φωνῆς προφητῶν χορὸς μαρτυρεῖ. οὐ γὰρ ἀπρονοήτῳ καὶ συντυχικῇ φορᾷ, κατὰ τοὺς τὸ ἄπειρον καὶ κενὸν εἰσημουμένους, ὥσπερ ἐξ ἄμμων κατὰ συντυχίαν προσγινομένων καὶ ἀπογινομένων, ὑπέστη τὸ πᾶν, ἀλλ'ἐκ πυρὸς καὶ ἀέρος καὶ γῆς καὶ ὕδατος, κἂν 1 μή βούλωνται ταῦτα στοιχεῖα καὶ πρωτόγονα τοῦ παντὸς εἶναί τινες σώματα, ἀλλὰ συγκρίματα <καὶ> εἴδη ἐξ ἀτόμων ἢ ὅφκων ἢ ἀμερῶν ἢ ὁμοιομερῶν, αὐτομάτῳ τινὶ καὶ ἀπροαιρετῳ συναχθέντα φιλίΠα. ἀπρονοησίᾳ γὰρ τῶν ὅλων καὶ ἀδιοικησίᾳ ἀκόλουθος οὖτος ὁ λόγος
δἰ ὃ καὶ Δημοκρίτῳ καὶ Ἐπικούρῳ φίλος, ἀλλ'οὐκ ἡμῖν.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.