ἀγάπης τοῦ Χριστοῦ;« —ὃς 553 ἑρμηνεύεται χεὶρ τοῦ πατρὸς καὶ λόγος —» θλίψις; ἢ στενοχωρία; ἢ διωγμός; ἢ λιμός; ἢ γυμνότης; ἢ κίνδυνος; ἢ μάχαιρα; καθὼς γέγραπται ὅτι ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. ἀλλ᾿ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς«, ἀληθέστατα, ἵνα
πληρωθῇ, καθὼς ἔφην, τό »ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω καὶ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται« »ἡμᾶς« »ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ« πρὸς ἀπώλειαν. διὸ καὶ »ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς«, ἵνα ἀποθανόντες »τῇ ἁμαρτίᾳ« ζήσωμεν »τῷ θεῷ«.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.