ πόλεις αἶ συμμαχοῦσαι αὐτῶ αἱ μὲν ἐγκαταλελοίπεσαν αὐτόν, αἱ δὲ
διενοοῦντο , καὶ δι’ ἕτερ' ἄττα, κακῶσαι τὰ χωρία ἃ μὴ κατέχειν οἷος ἦν ἐπεχείρησε. καὶ πολλοῖς ἐλυμήνατο, καὶ πλείους διὰ τοῦτο ἀφίσταντο.
ἦσαν. καὶ Ἀλίνιος μὲν τὰ τῶν Καρχηδονίων 46 ἐφρόνει, Πλαύτιος δὲ τὰ τῶν Ῥωμαίων, ὃς καὶ διειλέχθη τῷ Ἀλινίῳ περὶ προδοσίας τῆς εἰς Ῥωμαίους. μηνύσαντός τε εὐθὺς ἐκείνου τῷ Ἀννίβᾳ ταῦτα, ἐς δίκην ὑπήχθη ὁ Πλαύτιος. βουλευομένου δὲ τοῦ
Ἀννίβου μετὰ τῶν συνέδρων ὅπως αὐτὸν κολάσει, ἐτόλμησεν ἐπ’ ὄψει αὐτοῦ τῷ Ἀλινίῳ πέλας που ὄντι περὶ προδοσίας αὖθις εἰπεῖν. ἀναβοήσαντος δ' ἐκείνου " ἴδε ἴδε, καὶ νῦν μοι περὶ αὐτοῦ τούτου λαλεῖ, οὐκ ἐπίστευσεν ὁ Ἀννίβας διὰ τὸ ἄτοπον, ἀλλὰ καὶ
ὡς συκοφαντούμενον αὐτὸν ἀπέλυσεν. ἀφεθέντος δὲ ὡμονόησαν ἄμφω, καὶ στρατιώτας παρὰ τοῦ Μαρκέλλου ἐπαγαγόμενοι τήν τε φρουρὰν τῶν Καρχηδονίων 47 κατέκοψαν καὶ τὴν πόλιν τοῖς Ῥωμαίοις παρέδοσαν.
τὰ πράγματα· καὶ οὐδ’ ἡ Σικελία ἦν εὐνοοῦσα αὐτοῖς, ἀλλὰ τῷ ὑπάτῳ τῷ Λαουινίῳ προσε- χώρουν. ἡγεῖτο μὲν γὰρ τῶν ἐν τῇ Σικελίᾳ Καρχηδονίων Ἄννων , συνεστρατεύετο δὲ αὐτό καὶ Μουτίνας.
τίνας. ὃς συνὼν τῶ Ἀννίβᾳ πρῴην, καὶ φθονηθεὶς ὅτι μεγάλα ἔργα ἀρετῆς ἐπεδείκνυτο, ἐς Σικελίαν ἐπέμφθη. ὡς οὗν κἀκεῖ λαμπρῶς ἱππάρχει, φθόνον καὶ πρὸς τοῦ Ἄννωνος ὦφλε, καὶ διὰ τοῦτο τῆς ἱππαρχίας ἐπαύθη. περιαλγὴς γοῦν διὰ ταῦτα γενόμενος πρὸς τοὺς Ῥωμαίους ἀπέκλινε. καὶ πρῶτον
μὲν προδοσίαν Ἀκράγαντος συνέπραξε σφίσιν , εἶτα 48 καὶ τἄλλα συγκατειργάσατο , ὥστε πᾶσαν αὖθις τὴν Σικελίαν ὑπ’ αὐτοὺς ἄνευ μεγάλου πόνου γενέσθαι.
αὐτόν, ἐχειρώσαντο. κελεύσαντες γάρ τισι τὴν Βρεττίαν κατατρέχειν , ἴν ὁ Ἀννίβας εἰς ἐπικουρίαν αὐτῆς ἀπάρῃ ἐκ Τάραντος, ἐπεὶ τοῦτο ἐγένετο, Φλάκκος μὲν ἐκεῖνον ἐπετήρει, Φάβιος δὲ ἐν τούτῳ νυκτὸς τῷ Τάραντι ταῖς τε ναυσὶν ἄμα καὶ τῷ πεζῷ προσβαλών,
τῇ τε προσβολῇ καὶ τῇ προδοσίᾳ εἶλε τὴν πόλιν. ὁ οὖν Ἀννίβας διὰ τὴν ἀπάτην ἀχθόμενος ἀντεπιβουλεῦσαι PI 430 τῷ Φαβίῳ ἐσπούδασε καὶ ἐπιστολὴν αὐτῷ ἐκ Μεταποντίου ὡς παρὰ τῶν ἐπιχωρίων ἐπὶ προδοσίᾳ τῆς πόλεως ἔπεμψεν , ἐλπίσας ἀπερισκέπτως
αὐτὸν προσιόντα ἐνεδρεύσειν. καὶ ὃς ὑπετόπησε τὸ πραττόμενον , καὶ παραβαλὼν τὰ γράμματα ταῖς WII 88 ἐπιστολαῖς ἃς τοῖς Ταραντίνοις ποτὲ ἐγεγράφει, κατεφώρασεν ἐκ τῆς αὐτῶν ὁμοιότητος τὸ ἐπιβούλευμα. Σκιπίων δὲ τὸν ἄλλον χρόνον, εἰ καὶ τιμωρῆσαι
τῷ πατρὶ καὶ τῷ θείῳ ἐγλίχετο καὶ τῆς τοῦ πολέμου δόξης ὠρέγετο , ἀλλ’ οὐκ ἠπείγετο , διὰ τὸ πλῆθος τῶν ἐναντίων. ἐπεὶ δ' ᾔσθετο αὐτοὺς χειμάζοντας πόρρω ποι , ἐκείνους μὲν εἴα , ἐς δὲ τὴν Καρχηδόνα 49 τὴν ταύτῃ ὥρμησεν· οὐ μέντοι τις τὸ παράπαν τὴν 50 ὁρμὴν αὐτοῦ ἔγνωκε πρὶν πρὸς αὐτῇ τῇ Καρχηδόνι γενέσθαι· καὶ ἔλαβε σὺν πόνῳ τὴν πόλιν.
ἐπιβάντι, δύο ἄνδρες, ὁ μὲν Ῥωμαῖος , ὁ δ’ ἐκ τῶν συμμάχων, περὶ αὐτοῦ ἠμφισβήτησαν. διαφερομένων δ’ ἐκείνων καὶ τὸ ἄλλο πλῆθος ἐθορυβήθη , καὶ 51 ἐπὶ πλεῖστον ἐταράχθησαν , ὥστε καὶ δεινόν τι δρᾶσαι, εἰ μὴ ὁ Σκιπίων καὶ ἄμφω ἐστεφάνωσε, καὶ
συχνὰ μὲν τοῖς στρατιώταις διέδωκε, συχνὰ δὲ καὶ τοῖς δημοσίοις προσένειμε, καὶ τοὺς ἐκεῖ κατεχομένους ὁμήρους προῖκα πάντας τοῖς οἰκείοις ἀπέδωκεν. ὅθεν πολλοὶ μὲν δῆμοι , πολλοὶ δὲ καὶ δυνάσται αὐτῷ προσεχώρησαν , καὶ τὸ τῶν Κελτιβήρων
ἔθνος πρὸς τοῖς λοιποῖς. παρθένον γὰρ ἐν τοῖς αἰχμαλώτοις λαβὼν κάλλει ἐπιφανῆ, ἐνομίσθη μὲν ἔσεσθαι αὐτῆς ἐν ἔρωτι, μαθὼν δὲ ὅτι τινὶ τῶν ἐν τέλει Εελτιβήρων ἐγγεγύηται, μετεπέμψατο αὐτὸν καὶ τὴν νεᾶνιν αὐτῷ παραδέδωκε, προσεπιδοὺς καὶ
52 τὰ λύτρα ἃ οἱ προσήκοντες αὐτῇ προσεκόμισαν. κἀκ τούτου καὶ ἐκείνους καὶ τοὺς λοιποὺς ἀνηρτήσατο.
πορείαν πολέμιον , προσαπήντησεν αὐτῷ, καὶ ἐν τῷ στρατοπέδῳ αὐτοῦ κρατήσας ἐνηυλίσατο, καὶ πολλοὺς τῶν ἐκεῖ προσεποιήσατο. ἦν μὲν γὰρ ἐν ταῖς στρατηγίαις δεινός , ἐν δὲ ταῖς ὁμιλίαις ἐπιεικής , καὶ ἐς μὲν τοὺς ἀνθισταμένους φοβερός, ἐς δὲ τοὺς ὑπεί- 53 κοντας καὶ μάλα φιλάνθρωπος. μάλιστα δ’ ὅτι καὶ ἐθείασε, προειπὼν ὡς ἐν τῇ τῶν πολεμίων στρατοπεδεύσοιτο, πάντες ἐτίμων αὐτόν · οἱ δ’ Ἴβηρες καὶ PI 431 βασιλέα μέγαν ὠνόμαζον.
ἐν τῇ Ἰταλίᾳ Ῥωμαίοις ἐπικουφίσαι τὸν πόλεμον γενομένῳ ἐκεῖ, ἢ πρὸς τὴν Καρχηδόνα πλεῦσαι. ὁ δὲ Σκιπίων τὸν μὲν Ἀσδρούβαν οὐκ ἐπεδίωξε, πέμψας δὲ δρομοκήρυκας τὴν πρόσοδον αὐτοῦ τοῖς ἐν τῇ Ῥώμῃ δι’ αὐτῶν προεκήρυξεν , αὐτὸς δὲ τῶν ἐν
χερσὶν εἴχετο. καὶ ὁρῶν τοὺς ἐναντίους πολλαχῇ τῆς χώρας ὄντας , ἐδεδίει μή τισιν αὐτῶν προσμίξας εἰς 54 ἕν ἅπαντας συναγάγῃ ἀλλήλοις ἐπικουρήσοντας. αὐτὸς μὲν οὖν ἐστράτευσεν ἐπ’ Ἀσδρούβαν τὸν Γίσγωνος, Σιλανὸν δὲ ἐς Κελτιβηρίαν ἐπὶ Μάγωνα,
καὶ Λούκιον Σκιπίωνα τὸν ἀδελφὸν ἐς Βαστιτανίαν ἔπεμψεν. ὃς ἐκείνην τε πολέμῳ κατέσχε, καὶ τὸν Μάγωνα ἐνίκησε, καὶ φεύγοντι αὐτῷ πρὸς τὸν ᾿Ασδρούβαν ἐπακολουθήσας ἦλθε πρὸς τὸν Σκιπίωνα, μήπω μηδὲν διαπεπραγμένον.
ἡμέρας τοῦτο ἐγίνετο · συμβολῆς δέ ποτε γενομένης οἵ τε σύμμαχοι τῶν Καρχηδονίων καὶ αὐτοὶ ἐκεῖνοι ἡττήθησαν . καὶ τὸ ἔρυμα αὐτῶν παρὰ τῶν Ῥωμαίων ἑάλω, καὶ τοῖς ἐν αὐτῷ ἐπιτηδείοις οἱ ῾Ρωμαῖοι ἐχρήσαντο· ὃ πρὸ τριῶν ἡμερῶν ὁ Σκιπίων, ὡς λόγος ἐστίν, ἀπεφοίβασεν. ἐπιλιπόντων γὰρ αὐτοῖς τῶν πρὸς τροφήν, προεῖπεν, ὅθεν δ᾿ ἠγνόηται, ὡς “κατὰ τήνδε τὴν ἡμέραν τοῖς τῶν πολεμίων χρησόμεθα.”
μετὰ ταῦτα δὲ τοῖς περιλειφθεῖσι τῶν ἐναντίων τὸν Σιλανὸν καταλιπὼν αὐτὸς πρὸς τὰς ἄλλας ἀπῄει πόλεις, καὶ πολλὰς προσηγάγετο. καταστήσας δὲ τὰ 56 ἑαλωκότα αὐτὸς μὲν ἐκεῖ διεχείμασε, τὸν δὲ Λούκιον τὸν ὁμαίμονα ἐπὶ ῾Ρώμην ἀπέστειλε καταγγελοῦντά
τε τὰ γενόμενα καὶ τοὺς αἰχμαλώτους κομίσοντα καὶ ὅπως οἱ ἐν τῇ ῾Ρώμῃ φρονοῦσι περὶ αὐτοῦ πολυπραγμονησοντα.
τινῶν. μείζον᾿ δὲ τόν ἄλλων αὐτοὺς ἐλύπησεν ὅτι τὸν Μάρκελλον ἀπέβαλον. ἐπιστρατεύσαντες γὰρ κατὰ τοῦ Ἀννίβου τυγχάνοντος ἐν Λοκροῖς καὶ ἄμφω οἱ ὕπατοι περιστοιχισθέντας ἐξ ἐνέδρας ὁ μὲν Μάρκελλος αὐτίκα ἀπώλετο, Κρισπῖνος δὲ τρωθεὶς ἀπέθανεν
οὐ μετὰ πολύ. εὑρηκὼς δὲ τὸ τοῦ Μαρκέλλου PI 432 σῶμα ὁ Ἀννίβας, καὶ τὸν δακτύλιον αὐτοῦ εἰληφὼς ᾧ ἐκεῖνος τὰς γραφὰς ἐπεσφράγιζε, γράμματα ἐς τὰς πόλεις ὡς παρ᾿ ἐκείνου στελλόμενα ἔπεμπε, καὶ ὅσα ἐβούλετο διεπράττετο· μέχρις οὗ τοῦτο γνοὺς ὁ Κρισπῖνος
ἀντιπαρήγγειλεν αὐτοῖς φυλάσσεσθαι· ὅθεν ἀντιπεριέστη τῷ Ἀννίβᾳ τὸ πρᾶγμα. ἐπεὶ γὰρ τοῖς ἐν τῇ Σαλπίᾳ δι᾿ αὐτομόλου δῆθεν ἦν ἐπιστείλας, ὡς ὁ Μάρκελλος νυκτὸς προσῄει τοῖς τείχεσι, τῇ τε τῶν Λατίνων κεχρημένος φωνῇ σὺν ἄλλοις ἐπιστα-
57 μένοις αὐτήν, ἔνα Ῥωμαῖοι δόξωσιν εἶναι. μαθόντες δὲ οἱ Σαλπηνοὶ τὴν ἐπιτέχνησιν αὐτοῦ ἀντετεχνήσαντο πιστεύειν ὄντως προσιέναι τὸν Μάρκελλον, καὶ ἀνασπάσαντες τόν καταρράκτην εἰσήγαγον ὅσους 58
αὐτοῖς ἱκανοὺς ἔδοξεν εἶναι κατεργασθῆναι παρ’ αὐτῶν, καὶ πάντας ἀπέκτειναν. ὁ δὲ Ἀννίβας ἀπῆρεν αὐτίκα , μαθὼν τοὺς Λοκροὺς πολιορκουμένους ὑπὸ Ῥωμαίων ἐκ Σικελίας ἐπιπλευσάντων.
συμμάχων ἑτέρων πολλὰ τῆς Ἀχαί·ας ἐπόρθησε. τοῦ δὲ Φιλίππου τοῦ Μακεδόνος τοῖς Ἀχαιοῖς συμμαχήσαντος παντελῶς ἂν τῆς Ἑλλάδος ἐξηλάθησαν οἱ Ῥωμαῖοι, εἰ μὴ τοῦ κράνους τοῦ Φιλίππου περιρρυέντος οἱ Αἰτωλοὶ τοῦτο ἔσχον, καὶ φήμης εἰς τοὺς
Μακεδόνας γενομένης ὡς τέθνηκε , στάσις τε γέγονεν 59 ἐκεῖ καὶ · ἐφοβήθη μὴ τῆς βασιλείας στερηθῇ , καὶ πρὸς Μακεδονίαν ἠπείχθη. ἐντεῦθεν οἱ Ῥωμαῖοι τῇ Ἑλλάδι προσέμειναν καί τινων ἐκράτησαν πόλεων.
προσιών , οἶ ἐν τῇ Ῥώμῃ τὰς δυνάμεις τε ἤθροιζον καὶ τοὺς συμμάχους σφῶν μετεπέμποντο , ὑπάτους Κλαύδιόν τε Νέρωνα καὶ Λιούιον τὸν Μάρκον ἑλόμενοι. καὶ Νέρωνα μὲν ἐπὶ τὸν Ἀννίβαν, Λιούιον δὲ ἐπὶ τὸν Ἀσδρούβαν ἔπεμψαν. ὃς αὐτῷ πρὸς τῇ
Σένᾳ τῇ πόλει ἀπήντησεν · οὐ μέντοι καὶ εἰς χεῖρας εὐθὺς ἦλθον. ἐπὶ πολλὰς δὲ ἡμέρας κατὰ χώραν ἔμεινεν· ἀλλ’ οὐδὲ ὁ Ἀσδρούβας τὴν μάχην κατήπειξεν, ἡσύχαζε δὲ τὸν ἀδελφὸν ἀναμένων. ὁ Νέρων 60 δὲ καὶ ὁ Ἀννίβας εἰς Λευκανίαν ἐστρατοπεδεύοντο,
καὶ οὐδέτερος πρὸς παράταξιν ὥρμησεν , ἄλλως δὲ ἐς χεῖρας ἀλλήλοις ᾔεσαν. καὶ ὁ Ἀννίβας πυκνὰ μετανίστατο, καὶ ὁ Νέρων ἀκριβῶς αὐτὸν παρετήρει. κρείττων οὖν ἀεὶ αὐτοῦ γινόμενος, καὶ τὰ γράμματα τὰ παρὰ τοῦ Ἀσδρούβα αὐτῷ πεμφθέντα ἑλών, τοῦ μὲν Ἀννίβου κατεφρόνησε, δείσας δὲ μὴ τὸν Λιούιον ὁ Ἀσδρούβας τῷ πλήθει καταβιάσηται, μέγα πρᾶγμα WII 90 ἐτόλμησε. καὶ κατέλιπε μὲν μοῖραν ἐκεῖ ἀποχρῶσαν
εἴργειν τὸν Ἀννίβαν, εἴ πῃ κινηθείη, ἐντειλάμενος πάντα ποιεῖν ἵνα καὶ αὐτὸς νομίζοιτο ἐνδημεῖν, τὸ δὲ καθαρώτατον τοῦ στρατοῦ ἀπολέξας ὥρμησεν ὡς PI 433 πόλει τινὶ πλησιοχώρῳ προσμίξων, οὐδ᾿ ᾔδει τις τὴν διάνοιαν αὐτοῦ. καὶ ἠπείχθη ἐπὶ τὸν Ἀσδρούβαν, 10 καὶ ἀφίκετο νυκτὸς πρὸς τὸν συνάρχοντα, καὶ ἐν τῇ ταφρείᾳ τῇ αὐτοῦ κατεσκήνωσε. καὶ παρεσκευάζοντο ἄμφω ἵν᾿ αἰφνίδιον αὐτῷ συνεπίθωνται. οὐκ ἔλαθον δέ, ἀλλ᾿ ἐτεκμήρατο τὸ γεγενημένον ὁ Ἀσδρούβας ἀπὸ τῶν παραγγέλσεων διττῶν γινομένων· ἰδίᾳ γὰρ
ἴκαστος τῶν ὑπάτων παρήγγελλέ τι τοῖς ἑαυτοῦ. ὑποπτεύσας οὖν ἡττῆσθαι τὸν Ἀννίβαν καὶ ἀπολέσθαι, περιόντος γὰρ ἐκείνου οὐκ ἂν ἐπ᾿ αὐτὸν ὁρμῆσαι τὸν Νέρωνα ἐλογίζετο, ἔγνω πρὸς τοὺς Γαλάτας ἀπαναχωρῆσαι καὶ ἐκεῖ τὰ περὶ τὸν ἀδελφὸν
ἀκριβώσασθαι καὶ οὕτω κατὰ σχολὴν πολεμῆσαι
ἐπιδιῶξαι αὐτούς, καὶ αὐτοὶ εἵποντο. καὶ τοῦ Ἀσδρούβου τοῖς ἱππεῦσιν ἀντιταξαμένου ὡς μόνοις οὖσιν, οἱ ὕπατοι ἐπελθόντες τροπὴν αὐτοῦ ἐποιήσαντο, καὶ φεύγουσιν ἐπακολουθήσαντες πολλοὺς ἐφόνευσαν. καὶ οὐδ᾿ οἱ ἐλέφαντες αὐτοῖς ἐβοήθησαν· ὅτι γὰρ
αὐτῶν τινες τραυματισθέντες κακὰ πλείω τοὺς ἐπιτεταγμένους σφίσιν ἔδρων ἢ οἱ πολέμιοι, παρήγγει- λεν ὁ Ἀσδρούβας τοῖς ἐπ’ αὐτῶν καθημένοις τοὺς τιτρωσκομένους τῶν θηρίων παραυτίκα σφάζειν 62 ῥᾷστα δὲ σιδηρίῳ τινὶ ὑπὸ τὸ οὖς νυττόμενοι ἐκτιννύοντο. καὶ ἐκεῖνοι μὲν ὑπὸ τῶν Καρχηδονίων , οἱ
ἄνδρες δὲ ὑπὸ τῶν Ῥωμαίων ἐφθείροντο. ἔπεσον δὲ τοσοῦτοι ὥστε τοὺς Ῥωμαίους διακορεῖς τοὐ φόνου γενομένους μὴ θελῆσαι τοὺς ἄλλους ἐπιδιῶξαι. φθείραντές τε ἄλλους πολλοὺς καὶ Ἀσδρούβαν, καὶ λάφυρα πλεῖστα λαβόντες, καὶ Ῥωμαίους αἰχμαλώτους
λωτοὺς ἐς τετρακισχιλίους ἐν τῷ στρατοπέδῳ εὑρόντες, ἱκανῶς τὴν Εαννηίδα συμφορὰν ἀνειληφέναι ἐνόμισαν.
ἐπανελήλυθε , λαθὼν μέχρι τότε ὡς ἀπεδήμησε. καὶ τῶν ἁλόντων τινὰς ἐς τὸ Ἀννίβου στρατόπεδαν 63 ἔπεμψε τὰ πεπραγμένα δηλώσοντας , καὶ τὴν κεφαλὴν τοῦ Ἀσδρούβου πλησίον που ἀνεσταύρωσε. μαθὼν οὖν ἐκεῖνος τόν τε ἀδελφὸν ἡττημένον καὶ τεθνηκότα
καὶ τὸν Νέρωνα νενικηκότα καὶ ἐπανήκοντα, πολλὰ μὲν ὠλοφύρατο, πολλάκις δὲ καὶ τὴν τύχην καὶ τὰς Κάννας ἀνεκάλεσε. καὶ ἐς τὴν Βρεττίαν ἀνεχώρησε, κἀκεῖ διῆγεν ἡσυχάζων.
καταστήσῃ ἄρχειν τῶν ἐκεῖ προσετάχθη. καὶ πρῶτον μὲν ἐς τὴν Λιβύην δύο πεντήρεσιν ἔπλευσε, καὶ ὁ τοῦ Γίσγωνος Ἀσδρούβας ἐκεῖ κατὰ τύχην αὐτῷ συγκατῆρε. δεξιουμένου οὖν καὶ ἄμφω τοῦ Σύφακος, PI 434 ἔνσπονδος γὰρ τοῖς Καρχηδονίοις ἐγένετο, μέρους 64 τῆς Λιβύης βασιλεύων, καὶ καταλλάσσοντος σφᾶς, ὁ Σκιπίων οὐκ ἰδίαν ἔχθραν ἔχειν εἶπεν οὔτε μὴν ὑπὲρ τῶν κοινῶν δύνασθαι καθ’ ἑαυτὸν καταλύσασθαι.
ὅτι τοὺς πρὸς αὐτοὺς καταφυγόντας‘ Ῥωμαίους μετὰ τὸν τῶν Σκιπιώνων θάνατον τοῖς Καρχηδονίοις ἐξέδωκαν. καὶ οὐ πρότερον τῆς πόλεως αὐτῶν ἐκράτησε πρὶν αὐτὸς τοῦ τείχους ἐπιβῆναι ἐτόλμησε καὶ ἐτρώθη. αἰδεσθέντες γὰρ οἱ στρατιῶται καὶ δείσαντες
65 περὶ ἐκείνῳ τότε προσέβαλον προθυμότατα. καὶ κρατήσαντες τοὺς μὲν ἀνθρώπους πάντας ἀπέκτειναν, τὴν δὲ πόλιν κατέπρησαν ἅπασαν. καὶ τῷ φόβῳ WII 91 τούτῳ πολλοὶ μὲν ἑκόντες αὐτῷ προσεχώρησαν, πολλοὶ δὲ καὶ βίᾳ κεχείρωντο · τινὲς δὲ πολιορκούμενοι
τάς τε πόλεις ἑαυτῶν ἔκαιον καὶ τοὺς οἰκείους ἐφόνευον, ἐπὶ δὲ τούτοις καὶ ἑαυτούς. Τὰ πλείω δὲ καταστρεψάμενος ὁ Σκιπίων εἰς Καρχηδόνα ἀνέζευξεν· ἔνθα τῷ τε πατρὶ καὶ τῶ θείῳ ἐπιταφίους ἀγῶνας ὁπλομαχίας ἔθετο. ὅτε
πολλοὶ μὲν καὶ ἕτεροι ἠγωνίσαντο, καὶ ἀδελφοὶ δὲ δύο περὶ βασιλείας διαφερόμενοι, καίτοι τοῦ Σκιπίωνος 66 συναλλάξαι αὐτοὺς σπουδάσαντος · καὶ ὁ πρεσβύτερος τὸν νεώτερον καίτοι ἰσχυρότερον ὄντα ἀπέκτεινεν.
