θνῄσκειν; ἐρρύοντο γὰρ χωριζόμενοι πάντες τῶν σωμάτων κατὰ τὴν ἀπὸ τοῦ βίου ταύτην ἔξοδον. ἀλλὰ καὶ ὡσαύτως δὲ πᾶσαι αἱ ψυχαί, καὶ αἱ τῶν ἀπίστων καὶ πιστῶν καὶ τῶν ἀδίκων καὶ δικαίων, ἐχωρίζοντο τῶν σωμάτων κατὰ τὴν ἡμέραν τῆς τελευτῆς. τί οὖν ὁ ἀπό- 1 2 3 στολος πλέον παρὰ τοὺς ἄλλους λαβεῖν τοὺς ἐν ἀπιστίᾳ διαρίψαντας ἐσπούδαζεν; ἢ διὰ τί ῥυσθῆναι ἀπὸ τοῦ σώματος ηὔχετο, ὅ καὶ εἰ μή ἤθελε, πάντως ἂν συνέβαινεν αὐτῷ καθάπερ δὴ καὶ πᾶσι κεῖται τελευτῆσαι καὶ χωρισθῆναι τὰς ψυχὰς αὐτῶν ἀπὸ τῶν σωμάτων, εἴ
γε θάνατον τὸ σῶμα τῆς ψυχῆς ὑπετίθετο;
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.