διαλεγομένους πραγμάτων. φράσας γὰρ ἀποφήνασθαι τὸν δύριον ὡς οἱ τῆς ἀναστάσεως τευξόμενοι ἔσονται τότε »ὡς ἄγγελοι«, ἔνθα πειράζουσιν αὐτὸν οἱ Σαδδουκαῖοι, ἐπέφερες· Οἱ δὲ ἄγγελοι ἐκτὸς ὄντες σαρκὸς ἐν μακαριότητος ἀκρότητι διὰ τοῦτο καὶ δόξης εἰσίν, καὶ ἠμᾶς δὲ ἄρα ἐξιςάζεσθαι μέλλοντας ἀγγέλοις ἀνάγκη δὴ
σαρκῶν ὠσαύτως ἐκείνοις γυμνοὺς ἔσεσθαι δεῖν, οὐκ ἐπιστήσας, ὦ ἄριστε, ὡς ὁ ποιήσας καὶ διακοσμήσας ἐξ οὐκ ὄντων τὸ πᾶν τὴν τῶν ἀθανάτων φύσιν οὐ μόνον εἰς ἀγγέλους καὶ λειτουργοὺς διανείμας διεκόσμησεν, ἀλλὰ καὶ εἰς ἀρχὰς καὶ θρόνους καὶ ἐξουςίας.
ὅτι μὴ τάγμα ἓν καὶ φυλαὶ καὶ διαφοραί. καὶ οὔτε τὰ Χερουβὶμ τῆς ἰδίας ἐξιστάμενα φύσεως εἰς τὴν τῶν ἀγγέλων ἰδέαν μετασκευάζονται, οὔτε εἰς ἑτέραν πάλιν οἱ ἄγγελοι. εἶναι γὰρ αὐτὰ χρὴ 1 καὶ ὅ εἰσι καὶ ὃ γεεγόνασιν.
ὅτι μηδὲ οἱ ἄγγελοι εἰς τὴν τῶν ἄλλων τῆς ἐξ ἀρχῆς ἰδέας μεταδοσμούμενοι μεταβάλλονται. ὁ γὰρ Χριστὸς ἧκεν οὐκ εἰς ἑτέραν. μορφὴν παλσθῆναι κηρύσσων ἢ μετασκευασθῆναι τὴν ἀνθρωπείαν φύσιν, ἀλλὰ εἰς ὃ ἦν ἐξ ἀρχῆς πρὸς τοῦ ἐκπεσεῖν, ἀθάντᾳτος ὤν.
ἵνα πάντα πάντων ὦσι πεπληρωμένα, οὐρανοὶ μὲν ἀγγέλων, θρόνοι δὲ ἐξουσιῶν, φῶτα δὲ λειτουργῶν, καὶ οἱ θειότεροι τόποι καὶ τὰ ἀκράτητα καὶ ἀκραιφνῆ φῶτα τῶν Σεραφίμ, ἃ παρεστήκασι τῇ μεγάλη βουλῇ διακρατούσῃ τὸ πᾶν, ὁ δὲ κόσμος ἀνθρώπων. 557 ἐὰν δὲ μεταβάλλεσθαι δῶμεν τοὺς ἀνθρώπους εἰς ἀγγέλους, ὥρα μεταβάλλεσθαι
λέγειν καὶ τοὺς ἀγγέλους εἰς ἐξουςίας, καὶ ταύτας εἰς ἄλλο καὶ ἄλλο, ἔστ᾿ ἂν ὀ λόγος ἀναβὰς εἰς κίνδυνον ἐμπέσῃ.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.