παρὰ τοῦ Ἀδριανοῦ Καῖσάρ τε καὶ αὐτοκράτωρ ἐγένετο, ἡ γερουσία οὐκ ἤθελε τὰς ἡρωικὰς τιμὰς ψηφίσασθαι τῷ Ἀδριανῷ, διὰ φόνους ἀνδρῶν ἐπιφανεστάτων οὓς ἐκεῖνος εἰργάσατο. διὸ καὶ διειλἐχθη αὐτοῖς ὁ Ἀντωνῖνος ἄλλα τε πλείω σὺν δάκρυσι καὶ
ὅτι “οὐδὲ ἐγὼ ἄρα ἄρξω ὑμῶν· πάντα γὰρ τὰ ὑπ’ 1 ἐκείνου γενόμενα, ὧν ἕν καὶ ἡ ἀνάρρησις ἡ ἐμή, ὡς PI 593 ἐχθίστου ὑμῖν καὶ κακίστου ἀθετηθήσεται.” ταῦτα δ’ ἡ γερουσία αἰδεσθεῖσα, οὐ μεῖον μέντοι καὶ τοὺς στρατιώτας εὐλαβηθεῖσα, τῷ κειμένῳ τὰς τιμὰς ἐψηφίσατο.
Εὐσεβὴς δ’ ἐπεκλήθη, ὅτι ἄρτι τῆς αὐταρχίας ἡμμένου πολλοὶ γεγόνασιν ὑπ’ αἰτίασιν, καί τινες ἐξ ὀνόματος εἰς σφαγὰς ἐξῃτήθησαν, ὁ δὲ WII 206 οὐδένα ἐκόλασε, φάμενος ὡς “οὐ δεῖ με ἐκ τοιούτων ἔργων τῆς προστασίας ὑμῶν ἄρξασθαι.” γέγονε δὲ
καὶ δι’ ὅλης αὐτοῦ τῆς ἀρχῆς δίκαιός τε καὶ χρηστὸς καὶ πᾶσι τοῖς ὑπηκόοις ἀνεπαχθής, καὶ αὐτοῖς δὲ χριστιανοῖς. οὐ μόνον γὰρ οὐκ ἐκάκου αὐτούς, ἀλλὰ μέντοι καὶ αἰδοῦς ἠξίου. λέγεται δὲ ζητητικὸς γενέσθαι 2 καὶ περὶ μικρῶν ἀκριβολογούμενος· ὅθεν αὐτὸν
κυμινοπρίστην ἐκάλουν οἱ σκώπτοντες. οὐ μὴν διὰ τοῦτο ἐκ τῶν ὑπηκόων ἐχρηματίζετο, ἀλλ’ ἐν ἀπορίᾳ ποτὲ γεγονὼς ἀργυρίων, πολέμων ἐπικειμένων οὔτε τέλος καινὸν ἐπενόησεν οὔτ’ αἰτῆσαι παρά του ἠνέσχετο χρήματα, ἀλλ’ ἐν τῇ ἀγορᾷ πάντα τὰ
ἐν τοῖς βασιλείοις κειμήλια θέμενος, καὶ εἴ τι πρὸς κόσμον ἦν τῇ αὐτοῦ γαμετῇ, ὠνεῖσθαι ταῦτα τὸν βουλόμενον προετρέπετο· ὅθεν ἀθροίσας ἀργύρια τοῖς στρατιώταις διέδωκε. καὶ νικήσας τὸν πόλεμον ἐκτήσατο πολυπλάσια. καὶ κήρυγμα ἔθετο τὸν βουλόμενον
ἐκ τῶν ὠνησαμένων τὰ κτήματα τὰ βασιλικὰ 3 ἀναδιδόναι τὸ ὠνηθὲν καὶ λαμβάνειν τὸ τίμημα. καί τινες μὲν τοῦτο ἐποίησαν, οἶ δὲ πλείους ἀνένευσαν· καὶ οὐδένα ἀναδοῦναι τὸ κτηθὲν αὐτῷ ἐβιάσατο.
ἔπαθεν. ὅτε καὶ ὁ ἐν αὐτῇ περιβόητος κατεπτώθη 4 ναός, οὗ λέγονται τετράοργοι τὸ πάχος εἶναι οἱ κίονες, τὸ δ’ ὕψος αἴρεσθαι μέχρι πεντήκοντα πήχεων, ἐκ λίθου συνεστῶτες ἑνός, εἴ τῳ ταῦτα μὴ ἄπιστα δόξαιεν, καὶ τἄλλα δὲ τοῦ ἔργου ἐκείνου θαυμάσια
ξύμπαντα.
κοινῷ καταλείψει ταμείῳ. ὅθεν νομίζεται καὶ μέχρι τοῦδε ταῖς διαθήκαις ἐγγράφεσθαι ὅτι καὶ τῷ βασιλικῷ ταμείῳ καταλιμπάνω τόδε.” ἀπεβίω δὲ ὁ Εὐσεβὴς Ἀντωνῖνος γηραιός, θανάτῳ ὕπνῳ ἐοικότι μαλακςτάτῳ, μοναρχήσας ἐνιαυτοὺς σὺν τέσσαρσιν
εἴκοσι.
τῆς Ῥώμης θρόνον Ὑγῖνος. ἐφ’ οὗ Οὐαλεντῖνος αἱρεσιάρχης ἐγένετο, καὶ Κερδῶν τῆς κατὰ Μαρκίωνα αἱρέσεως ἀρχηγός. Ὑγίνου δὲ μετὰ τὸ τέταρτον ἔτος τοὐ Ῥώμης ἀρχιερατεῦσαι ἐκλιπόντος τὸν βίον, Πίος τῆς Ῥωμαίων ἐκκληόίας προέστη. τῆς δ’ Ἀλεξαν-
5 δρέων Μάρκος ἡγήσατο μετὰ Εὐμένη τρισκαιδέκατον ἔτος ἀνύσαντα ἐν τῇ ἀρχιερωσύνῃ. καὶ τοῦ Μάρκου μετὰ δεκαετίαν μεταχωρήσαντος πρὸς ἑτέραν ζωήν, Κελαδίων τὴν λειτουργίαν παρέλαβε. κἀν τῇ Ῥώμῃ 6
τοῦ Πίου ἐκλελοιπότος πεντεκαιδεκάτῳ ἐνιαυτῷ τῆς ἐπισκοπῆς, ἀντικατέστη Ἀνίκητος. ὅτε καὶ ὁ φιλόσοφος καὶ μάρτυς ἤκμαζεν Ἰουστῖνος, τοῦ ὀρθοῦ λόγου ὑπεραγωνιζόμενος, ὃς καὶ κατὰ Μαρκίωνος ἐξέθετο σύγγραμμα καὶ πρὸς τὸν εὐσεβῆ Ἀντωνῖνον
ἀπολογίαν ὑπὲρ χριστιανῶν συνεγράψατο. ὅθεν ὁ αὐτοκράτωρ οὗτος ὁρμηθεὶς δόγμα τῷ κοινῷ τῆς Ἀσίας ἐπέστειλε μηδένα χριστιανὸν διὰ τὴν θρησκείαν κολάζεσθαι, ἀλλὰ κἄν τις ὑπό του διὰ ταύτην κατηγοροῖτο, τὸν μὲν κατηγοροῦ μ’ ἐνὸν ἀπολύεσθαι,
τὸν δὲ κατήγορον δίκης ἔνοχον γίνεσθαι. ταῦτα συνέβη 7 ἐπὶ τοῦ Εὐσεβοῦς.
κράτους πεποίηται Λούκιον Βῆρον Κόμοδον, τὸν Λουκίου τοῦ Κομόδου υἱόν. ἦν μὲν γὰρ ὁ Μάρκος καὶ ἀσθενὴς τὸ σαρκίον, ἐσχόλαζε δὲ καὶ λόγοις οὕτως ὥστε καὶ αὐτοκράτωρ γενόμενος οὐκ ᾐδεῖτο ἐς διδασκάλου φοιτᾶν, ἀλλὰ καὶ Σέξτῳ συνεφιλοσόφει
τῷ Βοιωτῷ καὶ Ἑρμογένει τῷ ῥήτορι προσωμίλησε· μᾶλλον δ’ ἀντεποιεῖτο τῶν Στωικῶν. ὁ δέ γε Λούκιος νεώτερος ὢν καὶ πρὸς πόνους ἔρρωτο καὶ ἐπεφύκει πρὸς στρατιωτικῶν μεταχείρισιν. ὅθεν τῇ 8 9 10 θυγτρὶ Λουκίᾳ τοῦτον ὁ Μάρκος συνάψας αὐτῶ τὸν πρὸς Πάρθους ἀνέθετο πόλεμον, τοῦ Οὐολογαίσου πολλοὺς Ῥωμαίων κατατοξεύσαντος καὶ ὅλον τὸ στρατόπεδον διαφθείραντος καὶ πολέμιον Ῥωμαίοις ἑαυτὸν ἀποφήναντος καὶ φοβερὸν ἐπιόντα τῆς Συρίας
ταῖς πόλεσιν. εἰς γοῦν Ἀντιόχειαν ὁ Λούκιος γεγονὼς Κασσίῳ τὰ στρατεύματα ἔνειμεν· ὃς τῷ Οὐολογαίσῳ συμβαλὼν ἥττησέ τε καὶ μέχρι Σελευκείας ἐδίωξε, καὶ ταύτην ἐνέπρησε καὶ τὰ βασίλεια αὐτοῦ τὰ ἐν Κτησιφῶντι κατέσκαψε. τῶ δὲ Λουκίῳ
ταῦτα ὄγκον περιεποίει καὶ φρόνημα, ὥστε μετὰ ταῦτα καὶ ἐπιβουλεῦσαι τῷ κηδεστῇ τε καὶ αὐτοκράτορι. πρὶν δέ τι δρᾶσαι φαρμάκῳ διώλετο.
Ἴστρον βαρβάροις, Ἰάζυξί τε καὶ Μαρκομάννοις καὶ ἄλλοτε ἄλλοις χρόνον συχνὸν ἐπολέμησε, τῇ Παιονίᾳ κεχρημένος ὁρμητηρίῳ. καὶ οἶ ὑπὲρ τὸν Ῥῆνον Κελτοὶ ἴως Ἰταλίας ἐπήλασαν· ὧν ἐν τοῖς νεκροῖς καὶ γυναικῶν σώματα ὡπλισμένα εὑρέθη. οὕτω δὲ καὶ
σωφρόνως καὶ ἐγκρατῶς ἦρχεν ὥστε ἐν τηλικούτοις πολέμοις μήτε τι θωπευτικὸν πρὸς τοὺ ’ς στρατιώτας εἰπεῖν μήτε τι φόβῳ ποιῆσαι. ὅτε δὲ μὴ πολέμοις ἐσχόλαζεν, ἐδίκαζε, καὶ τοῖς ῥήτορσι πρὸς ὕδωρ λέγουσι πλεῖον ἐγχεῖσθαι τὸ ὕδωρ ἐκέλευεν, ἕν ἔχοι
11 πάντοθεν τὸ δίκαιον ἀκριβοῦν. ἦν δὲ καὶ φιλόπονος, ὡς καὶ νυκτὸς δικάζειν. καὶ οὐδὲν ἐν παρέργῳ οὔτ’ ἐποίει οὔτ’ ἔγραφεν οὔτ’ ἔλεγε, μὴ δεῖν νομίζων τὸν αὐτοκράτορα ἐν παρέργῳ τι πράττειν μηδὲ τοὐλάχιστον, καὶ ταῦτα σώματος τυχὼν ἀσθενοῦς.
καρτερῶς ἀντημύνοντο· οἷ δὲ βάρβαροι ἀπέσχοντο μὲν τοῦ μάχεσθαι, τὰ δὲ πέριξ ἀπέφραξαν, ὥστε μήποθεν αὐτοὺς ὑδρεύσασθαι δύνασθαι, οἰόμενοι ῥᾷον 12 αὐτῶν περιγενέσθαι, μὴ οἵων τε ἐσομένων πρὸς δίψαν ψαν ἀντέχειν καὶ καύσωνα. τῶν οὖν Ῥωμαίων καὶ
καμάτῳ κακουμένων καὶ καύματι καὶ δίψει καὶ τραύμασιν, μασιν, νέφη ἀθρόον τὸν ἀέρα περιέσχον ἐκεῖνον, καὶ ὗσέ γ’ ἑ πλεῖστα, οὐχ ὡς ὁ Δίων ἱστόρησεν, Αἰγυπτίου μάγου τὸν Ἑρμῆν ἐπικαλεσαμένου καὶ γοητείαις δι’ αὐτοῦ τὸν ὑετὸν δυνηθέντος ἐπαγαγεῖν, ἀλλὰ τοῦ
θείου χριστιανῶν παρακληθέντος ἐντεύξεσι καὶ ῥυσαμένου τότε κἀκείνους παραδοξοποιίᾳ καὶ ἅπαν τὸ στράτευμα. ἦν γάρ τις ἐν τῇ τότε Ῥωμαïκῇ στρατιᾷ λεγεών, οἱ πάντες ἦσαν χριστιανοί. ἀμηχανοῦντι δὲ τῷ αὐτοκράτορι καὶ δεδοικότι περὶ παντὶ τῷ στρατεύματι 13
λόγος ἐστὶ φάναι τὸν ἔπαρχον τοῦ δορυφορικοῦ ὡς οὐκ ἔστιν ὃ μὴ δύναται τὸ γένος τῶν καλουμένων χριστιανῶν· εἶναι δὲ παρὰ τῇ στρατιᾷ ἀνδρῶν τοιούτων τάγμα ὁλόκληρον. τὸν δὲ ἀκούσαντα WII 208 σαντα δεηθῆναι τούτων ἐπικαλέσασθαι τὸν οἰκεῖον
θεόν. κἀκείνων εὐξαμένων κεραυνῷ μὲν βληθῆναι τοὺς ἐναντίους, ὄμβρον δὲ Ῥωμαίοις καταρραγῆναι. οἶς ἐκπλαγέντα τὸν Μάρκον τιμῆσαι μὲν τοὺς χριστιανοὺς δόγματι, κεραυνοβόλον δ’ ἐκεῖνο καλέσαι τὸ σύνταγμα. καὶ ὅτι μὲν οὕτως ὁ λεγεὼν ἐκεῖνος
ἐκλήθη καὶ παρὰ τοῖς ἄλλοις Ἕλλησι καὶ παρὰ τῷ Δίωνι ὡμολόγηται, τὴν δὲ αἰτίαν οὐ προστιθέασι. μέμνηται δὲ τῆς παραδοξοποιίας ταύτης ἐν τῇ Ἐκ- PI 596 κλησιαστικῇ ἱστορίᾳ καὶ ὁ Εὐσέβιος. ὅ γ’ ἑ μὴν Δίων φησὶν ὅτι τοῦ ὄμβρου γινομένου οἱ Ῥωμαῖοι περὶ τὸ πίνειν ἀσχοληθέντες ὀλίγου δεῖν ἀπολώλεισαν ἄν, τῶν βαρβάρων ἐπιτιθεμένων τότε αὐτοῖς, εἰ μὴ χάλαζα κατερράγη σφοδρὰ καὶ κεραυνοῖς πολλοῖς ἐβάλλοντο
οἶ πολέμιοι.
ἀπέθανεν. ἅπαξ δὲ πρὸς τὸ ἔργον ὁρμήσας οὐκ ἀπέστη, 14 μετ’ ὀλίγον μαθὼν τὴν ἀγγελίαν εἶναι ψευδῆ· ἡτοιμάζετο δὲ πολέμῳ τὴν ἐξουσίαν ἕξειν. ὁ δὲ Μάρκος τοὺς στρατιώτας συγκαλεσάμενος ἐδημηγόρησε καὶ παρεθάρρυνε σφᾶς πρὸς τὸν πόλεμον. παρασκευαζομένῳ
δὲ νῖκαί τε πλεῖσται κατὰ βαρβάρων διαφόρων ἠγγέλθησαν καὶ ἡ Κασσίου σφαγή, ὃν ἑκατόνταρχός τις βαδίζοντι προσελθὼν ἔτρωσεν αἰφνίδιον, οὐ μέντοι καιρίως, προσκατειργάσατο δὲ τὸν φόνον ὁ δέκαρχος. καὶ ὁ μὲν οὕτως ἀπώλετο μῆνας
τρεῖς καὶ ἡμέρας ἕξ τὴν ἀρχὴν ὀνειρώξας, καὶ ὁ υἱὸς δὲ αὐτοῦ ἐφονεύθη τυγχάνων ἑτέρωθι· ὁ δ’ αὐτοκράτωρ οὐδένα τῶν ἐκείνῳ συναποστάντων διεχρήσατο, 15 ἀλλ’ ἐπιεικῶς ἐχρήσατο ξύμπασι. καὶ τῇ βουλῇ δὲ ἐπέστειλε μηδένα τῶν Κασσίῳ συναραμένων τεθνάναι·
“μὴ γὰρ γένοιτο” ἔφη “μηδένα ὑμῶν δι’ ἐμὲ μήτε τῇ ἐμῇ μήτε τῇ ὑμετέρᾳ ψήφῳ σφαγῆναι. ἂν δὲ μὴ τούτου τύχω, σπεύσω θανεῖν.” οὕτω διὰ πάντων καὶ εὐσεβὴς ἐγένετο καὶ χρηστός. ἐνομοθε- 16 17 τήθη δὲ τότε μηδένα τοῦ ἔθνους ἄρχειν ὅθεν ἐγένετο, ὅτι ὁ Κάσσιος ἐν τῇ Συρίᾳ ἡγεμονεύων, ὅπου καὶ ἡ πατρὶς αὐτοῦ ἦν, ἐνεόχμωσεν.
Ἀθηναίοις ἔνειμε καὶ διδασκάλους ἐπὶ πάσης παιδείας ἔταξε, μισθὸν ἐτήσιον ἐκ τοῦ ταμείου κομιζομένους. ἐς δὲ τὴν Ῥώμην ἐλθὼν τοῖς ὄφλουσι τῷ βασιλικῷ ταμείῳ καὶ τῷ δημοσίῳ πᾶσιν ἀφῆκε τὰς 18 ὀφειλάς. πόλεσί τε χρήματα δέδωκε, καὶ τὴν Σμύρναν
ὑπὸ σεισμοῦ παθοῦσαν ἀνοικοδομηθῆναι προσέταξεν. ὡς δ’ αὖθις τὰ Σκυθικὰ κεκίνητο, γυναῖκα τῶ υἱῷ θᾶττον ἢ ἐβούλετο Κρισπῖναν συνῴκισέ, καὶ κατ’ αὐτῶν ἐξεστράτευσε. καὶ χρήματα ἐκ τοῦ δημοσίου ᾔτησε· πάντα γὰρ τῆς βουλῆς καὶ τοῦ δήμου
ἔλεγεν εἶναι. καταπολεμηθέντων δὲ τῶν βαρβάρων αὐτοκράτωρ προσηγορεύθη τὸ δέκατον. καὶ εἰ ἔτι ἐζήκει, τὰ ἐκεῖ πάντα ὑπὸ Ῥωμαίους ἂν ἐποιήσατο· ἀλλὰ μετήλλαξε, τῶν ἰατρῶν αὐτὸν κατεργασαμένων, ὡς λέγεται, τῷ Κομόδῳ χαριζομένων. ἄρτι δὲ θνήσκων PI 597
τοῦτόν τε τοῖς στρατιώταις παρακατέθετο, ἵνα μὴ δοκῆ ὑπ’ αὐτοῦ θνήσκειν, καὶ τῷ χιλιάρχῳ τὸ σύνθημα αἰτοῦντι “πρὸς τόν ἀνατέλλοντα” εἷπεν “ἄπιθι· ἐγὼ γὰρ δύομαι ἤδη.” ἄριστα οὖν ἄρξας μετήλλαξε, ζήσας μὲν ἔτη πεντήκοντα καὶ ἐννέα,
τριάκοντα καὶ ὀκτὼ ἐνδέοντα ἡμερῶν, αὐταρχήσας δὲ ἔτη ἐννεακαίδεκα καὶ ἡμέρας ἕνδεκα. ἦν γὰρ καὶ φύσει ἀγαθὸς ἀνήρ, πλεῖστα δὲ καὶ ὑπὸ παιδείας βελτίων ἐγένετο. οὐ μέντοι ἀξίως τῆς ἀρετῆς εὐδαιμόνησεν. ἐντεῦθεν δὲ μᾶλλον θαυμάσειεν ἄν τις
αὐτόν, ὅτι καὶ ἀλλοκότοις καὶ ἐξαισίοις χρησάμενος πράγμασιν αὐτός τε περιεγένετο καὶ τὴν ἀρχὴν δεισώσατο.
τοῦ Ἀντωνίνου τούτου ἀρχῆς Ἀνίκητος τελευτᾷ, ἔτη ἓν ἐπὶ δέκα τῆς Ῥωμαίων ἐκκλησίας προστάς· καὶ τοῦτον Σωτὴρ διαδέχεται. καὶ Κελαδίωνος μετὰ δέκα καὶ τέσσαρα ἔτη τὴν ζωὴν ἐκμετρήσαντος Ἀγριππῖνος τὴν Ἀλεξανδρέων ἐπισκοπὴν ἐγκεχείριστο.
καὶ τῆς Ἀντιοχέων ἐκκλησίας μετὰ Ἣρωνα Κορνηλίου προστάντος τετάρτου, πέμπτος Ἔρως ὰὐτὸν διεδέξατο, κἀκεῖνον ἕκτος Θεόφιλος, ὃς καὶ κατὰ 20 Μαρκίωνος ἐγγράφως ὡπλίσατο· ὃν ἴβδομος διεδἐξατο Μαξιμῖνος. τοῦ Ῥωμαίων δὲ ἀρχιερατεύσαντος
Σωτῆρος μεταστάντος τῶν γηίνων, ἀντεισῆκτο Ἐλεύθερος.
ἄκακος μὲν ἦν καὶ πρὸς πανουργίαν ἀποπεφύκει, δειλὸς δὲ ὢν καὶ τοῖς συνοῦσι πειθόμενος δι’ ἀπλότητα τὰ ἤθη τε διεφθάρη καὶ εἰς ἀσέλγειαν καὶ μιαιφονίαν προήχθη, ἐννεακαιδεκέτης τυγχάνων ὅτε τῆς ἐξουσίας ἐκράτησεν. ὅθεν τὰς συμβουλίας τῶν ἀρίστῶν
τῆς βουλῆς παρωσάμενος, οὓς ἐπιτρόπους αὐτῷ 21 ἐπέστησεν ὁ πατήρ, σπένδεται τοῖς βαρβάροις καὶ εἰς τὴν Ῥώμην ὑπονοστεῖ, οὔτε πονεῖν ἐθέλων καὶ ἐρρᾳστωνευμένης ἐρῶν βιοτῆς. ὅθεν καὶ πλειστάκις ἐπεβουλεύθη, καὶ συχνοὺς ἀπέκτεινεν οὐκ ἄνδρας
22 μόνον, ἀλλὰ καὶ γυναῖκας, καὶ σχεδὸν πάντας τοὺς τότε ἀνθήσαντας, ἄτερ Πομπηιανοῦ καὶ Περτίνακος καὶ Βικτωρίνου, ὥστ’ ἄπορον λογίζεσθαι τοῖς ταῦτα συγγραψαμένοις ὅπως ἐκεῖνοι τὸν φόνον τότε διέφυγον.
εἰσιόντι δὲ αὐτῷ εἰς τὸ θέατρον τὸ κυνηγετικὸν ἐπεβούλευσε Κλαύδιος Πομπηιανὸς. ξίφος γὰρ ἐν τῇ τῆς εἰσόδου ἀνατείνας στενοχωρίᾳ ἔφη “τοῦτό σοι πέπομφεν ἡ βουλή.” τούτῳ κατηγγύητο μὲν ἡ θυγάτηρ Λουκίλλης τῆς τοῦ Κομόδου ὁμαίμονος,
συνεφθείρετο δὲ καὶ αὐτὴ ἡ Λουκίλλα οὔτ’ ἐπιεικεστέρα PI 598 οὔτε σωφρονεστέρα οὖσα τοῦ ἀδελφοῦ. διὸ καὶ τὸν Πομπηιανὸν ἀνέπεισεν ἐπιθέσθαι τῷ Κομόδῳ, καὶ ἐκεῖνον καὶ ἑαυτὴν προσαπώλεσεν. ἀνεῖλε δὲ καὶ τὴν γυναῖκα Κρισπῖναν ὁ Κόμοδος, μοιχείαν
ἐπεγκαλέσας αὐτῇ. καὶ εἴ τις ἕκαστον τῶν ὑπ’ ἐκείνου κτανθέντων ἢ διὰ συκοφαντίας ψευδεῖς ἢ δι’ ὑποψίας εἰκαίας ἢ διὰ πλοῦτον βαθὺν ἢ διὰ γένους λαμπρότητα ἢ διὰ παιδείας ὑπεροχὴν ἢ δι’ ἀρετῆς εὐδοκίμησιν ἀκριβώσασθαι τῇ συγγραφῇ βουληθῇ,
ὄχλον ἂν παρέξοι τοῖς ἐπιέναι τὸ σύγγραμμα μέλλουσιν.
ἔπεμψεν, ἄνδρα ἐγκρατῶς τε ζῶντα καὶ στρατιωτικῶς, ἀδωρότατόν τε καὶ ἀυπνότατον φύσει καὶ ἔτι μᾶλλον ἐξ ἐγκρατείας. ἔνα γὰρ μηδὲ ἄρτου κορέννυται, πολυήμερόν τε καὶ παλαιότατον αὐτὸν ἤσθιεν, ὥστε μηδὲ δύνασθαί τι φαγεῖν τοῦ ἀναγκαίου πάνυ
ἐπέκεινα. οὗτος τοὺς ἐν Βρεττανίᾳ βαρβάρους σφόσυγγραψαμένοις] 24 δρᾶ ἐκάκωσεν. ὅθεν διὰ τὴν ἀρετὴν αὐτοῦ ὀλίγου ἀπέκτεινεν ἂν τὸν ἄνδρα ὁ Κόμοδος.
διοικεῖν. εἴ τι γοῦν τοῖς στρατιώταις ἀπήντα που δυσχερές, ἐπ’ ἐκεῖνον τοῦτο ἀνέφερον καὶ ἐμηνίων αὐτῷ. οἶ ἐν Βρεττανίᾳ τοίνυν στρατιῶται στασιάζοντες WII 210 καὶ διὰ τοῦτο ἐπιτιμηθέντες χιλίους ἐπὶ πεντακοσίοις ἐξ ἑαυτῶν εἰς τὴν Ἰταλίαν ἔπεμψαν· οἷς
τῇ Ῥώμῃ πλησιάσασιν ὁ Κόμοδος προυπήντησε καὶ εἶπεν “ὦ συστρατιῶται, τί βουλόμενοι πάρεστε;” οἱ δέ “ἥκομεν” ἔφασαν “ἐπεί σοι ἐπιβουλεύει Περέννιος.” καὶ ὅς ἐπείσθη καὶ τὸν ἄνδρα ἐξέδωκεν· καὶ 26 οἶ στρατιῶται αὐτὸν καὶ ᾐκίσαντο καὶ κατ’ κατέκοψαν, διαγαγόντα τὴν ἀρχὴν ἀδωρότατά τε καὶ σωφρονέστατα. οὗπερ ἀπαλλαγέντες οἶ Καισάρειοι, ὧν ὁ Κλέανδρος Κορυφαιότατος ἐτύγχανεν ὤν, ἅπαν ἔδρων χείριστον ἀδεῶς· πάντα γὰρ ἐπώλουν καὶ ὕβριζον καὶ ἠσέλγαινον.
PI 599 ἀνδρὶ ὅτι τὴν οὐσίαν ἀφαιρεθεὶς ἐξωρίσθη εἰς τὸ συνέδριον. καὶ ὑπάτους εἰς ἴνα ἐνιαυτὸν εἴκοσι καὶ πέντε ἀπέδειξεν, ὃ μήτε πρότερον μήτε ὕστερον ἐγένετο. πάντοθεν οὖν ἀργυρολογῶν ἐκτήσατο πάμπολλα, ἀφ’ ὧν πλεῖστα τῷ τε Κομόδῳ ἐδίδου καὶ
ταῖς αὐτοῦ παλλακαῖς. καίτοι δ’ οὕτως ὑπὸ τῆς τύχης ἀρθεὶς ἀτίμως ἀπώλετο. σιτοδείας γὰρ ἐν Ῥώμῃ συμβάσης πλέον αὐτὴν Παπίριος Διονύσιος ἐπὶ τοῦ σίτου τεταγμένος ἐπέτεινεν, ὡς ἂν τὸν Κλέανδρον οἶ Ῥωμαῖοι μισήσωσί τε καὶ διαφθείρωσιν ὡς αἴτιον τοῦ κακοῦ διὰ κλέμματα. ἤγετο τοίνυν 27
ἱπποδρομία· καὶ μελλόντων τῶν ἵππων ἀγωνιεῖσθαι εἰσέδραμε παιδίων πλῆθος εἰς τὸν ἱππόδρομον· καὶ τῶν παρθένος τις ἡγεῖτο μεγάλη καὶ βλοσυρά, ἣ δαίμων ἐς ὕστερον ἐνομίσθη. καὶ συνεβόησαν μὲν τὰ παιδία, καὶ ὁ δῆμος ἐκ τούτου ἐξέκραγε καὶ ὥρμησε
πρὸς τὸν Κόμοδον ἐν προαστείῳ ὄντα, ἐκείνου μὲν ὑπερευχόμενος, τοῦ Κλεάνδρου δὲ κατευχόμενος· ὁ δὲ στρατιώτας ἔπεμψεν ἐπ’ αὐτούς, οἳ καὶ ἔτρωσάν τινας καὶ ἀπέκτειναν, ἀνεῖρξαι δὲ τὸν δῆμον οὐκ ἴσχυσαν, ἀλλὰ τῷ πλήθει θαρρῶν ἢ τῇ τῶν δορυφόρων
ἰσχύι· ἐκεῖνος ἠπείχθη. πλησιαζόντων δὲ οὕτως ὁ Κόμοδος ἔδεισε, δειλότατος ὤν, ὡς αὐτίκα τόν 28 τε Κλέανδρον καὶ τὸ παιδίον αὐτοῦ σφαγῆναι κελεῦσαι. τὸ μὲν οὖν παιδίον προσουδισθὲν διεφθάρη, τὸ δὲ τοῦ Κλεάνδρου σῶμα λαβόντες οἶ Ῥωμαῖοι ὢ ἔσυραν καὶ ᾐκίσαντο, καὶ ἡ κεφαλὴ αὐτοῦ ἐπὶ δόρατος περιήνεκτο. καί τινας ἑτέρους τῶν παρὰ τῷ αὐτοκράτορι δυναμένων διέφθειραν.