ἐπεὶ καὶ ἡ μισθοφορὰ αὐτοῖς ἐβραδύνθη, ἀναφανδὸν ἀπέστησαν , καὶ τοὺς χιλιάρχους σφῶν ἀπελάσαντες ὑπάτους ἑαυτοῖς κεχειροτονήκασιν · ἦσαν δὲ ὡς ὀκτακισχίλιοι. γνόντες οὖν ταῦτα οἶ Ἴβηρες ἀφίσταντο προχειρότερον , καὶ τὴν συμμαχίδα τῶν Ῥωμαίων ἐκάκουν. καὶ ὁ Μάγων ἐκλιπεῖν ἤδη τὰ 67
Γάδειρα βουληθεὶς οὔτ’ ἐξέλιπε καὶ εἰς τὴν ἤπειρον διαβαίνων πολλὰ ἐκακούργει.
καὶ μηδὲν ὑποπτεῦσαι διὰ τοῦτο ἀξιῶν, ἐπαινῶν δὲ καὶ τοὺς τὴν ἀρχὴν ἀναδεξαμένους αὐτῶν ἔνα μηδὲν δεινὸν ἢ πάθωσιν ἢ δράσωσι διὰ ἀναρχίαν. τοιαῦτα τοῦ Σκιπίωνος γράψαντος οἱ στρατιῶται μαθόντες ὅτι περιείη καὶ οὐδ’ ὀργέζοιτο σφίσιν, οὐδὲν
ἔτι διεκίνησαν. ὡς δ’ ἀνερρώσθη , τραχὺ μὲν οὐδὲ τότε αὐτοῖς ἐπηπείλησε, πέμψας δὲ τήν τε τροφὴν PI 435 ἀποδώσειν ὑπέσχετο, καὶ πάντας πρὸς αὐτὸν ἀφικέσθαι ἐκάλεσεν ὡς ἂν βούλωνται, ἢ ἀθρόοι ἢ ἐν μέρει κατὰ διαδοχάς. οἶ δέ γε στρατιῶται κατ’ ὀλίγους
ἀπελθεῖν οὐκ ἐθάρσησαν, ὁμοῦ δ' ἀπῆλθον. καὶ ὁ Σκιπίων ἔξω τοῦ τείχους αὐτοὺς αὐλίσασθαι, πρὸς ἑσπέραν γὰρ ἦν, διετάξατο, καὶ παρέσχεν αὐτοῖς ἀφθόνως τὰ ἐπιτήδεια. καὶ οἱ μὲν ἐστρατοπεδεύοντο, αὐτὸς δὲ τοὺς θρασυτάτους αὐτῶν εἰς τὴν πόλιν εἰσελθεῖν
κατεσκεύασε, καὶ τῆς νυκτὸς αὐτοὺς κατασχᾶν ἔδησε. ἅμα δ’ ἡμέρᾳ, ὡς ἔξω ποι στρατεύσων , πάντα τὸν αὐτοῦ στρατὸν προεξέπεμψεν. εἶτα τοὺς ἄρτι ἐλθόντας εἴσω τοῦ τείχους ἄνευ τῶν ὅπλων ἐκάλεσεν, 68 ἕν αὐτῷ συστρατεύσωνται, λαβόντες τὸ σιτηρέσιον.
σίον. καὶ οὕτως εἰσελθόντων αὐτῶν ἐσήμηνε τοῖς ἐκκεχωρηκόσιν ὥσπερ εἶχον ἐπανελθεῖν. καὶ περισχὼν αὐτοὺς πολλὰ καὶ ὠνείδισε καὶ ἠπείλησε, καὶ τέλος " πάντες μέν ἔφη ‘θανεῖν ἐστε ἄξιοι, οὐ μέντοι πάντας θανατώσω αὐτός, ἀλλ’ ὀλίγους οὓς καὶ ἤδη συνείληφα δικαιώσω, τοὺς δὲ ἄλλους ἀφίημι.’’ ταῦτα εἰπὼν εἰς τὸ μέσον τοὺς δεδεμένους παρήγαγε, καὶ σταυροῖς προσδήσας καὶ αἰκισάμενος ἀπέκτεινεν. ὡς
δέ τινες τῶν παρεστηκότων ἀγανακτήσαντες ἐθορύβησαν, συχνοὺς καὶ ἐκείνων ἐκόλασε. καὶ μετὰ τοῦτο 69 τὴν μισθοφορὰν τοῖς ἄλλοις δοὺς ἐπὶ τὸν Ἰνδίβιλιν καὶ ἐπὶ τὸν Μανδόνιον ἐστράτευσε. καὶ μὴ τολμώντων ἐκείνων συμμίξαι αὐτῷ, αὐτὸς ἐπέθετο καὶ ἐνίκησεν.
μὲν Ἰβηρίας ἐκστῆναι , τὰ δὲ ἐν τῇ Ἰταλίᾳ ἀνακτήσασθαι· καὶ ἔπεμψαν ἀργύριον τῷ Μάγωνι, ἔν ἐπικουρικὸν WII 92 κουρικὸν ἀθροίσας στρατεύσηται ἐπ’ αὐτήν. καὶ ὃς πρὸς τὴν Ἰταλίαν αὖθις ὁρμήσας ἀφίκετο πρὸς τὰς 70 Γυμνησίας νήσους. καὶ τῆς μὲν μείζονος ἥμαρτε, μὴ
δυνηθεὶς εἰς αὐτὴν κατᾶραι, οἱ γὰρ ἐπιχώριοι πόρρωθεν ἐς τὰς ναῦς ἐσφενδόνων, κράτιστοι τοῦτο ποιεῖν ὄντες, εἰς δὲ τὴν μικροτέραν προσορμισάμενος ἐκεῖ διὰ τὸν χειμῶνα κατέμεινεν. αἱ νήσοι δ’ αὐται τῇ περὶ τὸν Ἴβηρα ἠπείρῳ ἐπίκεινται· εἰσὶ δὲ τρεῖς,
ἃς Ἓλληνες μὲν καὶ Ῥωμαῖοι κοινῇ Γυμνησίας καλοῦσιν, Οὐαλερίας δὲ καὶ Ὑασούσας οἱ Ἴβηρες, ἰδίᾳ δ’ ἑκάστην, τὴν μὲν Ἔβεσον, τὴν δὲ μείζω, μικροτέραν δὲ τὴν τρίτην φερωνυμώτατα. τὰ Γάδειρα δὲ οἶ Ῥωμαῖοι κατέσχον.
Σύφακι δὲ συγγενόμενος, καὶ τὰ τῶν Ῥωμαίων αὐτὸν φρονοῦντα αἰσθόμενος, οὐκέτι τὰ ὡμολογημένα πρὸς τὸν Μασινίσσαν ἐφύλαξεν , ἀλλὰ θέλων τοῖς Καρχηδονίοις τὸν Σύφακα προσποιήσασθαι , οὐκ ἐλαχίστης δυνάμεως ἄρχοντα, τήν τεἀρχὴν αὐτῷ συγκατέπραξεν,
ἣ τῷ Μασινίσσᾳ προσῆκε, τοῦ πατρὸς αὐτοῦ τότε θανόντος , καὶ τὴν Σοφωνίδα συνῴκισεν. ἡ δὲ τό 71 τε κάλλος ἐπιφανὴς ἢν καὶ παιδείᾳ πολλῇ καὶ γραμμάτων καὶ μουσικῆς ἤσκητο, ἀστεία τε καὶ αἱμύλος ἦν, καὶ οὕτως ἐπαφρόδιτος ὡς ὀφθεῖσα ἢ καὶ ἀκουσθεῖσα
μόνον καὶ τὸν πάνυ δυσέρωτα κατεργάσασθαι.
βίᾳ, τὰ δὲ ὁμολογίᾳ προσποιησάμενος ἐς τὴν Λιβύην στείλασθαι ἡτοιμάζετο. οἱ δ’ ἐν τῇ Ῥώμῃ τὰ μὲν φθόνῳ τῶν κατορθωμάτων αὐτοῦ , τὰ δὲ φόβῳ μὴ ὑπερφρονήσας τυραννήσῃ, ἀνεκαλέσαντο αὐτόν, δύο τῶν στρατηγῶν διαδόχους αὐτῷ πέμψαντες.
φίλους ἑαυτοῦ ἐποιήσατο.
καὶ Λικίνιος Κράσσος ὑπάτευσαν. καὶ ὁ μὲν ἐν τῇ Ἰταλίᾳ ἔμεινεν , ὁ δὲ Σκιπίων ἐς Σικελίαν ἀπελθεῖν καὶ ἐς Λιβύην προσετέτακτο, ἵνα εἰ μὴ τὴν Καρχηδόνα αἱρήσει, τόν γε Ἀννίβαν ἀπὸ τῆς Ἰταλίας τέως ἀνθελκύσῃ. οὔτε δὲ στράτευμα ἀξιόλογον οὔτε
πρὸς τριήρεις ἀνάλωμα ἔλαβε , διὰ τὰς ἀριστείας φθονούμενος· μόλις δὲ καὶ τὰ πάνυ ἀναγκαῖα παρέσχον αὐτῷ. καὶ ὁ μὲν σὺν τῷ ναυτικῷ τόν συμμάχων καί τισιν ἐθελονταῖς ἐκ τοῦ δήμου ἀπῇρεν, ὁ δὲ Μάγων ἐκ τῆς νήσου παραπλεύσας εἰς τὴν Λιγυστικὴν
PI 437 ἀπέβη. ὁ Κράσσος δ’ ἐν τῇ Βρεττίᾳ τῷ Ἀννίβᾳ προσήδρευεν. ὁ μέντοι Φίλιππος κατηλλάγη Ῥωμαίοις · Πούπλιον γὰρ Σεμπρώνιον εἰς Ἀπολλωνίαν ἐλθόντα σὺν πολλῇ δυνάμει αἰσθόμενος ἀσμένως ἐσπείσατο.
μὲν ὡς ἐς Λιβύην πλεύσων, οὐκ ἠδυνήθη δέ, μήτε δύναμιν ἐντελῆ καὶ αὐτὴν ἀσυγκρότητον WII 93 ἔχων. διὸ πάντα τὸν χειμῶνα ἐκεῖ διήγαγε, τοὺς σὺν αὐτῷ ἐξασκῶν καὶ ἄλλους προσκαταλέγων. μέλλοντι δὲ περαιώσασθαι ἀγγελία αὐτῷ ἐκ Ῥηγίου ἧκε τὴν
πόλιν τῶν Λοκρῶν τινας προδώσειν. τοῦ γὰρ φρουράρχου καταβοήσαντες καὶ μηδεμιᾶς ἐκδικίας παρὰ τοῦ Ἀννίβου τυχόντες πρὸς τοὺς Ῥωμαίους ἀπέκλιναν. 75 νᾶν. δύναμιν οὖν πέμψας ἐκεῖ, πολλὰ τῆς πόλεως νυκτὸς μετὰ τῶν προδιδόντων κατέλαβε. τῶν δὲ Καρχηδονίων εἰς τὴν ἄκραν συνειληθέντων καὶ τὸν Ἀννίβαν
μετακαλεσαμένων , κατὰ τάχος ἐξανήχθη καὶ ὁ Σκιπίων , καὶ πλησιάσαντα τῇ πόλει αἰφνιδίῳ ἐπεκδρομῇ ἀπεώσατο. εἶτα λαβὼν τὴν ἀκρόπολιν καὶ ἐπιτρέψας τὴν πάσαν πόλιν δύο χιλιάρχοις ἀνέπλευσεν. οὐκ ἠδυνήθη μέντοι τῇ Λιβύῃ προσπλεῦσαι. οὕτω
δ' οἱ Καρχηδόνιοι τὴν ὁρμὴν αὐτοῦ ἔδεισαν, ὥστε χρήματα μὲν τῷ Φιλίππῳ στεῖλαι, ἵν εἰς τὴν ᾿Ιταλίαν στρατεύσῃ, καὶ τῷ Ἀννίβᾳ καὶ σῖτον πέμψαι καὶ στρατιώτας , καὶ ναῦς τῷ Μάγωνι καὶ χρήματα , ἔνα 76 τὸν Σκιπίωνα κωλύσῃ περαιωθῆναι. ἐκ δὲ σημείων
τινῶν νίκην οἶ Ῥωμαῖοι λαμπρὰν ἐλπίσαντες, τήν τε ἐν τῇ Λιβύῃ στρατιὰν τῷ Σκιπίωνι καὶ δύναμιν ἄλλην ὡς ἂν ἐθελήσῃ καταλέξασθαί οἱ ἐπέτρεψαν. τῶν γὰρ ὑπάτων Μάρκον μὲν Εέθηγον τῷ Μάγωνι, Πούπλιον δὲ Σεμπρώνιον τῷ Ἀννίβᾳ ἀντέταξαν.
μέγα τι σφῆλαι αὐτοὺς δυνηθῇ · μᾶλλον γὰρ ὑπὲρ τῆς Σοφωνίδος ἢ τῆς βασιλείας ὠργίζετο. διὸ καὶ τοῖς Ῥωμαίοις προσέκειτο , ὑποκρινόμενος τὰ τῶν Καρχηδονίων αἱρεῖσθαι. ὁ δέ γε Σύφαξ τὰ τῶν Λιβύων πράττων ἐπλάττετο Ῥωμαίοις ἔνσπονδος εἶναι,
καὶ στείλας πρὸς τὸν Σκιπίωνα παρῄνει μὴ ποιήσα- 78 σθαι τὴν διάβασιν. ἀκούσας δὲ ταῦτα δι’ ἀπορρήτων ὁ Σκιπίων, ἵνα μὴ γνῶσιν οἶ στρατιῶται, τόν τε κήρυκα αὐθημερόν ἀπέπεμψε μηδενὶ ἄλλῳ προσομιλήσαντα, καὶ τὸ στράτευμα συγκαλέσας ἐπέσπευδε τὴν διάβασιν, PI 438 ἔτι τοὺς Καρχηδονίους ἀπαρασκεύους λέγων
εἶναι, καὶ πρότερον μὲν τὸν Μασινίσσαν, τότε δὲ καὶ τὸν Σύφακα μετακαλεῖσθαι αὐτοὺς καὶ χρονίζουσιν ἐγκαλεῖν. ταῦτα εἰπὼν μηδὲν ἔτι μελλήσας ἐξανήχθη· καὶ πρὸς τὸ ἀκρωτήριον τὸ καλούμενον Ἀπολλώνιον προσορμίσας τὰς ναῦς ἐστρατοπεδεύσατο καὶ τὴν
χώραν ἐπόρθει , προσέμισγέ τε ταῖς πόλεσι καὶ εἶλέ τινας. ἐγκειμένων δὲ τῶν Ῥωμαίων τῇ χώρᾳ, Ἄννων ὁ ἵππαρχος, υἱὸς ἔν τοῦ Ἀσδρούβου τοῦ Γίσγωνος, ἀνεπείσθη πρὸς τοῦ Μασινίσσου ἐπιθέσθαι αὐτοῖς. ὁ οὑν Σκιπίων ἱππέας πέμψας τινὰς χωρία πρὸς
καταδρομὴν ἐπιτήδεια ἐληίζετο, ἵν ὑποφεύγοντες ἐπισπάσωνται τοὺς ἐπιδιώκοντας. τῶν οὖν καρχηκοβίων 79 ἐπισπομένων αὐτοῖς κατὰ τὰ ξυγκείμενα τραπομένοις, ὁ Μασινίσσας τε κατὰ νώτου γενόμενος μετὰ τῶν ἀμφ’ αὐτὸν ἐπέθετο τοῖς διώκουσι, καὶ ὁ
Σκιπίων ἐκ τοῦ λόχου ἐπεκδραμὼν προσέμιξεν αὐτοῖς. καὶ πολλοὶ μὲν ἐφθάρησαν , πολλοὶ δὲ καὶ ἑάλωσαν καὶ ὁ Ἄννων αὐτός. διὸ ο Ἀσδρούβας τὴν μητέρα τοῦ Μασινίσσου συνέλαβε · καὶ ἀνταπεδόθησαν. ὁ δὲ Σύφαξ τῆς πρὸς Ῥωμαίους φιλίας τὴν δόκησιν ἀπειπὼν
φανερῶς τοῖς Καρχηδονίοις συνήρατο. οἶ δὲ Ῥωμαῖοι καὶ ἐληίζοντο τὴν χώραν, καὶ συχνοὺς τῶν ἐκ τῆς Ἰταλίας ὑπὸ τοῦ Ἀννίβου πρὸς τὴν Λιβύην πεμφθέντων ἀνεκομίσαντο, καὶ κατὰ χώραν ἐχείμασαν.
80 WII 94 Σερουιλίου ὑπατευσάντων οἵ τε Καρχηδόνιοι ἐλαττωθέντες τῷ πολέμῳ συμβῆναι ἠθέλησαν, καὶ ὁ Ἀννίβας καὶ ὁ Μάγων ἐκ τῆς Ἰταλίας ἐξέπεσον. οἱ μὲν γὰρ ὕπατοι τό Ἀννίβᾳ καὶ τῷ Μάγωνι ἀντικαθίσταντο, Σκιπίων δὲ τήν τε Λιβύην ἐκάκου καὶ ταῖς πόλεσι προσέβαλλε. κἀν τούτῳ ναῦν Καρχηδονίαν
λαβὼν ἀφῆκεν , ἐπεὶ πρὸς αὐτὸν ἐπὶ πρεσβείᾳ ἀφικνεῖσθαι ἐπλάσαντο. ᾔδει μὲν γὰρ τὸ πλάσμα, προετίμησε δὲ τὸ μὴ διαβληθῆναι ὡς πρέσβεις κατεσχηκώς. καὶ τοῦ Σύφακος πράττοντος ἔτι διαλλαγάς, ὥστε ἐκ τῆς Λιβύης μὲν τὸν Σκιπίωνα, τὸν δ’ Ἀννίβαν
ἐκ τῆς Ἰταλίας ἀπᾶραι, ἐδέξατο τὸν λόγον, οὐχ ὡς πιστεύων αὐτῷ, ἵνα δὲ σφήλῃ αὐτόν. τῶν γὰρ στρατιωτῶν ἄλλοτε ἄλλους κατὰ τὴν τῶν σπονδῶν πρόφασιν ἐς τὸ στρατόπεδον τὸ τῶν Καρχηδονίων 81 πέμπων καὶ τὸ τοῦ Σύφακος, ἐπεὶ ἐκεῖνοι πάντα τὰ
παρ’ αὐτοῖς κατεσκέψαντο, τὴν σύμβασιν ἀπ’ εὐλόγου δή τινος σκήψεως, ἄλλως τε καὶ ὅτι ὁ Σύφαξ ἐπιβουλεύων ἐφωράθη τῷ Μασινίσσᾳ, διεκρούσατο. νυκτὸς δ' ἦλθεν εἰς τὰ στρατόπεδα αὐτῶν οὐ πάνυ ἀλλήλων διέχοντα, καὶ πῦρ ἐς τὸ τοῦ Ἀσδρούβου πολλαχόθεν
ἅμα ὑπέβαλε. καὶ ἐμπρησθέντος ῥᾷστα αὐτοῦ , ἐκ γὰρ καλάμης καὶ ἐκ φυλλάδων ἐπεποίηντο αὐτοῖς αἱ σκηναί, οἴ τε Καρχηδόνιοι κακῶς ἀπήλλαξαν, καὶ οἱ περὶ τὸν Σύφακα βοηθῆσαι αὐτοῖς ἐθελήσαντες τοῖς τε Ῥωμαίοις τοῖς περιέχουσιν περιέπεσον καὶ
αὐτοὶ ἀπώλοντο, καὶ τὸ στρατόπεδον προσενεπρήσθη PI 439 αὐτῶν, καὶ ἐφθάρησαν πολλοὶ καὶ ἵπποι καὶ ἄνθρωποι. οἱ Ῥωμαῖοι δὲ ταῦτα πεποιηκότες νυκτὸς μὲν οὐδὲν ἔπαθον, ἡμέρας δ’ ἐπιφαυσάσης Ἴβηρες ἄρτι Καρχηδονίοις ἐπὶ συμμαχίᾳ ἐλθόντες προσέπεσον
αὐτοῖς ἀπροσδόκητοι καὶ πολλοὺς ἀπέκτειναν.
82 τὸν Σκιπίωνα. καὶ ἔσχεν οὕτως · μαθὼν γὰρ τὸ γινόμενον ἀπανέστη, καὶ ἐπειχθεὶς πρὸς τὸν ναύσταθμον διὰ φυλακῆς αὐτὸν ἐποιήσατο. καὶ τῇ μὲν πρώτῃ ἡμέρᾳ ῥᾳδίως τοὺς προσμίξαντας αὐτοῖς ἀπεώσαντο οἶ Ῥωμαῖοι, τῇ δ' ὑστεραίᾳ πολὺ ἠλαττώθησαν·
καὶ ναῦς γὰρ τῶν Ῥωμαίων χειρῶν σιδηρῶν ἐπιβολῇ ἀπέσπασαν. ἀποβῆναι δ’ ἐς τὴν γῆν οὐκ ἐτόλμησαν, ἀλλ’ ἀναπλεύσαντες οἴκαδε τὸν Ἀσδρούβαν ἀπ[εχειροτόνησαν, Ἄννωνα δέ τινα ἀνθείλοντο. κὰκ τούτου Ἄννων μὲν στρατηγὸς ἦν , ἐκεῖνος δὲ καθ’ ἑαυτὸν
δούλους τινὰς καὶ αὐτομόλους παραλαβὼν δύναμιν οὐκ ἀσθενῆ συνεκρότησε, καί τινας τῶν Ἰβήρων τῶν 83 συστρατευομένων τῷ Σκιπίωνι κρύφα ἀναπείσας ἐπεχείρησε νυκτὸς ἐπιβουλεῦσαι τῷ στρατοπέδῳ αὐτοῦ. κἂν ἐξειργάσατό τι , εἰ μὴ οἵ τε μάντεις ὑπὸ
ὀρνίθων ἐκταραχθέντες καὶ ἡ τοῦ Μασινίσσου μήτηρ θειάσασα ζήτησιν αὐτῶν γενέσθαι ἐποίησαν. καὶ οἶ μὲν προκαταληφθέντες ἐκολάσθησαν , καὶ ὁ Σκιπίων αὖθις ἐπὶ τὴν Καρχηδόνα ἐστράτευσε καὶ τὴν
Λαίλιον. καὶ χρόνον τινὰ ἀντέσχον εἶτα ὑπερέσχον οἱ Ῥωμαῖοι, καὶ πολλοὺς μὲν ἐφόνευσαν, πολλοὺς δὲ ἐζώγρησαν , καὶ τὸν Σύφακα εἷλον. καὶ τὴν Κίρταν τὰ βασίλεια αὐτοῦ παρέλαβον ἀμάχως, τοῖς ἔνδον 84 δεδεμένον αὐτὸν ἐπιδείξαντες.
85
γέγονας, ἐμὲ σύμμαχον ἔχουσα. " ταῦτ’ εἰπὼν ἔγημεν αὐτὴν παραυτίκα , προκαταλαβὼν τούς Ῥωμαίους, μή πὼς αὐτῆς ἁμάρτῃ γενομένης ἐν τοῖς λαφύροις. εἶτα καὶ τὰς ἄλλας πόλεις τοῦ Σύφακος προσεποιήσαντο. καὶ πρὸς τὸν Σκιπίωνα ἦλθον ἄγοντες τά τε λοιπὰ
καὶ τὸν Σύφακα. καὶ ὃς ἰδὼν αὐτὸν δεδεμένον οὐκ PI 440 ἤνεγκεν, ἀλλὰ τῆς παρ’ αὐτῷ μνημονεύσας ξενίας καὶ τὰ ἀνθρώπεια ἀναλογισάμενος ἀνεπήδησεν ἐκ τοῦ δίφρου ἔλυσέ τε αὐτὸν καὶ ἐδεξιώσατο καὶ ἐντίμως ἦγε. καί ποτε ἤρετο τί σοι δόξαν ἐπολέμησας ἡμῖν;
ὁ δὲ ἑαυτόν τε σοφῶς ἐξῃτήσατο ἅμα καὶ τὸν Μασινίσσαν ἠμύνατο, εἰπὼν αἰτίαν αὐτῷ τὴν Σοφωνίδα γενέσθαι. τῷ γὰρ πατρὶ τῷ Ἀσδρούβᾳ χαριζομένην καταδῆσαι αὐτὸν μαγγανείαις , ὥστε καὶ ἄκοντα τὰ τῶν Καρχηδονίων πρᾶξαι· " ἀλλ’ ὅτι ὑπὸ γυναικὸς
ἠπάτημαι , ἀξίαν ἔδωκα δίκην · ἔχω δ' οὖν τι ἐν κακοῖς παραμύθιον , ὅτι ὁ Μασινίσσας αὐτὴν ἔγημε · 86 πάντως γὰρ καὶ ἐκεῖνον ὁμοίως διολέσει.
