eine »ausruht«, der andere »gepeinigt« wird; es bittet aber nun jener (sc. dieser), daß ihm Lazarus mit dem kleinen Finger auftropfe auf Zunge und seine Zunge kühle:
τὰ ἄξια τῶν τῷ βίῳ πεπραγμένων, τῶν δὲ ἀκριβεστέρων, 1 2 3 ἐπεὶ μετὰ τὴν ἀνάστασιν οὐδεὶς έν βίῳ καταλείπεται, οὐκ ἐν τῇ ἀναστάσει οἰομένων ταῦτα γεγονέναι — λέγει γὰρ ὁ πλούσιος ὅτι »πέντε ἀδελφοὺς ἔχω, καὶ ἵνα μὴ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου, πέμψον Δάζαρον ἀπαγγέλλοντα αὐτοῖς τὰ ἐνταῦθα« —, καὶ διὰ
τοῦτο ζητούντων τὴν γλῶσσαν καὶ τὸν δάκτυλον καὶ τοὺς κόλπους Ἀβραὰμ καὶ τὴν ἀνάκλισιν.
Σαμουὴλ φαινόμενος, ὡς δῆλόν ἐστιν . . . , ὁρατὸς ὢν παρίστησιν ὅτι σῶμα περιέκειτο, μάλιστα ἐὰν ἀναγκασθῶμεν ὑπὸ τῶν ἀποδείξεων τὴν οὐσίαν τῆς ψυχῆς ἀσώματον εἶναι καθ’ ἑαυτὴν ἀποφήνασθαι.
τοῦ αἰῶνος καὶ διὰ τοῦτο πρὸ τῆς ἀναστάσεως <γενόμενοι, καὶ> λεγόμενοι ὁ μὲν έν Ἅιδου κολάζεσθαι, ὁ δὲ ἐν κόλποις Ἀβραὰμ ἀναπαύεσθαι, διδάσκουσιν ὅτι καὶ νῦν <ἐν> τῇ ἀπαλλαγῇ σώματι χρῆται ἡ ψυχή.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.