ἀναγκάζων αὐτῷ ἐξ ἀνάγκης ψηφίζεσθαι ὅσα τῷ πατρὶ αὐτοῦ ἑκόντες δι’ εὔνοιαν ἐψηφίζοντο. ἄλλα τε οὖν αὐτῷ πάμπολλα ἐψηφίσθησαν καὶ χρυσοῦς ἀνδριὰς 29 σταθμοῦ χιλίων λιτρῶν. καὶ τοὺς μῆνας πάντας ἀπ’ αὐτοῦ κεκλῆσθαι τεθέσπικε· καὶ κατηρίθ- 30 μηντο ὧδε, Ἀμαζόνιος, Ἀνίκητος, Εὐτυχής, Εὐσεβής, Λούκιος, Αἴλιος, Αὐρήλιος, Κόμοδος, Αὔγουστος, Ἡράκλειος, Ῥωμαῖος, Ὑπεραίρων. πάντα γὰρ ταῦτα ἑαυτῷ ἐπέγραφε τὰ ὀνόματα, καὶ τῇ βουλῇ οὕτως ἐπέστελλεν “αὐτοκράτωρ Καῖσαρ Λούκιος Λούκιος Αὐρήλιος Κόμοδος Αὔγουστος εὐσεβὴς εὐτυχὴς ἀνίκητος Ῥωμαῖος Ἡρακλῆς ἀρχιερεὺς δημαρχικῆς ἐξουσίας τὸ ὀκτωκαιδέκατον, αὐτοκράτωρ τὸ ὄγδοον, ὕπατος τὸ ἕβδομον, πατὴρ πατρίδος, ὑπάτοις, στρατηγοῖς, δημαρχικοῖς, PI 600 γερουσίᾳ Κομοδιανῇ εὐτυχεῖ χαίρειν.” καὶ
πολλοὺς ἔστησαν αὐτῷ ἀνδριάντας ἐν Ἡρακλέους σχήματι. καὶ τὸν αἰῶνα τὸν κατ’ αὐτὸν ἀπ’ αὐτοῦ χρυσοῦν ὀνομάζεσθαι καὶ γράφεσθαι ἐψηφίσθη· ἐκαλεῖτο γὰρ πρὸς τοῖς ἄλλοις ὀνόμασι καὶ χρυσοῦς καὶ WII 211 θεός. πολλὰ δὲ δαπανῶντι αὐτῷ ἐπέλιπε τὰ χρήματα·
ὅθεν ἐγκλήματα καὶ ἀνδράσιν ἐπιφέρων καὶ γυναιξίν, οὓς μὲν ἐφόνευεν, οἶς δὲ τὴν σωτηρίαν τῆς αὐτῶν οὐσίας ἐπίπρασκεν.
δέ γ’ ἑ τῷ θεάτρῳ ἀσιδήρως καὶ αἵματος ἀνθρωπίνου χωρίς. οἴκοι δέ τινων τὰς τρίχας ξυρῶν τῶν μὲν 31 τὰς ῥῖνας παρέτεμνε, τῶν δὲ τὰ ὦτα, ἐν ἴων δ’ ἕτερόν τι. εἰσιὼν δ’ ἐς τὸ θέατρον τῷ τοῦ Ἑρμοῦ ἐκέχρητο σχήματι, χρυσοῦν κηρύκειον μεταχειριζόμενος.
ἐφρόνει δὲ μέγα καὶ ὅτι ἦν ἐπαρίστερος. κάμνων δ’ ἐν τῷ ἀγωνίζεσθαι ἔπινε, καὶ οἶ τῆς βουλῆς καὶ οἶ τῶν ἱππέων παρόντες “ζήσειας” ἐξεβόων· καί “κύριος εἶ” καί “πρῶτος εἶ” καί “πάντων εὐτυχεστάτας νίκας νικήσεις” καί “Ἀμαζόνιε νικᾷς” κράζειν συνεχῶς
ἐκελεύοντο. τοὺς δὲ ποδῶν ἐστερημένους ἢ τούτους πεπηρωμένους ἐκ νόσου ἢ συμφορᾶς ἀθροίσας ποτέ, καὶ δρακόντων εἴδη αὐτοῖς περιπλέξας περὶ τὰ γόνατα, οἷα γίγαντας ὡς Ἡρακλῆς ῥοπάλῳ παίων ἀπέκτεινε.
ἱππεῦσι καὶ τῇ βουλῇ ἐν τῇ στολῇ τῇ ἱππάδι καὶ τοῖς μανδύαις εἰς τὸ θέατρον εἰσελθεῖν, ὃ οὐκ εἴθιστο γίνεσθαι εἰ μή τις αὐτοκράτωρ ἔτυχε τεθνηκώς· καὶ τὸ κράνος δ’ αὐτοῦ τῇ τελευταίᾳ τῶν ἀγώνων ἡμέρᾳ διὰ τῶν πυλῶν ἐξεκομίσθη δι’ ὧν οἶ τελευτῶντες
ἐξεφέροντο· καὶ ταῦτα τεκμήρια τοῦ μέλλειν ἤδη ἀπαλλαγήσεσθαι τῆς αὐτοῦ τυραννίδος ἅπασιν ἔδοξε. καὶ τοῦτο μετ’ ὀλίγον ἐγένετο· Αἰμίλιος γὰρ Λαῖτος ὁ ἔπαρχος καὶ ὁ πρόκοιτος Ἔκλεκτος, τοῖς ὑπ’ αὐτοῦ γι·νομένοις ἀχθόμενοι, μὴ ταῦτα ποιεῖν παρῄνουν
αὐτῷ· ὁ δέἠπείλει σγίσι καὶ ἐμηνία· κἀκεῖνοι κείσαντες ἐπεβούλευσαν αὐτῷ, δόντες ἐν βοείοις κρέασι 33 φάρμακον. μὴταχέως δὲ τῷ φαρμάκῳ κατεργασθέντα, ἀλλὰ καὶ ἐξημεκότα ὑποτοπήσαντά τε τὸ γεγονὸς καὶ ἀπειλοῦντα ἀπέπνιξαν αὐτὸν διά τινος Ναρκίσσου
λουόμενον, ἔτη δώδεκα καὶ μῆνας ἐννέα καὶ ἡμέρας τεσσαρεσκαίδεκα μοναρχήσαντα, βεβιωκότα δὲ τριάκοντα ἐνιαυτοὺς ἐφ’ ἑνὶ καὶ μῆνας τέσσαρας. εἰς ὃν ἡ οἰκία τῶν ὡς ἀληθῶς Αὐρηλίων τῆς αὐταρχίας ἐπαύσατο.
ἑτέρῳ Γαΐῳ μετήλλαξε τὴν ζωήν. εἶθ’ ἕτερος Ἰουλιανὸς τὴν ἐπισκοπὴν διεδέξατο, καὶ τούτου διάδοχος Καπίτων ἐγένετο, καὶ Οὐάλης Καπίτωνος, Οὐάλεντος δὲ Δολιχιανός, καὶ ἐπὶ πᾶσι Νάρκισσος τριακοστὸς ἐπίσκοπος τῶν Ἱεροσολύμων ἀπὸ τῶν ἀποστόλων ἐγένετο. δεκάτῳ δ’ ἔτει τῆς Κομόδου ἀρχῆς Ἐλεύθερος 35 ὁ τῆς Ῥωμαίων ἐκκλησίας ἐπισκοπήσας ἐπ’ ἔτη τρισκαίδεκα τῶν τῇδε μετέστη, καὶ Βίκτωρ τῶν ἐκεῖ προέστη πιστῶν. καὶ Ἰουλιανοῦ ἐπὶ δέκατον ἔτος τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἰθύναντος, καὶ τὸ χρεὼν
λειτουργήσαντος, Δημήτριος τὸ τῆς ἐπισκοπῆς ἐνεχειρίσθη λειτούργημα. ἐν δὲ τῇ τῶν Ἀντιοχέων ἐκκλησίᾳ μετὰ Μαξιμῖνον Σαραπίων ἐπεσκόπει τοὺς χριστωνύμους, ὄγδοος ἀρχιερεὺς ἀπὸ τῶν ἀποστόλων γενόμενος. τότε καὶ Ἀπολλώνιος, ἀνὴρ ἐπὶ παιδείᾳ καὶ φιλοσοφίᾳ βεβοημένος, μαρτυρικῷ τέλει ἐν Ῥώμῃ δόγματι τῆς συγκλήτου πρὸς τὰς αἰωνίους μετέστη μονάς.
Ἔκλεκτον καὶ τὸν Λαῖτον τὸν Περτίνακα εἰς τὴν αὐταρχίαν διὰ τὴν ἀρετὴν καὶ τὸ ἀξίωμα αὐτοῦ ἐπελέξαντο. ὁ δέ, ὅτι τέθνηκε Κόμοδος ἀκριβωσάμενος, ἐδέξατο τὴν ἀρχήν, καὶ εἰσῆλθεν εἰς τὸ στρατόπεδον, καὶ τῇ τε παρουσίᾳ τοῦ Λαίτου καὶ ἁδραῖς ὑποσχἐ-
37 σεσι τοὺς στρατιώτας προσεποιήσατο. εἶτα εἰς τὸ συνέδριον ἀφικόμενος εἶπεν ὅτι “ὠνόμασμαι ὑπὸ τῆς στρατιὰς αὐτοκράτωρ, ἐξίσταμαι δὲ τῆς ἀρχῆς διά τε τὴν ἡλικίαν καὶ ἀρρωστίαν καὶ τὴν τῶν πραγμάτων
δυσχἐρειαν.” ὡς δὲ καὶ παρὰ τῆς βουλῆς καὶ ἐπῃνεῖτο καὶ ᾑρεῖτο, ὁ μὲν αὐτοκράτωρ ἀπεδείχθη, ὁ δὲ Κόμοδος ἐψηφίσθη πολέμιος. καὶ ἡ βουλὴ καὶ ὁ δῆμος εἰς ἐκεῖνον ἐξύβριζον καὶ τὰς εἰκόνας αὐτοῦ κατέσπων. 38 ἤθελον δὲ καὶ τὸ σῶμα αὐτοῦ διασῦραι καὶ
διασπάσαι· εἰπόντος δὲ τοῦ Περτίνακος ἤδη τῇ γῇ κεκρύφθαι αὐτό, τοῦ μὲν ἀπέσχοντο, ἀλιτήριον δὲ καὶ τύραννον ἀπεκάλουν αὐτὸν καὶ ἁρματηλάτην καὶ μονομάχον καὶ πλείω ἕτερα. Λίβυς δ’ ἦν ὁ Περτίναξ ἐξ Ἄλβης Πομπηίας, πατρὸς οὐκ εὐγενοῦς, ἐν
τοῖς ἱππεῦσι χιλιαρχήσας. ἦν δ’ εὐπροσήγορος, ἤκουέ τε ἑτοίμως καὶ ἀπεκρίνατο ὅσα οἱ ἐδόκει.
μόνας. μόλις δ’ οὖν ὁ Περτίναξ ἐξ ἀνδριάντων καὶ ὅπλων καὶ ἐπίπλων καὶ τῶν τοῦ Κομόδου παιδικῶν ἀθροίσας ἀργύριον τοῖς τε δορυφόροις ἃ ὑπέσχετο ἔδωκε καὶ τῷ δήμῳ καθ’ ἑκατὸν δραχμάς. ὅσοις γὰρ ὁ Κόμοδος ἐς τρυφὴν καὶ ἐς ὁπλομαχίαν καὶ ἁρματηλασίαν ἐκέχρητο, ξύμπαντα προὐτέθειτο εἰς τὸ πωλητήριον.
καὶ ἄλλα δὲ τοιαῦτα ἐπὶ διαβολῇ τοῦ Κομόδου ὁ Λαῖτος ἐποίησεν. ἀλλ’ οὐκ ἐπὶ μακρὸν οὗτος ἔμεινε πιστὸς τῷ Περτίνακι. ὧν γὰρ ἱμείρετο μὴ τυγχάνων, τοὺς στρατιώτας παρέθηξε κατ’ αὐτοῦ. οἱ δὲ ἁρπαγῶν εἰργόμενοι παρ’ αὐτοῦ, ἐμίσουν αὐτὸν καὶ ἐπεβούλευον
40 σὺν τῷ Λαίτῳ. διὸ τὸν ὕπατον Φάλκωνα, γένει καὶ πλούτῳ λαμπρυνόμενον, αὐτοκράτορα ποιῆσαι συνέθεντο. ὃ μαθὼν ὁ Περτίναξ ἐς θάλασσαν διατρίβων διὰ τὴν τοῦ σίτου παρασκευήν, εἰς τὴν πόλιν ἠπείχθη καὶ εἰς τὴν βουλὴν παρελθὼν διειλέχθη.
μελλόντων δὲ τῶν βουλευτῶν καταψηφιεῖσθαι τοῦ Φάλκωνος ὁ Περτίναξ ἀνακραγών “μὴ γένοιτο” ἔφη “τινὰ βουλευτὴν ἐμοῦ ἄρχοντος μηδὲ δικαίως θανατωθῆναι.”
κελεύοντος ἔφθειρε· φοβηθέντες δὲ οἱ λοιποὶ ἐθορύβησαν. διακόσιοι δὲ οἱ θρασύτεροι ἠρκότες τὰ ξίφη πρὸς τὸ παλάτιον ὥρμησαν. ὡς δ’ ἐντὸς ἐγένοντο, ἡ 41 γυνὴ αὐτῷ τὴν τούτων παρουσίαν ἐμήνυσεν· ὁ δέ, καίτοι δυνάμενος ἀντιστῆναι καὶ διαφθεῖραι αὐτοὺς
τῇ τε φυλακῇ τῇ νυκτερινῇ καὶ τοῖς ἱππεῦσιν, οὔτε τοῦτ’ ἐποίησεν οὔτε κρυβῆναι καὶ διαφυγεῖν ᾑρετίσατο, ἀλλ’ ἐλπίσας ἴσως καταπλήξειν αὐτοὺς ὀφθεὶς WII 213 καὶ πείσειν διαλεχθείς, ἀπήντησε προσιοῦσιν. οἱ δὲ τὸ μὲν πρῶτον αἰδοῖ ὑπεστάλησαν καὶ τοῖς κουλεοῖς
τὰ ξίφη ἐνέθεντο, ὡς δ’ εἶς αὐτῶν προπηδήσας “τοῦτό σοι” ἔφη τὸ ξίφος δείξας “οἱ στρατιῶται πεπόμφασι”, καὶ αὐτὸν ἔπληξε, καὶ οἱ ἄλλοι συνεκι- νήθησαν καὶ κατέκοψαν αὐτόν τε τὸν αὐτοκράτορα καὶ τὸν Ἔκλεκτον. εἶτα τὴν τοῦ Περτίνακος κεφαλὴν οἱ στρατιῶται δόρατι δόρατι περιπείραντες περιῆγον, τῷ PI 603
ἔργῳ ἐλλαμπρυνόμενοι. ἐβίω δὲ ὁ ἀνὴρ ἔτη ἑπτὰ καὶ ἐξήκοντα δέοντα τεσσάρων μηνῶν, ἄρξας μόνας ἡμέρας ὀγδοήκοντα καὶ ἑπτά.
ἵνα τὰ ἐκεῖ καταστήσηται, ἔμεινεν ἐν αὐτῷ καὶ ἔπραττεν ὅπως ἂν αὐτοκράτωρ ἀποδειχθῇ. κἀν τούτῳ Ἰουλιανὸς ὁ Δίδιος, χρηματιστής τε καὶ ἄπληστος, νεωτέρων ἀεὶ πραγμάτων ἐπιθυμῶν καὶ πρὸς τοῦ Κομόδου διὰ τοῦτο εἰς Μεδιόλανα τὴν ἑαυτοῦ πατρίδα
ἐξελαθείς, μαθὼν τὴν τελευτὴν τοῦ Περτίνακος, 42 σπεύσας εἰς τὸ στρατόπεδον παρεγένετο. καὶ πρὸς ταῖς πύλαις ἑστὼς ὁ μὲν ἔξωθεν, ὁ δὲ Σουλπικιανὸς ἔσωθεν, τὴν Ῥώμην καὶ τὴν ταύτης ἀρχὴν ὠνητίων ἐκ τῶν στρατιωτῶν, διαγγελλόντων τινῶν
καὶ λεγόντων ἑκατέρῳ ὅτι “τόσον οὗτος” καί “τόσον ἐκεῖνος δίδωσι, τί οὖν σὺ προδτίθης;” ὅμως πολλῶν ὑπεσχημένων τοῖς στρατιώταις παρὰ τοῦ Ἰουλιανοῦ, ἐκεῖνον προετιμήσαντο, φοβηθέντες μάλιστα τὸν Σουλπικιανὸν ὡς τιμωρήσοντα τῷ Περτίνακι οἷα δὴ
κηδεστῇ.
καὶ ἀνῆλθεν εἰς τὸ παλάτιον.
τοὺς ταῦτα λέγοντας ἐκέλευσε κτείνεσθαι. καὶ ὁ δῆμος παρώξυντο, καὶ τοῦ τε Περτίνακος ἐμέμνηντο καὶ ἐς τὸν Ἰουλιανὸν ἀπέσκωπτον. καὶ πολλοὶ πολλαχοῦ τῆς πόλεως τιτρωσκόμενοι καὶ κτεινόμενοι ἀντεῖχον, καὶ ὅπλα λαβόντες συνέδραμον εἰς τὸν ἱππόδρομον,
ἔνθα νύκτα τε καὶ ἡμέραν διήγαγον ἄσιτοι ἐπιβοώμενοι τοὺς λοιποὺς στρατιώτας, καὶ μᾶλλον τὸν Νίγρον τὸν Πεσκέννιον καὶ τοὺς μετ’ αὐτοῦ ἐν τῇ Συρίᾳ ὄντας. εἶτα τῷ λιμῷ καὶ τῇ ἀγρυπνίᾳ κακωθέντες PI 604 διελύθησαν καὶ ἡσύχαζον. Ἰουλιανὸς δὲ
οὕτως τὴν ἀρχὴν ἁρπάσας ἀνελευθέρως αὐτῇ ἐχρῆτο, θωπεύων τὴν βουλὴν καὶ τούς τι δυναμένους, καὶ τὰ μὲν χαριζόμενος, τὰ δ’ ἐπαγγελλόμενος· καὶ πάντα ἐπὶ θεραπείᾳ ἐποίει τῶν δυνατῶν, οὐ μέντοι καὶ ἐπιστεύετο.
ἐλογίσατο ὡς, εἰ τὸν Ἰουλιανὸν καταλύσουσι, σφίσιν αὐτοῖς οἱ τρεῖς ἀμφισβητήσουσι περὶ τῆς ἀρχῆς. ἔγνω τοίνυν τὸν ἴνα προσοικειώσασθαι. ὅτι δὲ καὶ 46 πορρωτέρω αὐτοῦ ὁ Νίγρος ἐτύγχανεν ὤν, καὶ μέγα φρονεῖν αὐτὸν εἴκαζεν ἐπικεκλημένον ὑπὸ τοῦ δήμου,
ὡς εἴρηται, πρὸς τὸν Ἀλβῖνον ἀπένευσε, καὶ δι’ ἀπορρήτων αὐτῷ ἔγραψε Καίσαρα ποιήσειν αὐτόν. καὶ ὃς κατὰ χώραν ἔμεινεν, ὡς κοινωνήσει τῆς ἀρχῆς τῷ Σευήρῳ τεθαρρηκώς. ὁ δὲ Σευῆρος ἐπὶ τὴν Ῥώμην ἠπείγετο.
εἴ γε δὴ συνεκέκλειστο, ᾤετο ὡς δυνήσεται 47 κατακλεισθεὶς ἐν αὐτῷ περιγενέσθαι, ἂν ἡττηθῇ. ἐφόνευσε δὲ καὶ τὸν Λαῖτον, καὶ ἐπὶ τὸν Σευῆρον καθῆκε συχνοὺς ὡς τὸν ἄνδρα δολοφονήσοντας. ἐπεὶ δ’ ἐκεῖνος εἰς τὴν Ἰταλίαν εἰσέβαλε καὶ τὴν
Ῥάβενναν ᾠκειώσατο, καὶ οἱ πεμπόμενοι προσεχώρουν αὐτῷ, καὶ οἶ δορυφόροι διὰ τὴν παρουσίαν Σευήρου ἐδειλαίνοντο, συγκαλέσας τοὺς τῆς βουλῆς ἐκέλευε κοινωνὸν αὐτῷ τῆς ἀρχῆς τὸν Σευῆρον ψηφίσασθαι. τοῦ δὲ Σευήρου τοῖς στρατιώταις
μηδὲν κακὸν πείσεσθαι γράψαντος ἐκδοῦσι τοὺς σφαγεῖς τοῦ Περτίνακος, πεισθέντες ἐκείνους τε συνέλαβον καὶ τῷ Σιλίῳ Μεσσάλᾳ ὑπατεύοντι ταῦτα 48 ἐμήνυσαν. ὁ δὲ τὴν βουλὴν ἀθροίσας εἰς τὸ Ἀθήναιον, οὕτω καλούμενον ὡς ἐν αὐτῷ τῶν παιδευομένων ποιουμένων τὴν ἄσκησιν, τὰ παρὰ τῶν στρατιωτῶν αὐτῇ ἐκοινώσατο. καὶ ἡ βουλὴ τοῦ μὲν Ἰουλιανοῦ κατεψηφίσατο θάνατον, τὸν δὲ Σευῆρον
ἀνεῖπεν εὐθὺς αὐτοκράτορα. κἀντεῦθεν ἐν τῷ παλατίῳ ὁ Ἰουλιανός ἐφονεύθη, εἰπών “τί γὰρ δεινὸν ἐποίησα, καὶ τίνα ἀπἐκτεινα;” ἐβίω δὲ ἔτη ἑξήκοντα πρὸς μησὶ τέσσαρσι καὶ ἰσαρίθμοις ἡμέραις, ἄρξας ἡμέρας ἐξήκοντα.
βαδίζων· καί οἱ καὶ ὁ στρατὸς ὁπλίτης παρείπετο, καὶ ἡ πόλις ἄνθεσί τε καὶ δάφναις ἅπασα ἐστεφάνωτο, καὶ οἱ ἄνθρωποι λευχειμονοῦντες εὐφήμουν αὐτὸν καὶ ἀκοῦσαι αὐτοῦ καὶ θεάσασθαι λίαν ἐσφάδαζον. δαζον. εἰσελθὼν δὲ ἐνεανιεύσατο, οἷα καὶ οἱ πρῴην
ἀγαθοὶ αὐτοκράτορες, ὡς οὐδένα τῶν βουλευτῶν ἀποκτενεῖ, καὶ ὤμοσε περὶ τούτου, καὶ ψηφίσματι κοινῷ τοῦτο κυρωθῆναι προσετετάχει. ἀλλ’ οὐκ εἰς μακρὰν τὸν νόμον τοῦτον παρέβη. αὐτὸν γὰρ τὸν Ἰούλιον Σόλωνα τὸν καὶ τὸ δόγμα τοῦτο αὐτοῦ κελεύδαντος
49 συγγραψάμενον οὐ πολλῷ ὕστερον ἔκτεινε, καὶ ἴλλους ἀνεῖλε πολλούς· καὶ τῆ βουλῇ οὐ καταθύμια ἔπραττε. καὶ εἰθισμένου τοὺς σωματοφύλακας ἐκ τῆς Ἰταλίας εἶναι καὶ ἄλλων ἐθνῶν ἐπιεικεστέρων 50 τοῖς εἴδεσι καὶ ἁπλουστέρων τοῖς ἤθεσιν, ἐκεῖνος παρὰ τὸ ἔθος στρατιωτῶν τὴν πόλιν ἐνέπλησε καὶ ἰδεῖν ἀγριωτάτων καὶ ἀκοῦσαι φοβερωτάτων καὶ ὁμιλῆσαι ἀγροικοτάτων.
προσῄει τε καὶ ἠσπάζετο. καὶ αὖθις ἐδόκει ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ ἱππεύοντα τὸν Περτίνακα τοῦ C ἵππου ἀπορριφῆναι, αὐτὸς δὲ τούτου ἑκόντος ἐπιλαβέσθαι. ἔφηβος δὲ ὢν ἐς τὸν βασιλικὸν δίφρον ἀγνοῶν, ἀλλ’ οὐκ ἐκ προνοίας ὕπαρ ἐκάθισεν.
συγκροτηθέντων τέλος ἐν Ἰσσῷ τῆς Κιλικίας περὶ τὰς καλουμένας Πύλας, αἳ διὰ τὴν τοῦ τόπου στενότητα οὕτω κέκληνται, ἔνθεν μὲν γὰρ ὄρη ἀνατείνει D ἀπότομα, κρημνοὶ δ’ ἐκεῖθεν βαθεῖς καθήκουσιν τὴν θάλασσαν, μάχης καρτερᾶς γενομένης ἡττήθη ὁ Νίγρος·
καὶ τὸ πλέον μὲν τῆς αὐτοῦ δυνάμεως ἐκεῖσε διώλετο, ἐκεῖνος δὲ φεύγων κατελήφθη καὶ ἀνῃρέθη. οὗ τμηθεῖσαν τὴν κεφαλὴν ὁ Σευῆρος πέμψας εἰς τὸ Βυζάντιον ἀνεσταύρωσεν, ἵν’ ἰδόντες αὐτὴν οἱ Βυζάντιοι προσχωρήσωσι.
σῶν ἑταίρων πρὸς ἐκεῖνον αὐτομολῆσαι. ἐξέταζε οὖν μὴ τὰ σώματα ἡμῶν μηδὲ τὰ ὀνόματα , αὐτὰ δὲ τὰ πράγματα· πᾶν γὰρ ὅ,τι ἂν ἡμῶν καταγνῷς, τοῦτο καὶ σεαυτοῦ καὶ τῶν σῶν ἑταίρων καταψηφιεῖ.” τοῦτον ὁ Σευῆρος τῆς παρρησίας θαυμάσας ἀφῆκεν
ἔχειν τῆς οὐσίας τὸ ἥμισυ.
ἐν τῷ ὅρμῳ τῶν ἐναντίων οὐσῶν. τὰς γὰρ ἀγκύρας αὐτῶν ὑφύδροις κολυμβηταῖς ἀποτέμνοντες καὶ ἥλους ἐς τοὺς ταρσοὺς σφῶν πηγνύντες καὶ τούτων καλῴδια ἐξάπτοντες ἐπεσπῶντο αὐτάς, αὐτομάτας προσπλέειν δοκούσας. ἐπεὶ δὲ πάντα αὐτοῖς ἐξεδαπανήπθησαν,
ὅμως ἀντεῖχον, καὶ ξύλοις ἐκ τῶν οἰκιῶν ἐς τὰς ναῦς ἐχρῶντο καὶ σχοίνοις ἃς ἔπλεκον κείροντες τὰς τρίχας τῶν γυναικῶν. καὶ ὅτε τοῖς τείχεσι προσέβαλλον οἱ πολέμιοι, λιθίνους τε καὶ ἐκ χαλκοῦ πεποιημένους καὶ ἀνδριάντας καὶ ἵππους ἠκόντιζον
εἰς αὐτούς. ὡς δὲ καὶ πᾶν αὐτοὺς ἐπέλιπε νενομισμένον ἐδώδιμον, βύρσας διαβρέχοντες ἤσθιον. 52 καὶ τούτων δὲ ἀναλωθεισῶν καὶ ἐπ’ ἀλλήλους ἐτράποντο καὶ σαρκῶν ἀνθρωπείων ἐγεύοντο. εἶτα καὶ ἄκοντες τὴν πόλιν παρέδοσαν, καὶ οἱ Ῥωμαῖοι τοὺς
στρατιώτας καὶ τοὺς ἐν τέλει σύμπαντας διεχρήσαντο. ὁ δὲ Σευῆρος ἥσθη λίαν ἐπὶ τῇ ἁλώσει τοῦ Βυζαν- τίου. ἀφείλετο δὲ τήν τε ἐλευθερίαν τῆς πόλεως καὶ τὸ ἀξίωμα τὸ πολιτικόν, καὶ δασμοφόρον ἀποφήνας, δημεύσας τε τὰς οὐσίας τῶν πολιτῶν, Περινθίοις αὐτήν τε καὶ τὴν χώραν αὐτῆς ἐχαρίσατο. τὰ δὲ
τείχη τῆς πόλεως καθελὼν ἐκείνους μὲν οὐδὲν πλέον ἐλύπησεν ἢ τῆς δόξης αὐτοὺς ἐστέρησεν ἣν ἐκαρποῦντο ἐκ τῆς αὐτῶν ἐπιδείξεως, τῶν δὲ Ῥωμαίων μέγα καθεῖλεν ὁρμητήριον πρὸς τοὺς ἐκ Πόντου καὶ D τῆς Ἀσίας βαρβάρους, ἀλλὰ μὴν καὶ κρησφύγετον·
ἦν γὰρ τὰ τείχη τοῦ Βυζαντίου καρτερώτατα.