πολεμίαν καὶ αἰχμάλωτον ἄνευ τῆς αὐτοῦ γνώμης οὕτω ταχέως ἔγημε, καὶ παραδοῦναι τοῖς Ῥωμαίοις αὐτὴν ἐκέλευσεν. ὁ δὲ περιαλγήσας μέν, εἰσπηδήσας δ’ εἰς τὴν σκηνὴν ἔφη τῇ Σοφωνίδι " εἰ μὲν οἶός τ ἢν τῷ ἑαυτοῦ θανάτῳ ἐλευθέραν φυλάξαι σε καὶ
ἀνύβριστον , προθύμως ἄν σου ὑπεραπέθανον · ἐπεὲ δὲ τοῦτο ἀδύνατον, προπέμπω σε ἔνθα κἀγὼ καὶ ἅπαντες ἀφιξόμεθα.’’ καὶ ταῦτα εἰπὼν φάρμακον 87 αὐτῇ ὤρεξεν. ἡ δὲ οὔτ’ ἀνωλοφύρατο οὔτ’ ἐστέναξεν, ἀλλὰ καὶ πάνυ γενναίως “ εἰ τοῦτό σοι,” ἔφη “ ἄνερ, δοκεῖ, κἀγὼ πείθομαι· τῆς γὰρ ψυχῆς μου μετὰ σὲ οὐδεὶς ἄλλος κυριεύσει· εἰ δὲ τοῦ σώματός μου Σκιπίων δεῖται , νεκρὸν αὐτὸ λαβέτω.” καὶ ἡ μὲν
οὕτως ἀπέθανε, Σκιπίων δὲ τὸ ἔργον ἐθαύμασεν.
τῷ δὲ Οὐερμίνᾳ τὴν βασιλείαν τοῦ πατρὸς ἐπεκύρωσαν καὶ τοὺς ζωγρηθέντας Νομάδας ἐχαρίσαντο.
λοιπόν πρεσβείαν εἰς τὴν Ῥώμην ἀπέστειλαν. τοὺς δέ γε πρέσβεις οἱ Ῥωμαῖοι τότε οὐ προσεδέξαντο, λέγοντες οὐκ εἶναι πάτριον σφίσι στρατοπέδων ἐν τῇ Ἰταλίᾳ ὄντων τισὶ πρεσβείαν προσίεσθαι ἐξ αὐτῶν καὶ χρηματίζειν ὑπὲρ εἰρήνης. ὕστερον δέ, ἀπάραντος
τοῦ τε Ἀννίβου καὶ τοῦ Μάγωνος, λόγου σφίσι μετέδωκαν καὶ ἐψηφίσαντο τὰς σπονδάς. ἐξεχώρησαν δὲ τῆς Ἰταλίας ὅ τε Ἀννίβας καὶ ὁ Μάγων οὐ διὰ τὴν σύμβασιν , ἀλλὰ πρὸς τὸν οἴκοι πόλεμον ἐπειγόμενοι.
εἰρηναῖόν τι φρονοῦντες , καὶ περὶ σπονδῶν ἐπὶ τῇ τοῦ χρόνου τριβῇ διὰ τὴν τοῦ Ἀννίβου παρουσίαν ἐπικηρυκευσάμενοι, ὡς τὸν Ἀννίβαν πλησιάζοντα ἔμαθον, ἀνεθάρσησαν , καὶ ἐπέθεντο τῷ Σκιπίωνι κατὰ γῆν τε καὶ κατὰ θάλασσαν . κἀκείνου περὶ τούτου
89 αὐτοῖς ἐγκαλέσαντος, οὔτε μέτριόν τι τοῖς πρέσβεσιν ἀπεκρίναντο καὶ ἐπεβούλευσαν αὐτοῖς ἀποπλεύσασι· καὶ εἰ μὴ πνεῦμα τυχαίως συμβὰν αὐτοῖς ἐβοήθησεν, ἀπώλοντο ἄν. ὅθεν καὶ ὁ Σκιπίων ἐν τοότῳ τῆς ψήφου
τῆς περὶ τῆς εἰρήνης κομισθείσης οὐκέτι αὐτὴν ἐποιήσατο. οἶ οὖν Καρχηδόνιοι τὸν μὲν Μάγωνα εἰς τὴν WII 96 Ἰταλίαν ἀνέπεμψαν, τὸν δ’ Ἀννίβαν αὐτοκράτορα 90 στρατηγὸν ἀπέδειξαν , τὸν Ἄννωνα τῆς ἀρχῆς παύσαντες. τὸν δ᾿ Ἀσδρούβαν καὶ ἀποκτεῖναι ἐψηφίσαντο,
φαρμάκῳ δὲ ἑκουσίως φθαρέντα καὶ νεκρὸν ᾐκίσαντο. Ἀννίβας μὲν οὖν πάσαν τὴν ἡγεμονίαν λαβὼν εἰς τὴν Μασινίσσου χώραν ἐνέβαλε καὶ ἐκάκου αὐτὴν καὶ τοῖς Ῥωμαίοις μάχεσθαι ἡτοιμάζετο · ἀνθητοιμάζοντο δὲ καὶ οἱ τοῦ Σκιπίωνος.
λίῳ τὴν τῆς Ἰταλίας φυλακὴν ἐπεκλήρωσαν. ἀλλ’ οὐκ ἠδυνήθη ὁ Νέρων εἰς τὴν Λιβύην ἐλθεῖν , ὑπὸ χειμῶνος ἐν Ἰταλίᾳ χρονίσας καὶ ἐν Σαρδοῖ. εἶτα οὐδὲ περαιτέρω τῆς Σικελίας ἐχώρησε, κεκρατηκότα μαθὼν τὸν Σκιπίωνα. ὁ γὰρ Σκιπίων, δείσας μὴ ἐπειχθείς
ὁ Νέρων τῶν αὐτοῦ πόνων τὴν εὔκλειαν σφετερίσηται, τοῦ ἔαρος ἐπιλάμψαντος ἐπὶ τὸν Ἀννίβαν ἐχώρησε, μαθὼν ὅττι τὸν Μασινίσσαν ἐνίκησε. καὶ ὁ Ἀννίβας ὡς ᾔσθετο προσιόντα τὸν Σκιπίωνα, προαπήντησεν αὐτῷ. καὶ ἀντιστρατοπεδευσάμενοι οὐκ 92 εὐθὺς εἰς χεῖρας ἦλθον, συχνὰς δ’ ἡμέρας φιέτριψαν, 93 καὶ ἕκαστος τῷ οἰκείῳ διειλέχθη στρατεύματι καὶ πρὸς τὴν μάχην αὐτὸ παρεθάρρυνεν.
ἐπὶ τὴν Οὐτικὴν ὥρμησεν, ἔνα δεδιέναι καὶ φεύγειν δόξας σχοίη καιρὸν ἐπιθέσεως · ὃ καὶ ἐγένετο. ὁ γὰρ Ἀννίβας φεύγειν αὐτὸν οἰηθεὶς καὶ ἐπὶ πλέον ἐντεῦθεν θαρσήσας ἐπεδίωξε μόνοις τοῖς ἱππεῦσι. καὶ ὁ Σκιπίων ἀντέστη τε αὐτοῖς παρὰ δόξαν καὶ συμβαλὼν
ἐνίκησε. τρέψας δ’ αὐτοὺς οὐκ ἐπὶ τὸ διώκειν σφᾶς, ἀλλὰ ἐπὶ τὰ σκευοφόρα αὐτῶν καθ’ ὁδὸν τυγχάνοντα ὥρμησε, καὶ πάντα συνέλαβε. ταῦτα τὸν Ἀννί- PI 442 ἐτάραξε, καὶ ἔτι ὅτι κατασκόπους αὐτοῦ τρεῖς ἐν τῷ στρατοπέδῳ ὁ Σκιπίων εὑρὼν οὐδὲν δεινὸν αὐτοῖς
πεποίηκεν. μαθὼν γὰρ παρ’ ἑνὸς αὐτῶν ὁ Ἀννίβας τὸ πεπραγμένον , οἶ γὰρ δύο παρὰ τοῖς Ῥωμαίοις μεῖναι ἠθέλησαν, κατεπλάγη , καὶ διακινδυνεῦσαι οὐκέτι θαρρήσας σπείσασθαι ὅτι τάχιστα ἔγνω, ἔν εἰ μὴ τοῦτο συμβαίη, τριβὴν τέως τινὰ πορίσηται καὶ διακωχήν.
πέμψας οὑν πρὸς τὸν Μασινίσσαν, δι’ ἐκείνου ὡς ὁμοφύλου τὰς σπονδὰς ᾔτησε. καὶ ἦλθε μὲν ἐς λόγους τῷ Σκιπίωνι, ἔπραξε δὲ οὐδέν. ὁ γὰρ Σκιπίων οὔτε τραχὺ οὔτε τι σαφὲς ἀπεκρίνατο , ἀλλὰ τὸ μὲν ὅλον ἐμέσευσεν, ἐπιεικέστερον δ’ ὅμως διειλέχθη,
94 ὅπως αὐτὸν ὡς καὶ σπεισόμενος εἰς ἀμέλειαν προαγάγῃ ὃ καὶ συμβέβηκε. μάχης μὲν γὰρ πέρι οὐδὲν ὁ Ἀννίβας ἐνενόησε, μεταστρατοπεδεύσασθαι δὲ εἰς χωρίον ἐπιτηδειότερόν τι ἠθέλησεν. ἐξ αὐτομόλων δὲ τοῦτο μαθὼν ὁ Σκιπίων προεξανέστη νυκτὸς καὶ
κατέσχε τὸν τόπον εἰς ὃν ἐκεῖνος ἠπείγετο · ἐν χωρίῳ δέ τινι κοίλῳ καὶ ἀνεπιτηδείῳ πρὸς στρατοπέδευσιν γενομένοις τοῖς Καρχηδονίοις ἐπεφάνη αἰφνίδιον. ὁ δ’ Ἀννίβας συμβαλεῖν οὐκ ἠθέλησε, στρατοπεδευόμενος δ’ ἐκεῖ καὶ φρεωρυχῶν ἐταλαιπώρησε διὰ πάσης τῆς νυκτός. καὶ οὕτως κακῶς αὐτοὺς ἔχοντας ὑπὸ
καμάτου καὶ δίψης κατηνάγκασε καὶ ἄκοντας ὁ Σκιπίων συμμίξαι αὐτῷ.
καὶ ὁ ἥλιος σύμπας ἐξέλιπεν. ἐκ γὰρ τῶν ἄλλων καὶ τοῦτο οὐκ αἴσιόν τι σφίσι προμηνύειν ὁ Ἀννίβας ὑπώπτευσεν. οὕτω δ’ ἔχοντες τοὺς ἐλέφαντας ἑαυτῶν προεβάλοντο. καὶ οἶ Ῥωμαῖοι μέγα ἐξαίφνης καινοί WII 97 καταπληκτικὸν ἀνεβόησαν , καὶ τὰς ἀσπίδας τοῖς δόρασι
κρούσαντες θυμῷ καὶ δρόμῳ ἐπὶ τοὺς ἐλέφαντας ὥρμησαν. ὑφ’ ὧν ταραχθέντες ἐκεῖνοι οἶ μὲν πλείους οὐκ ἐδέξαντο σφὰς, ἀλλ’ ἀπετράποντο καὶ τιτρωσκόμενοι μείζω τοῖς ἐπιτεταγμένοις ἐνεποίουν τὸν θόρυβον, οἱ δὲ καὶ ὁμόσε σφίσι χωρήσαντες, τῶν Ῥωμαίων 96
διισταμένων διὰ μέσου αὐτῶν διεξέτρεχον , καὶ παριόντες ἐβάλλοντό τε καὶ ἐκ χειρὸς ἐτιτρώσκοντο. καὶ ἐπί τινα μὲν χρόνον ἀντέσχον οἶ Καρχηδόνιοι, ἔπειτα τοῦ Μασινίσσου καὶ τοῦ Λαιλίου τοῖς ἱππεῦσι κατὰ νώτου προσπεσόντων αὐτοῖς πάντες ἔφυγον. οἶ δὲ
πλείους ἐφθάρησαν, καὶ ὁ Ἀννίβας μικροῦ ἂν ἀπώλετο. φεύγοντα γὰρ αὐτὸν ὁ Μασινίσσας ἐπεδίωκεν ἀκρατῶς τῇ τοῦ ἵππου ῥύμῃ ὑπενδιδούς. μεταστραφεὶς δ’ ὁ Ἀννίβας, καὶ ἰδὼν αὐτὸν οὕτω διώκοντα, ἠρέμα ἐξέκλινε καὶ τὸν δρόμον ἐπέστησε καὶ οὕτω
παρελάσαντα τὸν Μασινίσσαν κατὰ νώτου γενόμενος ἔτρωσε · κἀκ τούτου μετ’ ὀλίγων ἐξέφυγε. Σκιπίων δὲ νικήσας ἐπὶ τὴν Καρχηδόνα ἠπείχθη, PI 443 καὶ ἐπολιόρκει αὐτὴν ἐκ γῆς ἄμα καὶ θαλάσσης. οἶ δὲ Καρχηδόνιοι πρῶτον μὲν ὡς τὴν πολιορκίαν καρτερήσοντες ἡτοιμάζοντο, ἔπειτα ἐξαπορηθέντες πρὸς τὸν Σκιπίωνα διεκηρυκεύσαντο. καὶ ὁ Σκιπίων τοὺς λόγους σφῶν προσεδέξατο καὶ περὶ τῶν συνθηκῶν
διειλέχθη αὐτοῖς. ἦν δὲ τὰ ὡμολογημένα ὁμήρους τε παρὰ τῶν Καρχηδονίων καὶ τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομόλους δοθῆναι, καὶ πάντας μὲν τοὺς ἐλέφαντας, τὰς δὲ τριήρεις πλὴν δέκα παρασχεθῆναι, καὶ τοῦ λοιποῦ μήτε ναῦς μακρὰς πλείους ἔχειν τῶν
δέκα μήτε πόλεμον παρὰ τὴν τῶν Ῥωμαίων γνώμην πρὸς μηδένα ποιεῖσθαι, καί τίνα ἕτερα
ἑτοίμως ἐδέξατο, ἀλλ’ ἐπὶ πολὺ ἠμφισβήτησαν ἀλλήλοις ἐναντιούμενοι. ὁ δὲ δῆμος τήν εἰρήνην ὁμοθυμαδὸν ἐψηφίσατο, καὶ τὰς ὁμολογίας ἐδέξαντο, καὶ ἔπεμψαν δέκα ἀνδρὰς, ἔνα μετὰ τοῦ Σκιπίωνος ἅπαντα διοικήσωσι. καὶ αἱ συμβάσεις ἐπράχθησαν, καὶ αἷ
τριήρεις ἐδόθησαν καὶ ἐκαύθησαν , καὶ τῶν ἐλεφάντων οἱ μὲν πλείους εἰς τὴν Ῥώμην ἀπήχθησαν , τῷ Μασινίσσᾳ δὲ οἱ λοιποὶ ἐδωρήθησαν. καὶ Ῥωμαῖοι μὲν τὴν Λιβύην ἐξέλιπον, τὴν δ᾿ Ἰταλίαν οἷ Καρχηδόνιοι.
98
πολλοὺς πολίτας κομίσας αἰχμαλώτους. καὶ ὁ μὲν μέγας ἐκ τούτων ᾔρετο, Ἀννίβας δὲ κατηγόρητο παρὰ τοῖς οἰκείοις ὡς τήν τε Ῥώμην λαβεῖν δυνηθεὶς καὶ μὴ θελήσας καὶ τὴν λείαν τὴν ἐκ τῆς Ἰταλίας σφετερισάμενος. οὐ μὴν καὶ ἑάλω, ἀλλὰ καὶ τὴν μεγίστην τῶν Καρχηδονίων ἀρχὴν οὐκ εἰς μακρὰν
ἐπετράπη.
ἦν, ἐθεράπευον αὐτόν, ἵνα μὴ τοῖς Καρχηδονίοις WII 98 συνάροιτο ἢ εἰς τὴν Ἰταλίαν στρατεύσοιτο· ἐπεὶ δὲ τὰ κατ’ ἐκείνους ἠρέμησαν , οὐκέτ’ ἐμέλλησαν , ἀλλ’ ἐς πόλεμον αὐτῷ κατέστησαν φανερόν , πολλὰ ἐγκαλοῦντες αὐτῷ. πρέσβεις οὖν οἶ Ῥωμαῖοι πρὸς αὐτὸν
πέμψαντες , ἐπεὶ μηδὲν ὧν ἐπετάττετο ἔπραττε , τὸν πόλεμον ἐψηφίσαντο , χρώμενοι μὲν τῇ τῶν Ἑλλήνων ἐπιβασίᾳ λαβῇ, τὸ δ’ ἀληθὲς ἀγανακτοῦντες ἐφ’ οἶς ἐδεδράκει, καὶ προκαταλαμβάνοντες αὐτόν, ἵνα μὴ καταδουλωσάμενος ἐκείνους ἐπὶ τὴν Ἰταλίαν στρα- PI 444
τεύσῃ κατὰ τὸν Πυρρὸν. ψηφισάμενοι δὲ τὸν πόλεμον τά τε ἄλλα παρεσκευάσαντο εὖ καὶ στρατηγὸν ἐπὶ τοῦ ναυτικοῦ Λούκιον Ἀπούστιον Σουλπικίῳ Γάλβᾳ δεδώκασι. καὶ ὁ Γάλβας τὸν Ἰόνιον κόλπον διαβαλὼν ἐπὶ πολὺ ἐνόσησε. παραλαβόντες οὖν τὴν
δύναμιν πᾶσαν ὃ τε ῥηθεὶς στρατηγὸς καὶ Κλαύδιος Κέντων ὁ ὑποστράτηγος , αὐτὸς μὲν τῷ ναυτικῷ τὰς Αθήνας ὑπὸ τῶν Μακεδόνων πολιορκουμένας ἐρρύ- σατο καὶ Χαλκίδα κατεχομένην ὑπ’ αὐτῶν ἐπόρθησε, κἀν τούτῳ Φιλίππου ταῖς Ἀθήναις ἐπιστρατεύσαντος
ἐπανελθὼν τότε αὐτὸν ἀπεώσατο καὶ μετὰ τοῦτο 100 101 αὖθις προσβαλόντα ἀπεκρούσατο , Ἀπούστιος δ’ ἐς τὴν Μακεδονίαν , ἀσχόλου περὶ τὴν Ἑλλάδα τοῦ Φιλίππου ὄντος, ἐμβαλὼν τήν τε γῆν ἐληίζετο καὶ φρούρια καὶ πόλεις ἐχειρώσατο. Φίλιππος δὲ διὰ ταῦτα ἐν ἀμηχανίᾳ γενόμενος τέως μὲν ἄνω καὶ κάτω
περιέθει ἄλλοτε ἄλλοις ἀμύνων, ὡς δὲ ὁ Ἀπούστιος τῇ χώρᾳ αὐτοῦ ἰσχυρῶς ἐνέκειτο καὶ οἱ Δάρδανοι τὴν πρόσορον σφίσι Μακεδονίαν ἐκακούργουν, οἰ- κοῦσι δ’ οὗτοι ὑπέρ τε Ἰλλυριῶν καὶ ὑπὲρ Μακεδόνων, Ἰλλυριοί τέ τινες καὶ Ἀμύνανδρος Ἀθαμανίας
Θεσσαλικοῦ γένους βασιλεὺς ὤν , σύμμαχοι πρότερον ὄντες αὐτοῦ , πρὸς τοὺς Ῥωμαίους μετέστησαν, ἐκ τούτου καὶ τὰ τῶν Αἰτωλῶν ὑπώπτευσε καὶ περὶ 102 τοῖς οἴκοι ἔδεισε καὶ ἐκεῖ μετὰ τοῦ πλείονος στρατεύματος ἔσπευσε γνοὺς δὲ τὴν πρόσοδον αὐτοῦ ὁ
Ἀπούστιος ἀνεχώρησεν· ἤδη γὰρ καὶ χειμὼν ἦν.
καὶ τῶν ψιλῶν. μεταστάντων δὲ τῶν Ῥωμαίων ἴς τι χωρίον ὅθεν ῥᾷον ἦν αὐτοῖς ἐπισιτίσασθαι, νομίσας ὁ Φίλιππος ὡς φοβουμένους αὐτὸν μεταστῆναι, ἐπῆλθεν αὐτοῖς ποιουμένοις ἁρπαγὰς ἀπροσδόκητος καί τινας διέφθειρε. καὶ ὁ Γάλβας τοῦτο
αἰσθόμενος ἐπεξέδραμεν ἐκ τοῦ στρατοπέδου καὶ προσπεσὼν αὐτῷ πολλῷ πλείους ἀνταπέκτεινεν. ὁ 103 δέ γε Φίλιππος ἡττηθεὶς καὶ τρωθεὶς ὑπὸ νύκτα ἀπανέστη. οὐ μέντοι αὐτὸν ὁ Γάλβας ἐπεδίωξεν, ἀλλ’ εἰς τὴν Ἀπολλωνίαν ἀνεκομίσθη. καὶ ὁ Απού-
104 στιος δὲ μετὰ τῶν Ῥοδίων καὶ τοῦ Ἀττάλου περιπλέων νήσους συχνὰς ἐχειρώσατο.
ὑπομείνας, τέως μὲν ἡσυχίαν ἦγεν, ὡς δ’ ὁ Μακεδονικὸς πόλεμος ἐνέστη , τούς τε Γαλάτας τῶν Ῥωμαίων ἀπέστησε καὶ μετ’ αὐτῶν ἐπὶ Λίγυας στρατεύσας τινὰς κἀκείνων προσεποιήσατο. Λουκίῳ δὲ Φουρίῳ στρατηγοῦντι πολεμηθέντες ἡττήθησαν καὶ
περὶ σπονδῶν ἐπρεσβεύσαντο. καὶ οἶ μὲν Λίγυες ἔτυχον αὐτῶν, τοῖς ἄλλοις δὲ οὐκ ἐδόθησαν, ἀλλ᾿ PI 445 ἀντεστράτευσεν ἐπ’ αὐτοὺς Αὐρήλιος ὁ ὕπατος , φθονήσας τῆς νίκης τῷ στρατηγῷ.
συνηνέχθη πολλὰ καὶ δεινά. Γναῖόν τε γὰρ Βαίβιον στρατηγὸν ἐνίκησαν , καὶ τὴν συμμαχίδα τῶν Ρωμαίων κατέτρεχον, καὶ Πλακεντίαν ἐπολιόρκουν WII 99 καὶ ἑλόντες κατέσκαψαν.
Οὐίλλιος ὁ ὕπατος ἀντεκάθητο τῷ Φιλίππῳ 5 τὰ τῆς Ἠπείρου προκαταλαβόντι στενά, δι’ ὧν εἰς τὴν Μακεδονίαν εἰσὶν εἰσβολαί. μετὰ δὲ τὸν χειμῶνα Τίτος Φλαμίνιος ὕπατος, τοῦ Φιλίππου πάν τὸ μεταξὺ τῶν ὀρῶν διατειχίσαντος καὶ ὄντος δυσπολεμήτου, 105
διά τινος ἐκπεριῆλθε στενῆς ἀτραποῦ μετ’ ὀλίγων τὸ περιτείχισμα. καὶ φανεὶς ἐξ ὑπερδεξίων αἰφνίδιον ἐφόβησε τὸν Φίλιππον, νομίσαντα πᾶν τὸ τοῦ Τίτου στράτευμα εἴσω τῶν στενῶν παρελθεῖν · ὅθεν καὶ εἰς τὴν Μακεδονίαν ἀπῆρεν εὐθύς. ὁ δ’ 106 ὕπατος ἐκεῖνον μὲν οὐκ ἐδίωξε, τὰς δ’ ἐν τῇ Ἠπείρῳ πόλεις προσεποιήσατο. καὶ ἐς Θεσσαλίαν ἐλθὼν πολλὰ παρεσπάσατο τοῦ Φιλίππου, καὶ εἰς τὴν Φωκίδα τὴν Βοιωτίαν τε ἀνεχώρησε. καὶ ὁ μὲν Ἐλάτειαν ἐπολιόρκει, Λούκιος δὲ Φλαμίνιος ὁ ἀδελφός
107 αὐτοῦ μετὰ τοῦ Ἀττάλου καὶ τῶν Ῥοδίων τὰς νήσους ἐχειροῦτο. καὶ τέλος Κέγχρειαν ἑλόντες , καὶ πυθόμενοι πρέσβεις πρὸς τοὺς Ἀχαιοὺς ἐπὶ συμμαχίᾳ πεπέμφθαι, ἀπέστειλαν καὶ αὐτοί · καὶ Ἀθηναῖοι συνεπρεσβεύσαντο. καὶ πρότερον μὲν ἐμερίσθησαν αἶ ία γνῶμαι τῶν Ἀχαιῶν , τῶν μὲν τῷ Φιλίππῳ τὴν συμμαχίαν ψηφιζομένων , τῶν δὲ τοῖς Ῥωμαίοις, ὀψὲ δ’ οὑν ποτε τὴν βοήθειαν αὐτοῖς ἐψηφίσαντο. καὶ ἐπὶ τὴν Κόρινθον συνεστράτευσαν, καὶ τοῦ μὲν τείχους κατήρειψάν τινα , πονήσαντες δ’ ἐπεκδρομαῖς
ἀπανέστησαν.
