ἀσχολούμενα, εἰπών τε τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν, | ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει« ἐπήγαγε »τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ κυρίω, καὶ ὁ κύριος τῷ σώματι. ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρε, καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. ἢ οὐκ οἴδατε ὅτι τὰ μέλη ὑμῶν μέλη Χριστοῦ
ἐστίν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἕν σῶμά ἐστιν; ἔσονται γὰρ φησίν, οἱ δύο εἰς σάρκα μίαν. ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἕν πωεῦμά ἐστι. φεύγετε τὴν πορνείαν. πᾶν ἁμάρτημα, ὃ ἂν ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν. ὁ δὲ πορνεύων εἰς τὸ
ἴδιον σῶμα ἁμαρτάνει. ἢ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἀγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ; καὶ οὐκ ἐστὲ ἕαυτῶν· ἠγοράσθητε γὰρ τιμῆς. ἄρα γε δοξάσατε τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν <καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ θτοῦ).4
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.