ἐθνῶν, οἳ τήν τε χώραν αὐτῶν ἐδῄουν καὶ WII 216 τὰς πόλεις ἐλάμβανον.
συγκινουμένης δὲ διὰ ταῦτα τῆς οἰκουμένης, ὁ δῆμος ἐν ἱπποδρομίᾳ συνειλεγμένος πολὺς ἐκφανέστατα κατωδύρατο, ἁ μέχρι πότε τοιαῦτα πάσχομεν PI 607 κράζοντες καί “μέχρι ποῦ πολεμούμεθα; καὶ ἄλλα δέ τινα τοιαῦτα ὡς ἐκ θειοτέρας τινὸς ἐπιπνοίας
ἐνθουσιῶντες ἐβόησαν. πῶς γὰρ τοσαῦται μυριάδες ὡς ὑπὸ χορολέκτῃ ὁμοφώνως εἶπον καὶ ἀπταίστως ἃ εἶπον; τέως μέντοι μάχης συγκροτηθείσης καὶ πολλὰς ἰδέας τε καὶ τροπὰς καὶ μετακλίσεις τοῦ πολέμου 53 ἐσχηκότος ὁ Ἀλβῖνος ἡττήθη, πεσόντων μὲν ἀμφοτέρωθεν Ῥωμαίων σχεδὸν ὑπερβαινόντων καὶ ἀριθμόν, τοῦ δὲ Ἀλβίνου ἑαυτὸν ἀνελόντος. ᾧ κειμένῳ ἐπεντρυφήσας ὁ Σευῆρος καὶ γλωσσαλγήσας τὸ μὲν ἄλλο σῶμα ῥιφῆναι ἐκέλευσε, τὴν κεφαλὴν δ’ ἐς τὴν
54 Ῥώμην στείλας ἀνεσταύρωσε. καὶ πολλοὺς τῶν τῆς γερουσίας ἀπέκτεινε, τινὰς δὲ καὶ ἀπέλυσε.
Βαβυλῶνα ἐκλειφθεῖσαν ἔλαβε. καὶ τὴν Κτησιφῶντα ἑλὼν διαρπάσαι τοῖς στρατιώταις ἐφῆκε, πολλούς τε ἀνεῖλε καὶ ζῶντας πλείονας εἷλεν. οὔτε δὲ τὸν Οὐολόγαισον ἐπεδίωξε τὸν τῶν Παρθῶν ἡγεμονεύοντα ἀναχωρήσαντα οἴκαδε, οὔτε τὴν Κτησιφῶντα κατέσχεν,
ἀλλ’ ᾤχετο ὥσπερ ἔνα διαρπάσῃ ταύτην μόνον ἐστρατευκώς.
τι καὶ παρεφθέγξατο, καὶ τὸν κατηγορήσαντα αὐτοῦ στρατιώτην χιλίαρχον ἀπέδειξεν ἀντ’ αὐτοῦ· τὸν δὲ Λαῖτον, ὅτι φρόνημα εἶχε καὶ ὅτι ὑπὸ τῶν στρατιωτῶν ἠγαπᾶτο, καὶ οὐκ ἄλλως στρατεύσειν ἔλεγον εἰ μὴ Λαῖτος αὐτῶν ἡγοῖτο. καὶ τὸν φόνον αὐτοῦ τοῖς
στρατιώταις προσῆπτεν, ὅτι φθόνῳ αὐτὸν ἀνελὼν οὐκ εἶχε λέγειν αἰτίαν.
οὐδὲν δὲ ἀνύσας, καίτοι τὸ ἐκτὸς τεῖχος καθῃρηκώς, 56 καὶ πολλοὺς τῶν οἰκείων ἀποβαλών, ἀνεχώρησε· καὶ εἰς τὴν Παλαιστίνην ἀφίκετο καὶ ἐς Αἴγυπτον, καὶ πᾶσαν εἶδε καὶ τὰ κεκρυμμένα ἐπολυπραγμόνησεν. ἦν γὰρ οἷος μήτε θεῖον μήτε τι ἀνθρώπινον καταλιπεῖν ἀνερεύνητον. καὶ τὰ βιβλία ἅ τι εἶχον ἀπόρρητον
ἐκ πάντων τῶν ἀδύτων ἀνείλετο, ὅσα τέως εὑρεῖν δεδύνητο.
πεποίηται τὴν ἀνάβασιν. λέγει τοίνυν ὅτι ἐκ τοῦ Ἄτλαντος ἀναδίδοται τὸν δὲ Ἄτλαντα ὄρος εἶναι ἐν τῇ Μακεννίτιδι παρ’ αὐτῷ τῷ Ὠκεανῷ πρὸς PI 608 ἐσπέραν, καὶ ὀρῶν ἁπάντων ὑπερανίστασθαι, ὥστε καὶ κίονα αὐτὸν διὰ τὸ ὕψος παρὰ τῶν ποιητῶν κληθῆναι
θῆναι τοῦ οὐρανοῦ. μήτε γὰρ ἀναβῆναί τινά ποτε εἰς ἄκρον αὐτοῦ μήτ’ ἰδέσθαι τὰς αὐτοῦ κορυφὰς χιόνος ἀεὶ πληθούσας, ἐξ ἧς πολὺ καταρρεῖν τὸ ὕδωρ ὑπὸ τὸ θέρος, καὶ διὰ τοῦτο τότε τὸν Νεῖλον πληθύνεσθαι. λέγει δὲ ταῦτα Ῥωμαίοις ἀκριβωθῆναι
ἐκ τῶν τῆς κάτω Μαυριτανίας ἀνθρώπων, προσοίκων ὄντων τῇ Μακεννίτιδι, καὶ πολλοὺς τῶν ἐκεῖ στρατευσαμένων Ῥωμαίων ἀφικέσθαι καὶ πρὸς τὸν Ἄτλαντα. ταῦτα μὲν οὑν περὶ τοῦ Νείλου τῷ Δίωνι, εἰ καὶ ἄλλοις οὐχ οὕτω τὰ περὶ αὐτοῦ
δεδιηγηται.
καὶ εὐνούχους καὶ ἄνδρας καὶ πατέρας ἀόρχεις καὶ ἐκτομίας καὶ πωγωνίας. πρὸ δὲ τούτου κῆτος ὑπέρογκον εἰς τὸν Αὐγούστου κεκλημένον λιμένα ἐξώκειλε καὶ ἑάλω, καὶ μίμημα αὐτοῦ γεγονὸς καὶ εἰς τὸ 59 κυνηγέσιον εἰσαχθὲν πεντήκοντα ἄρκτους εἴσω λέγεται
τᾶι δέξασθαι. τὴν δὲ τοῦ Πλαυτιανοῦ θυγατέρα Πλαυτίλλαν τοῦ Σευήρου τῷ υἱῷ Ἀντωνίνῳ συζεύξαντος, τοσαῦτα τῆ θυγατρὶ ὁ Πλαυτιανὸς ἔδωκεν ὅσα πολλαῖς βασιλίσσαις ἤρκεσεν ἄν. οὗτος ὑπέρμεγας γεγονὼς καὶ πλεῖστον δυνηθείς, ἢ καὶ ὑπὲρ
τὸν Σευῆρον αὐτόν, ὑπὸ τοῦ γαμβροῦ Ἀντωνίνου ἐπιβουλευθεὶς ἐσφάγη καὶ ἄνωθεν εἰς ὁδόν τινα ἐρρίφη. οἶ δὲ τοῦ Σευήρου παῖδες Ἀντωνῖνος καὶ Γέτας ὥσπερ τινὰ παιδαγωγὸν τὸν Πλαυτιανὸν ἀποσεισάμενοι ἅπαν μετῄεσαν χείριστον.
ὧν ἴνα εἰς ἔνδειγμα τῶν ἄλλων ἐροῦμεν. ἑκατοντάρχου παρὰ Σευήρου κελευσθέντος λοχῆσαι αὐτόν, αὐτὸς ἐκείνῳ προσῆλθε δι’ ἑαυτοῦ ὡς ἄλλος τις, καὶ διεβεβαιώσατο, εἰ ἕψοιτο, παραδοῦναι αὐτῷ τὸν λῃστήν. τοῦ δὲ πεισθέντος εἰς λοχμώδη τόπον
ἀπαγαγὼν αὐτὸν ῥᾳδίως συνέλαβεν. εἶτα ἐπὶ βήματος καθίσας, ὡς δῆθεν ἄρχων τοῦ λῃστηρίου, μεταστειλάμενος τὸν ἑκατόνταρχον, τὰς τρίχας τῆς κεφαλῆς αὐτοῦ ἀπεξύρησε καὶ ἀφῆκεν, εἰπών, ἄγγελλε τῷ δεσπότῃ σου ὅτι “τοὺς δούλους ὑμῶν PI 609 τρέφετε, ἵνα μὴ λῃστεύωσι.” πολλοὺς γὰρ τῶν Καισαρείων
εἶχεν αὐτῷ προσχωρήσαντας. ὕστερον μέντοι ἐλήφθη καὶ θηρίοις ἐδόθη.
τῶν Βρεττανῶν εἰσι μέγιστα, Καληδόνιοι καὶ Μαιᾶται· καὶ νέμονται ἑκάτεροι ἄγρια ὄρη καὶ πεδία ἔρημα καὶ ἑλώδη, μήτε πόλεις ἔχοντες μήτε γεωργοῦντες τὴν γῆν, ἀλλ’ ἐκ νομῆς καὶ θήρας καὶ ἀκροδρύων τὰ πρὸς τὸ ζῆν ποριζόμενοι· ἰχθῦς γὰρ
καίτοι παμπληθεῖς παρὰ τῇ νήσῳ τυγχάνοντας οὐ 61 σιτοῦνται. σκηνῖται δ’ εἰσί, γυμνοί τε ζῶσι καὶ ἀνυπό δετοὶ, κοιναῖς κεχρημένοι ταῖς γυναιξί, καὶ τὰ γεννώμενα πάντα ἐκτρέφοντες. δημοκρατοῦνταί τε καὶ λῃστεύουσι· καὶ στρατεύονται ἐπὶ ἁρμάτων,
ἵππους ἔχοντες μικροὺς καὶ ταχεῖς, καὶ πεζοί· τρέχουσί τε ὀξύτατα. ὅπλοις δὲ κέχρηνται ἀσπίδι καὶ βραχεῖ τινι δόρατι καὶ ἐγχειριδίῳ. λιμῷ δὲ καὶ ψύχει ταλαιπωροῦ ία ἕνοι καὶ ἄλλαις κακώσεσι φέρουσι, καὶ εἰς τὰ ἔλη καταδυόμενοι καρτεροῦσιν ἐπὶ
πλείους ἡμέρας μόνην τὴν κεφαλὴν ἔξω τοῦ ὕδατος ἔχοντες, καὶ ἐν ταῖς ὕλαις τρέφονται ταῖς ῥίζαις καὶ τῷ φλοιῷ. σκευάζουσι δὲ καί τι βρῶμα ἐξ οὗ 62 ὅσον κυάμου μέγεθος ἐμφαγόντες οὔτε πεινῶσιν οὔτε διψῶσιν.
νήσου διανοούμενος εἰς τὴν Καληδονίαν εἰσέβαλε, καὶ πράγματα ἔσχε μήτε μαχεσάμενος μήτ’ ἐν παρατάξει 63 τάξει πολέμιον θεασάμενος, ἀλλ’ ὑλοτομῶν καὶ τὰ μετέωρα κατασκάπτων. οἶ δὲ αὐτοῦ στρατιῶται σκιδνάμενοι ἐκτιννύοντο ἐπιβουλευόμενοι, καὶ πολλαὶ
χιλιάδες ἀπώλοντο. τέως μέντοι ἐς ὁμολογίαν τοὺς Βρεττανοὺς ἐλθεῖν κατηνάγκασε.
ἐπεβούλευε, καὶ ἐπεφώρατο δίς. ἀλλ’ οὐδὲν δεινὸν ἔπαθεν ὁ Ἀντωνῖνος πρὸς τοῦ πατρός· καλέσας δὲ αὐτὸν καὶ τὸν Παπιανὸν καὶ τὸν Κάστορα, δοῦλος PI 610 δ’ ἦν ὁ Κάστωρ αὐτοῦ, ἄριστος ἀνὴρ καὶ πιστότατος, καὶ ξίφος εἰς τὸ μέσον θέμενος, ἔφη πρὸς τὸν
υἱόν εἰ ἀποκτεῖναί με θέλεις, ἐνταῦθά με κατάχρησαι, χρησαι, καὶ μὴ πάντων ὁρώντων· εἰ δ’ αὐτόχειρ μου γενέσθαι ὀκνεῖς, κέλευσον παρόντι Παπιανῷ τῷ ἐπάρχῳ ἵνα με ἐξεργάσηται· οὐ γὰρ ἀπειθήσει σοι αὐτοκράτορι ὅντι.”
τοὺς στρατιώτας πλουτίζετε, τῶν ἄλλων μὴ 64 ἀμελεῖτε.” ἦρξε δὲ ἑπτακαίδεκα ἔτη καὶ μῆνας ὀκτὼ ἐφ’ ἡμέραις τρισί, βιώσας τὸ σύμπαν ἔτη ἑξήκοντα καὶ πέντε καὶ μῆνας ἐννέα καὶ ἡμέρας ἐννέα καὶ εἴκοσι.
συνεχῶς τὸν πατέρα πράγματα παρεῖχεν αὐτῷ. ἐκεῖνος δὲ λόγῳ μὲν ἐπέπληττε τὸν παῖδα τῆς πολυπραγμοσύνης, τῆ δ’ ἀληθείᾳ τὴν αὐτοῦ διάνοιαν ἐξεπλήττετο· καὶ ὑπνοῦντι τῷ υἱῷ ἐφιστάμενος ἐγύμνου τὰ στέρνα τούτου πολλάκις καὶ κατησπάζετο
ὡς θείου πνεύματος οἰκητήρια, καὶ τῆς εὐτεκνίας ἑαυτὸν ἐμακάριζε. τοῦ δὲ πατρὸς αὐτοῦ μαρτυρίῳ PI 611 WII 219 τελειωθέντος ἐσπάνιζε τῶν ἀναγκαίων ὁ Ὠριγένης. προσληφθεὶς δὲ παρά τινος γυναικὸς τῶν ἐπιφανεστάτων ἐν Ἀλεξανδρείᾳ, ᾗ καὶπλοῦτος ἦν δαψιλής, καίτις
ἀνὴρ Ἀντιοχεὺς εἰς θετοῦ τάξιν υἱοῦ αὐτῇ εἰσπεποίητο Παῦλος τὸ ὄνομα, εἶς τις τῶν ἐν Ἀλεξανδρείᾳ αἱρεσιωτῶν, ἐφ’ ὃν πλήθους καθ’ ἑκάστην ἀθροιζομένου, ἐδόκει γὰρ ἱκανὸς ἐν λόγοις, ἐξ ἀνάγκης συνὼν αὐτῷ ὁ Ὠριγένης οὐδέποτε αὐτῷ συνίστατο κατὰ τὴν
εὐχήν, ὡς ἱστόρηται, βδελυττόμενος τὸν ἄνδρα ὡς μὴ ὀρθόδοξον. ὀκτωκαίδεκα δ’ ἐτῶν γεγονὼς τοῦ ἐν Ἀλεξανδρείᾳ κατηχητικοῦ προέστη διδασκαλείου, καὶ τοὺς τότε ἀθλοῦντας ἐπώτρυνε πρὸς τὴν ἄθλησιν, καὶ ἀπιοῦσι τὴν ἐπὶ θάνατον παρωμάρτει καὶ ἐπεθάρρυνεν,
Β ὡς καὶ πολλάκις αὐτῷ τοὺς δήμους ἐπιμανῆναι· οὓς ἐκ θείας ἀρωγῆς διεδίδρασκεν. οὐ λόγῳ δὲ μόνῳ μέγας ἦν ὁ ἀνήρ, ἀλλὰ καὶ βίον διεβίω φιλόσοφον καὶ τῷ λόγῳ συνᾴδοντα. οὔτε γὰρ δεύτερον ἔχειν χιτῶνα ἱστόρηται οὔθ’ ὑποδεῖσθαι
τοὺς πόδας ἐπ’ ἔτεσι πλείοσιν οὔτ’ οἴνῳ κεχρῆσθαι οὔτε τροφὴν παρὰ τὴν ἀναγκαίαν προσίεσθαι, ὡς δὲ ὁ Εὐσέβιος ἱστορεῖ ὅτι ἔρωτι σωφροσύνης καὶ ἀπέκοψε τὰ παιδογόνα μόρια αὐτὸς ἑαυτοῦ· ἄλλοι δέ φασι μὴ ἐκτεμεῖν αὐτὸν ταῦτα, πόαν δέ τινα τούτοις ἐπενεγκεῖν, ἐξ ἧς ναρκωθῆναι ταῦτα συνέβη τοσοῦτον ὡς
καὶ νεκροῖς ἐοικέναι. ἀφίκετο δὲ καὶ εἰς Ῥώμην Ζεφυρίνου τῆς ἐν αὐτῇ ἐκκλησίας προισταμένου· εἶτ’ αὖθις ἐπανῆλθεν εἰς Ἀλεξάνδρειαν. ἐξηγεῖτο 68 δὲ τὰ Ἑβραικά, καὶ τὴν Ἑβραίδα διάλεκτον ἐκμαθὼν καὶ τὰς παρὰ τοῖς Ἰουδαίοις οὔσας γραφὰς Ἑβραϊκοῖς
στοιχείοις κτησάμενός τε καὶ ἐπιών, καὶ τῶν ταύτας ἡρμηνευκότων συναγαγὼν τὰ συγγράμματα, τῶν ἑβδομήκοντα δύο δηλαδή, τοῦ τε Ἀκύλα καὶ τοῦ Συμμάχου καὶ τοῦ Θεοδοτίωνος καὶ δύο ἄλλων ἀνωνύμων ἑρμηνέων, ἠγνόηνται γὰρ τὰ ἐκείνων
ὀνόματα, ἐφιλοπόνησε τὰ τῶν ἑξαπλῶν λεγομένων συγγράμματα. ἐν δὲ τοῖς ψαλμοῖς καὶ ἑβδόμης μέμνηται ἑρμηνείας ὡς ἐν Ἱεριχοῖ εὑρημένης. ἰδιαίτατα δὲ τὴν Ἀκύλα καὶ Συμμάχου καὶ Θεοδοτίωνος ἔκδοσιν μετά γε τῆς τῶν ἑβδομήκοντα καὶ δύο 69
παρατιθείς, τὰ λεγόμενα τετραπλᾶ παραδέδωκε.
προίστατο Νάρκισσος, ἀνὴρ θαυματοποιός, ὃς ψευδῶς παρά τινων κατηγορηθείς, ἐραστὴς δὲ βίου ὢν ἀναχωρητικοῦ, διέδρα λαθὼν καὶ ἐν ἐρημίαις ηὐλίζετο ἀγνοούμενος. τοῦ δὲ ἀνακεχωρηκότος ἀντεισ- 70 ἄγεται Δῖος, μεθ’ ὃν προχειρίζεται Γερμανίων, εἶτα Γόρδιος· ἐφ’ οὗ ἐπανελθὼν αὖθις ὁ Νάρκισσος ὑπὸ PI 612 τῶν πιστῶν ἐπὶ τὴν προστασίαν παρακαλεῖται. μὴ δυναμένου δὲ τοῦ Ναρκίσσου διὰ γῆρας βαθὺ λειτουργεῖν, Ἀλέξανδρος διαπρέψας πρότερον τῇ διὰ
Χριστὸν ὁμολογίᾳ, τότε δὲ ἐπισκοπῆς ἐν τῇ τῶν Καππαδοκῶν χώρᾳ ἠξιωμένος, ἐξ ἀποκαλύψεως προσελήφθη παρὰ τῶν ἐν Ἱεροσολύμοις πιστῶν ἅμα τῷ Ναρκίσσῳ διέπειν τὰ τῆς ἐκκλησίας. ἐν δὲ τῇ Ἀντιοχέων ἐκκλησίᾳ Σαραπίωνος ἀναπαυσαμένου
Ἀσκληπιάδης τὴν ἐπισκοπὴν παρειλήφει· οὗ καὶ ὑπομνήματα σώζεσθαι φησὶν ὁ Εὐσέβιος.
τῶν Βρεττανῶν αὐτίκα ἐσπείσατο τῆς τε χώρας αὐτοῖς καὶ τῶν φρουρίων ἐκστάς, τὸν δὲ WII 220 ἔπαρχον τὸν Παπιανὸν μετέστησε τῆς ἀρχῆς· ἑτέρους δ’ ἀπέκτεινε καὶ τὸν τροφέα αὐτοῦ Εὔοδον τὸν καὶ Κάστορα καὶ τὴν ἰδίαν γυναῖκα τὴν Πλαυτίλλαν
καὶ τὸν αὐτῆς ἀδελφὸν τὸν Πλαύτιον καὶ ἐπὶ τούτοις τὸν οἰκεῖον ἀδελφόν. ἐπεβούλευε μὲν γὰρ αὐτῷ πρὸ μακροῦ, οὐκ ἠδύνατο δὲ κτεῖναι αὐτὸν φρουρούμενον ὑπὸ στρατιωτῶν καὶ ἄλλων συχνῶν. εἶτα ἔπεισε τὴν μητέρα μόνους σφᾶς ἐπὶ καταλλαγῇ μεταπέμψα;σθαι.
πέμψασθαι. καὶ ὁ Γέτας πιστεύσας εἰσῆλθε μετὰ τοῦ Ἀντωνίνου εἰς τὸ δωμάτιον· καὶ ὀπίσω σφῶν 72 ἑκατοντάρχαι πρὸς τοῦτο ἡτοιμασμένοι παρὰ τοῦ 73 74 Ἀντωνίνου εἰσωθήσαντες ἑαυτοὺς ἐκεῖ τὸν Γέταν κατέκοψαν, τῷ τραχήλῳ τῆς μητρὸς προσφύντα καὶ τοῖς μαστοῖς καὶ τοῖς στήθεσιν, ὥστε τοῦ αἵματος αὐτοῦ ἀναπλησθῆναι αὐτήν, πληγῆναι δὲ καὶ τὴν
χεῖρα. ἡ δ’ ἐκ τοῦ φόβου οὐδὲ τοῦ τραύματος ᾔσθετὸ. καὶ οὐδὲ πενθῆσαι αὐτῇ τὸν υἱὸν ἐξεγένετο οὕτως οἰκτρῶς καὶ ἀώρως ἀπολωλότα, δύο γὰρ καὶ εἴκοσιν ἐτῶν ἦν καὶ ἐννέα μηνῶν, δεδοικυίᾳ μὴ καὶ αὐτὴ συναπόληται.
γε θανεῖν εὔχομαι.” πρὸς δὲ τὴν σύγκλητον τῇ ὑστεραίᾳ πλεῖστα διαλεχθείς, τέλος εἶπεν “ἀκούσατέ μου· ἔνα πᾶσα ἡ οἰκουμένη χαρῇ, πάντες οἶ φυγάδες κατελθἐτωσαν.” τῶν δὲ Καισαρείων καὶ τῶν μετὰ τοῦ Γέτᾳ στρατιωτῶν ἐς δύο μυριάδας ἀπέκτεινε,
καὶ ἐκ τῶν ἐπιφανῶν ἀνδρῶν παμπόλλους διέφθειρε, καὶ πολλῶν ἀγαθῶν ἀνδρῶν τὴν Ῥώμην ἐστέρησε. τὸ δὲ ξίφος δι’ οὗ ὁ ἀδελφὸς αὐτοῦ ἀπεσφάγη ἀνάθημα ἐποιήσατο. ἐκ δὲ τῶν φόνων εἰς παιδιὰς μετινὼν καὶ ἐν ταύταις ἐφόνα. καὶ εἰς μὲν τοὺς στρατιότας
φιλοδωρότατος ἦν, τοὺς δὲ λοιποὺς ἀνθρώπους περιδύειν, ἀποσυλᾶν, ἐκτρύχειν ἐτίθετο σπούδασμα, καὶ οὐχ ἥκιστα τοὺς συγκλητικούς. οὕτω δὲ παρὰ πάντα τὸν τῆς ἀρχῆς αὐτοῦ χρόνον ἡ ὑπήκοος PI 613 αὐτῷ γῆ ἐπορθήθη ὥστε ποτὲ τῆς Ἰουλίας εἰπούσης
ὅτι “οὐκέθ' ἡμῖν οὔτε δίκαιος οὔτ’ ἄδικος πόρος ὑπολείπεται” ἀπεκρίνατο τὸ ξίφος ἠρκώς “θάρσει, μῆτερ· ἴως γὰρ ἂν τοῦτ’ ἔχωμεν, οὐδὲν ἡμᾶς ἐπι- λείψει.’ ἦν δ’ ἐπὶ πᾶσι καὶ ἄπιστος. καλέσας γὰρ τὸν τῆς Ὀσροηνῆς βασιλέα Αὔγαρον ἥκειν παρ’ αὐτὸν ὡς φίλον, ἐλθόντα ἔδησε καὶ οὕτω τὴν Ὀσροηνὴν ἐχειρώσατο. καὶ τὸν τῶν Ἀρμενίων βασιλέα σιλέα πρὸς τοὺς ἰδίους παῖδας διαφερόμενον γράμμασι
φιλικοῖς ὡς εἰρηνεύσων αὐτοὺς μετεπέμψατο, 76 τὰ δ’ αὐτὰ τῷ Αὐγάρῳ καὶ εἰς ἐκείνους ἐποίησεν. ἀλλ’ οὐχὶ καὶ τῶν Ἀρμενίων ἐκράτησεν, εἰς ὅπλα δ’ ἐχώρησαν· καὶ οὐδεὶς ἔτι ἐκείνῳ ἐπίστευεν. ἐν μέντοι ταῖς ἀνάγκαις καὶ ταῖς κατεπειγούσαις στρατείαις
λιτὸς ἦν καὶ ἀπέριττος καὶ συνεβάδιζε τοῖς στρατιώταις καὶ συνέτρεχε, μὴ λουόμενος, μὴ μεταμφιεννύμενος, ἀλλὰ πᾶν ἔργον σὺν ἐργαζόμενος καὶ τὰ αὐτὰ ἐκείνοις σιτούμενος. καὶ τοὺς προέχοντας δὲ τῶν πολεμίων εἰς μονομαχίαν προεκαλεῖτο ἐνίοτε. τὰ μέντοι
στρατηγικὰ οὐκ εὖ ἐκείνῳ μετεχειρίζετο. πάντα δ’ ἦν αὐτῷ κίβδηλα, καὶ αὐτὸ τὸ νόμισμα. ἐνόσει δὲ 77 καὶ ἐμφανέσι καὶ ἀρρήτοις ἀρρωστήμασι, καὶ πολλάκις καὶ τὸν πατέρα αὐτοῦ καὶ τὸν ἀδελφὸν ξιφήρεις ἐδόκει ἐλαύνειν αὐτόν. διὸ λέγεται καὶ τὰς ψυχὰς
ἐπῳδαῖς ἀναγαγεῖν τοῦ τε πατρὸς καὶ τοῦ Κομόδου καὶ ἄλλων, μόνον δὲ τὸν Κόμοδον αὐτῷ φάναι ‘στεῖχε δίκης ἄσσον”, καὶ ἐπὶ τελευτῆς “κρυφίοισι τόποις ἔχων δυσαλθέα νοῦσον.” εἶχε δὲ καὶ ὠτακουστὰς καὶ διοπτεύοντας, καὶ πάντα αὐτῷ καὶ τὰ
WII 221 βραχύτατα ἀνηγγέλλετο. καὶ ἐπήγγελλε μὲν ὡς πρωιαίτερον δικάσων ἢ ἄλλο τι δημόσιον πράξων, παρέτεινε δὲ καὶ ὑπὲρ τὴν μεσημβρίαν ἢ καὶ εἰς ἑσπέραν αὐτήν, μηδὲ εἰς τὰ πρόθυρα εἰσδεχόμενος 78 τοὺς συνειλεγμένους τῆς γερουσίας. ὁ δὲ καὶ ἐμιαιφόνει
καὶ παρηνόμει καὶ τὰ χρήματα κατανήλισκεν, οὐ ἐπείθετο τῇ μητρὶ καὶ περὶ τούτων καὶ τῶν ἄλλων παραινούσῃ πολλὰ καὶ χρηστά. ἔχαιρε δὲ καὶ μάγοις καὶ γόησι. κατὰ Παρθῶν δὲ στρατεύσας, καὶ ἐν Ἀντιοχείᾳ γενόμενος καὶ τρυφῶν καὶ ἀγῶνας μονομαχίας συνιστῶν, ὡς ἐν μεγάλοις πόνοις ἐγκινδυνεύων
καὶ καρτερῶν ἀπωδύρετο, καὶ τὴν γερουσίαν ὡς ἐν ῥᾳστώνῃ ζῶσαν ὠνείδιζε, καὶ τέλος ἔγραψεν αὐτῇ ὡς “οἶδα ὅτι οὐκ ἀρέσκει ὑμῖν τὰ ἐμά· ἀλλὰ διὰ τοῦτο καὶ ὅπλα καὶ στρατιώτας ἔχω, ἵνα μὴ τῶν λογοποιούντων ἐπιστρέφωμαι.”