πρέσβεις εἰς Ῥώμην πέμψαι τό Φιλίππῳ ἐπετράπη. καὶ οὐδὲ ἐκεῖ τι ἐγένετο· τῶν γὰρ Ἑλλήνων ἀποστῆναι αὐτὸν ἀξιούντων τῆς Κορίνθου καὶ τῆς Χαλκίδος τῆς τε Δημητριάδος τῆς Θεσσαλικῆς , οὐδὲν περὶ τούτων οἱ τοῦ Φιλίππου πρέσβεις ἐντετάλθαι ἔφασαν,
καὶ ἄπρακτοι ἀπηλλάγησαν.
καὶ μᾶλλον ὅτι καὶ Νάβις ὁ τῶν Λακεδαιμονίων τύραννος ραννος ἐσπείσατό οἶ, καίτοι φίλος ὢν τοῦ Φιλίππου καὶ τὸ Ἀργὸς λαβὼν παρ’ αὐτοῦ. ἀδυνατῶν γὰρ ὁ Μακεδὼν πολλὰ διέπειν ὁμοῦ, καὶ δείσας μὴ τοῖς Ῥωμαίοις ἡ πόλις ληφθῇ , τῷ Νάβιδι αὐτήν, ἔν αὖθις ἀποδοίη, παρακατέθετο.
τὰς πόλεις ἐν αἷς ἕκαστοι τὰς διατριβὰς ἐποιοῦντο τολμήσαντες , καὶ πολλοὺς τόν ἐπιχωρίων φονεύσαντες, 109 καθῃρέθησαν ὑπὸ Κορνηλίου Λεντούλου στρατηγοῦ πρὶν μεῖζόν τι ἐξεργάσασθαι. οἶ μέντοι Γαλάται εὐτυχίαις τε ἐπαιρόμενοι καὶ τοὺς Ῥωμαίους
ἐν παρέργῳ σφίσι πολεμοῦντας αἰσθόμενοι παρεσκευάσαντο ὡς καὶ ἐπὶ τὴν Ῥώμην ἐλάσοντες. δείσαντες οὖν οἶ Ῥωμαῖοι ἄμφω τοὺς ὑπάτους Κορνήλιον Κέθηγον καὶ Μινούκιον Ῥοῦφον ἐπὶ τοὺς Γαλάτας ἔπεμψαν οἱ διαιρεθέντες ἄλλος ἄλλην ἐπόρθουν
χώραν. πρὸς οὖν τοὺς ὑπάτους καὶ οἱ πολέμιοι διῃρέθησαν , καὶ οἱ μὲν τῷ Κεθήγῳ μετὰ τοῦ Ἀμίλκου συμβαλόντες ἡττήθησαν , οἱ λοιποὶ δὲ τοῦτο γνόντες ἀπεδειλίασαν καὶ οὐκέτι τῷ Ῥούφῳ συνέβαλον, 110 βάλον, ἀλλ’ ἀδεῶς ἐκεῖνος τὴν χώραν κατέτρεχε. καὶ WII 100
οἱ μὲν τῷ Κεθήγω̣ πολεμήσαντες σπονδὰς ἐποιήσαντο, οἱ δ’ ἄλλοι ἐν τοῖς ὅπλοις ἔτι ἐτύγχανον.
γε Φλαμίνιος ἐς τὴν Θεσσαλίαν ἐλθὼν τῷ Φιλίππω προσέμιξε. καὶ ἱππομαχίαν ἐποιήσαντο· τὸ γὰρ χωρίον οὐκ ἐπιτήδειον πρὸς μείζω μάχην ἦν· διὸ καὶ ἄμφω ἀπανέστησαν. καὶ πρός τινα λόφον γενόμενοι, οὗ τὴν ἀκρωνυχίαν Κυνὸς κεφαλὴν ὀνομάζουσιν , οἱ 111 μὲν ἔνθεν οἱ δ᾿ ἐκεῖθεν ηὐλίσαντο. καὶ μαχεσάμενοι τοῖς στρατεύμασιν ἅπασιν ἰσοπαλεῖς ἂν ἀπηλλάγησαν, εἰ μὴ οἶ Αἰτωλοὶ ἐπικρατεστέρους τοὺς Ῥωμαίους
ἐποίησαν. ἡττηθεὶς οὖν ὁ Φίλιππος καὶ φυγών, εἶτα μαθὼν τήν τε Λάρισαν καὶ τὰς περὶ αὐτὴν πόλεις τὰ τοῦ νικήσαντος ᾑρημένας , ἐπεκηρυκεύσατο τῷ Φλαμινίῳ. καὶ ὃς ἐσπείσατο , χρήματά τε τοῦ Φιλίππου δόντος καὶ ὁμήρους ἄλλους τε καὶ
τὸν οἰκεῖον υἱὸν Δημήτριον , καὶ πρέσβεις ὑπὲρ τῆς εἰρήνης εἰς τὴν Ῥώμην ἐκπέμψαντος.
PI 447 μὴ ἔπειθε τοὺς Ἀκαρνᾶνας μὴ συμμαχεῖν τῷ Φιλίππῳ, τήν τε Λευκάδα πολιορκίᾳ εἶλε κἀκείνους μετὰ τοῦτο τὴν ἧτταν τοῦ Φιλίππου γνόντας ῥᾷον συμπαρεστησατο.
καὶ οἱ ἐν τῇ Ῥώμᾐ τῷ Φιλίππῳ ἑτοιμότατα συνηλλάγησαν ἐπὶ τῷ τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομό λους ἀποδοῦναι καὶ τοὺς ἐλέφαντας τάς τε τριήρεις πλὴν πέντε καὶ τῆς στρατηγίδος αὐτῆς οὔσης ἑκκαιδεκήρους, καὶ χρήματα τὰ μὲν αὐτίκα δοῦναι, τὰ δὲ
καὶ ἐν τάξεσί τισι , καὶ μόνης τῆς Μακεδονίας βασιλεύειν, μὴ πλείους τ΄ ἔχειν στρατιώτας τῶν πεντακισκιλίων, κισχιλίων, μήτε πόλεμον ἔξω τῆς ἑαυτοῦ χώρας 112 ποιεῖσθαί τινι. τὰς γὰρ ἄλλας πόλεις τάς τε ἐν τῆ̣ Ἀσίᾳ καὶ ἐν τῇ Εὐρώπῃ τὰς πρὶν δουλευούσας αὐτῷ
ἐλευθέρας ἀφῆκαν.
μικροῦ πᾶσαν ἀλλοτριωθεῖσαν ἀνεκτήσατο , ἀνὴρ ἀρετῇ πάσῃ τοὺς τότε νικῶν. νόμου δὲ τεθέντος μετὰ τὴν ἐν Κάνναις τοῖς Ῥωμαίοις συμβάσαν ἧτταν μήτε χρυσοφορεῖν τὰς γυναῖκας μήτε διφροφορεῖσθαι μήθ’ ὅλως ἐσθῆτι καταστίκτῳ κεχρῆσθαι, ὁ δῆμος,
εἰ χρὴ καταλῦσαι τὸν νόμον , βουλὴν ἐποιεῖτο. καὶ 114 περὶ τούτου ὁ Κάτων ἐδημηγόρησε, δεῖν κατασκευάζων τὸν νόμον κρατεῖν, καὶ τέλος ταῦτα ἐπήγαγε. ‘‘κοσμείσθωσαν οὖν αἱ γυναῖκες μὴ χρυσῷ μηδὲ λίθοις ἤ τισιν ἀνθηροῖς καὶ ἀμοργίνοις ἐσθήμασιν,
ἀλλὰ σωφροσύνῃ, φιλανδρίᾳ, φιλοτεκνίᾳ, πειθοῖ, μετριότητι , τοῖς νόμοις τοῖς κειμένοις , τοῖς ὅπλοις τοῖς ἡμετέροις, ταῖς νίκαις, τοῖς τροπαίοις.” Λούκιος δὲ Οὐαλέριος δήμαρχος ἀντιλέγων τῷ Εάτωνι διειλέχθη, ἀποδοθῆναι συμβουλεύων ταῖς γυναιξὶ τὸν
κόσμον τὸν πάτριον. καὶ πολλὰ περὶ τούτου πρὸς τὸν δῆμον εἰπών , εἶτα πρὸς τὸν Κάτωνα τὸν λόγον ἀπέτεινε καὶ ἔφη “σὺ δ’, ὦ Κάτων, εἰ ἄχθῃ τῷ 115 κόσμῳ τῶν γυναικῶν καὶ βούλει φιλόσοφόν τι ποιῆσαι καὶ μεγαλοπρεπές , ἀπόκειρον αὐτὰς περιτρόχαλα, καὶ
χιτωνίσκους καὶ ἐξωμίδας ἔνδυσον, καὶ νὴ Δία σύ γε καὶ ὅπλισον ἐφ’ ἵππους τε ἀναβίβασον, καὶ εἰ δοκεῖ σοι καὶ εἰς τὴν Ἰβηρίαν ἀνάγαγε · ὅπως τε καὶ τῶν ἐκκλησιῶν κοινωνῶσιν ἡμῖν , καὶ δεῦρο αὐτὰς εἰσφερώμεθα.” καὶ ὁ μὲν Οὐαλέριος ταῦτα ἐπισκώ- WII 101
πτων εἶπεν , ἀκούσασαι δὲ αἱ γυναῖκες, ἐγγὺς γὰρ τῆς ἀγοράς πολλαὶ διέτριβον πολυπραγμονοῦσαι τὸ 116 γενησόμενον, εἰσεπήδησαν εἰς τὴν ἐκκλησίαν καταβοῶσαι τοῦ νόμου, καὶ οὕτω σπουδῇ λυθέντος αὐτοῦ ἀνεδήσαντο ἐκεῖ εὐθὺς ἐν τῇ ἐκκλησίᾳ κόσμον τινὰ καὶ ἐξῆλθον χορεύουσαι.
καὶ μαθὼν πάντας τοὺς μέχρι τοῦ Ἴβηρος οἰκοῦντας συνεστράφθαι, ἵνα καθ’ ἒν αὐτῷ πολεμήσωσι, συγκροτήσας τὸ στράτευμα προσέβαλε σφίσι, καὶ ἡττήσας αὐτοὺς ἠνάγκασε προσχωρῆσαί οἱ, φοβηέντας ἵνα μὴ καὶ τὰς πόλεις αὐτοβοεὶ ἀποβάλωσι.
καὶ τότε μὲν δεινὸν αὐτοῖς οὐδὲν εἰργάσατο, ὕστερον δὲ ὑπόπτων τινῶν γενομένων τά τε ὅπλα πάντων ἀφείλετο καὶ τὰ τείχη σφῶν δι’ αὐτόν τῶν ἐπιχωρίων κατέσκαψε. γράμματα γὰρ ἑκασταχόσε διαπέμψας, καὶ ἐν τῇ αὐτῇ ἡμέρᾳ ἅπασιν αὐτὰ ἀποδοθῆναι
κελεύσας, προσέταξε τοὺς περιβόλους αὐθημερὸν καθελεῖν, θάνατον ἀπειλήσας τοῖς ἀπειθήσασιν. 117 ἆ ἀναγνόντες οἱ ἐν ταῖς ἀρχαῖς ὄντες, καὶ νομίσαντες ἕκαστοι μόνοις αὐτοῖς γεγράφθαι, καὶ μηδὲ καιρὸν λαβόντες βουλῆς, κατέβαλον πάντες τὰ τείχη.
ἐπανελθεῖν οἴκαδε, ἔστι δ’ ὅτε καὶ μάχην αὐτοῖς ἐς ἡμέραν ἐπαγγέλλων ῥητήν. ἐκ γὰρ τούτου ἐστασίασαν πρὸς ἀλλήλους, καὶ φοβηθέντες οὐκέτι αὐτῷ πολεμῆσαι ἐτόλμησαν.
118 τὸν γὰρ Νάβιν οὔτε σφίσιν πιστὸν καὶ τοῖς Ἕλλησι 119 φοβερὸν ὁρῶντες οἷ Ῥωμαῖοι πολέμιον ἐποιήσαντο. προσγενομένων δὲ καὶ συμμάχων ἐκ τοῦ Φιλίππου αὐτῷ, ἐπὶ τὴν Σπάρτην ἤλασεν ὁ Φλαμίνιος, καὶ
ἀπόνως τά Ταύγετά τε ὑπερέβη καὶ πρὸς τὴν πόλιν προσῆλθε μηδενὸς ἐναντίουμένου. ὁ γὰρ Νάβις, τούς τε Ῥωμαίους δείσας καὶ τοὺς ἐπιχωρίους ὑποπτεύσας, οὐκ ἐκινήθη ὥστε προαπαντῆσαι τῷ Θλαμινίῳ· πλησιάσαντι δὲ ἐπεξέδραμε, καταφρονήσας
διά τε τὸν κάματον τὸν ἐκ τῆς πορείας καὶ ὅτι περὶ τὴν στρατοπέδευσιν ἀπησχόλητο, καί τινας συνετάραξε. τῇ δ’ ὑστεραίᾳ ἐπεξῆλθε τοῖς προσβάλλουσι, καὶ πολλοὺς ἀποβαλὼν οὐκέτι ἐπεξῆλθε. καταλιπὼν οὑν μέρος τοῦ στρατοῦ ἐκεῖ ὁ Φλαμίνιος, ὅπως μηδαμοῦ 120
κινηθείη, τοῖς λοιποῖς ἐπὶ τὴν χώραν ἐτράπετο· κἀκεῖνός τε καὶ ὁ ἀδελφὸς αὐτοῦ καὶ οἱ Ῥόδιοι καὶ ὁ τοῦ Ἀττάλου παῖς Εὐμένης ἐπόρθουν αὐτήν. ἀπογνοὺς οὖν διὰ ταῦτα ὁ Νάβις κήρυκα τῷ Θλαμινίῳ ὑπὲρ εἰρήνης ἀπέστειλε. καὶ ὃς τοὺς μὲν
λόγους αὐτοῦ προσήκατο, οὐκ αὐτίκα δὲ κατελύσατο. τὰς γὰρ ὁμολογίας, ἃς ἀπῃτεῖτο ὁ Νάβις ποιήσασθαι, οὔτ’ ἀπαγορεῦσαι ἐθάρρει οὔτε ποιήσαι συγκατετίθετο. τὸ δὲ πλῆθος ἐκώλυσαν αὐτὸν συμβῆναι. καὶ τότε μὲν οὐκ ἐσπείσατο, προσβαλόντων δὲ τῶν Ῥωμαίων
αὖθις καὶ τὴν Σπάρτην ὀλίγου πᾶσαν, καὶ γὰρ ἀτείχιστος ἦν ἐν μέρει, ἑλόντων οὐκέτ’ ἐπέσχεν, PI 449 ἀλλὰ πρός τε τὸν Φλαμίνιον σπονδὰς ἐποιήσατο καὶ πρὸς τὴν Ῥώμην πρεσβευσάμενος συνηλλάγη.
ἐλευθέρους ἀφῆκεν, ὕστερον δὲ συγκαλέσας αὐτοὺς καὶ ὑπομνήσας ὄν εὐηργέτηντο, παρῄνεσεν εὔνοιαν τῆ̣ Ῥώμῃ τηρεῖν, καὶ τὰς φρουρὰς ἁπάσας ἐξήγαγε, καὶ ἀπῆρε μετὰ παντὸς τοῦ στρατοῦ.
παρεσκευάζοντό τε ὡς πολεμήσοντες, καὶ WII 102 πρὸς τὸν Φίλιππον καὶ τὸν Ἀντίοχον ἐπρεσβεύοντο. 121 καὶ ἔπεισαν αὐτὸν ἐκπολεμωθῆναι Ῥωμαίοις, ὡς καὶ τῆς Ἑλλάδος τῆς Ἰταλίας τε βασιλεύσοντα. τοῖς δὲ Ρωμαίοις τῶν πραγμάτων τεταραγμένων οὐχὶ περιγενέσθαι
τοῦ Ἀντιόχου ἐλπὶς ἦν, ἀλλ’ ἠγάπων εἴ γε τὰ ἑαυτῶν διασώσαιντο. ὁ γὰρ Ἀντίοχος μέγας μὲν καὶ ἐπὶ τῇ οἰκείᾳ δυνάμει ἐδόκει δι’ ἄλλα τε καὶ ὅτι τὴν Μηδίαν κατεστρέψατο, πολλῷ δ’ ἔτι μείζων ἐγένετο ὅτι τὸν Πτολεμαῖον τόν τῆς Αἰγύπτου βασιλέα
καὶ τὸν Ἀριαράθην τὸν τῆς Καππαδοκίας κηδεστὴν προσετέθειτο.
122 ἐπεὶ δ’ ἐκεῖνον ἐνίκησαν, καὶ τούτου, ὃν πρόσθεν ἐδεδίεσαν, κατεφρόνουν. ὁ δὲ ἐς τὴν Θρᾴκην ἐπεραιώθη καὶ ἄλλα τε παρεστήσατο καὶ τὴν Λυσιμαχίαν ἀνεστηκυῖαν συνῴκισεν, ὡς ὁρμητηρίῳ ταύτῃ χρησόμενος· καὶ γὰρ αὐτὸν καὶ ὁ Φίλιππος
καὶ ὁ Νάβις ἐπηγάγοντο. ὅ τε Ἀννίβας αὐτῷ συγγενόμενος ἐλπίσαι πεποίηκεν ἐς τὴν Καρχηδόνα κἀκεῖθεν εἰς τὴν Ἰταλίαν πλεῦσαι, καὶ τὰ τοῦ Ἰονίου κόλπου ἔθνη προσκαταστρέψασθαι, καὶ μετ’ αὐτῶν ἐπὶ τὴν Ῥώμην ὁρμῆσαι. ἔφθη γοῦν ὁ Ἀντίοχος καὶ
δὶς ἐς τὴν Εὐρώπην διαβὰς εἴς τε τὴν Ἑλλάδα ἀφικόμενος. 123 πυθόμενος δὲ τὸν Πτολεμαῖον τεθνηκέναι, καὶ περὶ παντὸς τῆς Αἰγύπτου κρατῆσαι ποιούμενος, τὸν μὲν υἱὸν Σέλευκον ἐν τῇ Λυσιμαχίᾳ σὺν δυνάμει κατέλιπεν, αὐτὸς δὲ ἀναζεύξας, καὶ ζῶντα τόν Πτολεμαῖον μαθών, τῆς μὲν Αἰγύπτου ἀπέσχετο,
ἐπιχειρήσας δ’ ἐς Κύπρον πλεῦσαι ἔπταισεν ὑπὸ χειμῶνος, καὶ οἴκαδε ἀνεχώρησε. καὶ πρέσβεις οἱ Ῥωμαῖοι κἀκεῖνος ἀντεπέστελλον ἀλλήλοις ἀντ’ ἀντεγκαλοῦντες, ὅπως πρόφασίν τε τοῦ πολέμου λάβωσι καὶ ὅπως τὰ παρ’ ἀλλήλοις προκατασκέψωνται.
μαθών τινας ἐκ τῆς Ῥώμης παρόντας, καὶ δείσας μὴ συλληφθῇ, ἀπέδρα νυκτὸς ἐκ τῆς Καρχηδόνος. καὶ πρὸς τὸν Ἀντίοχον ἐλθὼν ἑαυτῷ τε τὴν εἰς τὴν πατρίδα κάθοδον καὶ τόν πρὸς τοὺς Ῥωμαίους πόλεμον ἔπραττεν, ὑπισχνούμενος ἐκείνῳ περιποιήσειν
τό τε τῆς Ἑλλάδος κράτος καὶ τὸ τῆς Ἰταλίας· μέχρις οὗ σφίσιν ὁ Σκιπίων ὁ Ἀφρικανὸς συνεγένετο. οὗτος γὰρ δικαστὴς ἐς τὴν Λιβύην πεμφθεὶς τῷ τε Μασινίσσᾳ καὶ τοῖς Καρχηδονίοις περὶ ὅρων γῆς διαφερομένοις, μετέωρον τὴν ἔχθραν αὐτῶν κατέλιπεν, 124
ἵν ἀλλήλοις τε διαφέροιντο καὶ μηδεὶς αὐτῶν διὰ τὴν κρίσιν κατὰ Ῥωμαίων ὀργίζοιτο. ἐντεῦθεν δ εἰς τὴν Ἀσίαν διέβη, λόγῳ μὲν ὡς πρεσβεύσων πρὸς τὸν Ἀντίοχον, ἔργῳ δὲ Μί’ κἀκεῖνον καὶ τὸν Ἀννίβαν ἐπιφανεὶς καταπλήξῃ καὶ πράξῃ τὰ τοῖς Ῥωμαίοις
συμφέροντα. ἀφικομένου δ’ αὐτοῦ οὐχ ὁμοίως ἔτι προσεῖχεν ὁ Ἀντίοχος τῷ Ἀννίβᾳ· ὑπώπτευσε γὰρ αὐτὸν δι’ ἀπορρήτων ὁμιλήσαντα τῷ Σκιπίωνι, καὶ ἄλλως δὲ αὐτὸν ἐβαρύνετο, ὅτι ἅπαν βούλευμα τῶ Ἀννίβᾳ πᾶς ἐπεγράφετο καὶ τὴν τοῦ πολέμου κατόρθωσιν 125 ἐν τούτῳ πάντες ἐπήλπιζον. διὰ γοῦν ταῦτα καὶ ἐφθόνησε τῷ Ἀννίβᾳ καὶ ἐφοβήθη αὐτὸν ἵνα μή τι δυνηθεὶς μεταβάληται· καὶ οὔτε στράτευμα
παρέσχεν αὐτῷ οὔτ’ ἐς τὴν Καρχηδόνα ἔπεμψεν· οὐδ’ ἐν ταῖς συνουσίαις αὐτῷ κατακόρως ἐκέχρητο, ἀλλὰ καὶ ἐπετήδευε μηδὲν τῶν πραττομένων WII 103 αὐτοῦ δοκεῖν εἶναι.
κατέσχε καὶ ἐς φροντίδα τοὺς Ῥωμαίους οὐκ ἐλαχίστην κατέστησε. συχνῶν δὲ περὶ τοῦ Ἀντιόχου θρυλουμένων, καὶ τῶν μὲν ὅτι τὴν Ἑλλάδα πάσαν ἤδη κατέχει, τῶν δ’ ὅτι ἐπὶ τὴν Ἰταλίαν ἐπείγεται λογοποιούντων, οἶ Ῥωμαῖοι πρέσβεις εἰς τὴν Ἐλλάδα
126 ἄλλους τε καὶ Φλαμίνιον οἰκείως αὐτοῖς ἔχοντα ἔστειλαν, ὅπως τόν τε Φίλιππον καὶ ἐκείνους ἐπίσχῃ μηδὲν νεοχμῶσαι, καὶ στρατηγοὺς Μάρκον μὲν Βαίβιον εἰς Ἀπολλωνίαν, εἰ ταύτῃ ἐς τὴν Ἰταλίαν περαιωθῆναι τολμήσειεν ὁ Ἀντίοχος Ἀντίοχος, Αὖλον δὲ Ἀτίλιον
ἐπὶ τὸν Νάβιν. καὶ οὗτος μὲν οὐδὲν ἔπραξεν, ἔφθη γὰρ ὁ Νάβις ὑπὸ τῶν Αἰτωλῶν φθαρεὶς ἐξ ἐπιβουλῆς, καὶ ἡ Σπάρτη ἥλω ὑπὸ τῶν Ἀχαιῶν, ὁ δὲ Βαίβιος καὶ ὁ Φίλιππος πολλὰ τῆς Θεσσαλίας ἐβεβαιώσαντο. ταῖς γὰρ πρὸς τοὺς Ῥωμαίους ὁμολοηίαισ
ὁ Μακεδὼν ἐμμεμένηκε, διά τε ἄλλα καὶ ὅτι ὁ Ἀντίοχος χωρία αὐτοῦ ἐν τῇ Θρᾴκῃ τινὰ ἐπεσπασατο.
