ὅ δὲ ἐκεῖ »φίλους ἐκ τῆς ἀδικίας« <ὁ κύριος ἐκάλεσε, τοῦτο> ἐνταῦθα »καταλυομένας« ὁ ἀπόστολος »οἰκίας«. καθάπερ γοῦν, ἐὰν ἐκλείψωσιν αἱ τῆς παρούσης ζωῆς ἡμῶν ἡμέραι, τὰ πρὸς εὐποιίαν τὰς ψυχὰς ἡμῶν ὑπολέξονται ἀγαθοεργήματα, ἃ ἀπὸ τῆς ἐν τῇ ἀδικίᾳ ζωῆς ἐκτησάμεθα, τῷ τὸν κόσμον »ἐν τῷ πονηῷ« κεῖσθαι, οὕτω τῆς
ζωῆς <ταύτης> καταλυθείσης τῆς ὠκυμόρου τὴν πρὸ τῆς ἀωαστάσεως ἕφομεν οἴκησιν αἱ ψυχαὶ παρὰ τῷ θεῷ, ἔστ᾿ ἂν ἀνακαινοποιηθεῖσαν ἡμῖν ἄπτωτον ἀναλάβωμεν οἰκίαν. ὅθεν καὶ »στενάζομεν«, μὴ
θέλοντες τὸ σῶμα »ἀπεκδύσαδθαι, ἀλλ᾿ « ἐπ᾿ αὐτῷ τὴν ἄλυπον »ἐπενδύσασθαι« ζωήν. τὸ γὰρ οἰκητήριον τὸ ἐξ οὐρανοῦ, ὃ ἐπιθυμοῦμεν
ἐπενδύσασθαι, ἡ ἀθανασία ἐστίν· ἣν ἐὰν ἐπενδυσώμεθα, καταποθήσεται πᾶν τὸ ἐν αὐτῇ ὁλοσχερῶς ἀσθενὲς ὑπὸ τῆς ἀχρόνου ζωῆς καταναλωθὲν καὶ θνητόν.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.