πλούσιον καὶ τὸν πένητα Λάζαρον ἱστορίᾳ, τὸν μὲν ἐν κόλποις Ἀβραὰμ δοὺς ἀναπαύεσθαι μετὰ τὴν ἀπόθεσιν τοῦ σώματος, τὸν δὲ ἐν ἀλγηδόσιν, οἷς διαλεγόμενον τὸν Ἀβραὰμ εἰσήγαγε· διὰ Σολομῶνος δὲ ἐν τῇ ἐπιγραφομένῃ Σοφίᾳ, ἔνθα »δικαίων αἱ ψυχαὶ ἐν χειρί« γέγραπται »θεοῦ, καὶ οὐ μὴ ἄφηται αὐτῶν βάσανος. ἔδοξαν
ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ, καὶ ἡ ἐλπὶς αὐτῶν ἀθαναςάς πλήρης«. ὅθεν σώματος ἡ ἀνάστασις, καὶ οὐ χυχῆς. οὐ γὰρ τὸν ἑστῶτά τις ἀνίστησιν, ἀλλὰ τὸν κείενον, ὥσπερ οὐδὲ τὸν ὑγιαίνοντα θεραπεύουσιν, ἀλλὰ τὸν
πάσχοντα.
γε, ἀλλὰ σαφῶς λέγοντά τι φαίνεσθαι.
καὶ ἐν τῇ κατὰ τὸν πλούσιον καὶ τὸν πένητα φράσει, καὶ ἐν τῇ κατὰ τὸν Μψυςέα καὶ τὸν Ἠλίαν ὀπταςίᾳ. ἀλλ᾿ οὐδὲν ὁ κύριος ἄλλως ἐξθέγξατο ἢ ἐψεύσατο. οὐ γὰρ εἴδωλον ἢ φάσμα, τοὺς ἀποστόλους βουλόμενος ἀπατᾶν,ἐδείκνυεν αὐτοῖς ἐν τῷ ὄρει τὸν Ἠλίαν καὶ τὸν δυσμαθέστατον μαθεῖν ἀθάνατον αὐτὸν εἶναι καὶ ἀνώλεθρον διαβεβαιοῦσθαι τὴν ψυχήν.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.