γὰρ σφᾶς, Δι’ ἣν αἰτίαν ἀγένητον αὐτόν φατε; πότερον διὰ τὸν τεχνίτην, ὅπως μηδαμῶς ἀργήσας τῆς δημιουργίας νομίζοιτο, ἢ δι’ ἑαυτόν; ἂν μὲν γὰρ διὰ τὸν τεχνίτην, πῶς ἀγένητος ὢν πρὸς τοῦ τεχνίτου δημιουργεῖται; εἰ γὰρ ὅλως ἐν ἐνδείᾳ τῆς τέχνης καθέστηκε χαλκουργούμενος πρὸς τὸ σχεῖν ὁποῖον ὁ δημιουργὸς ἐθέλοι καρακτῆρα,
ποίῳ τρόπῳ ἀγένγτος ἔσται πάσχων τε καὶ δρώμενος; εἰ δὲ αὖ δι’ ἑαυτὸν τέλειος καὶ ἀγένητος λέγοιτο μὴ δεῖσθαι τῆς τέχνης ὁ 1 2 ἀνδριάς, κατὰ τὸ ὀλέθριον δόημα, ἀνάγκη αὐτοματισμὸν ὁμολογεῖν.
κρατεῖν τοῦ τεχνάσματος ὁ τεχνίτης, Οὐκοῦν, ὦ οὗτοι, λέξομεν αὐτοῖς, εἰ μὴ χρόνος μήτε αἰὼν εὑρίσκοιτο ἐπάνω, ὅτε οὐκ ἦν τέλειος ὁ ἀνδριάς, τί παρέσχεν αὐτῷ ὁ τεχνίτας ἢ τί ἐνήργησεν εἰς αὐτόν, φατέ.
δημιουργῶν εὑρεθήσεται, καὶ πάλιν εἰς αὐτὸ ἔοικεν ὁ λόγος περιδεδραμηκέναι, αύτοματισμὸν ὁμολογεῖν. ἐὰν γὰρ κἂν τὸ ἀκαριαίτατον > ἀνδριάντα κινῆσαι ὁ δημιουργὸς λεχθῇ, ἀρχῇ ὑποπεσεῖται, καθ ἣν πρότερον αὐτὸν ἄκοσμον καὶ ἀκίνητον ὄντα ἤρξατο κινεῖν καὶ κοσμεῖν. οὔκουν καὶ ἠν καὶ ἔσται διηνεκῶς ὁ αὐτὸς ἀεὶ κόσμος·
ἀπεικαστέον γὰρ τῷ μὲν θεῷ τὸν τεχνίτην, τὸν δὲ ἀνδριάντα τῷ κόσμῳ.
ἀπροσδεὲς καὶ ἄφθορον ἔσται· καὶ εἰ τοῦτο οὕτως ἔχει, οὐκέτι ὁ κόσμος τρεπτὸς καθ’ ὑμᾶς.
De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235). Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.