τῆς πολὺ τιμιωτέρας ὕλης, χρυσοῦ, ἀργύρου, ἠλέκτρου ἢ ἐλέγαντος, ὦσι κατεσκευασμέναι, τιμὴν ἔχουσι πρὸς ἁπάντων· οὐ γὰρ τὰς μὲν ἀπὸ τῆς πολὺ τιμιωτέρας ὕλης τεχνημένας θεραπεύοντες ἐξολιγωροῦσι τῶν ἄλλων οἱ ἄνθρωποι, ἀλλὰ πάσας ἐπίσης τιμῶσιν, εἰ καὶ ἀπὸ γύψου ἢ χαλκοῦ ὑπάρχουσιν, καὶ ὁ δυσφημήσας εἰς ὁποτέραν οὔτε 15 ὡς πηλὸν ἀτιμάσας ἀφιεται, οὔτε ὡς χρυσὸν ἐξευτελίσας κρίνεται, ἀλλ᾿ ὡς εἰς αὐτὸν ἀσεβήσας τὸν βασιλέα καὶ κύριον.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.