ἐκάκωσε καὶ τὰ Ἄρβηλα παρεστήσατο καὶ τὰ μνημεῖα τῶν βασιλέων τῶν Παρθῶν ἀναρρήξας διέρριψε τὰ ὀστᾶ, πόλεμος δὲ αὐτῷ πρὸς τὸ ἔθνος οὐ συγκεκρότητο. τἄλλα τ’ ἑ οὖν παρηνόμει ἐν ταῖς στρατείαις καί τινα ἰδίαν ἔνδυσιν βαρβαρικῶς πως συγκόπτων
καὶ συρράπτων ἐς μανδύα τρόπον προσεξεῦρε, καὶ συνεχῶς αὐτὸν ἐνεδύετο, ὅθεν καὶ Καράκαλλος ἐπεκλήθη. καὶ τοὺς στρατιώτας δὲ οὕτως ἐστολίσθαι ἐκέλευεν. ἀνῃρέθη μέντοι ὑπὸ στρατιωτῶν. ὁ γὰρ 79 Μακρῖνος ὁ ἔπαρχος ἐκ μάντεως τινος προειρημένον
ἔχων αὐτῷ ὡς αὐταρχήσει, καὶ φοβηθεὶς μὴ διὰ τοῦτο ὑπὸ τοῦ Ἀντωνίνου διαφθαρῇ, οὐκ ἀνεβάλετο, ἀλλὰ δύο τινὰς χιλιαρχοῦντας ἐν τῷ δορυφορικῷ παρασκευάσας ἐπεβούλευσεν αὐτῷ. καὶ ἐξ Ἐδέσσης ἐς Κᾶρας ἀπιόντι καὶ ἀποβάντι τοῦ ἵππου δι’ ἀπόπατον
προσῆλθέ τις στρατιώτης, τῶν χιλιάρχων ὑποπεμψάντων αὐτόν, ὡς εἰπεῖν τι δεόμενος, καὶ προσελθὼν ἐπάταξεν αὐτὸν ξιφιδίῳ μικρῷ.
τὸν ἀδελφὸν ἔκτεινας, καὶ ἐγὼ σὲ κτενῶ.” καὶ μάνδὲ εἷπον αὐτῷ τὴν ἡμέραν ἐκείνην φυλάσσεσθαι, καὶ ἄλλα δέ φασι τοῦ ὀλέθρου αὐτῷ συμβῆναι τεκμήρια.
ἐκάλουν, ὡς εἴρηται, ἀλλὰ μέντοι καὶ Τάραντα ἐκ μονομάχου τινὸς εἰδεχθεστάτου καὶ μιαιφονωτάτου, ὁ Μακρῖνος μετὰ τετάρτην ἡμέραν τὴν ἡγεμονίαν εἰλήφει παρὰ τῆς στρατιᾶς, τὸ μὲν γένος Μαυρὸς τυγχάνων ἐκ Σικελίας καὶ γονέων ἀσημοτάτῶν
80 ὅθεν κατὰ τὸ τῶν Μαύρων ἔθος τῶν ὤτων τὸ ἴτερον διετέτρητο, ἐπιεικὴς δὲ καὶ τῶν νόμων φύλαξ πιστότατος. ὃς καὶ ἔπαρχος γεγονὼς ἄριστα τὰ τῆς ἀρχῆς διῳκήσατο, αὐταρχήσας δὲ οὐ πάντα καλῶς ἔπραξεν. ἀναξίους γὰρ ἐφίστα ταῖς ἀρχαῖς, ὃ τὸ μἐγιστόν
ἐστι μέρος τῆς βασιλικῆς διοικήσεως, καὶ τρυφερωτέρᾳ ἐχρήσατο βιοτῇ, ἀλλὰ μέντοι καὶ σοβαρότητι.
διαχρήσασθαι ὥρμησεν, οὐ διὰ τὸν υἱόν, ἀλλὰ δεδοικυῖα WII 222 περὶ ἑαυτῇ μὴ ἰδιωτεύσῃ. ἐπεὶ δὲ οὐδὲν ἠλλοίωτο τῶν περὶ αὐτήν, ἀλλὰ καὶ τὴν θεραπείαν PI 615 καὶ τοὺς δορυφόρους εἶχεν, ἐφιλοψύχησεν. εἶτα τοῦ Μακρίνου λοιδορεῖσθαι παρ’ ἐκείνης ἀκούσαντος καὶ
81 τῇ αὐταρχίᾳ αἰσθομένου ἐπιχειρούσης, ἐκελεύσθη ἐκλελοιπέναι τὴν Ἀντιόχειαν καὶ ὅπῃ βούλοιτο ἀπελθεῖν. ἡ δὲ τότε διέφθειρεν ἑαυτήν.
κατὰ Ῥωμαίων, συμβαλὼν αὐτῷ περὶ τὴν Νίσιβιν ὁ Μακρῖνος δὶς ἡττήθη καὶ ἠναγκάσθη πολλῶν χρημάτων τὴν εἰρήνην ἐκπρίασθαι. ὁ μὲν οὖν πρὸς Ἀρτάβανον κατηύναστο πόλεμος, ἀνερράγη δὲ τοῖς Ῥωμαίοις ἐμφύλιος ἕτερος. Εὐτυχιανὸς γάρ τις τῶν
Καισαρείων, τὴν τῶν στρατιωτῶν εἰς τὸν Μακρῖνον ἀπέχθειαν συνιδὼν ὅτι μὴ ἄπλετα ὡς ὁ Ἀντωνῖνος αὐτοῖς ἐχαρίζετο, καὶ ὑπὸ μαντείων ἀναπεισθείς, 82 ἐπαναστάσει κατὰ τοῦ Μακρίνου ἐπικεχείρηκε. Μαίσης οὖν τῆς ὁμαίμονος τῆς Ἰουλίας τῆς βασιλίδος
θυγατέρας ἐχούσης δύο, Σοαιμίδα καὶ Μαμαίαν, καὶ δύο ἐγγόνους ἄρσενας ἐξ αὐτῶν, τὸν ἔνα τούτων λαβὼν ὁ Εὐτυχιανός, καὶ υἱὸν εἶναι μοιχίδιον τοῦ Καρακάλλου πλασάμενος, εἰς τὸ στρατόπεδον ὑπὸ νύκτα εἰσήγαγε, καὶ τοὺς στρατιώτας λαβὴν ζητοῦντας ἐπαναστάσεως
νεωτερίσαι ἀνέπεισεν. οἱ καὶ Ἀντωνῖνον αὐτὸν ὀνομάσαντες αὐτοκράτορα αὐτίκα ἀνεῖπον, καίτοι παιδίον τυγχάνοντα. καὶ τοῦτον παραλαβόντες ἐπὶ τὸν Μακρῖνον ἤλασαν ἐν Ἀντιοχείᾳ διάγοντα· καὶ συμβαλόντες αὐτῷ ἔν τινι χωρίῳ πολὺ τῆς Ἀντιοχείας
ἡττήθησαν μέν· εἶτ’ αὖθις ἐπισυστάντας 83 αὐτοὺς ὁ Μακρῖνος ἰδὼν εἰς φυγὴν ἐτράπη, καὶ ἀπῄει εἰς Ἀντιόχειαν ὡς δῆθεν νενικηκώς, ἔνα μὴ ἀποκλεισθείη τῆς πόλεως. τὸν δὲ υἱὸν πρὸς τὸν Ἀρτάβανον ἔπεμψεν. ἀγγελθείσης δὲ τῆς ἥττης αὐ-
τοῦ, καὶ φόνων γινομένων πολλῶν, ἀπέδρα νυκτός, τὴν κεφαλὴν ξυράμενος καὶ τὸ γένειον, καὶ φαιὰν ἐσθῆτα λαβών, ὡς ἂν μὴ ἐπιγινώσκοιτο· καὶ μετ’ ὀλίγων εἰς Αἰγὰς τῆς Κιλικίας παραγενόμενος, κὼ διὰ Καππαδοκίας Γαλατίας τε καὶ Βιθυνίας ἐλθὼν μέχρις ἐριβώλου τοῦ ἐπινείου κατ’ ἀντικρὺ κειμένου Νικομηδείας, διέπλευσεν εἰς Χαλκηδόνα. καὶ πρός 84 τινα στείλας τῶν ἐπιτρόπων ἀργύριον ᾔτησεν. ὅθεν
γνωσθεὶς συνελήφθη παρὰ τῶν τὰ ψευδαντωνίνου φρονούντων, καὶ ἤχθη μέχρι Καππαδοκίας. ἔνθα μαθὼν ὡς ὁ υἱὸς αὐτοῦ ἑαλώκει, ἐκ τοῦ ὀχήματος ἑαυτὸν ἔρριψε καὶ τὸν ὦμον συντέτριπτο. μετ’ οὐ πολὺ δὲ καὶ ἐσφάγη, ζήσας μὲν ἔτη τέσσαρα καὶ πεντήκοντα,
αὐταρχήσας δὲ Ῥωμαίων ἴνα ἐνιαυτὸν καὶ μῆνας δύο τριῶν δέοντας ἡμερῶν, καὶ καταλυθεὶς ὑπὸ παιδαρίου. λέγεται δὲ τοῦτο τὸ ἔπος ἐν τῷ χρησμῷ ῥηθῆναι αὐτῷ
τῇ Ῥώμῃ, τοῦ Μακρίνου περὶ αὐτοῦ αὐτοῖς ἐπιστείλαντος, οὐδένα ἐκόλασεν. ἐς τἄλλα δὲ καὶ αἰσχρότατος καὶ παρανομώτατος καὶ μιαιφονώτατος ἦν. ὁ μὲν οὖν Εὐτυχιανὸς τῶν τ’ ἑ δορυφόρων ἦρξε καὶ μετὰ τοῦτο καὶ ὑπάτευσε δὶς καὶ τρίς, οἱ δὲ ἄλλοι
τῶν ἐπιφανῶν ἀνδρῶν ἢ προφάσεων πλαττομένων ἢ καὶ δίχα προφάσεως ἐφονεύοντο, ὅτι τοῖς πραττομένοις 85 παρ’ αὐτοῦ οὐκ ἠρέσκοντο· οὐδὲ γὰρ ᾐσχύνθη WII 223 τοῦτο τῇ βουλῇ γράψαι. ἐκεῖνος δὲ ἠνδρίζετό τε 86 87 καὶ ἐθηλύνετο, καὶ ἔδρα καὶ ἔπασχεν ἑκάτερα ἀσελγέτατα. γέστατα. καὶ οὐ τοὺς ἄλλους ἔκτεινε μόνον, ἀλλὰ καὶ τῶν πάνυ φιλτάτων τινάς, οἱ σωφρόνως αὐτὸν παρῄνουν βιοῦν. καὶ θεὸν δέ τινα ξενικὸν εἰς τὴν
Ῥώμην εἰσήνεγκεν Ἐλεαγάβαλον καλούμενον, καὶ τοῦ Δῖός αὐτὸν προετίμησεν· ὅθεν κἀκεῖνος ἐπωνομάσθη Ἐλεαγάβαλος. περιετμήθη τε τὸ αἰδοῖον καὶ κρεῶν χοιρείων ἀπείχετο καὶ ἐσθῆτα βαρβαρικὴν δημοσιεύων ἠμπίσχετο, οἵᾳ αἱ τῶν Σύρων κέχρηνται
ἱερεῖς· ὅθεν καὶ ἐπεκλήθη Ἀσσύριος. ἔγημε δὲ πρὸς ταῖς ἄλλαις καὶ ἱερωμένην τῇ Ἑστίᾳ παρθένον, ἀσεβήσας 88 περὶ τὰ πάτρια ἀναιδέστατα. καὶ ἔλεγε διὰ τοῦτο γῆμαι τὴν τῆς Ἑστίας ἱέρειαν, ἴν’ ἐξ ἐκείνου ἀρχιερέως ὄντος τοῦ Ἐλεαγαβάλου καὶ τῆς ἱερείας
παῖδες γένωνται θεοπρεπεῖς. οὐ μόνον δὲ βαρβαρικὰς ᾠδὰς ἅμα τῇ μητρὶ καὶ τῇ τήθῃ τῷ ξένῳ θεῷ αὐτοῦ ᾖδε, καὶ ἀπορρήτους προσῆγε θυσίας, παῖδας σφαγιάζων καὶ γοητεύμασι χρώμενος καὶ περιάπτοις μυρίοις ἑκάστοτε, ἀλλὰ καὶ γυναῖκα τῷ θεῷ αὐτοῦ
ἐκείνῳ ἐμνήστευσεν ὡς καὶ παίδων δεομένῳ, καὶ τὴν γυναῖκα ἐς τὸ παλάτιον καθιδρύσατο, καὶ ἕδνα αὐτῇ 89 ἐκ τῶν ὑπηκόων ἐπράξατο. αὐτὸς δὲ ἀσελγέστατα διεβίω. ἀλλ’ ἕκαστον τόν ἐκείνου καταριθμεῖν καὶ τοῖς λέγουσι καὶ τοῖς ἀκούουσιν ἀηδέστατον· εἰήσθω
δ’ ὀλίγα τινά. ἐς καπηλεῖα νυκτὸς εἰσῄει, κόμας περιθέτους περιάπτων τῇ κεφαλῇ, καὶ ταῖς καπηλίσι συνεξητάζετό τε καὶ συνειργάζετο. καὶ εἰς τὰ περιβόητα τῶν πορνείων ἐφοίτα καὶ τὰς ἑταίρας ἐξελαύνων ἐπόρνευε. καὶ ἐν τῷ παλατίῳ οἴκημά τι
ἀποτάξας, γυμνός τε ἐπὶ τὰς θύρας τούτου ἑστὼς ὡς αἱ πόρναι καὶ τὸ σινδόνιον διασείων, γυναικώδει καὶ ἀβρᾶ καὶ κεκλασμένῃ φωνῇ τοὺς παριόντας προσ- PI 617 ηταιρἰζετο, χρήματά τε συνέλεγε παρ’ αὐτῶν. καὶ πρὸς τοὺς συνασχημονοῦντας αὐτῷ διεφέρετο, πλείους αὐτῶν ἐραστὰς ἔχειν αὐχῶν καὶ μᾶλλον αὐτῶν ἀργυρίζεσθαι. καὶ οὐχ οὕτω μόνον ἠσέλγαινεν, ἡρματηλάτει τε καὶ ὠρχεῖτο, ἀλλὰ καὶ ἄνδρα σχεῖν
ἤθελεν ἔνα ὥσπερ γαμέτην δή τινα νόμιμον, καὶ Καίσαρα αὐτὸν ἐβούλετο προχειρίσασθαι, καὶ δέσποινα καὶ βασιλὶς ὠνομάζετο, καὶ ἐφόρει κεκρύφαλον καὶ ἐριούργει καὶ τοὺς ὀφθαλμοὺς ὑπεγράφετο. ἅπαξ τε τὸ γένειον ἀποκείρας μετέπειτα ἐψιλίζετο,
ἵνα δοκοίη γυνή. ὁ δ’ ἀνὴρ αὐτῆς Καρικὸν ἦν ἀνδράποδον, 90 ἐκαλεῖτο δ’ Ἱεροκλῆς. ἤθελε δὲ καὶ μοιχεύεσθαι δοκεῖν, ἔνα τὰς ἀσελγεστάτας μιμῆται τῶν γυναικῶν. καὶ ἐπ’ αὐτοφώρῳ ἑκουσίως ἡλίσκετο, καὶ ἐλοιδορεῖτο πρὸς τοῦ ἀνδρός, ἐπλήττετό τε ὑπώπια.
καί τις δ’ Αὐρήλιος καλὸς μὲν καὶ πᾶν τὸ σῶμα, τὰ δ’ αἰδοῖα φέρων ὑπερμεγέθη, ἐμηνύθη αὐτῷ, καὶ αὐτίκα ὑπὸ πομπῇ μεγαλοπρεπεῖ προσήχθη. ᾧ προσειπόντι “χαῖρε, κύριε αὐτοκράτορ’ ἐκεῖνος θρύψει γυναικώδει τὸν αὐχένα παρεγκλίνας καὶ ἐπιμύσας
βραχύ τι τὰ ὄμματα “μή με λέγε κύριον” ἔφη· “ἐγὼ γὰρ κυρία εἰμί.” ἐπεὶ δὲ συλλουσάμενος αὐτῷ 91 εὗρε τὴν φήμην οὐ ψευσαμένην, ἔν τε τοῖς στέρνοις αὐτοῦ κατεκλίθη καὶ ἐν τοῖς κόλποις ὡς ἐρωμένη ἐδείπνησε. δείσας οὖν ὁ Ἱεροκλῆς μὴ ὑπὸ τοῦ Αὐρηλίου
παρευδοκιμηθῇ, γοητείαις ἢ καὶ φαρμάκῳ τινὶ ἐξεθήλυνεν αὐτὸν καὶ ἐνάρκωσεν, ὡς ἐπὶ πᾶσαν τὴν νύκτα μείναι πρὸς μίξιν ἀκίνητον· διὸ καὶ ἐκ τοῦ παλατίου ἐξηλάθη καὶ ἐκ τῆς Ῥώμης καὶ ἐκ τῆς Ἰταλίας WII 224 αὐτῆς. ἐς τοσαύτην δὲ συνηλάθη ἀσέλγειαν ὡς καὶ
92 τοὺς ἰατροὺς ἀξιοῦν αἰδῶ γυναικείαν δι’ ἀνατομῆς αὐτῷ μηχανήσασθαι, μεγάλους ὑπὲρ τούτου μισθοὺς αὐτοῖς προισχόμενος.
μὴ στεγόντων τὰς μιαρίας καὶ αἰσχροπαθείας αὐτοῦ εἶτα Βασιανὸν τὸν υἱὸν Μαμαίας τῆς ἀδελφῆς τῆς μητρὸς αὐτοῦ εἰς τὸ συνέδριον ἀγαγὼν παῖδα ἔθετο, καὶ Ἀλέξανδρον αὐτὸν καλεῖσθαι ἐκέλευσεν. μετ’ οὐ πολὺ μέντοι πάντας ὑποπτεύων,
μανθάνων δὲ καὶ εὐνοεῖν ἐκείνῳ τοὺς πλείονας, μετέγνω, καὶ τέλος ἀνελεῖν αὐτὸν ἐπεχείρει. ὁ δὲ ὑπὸ τῶν στρατιωτῶν ἐπιμελῶς ἐφυλάσσετο, καὶ οἶ δορυφόροι διὰ τοῦτο δεινῶς ἐθορύβησαν. ἐκεῖνος δὲ σὺν τῷ Ἀλεξάνδρῳ εἰς τὸ στρατόπεδον εἰσελθὼν ἐπει-
ρᾶτο καταπαῦσαι τὸν θόρυβον. ὡς δ’ ᾔσθετο παρὰ τῶν στρατιωτῶν ἐπιβουλευόμενος, ὥρμησε μὲν ἐκδρᾶναι, φωραθεὶς δὲ ἀνῃρέθη, καὶ ἡ μήτηρ περιπλακεῖσα PI 618 αὐτῷ συναπώλετο. ὧν ἀμφοῖν γυμνωθέντα τὰ σώματα ἐσύρησαν διὰ μέσης τῆς πόλεως· εἶτα τὸ
τοῦ Σαρδαναπάλου εἰς τὸν Τίβεριν ἐνεβλήθη· διὸ πρὸς τοῖς ἄλλοις καὶ Τιβερῖνος ἐπωνομάσθη. συγκατεσφάγη δ’ αὐτῷ καὶ ὁ Ἱεροκλῆς καὶ ἄλλοι πολλοί, ἄρξαντι ἔτη τρία ἐπὶ μησὶν ἐννέα ἡμέραις τε τέσσαρσιν, ἐξ ὅτου τὸν Μακρῖνον νικήσας ἐν τῇ μάχῃ τῆς
αὐταρχίας τετύχηκε.
καὶ τοῦτον Οὐρβανὸς διαδέχεται.
ἄνδρας συνήγαγεν, ἵνα δι’ ἐκείνων αὐτῷ τὰ ἤθη ῥυθμίζοιτο, κἀκ τῆς γερουσίας τοὺς ἀμείνονας συμβούλους προσείλετο, ἅπαν πρακτέον κοινουμένη αὐτοῖς. Δομιτίῳ δέ γε Οὐλπιανῷ τῆς τῶν δορυφόρων ἀνατεθείσης ἀρχῆς καὶ τῆς τῶν κοινῶν διοικήσεως,
πολλὰ τῶν ὑπὸ Σαρδαναπάλου πραχθέντων παρ’ 96 ἐκείνου ἐπηνωρθώθη. ὃς τὸν Φλαβιανὸν καὶ τὸν Χρῆστον ἀποκτείνας, ἔν αὐτοὺς διαδέξηται, καὶ αὐτὸς οὐ πολλῷ ὕστερον ὑπὸ τῶν δορυφόρων νυκτὸς ἐπιθεμένων αὐτῷ κατεσφάγη. ζῶντος δ’ ἔτι τοῦ
Οὐλπιανοῦ στάσις ἔκ τινος βραχείας λαβῆς μέσον τοῦ δήμου καὶ τῶν δορυφόρων ἐγένετο, καὶ ἐπὶ τρεῖς ἡμέρας ἀλλήλοις ἐμάχοντο. ἡττωμένων δὲ τόν στρατιωτῶν καὶ πῦρ ταῖς οἰκίαις ὑποβαλλόντων, δείσας ὁ δῆμος περὶ τῆς πόλεως κατηλλάγη καὶ ἄκων αὐτοῖς.
καὶ ἄλλαι δ’ ἐπαναστάσεις γενόμεναι κατεπαύθησαν.
εἰς Λιβύην ἀπήλασε, καίτοι στεργομένην παρ’ ἐκείνου. ὁ δὲ ἀντειπεῖν τῇ μητρὶ οὐκ ἠδύνατο) καταρχουσῃ αὐτοῦ.
περιεποιήσατο καὶ αὐτῶν ἐβασίλευσεν. ἀφ’ οὗ λέγεται καὶ τὸ Χοσρόου κατάγεσθαι γένος. μετὰ γὰρ τὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος τελευτὴν οἱ ἐκείνου διάδοχοι Μακεδόνες ἐπὶ πλεῖστον μὲν Περσῶν τε καὶ Παρθυαίων ἦρχον καὶ τῶν ἄλλων ἐθνῶν, κατ’ ἀλλήλων
δέ γε χωρήσαντες ἀλλήλους κατέλυσαν. ἐκείνων WII 225 δ’ οὕτως ἠσθενηκότων πρῶτος Ἀρσακίδης Παρθυαῖς τῇ ἐξ αὐτῶν ἀποστασίᾳ ἐπικεχείρηκε, καὶ Παρθυαίων ἐκράτησε, καὶ τοῖς ἑαυτοῦ ἀπογόνοις κατέλιπε τὴν ἀρχήν· ὧν τελευταῖος γέγονεν ὁ Ἀρτά- PI 619
βανος. τὸν δὲ ὁ ῥηθεὶς Ἀρταξέρξης μάχαις νικήσας τρισὶ συνέλαβε καὶ ἀπέκτεινεν. εἶτα καὶ ἐπὶ τὴν Ἀρμενίαν ἐλάσας ἡττήθη τῶν Ἀρμενίων καὶ Μηδῶν μετὰ τῶν παίδων τοῦ Ἀρταβάνου προσβαλόντων αὐτῷ. ὁ δὲ αὖθις ἀνακτησάμενος ἑαυτὸν μετὰ δυνάμεως
μείζονος τῇ Μεσοποταμίᾳ καὶ τῇ Συρίᾳ ἐφήδρευε, καὶ ἠπείλει ἀνακτήσασθαι πάντα ὡς Πέρσαις ἐκ προγόνων προσήκοντα. εἶτα Καππαδοκίαν ὁ Ἀρταξέρξης οὗτος σὺν τοῖς Πέρσαις κατέτρεχε, καὶ ἐπολιόρκει τὴν Νίσιβιν. ὁ μέντοι Ἀλέξανδρος οὗτος
πρέσβεις ἔπεμψε πρὸς αὐτὸν εἰρήνην αἰτῶν. ὁ δὲ 98 βάρβαρος τὴν πρεσβείαν μὲν οὐ προσήκατο, ἄνδρας δὲ μεγίστους τετρακοσίους πολυτελέσιν ἀμφιέσας στολαῖς καὶ ἵπποις τῶν ἐκκρίτων ἐπιβιβάσας καὶ ὅπλοις κοσμήσας λαμπροῖς ἔπεμψε πρὸς τὸν Ἀλέξανδρον,
οὕτω καταπλήξειν αὐτόν τε καὶ τοὺς Ῥωμαίους οἰόμενος. οἱ ἀφικόμενοι καὶ εἰς ὄψιν ἐλθόντες τῷ Ἀλεξάνδρῳ “κελεύει ὁ μέγας βασιλεὺς Ἀρταξέρξης” εἶπον ἀφίστασθαι Ῥωμαίους Συρίας καὶ τῆς ἀντικειμένης τῇ Εὐρώπῃ Ἀσίας πάσης, καὶ παραχωρῆσαι Πέρσαις ἄρχειν μέχρι θαλάσσης.” τούτους συλλαβὼν ὁ Ἀλέξανδρος, καὶ περιδύσας τὰ ὅπλα καὶ τὰς στολάς, ἀφελόμενός τε τοὺς ἵππους, εἰς κώμας πλείστας
99 διέσπειρε καὶ ἠνάγκαζε γεωργεῖν· κτεῖναι γὰρ αὐτοὺς οὐκ ἔκρινεν ὅσιον. αὐτὸς δὲ τὰ οἰκεῖα στρατεύματα εἰς τρεῖς διελὼν μοίρας τριχῇ τοῖς Πέρσαις προσέβαλε. καὶ πολὺς μὲν τῶν Περσῶν συμβέβηκεν ὄλεθρος, πλεῖστοι δὲ καὶ τῶν Ῥωμαίων ἐφθάρησαν,
οὐ τοσοῦτον ὑπὸ τῶν πολεμίων ὅσον ἐν τῶ ἐπανιέναι διὰ τῶν τῆς Ἀρμενίας ὀρῶν. δυσχειμέρων γὰρ ὄντων τούτων οἶ τῶν ὁδοιπορούντων πόδες, ἐνίων δὲ καὶ αἶ χεῖρες ἐκ τοῦ ψύχους ἠκρωτηριάσθησαν μελανθεῖσαι καὶ νεκρωθεῖσαι. διὸ καὶ ἐν αἰτία Ῥωμαίοις
γέγονεν ὁ Ἀλέξανδρος. ὅθεν ἐξ ἀθυμίας ἢ καὶ ἀπὸ τῆς τῶν ἀέρων ἐναλλαγῆς σφόδρα ἐνόσησεν. 100 ἀναρρωσθεὶς δὲ καὶ εἰς Γερμανοὺς ἐμβαλὼν δι’ ἀκοντιστῶν καὶ τοξοτῶν ἐλύπει αὐτούς. στέλλει δὲ καὶ πρὸς αὐτοὺς πρέσβεις περὶ συμβάσεων ἐπὶ χρήμασι.
διὸ χαλεπήναντες οἱ στρατιῶται πρὸς ἀποστασίαν ἀπεῖδον. καί τινα Μαξιμῖνον Θρᾷκα τὸ γένος, ἐκ παίδων δὲ ποιμαίνειν λαχόντα καὶ μετὰ ταῦτα στρατιώτην γενόμενον, ἄκοντα δῆθεν λαβόντες ὠνόμασαν αὐτοκράτορα. ὁ δὲ τοὺς ἀνειπόντας αὐτὸν παραλαβὼν
ἀπῄει εὐθὺς ὅπου διέτριβεν ὁ Ἀλέξανδρος. ταῦτα δ’ ἐκεῖνος πυθόμενος τοὺς μετ’ αὐτοῦ στρατιώτας εἰς ἀντίληψιν αὐτοῦ παρεκάλει· οἶ δὲ ἐπηγγέλλοντο. καὶ ἐπιστάντος τοῦ Μαξιμίνου συνήγαγε τὴν στρατιὰν ὁ Ἀλέξανδρος καὶ συμβαλεῖν τοῖς τοῦ ὢ Μαξιμίνου ἐπέτρεπεν. οἶ δὲ τήν τ’ ἑ μητέρα αὐτοῦ PI 620 ἐλοιδόρουν καὶ ἐπὶ φιλοχρηματίᾳ διέσυρον, καὶ εἰς ἐκεῖνον ἐξύβριζον ὡς δειλόν· καὶ καταλιπόντες αὐτὸν ἀνεχώρουν. ὁ δὲ ἔρημον βοηθείας ὁρῶν ἑαυτόν, ἐπανῆλθεν εἰς τὴν σκηνήν, καὶ τῇ μητρὶ περιπλακεὶς ὠλοφύρετο. καὶ ὁ Μαξιμῖνος ἑκατόνταρχον στείλας
καὶ αὐτὸν ἀνεῖλε καὶ τὴν μητέρα καὶ τοὺς οἳ συνῆσαν αὐτοῖς, καὶ τῆς βασιλείας γέγονεν ἐγκρατής.
ἠξίωντο μάλιστα οἱ σεβόμενοι τὸν Χριστόν.