καὶ ὁ Ἀντίοχος, καίτοι χειμῶνος ὄντος, ὅμως πρὸς τὰς τῶν Αἰτωλῶν ἐλπίδας ἔσπευσε· διὸ οὐδὲ ἀξιόμαχον ἐπήγετο δύναμιν. τὴν μέντοι Χαλκίδα μετ’ αὐτῶν ἔλαβε, τήν τε ἄλλην Εὔβοιαν προσεποιήστο. ποιήσατο. καὶ ἐν τοῖς αἰχμαλώτοις Ῥωμαίους τινὰς
εὑρών, πάντας αὐτοὺς ἀφῆκε. καὶ ἐς τὴν Χαλκίδα διεχείμασεν· ὅθεν αὐτός τε καὶ οἶ στρατηγοὶ οἵ τε στρατιῶται αὐτοῦ τὰς γνώμας προδιεφθάρησαν. τῇ τε γὰρ ἄλλῃ ῥᾳστώνῃ καὶ ἔρωτι κόρης τινὸς ἐς τὸ 128 ἁβροδίαιτον ἐξώκειλε, καὶ τοὺς ἄλλους ἀπολέμους
ἐποίησεν.
Μάνιον δὲ Γλαβρίωνα μετὰ στρατοῦ πολλοῦ ἐς τὴν Ελλάδα πεπόμφασι. καὶ ὁ μὲν Νασικᾶς τοὺς Βοουΐους προσεπολεμώσατο, ὁ δὲ Γλαβρίων τὸν Ἀντίοχον ἐκ τῆς Ἑλλάδος ἐξήλασε. καὶ ἐς τὴν Θεσσαλίαν ἐλθὼν πολλὰ τῶν ταύτῃ μετὰ τοῦ Βαιβίου καὶ τοῦ Θιλίππου
παρεστήσατο. τόν τε γὰρ Μεγαλοπολίτην Θίλιππον ἐλῶν εἰς τὴν Ῥώμην ἀπέστειλε, καὶ τὸν Ἀμύνανδρον ἐκ τῆς ἀρχῆς ἐκβαλὼν τῷ Μακεδόνι αὐτὴν 129 ἔδωκεν.
Χαλκίδι διέτριβεν· εἶτα εἰς τὴν Βοιωτίαν ἐλήλυθε 130 καὶ ἐν ταῖς Θερμοπύλαις ἀντιπροσιόντας οἱ τοὺς Ῥωμαίους ὑπέμεινε· πρὸς γὰρ τὴν τῶν στρατιωτῶν ὀλιγότητα σύμμαχον τὴν τοῦ χωρίου φύσιν ἕξειν ἐνόμισε. καὶ ἵνα μή τι καὶ αὐτὸς πάθῃ οἶον οἶ Ἕλληνες οἶ πρὸς τὸν Μῆδον ἀντιταχθέντες ἐκεῖ, μέρος τι τῶν
Αἰτωλῶν ἐπὶ τὰ ἄκρα τῶν ὀρόν ἀνεβίβασεν, ὥστε φρουρῆσαι αὐτά. ὁ δὲ Γλαβρίων βραχύ τε τῶν χωρίων ἐφρόντισε καὶ τὴν μάχην οὐκ ἀνεβάλετο , ἀλλὰ Πόρκιον μὲν Κάτωνα καὶ Οὐαλέριον Φλάκκον ὑποστρατήγους 131 νυκτὸς ἐπὶ τοὺς Αἰτωλοὺς τοὺς ἐν τοῖς
ἄκροις ἀπέστειλεν , αὐτὸς δὲ τῷ Ἀντιόχῳ ὑπὸ τὴν ἕω συνέμιξε. καὶ ἕως μὲν ἐν τῷ ὁμαλῷ ἐμάχετο, ἐπεκράτει, ἀναχωρήσαντος δὲ τοῦ Ἀντιόχου πρὸς τὰ μετέωρα ἠλαττοῦτο , μέχρις ὁ Κάτων κατὰ νώτου οἱ ἐγένετο. τοῖς γὰρ Αἰτωλοῖς καθεύδουσιν ἐπελθὼν
τοὺς μὲν πλείους ἀπέκτεινε καὶ τοὺς λοιποὺς διεσκέδασε, κἀντεῦθεν καταδραμὼν καὶ τῆς κάτω μάχης μετέσχε. καὶ τόν τε Ἀντίοχον ἔτρεψαν καὶ τὸ στρατόπεδον WII 104 αὐτοῦ εἷλον. καὶ ὁ μὲν ἐς τὴν Χαλκίδα εὐθὺς ἀπεχώρησε , μαθὼν δὲ τὸν ὕπατον προσιόντα,
ἐς τὴν Ἀσίαν ἀνεκομίσθη λαθών.
τοὺς δ’ ἐς τὴν ἀκρόπολιν ἀναφυγόντας ὁμολογίᾳ παρεστήσατο. ἐν δὲ τοῖς τότε ζωγρηθεῖσι καὶ Δλμόκριτος ὁ στρατηγὸς τῶν Αἰτωλῶν ἐγένετο, ὃς τῷ Φλαμινίῳ ποτὲ τὴν συμμαχίαν ἠρνήσατο , καὶ ψήφισμα ἐκείνου αἰτήσαντος , ἔν’ ἐς τὴν Ῥώμην πέμψῃ,
‘‘θάρρει ἔφη· “ἐγὼ γὰρ αὐτὸ κομιῶ μετὰ τοῦ στρατοῦ καὶ παρὰ τῷ Τιβέριδι ὑμῖν ἀναγνώσομαι. τοῦ Φιλίππου δὲ τὴν Λάμιαν πολιορκοῦντος ἐπῆλθεν ἐπ’ αὐτὴν ὁ Γλαβρίων, καὶ τήν τε νίκην καὶ τὴν λείαν ἐσφετερίσατο. τῶν μέντοι Αἰτωλῶν οἶ λοιποὶ συναλλαγῆναι 132 μὲν ἠθέλησαν, οὐκ ἐσπείσαντο δέ, τοῦ Ἀντιόχου
πρέσβεις αὐτοῖς καὶ χρήματα πέμψαντος, ἀλλὰ πρὸς πόλεμον ἡτοιμάζοντο. καὶ ὁ Φίλιππος ὑπεκρί- νετο μὲν τὴν πρὸς τοὺς Ῥωμαίους φιλίαν , τὰ δὲ τοῦ Ἀντιόχου ἐφρόνει. ἐν τούτῳ δὲ Ναύπακτον ὁ Γλαβρίων τῶν Αἰτωλῶν οὖσαν ἐπολιόρκει· οὑς ἐλθὼν
ὁ Φλαμίνιος ἔπεισε σπείσασθαι, γνωρίμως ἔχων. καὶ πρέσβεις εἰς τὴν Ῥώμην ἐκεῖνοί τε καὶ οἶ Ἠπειρῶται ἐστάλκασι. καὶ ὁ Φίλιππος στέφανον νικητήριον τῷ Διὶ τῷ Καπιτωλίῳ πέμψας ἄλλα τε ἀντειλήφει καὶ τὸν υἱὸν τὸν Δημήτριον ἐν Ῥώμῃ
ὁμηρεύοντα. τοῖς δ’ Αἰτωλοῖς σπονδαὶ οὐκ ἐγένοντο· 133 οὐ γὰρ ἐλαττωθῆναί τι κατεδέξαντο.
τὴν Ῥώμην αὖθις ὑπὲρ τῆς εἰρήνης πρεσβεύσωνται, ἠπείγοντο δ᾿ ἐπὶ τὸν Ἀντίοχον, καὶ ἐπὶ Μακεδονίαν ἐλθόντες, συμμάχους τε λαβόντες ἐκ τοῦ Φιλίππου, ἐπὶ τὸν Ἑλλήσποντον ἤλασαν. καὶ ἐς τὴν Ἀσίαν περαιωθέντες τὰ πλείστα τῶν παραθαλασσίων κατέλαβον
προκατειλημμένα παρὰ τῶν ἐκεῖ προαπελθόντων Ῥωμαίων, πρὸς δὲ καὶ τοῦ Εὐμενοῦς καὶ τῶν 134 Ῥοδίων, οἳ καὶ τὸν Ἀννίβαν ναῦς τινας ἐκ Φοινίκης ἄγοντα περὶ Παμφυλίαν ἐνίκησαν. καὶ Εὐμένης δὲ καὶ Ἄτταλος ὁ ἀδελφὸς αὐτοῦ τὴν χώραν ἐκάκουν τοῦ
Ἀντιόζου, καὶ πόλεις αἶ μὲν βίᾳ, αἶ δ’ ἑκούσιαι πρὸς 135 τοὺς Ῥωμαίους μεθίσταντο, ὥστε ἐκ τούτων ἀναγκασθῆναι τὸν Ἀντίοχον τὴν Εὐρώπην τε παντελῶς ἐκλιπεῖν καὶ τὸν υἱὸν Σέλευκον ἀπὸ τῆς Λυσιμαχίας ἀπαγαγεῖν. ὃν ἐπανελθόντα σύν δυνάμει ἐπὶ τὴν Πέργαμον ἔπεμψεν. ὡς δὲ προσεδρεύσας τῆ̣ πόλει
οὐδὲν ἐπέρανε, καὶ οἱ Σκιπίωνες ἐπῆλθον , εὐθὺς αὐτοῖς ἐπεκηρυκεύσατο , προσδοκήσας τεύξεσθαι τῆς εἰρήνης, ὅτι τὸν Ἀφρικανοῦ υἱὸν συλλαβὼν ἐν θερα- πείᾳ εἶχε πολλῇ · καὶ τέλος, καίπερ τῶν σπονδῶν ἁμαρτών , ἄν εὑ λύτρων ἀφῆκεν αὐτόν. οὐκ ἐγένετο
PI 453 δὲ ἡ εἰρήνη, τοῦ Ἀντιόχου ἃ οἶ Ῥωμαῖοι ἀπῄτουν μὴ συνθεμένου ποιῆσαι.
μετὰ ταῦτα τοὺς σφενδονήτας καὶ τοὺς τοξότας. τὴν μὲν οὖν ἐκδρομὴν τῶν ἁρμάτων προεκδραμόντες οἱ Ῥωμαῖοι καὶ μετὰ κραυγῆς σφίσι πολλῆς ἀντιμέτωποι προσπεσόντες ἀνέκοψαν, ὥστε τὰ πολλὰ αὐτῶν ἐς τοὺς ἐλέφαντας τραπόμενα πάλιν τὸ οἰκεῖον συνετάραξαν,
αὐτοί τε γὰρ ἐπλανῶντο καὶ τοὺς ἐπιτεταγμένους σφίσιν ἐκφοβήσαντες διεσκέδασαν , τὴν δὲ 136 τοξείαν καὶ τὴν σφενδόνησιν ὄμβρος πολὺς ἐπιγενόμενος ἀσθενῆ ἐποίησεν· ὁμίχλη τε πλείστη καὶ βα- WII 105 θεῖα συμβᾶσα τοὺς μὲν Ῥωμαίους ἅτε κρατοῦντας
καὶ ἀγχεμάχως ἐκ χειρὸς μαχομένους οὐδὲν ἐνεπόδισε, τοὺς δ’ ἐναντίους , οἷα πεφοβημένους ἵππῳ τε καὶ τοξεία̣ τὸ πλεῖστον χρωμένους, τήν τε πρόοψιν εἰς τὰ τοξεύματα ἀφείλετο, καὶ περὶ ἀλλήλους ὡς ἐν σκότῳ πλανωμένους ἔσφηλεν. ὅμως δ’ οὖν ἴσχυσεν
137 ὁ Ἀντίοχος τοῖς καταφράκτοις ἱππεῦσι τοὺς ἀντιστάντας αὐτῷ τρεψάμενος μέχρι τοῦ στρατοπέδου ἐλθεῖν ἐπιδιώκων αὐτούς. καί γε εἷλεν ἂν αὐτό, εἰ μὴ Μάρκος Αἰμίλιος Λέπιδος ὁ τὴν φρουρὰν αὐτοῦ ἔχων
τοὺς πρώτους προσιόντας τῶν Ῥωμαίων ἀπέκτεινεν, ἐπεὶ μὴ ἔπεισεν αὐτοὺς τῆς φυγῆς ἐπισχεῖν. ἐκ γὰρ 138 τούτου ἐκείνων τε οἱ λοιποὶ ὑποστρέψαντες καὶ αὐτὸς ἀκραιφνέσιν ἐπεκδραμὼν τοῖς φρουροῖς ἀπεώσαντο τὸν Ἀντίοχον. ἐν ᾧ δὲ τοῦτ’ ἐγίνετο, Ζεῦξις καθ’
ἕτερον μέρος τῷ ταφρεύματι προσβαλὼν εἴσω τε αὐτοῦ εἰσῆλθε καὶ ἁρπαγὴν ἐποιεῖτο, μέχρις οὗ ὁ Λέπιδος ᾔσθετο. τότε γὰρ κἀκεῖνος τὸ σφέτερον ἐρρύσατο, καὶ ὁ Σκιπίων τὸ τοῦ Ἀντιόχου εἶλε, καὶ ἐν αὐτῷ πολλοὺς μὲν ἀνθρώπους, πολλοὺς δ᾿ ἵππους,
ὑποζύγια, ἀργύριον, χρυσίον, ἐλέφαντα ἄλλα τε πολλὰ καὶ πολυτελῆ εὗρε. καὶ ὁ μὲν Ἀντίοχος ἡττηθεὶς αὐτίκα ἐς τὴν Συρίαν ἀνεχώρησεν , οἱ δ’ Ἕλληνες οἱ ἐν τῇ Ἀσίᾳ τοῖς Ῥωμαίοις προσέθεντο.
τοῦ Ἀντιόχου ἐσπείσθη. ὅ τε γὰρ Ἀφρικανὸς εὐνοι·κῶς οἱ διὰ τὸν υἱὸν εἶχε, καὶ ὁ ὕπατος οὐκ ἤθελε τὴν νίκην τῷ διαδόχῳ πλησιάζοντι καταλελοιπέναι. οὔκουν οὐδὲ ἐπέταξαν τῷ Ἀντιόχῳ πλέον οὐδὲν ἢ ὅσα καὶ πρὸ τῆς μάχης ᾔτουν. διὸ καὶ Γναῖος Μάλλιος ὁ τὴν
ἀρχὴν σφῶν διαδεξάμενος οὐκ ἠρκέσθη τοῖς συγκειμένοις, ἀλλὰ πλείω αὐτὸν ἀπῄτησε, πρὸς δὲ καὶ ὁμήρους δοῦναι ἐκέλευσεν ἄλλους τε καὶ τὸν υἱὸν Ἀντίοχον, καὶ τοὺς αὐτομόλους πάντας ἐκδοῦναι, ἐν οἷς καὶ ὁ Ἀννίβας ἦν. καὶ ὁ Ἀντίοχος καὶ ἄκων πρὸς
ἅπαντα ἐπειθάρχησεν. οὐ μέντοι καὶ τὸν Ἀννίβαν ἐκδοῦναι ἠδυνήθη· πρὸς γὰρ Προυσίαν τὸν βασιλέα τῶν Βιθυνῶν προκατέφυγε. καὶ ὁ μὲν Ἀντίοχος PI 454 πρέσβεις ἐπὶ τούτοις εἰς τὴν Ῥώμην πέμψας ἐσπείσατο, Σκιπίων δὲ Λούκιος ἐπῃνεῖτο ἐπὶ τῇ νίκῃ καὶ τὴν τοῦ Ἀσιατικοῦ ἐπωνυμίαν δι’ αὐτὴν ἔσχεν, ὥσπερ ὁ ἀδελφὸς αὐτοῦ Ἀφρικανὸς ἐπεκλήθη, τῆς Καρχηδόνος κρατήσας μέγιστον ἐν τῇ Ἀφρικῇ δυνηθείσης.
140 συνθήκας διὰ τὸν υἱὸν ποιησάμενος , τὸ δ᾿ ἀληθὲς διὰ φθόνον. ὅτι δ᾿ οὐδὲν ἠδίκουν δηλοῦται μὲν καὶ ἄλλοθεν, οὐχ ἥκιστα δὲ ὅτι καὶ τῆς οὐσίας τοῦ Ἀσιατικοῦ δημευθείσης οὐδὲν πλέον τῶν αὐτῷ προϋπαρχόντων εὑρέθη, ὅτι δὲ τοῦ Ἀφρικανοῦ ἐς τὸ Λίτερνον
πρὸ ψήφου ἀναχωρήσαντος καὶ μέχρι τελευτῆς ἐκεῖ καταμείναντος οὐδεὶς αὐτοῦ ἔτι κατεψηφίσατο.
ἐκ τοῦ Εὐρωπαίου ἀποδάσμιον. Βρέννον γάρ ποτε βασιλέα σφῶν προστησάμενοι τήν τε Ἑλλάδα καὶ τὴν 141 Φρᾴκην ἐπέδραμον, κἀκεῖθεν εἰς τὴν Βιθυνίαν διαβάντες μέρη τινὰ τῆς τε Φρυγίας καὶ τῆς Παφλαγονίας τῆς τε Μυσίας τῆς πρὸς τῷ Ὀλύμπῳ καὶ Καππαδοκίας
ἀπετέμοντο καὶ ἐν αὐτοῖς κατῴκησαν, καὶ νῦν ἔθνος ἴδιόν εἰσι τὸ ὄνομα τῶν Γαλατῶν φέροντες. οὗτοι δὴ πράγματα τῷ Μαλλίῳ παρέσχον. ἀλλὰ καὶ τούτων ἐκράτησε, τὴν μὲν Ἄγκυραν τὴν πόλιν ἑλὼν ἐξ ἐπιδρομῆς, τὰς δ’ ἄλλας ὁμολογίᾳ παραστη-
142 σάμενος. πράξας δὲ ταῦτα καὶ συχνὸν παρὰ Ἀρια- WII 106 ράθους τοῦ Καππαδοκῶν βασιλέως ἀργύριον ἐπὶ εἰρήνῃ λαβῶν ἀπῆρεν οἴκαδε.
νῆς ἐς τὴν Ῥώμην πέμψαντες αὐτοὶ αὖθις ἐνεωτέριζον. 143 διὸ οἱ Ῥωμαῖοι τούς τε πρέσβεις εὐθὺς ἀπεπέμψαντο καὶ Μάρκῳ Φουλουίῳ τὴν Ἑλλάδα ἀνέθεντο. ὁ δὲ ἐς Ἀμβρακίαν τὴν πόλιν πρῶτον ὥρμησε μεγάλην οὖσαν, ἦν γάρ ποτε τοῦ Πυρροῦ βασίλειον , τότε δὲ
κατείχετο πρὸς τῶν Αἰτωλῶν, καὶ ἐπολιόρκει αὐτήν· οἶ οὖν Αἰτωλοὶ πρὸς αὐτὸν ὑπὲρ εἰρήνης διειλέχθησαν· ὡς δ’ οὐκ ἠθέλησε σπείσασθαι, μέρος τι τοῦ στρατοῦ ἐς τὴν Ἀμβρακίαν εἰσέπεμψαν. οἱ δὲ Ῥωμαῖοι δι’ ὑπονόμου τινὸς ἐπεχείρησαν τὴν πόλιν
ἑλεῖν, καὶ διώρυσσον πόρρωθεν· καὶ τέως μὲν ἐλάνθανον τοὺς πολιορκουμένους, ἐπεῖδ’ ὁ χοῦς ἠθροίσθη, ὑπετόπησαν τὸ γινόμενον. ἀγνοοῦντες δ’ ὅπῃ ὀρύσσοιτο χαλκῆν ἀσπίδα κατὰ τὸν περίβολον πρὸς αὐτὸ ἐτίθουν τὸ δάπεδον· καὶ διὰ τῆς ἠχῆς τὸν τόπον PI 455
γνόντες καὶ αὐτοὶ ἀντώρυσσον ἔνδοθεν, καὶ πελάσαντες τοῖς Ῥωμαίοις ᾔεσαν εἰς μάχας κρυπτάς. τέλος δέ τι τοιοῦτον ἀντετεχνήσαντο. πίθον μέγαν πτίλων πληρώσαντες πῦρ ἐς αὐτὸν ἐνῆκαν, καὶ πῶμα χαλκοῦν αὐτῷ πολλαχῇ τετρημένον ἐνέθηκαν , καὶ εἰς
τόν ὑπόνομον τὸν πίθον κομίσαντες καὶ πρὸς τοὺς πολεμίους τρέψαντες τὸ στόμα αὐτοῦ ἀκροφύσιόν οἱ κατὰ τὸν πυθμένα ἐνέβαλον, καὶ τούτῳ φύσας προσφέροντες πλεῖστον καὶ δυσχερῆ καπνὸν οἷα ἐκ πτίλων ἐκθορεῖν ἐποίουν, ὃν οὐδεὶς τῶν Ῥωμαίων ὑπέμενεν.
ὅθεν ἀπογνόντες οἱ Ῥωμαῖοι ἐσπείσαντο καὶ τὴν πο- 144 λιορκίαν κατέλυσαν. ὁμολογησάντων δ᾿ αὐτῶν καὶ οἶ 145 Αἰτωλοὶ μετεβάλοντο · καὶ διεπράξαντο ἀνοχήν, εἶτα καὶ εἰρήνην παρὰ τοῦ δήμου, πολλὰ μὲν χρήματα, πολλοὺς δὲ καὶ Ὁμήρους δόντες. καὶ ὁ Φουλούιος τὴν Κεφαλληνίαν ὁμολογίᾳ παρεστήσατο καὶ τὴν
Πελοπόννησον στασιάζουσαν κατεστήσατο.
Ἀντίοχος ἐβασίλευσεν. ὁ δέ γε Φίλιππος ἐτόλμησε μὲν νεωτερίσαι ὅτι πόλεων τινων ἐστερήθη ἐν Θεσ- σαλίᾳ καὶ πρὸς ταῖσδε καὶ Αἴνου καὶ Μαρωνείας, οὐκ ἠδυνήθη δὲ διὰ τὸ γῆρας καὶ διὰ τὰ περὶ τοὺς παῖδας συνενεχθέντα αὐτῷ. καὶ Γαλάται τινὲς τὰς
Ἄλπεις ὑπερβάντες πόλιν ἐντὸς αὐτῶν κτίσαι ἠθέλη- 146 σαν. ὧν ὁ Μάρκος ὁ Μάρκελλος τά τε ὅπλα ἀφείλετο καὶ τἄλλα ὅσα ἐπεκομίζοντο· οἱ δ’ ἐν τῇ Ῥώμᾐ πρεσβευσαμένοις σφίσιν ἐπὶ τῷ εὐθὺς ἀναχωρῆσαι πάντα ἀπέδωκαν.
χρησμοῦ δέ ποτε αὐτῷ γενομένου ἐν γῇ Λιβύσσῃ τεθνήξεσθαι, ὁ μὲν ἐν τῇ πατρίδι τῇ Λιβύῃ προσεδόκα θανεῖν, ἔτυχε δὲ θνήσκων ἐν χωρίῳ τινὶ 147 τυγχάνων καλουμένῳ Λιβύσσῃ. καὶ ὁ Ἀφρικανὸς δὲ Σκιπίων τότε μετήλλαξε.
148
καὶ αὐτός τε καὶ οἶ λοιποὶ τῶν Μακεδόνων ἤλπιζον ὅτι μετὰ τὸν Φίλιππον τὴν βασιλείαν λήψεται, ἐφθόνησεν αὐτῷ ὁ Περσεύς, ἅτε καὶ πρεσβύτερος αὐτοῦ ὤν, καὶ διέβαλεν αὐτὸν ὡς ἐπιβουλεύοντα τῷ πατρί. καὶ ὁ μὲν φάρμακον πιεῖν ἀναγκασθεὶς ἐτελεύτησεν,
ὁ δὲ Φίλιππος οὐ πολλῷ ὕστερον τὸ ἀληθὲς PI 456 γνοὺς ἀμύνασθαι τὸν Περσέα ἠθέλησεν, οὐ μέντοι καὶ ἴσχυσεν, ἀλλ’ αὐτός τε ἀπέθανε καὶ τὴν βασιλείαν ὁ Περσεὺς διεδέξατο. καὶ οἱ Ῥωμαῖοι ταύτην WII 107 τε αὐτῷ ἐβεβαίωσαν καὶ τὴν πατρῴαν φιλίαν
ἀνενεώσαντο.
ἀναβολὴν τοῦ πολέμου σχοίη μέχρις ἂν παρασκευάσηται, πρέσβεις εἰς τὴν Ῥώμην ἔπεμψεν ἀπολυγησομένους τάχα περὶ ὧν ἐνεκαλεῖτο. οὓς οἱ Ῥωμαῖοι οὔτ’ εἴσω τοῦ τείχους ἐδέξαντο , καὶ πρὸ τοῦ ἄστεος αὐτοῖς χρηματίσαντες οὐδὲν ἀπεκρίναντο ἕτερον ἢ
ὅτι ὕπατον πέμψουσι πρὸς ὃν ὅσα βούλεται διαλεχθήσεται. 149 καὶ αὐθημερὸν αὐτοὺς ἀπιέναι ἐποίησαν, δόντες σφίσι καὶ ἀγωγοὺς ὥστε μή τινι συγγένωνται· καὶ τῷ Περσεῖ τῆς Ἰταλίας ἐπιβαίνειν τοῦ λοιποῦ ἀπειρήκασιν.
