οἷον τὴν ἐν τῷ Ἰεζεκιήλ »καὶ ἐγένετο ἐπ᾿ ἐμὲ χεὶρ κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων. καὶ περιήγαγέ με ἐπ᾿ αὐτὰ κυκλόθεν κύκλῳ· καὶ ἰδού, πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, καὶ ἰδού, αὐτὰ ξηρὰ λίαν. καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, εἰ ζήσεται
τὰ ὀστᾶ ταῦτα; καὶ εἶπον· κύριε ὁ θεός, σὺ ἐπίστασαι ταῦτα. καὶ 1 εἶπε πρός με, προφήτευσον, υἱὲ ἁνθρώπου. καὶ εἶπον πρὸς αὐτά· τὰ ὀστέα τὰ ξηρὰ ταῦτα, ἀκούσατε λόγον κυρίου. τάδε λέγει Ἀδωναῒ κύριος τοῖς ὀστέοις τούτοις· ἰδού, ἐγὼ εἰσάγω εἰς ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω ἐφ᾿ ἡμᾶς νεῦρα, καὶ ἐπάξω ἐφ᾿ ὑμᾶς σάρκας, καὶ
ἐκτενῶ ἐφ᾿ ὑμᾶς δέρμα, 536 καὶ δώσω τὸ πνεῦμά μου ἐφ᾿ ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος.« τούτῳ μὲν οὖν πιθανωτέρῳ χρῶνται τῷ ῥητῷ. καὶ
ἄλλα δὲ λέγουσιν εὐαγγελικά, οἷον ὡς τό »ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόνων«, καὶ τό »φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν
καὶ σῶμα ἀπολέσαι ἐν Γεέννῃ«. καὶ τὸ ἐν τῷ Παύλῳ »ζῳοποιήσει τὰ θνητὰ ὑμῶν σώματα, διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ὑμῖν«.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.