διάφορα τῆς θείας γραφῆς ἐξηγησάμενος. Ἀντιοχείας δὲ ἦν τηνικαῦτα προεστηκὼς καὶ τὴν ἐκεῖ τῶν πιστῶν ἐκκλησίαν ἰθύνων Ἀσκληπιάδης· καὶ
δέκα, ὃν εἴρηται τρόπον ἀνῄρητο· ὁ δὲ Μαξιμῖνος τὴν ἀρχὴν διεδέξατο. ὃς αὐτίκα καὶ διωγμὸν 102 103 κατὰ τῶν χριστωνύμων ἐπήγειρε, καὶ τοὺς τῶν ἐκκλησιῶν προεστῶτας ἀναιρεῖσθαι κεκέλευκεν ὡς δισκάλους τοῦ κατὰ Χριστὸν μυστηρίου καὶ κήρυκας. λέγεται δὲ κατὰ μῆνιν τὴν πρὸς Ἀλέξανδρον κινῆσαι τὸν διωγμόν, ὡς ἐκείνου τιμῶντος τοὺς σεβομένους
Χριστόν. ἐμεμήνει γὰρ κατ’ ἐκείνου τοῦ αὐτοκράτορος, ὅτι στρατηγὸς ὑπ’ ἐκείνου προχειρισθεὶς καὶ κατὰ Περσῶν ἐκστρατεύσας καὶ αἴσχιστα ἡττηθεὶς ὀργῆς ἐπειράθη βασιλικῆς. ἦν δὲ τοῦ διωγμοῦ καὶ δεύτερον αἴτιον, ὅτι πολλοὶ κατὰ τὸν Ἀλεξάνδρου
104 οἶκον ἦσαν τὸν Χριστὸν ἐπεγνωκότες θεόν. ὅτε καὶ Ἀμβρόσιος φιλόλογος ἀνήρ, ὃς τὸν Ὠριγένην πρὸς ἐξήγησιν ἠρέθισε τῆς θείας γραφῆς καὶ δαψιλῆ αὐτῷ ἐχορήγει τὰ ἀναλώματα καὶ ταχυγράφους ἑπτὰ αὐτῷ παρεστήσατο ἀμοιβαδὸν τῇ γραφῇ χρωμένους κατὰ
τεταγμένους καιροὺς καὶ βιβλιογράφους οὐχ ἥττους κόρας τε καλλιγραφεῖν ἠσκημένας, τῷ τοῦ μαρτυρίου λέγεται κοσμηθῆναι στεφάνῳ, ἅμα Πρωτοκτήτῳ Πρεσβυτέρῳ
τῇ συγκλήτῳ, τὴν ἐκ τῶν στρατευμάτων ἀνάρρησιν ταύτῃ δηλῶν ἑαυτοῦ. οὐ μόνοις δὲ χριστιανοῖς βαρὺς ὑπῆρχε καὶ ἀπηνής, ἀλλὰ καὶ πᾶσι τοῖς ὑπηκόοις. PI 621 ὑβριστής τε γὰρ ἦν καὶ ἐρασιχρήματος, κἀντεῦθεν καὶ ἀδικώτατος καὶ φόνων ἐργάτης καὶ τύραννος
ἄντικρυς, χωρήσας εἰς ἁρπαγὰς καὶ ἀναιρέσεις ἀνθρώπων ἐξ οὐδεμιᾶς εὐλόγου λαβῆς. τοσοῦτον δ’ εἰς μιαιφονίας ἐξώκειλεν ὡς μηδὲ τῆς οἰκείας φείσασθαι γυναικός· κἀκείνην γὰρ ἀνεῖλε. τὴν οἰκείαν δ’ οἷον ἐπικαλύπτων δυσγένειαν, τοὺς μὲν εὐπατρίδας
ἠτίμου, προσῳκειοῦτο δὲ τοὺς ἐξ ἀφανῶν. διὰ ταῦτα τοίνυν ὑπὸ πάντων μεμίσητο. ἐκστρατεύσας δὲ κατὰ Γερμανῶν τὴν χώραν αὐτῶν ἐληίσατο, τῶν βαρβάρων μηδενὸς ὑποφαινομένου. εἶτα περὶ τὰ ἔλη καὶ τὰς συνεχεῖς ἀνεφάνησαν ὕλας· κἀκεῖ δὲ τῶν Ῥωμαίων εἰσελασάντων πλήθη πολλὰ ἀνῃρέθησαν.
καὶ οὕτω νικήσας ἐπανῆλθεν ὁ Μαξιμῖνος, αἰχμαλώτων 105 πληθὺν ἐπαγόμενος. πάντα δὲ τὰ τῶν ὑπηκόων σφετεριζόμενος καὶ χρηματιζόμενος πάντοθεν οὐδὲ τῶν ἱερῶν ἀπέσχετο. αἰτιωμένων οὖν ξυμπάντων τοὺς στρατιώτας τοὺς αὐτὸν βασιλεύσαντας, οἱ ἐν
Λιβύῃ στρατευόμενοι ταῦτα μαθόντες πρὸς ἀποστασίαν ἀπεῖδον, καί τινος ἑτέρας αἰτίας ἐρεθισάσης αὐτούς. οἱ γὰρ τῶν τῆς Λιβύης πραγμάτων ἐπίτροποιτῶν τῶν ἐν αὐτῇ εὐπορούντων τὰς οὐσίας ἐξ οὐδεμιᾶς εὐλόγου ἀφῃροῦντο λαβῆς καὶ τοὺς κεκτημένους 15 αὐτὰς προσαπώλλυον. ἐντεῦθεν ἀγανακτήσαντες οἱ ἐκεῖ ἐπανέστησαν, καί τινα τῶν ἐκ τῆς βουλῆς ἄνδρα πρεσβύτην κεκλημένον Γορδιανὺν καὶ ἄκοντα κατασχόντες, 106 διάδημά τε τούτῳ περιτιθέασι καὶ πορφύραν ἐνδύουσι καὶ ἀναγορεύουσιν αὐτοκράτορά τε καὶ Αὔγουστον. ὁ δὲ ἐν Καρθαγένῃ παραγίνεται· καὶ αὐτὸν ἀσμένως τῷ πρὸς τὸν Μαξιμῖνον μίσει ἐδἐἐδέξαντο σύμπαντες. ἐπιστέλλει οὖν τῇ βουλῇ, καὶ WII 227 τοὺς ἀγγελοῦντας τὴν ἀνάρρησιν αὐτοῦ τοῖς ἐν τῇ Ῥώμᾐ ἀπέστειλε. τῶν δὲ σταλέντων χρονισάντων
κατὰ τὸν πλοῦν, καὶ οἱ ἐν τῇ Ῥώμᾐ μὴ φέροντες τὴν τυραννίδα τοῦ Μαξιμίνου πρὸς ἀποστασίαν κεκίνηντο καὶ τὰς ἐκείνου εἰκόνας καθῄρουν καὶ τῷ τυράννῳ ἐλοιδοροῦντο εἶτα γνωσιμαχήσαντες, ὡς εἰ σώζοιτο 107 Μαξιμῖνος, οὐκ ἔσται σφίσι σωτηρίας ἐλπίς, δύο προ 30 βάλλονται στρατηγοὺς Μάξιμον τε καὶ Ἀλβῖνον, καὶ ἄμφω τῇ βουλῇ συναριθμουμένους. τινὲς δὲ Καίσαρας αὐτοὺς πρὸς τῆς βουλῆς ἱστόρησαν ἀναγορευθῆ- ’ναι, μήπω μαθούσης τὴν ἀνάρρησιν τοῦ Γορδιανοῦ.
εἰς φυλακὴν τῆς Ῥώμης ἔμεινεν ἐν αὐτῇ, ἐπὶ Ἀκυληίαν ἀπένευσε, Μαυρουσίους ἔχων μεθ’ ἑαυτοῦ, ταύτην σπεύδων προκατασχεῖν. Ἀκυληία δὲ ἡ PI 622 νῦν Βενετία λέγεται εἶναι. ἀλλ’ ἀπεκρούσθη, τῶν έν αὐτῇ ἀντιταξαμένων αὐτῷ γενναιότερον. ἀποκρουσθεὶς
δὲ τῆς Ἀκυληίας καὶ προσβαλὼν τοῖς περὶ τὸν Μάξιμον ἡττήθη. καὶ ἐς τὴν οἰκείαν σκηνὴν ἀνεχώρησε· στασιασάντων δὲ τόν στρατιωτῶν καὶ τῶν αὐτοῦ δορυφόρων προῆλθε τῆς σκηνῆς μετὰ τοῦ οἰκείου παιδός, ὡς σφίσι διαλεξόμενος. οἱ δὲ
αὐτίκα ἐπελθόντες ἀμφοῖν ἀνεῖλον αὐτούς. ἦν δὲ ὁ Μαξιμῖνος ἐτῶν πέντε καὶ ἐξήκοντα, ἀφ’ ὧν ἐβασίλευδεν ἴξ. αἱ κεφαλαὶ δὲ τῶν ἀναιρεθέντων τούτων ἐκτμηθεῖσαι τοῖς τε ἐν Ἀκυληίᾳ ἐπεδείχθησαν καὶ εἰς τὴν Ῥώμην ἐπέμφθησαν. οἶ δ’ ἐν τῇ Ῥώμᾐ κατὰ
τὴν ἀγορὰν τὴν κεφαλὴν τοῦ Μαξιμίνου ἀνεσκολόπισαν,
ὑπεδέξαντο· καὶ συνῆρχον ἄμφω, καὶ ἦρχον καλῶς. οἱ δέ γε στρατιῶται ἐδάκνοντο ὅτι οὐκ αὐτοί, ἀλλ’ ἡ βουλὴ καὶ ὁ δῆμος τοὺς αὐτοκράτορας προεβάλοντο. εἶτα καὶ αὐτοὶ οἶ βασιλεῖς πρὸς ἀλλήλους ἔσχον δια- 109 φοράς, καὶ τοῦτ’ αἴτιον αὐτοῖς ἀπωλείας ἐγένετο. γνόντες γὰρ οἱ στρατιῶται ὡς διαφέρονται, ἐπῆλθον αὐτοῖς, καὶ ἀμφοτέρους δεσμήσαντες διὰ πάσης τῆς πόλεως αὐτοὺς περιήγαγον ἐμπαροινουμένους τε καὶ
ἐμπαιζομένους, ἀλλὰ μὴν καὶ αἰκιζομένους. εἶτα πυἐμπαιζομένους, άλλὰ μὴν καὶ αἰκιζομένους. εἰτα πυθόμενοι ὡς οἱ Γερμανοὶ ἀφελέσθαι αὐτοὺς καὶ περισῶσαι βουλεύονται, ἵνα μὴ τοῦτο γένηται, ἀπέκτειναν αὐτούς. ὦν ὁ μὲν Μάξιμος ἐτῶν ἦν ἑβδομήκοντα 110 καὶ τεσσάρων, ὁ δὲ Ἀλβῖνος ἑξήκοντα· καὶ ἐβασίλευσαν
κατὰ τινὰς μὲν ἡμέρας δύο καὶ εἴκοσι, καθ’ ἑτέρους δὲ οὐχ ὅλους μήνας τρεῖς.
οὔπω γὰρ δύο παρεληλυθέναι μήνας, καὶ στερηθῆναι αὐτὸν πρὸς τῇ μοναρχίᾳ καὶ τῆς ζωῆς ἀναιρεθέντα· παρὰ τίνων δὲ καὶ διὰ τίνα αἰτίαν, μὴ εὑρηκώς, παρεσιώπησα καὶ αὐτός· οἱ δ’ ἴε τινα. μεθ’ ὃν Πούπλιον ἀντεισαχθῆναι Βαλβῖνον ἱστόρησαν·
καὶ μικρόν τι κἀκεῖνον τῆς αὐταρχίας ἀπογευσάμενον, ἐπὶ τρισὶ γὰρ μησὶν αὐτῷ τὴν ἀρχὴν περιγράφουσιν, ἀναιρεθῆναι κἀκεῖνον, ἄρτι καταλαβόντος ἐκ Λιβύης Γορδιανοῦ, ὃς εῖ, ὡς ἤδη μοι ἐρρήθη, 111 προανηγόρευτο. τὸν δὲ Γορδιανὸν τῆς Ῥώμης ἐπιβεβηκότα
νοσήσαι, τὸ μὲν ὅτι ὑπέργηρως ἦν, ἑβδομήκοντα γὰρ καὶ ἐννέα ἐβίω ἐνιαυτούς, τὸ δ’ ὅτι χρονοτριβήσας ἐν τῇ θαλάσσῃ κατὰ τὸν πλοῦν πάνυ τεταλαιπώρητο, καὶ ἐκ τῆς νόσου ταύτης ἐκλελοιπέναι, μόνας εἴκοσι καὶ δύο ἡμέρας ἐν ταύτῃ διαγαγόντα· διαγασῇ καὶ σχεῖν ἐπὶ τῇ βασιλείᾳ διάδοχον τὸν οἰκεῖον υἱόν, Γορδιανὸν κἀκεῖνον καλούμενον καὶ WII 228 ὁμωνυμοῦντα τῷ οἰκείῳ πατρί.
ἀναιρεθῆναι· τὸν δὲ ὑπεραλγήσαντα διὰ τοῦτο ἀπάγξασθαι καὶ οὕτως ἑαυτὸν τῆς ζωῆς ὑπεξαγαγεῖν.
αὐτὸν γεγράφασιν ἐκστρατεύσαντα καὶ συμβαλόντα αὐτοῖς κἀν τῇ μάχῃ τὸν ἵππον ἐλαύνοντα καὶ τοὺς οἰκείους παραθαρρύνοντα καὶ πρὸς ἀλκὴν ἐπαλείφοντα, ὀλισθήσαντος δὲ τοῦ ἵππου καὶ συμπεσόντος αὐτῷ, τὸν μηρὸν κατεαγῆναι, καὶ οὕτως ἀνακομισθῆναι
εἰς Ῥώμην, καὶ ἐκ τοῦ κατάγματος τελευτῆσαι, 112 ἐπὶ ἕξ ἐνιαυτοὺς αὐταρχήσαντα.
ἐκκλησίας μετὰ Φιλητὸν προέστη Ζεβῖνος. ἐπὶ δέ γε Γορδιανοῦ τοῦ νέου ὁ τῶν ἐν Ῥώμᾐ πιστῶν προεστηκὼς Ποντιανὸς μεταλλάξας τὸν βίον ἔσχε διάδοχον τὸν Ἀντέρωτα, ἐν ἕξ ἔτεσι τῇ λειτουργίᾳ ἐσχολακώς. ὁ δέ γε Ἀντέρως ἐπὶ βράχιστον πάνυ καιρὸν τὴν
ἐκκλησίαν ἰθύνας πρὸς ἄλλην ζωὴν μετελήλυθε. μεθ’ ὃν Φλαβιανὸς θείᾳ ψήφῳ τῆς ἀρχιερωσύνης τετύχηκεν, ὡς ἱστορεῖ ὁ Εὐσέβιος. λέγεται γὰρ τῶν πιστῶν ἀθροισθέντων, ὥστε τὸν μέλλοντα τῆς ἐπισκοπῆς προστῆναι παρ’ αὐτῶν ἐκλεγῆναι) παρεἶναι
113 καὶ τὸν Φλαβιανὸν ἄρτι ἥκοντα ἐξ ἀγροῦ· μὴ μέντοι παρά του λόγον γενέσθαι περὶ αὐτοῦ ὡς προστησομένου 114 τῆς ἐκκλησίας, ἀλλ’ ἑτέρους εἶναι περὶ ὧν ἦν τοῖς συνειλεγμένοις φροντὶς τίς ἂν προκριθείη αὐτῶν
τῶν. ἐν τοσούτῳ δὲ περιστερὰν καταπτῆναι καὶ ἐφιζῆσαι τῇ τοῦ Φλαβιανοῦ κεφαλῇ· κἀντεῦθεν ἅπαντας τοὺς ἠθροισμένους ἐκεῖ μιᾷ χρήσασθαι φωνῇ ὥσπερ ἀπὸ συνθήματος, καί “ἄξιος” ἐπιβοῆσαι αὐτῷ, καὶ τῷ τῆς ἀρχιερωσύνης θρόνῳ τὸν
ἄνδρα προσενεγκεῖν μηδέν τι μελλήσαντας. τότε καὶ ὁ τῆς ἐν Ἀντιοχείᾳ τῶν πιστῶν ἐκκλησίας προεστηκὼς Ζεβῖνος τὸν βίον λιπὼν ὑπὸ Βαβύλα διαδέχεται. Ὠριγένης δὲ κατὰ τὴν ἐν Παλαιστίνῃ διατρίβων τηνικαῦτα Καισάρειαν πολλοὺς μὲν καὶ πολλαχόθεν
ἐκέκτητο φοιτητάς, εἶχε δὲ καὶ τὸν μέγαν Γρηγόριον 115 τὸν θαυματουργὸν καὶ τὸν τούτου ὁμαίμονα Ἀθηνόδωρον τῶν ἑαυτοῦ λόγων ἀκροατάς. τότε δὲ καὶ Ἀφρικανὸς ὁ συγγραφεὺς ἐγνωρίζετο.
τῆς ἀρχῆς ἐπελάβετο, κατὰ γένος, ὡς λόγος, προσήκων τοῖς ἀπελθοῦσι Γορδιανοῖς. ὃς ἐκστρατεύσας εἰς Πέρσας καὶ πολεμήσας αὐτοῖς, Σαπώρου τοῦ υἱοῦ Ἀρταξέρξου τοῦ ἔθνους ἡγεμονεύοντος, ἥττησέ τ’ ἑ τοὺς ἐναντίους, καὶ Νίσιβιν καὶ Κᾶρας
Ῥωμαίοις αὖθις ἐπανεσώσατο, ὑπὸ Περσῶν ἐπὶ Μαξιμίνου ὑφαρπασθείσας, εἶτα πρὸς Κτησιφῶντα γενόμενος ἐξ ἐπιβουλῆς Φιλίππου τοῦ ἐπάρχου τοῦ δορυφορικοῦ ἀνῃρέθη. οὗτος γὰρ ὁ Γορδιανὸς ἄρξας ἔπαρχον τὸν οἰκεῖον προεχειρίσατο πενθερὸν Τιμησοκέα
καλοῦ μένον. μέχρι μὲν οὖν περιῆν ἐκεῖνος, PI 624 116 καλῶς εἶχε τὰ τῆς ἐξουσίας τῷ αὐτοκράτορι καὶ κατὰ ῥοῦν ἐφέρετό οἶ τὰ πράγματα, Τιμησοκλέους δὲ τελευτήσαντος Φίλιππος προκεχείριστο ἔπαρχος. καὶ στασιάσαι τοὺς στρατιώτας βουλόμενος τὰς αὐτῶν σιτήσεις ἠλάττωσεν, ὡς τοῦτο τάχα κεκελευκότος τοῦ
αὐτοκράτορος. οἶ δέ φασιν ὅτι τὸν σῖτον ἐπέσχε τὸν εἰς τὸ στρατόπεδον κομιζόμενον, ὥστε τοὺς στρατιώτας ἐνδείᾳ πιέζεσθαι, κἀντεῦθεν αὐτοὺς πρὸς στάσιν ἐρεθισθῆναι. στασιάσαντες δὲ κατὰ τοῦ αὐτοκράτορος WII 229 ἐπανέστησαν ὡς αἰτίου αὐτοῖς γεγονότος λιμοῦ,
καὶ ἐπελθόντες ἀπέκτειναν αὐτόν, ἐπὶ ἐνιαυτοὺς ἡγεμονεύσαντα ἴξ. καὶ ὁ Φίλιππος αὐτίκα ἐπεπήδησε τῇ ἀρχῇ. ὡς δ’ ἀπηγγέλη τῇ γερουσίᾳ ἡ 117 τοῦ Γορδιανοῦ σφαγή, ἕτερον αὐτοκράτορα διήγειρεν αὐτὴν προχειρίσασθαι. καὶ ἀνεῖπεν αὐτίκα Καίσαρα
Μάρκον τινὰ φιλόσοφον. ὁ δὲ πρὶν ἐρεῖσαι τὸν πόδα τῇ αὐταρχίᾳ θνήσκει αἰφνίδιον ἐν τῷ παλατίῳ διάγων. τοῦ δὲ θανόντος κρατεῖ τῆς Ῥωμαίων ἡγεμονίας Σευῆρος Ὁστιλιανός. ἀλλὰ καὶ οὗτος οὔπω σχεδὸν ταύτης ἐπειλημμένος ἀπέτισε τὸ χρεών. νοσήσας
γὰρ καὶ φλεβοτομηθεὶς ἐτελεύτησεν.
118 βασιλεύοντα, τὸν πρὸς Πέρσας κατέλυσε πόλεμον, παραχωρήσας αὐτοῖς Μεσοποταμίας καὶ Ἀρμενίας. γνοὺς δὲ Ῥωμαίους ἀχθομένους διὰ τὴν τῶν χωρῶν τούτων παραχώρησιν, μετ’ ὀλίγον ἠθέτησε τὰς συν- 119 θήκας καὶ τῶν χωρῶν ἐπελάβετο. ἦν δὲ ὁ Σαπώρης, ὡς ἱστόρηται, ὑπερμεγέθης τὸν ὄγκον τοῦ σώματος, καὶ οἷος οὔπω τότε ὤφθη ἀνήρ.
χριστιανοῖς, μάλιστα δὲ κατὰ ἐνίους καὶ προσετέθη τῇ πίστει Χριστοῦ, ὥστε καὶ εὐχῶν ἐπ’ ἐκκλησίας κοινωνῆσαι χριστιανοῖς καὶ ἀσμένως ἐξαγορεῦσαι ὅσα οἶ ἡμάρτητο. οὐ γὰρ ἄλλως εἰς κοινωνίαν παρὰ τοῦ προεστῶτος τῆς ἐκκλησίας ἐδέχετο, εἰ μὴ ἐξομολογήσεται
καὶ τοῖς αἰτοῦσι μετάνοιαν ἑαυτὸν καταλέξει· κἀκεῖνον λέγεται πειθαρχῆσαι. φασὶ μέντοι 120 τινὲς τοῦτον εἶναι τὸν πατέρα τῆς μάρτυρος ὐγενίας· ἀλλὰ περὶ τὴν δόξαν ταύτην πεπλάνηνται. ἔπαρχος μὲν γὰρ κἀκεῖνος γενέσθαι ἱστόρηται, ἀλλ’
Αἰγύπτου, καὶ οὐ τοῦ δορυφορικοῦ· καὶ μετὰ τὴν εἰς Χριστὸν πίστιν ἐκεῖνος παραιτησάμενος τὴν ἀρχὴν ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας ἠνδρίσατο καὶ μαρτυρίῳ κεκόσμηται.
ἀράμενος πόλεμον εἰς Ῥώμην ἐπανῆλθεν. ἐν δὲ Μυσοῖς σοῖς Μαρῖνός τις ταξιάρχης ὢν παρὰ τῶν στρατιωτῶν βασιλεύειν ᾑρέθη. καὶ διὰ τοῦτο ὁ Φίλιππος τεθορύβητο, καὶ τῇ συγκλήτῳ διελέχθη περὶ τῆς στάσεως. τῶν ἄλλων δὲ σιωπώντων ὁ Δέκιος μὴ δεῖν φροντί- PI 625
ζεῖν εἶπεν αὐτῷ περὶ τοῦ Μαρίνου, ὡς παρ’ αὐτῶν ἀναιρεθησομένου τῶν στρατιωτῶν, οἷα ἀναξίου τῆς βασιλείας τυγχάνοντος. ὃ μετ’ ὀλίγον κατὰ τὴν ἐκείνου γέγονε πρόρρησιν. θαυμάσας οὖν ὁ Φίλιππος διὰ τοῦτο τὸν Δέκιον, ἀπελθεῖν προετρέπετο εἰς
Μυσίαν καὶ κολάσαι τοὺς αἰτίους τῆς στάσεως. ὁ δὲ τὴν ἀποστολὴν παρῃτεῖτο, λέγων μήθ’ ἑαυτῷ μήτε τῷ στέλλοντι συμφέρειν αὐτὸν ἐκεῖ ἀπελθεῖν. ὁ δὲ Φίλιππος καὶ ἔτι ἐνέκειτο. κἀκεῖνος καὶ ἄκων ἀπῄει· καὶ ἀπελθόντα εὐθὺς αὐτὸν οἶ στρατιῶται βασιλέα εὐφήμησαν. τοῦ δὲ ἀπαναινομένου, τὰ ξίφη σπασάμενοι δέξασθαι αὐτὸν ἠνάγκασαν τὴν ἀρχήν. γράφει οὖν ἐκεῖθεν τῷ Φιλίππῳ μὴ ταραχθῆναι· εἰ γὰρ
121 ἐπισταίη τῇ Ῥώμῃ, ἀποθήσεται τὰ τῆς βασιλείας παράσημα. ἀλλ’ ἀπιστήσας τούτῳ ὁ Φίλιππος ἐξεστράτευσε εστράτευσε κατ’ αὐτοῦ· καὶ συμβαλὼν τοῖς τοῦ Δεκίου ἔπεσεν ἐν πρώτοις ἀγωνιζόμενος· σὺν αὐτῷ δὲ καὶ ὁ υἱὸς αὐτοῦ ἀνῄρητο Φίλιππος. ὧν θανόντων
τῶν τῷ Δεκίῳ ξύμπαντες προσεχώρησαν. ἐβασίλευσε δὲ κατὰ μέν τινας πέντε ἐνιαυτούς, καθ’ ἑτέρους δὲ ἓξ ἐπὶ τοσούτοις μησίν. ὥρμητο δ’ ἐκ Βόστρων, ὅπου καὶ πόλιν βασιλεύσας ἐπώνυμον ἑαυτῷ ἐδομήσατο, Φιλιππούπολιν ὀνομάσας αὐτήν.
τὸν Βαλεριανὸν ἐπὶ τῇ τῶν πραγμάτων διοικήσει προσείλετο. καὶ αὐτίκα ἀλλήλους εἰς θεομαχίαν παρακροτήσαντες, διωγμὸν ἐπήγειραν κατὰ τῶν χριστωνύμων σφοδρότατον. εἰσὶ δ’ οἱ καὶ δι’ ἔχθος τὸ πρὸς τὸν Φίλιππόν φασι τοῖς χριστιανοῖς ἐπιθέσθαι
τὸν Δέκιον, οἷα παρ’ ἐκείνου σεβαζομένοις· ἐμεμήνει γοῦν κατὰ τῶν πιστῶν. ὅτε καὶ Φλαβιανὸς ὁ τῆς ἐν Ῥώμῃ προιστάμενος ἐκκλησίας ἔτυχε τέλους μαρτυρικοῦ, καὶ Βαβύλας ὁ τῶν ἐν Ἀντιοχείᾳ πιστῶν 123 τὴν ἐκκλησίαν διέπων, καὶ Ἀλέξανδρος ὁ τῶν Ἱεροσολύμων ἐπίσκοπος, ὃς οὐ τότε πρώτως ὑπερήθλησε τῆς εἰς τὸν σωτῆρα κύριον πίστεως, ἀλλὰ καὶ πρῴην, ὡς ἤδη προείρηται, καὶ τότε δὲ καθειρχθεὶς κατὰ τὸ 124
δεσμωτήριον τελευτᾷ. ἀλλὰ καὶ ὁ μέγας Κυπριανὸς τῆς Καρθαγένης ἐπίσκοπος ὢν τηνικαῦτα τῆς εἰς Χριστὸν ὑπερήθλησε πίστεως. τῶν οὖν εἰρημένων ἀρχιερέων μετηλλαχότων τὸν βίον, ἐν μὲν Ῥώμᾐ ἀντὶ Φλαβιανοῦ Κορνήλιος ἐπεσκόπησεν, ἐν Ἀντιοχείᾳ
δὲ ἀντὶ Βαβύλα Φλαβιανός, καὶ ἐν Ἀλεξανδρείᾳ Διονύσιος, ἐν δ’ Ἱεροσολύμοις ἀντὶ Ἀλεξάνδρου Μαζαβάνης· καὶ ἄλλοι δὲ πλεῖστοι τότε μαρτυρίου κατηξιώθησαν.
ραννικὸν ὡς σεβόμενος τὸν Χριστόν, οὐκ ἔτυχε δὲ τέλους μαρτυρικοῦ, οἶμαι τοῦ θεοῦ ταύτης αὐτὸν μὴ κρίναντος ἄξιον διὰ τὸ περὶ τὰ ὀρθόδοξα δόγματα τοῦ ἀθλίου ἐκείνου διάστροφον. λειποτακτεῖ γάρ, καὶ ταῦτα μετὰ πεῖραν βασάνων. οὗτος, ὡς ἔμπρο- PI 626
σθεν εἴρηται, μέγας ἐν λόγοις γενόμενος κἀντεῦθεν ὑπερφρονήσας καὶ ἀλαζονευσάμενος, οὐ τοῖς τῶν πρὸ αὐτοῦ πατέρων ἱερῶν ἠκολούθησε δόγμασιν, ἀλλ’ ἑαυτῷ θαρρήσας καινῶν δογμάτων εἰσαγωγεὺς ἐχρημάτισε, καὶ βλασφημίας εἴς τε τὴν ἁγίαν τριάδα
καὶ εἰς τὴν θείαν ἐνανθρώπησιν ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ ἐξηρεύξατο, καὶ πάσης σχεδὸν αἱρέσεως ἐγένετο ἀρχηγός. τόν τε γὰρ μονογενῆ τοῦ θεοῦ υἱὸν κτιστὸν ἐδογμάτισε καὶ τῆς δόξης αὐτὸν ἠλλοτρίου καὶ τῆς οὐσίας τῆς πατρικῆς· 125
καὶ τὸ πνεῦμα τὸ ἅγιον ὑπεβίβαζε τῆς τοῦ πατρὸς ἀξίας καὶ τῆς τοῦ υἱοῦ, λέγων ὡς οὔτε τὸν πατέρα δύναται ὁρᾶν ὁ υἱὸς οὔτε μὴν τὸν υἱὸν τὸ πνεῦμα, ὥσπερ οὐδὲ οἱ ἄγγελοι τὸ πνεῦμα οὔτε τοὺς ἀγγέλους οἱ ἄνθρωποι. αὗται μὲν αἱ περὶ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος βλασφημίαι τοῦ Ὠριγἐνους· περὶ δέ γε τὴν ἐνανθρώπησιν τοῦ υἱοῦ τοῦ θεοῦ ἐβλασφήμει, δυσσεβῶς εἰσάγων μὴ σάρκα ἐψυχωμένην ἐκ
τῆς παρθένου τῆς ἁγίας λαβεῖν τὸν Χριστόν. ἡνῶσθαι γὰρ ἐμυθεύετο τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν πρὸ καταβολῆς κόσμου τῷ νῷ, ὃν ἀνέπλαττεν ἐκεῖνος 126 ἐκλελεγμένον καὶ κλόνον οὐχ ὑποστάντα, καὶ σὺν τούτῳ ἐπ’ ἐσχάτων ἐνανθρωπῆσαι καὶ σάρκα προσεἰληφέναι l0 δίχα ψυχῆς λογικῆς τε καὶ νοερᾶς. καὶ ἀποθέσθαι δὲ τὴν σάρκα πάλιν τὸν κύριον, καὶ τέλος ἕξειν τὴν βασιλείαν αὐτοῦ ἐδογμάτιζε. καὶ τῶν δαιεἰμόνων εἰσηγεῖτο ἔσεσ0θαι μέλλειν ἀποκατάστασιν, καὶ τὴν κόλασιν χρονικήν, ἀλλ’ οὐκ αἰωνίζουσαν· πρὸς
κάθαρσιν δὲ τῶν ἁμαρτημάτων γενήσεσθαι, μετὰ τὸ WII 231 καθαρθῆναι δὲ πάντας εἰς τὴν ἑνάδα ἀποκαταστῆναι καὶ τοὺς ἀνθρώπους καὶ τοὺς δαίμονας. τὰ δὲ περὶ τῆς ἑνάδος ταύτης, πολλῆς μακρηγορίας δεόμενα, ἔν' ὁ ταύτης ὕθλος σαφηνισθείη, παρείθησαν,
ὥσπερ καὶ ἄλλαι τῶν ἐκείνου βλασφημιῶν.