Γάιον Λουκρήτιον. συμμίξας οὖν πρῶτον περὶ Λάρισαν τῷ Περσεῖ ἐν ἱππομαχίᾳ ἔπταισεν· ὕστερον μέντοι περιεγένετο , ὥστε καὶ ἀναχωρῆσαι τὸν Περσέα εἰς τὴν Μακεδονίαν. ὁ Κράσσος δὲ ταῖς πόλεσι ταῖς 151 Ἑλληνικαῖς ταῖς ὑπὸ τοῦ Φιλίππου κατεχομέναις
πρόσ’ ἔβαλε, καὶ τῶν μὲν πλειόνων ἀπεκρούσθη, ἔστι δ’ ἃς ἐχειρώσατο· καί τινας κατασκάψας τοὺς ἀλόντας ἀπέδοτο. ἅπερ οἱ ἐν τῇ Ῥώμῃ πυθόμενοι ἠγανάκτησαν, καὶ τόν τε Κράσσον ὕστερον ἐζημίωσαν χρήμασι καὶ τὰς ἑαλωκυίας πόλεις ἠλευθέρωσαν
τοὺς πραθέντας ἐξ αὐτῶν καὶ εὑρεθέντας ἐν τῆ̣ Ἰταλίᾳ τότε παρὰ τόν ἐωνημένων αὐτοὺς ἐξεπρίαντο.
Περσεὺς τῆς Ἠπείρου καὶ τῆς Θεσσαλίας κατέσχε τὰ πλείονα. τήν τε γὰρ ἄλλην δύναμιν πολλὴν συνε- 152 κρότησε, καὶ πρὸς τοὺς ἐλέφαντας τῶν Ρωμαίων φάλαγγα ὁπλιτῶν ἠσκήκει, ὀξέσιν ἥλοις τὰς ἀσπίδας καὶ τὰ κράνη σιδηρώσας αὐτῶν. ὅπως δὲ μήτε τοῖς
ἵπποις φοβεροὶ εἶεν, εἴδωλα ἐλεφάντων σκευάσας δεινὴν μὲν ὑπὸ χρίσματός τινος ὀσμὴν ἔχοντα, φοβερὰ δὲ καὶ ὀφθῆναι καὶ ἀκουσθῆναι ὄντα, βροντώδη γὰρ ἠφίει ἠχήν τινα ἐξ ἐπιτηδεύσεως , πρὸς ἐκεῖνα προσῆγεν αὐτοὺς συνεχῶς , μέχρις οὗ καὶ ἐθάρσησαν.
ὁ μὲν οὖν Περσεὺς μέγα ἐκ τούτων ἐκέκτητο φρόνημα καὶ τὸν Ἀλέξανδρον τῇ δόξῃ καὶ τῷ μεγέθει τῆς ἀρχῆς ὑπεροίσειν ἐπήλπισεν , οἱ δ’ ἐν τῇ Ῥώμᾐ ταῦτα μαθόντες τὸν Μάρκιον Φίλιππον ὑπατεύοντα σπουδῇ ἐξέπεμψαν. καὶ ὃς εἰς τὴν Θεσσαλίαν πρὸς PI 457 τὸ στρατόπεδον ἀφικόμενος τούς τε Ῥωμαίους καὶ
τοὺς συμμάχους ἐξήσκει , ὥστε δείσαντα τὸν Περσέα ἐν τό Δίῳ τῷ Μακεδονικῷ καὶ πρὸς τοῖς Τέμπεσιν ἡσυχίαν ἄγειν καὶ τὰ στενὰ τηρεῖν. θαρσήσας δὲ διὰ ταῦτα ὁ Φίλιππος διὰ μέσων ὀρῶν ὑπερέβαλε καί τινα τοὐ Πέρσεως κατέσχε. προιὼν δ᾿ ἐπὶ τῆς
Πύδνης τῶν ἐπιτηδείων ἐσπάνισε , καὶ εἰς τὴν Θεσσαλίαν ἀνέστρεψε. καὶ αὖθις ὁ Περσεὺς ἀνεθάρσησε καὶ ἆ κατέσχεν ὁ Φίλιππος ἀνεκτήσατο καὶ τῷ ναυτικῷ συχνὰ τοὺς Ῥωμαίους ἐλύπει, συμμάχους τε προσηγάγετο καὶ πάντῃ τοὺς Ῥωμαίους ἐκ τῆς Ἑλλάδος
ἤλπισεν ἐκβαλεῖν. τῇ δὲ πολλῇ καὶ ἀκαίρῳ φειδωλίᾳ 153 καὶ τῇ δι’ αὐτὴν τῶν συμμάχων ὀλιγωρίᾳ ἀσθενὴς αὖθις ἐγένετο. ὡς γὰρ τὰ τῶν Ῥωμαίων ὑπεδίδου , τὰ δ’ ἐκείνου ἐπηύξετο , κατεφρόνησεν ὡς οὐδὲν ἔτι τῶν συμμάχων δεόμενος, καὶ οὐκ ἐδίδου
χρήματα σφίσιν ἃ ἐπηγγείλατο. τῶν μὲν οὖν ἀμ- WII 108 βλυνθέντων τὸ πρόθυμον, τόν δὲ καὶ τέλεον αὐτὸν ἐκλιπόντων, τοσοῦτον ἀπέγνω ὥστε καὶ σπονδῶν δεηθῆναι. καὶ κἂν ἔτυχε τούτων διὰ τοῦ Εὐμένους, εἰ μὴ καὶ Ῥόδιοι συνεπρέσβευσαν· ὑπερηφάνως γὰρ
οὗτοι τοῖς Ῥωμαίοις διαλεχθέντες τυχεῖν αὐτὸν ἐκώλυσαν τῶν σπονδῶν.
καὶ σταυρώμασι καὶ οἰκοδομήμασιν ἄπορον ἀπειργάσατο, ἐθάρρει δὲ καὶ τῇ ἀνυδρίᾳ τοῦ τόπου, ἐπείρασε μὲν καὶ οὕτως ὁ ὕπατος διελθεῖν, καὶ τῆς ἀνυδρίας ἐπορίσατο ἐπικούρημα. διαμησάμενος γὰρ τὴν ἐν τῇ ὑπωρείᾳ τοῦ Ὀλύμπου ἄμμον ὕδωρ εὗρε
156 δαψιλές τε καὶ πότιμον. κἀν τούτῳ τῶν ῾Ροδίων πρέσβεις ἀφίκοντο πρὸς αὐτὸν ἀπὸ τῆς αὐτῆς θρασύτητος ἀφ᾿ ἧς καὶ ἐς τὴν ῾Ρώμην πρὶν ἐπρεσβεύσαντο. ὁ δὲ οὐδὲν εἰπὼν πλέον αὐτοῖς ἢ ὅτι μετ᾿ ὀλίγας ἡμέρας ἀπόκρισιν δώσει, ἀπέπεμψεν αὐτούς.
ὡς δὲ προσβάλλων οὐδὲν ἐπφ́αινεν, ἔμαθε δὲ τὰ ὄρη ὄντα που πορεύσιμα, μέρος τι τοῦ στρατοῦ ἐπὶ τὴν δυσπροσοδωτέραν αὐτῶν ὑπερβολὴν ἔπεμψε, καταληψόμενον τὰ ταύτῃ ἐπίκαιρα, διὰ γὰρ τὸ δυσπρόσιτον καὶ ἐλαχίστην εἶχε φρουράν, αὐτὸς δὲ τῷ λοιπῷ
τοῦ στρατεύματος προσέμιξε τῷ Περσεῖ, ἵνα μή τι ὑποτοπήσας φυλακὴν τῶν ὀρῶν ἀκριβεστέραν ποιήσαιτο. καὶ μετὰ τοῦτο καταληφθ έντων τῶν ἄκρων PI 458 νυκτὸς πρὸς τὰ ὄρη ὥρμησε, καὶ πῇ μὲν λαθὼν, πὴ δὲ βιασάμενος ὑπερέβαλεν αὐτά. ὃ μαθὼν ὁ Περσεύς,
καὶ δείσας μὴ κατὰ νώτου αὐτῷ προσπέσῃ ἢ καὶ τὴν Πύδναν προκατάσχῃ, καὶ γὰρ τὸ ναυτικὸν ἅμα τὸ τῶν ῾Ρωμαίων παρέπλει, τό τε ἔρυμα τὸ πρὸς τῷ ποταμῷ ἐξέλιπε, καὶ πρὸς τὴν Πύδναν ἐπειχθεὶς πρὸ τῆς πόλεως ἐστρατοπεδεύσατο. καὶ ἦλθε μὲν 157 καὶ ὁ Παύλῃ ἐκεῖ, οὐ μέντοι καὶ παραχρῆμα προσέμιξαν, ἀλλὰ καὶ διέτριψαν οὐκ ὀλίγας ἡμέρας. προ- μαθὼν δὲ ὁ Παῦλος ὡς ἡ σελήνη ἐκλείψειν μέλλει, συνηθροίκει πρός ἐσπέραν τὸ στράτευμα, ὅτε τὴν ἔκλειψιν γενέσθαι ἐχρῆν, καὶ προεῖπε τό συμβησόμενον, καὶ μή τι διὰ τοῦτο ταραχθῆναι παρῄνεσεν. 158
οἱ μὲν οὖν Ῥωμαῖοι τὴν ἔκλειψιν θεασάμενοι οὐδὲν κακὸν ἐξ αὐτῆς ὑπετόπησαν , οἱ δέ γε Μακεδόνες δέος ἴσχον ἐκ τούτου καὶ ἐς τὸν Περσέα τὸ τέρας τείνειν ἐνόμισαν. οὕτω δ᾿ ἐκατέρων ἐχόυτων συμβάν τι κατὰ τύχην τῇ ὑστεραίᾳ συνέρρηξεν αὐτοὺς
εἰς μάχην ἀκήρυκτον καὶ τέλος τῷ πολέμῳ ἐπέθηκεν. ἐπεὶ γὰρ ὑποζύγιόν τι τῶν Ῥωμαίων εἰς τὸ ὕδωρ εἰσέπεσεν ἐξ οὗπερ ὑδρεύοντο, καὶ οἵ τε Μακεδόνες αὐτοῦ ἐπελάβοντο καὶ οἱ ὑδροφόροι ἀντείχοντο , τὸ μὲν πρῶτον οὗτοι καθ’ ἑαυτοὺς ἐμαχέσαντο, ἔπειτα
καὶ οἶ λοιποὶ ἐπικουροῦντες τοῖς οἰκείοις κατ’ ὀλίγους 159 ἐκ τῶν στρατοπέδων ἐξῄεσαν, καὶ πάντες συνέμιξαν ἀπ’ ἀμφοῖν. καὶ μάχης ἀσυντάκτου μέν, ὀξείας δὲ γενομένης, οἷ Ῥωμαῖοι ἐκράτησαν, καὶ καταδιώξαντες τοὺς Μακεδόνας μέχρι τῆς θαλάσσης πολλοὺς μὲν
αὐτοὶ ἐφόνευσαν , πολλοὺς δὲ τῷ ναυτικῷ προσπλεύσαντι ἀποκτεῖναι παρέδοσαν. οὐδ’ ἄν τις ὑπελείφθη αὐτῶν, εἰ μὴ νὺξ αὐτοῖς ἐβοήθησε· περὶ δείλην γὰρ ὀψίαν ἡ μάχη ἐγένετο.
τούς τε περιλιπεῖς ἀναληψόμενος καὶ συστήσων αὖ- θις τὰ πράγματα , ἐπεὶ οὔτ’ ἦλθόν τινες πρὸς αὐτὸν πλὴν μισθοφόρων Κρητῶν καὶ τὴν Πύδναν ἄλλας WII 109 τε πόλεις τὰ τῶν Ῥωμαίων ᾑρῆσθαι ἔμαθε, κἀκεῖθεν 160 μετέστη καὶ εἰς πλοῖα τὰ χρήματα ὅσα ἐπήγετο
θέμενος νυκτὸς ἐς Σαμοθρᾴκην ἀπέπλευσε. καὶ πυθόμενος οὐ πολλῷ ὕστερον τὸν Ὀκταούιον, ὃς τοῦ ναυτικοῦ προίστατο, προσπλέοντα, καὶ τὸν Παῦλον ἐς Ἀμφίπολιν παρόντα , ἐπέστειλεν αὐτῷ συμβῆναι δεόμενος. καὶ ἐπεὶ βασιλέα ἑαυτὸν ἐν τῇ ἐπιστολῇ ὠνόμασεν, οὐδ’ ἀποκρίσεως ἔτυχεν. ὕστερον δὲ ἄνευ τινὸς τοιαύτης προσρήσεως ἐπιστείλαντος προσεδέξατο μὲν τὸν ὑπὲρ τῶν σπονδῶν λόγον , οὐκ ἄλλως
μέντοι συμβήσεσθαι ἔφη εἰ μὴ καὶ ἑαυτὸν καὶ τὰ ἑαυτοῦ πάντα τοῖς Ῥωμαίοις ἐπιτρέψειε. καὶ διὰ ταῦτα οὐ συνέβησαν. μετὰ τοῦτο δὲ ἐξαιτηθεὶς παρὰ PI 459 τῶν Ῥωμαίων Εὔανδρόν τινα Κρήτα πολλὰ κατ’ αὐτῶν ὑπουργηκότα καὶ πιστότατον αὐτῷ, οὐκ ἐξέδωκε
μέν, φοβηθεὶς μὴ κατείπῃ ὅσα αὐτῷ συνῄδει, λάθρᾳ δὲ αὐτὸν ἀποκτείνας ἑαυτὸν διαχειρίσασθαι ἐφήμισε. τότε μὲν οὖν οἶ συνόντες αὐτῷ φοβηθέντες τὴν ἀπιστίαν αὐτοῦ , οὐ γὰρ ἠγνόησαν τὸ γενόμενον, μεθίστασθαι ἤρξαντο. κἀκεῖνος δείσας μὴ τοῖς Ῥωμαίοις
παραδοθῇ , ἐκδρᾶναι νυκτὸς ἐπεχείρησε. καὶ ἔλαθεν ἂν πρὸς Κότυν Θρᾴκα δυνάστην κομισθείς, εἰ μὴ οἱ Κρῆτες αὐτὸν ἐγκατέλιπον · ἐνθέμενοι γὰρ τὰ χρήματα εἰς τὰ πλοῖα οἴκαδε ἀπῆραν. ὁ δὲ ἡμέρας 161 μέν τινας αὐτοῦ μετὰ Φιλίππου ἑνὸς τῶν υἱέων κρυπτόμενος
ἔλαθεν, ἐπεὶ δὲ τοὺς ἄλλους παῖδας καὶ τὴν θεραπείαν ἔγνω κατεσχηκότα τόν Ὀκταούιον, εὑρέθη ἐθελοντής. καὶ ἀχθέντα εἰς τὴν Ἀμφίπολιν οὐδὲν ὁ Παῦλος ἐκάκωσεν , ἀλλὰ καὶ ἐδεξιώσατο καὶ ὁμόσιτον ἐποιήσατο καὶ ἐν ἀδέσμῳ φυλακῇ ἐτήρει
καὶ ἐν θεραπείᾳ ἦγε. μετὰ δὲ ταῦτα εἰς τὴν Ἰταλίαν διὰ τῆς Ἠπείρου ἀνεκομίσθη.
162 ἑαυτὸν καὶ γονάτων δραξάμενον ἀφεῖναι φωνὰς ἀγεννεῖς. καὶ τὸν Αἰμίλιον ἀλγοῦντι προσώπῳ προσιδόντα 163 αὐτὸν εἰπεῖν “τί, ὦ ταλαίπωρε , ταῦτα πράττεις; ἀφ’ ὧν δόξεις οὐκ ἀναξίως ἀτυχεῖν, οὐδὲ τοῦ
νῦν , ἀλλὰ τοῦ πάλαι δαίμονος ἀνάξιος γεγονέναι. τί δέ μου καταβάλλεις τὴν νίκην καὶ σμικρύνεις μου τὸ κατόρθωμα , ἐπιδείκνυ μένος ἑαυτὸν οὐ γενναῖον οὐδὲ πρέποντα Ῥωμαίοις ἀνταγωνιστήν; ἀρετή τοι δυστυ- χοῦσι μεγάλην ἔχει μοῖραν καὶ παρὰ πολεμίοις, δειλία
δὲ Ῥωμαίοις, κἂν εὐποτμῇ, πάντῃ ἀτιμότατον.”
τὰ βασίλεια. καὶ διακενῆς ἂν προσήδρευεν αὐτῇ, ἐπὶ γὰρ ἀκρωνυχίας ὄρους πεπόλισται καὶ φάραγξι βαθείαις ποταμοὺς ῥοώδεις ἐχούσαις περιειλεῖται, τείχει τε ὀχυρῷ περιέζωσται, εἰ μὴ ὁ Γέντιος μέγα ἐπὶ τῇ δυνάμει ἐλπίσας ἑκὼν εἰς μάχην ἐχώρησε.
κἀκ τούτου τήν τε ἀρχὴν αὐτοῦ πάσαν ὁ Ἀνίκιος προσηγάγετο καὶ μέχρι τῆς Ἠπείρου προελθών, πρὶν τὸν Παῦλον ἐλθεῖν, κἀκείνην ταραττομένην ἡμέρωσεν.
οὐ μέντοι καὶ ἀκριβῶς ἐπίστευον. εἶτα γραμ- PI 460 μάτων ὑπὲρ ταύτης κομισθέντων τοῦ Παύλου , ὑπερήσθησαν, καὶ οὐχ ὡς τὸν Περσέα νενικηκότες καὶ τὴν Μακεδονίαν κτησάμενοι , ἀλλ’ ὡς τὸν Φίλιππον ἐκεῖνον τὸν πάνυ καὶ αὐτὸν τὸν Ἀλέξανδρον μετὰ WII 110
πάσης τῆς ἀρχῆς ἐκείνης, ἣν ἔσχηκε, νικήσαντες ἐσε- 165 μνύνοντο. ἐλθόντι δ’ ἐς Ῥώμην τῷ Παύλῳ πολλὰ ἐψηφίσθη , καὶ ἡ πομπὴ τῶν νικητηρίων αὐτῷ λαμπροτάτη ἐγένετο. ἔπεμψε μὲν γὰρ καὶ τἄλλα ὅσα ἑαλώγ̣ει πάντα, ἔπεμψε δὲ καὶ Βίθυν τὸν τοῦ Κότυος υἱόν, τόν τε Περσέα καὶ τὴν γυναῖκα αὐτοῦ τούς τε
παῖδας τρεῖς ὄντας ἐν τῷ τῶν αἰχμαλώτων σχήματι. δείσας δὲ διὰ τὴν τῆς εὐτυχίας ὑπερβολὴν μή τι νεμεσήσῃ αὐτοῖς τὸ δαιμόνιον, ηὔξατο καὶ οὗτος 166 κατὰ τὸν Κάμιλλον μή τι κακὸν τῇ πόλει ἐκ τούτων, ἀλλ’ ἑαυτῷ , εἴ τι δέοι , γενήσεσθαι · καὶ δύο υἱεῖς,
τὸν μὲν πρὸ τοῦ θριάμβου μικρόν , τὸν δὲ ἐν αὐτῇ τῇ τῶν ἐπινικίων ἀπέβαλεν ἑορτῇ. ἦν δὲ οὐ στρατηγῆσαι μόνον ἀγαθός, ἀλλὰ καὶ ὑπερόπτης χρημάτων. τεκμήριον δέ, δεύτερον τότε ὑπατεύσας καὶ λαφύρων ἀμυθήτων κρατήσας ἐν τοσαύτῃ πενίᾳ
διεβίω ὥστε χαλεπῶς τῇ γυναικὶ αὐτοῦ τὴν προῖκα τελευτήσαντος ἀποδοθῆναι.
κομίσασθαι ἀντεῖχεν, ἐπεὶ δ’ ἀπέγνω, ἑαυτὸν διεχειρίσατο. καὶ ὁ Φίλιππος ὁ υἱὸς αὐτοῦ ἥ τε θυγάτηρ αὐτοῦ οὐκ εἰς μακρὰν ἀπέθανον· μόνος δ’ ὁ νεώτατος τοῖς τῶν Ἀλβανῶν ἄρχουσιν ὑπογραμματεύων ἐπί τινα χρόνον διήρκεσεν. οὕτως ὁ Περσεὺς
ὁ δι’ εἴκοσι βασιλέων αὐχῶν γεγονέναι, καὶ πολὺν μὲν τὸν Φίλιππον , πλείω δὲ θρυλῶν τὸν Ἀλέξανδρον καὶ τὴν βασιλείαν ἀπώλεσε καὶ αἰχμάλωτος γέγονε καὶ ἐν τοῖς ἐπινικίοις ἐπόμπευσε, δεσμὰ μετὰ τοῦ διαδήματος περικείμενος.
168
καὶ ἔτυχον τῆς σπουδῆς , ἀλλ’ ὀψέ. καὶ τοῖς Κρησὶν ὠργίζοντο μὲν οἱ Ῥωμαῖοι, ἱκετείαις δὲ χρωμένοις πολλαῖς ἀφῆκάν ποτε τὴν ὀργήν. καὶ ὁ Προυσίας δὲ καὶ ὁ Εὐμένης, ὁ μὲν δι’ ἑαυτοῦ εἰς τὴν πόλιν ἐλθὼν καὶ εἰς τὸ βουλευτήριον εἰσελθὼν καὶ
τὸν οὐ δὸν φιλήσας καὶ προσκυνήσας τοὺς βουλευτὰς ἠλεήθη τε καὶ ἠθώωτο, Εὐμένης δὲ δι’ Ἀττάλου τοῦ ἀδελφοῦ τὸ μή τι μνησικακεῖν αὐτῷ εἴληφε.
Ἀριαράθην. πρὶν δ’ ἐσχηκέναι αὐτόν, ἐπεὶ πολὺν χρόνον ἡ γυνὴ αὐτοῦ οὐκ ἐκύισκε, παῖδα προσεποιήσατο PI 461 Ὀροφέρνην καλέσασα. γεννηθέντος δ’ ἔπειτα τοῦ γνησίου φωραθεὶς ἐκεῖνος ἐξηλάθη. ὃς μετὰ τὸν Ἀριαράθου θάνατον τῷ ἀδελφῷ δῆθεν ἐπανέστη.
καὶ συνεμάχουν Ἀριαράθῃ μὲν Εὐμένης, Ὀροφέρηῃ δὲ Δημήτριος ὁ τῶν Σύρων βασιλεύς. ἐλαττωθεὶς δὲ Ἀριαράθης πρὸς τοὺς Ῥωμαίους κατέφυγε, καὶ κοινωνὸς τῷ Ὀροφέρνῃ τῆς βασιλείας ὑπ’ αὐτῶν ἀποδέδεικτο. ὅτι δὲ ὁ Ἀριαράθης τοῖς Ῥωμαίοις
φίλος καὶ σύμμαχος προσηγόρευτο , πᾶσαν ἐκεῖνος τὴν ἀρχὴν ἐκ τούτου προσῳκειώσατο. καὶ ὁ Ἄτταλος δὲ τὸν Εὐμένη θανόντα διαδεξάμενος τόν τε Ὀροφέρνην καὶ τὸν Δημήτριον παντελῶς ἐκ τῆς Καππαδοκίας ἀπήλασεν.
τὴν Αἴγυπτον τῆς τε πλείονος χώρας ἐκράτησε καὶ ἐπολιόρκει τὴν Ἀλεξάνδρειαν. καταφυγόντων δὲ τῶν ἄλλων πρὸς τοὺς Ῥωμαίους, πεμφθεὶς πρὸς τὸν Ἀντίοχον ὁ Ποπίλιος ἀποσχέσθαι αὐτὸν τῆς Αἰγύπτου WII 111 οἶ γὰρ ἀδελφοί συνέντες τὴν τοῦ Ἀντιόχου
διάνοιαν κατηλλάγησαν. ὡς δ’ ἐκεῖνος ὑπερέθετο τὴν ἀπόκρισιν , κύκλον ῥάβδῳ πέριξ αὐτοῦ 172 περιέγραψε, κἀνταῦθα αὐτὸν ἑστηκότα ἀπῄτησε βουλεύσασθαί τε καὶ ἀποκρίνασθαι. ἐντεῦθεν δείσας ὁ Ἀντίοχος τὴν πολιορκίαν κατέλυσεν. ἀπαλλαγέντες
δὲ τοῦ ἔξωθεν φόβου οἱ Πτολεμαῖοι, οὕτω γὰρ ἐκαλοῦντο ἀμφότεροι, αὖθις ἐστασίασαν. εἶτα συνηλλάγησαν αὖθις ὑπὸ τῶν Ῥωμαίων ἐφ’ ὧ τὸν μὲν πρεσβύτερον τὴν Αἴγυπτον καὶ τὴν Κύπρον, τὰ δὲ περὶ τὴν Κυρήνην ἔχειν τὸν ἕτερον · καὶ ταῦτα γὰρ
τότε τῶν Αἰγυπτίων ἦν. ἀγανακτῶν δ’ ὁ νεώτερος διὰ τὴν ἐλάττωσιν ἐς τὴν Ῥώμην ἀφίκετο · καὶ εὕρατο παρ’ αὐτῶν καὶ τὴν Κύπρον. ὁ δὲ πρεσβύτερος συμβάσεις ἔθετο αὖθις πρὸς τὸν νεώτερον, πόλεις τέ τινας ἀντὶ τῆς Κύπρου δοὺς καὶ χρήματα καὶ σῖτον
ταξάμενος συντελεῖν.
