ἀνθρώπων καὶ διὰ τῆς ἰδίας προσευχῆς καὶ ἐπιμελείας, καὶ ἐκγυμνάσηται, καὶ ἀναβῇ εἰς ὕφος καθ’ ὅσον δυνατὸν ἀνθρωπίνῃ φύσει, τότε ὁ κύριος λαλεῖ, καὶ τοὺς ἑαυτοῦ λόγους ἀποκαλύπτει τοῖς εἰς τοσοῦ- 1 2 τον ἀναβεβηκόσιν. οὕτω τοιγαροῦν καὶ τῷ Ἰὼβ πεποίηκε· διετήρει γὰρ αὐτῷ τὸν λόγον ὡς στέφανον.
ἡ οὖν λαιλαψ χειμῶνός ἐστι ποιητική· τῷ δὲ Ἰὼβ μέγιστος χειμὼν ἐληλύθει, ὅλος ὁ διάβολος ἐνέσκηψεν αὐτῷ, τοῦτο αἰτήσας ἀπὸ θεοῦ. χειμὼν ἦν τῷ Ἰὼβ καὶ ὁ λόγος τῶν φίλων. ἐν τῷ τοιούτῳ χειμῶνι ὑπέστη κοὶ ἐκαρτέρησεν· ὡς δὲ νοήμων, κυβέρνησιν κτησάμενος, »περὶ τὴν πίστιν« οὐκ ἐναυάγησεν. διὰ τοῦτο ὁ χρηματίζων αὐτῷ
πρὸς σύμβολον τοῦ καταλαβόντος αὐτὸν χειμῶνος, ἐν ᾡ καὶ διέλαμψεν, διὰ λαίλαπος χρηματίζει, καὶ εἰ μὲν ἔμεινε τὰ τοῦ Ἰὼβ ἐν τῇ περιστάσει ταύτῃ , ὥστε αὐτὸν καταλειφθῆναι ταῦτα πάσχοντα καὶ ἐξελθεῖν τὸν βίον, ἐλάλησεν ἂν αὐτῷ ὁ κύριος διὰ λαίλαπος μόνον. νῦν δὲ ἐπειδὴ μεταβάλλει αὐτῷ τὰ πράγματα ἀπὸ χειμῶνος εἰς
εὐδίαν, καὶ ἐπειδὴ ἀπείληφε τὴν ὑγείαν τοῦ σώματος, διὰ τοῦτο ὁ χρηματίζων αὐτῷ οὐ μόνον διὰ λαίλαπος, ἀλλὰ καὶ διὰ νεφῶν λαλεῖ.
Fragmenta In Job (In Catenis). Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.