ἀρχηγός, ἀρνούμενος τοῖς ἐν τῷ διωγμῷ ὑποκύψασι καὶ θυσίαν τοῖς εἰδώλοις προσαγαγοῦσιν,εἶτ' ἐπιστρέφουσι καὶ ἐξομολογουμένοις, τὴν μετάνοιαν, καὶ προσπίπτοντας αὐτοὺς καὶ θεραπείαν ζητοῦντας τοῦ σφάλματος ἐν μεταμελείᾳ καὶ συντριβῇ καρδίας μὴ
προσιέμενος. καθ’ οὗ καὶ σύνοδος ἐνῬώμῃ συνέστη, Κορνηλίου ταύτης προϊσταμένου. ἐν ᾗ προσδέχε- σθαι μὲν τοὺς ἐν τῷ καιρῷ τοῦ διωγμοῦ παραπεπτωκότας δεῖν ἔδοξεν, ἐπιστρέφοντας, καὶ μετανοίας PI 627 φαρμάκοις θεραπεύειν αὐτούς· τὸν δὲ Ναυάτον τοῖς τῇ συνόδῳ δόξασι μὴ πειθόμενον οἶ θεῖοι πατέρες
ἐκεῖνοι τῆς ἐκκλησίας ἀπηλλοτρίωσαν καὶ ἀπεκήρυξαν ὡς μισάδελφον.
πρὸς ῥῆμα τὸν Διονύσιον “Σαραπίων τις ἦν παρ’ ἡμῖν πιστὸς γέρων, ἀμέμπτως μὲν βιούς, ἐν δὲ τῷ πειρασμῷ πεσών. οὗτος πολλάκις ἐδεῖτο, καὶ οὐδεὶς προσεῖχεν αὐτῷ· καὶ γὰρ ἐτεθύκει. νοσήσας δὲ τριῶν ἑξῆς ἡμερῶν ἄφωνος διετέλεσε καὶ ἀναίσθητος· ἀνασφήλας
δὲ τῇ τετάρτῃ βραχύ, προσεκαλέσατο τὸν θυγατριδοῦν, καί σπεῦσον εἶπε, κάλεσόν μοι τῶν 128 πρεσβυτέρων τινά· καὶ πάλιν ἦν ἄφωνος. ἔδραμεν ὁ παῖς ἐπὶ τὸν πρεσβύτερον· ὁ δὲ ἀφικέσθαι μὲν οὐκ ἠδυνήθη, καὶ γὰρ ἠσθένει, ἐντολῆς δὲ παρ’ ἐμοῦ
δεδομένης, τοὺς ἀπαλλαττομένους τοῦ βίου, εἰ δέοιντο, καὶ μάλιστα εἰ πρότερον ἱκετεύσαντες τύχοιεν, ἀφίεσθαι, ἔν εὐέλπιδες ἀπαλλάττοιντο, βραχὺ τῆς εὐχαριστίας δέδωκε τῷ παιδαρίῳ, ἀποβρέξαι κελεύσας καὶ τῷ πρεσβύτῃ κατὰ τοῦ στόματος ἐπιστάξαι.
ἐπανῆκεν ὁ παῖς φέρων. ἐγγὺς δὲ γενομένου, πρὶν εἰσελθεῖν, ἀνενέγκας πάλιν ὁ Σαραπίων ‘ἧκες’ ἔφη ‘τέκνον; καὶ ὁ μὲν πρεσβύτερος ἐλθεῖν οὐκ ἠδυνήθη, σὺ δὲ ποίησον ταχέως τὸ προσταχθὲν καὶ ἀπάλλαττέ 129 με.’ ἀπέβρεξεν ὁ παῖς, καὶ ἄμα τε ἐνέχεε
τῷ στόματι τοῦ πρεσβύτου, καὶ μικρὸν ἐκεῖνος καταβροχθίσας βροχθίσας εὐθέως ἀπέδωκε τὸ πνεῦμα. ἆρ’ οὐκ ἐναργῶς διετηρήθη καὶ παρέμεινεν ἕως λυθῇ καὶ τῆς ἁμαρτίας λυθείσης ἐπὶ πολλοῖς οἶς ἔπραξε καλοῖς ὁμολογηθῆναι δυνηθῇ;” ταῦτα ἡ τοῦ Διονυσίου διέξεισιν ἐπιστολή.
Ῥωμαίων ἀνύσας ἀρχῇ αἴσχιστα διεφθάρη. βαρβάρων γὰρ ληιζομένων τὸν Βόσπορον ὁ Δέκιος αὐτοῖς συνεπλέκετο καὶ πολλοὺς ἀνῄρει· τῶν δὲ στενοχωρηθέντων καὶ αἰτουμένων ἀφεῖναι τὴν λείαν πᾶσαν, εἰ παραχωρηθεῖεν ἀναχωρῆσαι, ὁ Δέκιος οὐκ ἐνέδωκεν,
ἀλλὰ Γάλλον ἕν ἁ τῶν τῆς συγκλήτου τῇ διόδῳ τῶν 130 βαρβάρων ἐπέστησε, μὴ συγχωρῆσαι κελεύσας αὐτοῖς παρελθεῖν. ὁ δὲ Γάλλος ὑπέθετο τοῖς βαρβάροις, ἐπιβουλεύων Δεκίῳ, πλησίον τέλματος βαθέος ὄντος, ἐκεῖ παρατάξασθαι. οὕτω δὲ παραταξαμένων τῶν
βαρβάρων καὶ τὰ νῶτα τρεψάντων ὁ Δέκιος ἐπεδίωκε· καὶ αὐτός τε σὺν τῷ υἱῷ καὶ πλῆθος τῶν Ῥωμαίων ἐνεπεπτώκει τῷ τέλματι, καὶ πάντες ἐκεῖσε WII 232 ἀπώλοντο, ὡς μηδὲ τὰ σώματα αὐτῶν εὑρεθῆναι, καταχωσθέντα τῇ ἰλύι· τοῦ τέλματος.
βαρβάροις ἐπὶ συνθήκαις τοῦ λαμβάνειν ἐκείνους παρὰ Ῥωμαίων δασμὸν ἐνιαύσιον καὶ μὴ τὰ Ῥωμαίων ληίζεσθαι. καὶ σπεισάμενος οὕτως ἐπανῆλθεν εἰς Ῥώμην, καὶ τὸν υἱὸν αὐτοῦ τὸν Βολουσιανὸν ἀνηγόρευσε Καίσαρα. βαρὺς δὲ καὶ οὗτος γέγονε τοῖς
131 χριστιανοῖς, καὶ οὐχ ἧττον Δεκίου, διωγμὸν κατ’ αὐτῶν ἐγείρας καὶ πολλοὺς ἀνελών. ἤρξατο δ’ αὖθις ἐπὶ τούτου ἡ κίνησις τῶν Περσῶν, καὶ κατεσχέθη παρ’ αὐτῶν ἡ Ἀρμένια, τοῦ ταύτης βασιλέως
Τιριδάτου φυγόντος, τῶν δὲ παίδων ἐκείνου προσρυέντων τοῖς Πέρσαις. καὶ Σκύθαι δὲ εἰς τὴν Ἰταλίαν εἰσέβαλον, πλῆθος ὄντες σχεδὸν ὑπερβαῖνον καὶ ἀριθμόν, καὶ Μακεδονίαν καὶ Θεσσαλίαν καὶ Ἑλλάδα κατέδραμον. λέγεται δὲ τούτων μοῖράν τινα 132
διὰ Βοσπόρου παρελθοῦσαν καὶ τὴν Μαιώτιδα λίμνην ὑπερβάσαν ἐπὶ τὸν Εὔξεινον γενέσθαι πόντον καὶ χώρας πορθῆσαι πολλάς. καὶ ἄλλα δὲ πολλὰ τῶν ἐθνῶν τότε κατὰ τῆς ῬωμαΪΚῆς ἐπικρατείας ὡρμήκεσαν. ἀλλὰ καὶ λοιμὸς τηνικαῦτα ταῖς χώραις
ἐνέσκηψεν, ἐξ Αἰθιοπίας ἀρξάμενος καὶ πᾶσαν σχεδὸν ἐπινεμηθεὶς χώραν ἑῴαν τε καὶ ἐσπέριον, καὶ πολλὰς τῶν πόλεων τῶν οἰκητόρων ἐκένωσεν, ἐπὶ πεντεκαίδεκα διαρκέσας ἐνιαυτούς. οἵ γε μὴν Σκύθαι τεταγμένα παρὰ Ῥωμαίων κατὰ συνθήκας λαμβάνοντες
ἐπετείως, ἥκασι ταῦτα ληψόμενοι, καὶ ἥττονα λέγοντες εἶναι τῶν ὑπεσχημένων τὰ σφίσι διδόμενα, ἀπῄεσαν ἀπειλούμενοι. Αἰμιλιανὸς δέ τις Λίβυς ἀνήρ, ἄρχων τοῦ ἐν Μυσίᾳ στρατεύματος, 133 τοῖς στρατιώταις δώσειν πάντα τὰ τοῖς Σκύθαις διδόμενα
ἐπηγγείλατο, εἰ τοῖς βαρβάροις συνάψειαν πόλεμον. οἷ δὲ ἀπροόπτως ἐπελθόντες τοῖς Σκύθαις, ἄτερ ὀλίγων ἀπέκτειναν ἅπαντας, καὶ λάφυρα ἐξ ἐκείνων πλεῖστα συνήγαγον, τὴν χώραν καταδρμόντες αὐτῶν. ἐντεῦθεν ὁ Αἰμιλιανὸς ὑπερφρονήσας
τῷ κατορθώματι, μέτεισι τοὺς ὑπ’ αὐτὸν στρατιώτας· καὶ Ῥωμαίων αὐτὸν ἀναγορεύουσιν αὐτοκράτορα. ὃς αὐτίκα τὰς δυνάμεις ἀγείρας ἔσπευδε τὴν Ἰταλίαν καταλαβεῖν. ὡς γοῦν εἰς γνῶσιν ἦλθον ταῦτα τῶ Γάλλῳ, κἀκεῖνος ἑτέρωθεν παρασκευασάμενος τῷ Αἰμιλιανῷ ἀντιπαρετάξατο. καὶ συρραγέντων ἀλλήλοις λοις τόν στρατευμάτων ἥττηντο οἱ τοῦ Γάλλου, ἡττώμενοι δὲ ἐπέθεντο τῷ σφῶν αὐτοκράτορι· καὶ
134 ἀνελόντες κἀκεῖνον καὶ τὸν παῖδα αὐτοῦ, βασιλεύσαντας λεύσαντας ἔτη δύο καὶ μήνας ὀκτώ, προστίθενται τῷ Αἰμιλιανῷ, καὶ αὐτοὶ τὴν βασιλείαν αὐτῷ ψηφι- ψηφισάμενοι.
ἐπέστειλε τῇ συγκλήτῳ, ἐπαγγελλόμενος ὡς καὶ τὴν Θρᾴκην ἀπαλλάξει βαρβάρων καὶ κατὰ Περσῶν ἐκστρατεύσεται καὶ πάντα πράξει καὶ ἀγωνίσεται ὡς στρατηγὸς αὐτῶν, τὴν βασιλείαν τῇ γερουσίᾳ καταλιπών. ἀλλ’ οὐ δ’ ὲν τούτων ἔφθη πεποιηκώς, Οὐαλεριανοῦ
ἐπαναστάντος αὐτῷ· ὃς τῶν ὑπὲρ τὰς Ἄλπεις ἄρχων δυνάμεων, τὰ κατὰ τὸν Αἰμιλιανὸν μαθών, καὶ αὐτὸς τυραννεῖ. καὶ τὰς ὑπ’ αὐτὸν δυνάμεις PI 629 συναγαγὼν πρὸς τὴν Ῥώμην ἠπείγετο. οἱ γοῦν τῷ Αἰμιλιανῷ συστρατευόμενοι, οὐκ ἀξιομάχους
ἑαυτοὺς ἐγνωκότες πρὸς τὴν τοῦ Οὐαλεριανοῦ στρατιάν, μηδὲ φθείρειν καὶ φθείρεσθαι Ῥωμαίους ὑπ’ ἀλλήλων ὅσιον κρίναντες καὶ πολέμους συγκροτεῖσθαι ὁμογενῶν, καὶ ἄλλως δὲ τὸν μὲν Αἰμιλιανὸν ἀνάξιον λογιζόμενοι βασιλείας ὡς ἄδοξόν τε καὶ καμερπῆ,
τὸν Οὐαλεριανὸν δὲ οἰκειότερον ἡγούμενοι τῇ ἀρχῇ οἶα δῆτα καὶ τῶν πραγμάτων ἐπιληψόμενον ἀρχικώτερον, κτείνουσι τὸν Αἰμιλιανὸν οὔπω τέσσαρας μῆνας ἡγεμονεύσαντα, ἄγοντα δὲ τῆς ἡλικίας 135 ἐνιαυτὸν τεσσαρακοστόν· καὶ προσίασιν Οὐαλεριανῷ καὶ ἀμάχως αὐτῷ τὴν Ῥωμαίων ἀρχὴν ἐγχειρίζουσι.
Κορνήλιος τὴν τῆς Ῥώμης ποιμαντικὴν διεδέξατο, καὶ ἐπὶ τρισὶν ἐμπρέψας ταύτῃ ἐνιαυτοῖς τὴν ζωὴν ἐξεμέτρησε, καὶ Λούκιος ἐπὶ τὸν τῆς ἀρχιερωσύνης ἀνήχθη θρόνον, ὃς οὐδ’ ὄγδοον ἐκπλήσας ἐνιαυτὸν ἐν τῇ τῆς Ῥώμης ἐπισκοπῇ τελευτᾷ. καὶ
Στέφανος τὸ τῆς ἐπισκοπῆς λειτούργημα διεδέξατο· οὗπερ τυγχάνει διάταγμα τοὺς ἐξ αἱρέσεων ἐπιστρέφοντας χριστιανοὺς μὴ βαπτίζειν, ἀλλὰ τῇ διὰ χειρῶν ἐπιθέσεως εὐχῇ καθαίρειν αὐτούς. οὑ καὶ ἐπιστολὴ περὶ τούτου πρὸς Κυπριανὸν τὸν ἱερομάρτυρα
ἀναγράφεται. Στεφάνου δὲ κοιμηθέντος μετὰ δύο ἐνιαυτούς, Ξυστὸς εἰς τὸν ἀρχιερατικὸν τῆς Ῥώμης θρόνον ἐκάθισε. τότε καὶ ἡ κατὰ Σαβέλλιον κεκίνητο αἵρεσις ἐν Πτολεμαΐδι τῆς Πενταπόλεως.
ἔσχον οὕτως· Οὐαλεριανὸς δὲ σὺν Γαλιήνῳ τῷ υἱῷ τῆς Ῥωμαίων ἡγεμονίας δραξάμενος, καὶ οὗτος σφοδρότατον ἐκίνησε κατὰ χριστιανῶν διωγμόν· καὶ πολλοὶ κατὰ διαφόρους χώρας γεγόνασι μάρτυρες, ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως πολυειδῶς ἐναθλήσαντες.
ἐθνῶν οὖν καὶ ἐπὶ τούτου γενομένης ἐπσναστάδεως, κακῶς εἶχον Ῥωμαίοις τὰ πράγματα. οἵ τε γὰρ Σκύθαι τὸν Ἴστρον διαβάντες καὶ αὖθις τὴν Θρᾳκῴαν χώραν ἠνδραποδίσαντο, καὶ πόλιν περιφανῆ τὴν Θεσσαλονίκην ἐπολιόρκησαν μέν, οὐ μὴν 138 WII 234 καὶ εἷλον. εἰς δέος δὲ τοσοῦτον ἅπαντας περιέστησαν 139 ὡς Ἀθηναίους μὲν ἀνοικοδομῆσαι τὸ τεῖος τῆς ἑαυτῶν πόλεως, καθῃρημένον ἐκ τῶν τοῦ Σύλλαχρόνων, Πελποννησίους δὲ διατειχίσαι τὸν Ἰσθμὸν ἀπὸ θαλάσσης εἰς θάλασσαν. ἀλλὰ μὴν καὶ Πέρσαι,
Σαπώρου σφῶν βασιλεύοντος, τὴν Συρίαν κατέδραμον καὶ τὴν Καππαδοκίαν ἐδῄωσαν καὶ τὴν Ἔδεσαν ἐπολιόρκουν. Οὐαλεριανὸς δὲ ὤκνει προσμίξαι τοῖς πολεμίοις. μαθὼν δὲ ὡς οἱ ἐν Ἐδέσῃ στρατιῶται ἐξιόντες τῆς πόλεως καὶ συμπλεκόμενοι τοῖς βαρβάροις
πολλοὺς ἀναιροῦσι καὶ πλείστα σκῦλα λαμβάνουσιν ἀνεθάρσησε, καὶ ἀπελθὼν μετὰ τῆς συνούσης αὐτῷ στρατιᾶς συνεπλάκη τοῖς Πέρσαις. οἱ δὲ PI 630 πολυπλασίους ὄντες τοὺς Ῥωμαίους ἐκύκλωσαν, καὶ οἶ πλείους μὲν ἔπεσον, ἔνιοι δὲ καὶ διέφυγον, Οὐαλεριανὸς
δὲ σὺν τοῖς περὶ αὐτὸν συνελήφθη τοῖς πολεμίοις καὶ πρὸς τὸν Σαπώρην ἀπήχθη. ὁ δὲ τοῦ βασιλέως κρατήσας πάντων ἤδη κρατεῖν ᾤετο· καὶ ὠμὸς ὢν πρίν, πολλῷ χείρων εἰσέπειτα γέγονεν.
Οὐαλεριανὸν τοῖς Πέρσαις ἱστόρησαν· εἰσὶ δ’ οἳ ἑκόντα φασὶ τὸν Οὐαλεριανὸν προσχωρῆσαι τοῖς Πέρσαις, ὅτι ἐν ’Eδέσῃ διάγοντος αὐτοῦ λιμὸς ἐπῆκτο τοῖς στρατιώταις, κἀντεῦθεν εἰς στάσιν κεκίνηντο καὶ ἀνελεῖν ἐζήτουν τὸν αὐτοκράτορα. ὁ δὲ τὴν τῶν
στρατιωτῶν δεδοικὼς ἐπανάστασιν πρὸς τὸν Σαπώρην κατέφυγεν, ἵνα μὴ ὑπὸ τῶν οἰκείων ἀπόληται, 140 τῷ πολεμίῳ προδεδωκὼς ἑαυτόν, ἀλλὰ μέντοι, ὅσον τὸ ἐπ’ αὐτῷ, καὶ τὰ Ῥωμαίων στρατεύματα. οὐ μὴν οἶ στρατιῶται ἀπώλοντο, ἀλλὰ γνόντες τὴν προδο-
σίαν διέφυγον, ὀλίγων ἀναιρεθέντων. εἴτε δὲ δορυάλωτος ἐλήφθη τοῖς Πέρσαις ὁ βασιλεὺς εἴ ἑκὼν ἑαυτὸν αὐτοῖς ἐνεχείρισεν, ἀτίμως ἤγετο παρὰ τοῦ Σαπώρου.
καὶ τὴν περιφανεστέραν τῶν τῆς Κιλικίας πόλεων τὴν Ταρσὸν καὶ τὴν ἐν Καππαδοκίᾳ Καισάρειαν. καὶ πλῆθος αἰχμαλώτων συναγαγόντες οὐδὲ τροφῆς αὐτοῖς μετεδίδουν εἰ μὴ βραχίστης ὥστ’ ἀποζῆν, οὔτε μὴν ὕδατος μετέχειν εἰς κόρον εἴων αὐτούς,
ἀλλ’ ἅπαξ τῆς ἡμέρας οἶ τούτων φρουροὶ ἤλαυνον αὐτοὺς ἐφ’ ὕδωρ ὥσπερ βοσκήματα. τὴν Καισάρειαν 141 δὲ πολυάνθρωπον οὖσαν, περὶ τεσσαράκοντα γὰρ μυριάδας ἀνθρώπων ἐν αὐτῇ λέγεται κατοικεῖν, οὐ πρότερον εἷλον, γενναίως τῶν ἐν αὐτῇ τοῖς πολεμίοις
ἀντικαθισταμένων καὶ στρατηγουμένων ὑπό τινος Δημοσθένους, ἀνδρὸς καὶ ἀνδρείου καὶ συνετοῦ, πρὶν ἤ τις δορυάλωτος κατασχεθεὶς ἰατρός, καὶ τὰς ἐπαγομένας αὐτῷ μὴ φέρων αἰκίας, ὑπέδειξέ τινα τόπον, ὅθεν νυκτὸς εἰσῆλθον οἶ Πέρσαι καὶ
πάντας ἀνεῖλον. ὁ δέ γε τούτων στρατηγὸς Δημοσθένης ὑπὸ πολλῶν κυκλωθεὶς Περσῶν κελευσθέντων ζωὸν αὐτὸν συλλαβεῖν, τὸν ἵππον ἀναβὰς καὶ γυμνὸν τὸ ξίφος ἠρκώς, εἰσώθησεν ἑαυτὸν μέδον 142 τῶν πολεμίων· καὶ πλείστους καταβαλὼν διεξέπεσε
τῆς πόλεως καὶ διαφυγεῖν ἴσχυσεν.
στρατηγὸν ἑαυτοῖς ἐπέστησαν Κάλλιστόν τινα· ὃς σκεδαννυμένους τοὺς Πέρσας ὁρῶν καὶ ἀπερισκέπτως WII 235 ἐπιόντας ταῖς χώραις τῷ μή τινα οἴεσθαι αὐτοῖς ἀντιτάξασθαι, ἐπιτίθεται ἀθρόον αὐτοῖς, καὶ φόνον τῶν βαρβάρων πλεῖστον εἰργάσατο, καὶ παλλακὰς εἷλε Σαπώρου σὺν πλούτῳ πολλῷ. οἶς ἐκεῖνος περιαλγήσας PI 631 οἴκαδε σπουδαίως ἀνέστρεψε, καὶ τὸν Οὐαλεριανὸν ἐπαγόμενος· ὃς καὶ ἐν Πέρσιδι κατέστρεψε
τὴν ζωήν, ὡς αἰχμάλωτος ὀνειδιζόμενός τε καὶ ἐμπαι- ἐμπαιζόμενος.
τῶν Περσῶν, ἀναστρέφουσιν αὐτοῖς κατὰ τὴν Εὐφρατησίαν ἐπιθέμενος χώραν· ὃν Γαλιῆνος τοῦ στρατηγήματος ἀμειβόμενος τῆς ἑῴας προεχειρίσατο στρατηγόν.
σκυλευομένοις λέγονται καὶ γυναῖκες εὑρεθῆναι κατ’ ἄνδρας ἐσταλμέναι καὶ ὡπλισμέναι, ἀλλὰ 143 καὶ ζῶσαι τοιαῦται κατασχεθῆναι ὑπὸ Ῥωμαίων. ἐν δὲ τῇ ἐπανόδῳ φάραγγι βαθείᾳ περιτυχὼν ὁ Σαπώρης, ἣν διελθεῖν τοῖς ὑποζυγίοις ἄπορον ἦν, αἰχμαλώτους
ἐκέλευσεν ἀναιρεθῆναι καὶ ῥιφῆναι κατὰ τῆς φάραγγος, ἔν οὕτως τοῦ βάθους αὐτῆς πληρωθέντος διὰ τῶν νεκρῶν σωμάτων τὰ σφῶν διέλθωσιν ὑποζύγια· καὶ οὕτω διελθεῖν ἱστορεῖται τὴν φάραγγα.
Διονύσιος.
καὶ τοῖς τὴν Θρᾴκην ληιζομένοις ἀντικαθίστασθαι. ὃς Ἀλαμαννοῖς περὶ τριάκοντα μυριάδας οὖσι περὶ τὰ Μεδιόλανα συμβαλὼν μετὰ μυρίων ἐνίκησεν· εἶτα καὶ Αἱρούλοις, Σκυθικῷ γένει καὶ Γοτθικῷ, ἐπεξελθὼν ἐκράτησεν. ἐπολέμησε δὲ καὶ Φράγγοις.
προκεχείριστο. καὶ περὶ τούτους εὐδοκιμῶν, κεχαρισμένος 145 ἔδοξε τῷ κρατοῦντι. τῶν δὲ ἐν τῇ Μυσίᾳ στρατιωτῶν στασιασάντων καὶ Ἰγγενοῦον αὐτοκράτορα ἀνειπόντων, καὶ τοῦ Γαλιήνου αὐτῷ ἀντιταξαμένου περὶ τὸ Σίρμιον μετὰ τῶν ἄλλων καὶ μαυρουσίους
ἐπαγομένου, οἳ ἀπὸ Μηδῶν κατάγεσθαι λέγονται, ὁ Αὐρίολος ἱππαρχῶν γενναίως μετὰ τῶν ἱππέων ἀγωνισάμενος πολλοὺς τῶν τὰ Ἰγγενούου WII 236 φρονούντων διώλεσε καὶ τοὺς λοιποὺς ἐτρέψατο εἰς φυγήν, ὡς καὶ αὐτὸν τὸν Ἰγγενοῦον φεύγειν ἀπεγνωκότα
καὶ ἐν τῷ φεύγειν ἀναιρεθῆναι παρὰ τῶν δορυφόρων αὐτοῦ.
οἰκοῦσιν βαρβάροις τὴν εἰς τὴν Ῥωμαΐδα χώραν διάβασιν λαθοῦσί τισι καὶ διαβᾶσι τὸν ποταμὸν καὶ λείαν ἐπαγομένοις πολλὴν ἐν τῷ ἐπανιέναι ἐπέθετο, καὶ πολλοὺς μὲν ἀνεῖλε, τὴν δὲ λείαν ἀφείλετο ξύμπασαν, καὶ αὐτίκα ταύτην τοῖς στρατιώταις διένειμεν.
ὃ μαθὼν ὁ Ἀλβανός, πέμψας ἀποκομισθῆναι αὐτῷ καὶ τῷ νέῳ Γαλιήνῳ τὴν λείαν ἀπῄτει. καὶ ὁ 147 Πόστουμος συγκαλέσας τοὺς στρατιώτας εἰσέπραττεν ἐξ αὐτῶν τὰ τῆς λείας, εἰς ἀποστασίαν αὐτοὺς παρακινπῆσαι μηχανώμενος· ὃ καὶ γέγονε· καὶ μετ’ αὐτῶν
τῇ πόλει τῇ Ἀγριππίνῃ προσέβαλε, καὶ οἶ τῆς πόλεως τόν τε παῖδα τοῦ βασιλέως καὶ τὸν Ἀλβανὸν αὐτῷ ἐκδεδώκασιν, οὓς καὶ ἄμφω ἀπέκτεινε.
εἶτα καὶ ἐπεκράτησεν, ὡς καὶ τὸν Πόστουμον φεύγειν. στέλλεται οὖν ὁ Αὐρίολος καταδιώξαι αὐτόν. ὁ δέ, καίτοι δυνάμενος καταλαβεῖν αὐτόν, οὐκ ἠθέλησεν ἐπιδιῶξαι ἐπὶ πολύ, ἀλλ’ ἐπανελθὼν εἶπε 148 μὴ δυνηθῆναι αὐτὸν καταλήψεσθαι. Πόστουμος δ’
οὕτω διαφυγὼν αὖθις συνίστα στρατόν. καὶ πάλιν ὁ Γαλιῆνος ἤλαυνεν ἐπ’ αὐτόν, καὶ ἐν πόλει τῆς Γαλλίας τινὶ κατακλείσας ἐπολιόρκει τὸν τύραννον. ἐν δὲ τῇ πολιορκίᾳ πλήττεται βέλει ὁ βασιλεὺς τὰ μετάφρενα, καὶ νοσήσας ἐκ τούτου τὴν πολιορκίαν
διέλυσε.