εὑρόντες ἐλέφαντας καὶ τριήρεις , τούς τε ἐλέφαντας σφαγῆναι πάντας ἐκέλευσαν καὶ τἄλλα πρὸς τὸ τῆ Ῥώμῃ συμφέρον διῴκουν. δι’ ἅπερ Λυσίας ὁ τοῦ βασιλέως τὴν κηδεμονίαν ἐγκεχειρισμένος μένος παρώξυνε τὸ πλῆθος ἐκβαλεῖν τοὺς Ῥωμαίους, τὸν δὲ Γάιον τὸν Ὀκτάβιον καὶ ἀποκτεῖναι. καὶ τούτων
γενομένων ὁ μὲν πρέσβεις εὐθὺς εἰς τὴν Ῥώμην ἀπέστειλεν ὑπὲρ τῶν πεπραγμένων ἀπολογούμενος, Δημήτριος δὲ ὁ Σελεύκου υἱὸς τοῦ παιδὸς Ἀντιόχου ὁμηρεύων ἐν τῇ Ῥώμῃ κατὰ τὸν τοῦ πατρὸς θάνατον PI 462 καὶ ὑπὸ Ἀντιόχου τοῦ θείου τῆς βασιλείας ἐστερημένος,
ὡς τὸν τοῦ Ἀντιόχου θάνατον ἔγνω , ᾔτει μὲν τὴν πατρῴαν ἀρχήν , οἱ δὲ οὔτε ταύτην αὐτῷ συνέπραξαν οὔτ’ ἀπᾶραι τῆς Ῥώμης ἐπέτρεψαν. καὶ ὃς καὶ δυσχεραίνων ὅμως ἡσύχαζεν. ἐπεὶ δὲ τὰ κατὰ τὸν Λυσίαν ἐγένετο, οὐκέτ’ ἐμέλλησεν, ἀλλ’ ἀπέδρα·
καὶ ἐκ Λυκίας τῇ γερουσίᾳ ἐπέστειλε μὴ ἐπὶ τὸν ἀνεψιὸν τόν Ἀντίοχον , οὕτω γὰρ οἶ πάλαι τοὺς ἐξαδέλφους ἐκάλουν, ἀλλ’ ἐπὶ τὸν Λυσίαν τὴν ὁρμὴν ἔχειν, ὥστε τῷ Ὀκταβίῳ τιμωρήσειν. ἐς δὲ τῆς Συρίας ἐπειχθεὶς καὶ ταύτην προσαγαγόμενος
ὡς ὑπὸ τῶν Ῥωμαίων ἐπὶ τὴν βασιλείαν σταλείς, τὴν 174 γὰρ ἀπόδρασιν αὐτοῦ οὐδεὶς ἐνενόει, καὶ Ἀπαμείας κρατήσας δύναμίν τε συναγαγὼν ἐπὶ τὴν Ἀντιόχειαν ἤλασε, καὶ τό τε παιδίον καὶ τὸν Λυσίαν φιλικῶς ἀπαντήσαντας αὐτῷ, δεδιότες γὰρ τοὺς Ῥωμαίους
οὐκ ἀντῆραν, διέφθειρε , καὶ τὴν βασιλείαν ἀνεκομίσατο, κἀν τῇ Ῥώμῃ στέφανον καὶ τοὺς τοῦ Ὀκταβίου αὐτοέντας ἀπέστειλεν. οἶ δὲ χαλεπαίνοντες αὐτῷ οὐδέτερον ἐδέξαντο.
τὸ δ᾿ ἔθνος τοῦτο ἔστι μὲν Ἰλλυριῶν τῶν παρὰ τὸν Ἰόνιον κόλπον , ὧν τινας Ταυλαντίους ὠνόμαζον Ἕλληνες, ἔχονται δὲ τοῦ Δυρραχίου ἐν μέρει. αἴτιον δὲ τοῦ πολέμου ὅτι τινὰς τῶν προσχώρων αὐτοῖς 175 ἐν φιλίᾳ τοῖς Ῥωμαίοις ὄντας ἠδίκουν, συμπρεσβευσαμένοις τε ὑπὲρ αὐτῶν τοῖς Ῥωμαίοις οὐδὲν μέτριον ἀπεκρίναντο , ἀλλὰ καὶ τοὺς τῶν ἄλλων πρέσβεις συλλαβόντες ἀπέκτειναν. τούτους ὁ Σκιπίων
ὁ Νασικᾶς ὑπέταξεν , ἐπ’ αὐτοὺς στρατεύσας· τάς τε γὰρ πόλεις αὐτῶν εἷλε καὶ τοὺς αἰχμαλώτους ἐπίπρασκε. καὶ ἄλλα δὲ κατ’ ἐκείνους συνέβη τοὺς χρόνους, οὐ μνήμης μέντοι οὐδ’ ἱστορίας ἄξια.
τρίτον ἀνερριπίζετο πόλεμος. οἱ μὲν γὰρ οὐκ ἔφερον ἐλαττούμενοι , ἀλλὰ καὶ συμμαχικὰ καὶ ναυτικὸν ἐπὶ τῇ τοῦ Νομαδικοῦ πολέμου παρασκευῇ παρὰ τὰς συνθήκας ἡτοίμαζον· οἶ δὲ Ῥωμαῖοι ὡς τὰ ἄλλα 176 κατὰ γνώμην ἔθεντο, οὐχ ἡσύχασαν , ἀλλὰ πέμψαντες
WII 112 τὸν Σκιπίωνα τὸν Νασικᾶν ταῦτά τε αὐτοῖς ἐνεκάλουν καὶ τὴν παρασκευὴν διαλῦσαι ἐκέλευον. καὶ ἐπεὶ τὸν Μασινίσσαν ᾐτιῶντο ἐκεῖνοι καὶ διὰ τὸν πρὸς ἐκεῖνον πόλεμον ἀπειρήκασι ποιῆσαι τὸ κελευόμενον, σύμβασίν τινα πρὸς τὸν Μασινίσσαν αὐτοῖς
ἔπραξαν καί τινος αὐτοῖς ἀποστῆναι χώρας αὐτὸν ἔπεισαν. ὡς δ’ οὐδὲν μᾶλλον εἰσήκουον, μικρὸν ἐπισχόντες Ῥωμαῖοι, ἐπεὶ τάχιστα νικηθέντας σφὰς μεγάλῃ μάχῃ πρὸς τοῦ Μασινίσσου ἐπύθοντο , εὐθὺς αὐτοῖς τὸν πόλεμον ἐψηφίσαντο. ὃ μαθόντες οἱ Καρχηδόνιοι,
οὐκ εὖ ὑπὸ τῆς συμφορὰς ἔχοντες, κατέδεισαν, καὶ πρέσβεις ἐς τὴν Ῥώμην διὰ συμμαχίαν ἐστάλκασι, καὶ ἄλλοι γὰρ τῶν προσχώρων αὐτοῖς PI 463 ἐπετίθεντο, καὶ ἐς πᾶν τοῖς Ῥωμαίοις ὑπείξειν ἐολάτ- 177 τοντο. μὴ γὰρ ταῖς σπονδαῖς ἐμμένειν μέλλοντες, ῥᾷον ἅπαντα ἐπηγγέλλοντο.
Καρχηδονίων πρεσβείαν καὶ σπονδὰς αὐτοῖς ποιήσασθαι συνεβούλευεν, ὁ δὲ Εάτων ὁ Μάρκος μήτε σπείσασθαι τούτοις δεῖν εἶπε μήτε λῦσαι τοῦ πολέμου τὸ ψήφισμα. οἱ δέ γε βουλευταὶ τήν τε τῶν πρέσβεων ἱκετείαν ἐδέξαντο καὶ σπονδὰς αὐτοῖς
ὑπέσχοντο παρασχεῖν καὶ ἐπὶ τούτοις ὁμήρους ᾔτησαν. οὑς Λούκιος Μάρκιος καὶ Μάρκος Μανίλιος, εἰς τὴν Σικελίαν ἐλθόντες, ἐκεῖσε πεμφθέντας ἔλαβον. καὶ τοὺς μὲν εἰς τὴν ῾Ρώμην ἔπεμψαν, αὐτοὶ δὲ σπουδῇ τὴν Ἀφρικὴν κατειλήφασι. καὶ στρατοπεδευσάμενοι 178
τὰ τέλη τῶν Καρχηδονίων ἐκεῖ μετεπέμψαντο· καὶ ὡς ἀφίκοντο, οὐ πέντα ἅμα σφίσιν ὅσα ᾔτουν ἐξέφηναν, δείσαντες μὴ ταῦτα προμαθόντες ἀκεραίοις τοῖς πράγμασι σφῶν καταστῶσιν εἰς πόλεμον. καὶ τὸ μὲν πρῶτον σῖτον ᾔτησαν καὶ ἔλαβον, εἶτα τὰς
τριήρεις καὶ ἐπὶ ταύταις τὰ μηχανήματα, εἶτα τὰ ὅπλα προσῄτησαν. λαβόντες οὖν πάντα, οἱ γὰρ Καρχηδόνιοι πολλὴν ἑτέραν παρασκευὴν κεκρυμμένην εἶχον, τέλος ἐκέλευον αὐτοὺς κατασκάψαι μὲν τὴν πόλιν αὐτῶν, ἑτέραν δ᾿ ἐν μεσογείῳ οἰκοδομῆσαι
ἀτείχιστον, ὀγδοήκοντα σταδίους τῆς θαλάσσης διέχουσαν. 179 πρὸς τοῦτο δ᾿ οἱ Καρχηδόνιοι ἐς δάκρυα κατηνέχθησαν καὶ ὡς ἑαλωκότες ἀνωλοφύροντο καὶ ἐδέοντο τῶν ὑπάτων μὴ καταναγκάσαι σφᾶς γενέσθαι τῆς πατρίδος αὐτόχειρας. ὡς δ᾿ οὐδὲν ἤνυον, ἀλλ᾿ ἢ
πρᾶξαι τὸ προσταττόμενον ἐκελεύοντο ἢ ἀναρρῖψαι τὸν πόλεμον, συχνοὶ μὲν αὐτοῦ παρὰ τοῖς ῾Ρωμαίοις ὡς ἤδη κεκρατηκόσι κατέμειναν, οἱ δὲ λοιποὶ ἀπαναχωρή- τῶν τε σφετέρων ἀρχόντων ἐνίους ἀπέκτειναν, ὅτι μὴ κατ’ ἀρχὰς τὸν πόλεμον εἴλοντο , καὶ τοὺς ἐντὸς τοῦ τείχους εὑρεθέντας Ῥωμαίους διέφθειραν, καὶ πρὸς τὸν πόλεμον ὥρμησαν. διὸ τούς τε δούλους ἅπαντας ἠλευθέρωσαν καὶ τοὺς φυγάδας
180 κατήγαγον, καὶ τόν Ἀσδρούβαν στρατηγὸν αὖθις εἵκοντο, καὶ ὅπλα καὶ μηχανὰς τριήρεις τε ἡτοιμάσαντο. ὡς γὰρ τοῦ πολέμου ἐπικειμένου , καὶ περὶ ἀνδραποδισμοῦ κινδυνεύοντες , δι’ ἐλαχίστου πάνθ’ ὅσων ἔχρῃζον κατεσκεύαζον. ἐφείδοντο γὰρ οὐδενός,
ἀλλὰ καὶ τοὺς ἀνδριάντας πρὸς τὴν χρείαν τοῦ χαλκοῦ συνεχώνευσαν καὶ ἐς τὰς σχοίνους τῶν γυναικῶν ταῖς κόμαις ἐχρήσαντο. οἱ δ’ ὕπατοι τό μὲν πρῶτον αὐτοὺς ὡς ἀόπλους ταχέως αἱρήσειν ἐλπίσαντες μόνας ἡτοιμάσαντο κλίμακας , ὡς δι’ αὐτῶν
τοῦ τείχους εὐθὺς ἐπιβησόμενοι , ἔπειτα δὲ προσβαλόντες καὶ ὡπλισμένους σφὰς καὶ τὰ πρὸς πολιορκίαν ἔχοντας ἰδόντες πρὸς μηχανῶν ἐργασίαν ἐτράποντο, PI 464 καὶ αὐτὰς ἐπικινδύνως κατασκευάσαντες, ὁ γὰρ Ἀσδρούβας ὑλαγωγοῦντας ἐνεδρεύων ἐλύπει,
προσέμισγον τῇ πόλει. καὶ Μανίλιος μὲν ἐκ τῆς ἠπείρου αὐτῇ προσβαλὼν οὐδὲν αὐτοὺς ἔβλαψε , Μάρκιος δ᾿ ἐκ θαλάσσης κατὰ τὸ λιμνῶδες προσπεσὼν κατέσεισε μέν τι τοῦ τείχους, οὐ μέντοι καὶ εἰσῆλθεν. WII 113 οἱ γὰρ Καρχηδόνιοι τούς τε βιαζομένους εἰσελθεῖν
ἐξεκρούσαντο καὶ νύκτωρ διὰ τῶν ἐρειπίων ἐπεξελθόντες ἀνθρώπους τε συχνοὺς ἔκτειναν καὶ μηχανήματα πλεῖστα κατέπρησαν. ἀλλ’ οὐδὲ ἐπὶ πολὺ τῆς χώρας παρὰ τοῦ Ἀσδρούβου καὶ τῶν ἱππέων εἰῶντο 181 σκεδάννυσθαι, οὔτε μὴν ὁ Μασινίσσας αὐτοῖς ἐπε-
182 κούρησεν. οὐ γὰρ ἐν ἀρχῇ τοῦ πολέμου προσεκέκλητο, καὶ πρὸς τὸν Ἀσδρούβαν τότε πολεμήσειν ὑποσχομένῳ οὐκ ἐπέτρεψαν.
ναυτικὸν αὐτοῖς ἐκ τῆς ἐν τῇ λίμνῃ διατριβῆς ἐνόσησεν ἔλυσαν τὴν πολιορκίαν. καὶ Μάρκιος μὲν ἐπιχειρήσας κατὰ θάλασσάν τι πρᾶξαι ἢ τὴν παραλίαν κακῶσαι, ὡς οὐδὲν ἤνυεν, ἀπέπλευσεν οἴκαδε· καὶ ἀνθυποστρέψας Αἰγίμουρον ἐχειρώσατο· Μανίλιος
δὲ ὥρμησε μὲν εἰς τὴν μεσόγειον, κακούμενος δ’ ὑπὸ Ἱμίλκωνος τοῦ τῶν Καρχηδονίων ἱππάρχου, 183 ὃν καὶ Φαμέαν ἐκάλουν, πρὸς τὴν Καρχηδόνα ἐπανελήλυθε. κἀκεῖ δὲ ἔξωθεν ὁ Ἀσδρούβας, ἔνδοθεν δ’ ἐπεξιόντες οἱ ἐν τῇ πόλει, καὶ νύκτωρ καὶ μεθ’
ἡμέραν αὐτὸν ἐκάκουν. καταφρονήσαντες οὖν οἱ Καρχηδόνιοι καὶ μέχρι τοῦ στρατοπέδου αὐτῶν ἐπῆλθον, καὶ συχνοὺς ἀποβαλόντες, ἄοπλοι γὰρ οἶ πλείους ἦσαν, εἰς τὸ τεῖχος αὖθις συνεκλείσθησαν. ὁ δὲ Μανίλιος τῷ Ἀσδρούβᾳ συμμίξαι μάλιστα εἵλετο,
καὶ εἰ ἐκεῖνον νικήσει, ῥᾷον τοῖς λοιποῖς προσπολεμήσειν ἐνόμιζε. καί οἱ προσέμιξε · πρὸς δέ τι φρούριον ἀναχωροῦντι ἐπακολουθήσας , ἔλαθεν εἴσω χώρας τραχείας καὶ στενοπόρου γενόμενος, καὶ δεινῶς 184 ἐκακώθη. καὶ πανσυδὶ ἂν διεφθάρη , εἰ μὴ Σκιπίων
ὁ τοῦ Ἀφρικανοῦ χρησιμώτατος αὐτῷ ἐγένετο , ἀνὴρ ἄριστος μὲν νοῆσαι καὶ προβουλεῦσαι τὰ κράτιστα, ἄριστος δὲ χειρουργῆσαι · καὶ γὰρ τῷ σώματι ἔρρωτο, ἐπιεικής τε καὶ μέτριος ἦν· δι’ ἃ καὶ τὸν φθόνον ἐξέφυγεν. ἴσος μὲν γὰρ τοῖς ὑποδεεστέροις , οὐκ 185 ἀμείνων δὲ τῶν ὁμοτίμων, ἐχιλιάρχει γάρ, ἀσθενέστερος δὲ τῶν μειζόνων ἠξίου εἶναι. ὁ οὖν Μανίλιος καὶ εἶπε τὰ περὶ αὐτοῦ καὶ ἐπέστειλε τοῖς ἐν τῇ Ῥώμῃ μή τι ἀποκρυψάμενος καὶ τἄλλα καὶ τὰ κατὰ Μασινίσσαν καὶ τὸν Φαμέαν· ἃ ἴσχον οὕτως.
τὸν Σκιπίωνα ἐκλείπων τὸν μὲν δακτύλιον τῷ Μικίψᾳ τῷ υἱῷ ἔδωκε, τὰ δ’ ἄλλα πάντα τὰ τῇ ἀρχῇ προσήκοντα τῷ Σκιπίωνι ἄρτι ἐλθόντι παρέσχεν καὶ ἐνετείλατο. ὁ οὖν Σκιπίων κατανοήσας τὰς προαιρέσεις τῶν υἱέων αὐτοῦ, οὐδενὶ μὲν αὐτόν
μόνῳ τὴν βασιλείαν ἀπένειμε, τριῶν δὲ τῶν ἐλλογιμωτάτων ὄντων, πρεσβυτάτου μὲν Μικίψου, νεωτάτου δὲ Γουλούσσου, μέσου δὲ Μαστανάβου, τούτοις τὰ πράγματα, μεμερισμένως μέντοι, κατένειμε. τῷ 186 μὲν γὰρ πρεσβυτάτῳ χρηματιστῇ τε ὄντι καὶ φιλοπλούτῳ
τὴν διοίκησιν ἐνεχείρισε, τό δὲ μετ’ αὐτὸν τὰς διαφορὰς κρίνειν ἐπέτρεψε δικαστῇ ὄντι, τῷ δὲ Γουλούσσᾳ πολεμικῷ τυγχάνοντι τὰς δυνάμεις παρέδωκε. τοῖς δ᾿ ἀδελφοῖς αὐτῶν πολλοῖς οὖσι πόλεις τινὰς καὶ χώρας ἔνειμε. καὶ τὸν Γουλούσσαν παραλαβὼν
πρὸς τὸν ὕπατον ἤγαγεν.
187 τὰ τῶν Καρχηδονίων πρὸς τοὺς Ῥωμαίους ἀπέκλινε καὶ εἰς λόγους τῶ Σκιπίωνι ἦλθε, τότε καὶ ἐπὶ τὸν Ἀσδρούβαν ἄπαντες ὥρμησαν. καὶ προσέμιξαν μὲν WII 114 188 τῷ φρουρίῳ συχναῖς ἡμέραις, ἐπιλιπόντων δὲ αὐτοὺς
τῶν ἀναγκαίων ἀνεχώρησαν εὐπρεπῶς. προσέβαλε γὰρ αὐτοῖς ὁ Φαμέας προσεδρεύουσιν ἔτι ὡς πολεμήσων καὶ ἐν τῷ ἔργῳ μεθ’ ἰππέων τινῶν ηὐτομόλησε. κἀντεῦθεν Μανίλιος μὲν εἰς τὴν Οὐτικὴν ἐλθὼν ἡσύχαζε, Σκιπίων δὲ τὸν Φαμέαν εἰς τὴν
Ῥώμην ἀνήγαγε· καὶ αὐτός τε ἐπῃνεῖτο καὶ ὁ Φαμέας τετίμητο ὥστε καὶ ἐν τῷ βουλευτηρίῳ συγκαθῆσθαι τῇ γερουσίᾳ.
Βιθυνοὺς μὴ τῆς βασιλείας αὐτὸν ἐκβάλωσι, τὸν Νικομήδη τὸν υἱὸν ἀνθελόμενοι. καὶ κατά τινα πρόφασιν ἔπεμψεν εἰς τὴν Ῥώμην αὐτὸν κἀκεῖ διάγειν 189 ἐκέλευσεν. ὡς δὲ κἀν τῇ Ῥώμῃ διαιτωμένῳ τῷ υἱῷ ἐπεβούλευσε καὶ ἔσπευδε κτεῖναι αὐτόν, Βιθυνοί
τινες εἰς Ῥώμην φοιτήσαντες ἐξήγαγον λάθρᾳ τὸν Νικομήδη , καὶ ἐς τὴν Βιθυνίαν κομίσαντες , τὸν μὲν γέροντα ἐφόνευσαν, βασιλέα δ’ ἐκεῖνον ἀπέδειξαν. ταῦτα ἠνίασε μὲν τοὺς Ῥωμαίους, οὐ μὴν καὶ εἰς πόλεμον ἐξηρέθισε.
αὐτὴν ἐπειρᾶτο, ὡς δὲ οὐδεὶς προσεῖχεν αὐτῷ, πρὸς 190 τὸν Δημήτριον εἰς τὴν Συρίαν ἐτράπετο, ὡς ἐξ ἐκείνου διὰ τὸ γένος βοηθείας τευξόμενος. συλληφθεὶς δὲ παρ᾿ ἐκείνου καὶ εἰς τὴν Ρώμην πεμφθείς, ὅτι τε μὴ ὢν τοῦ Πέρσεως υἱὸς ἠλέγχθη καὶ ὅτι οὐδέ τι ἕτερον εἶχεν ἄξιον λόγου, κατεφρονήθη. καὶ ἀφεθεὶς
χεῖρά τε συνήγαγεν ἀνθρώπων νεωτεροποιῶν καὶ πόλεις πολλὰς ἐπηγάγετο, καὶ τέλος βασιλικὴν στολὴν περιθέμενος καὶ δύναμιν συγκροτήσας εἰς Θρᾴκην ἀφίκετο, καὶ συχνοὺς μὲν τῶν αὐτονόμων, συχνοὺς δὲ καὶ τῶν δυναστῶν τοῖς ῾Ρωμαίοις ἀχθομένους 10 παραλαβὼν εἰς Μακεδονίαν ἐνέβαλε καὶ αὐτὴν κατέσχε, 191 καὶ ἐπὶ τὴν Θεσσαλίαν ὁρμήσας οὐκ ὀλίγα ταύτης προσεποιήσατο.
