σῳθῆναι — καὶ ὃ θέλομεν τοῦτο οὐ γίγνεται, ἀλλ᾿ ὅ οὐ γὰρ ἡμᾶς δοκιμάζεσθαι, ὡς ἔφην), μὴ ἐνδιδῶμεν, ὠ ψυχή, μὴ ἐνδιδῶμεν τῷ Πονηρῷ, ἀλλὰ ἀναλαβόντες »τὴν πανοπλίαν τοῦ θεοῦ« ὑπερασπίζουσαν καὶ προαγωνιζομένην ἡμῶν ἐνδυσώμεθα »τὸν θώρακα τῆς δικαιοσύνης«, ὑποδησώμεθα »τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου,
ἐν πᾶσί τε ἀναλάβωμεν τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾦ δυνήσόμεθα 587 πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου«, »καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὃ ῥῆμα θεοῦ«, »πρὸς τὸ δύνασθαι στῆναι πρὸς τὴν μεθοδείαν τοῦ διαβόλου«, »λογισμόύς« τε καθαιρεῖν »καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ
τῆς γνώσεως τοῦ θεοῦ«, »ὅτι μὴ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἱμα καὶ σάρκα«.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.