καὶ οἶ ἐν τῇ Ἀσίᾳ ἀσμένως αὐτὸν προσεδέξαντο· ὁ δὲ ὀλίγα πρὸς Πέρσας ἐνδιατρίψας ἐπὶ Γαλιῆνον παρεσκευάζετο, καὶ τοῖς Πέρσαις Βαλλίσταν ἀντικατέστησεν, 149 ὃν αὐτὸς προεχειρίσατο ἵππαρχον, καὶ σὺν τούτω καὶ τὸν υἱὸν αὐτοῦ καταλέλοιπε Κύιντον.
πέμπει οὖν ὁ βασιλεὺς κατὰ Μακρίνου καὶ Μακριανοῦ υἱοῦ αὐτοῦ τὸν Αὐρίολον μετὰ καὶ στρατηγῶν ἑτέρων. καὶ προσμίξαντες αὐτοῖς ἐκύκλωσαν σφὰς καί τινας ἀνεῖλον· ἐφείδοντο γὰρ αὐτῶν ὡς ὁμογενῶν, καὶ ἤλπιζον προσρυῆναι αὐτοὺς τῷ βασιλεῖ.
ἐκεῖνοι δ’ οὐκ ἐνεδίδουν. ἐκ δέ τινος τυχαίου συμβάματος ἅπαντες τῷ βασιλεῖ προσερύησαν. βαδίζοντες γὰρ οἶ περὶ τοὺς τυραννοῦντας ὀρθίας τὰς σημαίας ἀνεῖχον, εἷς δὲ τῶν σημαίας φερόντων ἐν τῷ βαδίζειν συμποδισθεὶς πέπτωκε, καὶ ἡ σημαία ἐκείνου
πεσόντος κατήνεκτο ἰδόντες οὖν οἱ λοιποὶ ὅσοι τὰς σημαίας ἔφερον τὴν κλιθεῖσαν σημαίαν, καὶ ἀγνοήσαντες PI 633 ὅπως ἐκείνη ἐκέκλιτο, ὑπέλαβον ἑκόντα τὸν ταύτην κατέχοντα ἐπικλῖναι αὐτὴν τῷ βασιλεῖμεταθέμενον. καὶ αὐτίκα κἀκεῖνοι πάσας κεκλίκασι καὶ προσούδισαν καὶ
τὸν Γαλιῆνον εὐφήμησαν, μόνον τῶν Παιόνων περιλειφθέντων τοῖς περὶ τὸν Μακρῖνον. εἶτα κἀκείνων μεταθέσθαι βουλομένων, ὁ Μακρῖνος σὺν τῷ υἱῷ αὐτοῦ μὴ ἐκδοῦναι αὐτοὺς αὐτῶν ἐδεήθησαν, ἀλλ’ WII 237 150 ἀνελεῖν πρότερον σφὰς καὶ οὕτω προσχωρῆσαι τῷ βασιλεῖ· ὃ πεποιηκότες οἱ Παίονες παρέδωκαν ἑαυτοὺς.
πεποιημένος ὑφ’ ἑαυτόν. ἐφ’ οὓς ὁ Γαλιῆνος Ὠδέναθον ἔπεμψεν, ἡγεμονεύοντα τῶν Παλμυρηνῶν. 151 τῆς ἥττης δὲ τῶν Μακρίνων τῆς κατὰ Παιονίαν συμβάσης ἀγγελθείσης τῷ Κυΐντῳ καὶ τῶ Βαλλίστᾳ, πολλαὶ τῶν ὑπ’ αὐτοὺς ἀπέστησαν πόλεων. οἱ δ’ ἐν
Ἐμέσῃ διῆγον. ἔνθα γενόμενος ὁ Ὠδέναθος καὶ συμβαλὼν αὐτοῖς νικᾷ, καὶ τὸν μὲν Βαλλίσταν αὐτὸς ἀναιρεῖ, τὸν δὲ Κύιντον οἱ τῆς πόλεως. Ὠδέναθον δὲ τῆς ἀνδραγαθίας ὁ βασιλεὺς ἀμειβόμενος πάσης ἀνατολῆς αὐτὸν προεχειρίσατο στρατηγόν.
152 πεχείρησε καὶ τὸν θῆρα βαλὼν ἀνεῖλεν· ὁ δὲ Ὠδέναθος ἠγανάκτησε καὶ ἠπείλησε τῶ ἀνεψιῷ. ‘δὲ οὐκ ἐπαύσατο, ἀλλὰ καὶ δὶς καὶ τρὶς τοῦτο ἐποίησε. καὶ ὀργισθεὶς ὁ Ὠδέναθος ἀφείλετο τὸν ἵππον αὐτοῦ· τοῦτο δὲ εἰς μεγάλην ὕβριν τοῖς βαρβάροις λογίζεται.
ἀχθόμενος τοίνυν ὁ νεανίας ἠπείλει τῷ θείῳ· ὁ δὲ διὰ τοῦτο τοῦτον ἐδέσμησεν. εἶτα ὁ πρεσβύτερος τῶν Ὠδενάθου υἱῶν λυθῆναι τὸν δέσμιον τὸν πατέρα ᾐτήσατο· κἀκεῖνος λυθεὶς συμποσιάζοντι τῷ 153 Ὠδενάθῳ ἐπελθὼν μετὰ ξίφους κἀκεῖνον ἀνεῖλε καὶ τὸν ἐκείνου υἱόν, δι’ οὗπερ ἐλέλυτο. ἀνῃρέθη δὲ κἀκεῖνος, τινῶν ἐπιθεμένων αὐτῷ.
διέφθειρεν. ὅτε καὶ ὁ Αὐρίολος ἐτρώθη καὶ εἰς Μεδιόλανα κατεκλείσθη, παρὰ τοῦ βασιλέως ἐκεῖσε πολιορκούμενος. μένος. τοῦ δὲ Γαλιήνου ἐπεκδρομὰς ποιουμένου κατά τινων τῶν πολεμίων, ἐν κινδύνῳ ποτὲ γέγονεν ἡ βασίλισσα· συνῆν γὰρ αὐτῷ. ὡς γὰρ ὁ
βασιλεὺς ἐπεξέδραμε μετὰ τῶν πλειόνων στρατιωτῶν, ὀλίγοι πάνυ περιελείφθησαν περὶ τὸ χαράκωμα. ὅπερ οἶ πολέμιοι θεασάμενοι ἐπῆλθον τῆ τοῦ βασιλέως σκηνῇ, ἁρπάσαι διανοούμενοι τὴν βασίλισσαν. εἶς δέ τις τῶν ἠμελημένων στρατιωτῶν πρὸ τῆς σκηνῆς
καθήμενος καὶ τὸ οἰκεῖον ὑπόδημα τοῦ ποδὸς ἐκβα- PI 634 λῶν συνέρραπτεν αὐτό. ὡς οὖν εἶδε τοὺς πολεμίους ἐπερχομένους, ἁρπάσας ἀσπίδα καὶ ἐγχειρίδιον περιθύμως ὥρμησε κατ’ αὐτῶν. καὶ πλήξας ἔνα καὶ δεύτερον, ἀνέκοψε τοὺς λοιποὺς ἀποδεδειλιακότας πρὸς
τὴν ἐκείνου ὁρμήν. καὶ οὕτω πλειόνων συνδραμόντων στρατιωτῶν ἡ τοῦ βασιλέως διασέσωστο γαμετή.
ἀρίστου, καὶ ὀλίγων σὺν ἐφ’ ἑπομένων αὐτῷ. ἀπιόντι δὲ συναντῶσιν ἱππεῖς· ὧν οὐ πόρρω που ἀφεστώτων αὐτοῦ, καὶ μήτε τῶν ἵππων ἀποβάντων μήτε τι ἕτερον ποιούντων ἃ πρὸς βασιλεῖς νενόμιστο γίνεσθαι, ἤρετο τοὺς παρόντας ἐκεῖνος “τί οὗτοι
WII 238 βούλονται;” οἱ δέ “παῦσαί σε τῆς ἀρχῆς” ἀπεκρίθησαν. καὶ ὃς αὐτίκα τῷ ἵππῳ τὸν χαλινὸν ἐνδοὺς εἰς φυγὴν ἐτράπη. καὶ κἂν διέφυγε τοὺς ἐπιβουλεύοντας τῇ ταχυτῆτι τοῦ ἵππου, εἰ μὴ ὕδατος ἐνέτυχεν ὀχετῷ· παρελθεῖν γὰρ τοῦτον ὁ ἵππος ἀποδεδειλιακὼς
157 ἔστη, καὶ οὕτω κατέλαβον οἱ διώκοντες. καί τις κατ’ αὐτοῦ τὸ δόρυ ἠκόντισεν. ὁ δὲ πληγεὶς τοῦ ἵππου κατήνεκτο, καὶ ἐπὶ μικρὸν διαρκέσας ἐκ τῆς τοῦ αἵματος ἐτελεύτησε ῥύσεως, βασιλεύσας ἐνιαυτοὺς πεντεκαίδεκα σὺν τοῖς τοῦ πατρός. ἦν δὲ
τὴν γνώμην φιλότιμος καὶ πᾶσι θέλων χαρίζεσθαι, καὶ οὐδεὶς αἰτούμενος αὐτὸν διημάρτανεν. οὔτε μὴν τοὺς ἐναντιωθέντας αὐτῷ ἢ προστεθέντας τοῖς τυραννήσασιν ἐτιμωρήσατο.
τοῦτον καιρίαν καὶ ἀποκτίννυσιν.
τὴν ζωὴν ἐκμετρήσαντος Παῦλος ὁ Σαμοσατεὺς παραλαμβάνει τὴν ἐκκλησίαν, ὃς ταπεινὰ περὶ Χριστοῦ ἐδογμάτισεν, ὡς ἀνθρώπου κοινοῦ τὴν φύσιν γενομένου καὶ οὐ θεοῦ. καθ’ οὗ σύνοδον οἱ τῶν λοιπῶν PI 635 ἐκκλησιῶν ποιμένες συνηθροικότες, ἐν ᾗ παρῆν καὶ
Γρηγόριος ὁ θαυματουργὸς καὶ ὁ τούτου αὐτάδελφος Ἀθηνόδωρος, ἤλεγξαν αὐτὸν κακῶς φρονοῦντα περὶ Χριστοῦ, καὶ ἀπεκήρυξαν. μὴ πειθομένου δ’ ἐκείνου τῆς ἐκκλησίας ἐκστῆναι, Αὐρηλιανὸς τότε κρατῶν, καὶ ἔντευξιν περὶ τούτου δεξάμενος παρὰ τῶν ὀρθοδόξων,
διάταγμα ἔθετο, ἐκείνοις νεμηθῆναι τὴν ἐκκλησίαν οἶς ἂν οἶ κατὰ τὴν Ῥώμην καὶ τὴν Ἰταλίαν ἐπίσκοποι πρόσθοιντο. ἐντεῦθεν ἀτίμως ἐξηλάθη τῆς ἐκκλησίας ὁ Παῦλος, καὶ ἀντεισήχθη Δόμνος.
ἀνερρήθη Καῖσαρ. καὶ ὁ Αὐρίολος τὰ ὅπλα καταθέμενος 159 αὐτῷ ὑπετάγη· ὃς αὖθις τυραννῆσαι ἐπιχειρῶν τῶνστρατιωτῶν διεφθάρη. Κλαύδιος δὲ χρηστὸς τυγχάνων ἀνὴρ καὶ δικαιοσύνῃ στοιχῶν, ἀπηγόρευσε γόρευσε πᾶσι ζητεῖν ἐκ βασιλέως ἀλλότρια πράγματα. 160 νενόμιστο γὰρ τοὺς βασιλεῖς δύνασθαι δωρεῖσθαι καὶ τὰ ἀλλότρια· ὅθεν καὶ οἶ ἔτι κείμενοι νόμοι παρὰ τῇ πολιτείᾳ ἐσχήκασι τὴν ἀρχήν. προσῆλθεν οὖν γυνή τις, ἧς χωρίον αὐτὸς πρὸ τῆς βασιλείας εἰλήφει ἐκ βασιλικῆς δωρεᾶς, λέγουσα “Κλαύδιος ὁ
WII 239 ἳππαρχος ἠδίκησέ με.” ὁ δέ “ὅπερ ὁ Κλαύδιος ἰδιώτης ὢν ἀφείλετο εἶπεν “ἡνίκα μή τι αὐτῷ τῶν νόμων ἔμελε, τοῦτο βασιλεύσας ἀποκαθίστησιν.”
υἱὸν ἐθανάτωσαν. τοῦ μέντοι Ποστούμου τυραννοῦντος ἔτι, καὶ βαρβάρων διὰ τῆς Μαιώτιδος διαβάντων λίμνης εἰς Ἀσίαν τε καὶ Εὐρώπην καὶ ληιξομένων αὐτάς, βουλῆς τε προτεθείσης τίνι πρότερον ἐπιχειρητέον πολέμῳ, ὁ Κλαύδιος ἔφη ὡς “ὁ πρὸς
τὸν τύραννον πόλεμος ἐμοὶ διαφέρει, ὁ δὲ πρὸς τοὺς βαρβάρους τῇ πολιτείᾳ, καὶ χρὴ τὸν τῆς πολιτείας προτιμηθῆναι.”
Ἠμαθία καλεῖσθαι λέγεται, Θεσσαλονίκη δὲ. μετονομασθῆναι ἐκ τῆς Φιλίππου μὲν θυγατρός, Κασάνδρου 162 δὲ γυναικὸς Θεσσαλονίκης. ἀλλ’ ἐκείνης μὲν τῆς πόλεως ἀπεκρούσθησαν, ἐπελθόντες δὲ ταῖς Ἀθήναις εἷλον αὐτάς. καὶ συναγαγόντες πάντα τὰ ἐν τῇ πόλει
βιβλία καῦσαι ταῦτα ἠβούλοντο. εἷς δέ τις τῶν συνετῶν παρ’ αὐτοῖς δοκούντων ἀπεῖρξε τοὺς ὁμοφύλους τοῦ ἐγχειρήματος, φάμενος ὡς περὶ ταῦτα οἶ Ἕλληνες ἀσχολούμενοι πολεμικῶν ἀμελοῦσιν ἔρ- 163 γῶν καὶ οὕτως εὐχείρωτοι γίνονται. Κλεόδημος δὲ Ἀθηναῖος ἀνὴρ διαδρᾶναι ἰσχύσας, καὶ πλῆθος συναγαγών, μετὰ πλοίων ἐκ θαλάσσης επῆλθεν αὐτοῖς, καὶ πολλοὺς ἀνεῖλεν, ὡς καὶ τοὺς περιλειφθέντας
ἐκεῖθεν φυγεῖν. Κλαύδιος δὲ κατὰ τούτων ὁρμήσας ἐν πολλαῖς σκεδασθέντων χώραις, ποτὲ μὲν ναυμα- PI 636 Χίαις, ποτὲ δὲ κατὰ γῆν συνισταμέναις μάχαις ἐνίκησε. καὶ χειμῶνες δὲ αὐτοὺς ἐκάκωσαν καὶ λιμὸς ἐπίεσε καὶ διέφθειρεν. ἐν δὲ τῷ Σιρμίῳ διατρίβων
ὁ Κλαύδιος ἐνόσησε, καὶ συγκαλέσας τὸ λογιμώτατον τοῦ στρατεύματος περὶ βασιλέως διειλέχθη αὐτοῖς, καὶ τὸν Αὐρηλιανὸν ἄξιον τῆς βασιλείας εἶπε τυγχάνειν. εἰσὶ δ’ οἳ λέγουσιν ὅτι καὶ αὐτίκα βασιλέα ἀνεῖπεν αὐτόν. ἔνιοι δὲ τὴν σύγκλητον λέγουσιν ἐν Ῥώμῃ μαθοῦσαν τοῦ Κλαυδίου τὸν θάνατον Κυντιλιανὸν τὸν ἀδελφὸν ἐκείνου διὰ τὸν πρὸς Κλαύδιον πόθον ἀξιῶσαι τῆς βασιλείας, τὸ δὲ στρατιωτικὸν ἀναγορεῦσαι τὸν Αὐρηλιανόν. ἀφελὴς δὲ ἴ’ ’ν ὁ Κυντιλιανὸς καὶ πρὸς πραγμάτων ἀποπεφυκὼς μεταχεί-
ῥισὶν, μαθὼν τὴν ἀνάρρησιν τοῦ Αὐρηλιανοῦ, ἑαυτὸν 164 ἀνεῖλε, τεμὼν τὴν φλέβα τῆς οἰκείας χειρὸς καὶ τῇ ἐκεῖθεν τοῦ αἵματος ἐναποψύξας ῥοῇ, ἑπτακαίδεκα μόνας ἡμέρας ὀνειρώξας ὥσπερ τὴν βασιλείαν. ἀλλ’ οὐδὲ περὶ τοῦ χρόνου τῆς τοῦ Κλαυδίου ἀρχῆς ἀλλήλοις
συμφωνοῦσιν οἶ συγγραφεῖς. οἱ μὲν γὰρ ἐφ’ ἴνα ἄρξαι τοῦτον ἱστοροῦσιν ἐνιαυτόν, οἶ δὲ ἐπὶ δύο, ὧν ἐστι καὶ Εὐσέβιος.
χρυσῷ σε δεῖ καὶ σιδήρῳ περιφράξαι σαυτόν, κατὰ 166 μὲν τῶν λυπούντων κεχρημένον σιδήρῳ, τοὺς δέ γε θεραπεύοντας χρυσῷ ἀμειβόμενον.” ὃς πρῶτος, ὡς λέγεται, τῆς οἰκείας ταύτης ἀπώνατο συμβουλῆς, μετ’ οὐ πολὺ τοῦ σιδήρου πειραθείς.
WII 240
ἡ θεία δίκη τὴν κατὰ τῶν σεβομένων Ἰησοῦν τὸν Χριστὸν ὁρμὴν τῆς κακίας αὐτοῦ, ὑποτεμοῦσα τὴν ἐκείνου ζωήν.
167 τατος γὰρ ὢν πολλοὺς πολέμους ἐνίκησε. τούς τε γὰρ Παλμυρηνοὺς ἐχειρώσατο, καὶ τὴν αὐτῶν βασίλισσαν Ζηνοβίαν κρατήσασαν καὶ Αἰγύπτου καὶ τὸν ἐκεῖ τότε στρατηγοῦντα Πρόβον ἑλοῦσαν αὐτὸς κατ’ αὐτῆς στρατεύσας κατεπολέμησε καὶ ὑπέταξεν. ἣν
ἔνιοι μὲν εἰς Ῥώμην ἀπαχθῆναί φασι καὶ ἀνδρὶ συναφθῆναι τῶν ἐπιφανεστέρων ἐνί, οἱ δὲ καθ’ ὁδὸν 168 169 θανεῖν αὐτὴν λέγουσι, περιαλγήσασαν διὰ τὴν τῆς τύχης μεταβολήν· μίαν δὲ τῶν θυγατέρων αὐτῆς λαβεῖν εἰς γυναῖκα τὸν Αὐρηλιανόν, τὰς δὲ λοιπὰς ἐπισήμοις τῶν Ῥωμαίων συζεῦξαι.
ἀλλὰ καὶ Γάλλους τότε κινηθέντας κατηγωνίσατο. ἐπεὶ δὲ καὶ ἐπὶ Σκύθας τὴν στρατείαν ἔθετο, ἀνῃρέθη, γενόμενος κατὰ τὴν Θρᾳκῴαν Ἡράκλειαν. Ἔρως γάρ τις καλούμενος καὶ τῶν ἔξωθεν φερομένων ἀποκρίσεων ὢν μηνυτής, ὡς δέ τινες ἱστοροῦσιν,
ὠτακουστὴς καὶ προσαγγέλλων τῷ βασιλεῖ τὰ παρά τινων περὶ αὐτοῦ λεγόμενα, ὀργισθέντος αὐτῷ τοῦ Αὐρηλιανοῦ, ἐπεβούλευσεν αὐτῷ. καὶ μιμησάμενος τὰ ἐκείνου γράμματα γραφήν τινα συνέταξεν ὀνόματα περιέχουσάν τινων δυνατῶν, κελεύουσαν τὴν
ἐπὶ θάνατον ἐκείνους ἀχθήσεσθαι· ἣν ἐκείνοις ὑποδείξας παρέθηξε τοὺς ἄνδρας πρὸς φόνον τοῦ αὐτοκράτορος. δείσαντες γὰρ ἐκεῖνοι περὶ τῇ σφετέρᾳ ζωῇ ἐπιτίθενται τῷ Αὐρηλιανῷ καὶ ἀναιροῦσιν αὐτόν, 170 ἔξ ἐνιαυτοὺς ἠνυκότα παρὰ τῇ βασιλείᾳ μηνῶν
ὀλίγων ἐνδέοντας.
ἔνθα δεδεγμένος τὸ ψήφισμα, εἰς Ῥώμην Cap. 28 Fortasse Dio continuatus. εἰσήλασε μετὰ σχήματος ἰδιωτικοῦ, καὶ γνώμῃ τῆς συγκλήτου τε καὶ τοῦ δήμου τὴν στολὴν περιεβάλετο τὴν βασίλειον. Σκύθαι δὲ τὴν Μαιώτιδα λίμνην καὶ τὸν Φᾶσιν ποταμὸν περαιωθέντες Πόντω καὶ Καππαδοκίᾳ ἐπῆλθον καὶ Γαλατία καὶ Κιλικία.
τούτοις ὁ Τάκιτος συμμίξας καὶ ὁ Φλωριανὸς ὕπαρχος C ὢν πολλοὺς ἀνεῖλον, οἱ δὲ λοιποὶ φυγῇ τὴν σωτηρίαν τηρίαν ἐπραγματεύσαντο. Μαξιμῖνον δέ τινα συγγενῆ ἑαυτοῦ ἡγεμόνα τῆς Συρίας προεχειρίσατο Τάκιτος· ὁ δὲ κακῶς τῇ ἀρχῇ χρώμενος ἀνῃρέθη
παρὰ στρατιωτῶν. καὶ δείσαντες οἱ τοῦτον ἀνελόντες ὡς οὐκ ἀτιμωρήτους αὐτοὺς ὁ αὐτοκράτωρ παρόψεται, ἐπιδιώξαντες κἀκεῖνον ἀνεῖλον, οὔπω ἕβδομον μῆνα παρὰ τῇ βασιλείᾳ ἀνύσαντα, κατὰ δέ τινας μὴ ὅλους δύο ἐνιαυτούς.
ἐκ Κιλικίας μέχρις Ἰταλίας καὶ τῶν Ἑσπερίων. ἀλλ’ οὗτος οὐδ’ ὅλον τρίμηνον ἀνύσας ἐν τῇ ἀρχῇ καὶ τῆς ζωῆς ἅμα καὶ τῆς ἐξουσίας ἐκπέπτωκεν ἀναιρεθεὶς ὑπὸ στρατιωτῶν παρὰ Πρόβου λεγομένων σταλῆναι. τοῦ δὲ θανόντος, ὡς εἴρηται, ὁ Πρόβος
τὴν ὅλην ἐξουσίαν περιεζώσατο. ὃς ἐλλογιμώτατος εἶναι ἱστόρηται, καὶ κατὰ πολλῶν ἐθνῶν τρόπαια στήσασθαι, καὶ τοὺς στρατιώτας, οἱ τὸν Αὐρηλιανὸν καὶ τὸν Τάκιτον ἀνῃρήκασι, συναγαγεῖν καὶ πολλὰ ὀνειδίσαι καὶ ἀποκτεῖναι.
Βρεττανίαις ἀποστασίαν διεμελέτησεν, ὃν ἐπὶ τῆς ἀρχῆς ὁ βασιλεὺς ἐποιήσατο, Βικτωρίνου Μαυρουσίου ᾠκειωμένου αὐτῷ τοῦτο αἰτησαμένου. καὶ τοῦτο μαθὼν ὁ Πρόβος ᾐτιᾶτο τὸν Βικτωρῖνον. καὶ ὃς πεμφθῆναι πρὸς ἐκεῖνον ᾐτήσατο, καὶ ἀπῄει ὡς δῆθεν
φεύγων τὸν αὐτοκράτορα, καὶ ἀσπασίως ὑπὸ τοῦ τυραννήσαντος ὑπεδέδεκτο. ὁ δὲ διὰ τῆς νυκτὸς ἀνελὼν αὐτὸν ἐπανῆλθε πρὸς Πρόβον. ἐφιλεῖτο δὲ παρὰ πάντων ὁ Πρόβος ὡς πρᾷος καὶ εὐμενὴς καὶ φιλόδωρος.
αὐτοῦ στρατοπέδῳ, τῷ δ’ ὑετῷ καὶ σῖτον συγκατενεχθῆναι πολύν, εἰ τισι τοῦτο πιστεύοιτο· καὶ τὴν στρατιὰν συναγαγοῦσαν αὐτὸν δι’ αὐτοῦ τραφῆναι καὶ διαπεφευγέναι τὸν κίνδυνον καὶ τοὺς ἐναντίους κατατροπώσασθαι.
ἀφελέσθαι αὐτὸν τὴν ἀρχήν. περιστάντες οὖν οἱ στρατιῶται τὸν κάρον καὶ ἄκοντα καταδέξασθαι τὴν C τῶν Ῥωμαίων ἀρχὴν ἐβιάσαντο, καὶ αὐτίκα σὺν αὐτῷ ἐπὶ Ἰταλίαν ὡρμήκεσαν. καὶ ὁ Πρόβος τοῦτο μαθὼν στράτευμα ἔπεμψε σὺν ἄρχοντι ἀντιστῆναι αὐτῷ. ἤδη δὲ πλησιάσαντες οἶ πεμφθέντες τῷ Κάρῳ, δεσμήσαντες τὸν ἄρχοντα ἑαυτῶν, κἀκεῖνον καὶ ἑαυτοὺς τῷ Κάρῳ παραδεδώκασιν. ὁ δὲ Πρόβος
ὑπὸ τῶν οἰκείων ἀνῄρητο δορυφόρων, μαθόντων τὴν τῶν στρατιωτῶν πρὸς Κᾶρον προσχώρησιν. ὁ δὲ χρόνος τῆς αὐταρχίας τοῦ Πρόβου οὐχ ὁλόκληροι γεγόνασιν ἐνιαυτοὶ ἔξ.
οἰκείους υἱοὺς Καρινὸν καὶ Νουμεριανὸν ἐταινίωσε βασιλικῷ διαδήματι. καὶ αὐτίκα κατὰ Περσῶν 174 ἑξεστράτευσεν ἅμα τῷ ἑνὶ τῶν παίδων Νουμεριανῷ, καὶ κατέσχε Κτησιφῶντά τε καὶ Σελεύκειαν. μικροῦ δ’ ἂν ἐκινδύνευσε τὸ στράτευμα τῶν Ῥωμαίων. ἐν
κοίλῳ γὰρ ἐστρατοπεδεύσατο τόπῳ· ὅ οἱ Πέρσαι θεασάμενοι τὸν ἐκεῖ παραρρέοντα ποταμὸν εἰς τὸν WII 242 κοῖλον ἐκεῖνον τόπον διὰ διώρυχος ἐπαφείκασι. τοῖς Πέρσαις δὲ προσβαλὼν ὁ κάρος εὐτύχησε καὶ κατετροπώσατο αὐτούς· καὶ ἐπανέζευξεν εἰς Ῥώμην ἄγων
αἰχμαλώτων πληθὺν καὶ λείαν πολλήν. εἶτα τοῦ ἔθνους ἐπαναστάντος τῶν Σαρμάτων κἀκείνοις προσμίξας νικᾷ καὶ τὸ ἔθνος ὑπέταξεν. ὃς τὸ μὲν γένος Γαλάτης ἦν, ἀνδρεῖος δὲ καὶ τὰ πολέμια δεξιός. ὁ δὲ περὶ τῆς τελευτῆς αὐτοῦ λόγος οὐχ
ὁμοίως τοῖς ἱστορήσασι συγγράφεται. οἶ μὲν γάρ PI 639 φασι κατὰ οὕννων ἐστρατευκότα ἐκεῖσε ἀναιρεθῆναι, οἶ δὲ παρὰ τῷ ποταμῷ Τίγρητι λέγουσι αὐτὸν ἐσκηνῶσθαι, ἐκεῖ καὶ τῆς αὐτοῦ στρατιᾶς βαλομένης τὸν χάρακα, ἔνθα κεραυνῷ τὴν ἐκείνου σκηνὴν 175 βληθῆναι καὶ συνδιαφθαρῆναι αὐτῇ κἀκεῖνον ἶστόρησαν.
ἐν τῷ στρατοπέδῳ περιελέλειπτο. καὶ αὐτίκα κατὰ Περσῶν ἐστρατεύσατο· καὶ συρραγέντος πολέμου, ἐπικρατεστέρων τε τῶν Περσῶν γεγονότων καὶ κλι- νάντων νῶτα Ῥωμαίων, οἶ μὲν αὐτὸν ἐν τῇ φυγῇ συλληφθῆναι ἱστόρησαν καὶ ὅλου τοῦ σώματος τὴν
δορὰν ἀποσυρῆναι δίκην ἀσκοῦ καὶ οὕτω διαφθαρῆναι, οἷ δὲ ἐκ Πέρσιδος αὐτὸν ἐπανιόντα ὀφθαλμίᾳ περιπεσεῖν συνεγράψαντο, καὶ παρὰ τοῦ οἰκείου πενθεροῦ ἐπάρχοντος τοῦ στρατοπέδου ἀναιρεθῆναι, 176 τῇ αὐταρχίᾳ ἐποφθαλμίσαντος, μὴ μέντοι καὶ τυχόντος
αὐτῆς. ἡ γὰρ στρατιὰ τὸν Διοκλητιαν ’ν αὐτοκράτορα εἵλετο, ἐκεῖ τότε παρόντα καὶ ἀνδρείας ἔργα πολλὰ ἐν τῷ κατὰ Περσῶν πολέμῳ ἐπιδειξάμενον.