εἰρηνικῶς πὼς τὰ ἐκεῖ διοικήσοντα. ὃς εἰς τὴν Ἐλλάδα ἐλθὼν καὶ μαθὼν τὰ γενόμενα, τοῖς μὲν ῾Ρωμαίοις δηλῶν ταῦτα ἐπέστειλε, δύναμιν δὲ παρὰ τῶν ἐκεῖ συμμάχων ἀθροίσας ἔργου εἴχετο, καὶ προῆλθε μέχρι Μακεδονίας. οἱ δ᾿ ἐν τῇ ῾Ρώμῃ γνόντες
τὰ κατὰ τὸν Ἀνδρίσκον, στράτευμα ἔπεμψαν καὶ στρατηγὸν Πούπλιον Ἰουβέντιον. ᾧ περὶ Μακεδονίαν γενομένῳ συμβαλὼν ὁ Ἀνδρίσκος ἐκεῖνόν τε ἀπέκτεινε καὶ τοὺς ἄλλους πάντας ἂν κατειργάσατο, 192 εἰ μὴ τῆς νυκτὸς ἀπεχώρησαν. καὶ εἰς τὴν Θεσσαλίαν
μετὰ ταῦτα εἰσέβαλε καὶ πλεῖστα αὐτῆς ἐκάκωσε, καὶ τὰ τῶν Θρᾳκῶν προσηταιρίσατο. πάλιν οὖν διὰ ταῦτα οἱ ἐν τῇ ῾Ρώμῃ Κύιντον Καικίλιον Μέτελλον στρατηγὸν σὺν δυνάμει πολλῇ ἔστειλαν. καὶ ὃς εἰς τὴν Μακεδονίαν ἦλθε, καί οἱ ὁ Ἄτταλος
προσήμυνε ναυτικῷ. διὸ δείσας ὁ Ἀνδρίσκος περὶ τῶν παραθαλασσίων οὐκ ἐτόλμησε περαιτέρω προελ- ὀλίγον δὲ τῆς Πύδνης ἔξω προχωρήσας ἱππομαχίᾳ μὲν ὑπερέσχε, φοβηθεὶς δὲ τὸ πεζόν ἀνέστρεψε. καὶ ἐπαρθεὶς διχῇ τὸν στρατὸν διεῖλε, καὶ τοῖς μὲν αὐτὸς κατὰ χώραν προσήδρευε , τοὺς δὲ
πορθῆσαι τὴν Θεσσαλίαν ἀπέστειλε. καταφρονήσας οὖν ὁ Μέτελλος τῶν παρόντων συνέμιξε· καὶ τῶν 193 πρῶτον αὐτῷ εἰς χεῖρας ἐλθόντων περιγενόμενος ῥᾷον καὶ τοὺς λοιποὺς παρεστήσατο· ἑτοίμως γὰρ ὡς ἐξήμαρτον αὐτῷ ὡμολόγησαν. ὁ δὲ Ἀνδρίσκος
εἰς τὴν Θρᾴκην ἀπέδρα, καὶ δύναμιν ἀθροίσας συνέβαλε τῷ Μετέλλω προιόντι οὗ προεχώρει. καὶ τῶν προμάχων αὐτοῦ τραπέντων τό τε συμμαχικὸν αὐτοῦ ἐσκεδάσθη καὶ αὐτὸς ὑπὸ Βύζου Θρᾳκὸς δυνάστου WII 115 προδοθεὶς ἐδικαιώθη.
πόλιν ὁρμήσας κατ’ ἔτριψε τὸν καιρὸν μηδὲν περάνας. οἶ δὲ Καρχηδόνιοι ἀνεθάρσησαν διὰ ταῦτα καὶ ὅτι καί τινες αὐτοῖς προσεγένοντο σύμμαχοι. μαθόντες οὖν ταῦτα οἶ Ῥωμαῖοι οἵ τε ἐν τῷ στρατοπέδῳ καὶ οἶ ἐν τῇ πόλει, ἐπὶ τὸν Σκιπίωνα ὥρμησαν
καὶ ὕπατον αὐτὸν ἐψηφίσαντο, καίτοι τῆς ἡλι- 194 κίας μὴ ἐφιείσης αὐτῷ τὴν ἀρχήν · ἀλλὰ τά τε ἔργα 195 αὐτοῦ καὶ ἡ ἀρετὴ τοῦ πατρὸς Παύλου καὶ τοῦ πάππου Ἀφρικανοῦ ἐλπίδα παρεῖχον ἅπασι βεβαίαν καὶ τῶν πολεμίων δι’ αὐτοῦ κρατήσειν καὶ τὴν Καρχηδόνα παντελῶς ἐξαιρήσειν.
φρουροὺς ἔχον ὡς τῇ φύσει ὃν ἐρυμνὸν κατανοήσας, κλίμακας ἐξαπιναίως προσθεὶς ἀπὸ τῶν νεῶν ἐπανέβη. ἤδη δὲ ἀνελθόντος συνέδραμον μὲν τῶν Καρχηδονίων τινές, οὐ μέντοι καὶ ἐκκροῦσαι αὐτὸν ἠδυνήθησαν. ὁ δὲ πέμψας πρὸς τὸν Πείσωνα τά τε
196 γεγονότα ἐδήλωσε καὶ αὐτῷ ἐπαμῦναι ἠξίωσε. πόρρω δ᾿ ὢν ἐν τῇ μεσογείῳ οὐδὲν αὐτῷ χρήσιμος ὁ Πείσων ἐγένετο. ὁ δὲ Σκιπίων ὑπ’ αὐτὴν τὴν ἀγγελίαν νυκτὸς κατὰ τύχην ἐλθὼν εὐθὺς ἐβοήθησεν. εἷλον γὰρ ἂν τὸν Μαγκῖνον οἶ Καρχηδόνιοι ἢ καὶ διέφθειραν,
εἰ μὴ παραπλεούσας εἶδον τὰς ναῦς τοῦ Σκιπίωνος. τότε δ’ ἠθύμησαν μέν, οὐκ ἀπέστησαν δέ. αἰχμαλώτους οὖν τινας ἔπεμψεν ὁ Σκιπίων ἐροῦντ’ ἃς ὅτι πάρεστι. καὶ τοῦτο γνόντες οὐχ ὑπέμειναν ἔτι, ἀλλ’ ἀνεχώρησαν καὶ τὸν Ἀσδρούβαν μετεπέμψαντο
καὶ ταφρεύμασι καὶ σταυρώμασι τὸ πρὸ τῶν οἰκιῶν διατείχισμα διεφύλαξαν. ὁ μέντοι Σκιπίων τὰ μὲν Μεγαλία τὸν Μαγκῖνον φρουρεῖν κατέλιπεν, αὐτὸς δὲ πρὸς τὸν Πείσωνα καὶ πρὸς τὰς δυνάμεις ἀπῆρεν, 197 ὡς ἂν μετ’ αὐτῶν ἔργου ἔχηται. καὶ ἐπανῆλθε ταχέως
σὺν τῷ κουφοτάτῳ τῆς στρατιᾶς, καὶ κατέλαβε τὸν Ἀσδρούβαν εἰς τὴν Καρχηδόνα εἰσελθόντα καὶ δεινῶς τῷ Μαγκίνῳ ἐπιτιθέμενον· καὶ ἐλθὼν ὁ Σκιπίων τὴν ἐπίθεσιν ἔλυσεν. ἀφικομένου δὲ καὶ τοῦ Πείσωνος ἤδη, ἐκεῖνον μὲν ἔξω τοῦ τείχους αὐλίζεσθαι κατά τινας πύλας ἐκέλευσε, καὶ στρατιώτας
ἑτέρους πρὸς πυλίδα τινὰ πολὺ ἀφ’ ἑαυτῶν ἀπέχουσαν περιέπεμψε , παραγγείλας αὐτοῖς ἄττα πράξειν ἐχρῆν, αὐτὸς δὲ τὸ κράτιστον τοῦ στρατοῦ κατὰ μέσας νύκτας λαβὼν ἔνδον τοῦ περιβόλου ἐγένετο, αὐτομόλοις χρησάμενος ἄγουσι, καὶ ὑπὸ τὴν
πυλίδα παραδραμὼν καὶ τὸν μοχλὸν διακόψας τούς PI 468 τε ἔξωθεν ἐφ’ ἐφεδρεύοντας εἰσήγαγε καὶ τοὺς φύλακας ἔφθειρε. καὶ πρὸς τὰς πύλας ἠπείχθη καθ’ ἃς ὁ Πείσων προσήδρευε, τοὺς φρουροὺς τοὺς τὰ μέσα φυλάττοντας ὀλίγους καθ’ ἑκάστους ὄντας τρέπων,
ὥστε τὸν Ἀσδρούβαν ἄμα τε πυνθάνεσθαι τὰ γενόμενα καὶ ὁρᾶν τὴν τῶν Ῥωμαίων δύναμιν μικροῦ πᾶσαν οὖσαν ἐντός. καὶ χρόνον μέν τινα ἀντέσχον, ἔπειτα τὴν μὲν ἄλλην πόλιν ἐξέλιπον , εἰς δὲ Κώθωνα τήν τε Βύρσαν κατέφυγον. εἶτα ὁ Ἀσδρούβας
πάντας τοὺς τῶν Ῥωμαίων αἰχμαλώτους ἀπέκτεινεν, ὅπως ἀπόγνωσιν συγγνώμης σχόντες οἱ Καρχηδόνιοι προθυμότερον ἀντικαρτερήσωσι· πολλοὺς 198 δὲ καὶ τῶν ἐπιχωρίων ὡς προδιδόντας ἑαυτοὺς διε- WII 116 χρήσατο. καὶ ὁ Σκιπίων περιεσταύρωσε μὲν αὐτοὺς
καὶ ἀπετείχισεν , οὐ μὴν καὶ ταχέως εἶλε. τά τε γὰρ τείχη καρτερὰ ἦν καὶ οἱ ἐντὸς πολλοὶ ὄντες ἰσχυρῶς ἐν ὀλίγῳ χώρῳ ἠμύνοντο καὶ σίτου ἀφθόνως εἶχον. ὁ γὰρ Βιθίας ὁλκάδας ἀπὸ τῆς ἀντικρὺ τῆς πόλεως ἠπείρου κατὰ κῦμα καὶ ἄνεμον, ὁσάκις σφοδρῶς
ἔπνει, ἐς τὸν λιμένα αὐτοῖς εἰσέπεμπε. πρὸς ὅπερ ὁ Σκιπίων μέγα ἔργον καὶ ἐπενόησε καὶ ἐπετέλεσε τὸν γὰρ εἴσπλουν τοῦ λιμένος στενὸν ὄντα συνέχωσε, χαλεπῶς μὲν καὶ ἐπιπόνως, ὅμως μέντοι ὑπὸ πολυχειρίας 199 τὸ ἔργον ἐξείργαστο. εἴργειν μὲν γὰρ αὐτοὺς ἐπεχείρουν οἱ Καρχηδόνιοι, καὶ πολλαὶ μάχαι ἐν τούτῳ ἐγίνοντο, οὐ μέντοι καὶ κωλῦσαι τὸ χῶσαι ἠδυνήθησαν.
ἔπεμψε · καὶ ἔτυχεν ἂν τῆς ἀδείας, εἰ μὴ καὶ τοῖς λοιποῖς ἅπασι καὶ τὴν σωτηρίαν καὶ τὴν ἐλευθερίαν πρᾶξαι ἠθέλησε. διαμαρτὼν οὖν αὐτῆς εἰς 200 τὴν ἀκρόπολιν τὴν γυναῖκα κατέκλεισεν, ἐπεὶ τῷ Σκιπίωνι ὑπὲρ ἑαυτῆς καὶ τῶν τέκνων διεκηρυκεύσατο·
καὶ τἄλλα διῴκει τολμηρότερος γενόμενος διὰ τὴν ἀπόγνωσιν. αὐτός τε οὖν καὶ ἄλλοι ἀπονοίᾳ κρατούμενοι καὶ νυκτὸς καὶ ἡμέρας ἐμάχοντο, καὶ τὰ μὲν ἡττῶντο, τὰ δ’ ἐπεκράτουν , καἰ ἀντεμηχανῶντο πρὸς τὰς Ῥωμαϊκὰς μηχανάς. καὶ ὁ Βιθίας
δὲ φρούριόν τι ἐρυμνὸν ἔχων καὶ ἐπὶ πολλὰ τῆς ἠπείρου προιὼν τούς τε Καρχηδονίους ὠφέλει καὶ τοὺς Ῥωμαίους ἐκάκου. διὸ καὶ ὁ Σκιπίων τὸ στράτευμα διελὼν τὸ μὲν τῇ Καρχηδόνι προσεδρεύειν ἔταξε, τὸ δὲ ἐπὶ τὸν Βιθίαν ἔπεμψεν, ἐπιστήσας
αὐτῷ τὸν ὑποστράτηγον τὸν Γάιον Λαίλιον· καὶ αὐτὸς ἑκατέρωσε διεφοίτα ἄμφω ἐπισκοπῶν. καὶ PI 469 τὸ φρούριον. εἶτ᾿ αὖθις πάσῃ τῇ στρατιᾷ ἐπολιορκεῖτο ἡ Καρχηδών.
201 τεῖχος διασώσασθαι δύνασθαι, εἰς τὸν τῆς Βύρσης περίβολον ἄτε καὶ ἐρυμνότερον ἀνεσκευάσαντο, καὶ μετακομίσαντες ὅσα ἠδύναντο, κατέπρησαν νυκτὸς τὸ νεώριον καὶ τῶν ἄλλων τὰ πλείω, ἵνα τῆς ἐξ
αὐτῶν ὠφελείας τοὺς πολεμίους στερήσωσιν. ὡς δ’ ἔγνων τὸ ἔργον οἶ Ῥωμαῖοι, τὸν λιμένα κατέσχον καὶ ἐπὶ τὴν Βύρσαν ἐχώρησαν , καὶ κατασχόντες τὰς ἑκατέρωθεν αὐτῆς οἰκίας οἶ μὲν ἐπὶ τῶν τεγῶν αὐτῶν ἐπὶ τὰς ἀεὶ ἐχομένας ἐβάδιζον, οἱ δὲ τοὺς
τοίχους διορύσσοντες κάτωθεν διῄεσαν , ἕως πρὸς αὐτὴν τὴν ἄκραν ἀφίκοντο. ἐνταῦθα δὲ γενομένοις 202 οὐκέτι ἀντῆραν οἶ Καρχηδόνιοι , ἀλλ’ ἐπεκηρυκεύσαντο, πλὴν τοῦ Ἀσδρούβου. ἐκεῖνος δὲ μετὰ τῶν αὐτομόλων , ὁ γὰρ Σκιπίων οὐκ ἐσπείσατο αὐτοῖς,
εἰς τὸ Ἀσκληπιεῖον ἀνειλήθη μετὰ τῆς γυναικὸς καὶ τῶν παίδων , κἀντεῦθεν ἠμύνετο τοὺς προσβάλλοτας, μέχρις οὗ ἐμπρήσαντες τὸν νεὼν οἱ αὐτόμολοι ἐπὶ τὸ τέγος αὐτοῦ ἀνέβησαν , τὴν ἐσχάτην τοῦ πυρὸς ἀνάγκην ἀναμένοντες· τότε γὰρ ἡσσηθεὶς πρὸς τὸν
Σκιπίωνα ἦλθεν ἱκετηρίαν ἔχων. ἰδοῦσα δὲ αὐτὸν ἡ γυνὴ ἀντιβολοῦντα ὀνομαστὶ ἀνεκάλεσεν, καὶ ἐξο- νειδίσασα ὅτι ἑαυτῷ τὴν σωτηρίαν πράξας οὐκ ἐπέτρεψεν ἐκείνῃ σπείσασθαι, τὰ τέκνα ἐνέβαλεν εἰς τὸ 203 πῦρ καὶ ἑαυτὴν προσεπέρριψεν.
δεῖν ἐγνωμάτευσεν , ὁ δὲ Νασικᾶς φείσασθαι τῶν Καρχηδονίων καὶ ἔτι συνεβούλευε. κἀντεῦθεν εἰς WII 117 ἀντιλογίαν πολλὴν προήχθη καὶ ἀμφισβήτησιν τὸ συνέδριον, ἕως ἔφη τις ὅτι εἰ καὶ δι’ οὐ ’δεν ἕτερον, ἀλλά γε ἑαυτῶν ἕνεκα φείσασθαι αὐτῶν ἀναγκαῖον νομίζοιτο ἄν, ἴν ἀνταγωνιστὰς αὐτοὺς ἔχοντες ἀρετὴν 204 ἀσκῶσι, καὶ μὴ πρὸς ἡδονὰς καὶ τρυφὴν τῶν δυναμένων αὐτοὺς καταναγκάζειν εἰς
ἄσκησιν τόν πολεμικῶν περιαιρεθέντων , καὶ χείρους ὑπ’ ἀνασκησίας γένωνται, ἀξιοχρέους ἀντιπολέμους μὴ ἔχοντες. ἐκ τούτων οὖν τῶν λόγων πάντες κατα- σκάψαι τὴν Καρχηδόνα ὡμογνωμόνησαν , μήποτε εἰρηνήσειν ἐκείνους πιστεύσαντες ἀκριβῶς. καὶ πάσα
ἄρδην ἀνάστατος γέγονε, καὶ ἐπάρατον ἐψηφίσθη τὸ ἐπ’ αὐτὴν κατοικῆσαί τινα. καὶ τῶν ἀνδρῶν τῶν ἁλόντων οἱ μὲν πλείους εἰς τό δεσμωτήριον ἐνεβλήθησαν κἀκεῖ διεφθάρησαν , ὀλίγοι δέ τινες πλὴν τῶν πάνυ πρώτων ἐπράθησαν· οὗτοι γὰρ οἴ τε ὅμηροι
καὶ ὁ Ἀσδρούβας καὶ ὁ Βιθίας ἄλλοι ἄλλῃ τῆς Ἰταλίας ἐν φρουραῖς ἀδέσμοις κατεβίωσαν. ὁ δὲ Σκιπίων PI 470 δόξης τε ἔτυχε καὶ τιμῆς, καὶ Ἀφρικανὸς οὐκ ἀπὸ τοῦ πάππου, ἀλλ’ ἀπὸ τῶν οἰκείων ἐπεκέκλητο πράξεων.
205
ἐπάνοδον ἑαυτοὺς διεχρήσαντο, χαλεπῶς διέκειντο καὶ πένθος δημόσιον ἐποιήσαντο , τοῖς τε τὰ Ρωμαίων φρονοῦσι παρὰ σφίσιν ὠργίζοντο, οὐ μέντοι καὶ πολέμιόν τι ἐπεδείξαντο , μέχρις οὗ τοὺς περιλιπεῖς τῶν ἀνδρῶν ἐκείνων ἐκομίσαντο. τότε δὲ
206 διενεχθέντες ἀλλήλοις οἵ τ᾿ ἠδικημένοι καὶ οἶ τὰ 207 ἀλλότρια ἔχοντες ἐπολέμησαν. ἤρξαντο δὲ τῆς διαφορᾶς οἱ Ἀχαιοί, τοῖς Λακεδαιμονίοις ἐγκαλοῦντες ὡς αἰτίοις τῶν συμβεβηκότων αὐτοῖς· καὶ τῶν Ῥωμαίων
διαλλακτὰς αὐτοῖς στειλάντων οὐκ ἐπείσθησαν, ἀλλὰ πρὸς πόλεμον ὥρμησαν, Κριτόλαον προστησάμενοι. δείσας οὖν ὁ Μέτελλος μὴ καὶ τῆς Μακεδονίας ἅψωνται, ἤδη γὰρ εἰς τὴν Θεσσαλίαν παρῆλθον, προαπήντησεν αὐτοῖς καὶ ἐτρέψατο.
τὸν μὲν Μέτελλον ἀπήλλαξεν, αὐτὸς δὲ τοῦ πολέμου εἴχετο. καί τινα πληγὴν μέρει τῆς στρατιᾶς λαβὼν ἐξ ἐνέδρας, τοῦ Διαίου καταδιώξαντος μέχρι τοῦ σφῶν στρατοπέδου τοὺς φεύγοντας, ἀντεπεξῆλθε, καὶ τρεψάμενος αὐτὸν πρὸς τὸ τῶν Ἀχαιῶν ἦλθε
χαράκωμα ἀθροίσας δὲ δύναμιν ὁ Δίαιος πλείονα συμβαλεῖν αὐτοῖς ἐπεχείρησεν. ὡς δ’ οὐκ ἀντεξώρμησαν οἱ Ῥωμαῖοι, κατεφρόνησεν αὐτῶν, καὶ εἰς τὸ μέσον τῶν στρατοπέδων κοῖλον ὂν προῆλθεν. ἰδὼν οὖν τοῦθ’ ὁ Μόμμιος, τόν ἱππέων τινὰς λάθρᾳ ἔπεμψεν,
ἵν᾿ ἐκ πλαγίου αὐτοῖς ἐπιγένωνται. καὶ ἐπεὶ ἐκεῖνοι προσβαλόντες αὐτοὺς συνετάραξαν , ἐπήγαγε 209 τὴν φάλαγγα κατὰ πρόσωπον , καὶ πολλοὺς ἐφόνευσεν. ἐκ δὲ τούτου Δίαιος μὲν ἀπογνοὺς ἑαυτὸν ἀπέ- κτεινε, τῶν δ’ ἐκ τῆς μάχης περισωθέντων οἱ μὲν
Κορίνθιοι κατὰ τὴν χώραν ἐσκεδάσθησαν, οἶ δ’ ἄλλοι 210 οἴκαδε ἔφυγον. ὅθεν καὶ οἱ ἐν τῷ τείχει Κορίνθιοι πάντας ἀπολωλέναι νομίσαντες ἐξέλιπον τὴν πόλιν· καὶ κενὴν αὐτὴν ἀνδρῶν ὁ Μόμμιος ἐλαβε. καὶ μετὰ ταῦτα κἀκείνους καὶ τοὺς ἄλλους Ἕλληνας ἀπόνως προσεποιήσατο. καὶ τότε μὲν τά τε ὅπλα αὐτῶν καὶ
ὅσα πρὸς τοῖς ἱεροῖς ἀνέκειντο καὶ τοὺς ἀνδριάντας τάς τε γραφὰς καὶ εἴ τι ἄλλο πρὸς κόσμον εἶχον WII 118 παρείλετο, πεμφθέντων δέ οἱ τοῦ τε πατρὸς καὶ PI 471 ἄλλων ἐπὶ καταστάσει τῶν ἁλόντων, τείχη τέ τινων περιεῖλε καὶ ἐλευθέρους πάντας καὶ αὐτονόμους πλὴν
τῶν Κορινθίων ἀφῆκε. τῆς δὲ Κορίνθου τούς τε οἰκήτορας ἀπέδοτο καὶ τὴν χώραν ἐδημοσίωσε, τά τε τείχη καὶ τὰ ἄλλα οἰκοδομήματα πάντα κατέσκαψε, φοβηθεὶς μὴ καὶ αὖθις τινὲς πρὸς αὐτὴν οἷα μεγίστην συστῶσιν. ἔνα δὲ μήτε τις ἐκείνων λάθῃ μήτε
τῶν λοιπῶν τις Ἑλλήνων πραθῇ ὡς Κορίνθιος, συνεκάλεσε, πρὶν ἐκφῆναι τὸ ποιητέον, πάντας τοὺς παρόντας, καὶ αὐτοὺς ἀφανῶς πὼς τοῖς στρατιώταις ἐγκυκλωσάμενος ἐκήρυξε τήν τε τῶν ἄλλων ἐλευθερίαν καὶ τὴν τῶν Κορινθίων δούλωσιν. ἔπειτα
προσέταξε πᾶσι τῶν παρεστηκότων σφίσι λαβέσθαι, 211 καὶ οὕτω σαφῆ τὴν διάκρισιν αὐτῶν ἐποιήσατο.
ἐν εὐδαιμονίᾳ τοσαύτῃ ἐγένετο ὥστε λέγειν ὅτι, εἰ μὴ θᾶττον ἑαλώκεισαν , οὐκ ἂν ἐσέσωντο.
καὶ εἰς τὴν παλαιὰν ἐπανῆλθον κατάστασιν.
ἂν ταῖς ἀρχαῖς ταύταις τοῖς ἐν τῇ Ῥώμῃ διῳκεῖτο τὰ πράγματα, μή μέ τις αἰτιῷτο ὡς ἢ καταφρονήσει ἢ ῥᾳθυμίᾳ ἢ ὄκνῳ ταῦτα παρελθόντα καὶ ἀτελὲς οἶον εἰακότα τὸ σύγγραμμα. οὐ γὰρ ῥᾳστώνῃ μοι τὰ λείποντα παρεώραται, οὐδ’ ἡμιτελὲς ἑκὼν τὸ πόνημα
καταλέλοιπα , ἀλλ’ ἀπορίᾳ βίβλων αἵπερ αὐτὰ διεξίασι, καὶ ταῦτα πολλάκις ζητήσαντί μοι ταύτας , μὴ εὑρηκότι δ’ ὅμως, οὐκ οἶδα εἴθ’ ὅτι μὴ σώζοιντο, τοῦ χρόνου διεφθαρκότος αὐτάς, εἴθ’ ὅτι μὴ φροντιστικώτερον τὴν τούτων ἴσως ζήτησιν ἐποιήσαντο 213
οἷς αὐτὴν ἀνεθέμην , αὐτὸς ὑπερόριος ὣν καὶ πόρρω τοῦ ἄστεος ἐν νησιδίῳ ἐνδιαιτώμενος. ὅτι γοῦν μοι ταῖς βίβλοις ταύταις νῦν οὐκ ἐξεγένετο ἐντυχεῖν, ἡμίεργος ἐντεῦθεν ὅσον ἐπὶ τοῖς τόν ὑπάτων ἔργοις, ἀλλὰ μέντοι καὶ τοῖς τῶν δικτατώρων ἡ ἱστορία γεγένηται.
παρελθὼν οὖν αὐτὰ καὶ ἄκων, τὰ τῶν αὐτοκρατόρων συγγράψομαι, μικρά τινα προδιηγησάμενος, ἵν ὅθεν εἰς αὐταρχίαν ἐξ ἀριστοκρατίας ἢ καὶ δημοκρατίας οἶ Ῥωμαῖοι μετηνέχθησαν δῆλον εἴη τοῖς ἀναγνωσομένοις τὸ σύγγραμμα, ἅμα τε πρὸς
τούτῳ καὶ ἀκολουθίας ἔχοιτο ἡ γραφή.
Epitome historiarum (Vol. 1). Joannes Zonaras. ed. Ludwig Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.