δέ τι παρὰ τοὺς ἀγγέλους« διαλλάσσοντες καὶ ἐγγὺς ὄντες τοῦ εἶναι ἄγγελοι. καθάπερ εἰ ἔλεγεν, οὔσης εὐταξίας κατὰ τὸν ἀέρα καὶ γα- 1 λήνης νυκτὸς καὶ πάντων τῷ τῆς σελήνης αἰθερίῳ φωτὶ κεκοσμημένων, Ἡ σελήνη φαίνει ὡς ὁ ἥλιος, καὶ οὐ πάντως ἂν ἥλιον εἶναι τὴν σελήνην ἀπομαρτυρεῖν αὐτὸν ἐλέγομεν, ἀλλ᾿ ὡς ἥλιον· ὥσπερ καὶ τὸ μὴ ὑπάρχον χρυςός, ἐγγὺς δὲτοῦ εἶναι χρυςὸς πεφυκός, ὡς
χυρυςὸς λέγεται καὶ οὐ χρυςός (εἰ δὲ ἦν χρυςός, οὐκ ἐλέγετο ἂν ὡς χρυςὸς, ἀλλὰ χρυςός· ἐπεὶ δὲ μὴ ἔστι χρυςός, ἀλλὰ <ἐγγὺς> τοῦ εἶναι χρυςὸς καὶ φαντάζεσθαι τὸν χρυςόν, οὐ χρυςός, ἀλλ᾿ ὡς χρυςὸς λέγεται)· οὕτως καὶ ὡς ἀγγέλους ἔσεσθαι λέγοντος τοὺς ἁγίους ἐν τῇ
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.