EK ΤΟΥ <ΞΕΝΩΝΟΣ Η> ΠΕΡΙ ΤΩΝ ΓΕΝΗΤΩΝ.
δὲ τοὺς ἔτι ἀσεβείᾳ καὶ ἡδοναῖς παντοίαις δίκην χοίρων ἐν βορβόρῳ καλινδουμένους τούτοις γὰρ εἰρῆσθαι παρὰ Χριστοῦ ἔλεγε μὴ παραβαλεῖν τὰ θεῖα μαθήματα, διὰ τὸ μὴ δύνασθαι αὐτὰ φέρειν, ἅτε τῇ ἀσεβείᾳ καὶ ταῖς ἀγρίαις ἡδοναῖς προκατισχημένους) ὁ μέγας Μεθόδιός φησιν, Εἰ μαργαρίτας τὰ σεμνοπρεπῆ καὶ θεῖα μαθήματα δεῖ
ἐξακούειν, χοίρους δὲ τοὺς ἀσεβείᾳ καὶ ἡδοναῖς συζῶντας, οἷς καὶ καὶ ἀπόκρυφα τὰ πρὸς εὐσέβειαν καὶ τὴν εἰς Χριστὸν πίστιν ἀποστολικὰ διεγείροντα κηρύγματα δεῖ εἶναι, ὅρα ὡς οὐδένα λέγεις τῶν Χριστιανῶν τοῖς τῶν ἀποστόλων κηρύγμασιν ἐξ ἀσεβείας αὐτῶν τῆς προτέρας ἐπιστρέφει· οὐδὲ γὰρ ἂν πάντως παρέβαλον τὰ κατὰ
τὸν Χριστὸν μυστήρια τοῖς δι' ἀπιστίαν χοίρ·οις ἐοικόσιν.
ὑμῶν ἔμπροσθεν τῶν χοίρων‘, ὡς ἐρρήθη· ἢ τούτου ὡς ἐλέκθη 1 2 3 νοουμένου, ἀνάγκη ἡμᾶς λέγειν ὡς οὐδενὶ τῶν ἀπίστων, οὓς ~ ἀπεικάζομεν, ἐκ τῶν ἀποστολικῶν διδαγμάτων, μαργαριτῶν δίκην τὰς ψυχὰς καταυγαζόντων, ἡ εἰς Χριστὸν πίστις καὶ ἡ τῆς ἀσεβείας ἐλευθερία γεγένηται. βλάσφημον δὲ τοῦτο.
τὰ μυστικώτερα τῶν μαθημάτων ἐκλαμβάνειν ἐνταῦθα, χοίρους δὲ τοὺς ἀσεβεῖς, οὐδὲ τό μὴ βάλητε τοὺς μαργαρίτας ὑμῶν τῶν χοίρων‘ εἰς τό »μὴ παραβάλητε τοῖς ἀσεβέσι καὶ ἀπέστοις τὰ μυστικὰ καὶ τελειοποιὰ τῆς εἰς Χριστὸν πίστεως διδάγματα« παραλαμβάνειν· ἀλλὰ μαργαρίτας μὲν τὰς ἀρετὰς ἐκδέχεσθαι χρή , αἶς
ὥσπερ πολυτίμοις μαργαρίταις ἡ ψυχὴ καθωραΐζεται, μὴ παραβαλεῖν δὲ αὐτοὺς τοῖς χοίροις τουτέστι μὴ παραβαλεῖν αὐτὰς τὰς ἀρετάς, οἷον ἁγνείαν καὶ σωφροσύνην καὶ δικαιοσύνην καὶ ἀλήθειαν, δὴ μὴ παραβαλεῖν ταῖς μαχλώσαις ἡδοναῖς χοίροις γὰρ ἐοίκασιν ἕνα μὴ τὰς ἀρετὰς αὑται καταφαγοῦσαι χοιρώδη βίον καὶ πολυπαθῆ
τὴν ψυχὴν βιοτεύειν παρασκευάσωσιν.
De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235). Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.