ἀσελγὴς γενόμενος καὶ ὠμὸς καὶ μνησίκακος· ὃς ὑπὸ Διοκλητιανοῦ εἰς Ῥώμην ἐπιδημήσαντος διεφθάρη. ὁ δὲ τῆς τούτων ἀρχῆς χρόνος οὐ γέγονε καθ’ ὁλόκληρον τριετής.
ἐκ τῶν Περσῶν εἰς τὴν καθ’ ἡμᾶς οἰκουμένην παρεισφθαρείς, ἐν ταύτῃ τὸν οἰκεῖον ἰὸν ἐξήμεσεν. ἀφ’ οὗ τὸ τῶν Μανιχαίων ὄνομα μέχρι τοῦ νῦν οὐκ ἐπέλιπεν. ὃς ποτὲ μὲν παράκλητον ἑαυτὸν καὶ πνεῦμα ὠνόμαζεν ἅγιον, ᾧ τὸ τῆς πονηρίας πνεῦμα προφανῶς 177
ἐγκατῴκιστο, ποτὲ δὲ Χριστὸν ἑαυτὸν ἐκάλει, 178 ὁ ὑπὸ τῶν δαιμόνων εἰς λειτουργίαν ἐκείνοις χρισθείς, καὶ μαθητὰς ἐπήγετο δώδεκα, τῆς αὐτοῦ φλυαρίας κοινωνούς τε καὶ κήρυκας, ἣν ἐκ πολλῶν ἀθέων δογμάτων τῶν ἤδη ἀπεσβηκυιῶν αἱρέσεων συνεφόρησε.
ἐπισκοπῆς οὔπω δὲ μησὶ δέκα καὶ οὗτος ἐπισκοπήσας μετήλλαξε τὴν ζωήν, καὶ ἀντεισήχθη εἰς τὸ τῆς ποιμαντικῆς λειτούργημα Γάιος οὗπερ ἀμφὶ τὰ πεντεκαίδεκα ἔτη προστάντος τῆς ἐκκλησίας Μαρκελλῖνος διάδοχος γέγονεν. οὗτοι δ’ ἦσαν ἐν τοῖς
χρόνοις τῶν διωγμῶν. ἐν δέ γε τῇ Ἀντιοχέων ἐκκλησίᾳ μετὰ Δόμνον ἐπεσκόπησε Τιμαῖος, τὸν δὲ Τιμαῖον διεδέξατο Κύριλλος, καὶ μετὰ Κύριλλον Τύραννον ὁ θρόνος ἐδέξατο, καθ’ ὃν ἡ τῶν ἐκκλησιῶν πολιορκία τὴν ἀκμὴν ἔσχηκε καὶ ἡ τυραννὶς
ἀφόρητος γέγονε. τῆς δὲ τῶν Ἱεροσολύμων ἐκκλησίας τὸν Ὑμέναιον προέστη Ζάβδας, οὗ κεκοιμηένου μετ’ οὐ πολὺ Ἑρμῶν τὸν θρόνον τοῦτον ἐκόσμησεν. ἐν δὲ τῇ Ἀλεξανδρείᾳ, Μαξίμου, τοῦ μετὰ Διονύσιον ἔτεσιν ὀκτωκαίδεκα τὴν ἱερουργίαν
ἀνύσαντος, τὸ χρεὼν λειτουργήσαντος, Θεωνᾶς ἐπεσκό- PI 640 πησεν. ὃν διεδέξατο Πέτρος, ὃς καὶ τὸν τοῦ μαρτυρίου· στέφανον ἤρατο, τὴν κεφαλὴν ἐκτμηθείς.
180 ὃς Δαλμάτης μὲν ἦν τὸ γένος, πατέρων δ’ ἀσήμων, τινὲς δὲ καὶ ἀπελεύθερον αὐτόν φασιν Ἀνουλίνου συγκλητικοῦ, ἐξ εὐτελῶν στρατιωτῶν δοὺξ Μυσίας ἐγένετο. ἄλλοι δὲ κόμητα δομεστίκων αὐτὸν γενέσθαι
φασί· δομεστίκους δέ τινες τοὺς ἱππέας νομίξουσι. διαλεγόμενος δὲ τοῖς στρατιώταις διεβεβαίου μὴ κοινωνῆσαι τῷ φόνῳ τοῦ Νουμεριανοῦ· καὶ ἐν τῷ ταῦτα λέγειν στραφεὶς πρὸς τὸν Ἂπρον ἔπαρχον ὄντα τοῦ στρατεύματος “οὗτος” ἴφη “ὁ ἐκείνου φονεύς”, 181
καὶ αὐτίκα τῷ μετὰ χεῖρας ξίφει αὐτὸν ἀνεῖλεν. ἐν δὲ τῇ Ῥώμῃ γενόμενος τῶν τῆς ἀρχῆς πραγμάτων ἀντεποιεῖτο καὶ τῆς τούτων ἥψατο διοικήσεως. ἀπιδὼν δὲ πρὸς τὸ τῆς βασιλείας ὑπέρογκον, κοινωνὸν αὐτῆς προσλαμβάνεται κατὰ τὸ
τέταρτον ἔτος τῆς ἡγεμονίας αὐτοῦ, ἢ καθ’ ἑτέροι κατὰ τὸ δεύτερον, Μαξιμιανὸν τὸν Ἑρκούλιον, μὴ ἑαυτὸν μόνον ἀρκοῦντα πρὸς τοσαύτης ἀρχῆς διοίκησιν λογισάμενος.
κατὰ χριστιανῶν, τῶν πρὶν γεγονότων ἀπάντων σφοδρότερόν τε καὶ ἀγριώτερον. ἐκθύμως γὰρ ἢ μᾶλλον περιμανῶς τὸ τοῦ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ ἔσπευδον ἐκ πάσης γῆς ἐξαλεῖψαι σωτήριον ὄνομα. ὅτε κατὰ πᾶσαν πόλιν καὶ χώραν τοσοῦτοι ὑπὲρ τῆς
εἰς Χριστὸν ὁμολογίας ἠνδρίσαντο, ὡς μηδ’ ἀριθμῷ σχεδὸν αὐτοὺς ὑπαχθῆναι ῥᾴδιον εἶναι· ἔργον γὰρ τοῦτο τῶν ἄλλων ἁπάντων ἐτίθεντο σπουδαιότερον.
περὶ τὰς ἐκεῖ Θήβας οἰκουμένων εἰς ἀποστασίαν ἐκκλινασῶν, ὁ Διοκλητιανὸς ἐκστρατεύσας κατ’ αὐτῶν εἷλέ τε αὐτὰς καὶ κατέσκαψεν. εἶτ’ αὖθις Ἀλεξάνδρεια καὶ ἡ Αἴγυπτος ἀντῆραν χεῖρα Ῥωμαίοις, Ἀχιλλέως τινὸς εἰς τοῦτο τοὺς Αἰγυπτίους ὑπαγαγόντος· ἀλλὰ Ῥωμαίων αὐτοῖς ἐπελθόντων σὺν D Διοκλητιανῷ, οὐκ ἀντέσχον ἐπὶ πολύ, καὶ πολλοὶ τῶν αἰτίων τῆς στάσεως ἀνῃρέθησαν, καὶ αὐτὸς
Ἀχιλλεύς.
Μαξιμιανὸς Κώνσταντα, ὃς ἐπεκλήθη Χλωρὸς διὰ τὴν ὠχρότητα, θυγατριδοῦν ὄντα Κλαυδίου τοῦ πρὸ μικροῦ βασιλεύσαντος, ὡς ἤδη μοι εἴρηται, καὶ αὐ(??)τὸς τούτῳ τὴν ἑαυτοῦ θυγατέρα Θεοδώραν κατεγκυήσας. καὶ ἄμφω δὲ τὼ Καίσαρε τούτω γαμετὰς
εἰχέτην, ἀλλὰ διὰ τὸ πρὸς τοὺς βασιλεῖς κῆδος τὰς μὲν ἀπώσαντο, ταῖς δὲ τῶν βασιλέων θυγατράσι συνῴκησαν.
Κράσσον δὲ Βρεττανίαν κατεσχηκότα ἐπὶ ἐνιαυτοὺς τρεῖς ὁ ἔπαρχος ἀνεῖλεν Ἀσκληπιόδοτος· καὶ πέντε τινῶν Γεντιανῶν τὴν Ἀφρικὴν κατασχόντων ὁ Ἑρκούλιος τούτους κατηγωνίσατο.
Ἀλαμαννοὺς μαχόμενος τῆς αὐτῆς ἡμέρας ἥττητο καὶ νενίκηκε. πρότερον μὲν γὰρτῶν Ἀλαμαννῶν τῇ αὐτοῦ στρατιᾷ μετὰ ῥύμης ἐφορμησάντων σφοδρᾶς, εἰς φυγὴν ἐτράπησαν ἅπαντες οἶς καὶ αὐτὸς ὁ Κώνστας συναποδιδράσκων ἑάλω ἂν παρὰ βραχύ. ὀπίσω γὰρ
ἐρχόμενος κεκλεισμένας εὗρε τὰς πύλας τῆς πόλεως· οἱ δὲ διώκοντες ἐγγίζοντες ἤδη ἕτοιμοι ἦσαν ἐκεῖνον συλλήψεσθαι, καὶ κἂν ἀπήχθη δέσμιος, εἰ μὴ σχοίνους ἐκ τοῦ τείχους ἄνωθεν καθιμήσαντες ταύταις αὐτὸν ἀνιμήσαντο. οὕτω δὲ περισωθεὶς καὶ τῆς πόλεως ἐντὸς γεγονώς, καὶ τὴν στρατιὰν ἀθροίσας αὐτίκα
καὶ λόγοις αὐτὴν παρακλητικοῖς εἰς ἀλκὴν διεγείρας καὶ θάρσος οἷον ἐμπνεύσας αὐτῇ, ἔξεισιν WII 244 εὐθὺς καὶ συμμίξας τοῖς πολεμίοις νικᾷ νίκην περιφανῆ, ὥστε περὶ ἑξήκοντα χιλιάδας ἐκείνων πεσεῖν.
Σαπώρης ἦρξε Περσῶν, καὶ μετ’ ἐκεῖνον Ὁρμίσδας, εἶτα Οὐαραράνης, καὶ μετὰ τοῦτον Οὐαραράκης, καὶ αὖθις ἄλλος Οὐαραράνης, καὶ ἐπὶ τούτοις Ναρσῆς· τοῦ Ναρσοῦ τοίνυν τούτου τότε τὴν Συρίαν ληιζομένου, τὸν ἴδιον γαμβρὸν τὸν Γαλέριον Μαξιμῖνον
ὁ Διοκλητιανός, διὰ τῆς Αἰγύπτου ἐπὶ τοὺς Αἰθίοπας ἀπιών, συμβαλεῖν αὐτῷ μετὰ δυνάμεως ἀξιομάχου ἐξέπεμψεν. ὃς καὶ συμμίξας τοῖς Πέρσαις ἡττήθη καὶ ἔφυγεν. αὖθις δὲ μετὰ πλείονος αὐτὸν ὁ Διοκλητιανὸς ἐξέπεμψε στρατιᾶς. συμβαλὼν οὖν
αὐτοῖς πάλιν, οὕτως ἐνίκησεν ὡς καὶ τὴν προτέραν ἧτταν ἀνακαλέσασθαι. τούς τε γὰρ πλείονας ἀπέκτεινε 183 τῶν Περσῶν καὶ τὸν Ναρσῆν τρωθέντα μέχρι τῆς ἐνδοτέρας Πέρσιδος ἐδίωκε, καὶ τὰς τούτου γυναῖκας καὶ τοὺς παῖδας καὶ ἀδελφὰς αἰχμαλώ-
τους ἀπήγαγε, καὶ χρήματα ὅσα ἐπήγετο Ναρσῆς στρατευόμενος ἐχειρώσατο, καὶ πολλοὺς τῶν ἐν Πέρσαις ἐπιφανῶν. ἀναρρωσθεὶς δ’ ἐκ τοῦ τραύματος ὁ Ναρσῆς πρεσβείαν πρὸς Διοκλητιανὸν καὶ Γαλέριον ἐποιήσατο, τοὺς παῖδας καὶ τὰς γυναῖκας ἀποδοθῆναι αὐτῷ ἀξιῶν σπονδὰς θέσθαι εἰρηνικάς. καὶ ἔτυχε τῆς αἰτήσεως, ἐκστὰς τοῖς Ῥωμαίοις ὅσων ἐβούλοντο.
PI 642 Διοκλητιανὸς καὶ Μαξιμιανός, τοὺς μὲν δι’ ἑαυτῶν ἢ τῶν Καισάρων, τοὺς δὲ διὰ στρατηγόν, καὶ τοὺς ὅρους τῆς βασιλείας ἐπλάτυναν. οἶς ἐπαρθεὶς ὁ Διοκλητιανὸς καὶ μέγα φρονήσας οὐκέτι προσαγορεύεσθαι παρὰ τῆς γερουσίας ὡς πρῴην ἠνείχετο, ἀλλὰ
προσκυνεῖσθαι ἐθέσπισε, καὶ τἀς ἐσθῆτας ἑαυτοῦ καὶ τὰ ὑποδήματα χρυσῷ καὶ λίθοις καὶ μαργάροις ἐκόσμησε, καὶ πλείονα πολυτέλειαν τοῖς βασιλικοῖς παρασήμοις ἐνέθετο. οἶ πρῴην γὰρ βασιλεῖς κατὰ τοὺς ὑπάτους τετίμηντο, καὶ τῆς βασιλείας παράσημον
μόνον εἶχον πορφυροῦν περιβόλαιον.
’τον ἔτος τῆς Διοκλητιανοῦ βασιλείας θεσπίσματα πανταχοῦ διεπέμψαντο καθαιρεῖσθαι καὶ κατασκάπτεσθαι τὰς τῶν χριστιανῶν ἐκκλησίας κελεύοντα καὶ τὰς βίβλους αὐτῶν κατακαίεσθαι καὶ τοὺς ἱερεῖς αὐτῶν ὡς διδασκάλους καὶ κήρυκας τῆς
πίστεως ἀσυμπαθῶς προσαπόλλυσθαι, τῶν δ’ ἄλλων τοὺς ἀξίαις ἢ στρατείαις κατειλεγμένους ἀτίμως ἐξελαύνεσθαι καὶ τῆς ἀξίας καὶ τῆς στρατείας, τοὺς δὲ τύχης ἰδιώτιδος ὄντας δουλοῦσθαι.
δὲ τὰ τῆς καρδίας ἐξεκάλυπτον κρύφια, ἐξ ἀπονοίας ὡμολόγουν ἀποτίθεσθαι τὴν ἀρχήν, ὅτι μὴ περιγενέσθαι χριστιανῶν ἠδυνήθησαν μηδ’ ἀποσβέσαι τὸ χριστώνυμον κήρυγμα, μηδὲ τῆς βασιλείας ἀπολαύειν αἱρούμενοι. ἀποθέμενοι δὲ τὴν ἀρχὴν κατὰ τὴν
αὐτὴν ἡμέραν ἐκ συνθήματος ὁ μὲν ἐν Νικομηδείᾳ, ὁ δὲ Μαξιμιανὸς ἐν Μεδιολάνῳ, καὶ ἰδιωτεύσαντες, Διοκλητιανὸς μὲν ἐν Σάλωνι πόλει τῆς Δαλματίας διῆγεν, ἥτις ἦν αὐτοῦ καὶ πατρίς, ὁ δ’ Ἑρκούλιος ἐν Λουκανίᾳ. πρὸ δὲ τῆς ἀποθέσεως τῆς ἀρχῆς τὸν
ἐπὶ τῇ νίκῃ τῶν Περσῶν ἐπανελθόντες ἐν Ῥώμῃ κατήγαγον θρίαμβον, ἐν ᾧ τάς τε τοῦ Ναρσοῦ γαμετὰς καὶ τὰ τέκνα καὶ τὰς ὁμαίμονας ἐθριάμβευσαν D καὶ ἀρχηγοὺς ἑτέρων ἐθνῶν καὶ τὸν πλοῦτον ὅσον ἐκ Περσῶν ἐληίσαντο.
δι’ ἰάμβων ἐποιοῦντο τὰ σκώμματα· καὶ οἱ στρατιῶται δὲ ἐν ταῖς ἐπινικίοις πομπαῖς φύλλα συκῆς ταῖς ἑαυτῶν ἐπάγοντες ὄψεσιν εἰς τοὺς τὰς πομπὰς ποιοῦντας ἀπέσκωπτον· κἀντεῦθεν ὀνομασθῆναι νομίξεται θριάμβους τὰς ἐπινικίους πομπάς. ἕτεροι δέ 187 φασιν ὀνομασθῆναι τὸν θρίαμβον, ὅτι ἐκ τριῶν PI 643 οἱ 643 οἶ τὴν πομπὴν πληροῦντες συνίσταντο τάξεων, τῆς συγκλήτου, τοῦ δήμου, καὶ τῶν στρατιωτῶν, καὶ ἐκ τοῦ βαίνειν ὁμοῦ τὰς τάξεις τὰς τρεῖς τρίαμβόν τινα κληθῆναι, ἀντὶ δὲ τοῦ τݲ τὸ θݲ διὰ τὸ εὐφωνότερον.
Μαξιμίνῳ σὺν τῷ Ἰλλυρικῷ, τῷ Χλωρῷ δὲ Κώνσταντι προσνείμαντες τὰ ἑσπέρια σὺν τῇ Ἀφρικῇ. τούτων δὲ οὕτω γεγονότων οἱ στρατιῶται, οἳ πραιτωριανοὶ ἐκαλοῦντο, τὸν υἱὸν τοῦ Ἑρκουλίου Μαξιμιανοῦ τὸν Μαξέντιον βασιλέα ἐν τῇ Ῥώμῃ
ἀνεῖπον.
ὑπ’ αὐτόν, καὶ ὑπερόπτης χρημάτων ἐτύγχανε. Μαξιμῖνος δὲ τῆς ἑῴας ἄρχων καὶ κατὰ χριστιανῶν διωγμὸν κεκίνηκεν ἐπαχθέστατον καὶ τοῖς ἄλλοις τῶν ὑπηκόων βαρύτατα προσεφέρετο. γυναικομανέστατος γὰρ καὶ μοιχικώτατος ὢν οὐκ ἰδιώτιδας μόνον
γυναῖκας ἀκούσας ἐλάμβανε καὶ ταύτας ἐμοίχευεν, ἀλλὰ καὶ τὰς τῶν περιφανῶν ἀνδρῶν γαμετὰς βίᾳ τῶν ἀνδρῶν ἀποσπῶν καὶ ἐνυβρίζων αὐταῖς οὕτως πρὸς τοὺς ἰδίους ταύτας συνεύνους ἀνέπεμπε. 189 μαντείαις δ’ ἦν προσεσχηκὼς τοσοῦτον ὡς μηδὲ
τοὐλάχιστον ἄνευ ποιεῖν μαντειῶν, καὶ διὰ τιμῆς αὐτῷ οἱ ποιοῦντες τὰ ἀπόρρητα ἤγοντο. οὗτος τῶν εὐσεβῶν πανωλεθρίαν κατεψηφίσατο, καὶ τὰς ὑπάρξεις δημεύεσθαι ἀπεφήνατο, οὐδὲν ἕτερον τοῖς ἀναιτίοις προσάπτων αἰτίαμα ἢ τὴν θεογνωσίαν καὶ τὴν πίστιν τὴν εἰς Χριστόν.
πικρότατα διακείμενος. σφαγάς τε γὰρ πολλῶν 190 περιφανῶν ἀνδρῶν ἐξ οὐδεμιᾶς ἐνδίκου δίκης ἐτίθετο, καὶ μοιχείας ὁσημέραι εὐγενῶν ἐτόλμα γυναίων καὶ παρθένων φθοράς, ἐνυβρίζων αὐταῖς ἀναιδέστατα, καὶ οὐσιῶν ἀφαιρέσεις ἀδίκους τοῖς εὐποροῦσιν
ἐπῆγε, καὶ καιναῖς εἰσπράξεσι καὶ βαρείαις ἐπίεζε τὸ ὑπήκοον.
τοὺς τὰ τοιαῦτα διακόνου μένους αὐτῷ τὸ γύναιον ἄξοντας. ὡς δ’ ἐκεῖνο ἐπιστάντας τῶ οἴκω τοὺς προαγωγοὺς καὶ τὴν αἰτίαν τῆς αὐτῶν ἐπιδημίας ἐμεμαθήκει, καὶ ἀπαραίτητον τὴν πρὸς τὸν τύραννον ἀπέλευσιν ᾔσθετο, ὁ γὰρ ἀνὴρ αὐτῆς φόβῳ τοῦ θανεῖν PI 644
ὑποπτήσσων λαβεῖν τὴν γυναῖκα καὶ ἄγειν ἐπέτρεπεν, ἑτέρωθεν δ’ οὐκ ἦν αὐτῇ ἐπικούρημα, ὥραν αὐτῇ βραχεῖαν ἐνδοῦναι ᾐτήσατο, ἵν ἐπικοσμηθείη καὶ οὕτω σὺν αὐτοῖς ἀπελεύσοιτο. ἦν δὲ καὶ τὸν Χριστὸν ἡ γυνὴ σεβομένη καὶ τὸ θεῖον μεμυημένη
μυστήριον εἰσῆλθεν οὖν εἰς τὸν ἑαυτῆς κοιτωνί- 191 σκον, καὶ μονωθεῖσα διεχειρίσατο ἑαυτήν, ἔν’ ἀνύβριστος μείνῃ καὶ τὴν σωφροσύνην μὴ πρόοιτο, ἑλομένη τὸν ἑκούσιον θάνατον, καὶ τὸ σῶμα νεκρὸν τοῖς προαγωγοῖς καὶ τῷ ἐναγεῖ ἐραστῇ καταλείψασα.
Μαξιμιανὸς ἰδιωτεύοντες ἔθανον. περὶ δὲ τῆς σφῶν τελευτῆς διαφωνοῦσιν οἶ συγγραφεῖς. ὁ μὲν γὰρ 192 Εὐσέβιος ἐν τῷ ὀγδόῳ λόγῳ τῆς ἐκκλησιαστικῆς ἱστορίας ἔκστασιν τὸν Διοκλητιανὸν ὑποστῆναι λέγει φρενῶν καὶ νόσῳ χρονίᾳ τὸ σῶμα κατασκελετευθέντα
βιαίως τὴν ἀθλίαν αὐτοῦ ψυχὴν ἀπερεύξασθαι, τὸν δέ γε ΜαξιμιανὸντὸνἙρκούλιον ἀγχόνῃ ἑαυτὸν τῆς ζωῆς ὑπεξαγαγεῖν· ἕτεροι δ’ οὐχ οὕτως ἱστοροῦσι τούτους θανεῖν, ἀλλὰ μεταμεληθέντας καὶ τῆς ἀρχῆς αὖθις ἐπιλαβέσθαι βουλευομένους φωραθῆναι καὶ δόγματι
τῆς συγκλήτου ἀναιρεθῆναι.
193 ὢν παρελθόντα συνέδριον φάναι μὴ ἀρκεῖν τὸν υἱὸν αὐτοῦ εἰς τὴν τῶν κοινῶν πραγμάτων διοίκησιν. κινηθέντων δὲ τῶν στρατιωτῶν πρὸς θυμὸν ἐπὶ τῷ λόγῳ αὐτοῦ ὡς σφετεριζομένου τὴν ἀρχήν, τὸν Ἑρκούλιον τὸν κίνδυνον δείσαντα μὴ οὕτω γνώμης
ἔχειν εἰπεῖν, ἀλλὰ διάπειραν τῶν στρατευομένων ποιούμενον, ὅπως ἔχουσι πρὸς τὸν υἱὸν αὐτοῦ διαθέσεως, ταῦτα εἰπεῖν· καὶ οὕτω καταστεῖλαι τὸν θόρυβον τῶν στρατιωτῶν. εἶτα εἰς Γαλλίας ἐλθεῖν πρὸς τὸν μέγαν Κωνσταντῖνον, κηδεστὴν αὐτοῦ καὶ
194 αὐτὸν ὄντα ἐπὶ Φαύστᾳ τῇ αὐτοῦ θυγατρί, κἀκείνῳ ἐπιβουλεύοντα καὶ πειρώμενον τὴν ἐκείνου βασιλείαν λαβεῖν· γνωσθῆναι δὲ κἀκεῖσε καὶ ἀποκρουσθῆναι τοὐ ἐγχειρήματος, καὶ οὕτως ἀπάγξασθαι.
τοῖς ὑπ’ αὐτὸν καταλελοιπὼς διὰ τὴν χρηστότητα, πρότερον τὸν πρεσβύτερον τῶν οἰκείων υἱῶν τῆς ἀρχῆς καταστήσας διάδοχον, τὸν μέγαν δηλαδὴ Κωνσταντῖνον, ὃν ἐκ τῆς προτέρας αὐτοῦ ἐγείνατο γαμετῆς. εἶχε δὲ κἀκ τῆς δευτέρας τῆς τοῦ Ἑρκουλίου
θυγατρὸς Θεοδώρας ἑτέρους υἱούς, Κωνσταντῖνον, Ἀναβαλλιανὸν καὶ Κωνστάντιον. προτετίμητο PI 645 δὲ τούτων ὁ μέγας Κωνσταντῖνος, ὅτι ἐκεῖνοι τῷ πατρὶ ἀνεπιτήδειοι πρὸς τὴν βασιλείαν ἐκρίθησαν. τὸ δ’ ὅλον ἦν ἐκ θεοῦ οἰκονομηθὲν ὑπὲρ τοῦ θείου ὢ κηρύγματος, ἢ μᾶλλον καὶ ὑπὲρ πάντων τῶν τῇ Ρωμαίων ὑποκειμένων ἀρχῇ, ἵνα δι’ αὐτοῦ καταλυθεῖεν αἱ τυραννίδες. λέγεται γὰρ ὅτι νοσοῦντι τῷ Εώνσταντι καὶ ἀθυμοῦντι διὰ τὴν ἐπὶ τοῖς ἄλλοις παισὶν ἀποτυχίαν ἄγγελος ἐπέστη, τῷ Κωνσταντίνῳ
κελεύων τὴν ἐξουσίαν καταλιπεῖν.
παλαμναῖον ἐκέλευσε δέξασθαι. ὁ δὲ καὶ τοῦτον τὸν ἄεθλον ἤνυσεν ἐπικινδύνως μέν, τῆς θείας δέ γε χάριτος συντηρούσης αὐτόν. γνοὺς δ’ ἐντεῦθεν φθονούμενος παρὰ τοῦ Γαλερίου καὶ ἐπιβουλευόμενος, νυκτὸς μετά τινων οἷς ἐθάρρει ἀπέδρα καὶ πρὸς τὸν
πατέρα ἐπανελήλυθε.
ὄντα ἐπ’ ἀδελφῇ τοῦ μεγάλου Κωνσταντίνου. κοινωνὸν δὲ τῆς βασιλείας αὐτὸν ποιησάμενος τὸν μὲν ἐν τῷ Ἰλλυρικῷ καταλέλοιπεν, ἔν’ ἀμύνῃ τοῖς Θρᾳξὶν ὑπὸ βαρβάρων ληιζομένοις, ἐκεῖνος δ’ εἰς Ῥώμην ἀφίκετο μαχόμενος πρὸς Μαξέντιον. εἶτα τοὺς
οἰκείους ὑπόπτους σχὼν στρατιώτας, καὶ φοβηθεὶς μὴ πρόσθοιντο τῷ ἐχθρῷ, ἀπέστη τῆς μάχης καὶ ἀνεχώρησε. μεταμεληθεὶς δ’ ἐπὶ τῇ προσλήψει τοῦ 199 Λικινίου, πρότερον μὲν λαθραίως αὐτῷ ἐπεβούλευεν, εἶτα καὶ μάχην κατ’ αὐτοῦ εἰς τοὐμφανὲς συνεστήσατο.
καὶ συμβαλὼν αὐτῷ τρέπεται, καὶ ἡττώμενος ἔφυγε, καὶ ἐν τῇ φυγῇ ἑαυτὸν διεχρήσατο.
κτείνεσθαι ἀπηνέστατα, ὅτι μὴ ἀδύνατα. ὀψὲ δ’ οὑν ὑποτοπῆσαι τὸν τύραννον διὰ τοὺς ἀδίκους φόνους τῶν τὸν Χριστὸν σεβομένων τιννύναι δίκην, καὶ ἐκθέσθαι θεσπίσματα πανταχοῦ κελεύοντα παυθῆναι τὸν κατὰ χριστιανῶν διωγμόν,
καὶ ζῆν ἐκείνους καὶ θρησκεύειν ὡς βούλοιντο, εὔχεσθαί τε ὑπὲρ αὐτοῦ. κἀνταῦθα δὲ διττοὶ λέγονται λόγοι. ὁ μὲν γὰρ ἀπαλλαγῆναι τοῦ πάθους αὐτὸν παρὰ πᾶσαν ἐλπίδα φησίν, εἶτ’ αὖθις ἐπεγεῖραι τὸν διωγμόν, καὶ ἀδιόρθωτον μεῖναι, ἕως οὗ τοὐ ἐν χειρὶ
κυρίου ποτηρίου τὸν τρυγίαν ἐξέπιεν· ὁ δ’ ἕτερος ἀρνεῖται τῷ ἀσεβεῖ τὴν ἀνάρρωσιν, ὡς ἐκ τῆς εἰρημένης Β τελευτήσαντι νόσου καὶ ἀνενεγκόντι διὰ στόματος σκώληκας.
βιαίως ἀπέρρηξε τὴν ζωήν.
Epitome historiarum (Vol. 1). Joannes Zonaras. ed. Ludwig Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.